'τα' - search in All Authors, Showing 1 to 500 of 22858 hits      Show next 500

1Adrianus I, Epistolae, 96, 1218A
Δεσπόταις εὐσεβεστάτοις καὶ γαληνοτάτοις, νικηταῖς, τροπαιούχοις, τέκνοις ἠγαπημένοις [ἐν] τῷ Θεῷ καὶ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, Κωνσταντίνῳ καὶ Εἰρήνῃ Αὐγούστοις Ἀδριανὸς δοῦλος τῶν δούλων τοῦ Θεοῦ Ὁ Θεὸς « ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὁ λυτρωσάμενος ἡμᾶς τῆς ἐξουσίας τοῦ σκότους » διὰ τῆς σαρκώσεως τοῦ Υἱοῦ αὐτοῦ τοῦ ἀληθινοῦ φωτὸς, « ἐν ᾧ εὐδόκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος κατοικῆσαι, καὶ δι' αὐτοῦ πάντα ἀνακαινίσας, καὶ ἐν αὐτῷ εἰρηνεύσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ τὰ ἐν τῷ οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ ὄντα, » διὰ τὸ πλῆθος τοῦ πλούτου τῆς ἀγαθότητος αὐτοῦ, ἐπιβλέψας εἰς τὸ πρόσωπον τῆς Ἐκκλησίας αὐτοῦ, τὴν ὑμετέραν εὐσέβειαν καὶ προωρισμένην γαληνότητα τῆς ἐπιεικείας εἰς τὴν τελειότητα τῆς πίστεως καλέσαι βασιλικῆς κατηξίωσεν· ἵνα πᾶσαν τὴν φαυλότητα τοῦ ψεύδους δι' ὑμῶν καλύψῃ, καὶ φανερώσῃ τὴν ἀλήθειαν.
2Adrianus I, Epistolae, 96, 1215C
Μαθόντες γὰρ τὰ παρὰ τῆς ὑμετέρας γαληνότητος καὶ εὐσεβείας καταπεμφθέντα ἡμῖν γράμματα, λίαν ηὐφράνθη ἡ καρδία ἡμῶν, καὶ τοσαύτης ἀγαλλιάσεως καὶ χαρᾶς ἐνεπλήσθημεν ὅσην ἀνθρωπίνη γλῶσσα εἰπεῖν οὐκ εὐπορεῖ· τοιαύτη γὰρ χαρὰ ἡμῖν ἀνετειλε διὰ τῆς ὑμετέρας κελεύσεως, οἵαν περὶ τῶν πρώην σχισμάτων τῆς αἱρέσεως πλῆξιν εἴχομεν.
3Adrianus I, Epistolae, 96, 1218B
Εἴθε μὴ λογισθείη αὐτοῖς ἡ ἁμαρτία ἐκείνη· κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐμβαλεῖν χεῖρας αὐτῶν εἰς τὴν Ἐκκλησίαν· ὅτι πᾶς ὁ λαὸς ὁ ὢν ἐν τοῖς ἀνατολικοῖς μέρεσιν ἐπλανήθησαν, καὶ ἐν τῇ ἰδίᾳ βουλήσει, ὡς ἔδοξεν ἑκάστῳ, ἐχρήσαντο αὐταῖς, ἕως οὗ ὁ Θεὸς ἤγειρεν ὑμᾶς βασιλεύειν, τοὺς ἐν ἀληθείᾳ ζητοῦντας τὴν δόξαν αὐτοῦ, καὶ τὰ παραδοθόντα παρὰ τῶν ἁγίων ἀποστόλων καὶ πάντων διδασκάλων κρατεῖν, καὶ τιμᾷν τὰς σεβασμίας εἰκόνας, τὰς διὰ τῆς ἀνοίας τῶν αἱρετικῶν κατενεχθείσας.
4Adrianus I, Epistolae, 96, 1219A
Καὶ γὰρ αὐτοὶ ὑπερασπισταὶ γενήσονται τοῦ ὑμετέρου κράτους, καὶ πάντα τὰ βάρβαρα ἔθνη τοῖς ἴχνεσιν ὑμῶν ὑποταγήσεται· καὶ ὅπου ἂν πορευθῆτε, νικητὰς ὑμᾶς ἀναδείξουσιν.
5Adrianus I, Epistolae, 96, 1222A
Μετὰ γοῦν τὴν ἐξήγησιν ἠρώτησεν αὐτὸν ὁ βασιλεὺς λέγων· « Οὓς εἶδον Πέτρον καὶ Παῦλον, ποῖοι θεοί εἰσιν; » Ὁ δὲ ἁγιώτατος Σίλβεστρος ἀποκριθεὶς εἶπεν αὐτῷ· « Οὗτοι μὲν θεοὶ οὐκ εἰσὶ, δοῦλοι δὲ καὶ μαθηταὶ τυγχάνουσι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, οὓς ἐξελέξατο εἰς τὸ ἐπιστρέψαι πάντα τὰ ἔθνη πιστεύειν εἰς αὐτόν.
6Adrianus I, Epistolae, 96, 1222C
Ἀλλ' οὐαὶ ἐκείνοις, δι' οὓς τὰ σκάνδαλα εἰς τὸν κόσμον εἰσῆλθε, καθὼς αὐτὴ ἡ Ἀλήθεια μαρτυρεῖ.
7Adrianus I, Epistolae, 96, 1223B
Καὶ αὐτὸς ὁ πρῶτος ἄνθρωπος αὐτεξούσιος ὑπάρχων, θεία ἐπινεύσει πάντα τὰ ἔμψυχα καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ πάντα τὰ κτήνη τῆς γῆς ἰδίοις ὀνόμασιν ἐκάλεσεν.
8Adrianus I, Epistolae, 96, 1226B
Διὸ ἀδίστακτόν ἐστι, πάντα τὰ ἐν ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ πρὸς ἔπαινον καὶ εὐπρέπειαν τοῦ οἴκου αὐτοῦ συσταθέντα, καὶ ἅγια καὶ σεβάσμια εἶναι γινώσκεσθαι.
9Adrianus I, Epistolae, 96, 1227B
» Ὅθεν ὁ ἅγιος Αὐγουστῖνος ὁ μέγας διδάσκαλος ἐν ταῖς νουθασίαις αὐτοῦ ἔφη· Τί ἐστιν εἰκὼν Θεοῦ, εἰ μὴ πρόσωπον Θεοῦ, ἐν ᾧ ἐσημειώθη ὁ λαὸς τοῦ Θεοῦ; Ἐν τῷ μεταξὺ ὁ ἅγιος Γρηγόριος ὁ Νύσσης ἐπίσκοπος περὶ τοῦ Ἀβραὰμ λόγον συνεστήσατο, λέγων· Εἶδον πλειστάκις τὴν ἐπιγραφὴν τοῦ πάθους, καὶ οὐκ ἀδακρυτὶ παρῆλθον ἔργον τέχνης εἰς πρόσωπον προσαχθὲν ἱστορίας, καὶ τὰ λοιπὰ ἐκ τῆς ἑρμηνείας αὐτοῦ τῆς εἰς τὰ Ἄσματα τῶν ἄσμάτων, καθὼς ἡ γεγραμμένη διδαχὴ λέγει· Ὕλη τίς ἐστι παντελῶς ἐν διαφόροις βαφαῖς ἀναπληροῦσα τὴν τῆς ψυχῆς [L. τοῦ ἐμψύχου] μίμησιν.
10Adrianus I, Epistolae, 96, 1227C
Ἐπει ἐν τῇ ἐπιστολῇ τοῦ ἁγίου Βασιλείου τῇ πρὸς Ἰουλιανὸν τὸν παραβάτην ἐμφέρεται· Καθὼς ἐκληρονομήσαμεν ἐκ τοῦ Θεοῦ τὴν ἡμετέραν ἄμεμπτον πίστιν τῶν Χριστιανῶν, ὁμολογῶν, καὶ ἕπομαι, καὶ πιστεύω εἰς ἕνα Θεὸν παντοκράτορα, Θεὸν τὸν Πατέρα, Θεὸν τὸν Υἱὸν, Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον· ἕνα Θεὸν ταῦτα τὰ τρία προσκυνῶ καὶ δοξάζω· Ὁμολογῶ δὲ καὶ τὴν τοῦ Υἱοῦ ἔνσαρκον οἰκονομίαν· εἶτα καὶ τὴν ἁγίαν Μαρίαν τὴν κατα σάρκα τεκοῦσαν αὐτὸν, Θεοτόκον ὁμολογῶ.
11Adrianus I, Epistolae, 96, 1230B
Καὶ πάλιν ὁ αὐτὸς μετὰ μικρόν· Εἰκόνων ἡμῖν ἀποπληροῦσι χρείαν αἱ παραβολαὶ, τῶν σημαινομένων τὴν δύναμιν οἱονείπως καὶ ὀφθαλμῶν παραθέσει, καὶ ἁφῇ χειρὸς ὑποβάλλουσαι, καὶ τὰ ἐν ἰσχναῖς ἐννοίαις ἀφανῶς ἔχοντα τὴν θεωρίαν.
12Adrianus I, Epistolae, 96, 1230B
Ἔπειτα· Καὶ αὐτὰ τὰ ἐν ξύλοις γραφόμενα, μορφῆς παρελθούσης ἐκ τοῦ ἔξω ῥύπου, πάλιν ἀναγκαῖον τὸν αὐτὸν ἀναλαβέσθαι καὶ ἑνῶσαι [ἴσ. ἀνανεῶσαι], οὗτινός ἐστιν ἡ μορφὴ, τοῦ ἀνακαινίσαι δυνηθῆναι εἰκόνα ἐν τῇ αὐτῇ ὕλῃ καὶ στοιχείῳ.
