'τήλε' - search in All Authors, Showing 1 to 23 of 23 hits

1Claudianus Claudius, Fragmenta spuria vel suspecta, 415; 8 (auctor c.370-c.404)
Διψήσας δὲ γίγας (πιέειν ϑέλε νήχυτον ὕδωρ) τῆλε μάλ᾿ ἐς ποταμὸν τάνυσεν πολυχανδέα δειρήν, ἕλϰε δὲ χεύματα πάντα ϰυλινδομένοιο ῥόοιο, ἄχρι δὲ πηγάων ὑπεδέξατο μυρίον ὕδωρ ἑσπόμενον προχοῇσιν ἀπολλυμένον ποταμοῖο.
2Hesiodus, Theogonia, 1003; 3 (auctor fl.c.700BC)
Κίρκη δ', Ἠελίου θυγάτηρ Ὑπεριονίδαο, γείνατ' Ὀδυσσῆος ταλασίφρονος ἐν φιλότητι Ἄγριον ἠδὲ Λατῖνον ἀμύμονά τε κρατερόν τε· [Τηλέγονον δ' ἄρ' ἔτικτε διὰ χρυσέην Ἀφροδίτην.] οἳ δή τοι μάλα τῆλε μυχῷ νήσων ἱεράων πᾶσιν Τυρσηνοῖσιν ἀγακλειτοῖσιν ἄνασσον.
3Homerus, Ilias, 8, 1; 3 (auctor fl.700BC)
ὃν δ' ἂν ἐγών ἀπάνευθε θεῶν ἐθέλοντα νοήσω ἐλθόντ' ἢ Τρώεσσιν ἀρηγέμεν ἢ Δαναοῖσι πληγείς οὐ κατά κόσμον ἐλεύσεται Οὔλυμπον δέ· ἤ μιν ἑλών ῥίψω ἐς Τάρταρον ἠερόεντα τῆλε μάλ', ἧχι βάθιστον ὑπό χθονός ἐστι βέρεθρον, ἔνθα σιδήρειαί τε πύλαι καί χάλκεος οὐδός, τόσσον ἔνερθ' Ἀΐδεω ὅσον οὐρανός ἐστ' ἀπό γαίης· γνώσετ' ἔπειθ' ὅσον εἰμί θεῶν κάρτιστος ἁπάντων.
4Homerus, Ilias, 10, 128; 7 (auctor fl.700BC)
βάν δ' ἐπί Τυδεΐδην Διομήδεα· τόν δέ κίχανον ἐκτός ἀπό κλισίης σύν τεύχεσιν· ἀμφί δ' ἑταῖροι εὗδον, ὑπό κρασίν δ' ἔχον ἀσπίδας· ἔγχεα δέ σφιν ὄρθ' ἐπί σαυρωτῆρος ἐλήλατο, τῆλε δέ χαλκός λάμφ' ὥς τε στεροπή πατρός Διός· αὐτάρ ὅ γ' ἥρως εὗδ', ὑπό δ' ἔστρωτο ῥινόν βοός ἀγραύλοιο, αὐτάρ ὑπό κράτεσφι τάπης τετάνυστο φαεινός.
5Homerus, Ilias, 11, 1; 13 (auctor fl.700BC)
εἵλετο δ' ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ ὀξέα· τῆλε δέ χαλκός ἀπ' αὐτόφιν οὐρανόν εἴσω λάμπ'· ἐπί δ' ἐγδούπησαν Ἀθηναίη τε καί Ἥρη τιμῶσαι βασιλῆα πολυχρύσοιο Μυκήνης.
6Homerus, Ilias, 11, 336; 8 (auctor fl.700BC)
ὄφρα δέ Τυδεΐδης μετά δούρατος ᾤχετ' ἐρωήν τῆλε διά προμάχων, ὅθι οἱ καταείσατο γαίης τόφρ' Ἕκτωρ ἔμπνυτο, καί ἂψ ἐς δίφρον ὀρούσας ἐξέλασ' ἐς πληθύν, καί ἀλεύατο κῆρα μέλαιναν.
7Homerus, Ilias, 11, 780; 10 (auctor fl.700BC)
τόν δέ ἰδών ᾤκτειρε Μενοιτίου ἄλκιμος υἱός, καί ῥ' ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα· ἆ δειλοί Δαναῶν ἡγήτορες ἠδέ μέδοντες ὣς ἄρ' ἐμέλλετε τῆλε φίλων καί πατρίδος αἴης ἄσειν ἐν Τροίῃ ταχέας κύνας ἀργέτι δημῷ.