13Adrianus I, Epistolae, 96, 1231B
Εἰπὲ, ὦ Ἰουδαῖε, τί ἐστι τὸ ἐπάνω τῆς γῆς μὴ οὐ χειροποίητον μετὰ τὸ ποιηθῆναι ὑπὸ τοῦ Θεοῦ; Τί λοιπόν; Ἡ κιβωτὸς τοῦ Θεοῦ ἡ ἐκ τῆς ὕλης Σεθεὶμ κτισθεῖσα καὶ κατασκευασθεῖσα, οὐκ ἔστι χειροποίητος; Καὶ τὸ θυσιαστήριον, καὶ τὸ ἱλαστήριον, καὶ ἡ στάμνος ὅπου ἦν τὸ μάννα, καὶ ἡ τράπεζα, καὶ ἡ λυχνία, καὶ τὸ σκήνωμα τὸ ἐνδότερον καὶ τὸ ἐξώτερον, οὐκ εἰσὶν ἐξ ἔργων χειρῶν ἀνθρώπων, ἅπερ Σολομὼν ἐποίησε; Καὶ ἵνα τί ἅγια τῶν ἁγίων καλοῦνται, ὑπάρχοντα χειροποίητα; Τί γάρ; τὰ χερουβὶμ, καὶ ἑξαπτέρυγα κύκλῳ τοῦ θυσιαστηρίου οὐκ ἦσαν ζῶα καὶ εἰκόνες τῶν ἀγγέλων, ἔργα χειρῶν ἀνθρώπων; καὶ πῶς οὐκ ἐκβέβληται; ὅτι διὰ προστάγματος Θεοῦ εἰκόνες ἐγένοντο τῶν ἀγγέλων, ἅγιαί εἰσι, καὶ ταῦτα ζῶα ἦσαν.
14Adrianus I, Epistolae, 96, 1231B
Καὶ γὰρ τὰ εἴδωλα τῶν ἐθνῶν, ὅτι εἰκόνες δαιμόνων ἦσαν, ὁ Θεὸς κατέβαλε καὶ κατέκρινεν αὐτά.
15Adrianus I, Epistolae, 96, 1231C
Πρέπει γὰρ αὐτοῖς τιμὴ καὶ προσκύνησις, καὶ ἀνατίθεσθαι τὰ ἡμέτερα πρὸς αὐτοὺς κατὰ τὴν δικαιοσύνην αὐτῶν· ἵνα πάντες οἱ θεωροῦντες αὐτοὺς σπεύσωσι καὶ αὐτοὶ μιμηταὶ γενέσθαι τῆς πράξεως αὐτῶν.
16Adrianus I, Epistolae, 96, 1231D
Ἐκ τοῦ λόγου τοῦ μακαρίου Ἱερωνύμου πρεσβυτέρου Ἱεροσολύμων· Καὶ γὰρ ὡς συνεχώρησεν ὁ Θεὸς προσκυνεῖν πᾶν ἔθνος τὰ χειροποίητα, Ἰουδαίοις δὲ τὰς πλάκας ἐκείνας εὐδόκησεν, ἃς ἐλατόμησεν ὁ Μωϋσῆς, καὶ τὰ δύο χερουβὶμ τὰ χρυσᾶ· οὕτω καὶ ἡμῖν τοῖς Χριστιανοῖς ἐδωρήσατο τὸν σταυρὸν καὶ τῶν ἀγαθῶν ἔργων τὰς εἰκόνας γράφειν καὶ προσκυνεῖν, καὶ δεῖξαι τὸ ἔργον ἡμῶν.
17Adrianus I, Epistolae, 96, 1234A
Ἀλλὰ καὶ τῆς θείας Γραφῆς τῆς Παλαιᾶς καὶ Νέας Διαθήκης ἡ ἱστορία μαρτυρεῖ περὶ τῆς παραφυλακῆς τοῦ θείου σεβάσματος, ὅτι τὰ πρὸς ἔπαινον τοῦ Θεοῦ ἐν ταῖς ἐκκλησίαις εἰς μνημόσυνον τῆς εὐσεβοῦς ἐργασίας τῇ τοῦ Θεοῦ.
18Adrianus I, Epistolae, 96, 1235A
Ποιμαντικαῖς φροντίσιν, ἐν αἷς ἁρμόζει ποιμαίνειν τὸν λαὸν τοῦ Θεοῦ, καὶ λεπτοτάτῳ λογισμῷ κατανοοῦντες, ὃν τρόπον ἡ τοῦ κηρύγματος φωνὴ ὑγιὴς ὑπὸ κήρυκος ἐν παντὶ καιρῷ ὀφείλει κηρύττεσθαι, καὶ ὁποῖος ὁ ποιμὴν ἐν συμπαθείᾳ, καὶ ὁποῖος ἐν ἀναστροφῇ ὀφείλει εἶναι, ἵνα τοῖς πᾶσι πλησίον τῇ συμπαθείᾳ γένηται, καὶ τοῖς ὅλοις τῇ ἀναστροφῇ ἐπίσημος· καὶ ὅπως ἂν πρὸς ἑαυτὸν διὰ τῆς εὐσεβοῦς εὐπλαγχνίας τὰς τῶν ἁπάντων ἀῤῥωστίας μετενέγκῃ, ἢ καὶ διὰ τῆς ὑψηλοτάτης ἐπιβλέψεως ἑαυτοῦ αἰτούμενος εἰς τὰ θεῖα πάντας μεταβιβάσῃ [L. ἑαυτοῦ ἐπὶ τὰ θεῖα διαβαίνῃ]· περὶ τούτων πάντων συνείδομεν τῇ ὑμετέρᾳ ἠγαπημένῃ ἁγιωσύνῃ καὶ ἱερατικῇ ὁμονοίᾳ προσφθέγξασθαι, καὶ λεπτομερῶς τὸν λόγον φανερῶσαι.
19Adrianus I, Epistolae, 96, 1235A
Καὶ εἰ μὴ τὴν ὑμετέραν εἰλικρινῆ καὶ ὀρθόδοξον πίστιν εἰς τὰ προειρημένα συνοδικὰ τοῦ ἱεροῦ συμβόλου κατὰ τόν θεσμὸν τῶν ἁγίων ἓξ οἰκουμενικῶν συνόδων, καὶ περὶ τῶν σεπτῶν εἰκόνων εὕρομεν καλῶς ἔχουσαν, οὐδαμῶς ἂν ἐτολμήσαμεν τῶν τοιούτων ὑπακοῦσαι συνοδικῶν.
20Adrianus I, Epistolae, 96, 1235B
Εὕρομεν δὲ ἐν τῇ προειρημένῃ συνοδικῇ ἐπιστολῇ τῆς ὑμετέρας ἁγιωσύνης, μετὰ τὸ πλήρωμα τῆς πίστεως καὶ τῆς ὁμολογίας τοῦ ἱεροῦ συμβόλου, καὶ πασῶν τῶν ἁγίων ἓξ συνόδων, καὶ περὶ τῶν ἱερῶν καὶ σεπτῶν χαρακτήρων θαῦμα αἰνέσεως καὶ περιπτύξεως ἄξιον, περιέχον, Ὅτι τὰ ὑπὸ τῆς αὐτῆς ἁγίας ἕκτης συνόδου δέχομαι μετὰ πάντων τῶν ἐνθέσμως καὶ θειωδῶς ἐκφωνηθέντων παρ' αὐτῆς [καὶ τὰς αὐτὰς ἁγίας ἓξ συνόδους δέχομαι μετὰ πάντων τῶν κανόνων τῶν ἐνθ.
21Adrianus I, Epistolae, 96, 1238C
Καὶ ὁ εἰσερχόμενος διὰ τῆς θύρας, διὰ Χριστοῦ εἰσέρχεται, ὅστις ἐκ τοῦ [L. περὶ τοῦ] αὐτοῦ δημιουργοῦ καὶ λυτρωτοῦ τοῦ ἀνθρωπίνου γένους τὴν ἀλήθειαν συνιεὶς, διαφυλάττει καὶ τηρεῖ τὸν βαθμὸν τῆς ποιμαντικῆς ἀξίας, καὶ βαστάζειν τὸ βάρος ἀνέχεται, οὐ πρὸς τὴν δόξαν καὶ τὴν τιμὴν τὴν παρερχομένην ἀποβλέπων, ἀλλ' ὡς ἀναδεξάμενος τὸ ποίμνιον, ἐπιμελῶς ἀγρυπνεῖ, ἵνα μὴ τὰ πρόβατα τοῦ Θεοῦ εἴτε διὰ διεστραμμένων ἀνθρώπων καὶ σκολιὰ λαλούντων, εἴτε κακῷ πνεύματι πειθόμενα παραφθαρῶσιν.
22Adrianus I, Epistolae, 96, 1238C
Ἀληθῶς δὲ καὶ ὁ μακάριος Ἰακὼβ, ὅστις διὰ γυναῖκας πολλὰ ἔτη δουλεύσας Λάβαν τῷ πενθερῷ αὐτοῦ φαίνεται λέγων· « Εἴκοσιν ἔτη ἐγώ εἰμι μετὰ σοῦ· τὰ πρόβατα καὶ αἱ αἶγές σου οὐκ ἠτεκνώθησαν [Ἄλ. ἠτέκνωσαν], κριοὺς τῶν προβάτων σου οὐ κατέφαγον, θηριάλωτον οὐκ ἐνήνοχά σοι.
23Adrianus I, Epistolae, 96, 1238C
Ἐγὼ ἀπετίννυον ἀπ' ἐμαυτοῦ τὰ κλέμματα ἡμέρας, καὶ κλέμματα νυκτός· ἐγενόμην τῆς ἡμέρας συγκαιόμενος τῷ καύματι, καὶ τῷ παγετῷ τῆς νυκτὸς, καὶ ἀφίστατο ὁ ὕπνος ἀπὸ τῶν ὀφθαλμῶν μου.
24Adrianus I, Epistolae, 96, 1238D
» Ἐὰν οὕτω ποιεῖ [Al. κάμνει] καὶ ἀγρυπνεῖ ὁ ποιμαίνων τὰ πρόβατα Λάβαν, πόσους καμάτους, πόσας ἀγρυπνίας ὀφείλει ὑποφέρειν ὁ ποιμαίνων τὰ πρόβατα τοῦ Χριστοῦ; Ἀλλ' ἐν πᾶσι τούτοις αὐτὸς ὑμᾶς στηρίξῃ καὶ διδάξῃ, ὃς δι' ἡμᾶς ἄνθρωπος ἐγένετο, καταξιώσας γενέσθαι ὃ ἐποίησεν, αὐτὸς τὴν ἀγάπην τοῦ ἁγίου αὐτοῦ Πνεύματος καὶ τὸν πόθον ἐκχέῃ εἰς ὑμᾶς καὶ ἐκ πάσης μερίμνης διατηρήσῃ, καὶ τοὺς ὀφθαλμοὺς τῆς διανοίας ὑμῶν ἀνοίξῃ, ἵνα διὰ τοῦ μόχθου καὶ τοῦ ἀγῶνος τῆς ὑμετέρας ἀγάπης, καὶ τοῦ δρόμου, τὴν ἡμετέραν μιμουμένης ἀποστολικὴν τῆς πάλαι ὀρθοδόξου πίστεως παράδοσιν, ἐν τοῖς μέρεσι τοῖς τῶν εὐσεβῶν βασιλέων ἡμῶν αἱ ἱεραὶ καὶ σεπταὶ εἰκόνες κατὰ τὴν ἀρχαίαν τάξιν σταθῶσιν, ὅπως ἐν τούτῳ τὸ ὑμέτερον σταθηρὸν διαμείνῃ ἱερατεῖον.
25Adrianus I, Epistolae, 96, 1242
» Τοὺς δὲ ἀποσταλέντας παρ' ἡμῶν Πέτρον τὸν ἠγαπημένον ἡμῶν πρωτοπρεσβύτερον τῆς ἁγίας Ῥωμαϊκῆς Ἐκκλησίας, καὶ Πέτρον τὸν ἀββᾶν, πρεσβύτερον καὶ ἡγούμενον, πρὸς τὰ ἴχνη τῶν γαληνοτάτων καὶ εὐσεβῶν βασιλέων, δυσωποῦμεν, ἵνα διὰ τὸν πόθον τοῦ ἁγίου Πέτρου τοῦ κορυφαίου τῶν ἀποστόλων, καὶ δι' ἡμᾶς ἐν πάσῃ ἀντιλήψει καὶ εὐμενείᾳ ἀνθρωπίνῃ διάγειν καταξιώσωσιν, ὅπως καὶ ἐν τούτῳ μεγάλας ἰσχύσωμεν εὐχαριστίας προσάγειν.
26Adrianus II, Epistola et decreta, 122, 1311D
Ἔγραψας (ἵνα τὰ πολλὰ παρεάσωμεν) ὅπως οἱ πρεσβύτεροι ἡμῶν ἐκ τῆς χώρας τῶν Βουλγάρων μετὰ ὀνειδισμοῦ μεγάλου καὶ αἰσχύνης ἐξωθῶσι, καὶ οἱ ἐπίσκοποι οὐ μετὰ μικρᾶς ἐκεῖθεν ἀτιμίας ἀπελαθῶσι· καὶ ταῦτα μηδέποτε γεγονυίας περὶ τούτου κρίσεως ἐνώπιον ὑμῶν· οὐδὲ γὰρ προσεκλὴθημέν ποτε εἰς κριτήριον διὰ τούτο.
27Agapetus I, Epistolae, 66, 0047C
Ἠβουλόμεθα μὲν, ἀγαπητοὶ ἀδελφοὶ, διὰ τὴν τῆς ἡμετέρας ἀγάπης συνάφειαν, πάντας τοὺς τοῦ Κυρίου ἱερεῖς κατὰ τὴν ἀποστολικὴν παράδοσιν ἀνεπιλήπτους εὑρίσκεσθαι, καὶ μηδένα ἢ διὰ χάριν, ἢ διὰ φόβον, τῶν ἐκκλησιαστικῶν κανόνων ἐκκλίνειν· ἀλλ' ἐπεὶ πολλὰ πολλάκις παρακολουθεῖ, ἅ τινα μεταμέλειαν τίκτειν δύναται, καὶ νικᾷ τὰ πλημμελήματα τῶν ἁμαρτανόντων τὸ ἔλεος τοῦ Θεοῦ, καὶ διὰ τοῦτο ὑπερτίθεται ἡ τιμωρία, ὡς ἄν τόπον εὑρεῖν ἡ διόρθωσις δυνηθείη, παραινέσαι ἀναγκαῖον ἐκρίναμεν, ἵνα τὰ παραληφθέντα, κᾂν τὸ λοιπὸν, ἀπαράβατα φυλαχθείη· ἐχρῆν μὲν γὰρ τὴν ὑμετέραν ἀγάπην, μεμνημένην τῶν πατρικῶν παραδόσεων, μηδένα συγχωρεῖν τὰ κεκωλυμένα ποιεῖν, ἀλλὰ καὶ εἴ τις τολμηρὸς φανείη, πάσῃ δυνάμει ἐναντιοῦσθαι.
28Agapetus I, Epistolae, 66, 0047D
Ὅθεν, ἐπειδὴ κατὰ τὴν ἀποστολικὴν ἀγάπην, τὴν ἐν τῇ πίστει αὐτοῦ μεταμέλειαν ἀναμένομεν, ἐν τῷ μεταξὺ οὐδὲ καθολικοῦ, οὐδὲ ἱερέως ὀνόματος ἄξιον εἶναι ψηφίζομεν, μέχρις ἂν πάντα τὰ παρὰ τῶν πατέρων παραδοθέντα, δι' ὧν ἀληθῶς τῆς θρησκείας ἡ πίστις, καὶ ἐπιστήμη φυλάττεται, κατὰ τὴν προσήκουσαν πληροφορίαν δέξηται.
29Agapetus I, Epistolae, 66, 0049A
Εὐχαριστοῦμεν δὲ τῷ Θεῷ, οὗτινος τῷ πνεύματι τὰ κακὰ πρὸς τὸ βέλτιον ὡς ἐπὶ τὸ πολὺ τρέπεται, καὶ αἱ μικραὶ παραβάσεις, εἰς ὄφελος, καὶ ἀφορμὴν μεγάλης γίνονται χαρᾶς.
30Agapetus I, Epistolae, 66, 0049C
Κοινὴν τοιγαροῦν, ἀδελφοὶ, χαρὰν εὐσεβεῖ ἀγαλλιάσει ὑποδέξασθε, καὶ ὁπόσον ὑμεῖς τῆς ἀποστολικῆς ἡμῶν καθέδρας ἀποδέχεσθε τὴν κρίσιν, τῇ συνήθει σημάνατε ἀντιγραφῇ, ἔχοντες διπλῆν εὐφροσύνης αἰτίαν, ὅτι τε καὶ τὰ φαῦλα διωρθώθη ἄνευ παρολκῆς, καὶ ἀντὶ τούτων τὰ ἐκταῖα παρηκολούθησε, τοῦ λοιποῦ προφλαττόμενοι, ἵνα μὴ αὖθις τοῖς κανονικοῖς θεσπίσμασιν ἐναντίον τι δι' ὑμῶν, ὅπερ ἀπέστω, γένηται, ἤ τῇ ὑμετέρᾳ στερχθείη συναινέσει.
31Agapetus I, Epistolae, 66, 0051A
Τὰ συνέχοντα τὰς ἁγίας τοῦ Θεοῦ ἐκκλησίας κατανοοῦντες, καὶ τοὺς ἐχθροὺς τοῦ Θεοῦ ἐναβρυνομένους κατὰ ταύτης ὁσημέραι ὁρῶντες, τὸν τοῦ Θείου Γρηγορίου ἐπὶ τοῖς τοιούτοις ὀδυρμὸν εὐκαίρως προοιμιαζόμεθα, πρὸς τὴν ὑμετέραν μακαριότητα λέγοντες· Ἔοικε τὴν παροῦσαν ζωὴν ἐπιλελοιπέναι καθόλου ἡ τοῦ Θεοῦ κηδεμονία, ἡ ἐν τοῖς πρὸ ἡμῶν χρόνοις τὰς ἐκκλησίας φυλάττουσα.
32Agapetus I, Epistolae, 66, 0051A
Καὶ δὴ τοσοῦτον βεβάπτισται ἡ ἑκάστου ψυχὴ ὑπὸ συμφορῶν, ὥστε τὰ μὲν ἵδια τῆς ζωῆς ἡμῶῶν ἀλγεινὰ μηδὲ ἐν κακοῖς εἶναι λογίζεσθαι, τοσαῦτα καὶ τοιαῦτα ὄντα, πρὸς μόνα δὲ βλέπειν τὰ κοινὰ τῶν ἐκκλησιῶν πάθη, ὧν εἰ μὲν γένοιτό τις ἐν τῷ παρόντι καιρῷ σπουδὴ πρὸς διὸρθωσιν, πρὸς παντελῆ ἀνελπιστίαν κατὰ μικρὸν προελεύσεται.