8Homerus, Ilias, 16, 112; 2 (auctor fl.700BC)
Ἕκτωρ Αἴαντος δόρυ μείλινον ἄγχι παραστάς πλῆξ' ἄορι μεγάλῳ αἰχμῆς παρά καυλόν ὄπισθεν, ἀντικρύ δ' ἀπάραξε· τό μέν Τελαμώνιος Αἴας πῆλ' αὔτως ἐν χειρί κόλον δόρυ, τῆλε δ' ἀπ' αὐτοῦ αἰχμή χαλκείη χαμάδις βόμβησε πεσοῦσα.
9Homerus, Ilias, 16, 508; 10 (auctor fl.700BC)
πρῶτα μέν ὄτρυνεν Λυκίων ἡγήτορας ἄνδρας πάντῃ ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι· αὐτάρ ἔπειτα μετά Τρῶας κίε μακρά βιβάσθων Πουλυδάμαντ' ἔπι Πανθοΐδην καί Ἀγήνορα δῖον, βῆ δέ μετ' Αἰνείαν τε καί Ἕκτορα χαλκοκορυστήν, ἀγχοῦ δ' ἱστάμενος ἔπεα πτερόεντα προσηύδα· Ἕκτορ νῦν δή πάγχυ λελασμένος εἰς ἐπικούρων, οἳ σέθεν εἵνεκα τῆλε φίλων καί πατρίδος αἴης θυμόν ἀποφθινύθουσι· σύ δ' οὐκ ἐθέλεις ἐπαμύνειν.
10Homerus, Ilias, 17, 185; 2 (auctor fl.700BC)
ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ δηΐου ἐκ πολέμοιο· θέων δ' ἐκίχανεν ἑταίρους ὦκα μάλ' οὔ πω τῆλε ποσί κραιπνοῖσι μετασπών, οἳ προτί ἄστυ φέρον κλυτά τεύχεα Πηλεΐωνος.
11Homerus, Ilias, 18, 388; 3 (auctor fl.700BC)
τήν δ' ἠμείβετ' ἔπειτα περικλυτός ἀμφιγυήεις· ἦ ῥά νύ μοι δεινή τε καί αἰδοίη θεός ἔνδον, ἥ μ' ἐσάωσ' ὅτε μ' ἄλγος ἀφίκετο τῆλε πεσόντα μητρός ἐμῆς ἰότητι κυνώπιδος, ἥ μ' ἐθέλησε κρύψαι χωλόν ἐόντα· τότ' ἂν πάθον ἄλγεα θυμῷ, εἰ μή μ' Εὐρυνόμη τε Θέτις θ' ὑπεδέξατο κόλπῳ Εὐρυνόμη θυγάτηρ ἀψορρόου Ὠκεανοῖο.
12Homerus, Ilias, 22, 289; 1 (auctor fl.700BC)
ἦ ῥα, καί ἀμπεπαλών προΐει δολιχόσκιον ἔγχος, καί βάλε Πηλεΐδαο μέσον σάκος οὐδ' ἀφάμαρτε· τῆλε δ' ἀπεπλάγχθη σάκεος δόρυ· χώσατο δ' Ἕκτωρ ὅττί ῥά οἱ βέλος ὠκύ ἐτώσιον ἔκφυγε χειρός, στῆ δέ κατηφήσας, οὐδ' ἄλλ' ἔχε μείλινον ἔγχος.
13Homerus, Ilias, 22, 437; 2 (auctor fl.700BC)
κέκλετο δ' ἀμφιπόλοισιν ἐϋπλοκάμοις κατά δῶμα ἀμφί πυρί στῆσαι τρίποδα μέγαν, ὄφρα πέλοιτο Ἕκτορι θερμά λοετρά μάχης ἐκ νοστήσαντι νηπίη, οὐδ' ἐνόησεν ὅ μιν μάλα τῆλε λοετρῶν χερσίν Ἀχιλλῆος δάμασε γλαυκῶπις Ἀθήνη.
14Homerus, Ilias, 22, 437; 8 (auctor fl.700BC)
τῆλε δ' ἀπό κρατός βάλε δέσματα σιγαλόεντα, ἄμπυκα κεκρύφαλόν τε ἰδέ πλεκτήν ἀναδέσμην κρήδεμνόν θ', ὅ ῥά οἱ δῶκε χρυσῆ Ἀφροδίτη ἤματι τῷ ὅτε μιν κορυθαίολος ἠγάγεθ' Ἕκτωρ ἐκ δόμου Ἠετίωνος, ἐπεί πόρε μυρία ἕδνα.