33Agapetus I, Epistolae, 66, 0051C
Εὑρόντες γὰρ κατά τινα οἶκον σχῆμα ἔχοντα εὐκτηρίου, ἐν ᾧ μοναχοί τινες οἰκοῦσι τῶν τῆς ἐκείνων ἀθεμίτου συμμορίας, τὴν εἰκόνα τοῦ φιλοθέου ἡμῶν βασιλέως, τῇ μανίᾳ τυφλώττοντες, τὸ τοῦ πατρὸς αὐτῶν τοῦ διαβόλου πεπράχασιν, ὃς μὴ δυνάμενος τῷ κτίστῇ κατὰ τοῦ πλάσματος τὴν αὐτοῦ ἐπιδείκνυται μανίαν· ὁρμήσας γὰρ εἷς ἐξ αὐτῶν, ὁ περίφημος ἐν κακοῖς Ἰσαάκιος ὁ Πέρσης, ὁ μαγγανείᾳ τινὶ χρώμενος, καὶ ἐξαπατῶν τὰς καρδίας τῶν ἐθελόντων παρ' αὐτοῦ ἐξαπατᾶσθαι, καὶ ἐγκαιόμενος εἰς τὰ Βηρίνης ἐπὶ πεντήκοντα ἡμέρας, ὡς οἱ τούτου συμμύσται καὶ ταῦτα ποιεῖν οἱ αὐτὸν παρασκευάζοντες πρὸς διαφθορὰν καὶ ἐξαπάτην τῶν ἁπλουστέρων διαφημιζουσιν, ἔτυπτε ῥάβδῳ κατὰ τῆς κεφαλῆς τὴν εἰκόνα, ἐπιφθεγγόμενός τινα κατὰ τοῦ ὀρθοδόξου βασιλέως ἡμῶν, μᾶλλον δὲ κατὰ τοῦ Θεοῦ, δι' ὃν καὶ τὴν εἰκόνα ἔτυπτε, τὰ μήτε ἀκοῇ χωρητὰ μήτε διανοίᾳ δεκτὰ, καὶ κλασθείσης ἐν τῷ τύπτειν τῆς ῥάβδου, ὥσπερ ἐξαπορούμενος τί ἕτερον πράξει εἰς τὴν τοῦ ἀνθρώπου τοῦ Θεοῦ εἰκόνα, ἐπελθὼν ἀτιμότερον, διεσπάραξε τὴν γεγραμμένην σινδόνα, καὶ τὸ παρ' αὐτοῦ διαῤῥαγὲν ἐκ ταύτης πυρὶ παραδέδωκε.
34Agapetus I, Epistolae, 66, 0053C
μακαριώτατοι, μὴ χρήσασθαι τῇ συνήθει παῤῥηίᾳ εἰς διόρθωσιν τοῦ τοσούτου κακοῦ, ἀλλ' ὥσπερ τὸ πρότερον ἐπὶ Ἀνθίμῳ διανέστητε, καὶ τὸν διὰ δορᾶς προβάτου περικαλύψαι τὸν λύκον ἐπιχειρήσαντα, καὶ ὑπερβῆναι τὴν θύραν τῶν ἐκκλησιαστικῶν θεσμῶν, καὶ κανόνων, καὶ λῃστρικῶς ἐπιβάντα τῆς τῶν προβάτων μάνδρας ἀπογυμνώσαντες τῆς δορᾶς ἐφ' ἑαυτὸν ἐπεδείξατε, πόῤῥω που τῆς μάνδρας ἀπελάσαντες· οὕτω καὶ νῦν ἐπαγρυπνήσατε, καὶ διδάξατε τὸν εὐσεβέστατον ἡμῶν βασιλέα, ὅτι οὐδὲν κέρδος αὐτῷ, καθά φησιν ὁ θεῖος Γρηγόριος, τῆς λοιπῆς αὐτοῦ περὶ τὰς ἐκκλησίας σπουδῆς, εἰ τὸ τοιοῦτον κακὸν ἐπὶ καθαιρέσει τῆς ὑγιαινούσης πίστεως, διὰ τῆς παῤῥησίας αὐτῶν κατισχύσοι, καὶ συγχωρηθεῖεν ἔτι οὗτοι πρὸς διαφθορὰν τῆς ἐκκλησίας ἐμφωλεύειν τοῖς δεσποτικοῖς καὶ ἰδιωτικοῖς οἴκοις, καὶ τὰ ἄθεσμα ἐν τούτοις πράττειν.
35Agapetus I, Epistolae, 66, 0053D
Καὶ ταῦτα μὲν τέως φέρομεν, καίπερ ὑπὸ τῶν δεινῶν κατακαμπτόμενοι, εἰ καὶ ἀνύποιστα, ἐλπίδας ἔχοντες εἰς τὸν φιλάνθρωπον Θεὸν τὸν καιρῷ εὐθέτῳ τὴν ὑμετέραν παρουσίαν ἡμῖν ἀναδείξαντα, ὅτι ὥσπερ Πέτρον τὸν μέγαν, τὸν τῶν Ἀποστόλων κορυφαῖον, τοῖς ἐν Ῥώμῃ ἐπὶ καθαιρέσει τῆς Σίμωνος γοητείας ἐξαπέστειλεν, οὕτω καὶ ὑμᾶς ἐξαποστείλας ἐπὶ καθαιρέσει καὶ ἀποδιώξει τῆς Σεύηρου, καὶ Πέτρου, καὶ Ζωόρα, καὶ τὰ ὅμοια αὐτοῖς φρονούντων, καὶ παντοίαις περιθαλπόντων τιμαῖς πρὸς ἀτιμίαν Θεοῦ, βλασφημίας τε καὶ ὑπερηφανίας, δύναμιν ὑμῖν ἐπιχορηγήσει, συνεπισχύοντος ὑμῖν καὶ τοῦ πιστοτάτου, καὶ θεοφυλάκτου ἡμῶν βασιλέως, τούτους ἐξελάσαι πάσης ἔξω ἐκκλησίας, καὶ πόλεως, ὡς ἐπιβούλους, καὶ λυμεῶνας οὐ μόνον τῶν ἁγιωτάτων ἐκκλησιῶν, ἀλλὰ καὶ τῆς πολιτείας ταύτης Πρὸς γὰρ τὴν αὐτοῦ κακίαν ἐπιτήδεια ὄργανα εὑρὼν τούτους ὁ μισόκαλος, πᾶσαν ἀνάστατον πεποίηκε τὴν οἰκουμένην, καὶ αἵμασιν ἁγίων τὴν γῆν κατεμόλυνε, καὶ πόλεις σφαγαῖς, καὶ θορύβοις συνετάραξεν.
36Agapetus I, Epistolae, 66, 0055A
Ὡς γὰρ οὐ διέλαθε τὴν σὴν μακαριότητα, καίπερ τοῦ εὐσεβεστάτου ἡμῶν βασιλέως κελεύσαντος, μήτε παρασυνάξαι, μήτε παραβαπτίσαι, Ζωόρας ὅμως γοῦν τῆς τοιαύτης καταφρονήσας κελεύσεως κατεβάπτισεν ἐν τῇ τοῦ πάσχα ἡμέρᾳ οὐκ ὀλίγους, ἐν οἷς ἦσαν καὶ παῖδες τῶν τῷ δεσποτικῷ παραμενόντων οἵκῳ, ὡς κατέθετο ὁ ἀπ' αὐτῶν δυνηθεὶς Θεοῦ χάριτι ἐκσπασθῆναι, καὶ εἰς τὴν τοῦ Θεοῦ ἐκκλησίαν ἐπαναδραμεῖν, καὶ ἐν ἄλλοις δὲ τόποις, καὶ οἴκοις τῶν ἐν ὑπεροχῇ ὄντων τὰ αὐτὰ τούτοις πέπρακται.
37Agapetus I, Epistolae, 66, 0055D
Συναρπάσας οὖν διὰ ταύτης, ἠδυνήθη καὶ τοῖς βασιλείοις εἰσδῦναι, ὥσπερ ἐπαύξειν προσδοκῶν τὴν ὕπουλον ὑπόληψιν τῆς οἰκείας ζωῆς, καὶ συνδιαιτηθεὶς επὶ πολλοὺς χρόνους, καὶ τοῖς ἐμφωλεύουσιν ἐνταῦθα αἱρετικοῖς, καὶ τὰ ἐκείνοις κεχαρισμένα πράττων, καὶ λέγων, οἷα νοσῶν τὴν ὁμοίαν αὐτοῖς αἱρετικὴν μανίαν, ἐπειδὴ τὸν τῆς ὁσίας μνήμης Ἐπιφάνιον, ἐν ἐσχάτοις ἐθεώρησε διακείμενον, μηχανᾶταί τι, ὅπερ ἅντικρυς τὸν αὐτοῦ διήλεγξε διεφθαρμένον σκοπὸν.
38Agapetus I, Epistolae, 66, 0057D
Οὗτοι γὰρ οὗτοι, ποιμαίνοντες οὐ τὰ πρόβατα, ἀλλ' ἑαυτοὺς, καὶ βδελυσσόμενοι κρῖμα, καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες παρ' οὐδὲν ἔθεντο τὴν κατὰ τῆς ἐκκλησίας ἐπιβουλὴν, καὶ τὴν τῶν ἁγίων πατέρων βλασφημίαν, ἣν ἐκδικοῦντες, μακαριώτατοι, προσδέξασθε τὴν ἡμετέραν ἱκεσίαν καὶ τὴν παρὰ τοῦ Θεοῦ δοθεῖσαν ὑμῖν ἐξουσίαν, ἐπ' αὐτοὺς κινήσαντες, καθαρίσατε τὴν τοῦ Θεοῦ ἐκκλησίαν τῶν λύκων, ἐπαφέντες αὐτοῖς οὐ τὴν ποιμαντικὴν, ἀλλὰ τὴν παιδευτικὴν ὑμῶν ῥάβδον.
39Agapetus I, Epistolae, 66, 0059A
Κᾂν γὰρ μετανοεῖν ἐπαγγείλωνται, ἡ προλαβοῦσα αὐτῶν ζωὴ ἄλλοτε ἄλλως τοῖς καιροῖς καὶ οὐ τῇ ἀληθείᾳ συμμεταβαλλομένη, πιστεύεσθαι τὰ ποίμνια τούτοις οὐκ ἐπιτρέπει, τοὺς δὲ τὴν τοῦ Θεοῦ ἐκκλησίαν ἀρνησαμένους, καὶ ἔξω ταύτης δικαίως καταστάντας αἱρετικοὺς, Σευῆρον, καὶ Πέτρον, καὶ Ζωόραν, καὶ τοὺς τὰ ἅμοια τούτων.
40Agapetus I, Epistolae, 66, 0059B
τῆς τῶν ἐκκλησιῶν εἰρὴνης, καὶ τοῦ εὐσεβεστάτου ἡμῶν βασιλέως, ᾧῶ πᾶσα σπουδὴ καὶ φροντὶς, νύκτωρ τε καὶ μεθ' ἡμέραν περὶ ταύτης πρὸ τῶν ἄλλων γίνεται, παῦσαι πᾶσαν ταραχὴν γινομένην ταῖς ἐκκλησίαις παρ' αὐτῶν, καὶ πᾶσαν αὐτῶν ἑτεροδιδασκαλίαν συνιδεῖν τε, μακαριώτατοι, καὶ προτρέψαι τὸν φιλόθεον ἡμῶν δεσπότην, ἐφ' ᾧ νομοθετῆσαι, ὥσπερ τὰ τοῦ Νεστορίου τοῦ δυσσεβοῦς, οὕτω καὶ τὰ Σευήρου τοῦ φρενολήπτου ψυχοφθόρα συγγράμματα, βλασφὴμοῦντα, εἴς τε την ἐν Χαλκηδόνι ἁγίαν σύνοδον, καὶ τὸν τόμον τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν καὶ ἀρχιεπισκόπου Λέοντος πυρὶ παραδοθῆναι.
41Agapetus I, Epistolae, 66, 0059C
Καὶ γὰρ τούτου χάριν εἴς τε τὴν Ῥωμαίων πρὸς ἡμᾶς ἐξαπεστείλαμεν, καὶ τὴν ὑμετέραν δὲ εὐκταίαν εὐαγγελισθέντες παρουσίαν, ἐξεδεξάμεθα ταύτην, τοιαύτας παρὰ τοῦ εὐσεβεστάτου ἡμῶν βασιλέως ὑποσχέσεις δεζάμενοι, ὅτι τὰ παρ' ἡμῶν ἐπ αὐτοῖς κανονικῶς ψηφιζόμενα σπουδάζει ἡ αὐτοῦ εὐσέβεια παντὶ τρόπῳ πέρατι παραδοῦναι, καὶ τῆς χρονίας τούτων ταραχῆς πάντα τὸν κόσμον λοιπὸν ἐλευθερῶσαι, τὰς δὲ προσηγορίας τῶν εἰρημένων ἐπισκόπων, κληρικῶν, καὶ μοναχῶν, καιρῷ δέοντι ἐξονομάσομεν, παριστῶντες, πῶς οἱ μὲν τὰ Νεστορίου, οἱ δὲ τὰ Εὐτυχέος φρονοῦντες, ἐφ' ἑκάτερα διασπᾶν τὴν ἐκκλησίαν ἐπιχειροῦσιν.
42Agapetus I, Epistolae, 66, 0067B
Τῷ δεσπότῃ ἡμῶν τῷ τὰ πάντα ἁγιωτάτῳ, καὶ μακαριωτάτῳ πατρὶ πατέρων τῷ ἀρχιεπισκόπῳ τῆς Ῥωμαίων καὶ πατριάρχῃ Ἀγαπητῷ παρὰ τῶν ἐνδημούντων κατὰ ταύτην τὴν βασιλίδα πόλιν ἐπισκόπων τῆς τη ἀνατολικῆς διοικήσεως, καὶ τῶν ὑπὸ τοὺς ἁγίους Χριστοῦ τοῦ Θεοῦ ἡμῶν τόπους καὶ ἀποκρισιαρίων, καὶ λοιπῶν κληρικῶν.
43Agapetus I, Epistolae, 66, 0067C
Ἐξ οὗ Χριστὸς ὁ Θεὸς ἡμῶν, ὑπὲρ τῶν ἐποφειλομένων ὑμῖν γερῶν, τῆς δι' αὐτὸν ἐν παντὶ καιρῷ μετὰ παῤῥησίας ἀληθοῦς δημοσιευθείσης ὁμολογίας τῇ ἀοράτῳ καὶ φοβερῳ αὐτοῦ δυνάμει ἐπὶ τὴν σεβασμίαν ὑμῶν ἐπανεπαύσατο κεφαλὴν τὸν τοῦ κορυφαίου τῶν ἀποστόλων θρόνον καταπιστεύσας ὑμῖν, μακαριώτατοι, « καὶ ἔστησεν ἐπὶ πέ;ετραν τοὺς πόδας ὑμῶν, καὶ κατεύθυνε τὰ διαβήματα ὑμῶν, καὶ ἐνέπλησε τὸ στόμα ὑμῶν ᾆσμα καινὸν ὕμνον τῷ Θεῷ ἡμῶν, πολλοὶ ἤλπισαν ἐπὶ κύριον.
44Agapetus I, Epistolae, 66, 0069B
μεγαλοφώνως ὑπὸ τῶν ἱερῶν κηρύκων, ταύτας κηρύττεσθαι, τειχιζούσας τῶν πιστῶν τὰς καρδίας, καὶ τὰς τῶν αἱρετικῶν συμπνιγούσας, ἐλπίζοντα δὲ ἐκ τῆς κατὰ φύσιν αὐτοῦ φιλανθρωπίας, και οἰόμενον καθάπερ τοὺς ἐξ ἁπλότητος ὑπαχθέντας τῇ πλάνῃ εἰκός ἐστιν ἐπιστρέφαι τῷ χρόνῳ, οὕτω καὶ τοὺς ταύτης εὑρετὰς, μᾶλλον δὲ τοῦ διαβόλου μαθητὰς, καὶ μηδέποτε τὴν ἀλήθειαν ἐπιγνόντας, τὴν τῶν ἐξαρχῆς αἱρετικῶν ἐκβολὴν ὑπερτίθεσθαι(al. ὑπεκτίθεσθατ Hard.), δεόμεθα, μακαριώτατοι, ἀναμνῆσαι τὸν μνημονικώτατον, καὶ θεοφύλακτον ἡμῶν βασιλέα τῆς ἱερᾶς ἐκείνης φωνῆς λεγούσης, « Πᾶν δὲ βδέλυγμα ἐμίσησε κύριος, » ὃ πρῶτον, καὶ υέσον καὶ ὕστατόν ἐστι Σευῆρος ὁ ἀλιτήριος ὁ κατὰ Θεοῦ λαλήσας ἀδικίαν ἀεὶ, ποτὲ μὲν τὰ Ἑλλήνων μυστήρια μυηθεὶς, καὶ ταυτα τιμήσας, ποτὲ δὲ τὰ Εὐτυχοῦς διδάξας, καὶ Μάνη, ἐν ὅλῳ δὲ τῷ βίῳ τῇ τῶν Χριστιανῶν πίστει φράσας ἐῤῥῶσθαι, καὶ τὴν Νεστορίου τοῦ ἀνθρωπολάτρου προσηγορίαν, εἰς ἐφόδιον τῆς ἀπάτης τοῖς ἐξ ἁπλότητος πρὸς ὑποδοχὴν ἔχουσιν ἕτοιμα τὰ ὦτα, ἐπινοήσας· τὰ ἐκείνων εἰπὼν ἐναργῶς Νεστοριανούς τε καλέσας τοὺς τῶν ὄρθων δογμάτων καθηγητὰς, οὐ φεισάμενος μήτε τοῦ βαπτίσαντος αὐτὸν, ἀναθεμάτων ἀδυνάμων πάντα τὸν κόσμον ἐπλήρωσεν, ἀποφήναθαι κατατολμήσας αὐτος, ἐνδυνάμους κληρωσάμενος μετὰ τῶν προσχρησάντων αὐτῷ τῆς χειροτονίας σκιὰν κατὰ τῆς εἰρημένης οἰκουμενικῆς ἁγίας συνόδου τῆς ἐν Χαλκηδόνι, καὶ τῶν ἱερῶν, καὶ θεοφιλῶν ἐπιστολῶν τοῦ ἠν ἁγίοις τὴν μνήμεν πάπα Αέοντος τοῦ γενομένον φωστῆρος καὶ στύλον τῆς ἐκκλησίας, τοῦ στηρίξαντος τοὺς πιστοὺς τῇ βασιλικῇ τρίβῳ πορεύεσθαι, ὡς λείπεσθαι τὸ τῇ θείᾳ γραφῇ ῥηθὲν, πληρωθῆναι ἐπ' αὐτῷ, « καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο.