15Homerus, Ilias, 23, 54; 5 (auctor fl.700BC)
τῆλέ με εἴργουσι ψυχαί εἴδωλα καμόντων, οὐδέ μέ πω μίσγεσθαι ὑπέρ ποταμοῖο ἐῶσιν, ἀλλ' αὔτως ἀλάλημαι ἀν' εὐρυπυλές Ἄϊδος δῶ.
16Homerus, Ilias, 23, 859; 8 (auctor fl.700BC)
ὠκύς δ' ἐκ μελέων θυμός πτάτο, τῆλε δ' ἀπ' αὐτοῦ κάππεσε· λαοί δ' αὖ θηεῦντό τε θάμβησάν τε.
17Homerus, Odyssea, 2, 309; 8 (auctor fl.700BC)
" ἄλλος δ' αὖτ' εἴπεσκε νέων ὑπερηνορεόντων· " τίς δ' οἶδ', εἴ κε καί αὐτός ἰών κοίλης ἐπί νηός τῆλε φίλων ἀπόληται ἀλώμενος ὥς περ Ὀδυσσεύς· οὕτω κεν καί μᾶλλον ὀφέλλειεν πόνον ἄμμιν· κτήματα γάρ κεν πάντα δασαίμεθα, οἰκία δ' αὖτε τούτου μητέρι δοῖμεν ἔχειν ἠδ' ὅς τις ὀπυίοι.
18Homerus, Odyssea, 5, 313; 2 (auctor fl.700BC)
τῆλε δ' ἀπό σχεδίης αὐτός πέσε, πηδάλιον δέ ἐκ χειρῶν προέηκε· μέσον δέ οἱ ἱστόν ἔαξεν δεινή μισγομένων ἀνέμων ἐλθοῦσα θύελλα, τηλοῦ δέ σπεῖρον καί ἐπίκριον ἔμπεσε πόντῳ.
19Homerus, Odyssea, 12, 327; 10 (auctor fl.700BC)
αὐτίκα δ' Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας ἐγγύθεν, οὐ γάρ τῆλε νεός κυανοπρῴροιο βοσκέσκονθ' ἕλικες καλαί βόες εὐρυμέτωποι· τάς δέ περίστησάν τε καί εὐχετόωντο θεοῖσιν, φύλλα δρεψάμενοι τέρενα δρυός ὑψικόμοιο· οὐ γάρ ἔχον κρῖ λευκόν ἐυσσέλμου ἐπί νηός.
20Homerus, Odyssea, 17, 290; 5 (auctor fl.700BC)
" τόν δ' ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· " καί λίην ἀνδρός γε κύων ὅδε τῆλε θανόντος.
21Homerus, Odyssea, 19, 277; 7 (auctor fl.700BC)
" ὣς ὁ μέν οὕτως ἐστί σόος καί ἐλεύσεται ἤδη ἄγχι μάλ', οὐδ' ἔτι τῆλε φίλων καί πατρίδος αἴης δηρόν ἀπεσσεῖται· ἔμπης δέ τοι ὅρκια δώσω.
22Homerus, Odyssea, 24, 280; 2 (auctor fl.700BC)
ἀλλ' ἄγε μοι τόδε εἰπέ καί ἀτρεκέως κατάλεξον, πόστον δή ἔτος ἐστίν, ὅτε ξείνισσας ἐκεῖνον σόν ξεῖνον δύστηνον, ἐμόν παῖδ', εἴ ποτ' ἔην γε, δύσμορον· ὅν που τῆλε φίλων καί πατρίδος αἴης ἠέ που ἐν πόντῳ φάγον ἰχθύες, ἢ ἐπί χέρσου θηρσί καί οἰωνοῖσιν ἕλωρ γένετ'· οὐδέ ἑ μήτηρ κλαῦσε περιστείλασα πατήρ θ', οἵ μιν τεκόμεσθα· οὐδ' ἄλοχος πολύδωρος, ἐχέφρων Πηνελόπεια, κώκυσ' ἐν λεχέεσσιν ἑόν πόσιν, ὡς ἐπεῴκει, ὀφθαλμούς καθελοῦσα· τό γάρ γέρας ἐστί θανόντων.
23Plato, Phaedo, p1, 112; 1 (auctor c.425BC-347BC)
μέγιστον τυγχάνει ὂν καὶ διαμπερὲς τετρημένον δι' ὅλης τῆς γῆς, τοῦτο ὅπερ Ὅμηρος εἶπε, λέγων αὐτό τῆλε μάλ', ᾗχι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον· ηομ.