45Agapetus I, Epistolae, 66, 0071B
Παρέντες τοίνυν τὸ πλῆθος ὑπ' αὐτοῦ τολμηθέντων τά τε κατὰ τὴν ἑῴαν αἵματα τῶν ὁσίων ἀνδρῶν ἐκχυθέντα ὑπὸ τοῦ κατὰ πατρίαν ἐστασιασμένου ὑπ' αὐτοῦ Ἰουδαϊκοῦ συστάντος τότε στρατεύματος, καὶ ἄλλα δὲ τῶν εἰρημένων πολὺ χαλεπώτερα διὰ τὸ μῆκος τοῦ διηγήματος, ἱκετεύομεν, ἁγιώτατε, ἐπειδὴ « νῦν καιρὸς εὐπόσδεκτος, νῦν ἡμέρα σωτηρίας, » βοῶμεν, βοὴθησον ἡῖν, καὶ ταῖς φονευθείσαις ὁσίαις ψυχαῖς, ἃς παρεστάναι νομίσατε νοητῶς, καὶ δεικνύναι ὑμῖν ὡς διὰ Χριστὸν παρεδόθησαν τῷ θανάτῳ, ὑπὸ τοῦ πολυκεφάλου θηρὸς, ἵνα μὴ καὶ αὖθις ἐκ τῆς φανερωθείσης πᾶσιν αὐτῷ μαγγανείας, καὶ Μανιχαϊκῆς πλάνης, ᾗ θαῤῥῶν ὁ δείλαιος οὗτος, κατετόλμησεν εἰς τὰς καθαρὰς βασιλείους εἰσδύναι αὐλὰς, μηδένα τόπον ὀφείλων ἔχειν, ἤ τὸ βάραθρον εἰς κατάλυμα ἀνατρέψαι, καὶ ἐπὶ τοῦ παρόντος, τὴν μετὰ τοσούτων κόπων, καὶ ἰδρώτων, ὑμῶν τε καὶ τοῦ φιλοχρίστου ἡμῶν βασιλέως φιλοτιμηθεῖσαν εἰρηνεν, ταῖς ἁπανταχοῦ τῶν πιστῶν ἐκκλησίαις, ἀπελαθῆναι σπουδάσατε πόῤῥω που καὶ τῆς ἐσχατιᾶς αὐτῆς, φεισάμενοι τῶν τὰς συνουσίας πρὸς αὐτὸν ποιουμένων ψυχῶν, καὶ κοινωνουσῶν διὰ τῆς ἐντεύξεως τοῖς κατ' αὐτοῦ ἀναθέμασι τὸν ἀκάθαρτον, τὸν ἀποκήρυκτον, τὸν ἀναθέμασιν ἐγγράπτοις, καὶ διηνεκέσιν, ὑπὸ τοῦ ἀποστολικοῦ υμῶν θρόνου, καὶ τοσούτων ἀρχιερέων, καὶ ἐν οὐρανῷ παρὰ τῶν ἐκλεκτῶν αὐτοῦ ἀγγέλων, κατάκριτον ἤδη γενόμενον, κατὰ τὴν εὐαγγελικὴν· ἐκείνεν καὶ θείαν φωνὴν, μετ' ἐκδικίου τοῦ βδελυροῦ ἄλλου τοῦ Πέτρου, τοῦ καὶ τὴν ἑαυτοῦ προσηγορίαν μέχρι τοῦ νῦν οὐκ ἐρυθριάσαντος ψεύσασται τοῦ αὐτοῦ μαθητοῦ, καὶ τὰ τῆς ἀποστασίας καθ' ἑκάστην ῥήματα φθεγξαμένου· καὶ μετὰ Ζωόρα δὲ, τοῦ παντελῶς ἀμυήτου τῆς θείας γραφῆς, καὶ πάσης ἱερατικῆς λειτουργίας, καὶ τάξεως, μετὰ δὲ παῤῥησιας οὐκ ἴσμεν τῆς ὅθεν χορεγουμένης αὐτῷ καταπατοῦντος τὴν κρατοῦσον ἐκκλησιαστικὴν εὐκοσμίαν τε, καὶ κατάστασιν, ἐκ τῶν καθ' ἡμέραν παρασυνάξεων, καὶ παραβαπτισματων ὑπ' αὐτοῦ τολμωμένων, οὗ τὴν συναγωγὴν, γύναια κώμοις, καὶ μέθαις, ἀσελγείαις, τε, καὶ ἀκολασίαις ἐνδεδομένα πληροῖ.
46Agapetus I, Epistolae, 66, 0073A
Ἐπειδὴ τοίνυν ἐκ παραδόξου οἱ προῤῥηθέντες αἱρεσιάρχαι ἀνταλλαξάμενοι τὴν ὀφείλουσαν αὐτῶν ἐκβολὴν γενέσθαι σὺν ἀτιμίᾳ πρὸ χρόνου πολλοῦ τὸ ἐν τοῖς βασιλικοῖς ταμείοις οἰκείν παῤῥησίαν δεδώκασι τοῖς κατ' ἄλλον τρόπον Θεὸν ἀρνουμένοις, ἐγκαταλεγέντων αὐτοῖς πολλῶν ὀνόματι ὀρθοδοξίας ἐπιπλάστου, καὶ κινδυνεύουσιν οἱ πιστοὶ πανταχοῦ γῆς, μηκέτι ἐν ὁμονοίᾳ πορεύεσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἐξάρατε ταχέως ἀφ' ἡμῶν τοὺς πονηροὺς, προσενγκατε συνήθως ταύτην τὴν θυσίαν, τῷ θεῷ καὶ σωτῆρι ὑπὲρ τῆς φυλαχθησομένης ὑμῖν ἀγαθῆς ἀπολογίας ἐν τῇ μελλούσῃ κρίσει τῇ φοβερᾷ ἐλευθέραν παντὸς δέους, καὶ τρικυμίας αἱρετικῆς, τὴν κρατοῦσαν εὐκοσμίαν ἐκκλησιαστικὴν φυλάξατε κατάστασιν βεβαιοῦντες, καὶ αὖθις τὰς κατ' αὐτῶν πρώην ἐξενεχθείσας ἐκ τοῦ ἀποστολικοῦ ὑμῶν θρόνου ἐνθέσμους, καὶ δικαίας, καὶ εὐσεβεῖς ἀποφάσεις εἰσηγούμενοι τῷ ἐννομωτάτῳ βασιλεῖ ἡμῶν, καὶ τὰ ἐκείνων ἀσεβῆ συγγράμματα νομοθετῆσαι πυρί παραδίδοσθαι, καὶ τοὺς ἔχοντας δημεύσει καθυποβάλλεσθαι, κατὰ μίμησιν τῶν τά Μανιχαϊκὰ κεκτῆσθαι ζηλούντων, καὶ τὸ Νεστορίον τοῦ δυσσεβοῦς, καὶ τὰ Εὐτυχοῦς τοῦ παράωρονος, καὶ Διοσκόρου τοῦ αὐτῶν πατρὸς, καὶ ὑπερασπιστοῦ.
47Agapetus I, Epistolae, 66, 0071D
Ἀξιοῦμεν δὲ, ἁγιώτατοι καὶ τῇ κατὰ Ἄνθιμον Θείᾳ καὶ ἱερᾷ ὑμῷν ψήφῳ, πέρας ἐπιθεῖναι τέλεον, καὶ τοῖς πατρικοῖς ἡμῶν κανόσιν ἁρμόδιον, ἵνα πᾶν ἐκ τοῦ μέσου ἀνέλητε σκάνδαλον, καὶ ἀπὸ τῶν μικρῶν τῶν πιστευόντων εἰς τὸν κύριον, καὶ τὴν εὐκταίαν φωνὴν ἀκού σησθε παρὰ πάντων ἡμῶν· φυλάξῃ κύριος τὸν θρόνον ὑμῶν, καὶ τοῦ φιλοχρίστου ἡμῶν βασιλέως, ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ, τὰ τοῦ Πέτρου μιμήματα σώζοντα, καὶ σώσαντα ἡμᾶς ἐκ τῶν θλιβόντων, καὶ τοὺς μισοῦντας ἡμᾶς καταισχύναντα.
48Agapetus I, Epistolae, 66, 0075A
Εὐσέβιος διάκονος, καὶ ἀποκρισιάριος τῆς κατὰ Ἀμιδὰν ἁγιωτάτης ἐκκλησίας ἐπιστάμενος τὰ ἀνωτέρω εἰρημένα κατὰ Σευήρου, Πέτρου καὶ Ζωόρα, καὶ Ἀνθίμου ὑπέγραψα.
49Agatho papa, Epistolae, 87, 1218A
Πάντων τῶν ἀγαθῶν ἐλπὶς ὑπάρχειν γνωρίζεται, ἡνίκα ἡ βασιλικὴ κορυφὴ τὸν στέψαντα αὐτὴν, καὶ τοῖς ἀνθρώποις ἐγκαταστήσαντα πρὸς σωτηριώδη κυβέρνησιν, ἐπιγινώσκουσα τὴν περὶ αὐτοῦ ἀληθῆ ὡμολογίαν, ἧτινι μόνῃ ὑπὲρ πάντα τὰ δῶρα ἐπιτέρπεται, πιστῶς ἐπιζητεῖ, καὶ ἀναζωπυροῦντι λογισμῷ περιπτύσσεσθαι ἐπιθυμεῖ.
50Agatho papa, Epistolae, 87, 1218A
Καὶ τοῦτο Θεοῦ ἐστιν ἐξοχώτατον δῶρον, ἐξ οὗ πᾶσα δόσις ἀγαθὴ προέρχεται· πρὸς ὃν ἐπαναφέρεται, ὅπερ προσελήφθη ἀπὸ τῆς αὐτοῦ μεγαλειότητος· οὗτινος τῷ πνεύματι ἐν τοῖς τῆς διανοίας ἀποκρύφοις οἰκοδομοῦντος, καὶ ἀναῤῥωννῦντος τῇ πνευματικῇ βράσει τῆς ἀκτῖνος τοῦ εὐσεβοῦς σκοποῦ κύκλῳ πάντα διακαθαίρονται[L., εὐσεβοῦς σκοποῦ ἀκτῖνες κύκλῳ διάττουσιν], καὶ τῆς εὐωδίας ἡ ὀσμὴ ἀπὸ τῆς θυσίας τῆς καρδίας ἀνέρχεται πρὸς τὸν Κύριον, ὅστις τῷ τοιούτῳ δώρῳ εὐαρεστεῖται· ὅθεν καὶ ἐν τοῖς ἐπιγείοις εὐτυχίαν δωρήσηται, καὶ ἅπαντα τὰ ἔθνη ὑποτάξοι, ἅπερ προσκαλῆται πρὸς τὴν ὁμολογίαν τῆς ἀληθοῦς αὐτοῦ ἐπιγνώσεως, τὰ ὑποτεταγμένα τῷ Χριστιανικωτάτῳ κράτει [ἅτινα ὑπ.
51Agatho papa, Epistolae, 87, 1219A
Ἐν τούτῳ γὰρ ὅ τε ἀποστολικὸς θρόνος, οἵ τε προηγησάμενοι τὴν ἡμετέραν μετριότητα μέχρι τοσούτου [τούτων, L.] οὐ χωρὶς κινδύνων ἀπέκαμον, νῦν δογματικῶς μετὰ τῶν ἀποστολικῶν ἀρχιερέων βουλευσάμενοι, νῦν συνοδικῷ ὅρῳ τῆς ἀληθείας περιεχομένους κανόνας πᾶσι γνωρίσαντες· καὶ τὰ αἰώνια ὅρια, ἅτινα παραβῆναι οὐ θέμις ἐστὶ, μέχρι τῆς ἐξόδου αὐτῆς τῆς ψυχῆς συστατικῶς διεκδικοῦντες, μὴ ἀπατηθέντες κολακείαις, μήτε κινδύνους ὑφορώμενοι, ὅπως ἐκεῖνο τὸ ἐν Εὐαγγελίοις τοῦ Κυρίου ἡμῶν θέσπισμα ἔργοις ἀποδείξωσιν, ᾧπερ ἀποφαντικῶς διδάσκων παραγγέλλει· « Ὅστις μὲ ὁμολογήσει ἐνώπιον τῶν ἀνθρώπων, κἀγὼ ὁμολογήσω αὐτὸν ἐνώπιον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς, » καὶ τῇ ἐπακολουθήσῃ τιμωρίᾳ ἐκφοβεῖ, ᾗτινι αὐστηρῶς ἀπειλεῖ· « Καὶ ὅστις μὲ ἀρνήσεται ἐνώπιον τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἐνώπιον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς.
52Agatho papa, Epistolae, 87, 1219C
» Τοίνυν ἐπειδὴ τῆς γαληναίας ὑμῶν ἀνδρείας ἡ εὐμένεια πρόσωπα ἀπὸ τοῦ τῶν ἐπισκόπων ἀριθμοῦ σταλῆναι ἐκέλευσε, βίῳ τε καὶ εἰδήσει πάντων [πασῶν, L.] Γραφῶν προὔχοντα, περὶ μὲν τῆς καθαρότητος τοῦ βίου, εἰ καὶ τὰ μάλιστά τις καθαρῶς βιώσει, ὅμως θαῤῥεῖν οὐ τολμᾷ· ἡ δὲ τελεία εἴδησις ἐὰν πρὸς εἴδησιν ἀληθοῦς εὐσεβείας ἐπαναδράμῃ, μόνη ἐστὶν ἀληθείας ἐπίγνωσις· ἐὰν δἐ πρὸς εὐγλωττίαν βιωτικὴν, οὐχ ὑπολαμβάνομεν τινα ἐν τοῖς ἡμετέροις χρόνοις δύνασθαι εὑρεθῆναι τὸν περὶ ἄκρας εἰδήσεως καυχώμενον· ὁπότε ἐν τοῖς ἡμετέροις κλίμασι τῶν διαφόρων ἐθνῶν ἡ μανία βράζει, ποτὴ μὲν καὶ καταπονοῦντες, ποτὲ δὲ κατατρέχοντες καὶ ἁρπάζοντες.
53Agatho papa, Epistolae, 87, 1222A
Αὕτη ἐστὶν ἡ τελεία ἡμῶν εἴδησις, ἵνα τοὺς ὅρους τῆς καθολικῆς καὶ ἀποστολίκῆς πίστεως, οὓς μέχρι τούτου ὁ ἀποστολικὸς θρόνος ἅμα ἡμῖν καὶ ἐκράτησε καὶ παραδίδωσιν, ὅλῃ τῇ τῆς διανοίας παραφυλακῇ φυλάξωμεν· Πιστεύοντες εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων· καὶ εἰς τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ, τὸν πρὸ πάντων τῶν αἰώνων ἐξ αὐτοῦ γεννηθέντα, ἀληθινὸν Θεὸν ἐκ Θεοῦ ἀληθινοῦ, φῶς ἐκ φωτὸς, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρὶ, δι' οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ· καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ κύριον, καὶ ζωοποιοῦν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον, καὶ συνδοξαζόμενον· Τριάδα ἐν μονάδι, καὶ μονάδα ἐν Τριάδι, ἑνότητα μὲν φύσεως, Τριάδα δὲ προσώπων, ἤγουν ὑποστάσεων, Θεὸν τὸν Πατέρα ὁμολογοῦντες, Θεὸν τὸν Υἱὸν, Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον· οὐ τρεῖς Θεοὺς, ἀλλ' ἕνα Θεὸν, Πατέρα, Υἱὸν, καὶ Πνεῦμα ἅγιον· οὐ τριῶν ὀνομάτων ὑπόστασιν, ἀλλὰ τριῶν ὑποστάσεων μίαν οὐσίαν· ὧν μία οὐσία, ἤτοι φύσις, τουτέστι μία θεότης, μία ἀϊδιότης, μία δυναστεία, ἓν κράτος, μία δόξα, μία προσκύνησις, ἓν οὐσιῶδες τῆς αὐτῆς ἁγίας καὶ ἀχωρίστου Τριάδος θέλημα καὶ ἐνέργεια, ἥτις πάντα ἔκτισε, διοικεῖ καὶ διακρατεῖ.
54Agatho papa, Epistolae, 87, 1222D
Ἕνα δηλαδὴ καὶ τὸν αὐτὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ ἐκ δύο καὶ ἐν δύο οὐσίαις ἀσυγχύτως, ἀτρέπτως, ἀδιαιρέτως, ἀχωρίστως ὑποστῆναι γινώσκομεν, οὐδαμοῦ τῆς διαφορᾶς τῶν φύσεων ἀνῃρημένης διὰ τὴν ἕνωσιν, ἀλλὰ μᾶλλον σωζομένης τῆς ἰδιότητος ἑκατέρας φύσεως, καὶ εἰς ἓν πρόσωπον καὶ μίαν ὑπόστασιν συντρεχούσης· οὐκ ἐν δυάδι προσώπων μεριζόμενον ἢ διαιρούμενον, οὔτε εἰς μίαν σύνθετον φύσιν συγχεόμενον, ἀλλ' ἕνα καὶ τὸν αὐτὸν Υἱὸν μονογενῆ Θεὸν Λόγον τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, οὔτε ἄλλον ἐν ἄλλῳ, οὔτε ἄλλον καὶ ἄλλον, ἀλλὰ τὸν αὐτὸν τοῦτον ἐν δύο φύσεσι, τουτέστι θεότητι καὶ ἀνθρωπότητι μετὰ τὴν ὑποστατικὴν ἕνωσιν ἐπιγινώσκομεν· ἐπειδὴ οὔτε ὁ Λόγος εἰς τὴν φύσιν τῆς σαρκὸς ἐτράπη, οὔτε ἡ σάρξ εἰς τὴν τοῦ Λόγου φύσιν μετεμορφώθη· διέμεινε γὰρ ἑκάτερον ὅπερ φυσικῶς ἦν· τὴν διαφορὰν δηλονότι τῶν ἑνωθεισῶν ἐν αὐτῷ φύσεων μόνῃ θεωρίᾳ διακρίνομεν, ἐξ ὧν ἀχωρίστως, ἀσυγχύτως, καὶ ἀτρέπτως συνετέθη· εἷς γὰρ ἐξ ἑκατέρων, καὶ δι' ἑνὸς τὰ ἑκάτερα· ἐπειδὴ ἅμα εἰσὶ καὶ τὸ μέγεθος τῆς θεότητος, καὶ τὸ ταπεινὸν τῆς σαρκός· ἑκατέρας φύσεως φυλαττούσης καὶ μετὰ τὴν ἕνωσιν ἀνελλιπῶς τὴν ἑαυτῆς ἰδιότητα, καὶ ἐνεργούσης ἑκατέρας μορφῆς μετὰ τῆς θατέρου κοινωνίας, ὅπερ ἴδιον ἔσχηκε· τοῦ μὲν Λόγου κατεργαζομένου τοῦθ' ὅπερ ἐστὶ τοῦ Λόγου, τοῦ δὲ σώματος ἐκτελοῦντος ὅπερ ἐστὶ τοῦ σώματος· καὶ τὸ μὲν αὐτῶν διαλάμπει τοῖς θαύμασι, τὸ δὲ ταῖς ὕβρεσιν ὑποπέπτωκεν.
55Agatho papa, Epistolae, 87, 1223C
] τυγχάνουσι φανῇ, καὶ τοῖς ταύτην εἰλικρινῶς περιπτυσσομένοις ἀνδρεία προστεθῇ, καὶ τῶν ζιζανίων τὰ σπέρματα τῇ πνευματικῇ δρεπάνῃ, ὡς προσκόμματος καὶ ἀπάτης ἀφορμὴ ἐκ τοῦ μέσου τῶν τοῦ Χριστοῦ Ἐκκλησιῶν ἐκκοπῇ.
56Agatho papa, Epistolae, 87, 1223D
Ὧντινων αὐθένται ὑπάρχουσι Θεόδωρος ὁ Φαρανίτης, Κῦρος Ἀλεξανδρείας, Σέργιος, Πύῤῥος, Παῦλος καὶ Πέτρος οἱ Κωνσταντινουπόλεως, καὶ οἱ τούτων ὁμόφρονες μέχρι τέλους ἀποδειχθέντες, οἵτινες τῆς καινῆς πλάνης αὐθένται, καὶ τῆς τελείας οἰκονομίας, ἐν ᾗ πάντες ἐσώθημεν, ἐχθροὶ οὐ μόνον τῆς ἀληθοῦς ὁμολογίας ἐναντίοι, ἀλλ' ἅτε δὴ πλανώμενοι ἀπὸ τῆς ὁδοῦ τῆς ἀληθείας τὰ ἐναντία ἐδίδαξαν, ἄλλως καὶ ἄλλως δικαιολογούμενοι, καὶ ἀλλήλων τὰ δόγματα καταλύοντες.
57Agatho papa, Epistolae, 87, 1226B
Ἡμεῖς δὲ εἰ καὶ ἐλάχιστοι, ἀλλ' ὅμως ἀπὸ ὅλης ἰσχύος θαῤῥοῦμεν [L., κειρώμεθα], ἵνα τοῦ Χριστιανικωτάτου ὑμῶν κράτους ἡ πολιτεία, ἐν ᾗ τοῦ μακαρίου Πέτρου τοῦ κορυφαίου τῶν ἀποστόλων ὁ θρόνος τεθεμελίωται, οὗτινος τὴν αὐθεντίαν τῇ ἀληθείᾳ πάντα τῶν Χριστιανῶν τὰ ἔθνη ἅμα ἡμῖν προσκυνοῦσι καὶ σέβουσι, κατὰ τὴν αὐτοῦ τοῦ μακαρίου Πέτρου τοῦ ἀποστόλου τιμὴν πάντων τῶν ἐθνῶν ἀποδειχθῇ ὑψηλοτέρα.
58Agatho papa, Epistolae, 87, 1226C
Τὰ δὲ πρόσωπα, ἃ παρὰ τῆς ἡμετέρας μετριότητος κατὰ τάξιν ἐπιλέξασθαι [L. πρόσωπα δὲ ἐκ τῆς τάξεως τῆς ἡμετέρας μετριότητος ἐπ.
59Agatho papa, Epistolae, 87, 1226D
] συνείδομεν πρὸς τὰ ἴχνη τῆς ὑμετέρας Θεοσκεπάστου ἀνδρείας, ὀφείλοντα προσαγαγεῖν τὴν ἀναφορὰν πάντων ἡμῶν, τουτέστιν ἁπάντων τῶν κατὰ τὰ ἀρκτῷα καὶ δυτικὰ κλίματα ἐπισκόπων, ἐν ᾗ καὶ τῆς ἀποστολικῆς ἡμῶν πίστεως τὴν ὁμολογίαν προαπηρξάμεθα· ὅμως οὐχ ὡς περὶ ἀδήλων φιλονεικεῖν, ἀλλ' ὡς βέβαια καὶ ἄτρωτα συνελόντι ὅρῳ προσφέρειν· ἱκετευτικῶς παρακαλοῦντες, ἵνα τοῦ ὑμετέρου Θεοστέπτου κράτους ἐπινεύοντος, ταῦτα αὐτὰ πᾶσι κηρυχθῆναι, καὶ πρὸς πάντας ἐπικρατεῖν κελεύσητε· ἵνα ὁ Θεὸς ὁ τὴν ἀλήθειαν καὶ τὴν δικαιοσύνην ἀγαπῶν, πάντα αἴσια χαρίσηται τοῖς χρόνοις τῆς ὑμετέρας γαληνοτάτης εὐμενείας, ἐν οἷς τοῦ ἀποστολικοῦ κηρύγματος καὶ τῆς εὐσεβείας ἡ ἀλήθεια ἐκλάμπῃ, κρείττονι καὶ αἰσίᾳ ἐκβάσει τῆς ὑμῶν ἀνδρειοτάτης γαληνότητος τὸ κράτος εὐφρανθῆναι περὶ τῆς τῶν πολεμίων ὑποταγῆς χαριζόμενος.
60Agatho papa, Epistolae, 87, 1227A
Δέξασθαι τοίνυν καταξιώσατε εὐσεβέστατοι βασιλέων τοὺς σταλέντας παρὰ τῆς ἡμετέρας μετριότητος ἐπισκόπους μετὰ τῶν ὑπολοίπων τῆς ἐκκλησιαστικῆς τάξεως ἀνδρῶν, καὶ τῶν εὐλαβεστάτων δούλων τοῦ Θεοῦ μετ' εὐμενείας τῆς εἰθισμένης γαληνότητος, ὅπως καὶ τῇ ἐξ αὐτῶν μαρτυρίᾳ μετ' εὐχαριστίας εἰς τὰ οἰκεῖα αὐτῶν ἐπαναστρέφοντες [ἐπαναστρεφόντων] παρὰ πᾶσι τοῖς ἔθνεσι συχνάσῃ ὁ ἔπαινος τῆς ὑμετέρας φιλανθρωπίας, ὡς ἐκείνου τοῦ μεγάλου Κωνσταντίνου, οὗτινος μετὰ τὴν τελευτὴν ἀξιέπαινος [ἀξιεπαίνετος] οὐδὲν ἧττον φήμη ἀκμάζει· οὗτινος οὐ μόνον τὸ ἐπίσημον τῆς ἐξουσίας ἐστὶν, ἀλλὰ καὶ τῆς εὐσεβείας, μεθ' οὗ ἐκείνη ἡ ἱερωτάτη σύνοδος τῶν τριακοσίων δέκα καὶ ὀκτὼ προέδρων ἐν τῇ Νικαίων πόλει ἐπὶ διεκδικήσει τῆς ὁμοουσίου Τριάδος συνῆλθε.
61Agatho papa, Epistolae, 87, 1227C
Καὶ καθὼς τοῦ τελευταίου μὲν, ὅμως δὲ πάντων ἐξοχωτέρου, τοῦ μεγάλου ἐκείνου Ἰουστινιανοῦ, οὗτινος ὡς ἡ ἀρετὴ, οὕτω καὶ ἡ εὐσέβεια εἰς κρείττονα τάξιν ἀνεκαίνισε τὰ πάντα· οὗτινος καθ' ὁμοίωμα ἡ αὐτοκρατορία τῆς ἀνδρειοτάτης ὑμῶν εὐμενείας ἀρεταῖς τε καὶ ἐγχειρήμασι τὴν πολιτείαν τῶν Χριστιανῶν κατασφαλίζεται, καὶ ἐπὶ τὸ κρεῖττον ἀνακαινίζει, τοῖς τε τῆς εὐσεβείας σπουδάσμασι τῇ καθολικῇ συντρέχει Ἐκκλησία, ἵνα ἐν τῇ ἑνώσει [ἑνότητι L.] τῆς ἀληθοῦς ἀποστολικῆς ὁμολογίας τελεώτερον συναφθῇ, ἣν μέχρι τοῦ παρόντος σὺν ἡμῖν ἡ ἁγία τῶν Ρὡμαίων Ἐκκλησία φυλάττει, ὅπως τῆς ἀληθοῦς εὐσεβείας τὸ μυστήριον λαμπρότερον σάλπιγγος εἰς ὅλον τὸν κόσμον κηρυχθῇ· καὶ ἔνθα ταύτης τῆς ἀληθοῦς ὁμολογίας τὸ ἀκέραιον ταῖς εὐσεβέσι σπουδαῖς τῆς ὑμετέρας βασιλείας ἐπικρατεῖ, ἔπαινος ἅμα καὶ εὐεργεσία τοῦ γαληναίου ὑμῶν κράτους κηρυχθῇ, ἵνα μετὰ τῶν τῆς εὐσεβείας ἐπαίνων καὶ τῆς βασιλείας ὑμῶν πλατυνθῶσι Θεοῦ ἐπινεύοντος τὰ ἐξαίρετα [ἐπίσημα]· καὶ οὓς ἡ τῆς ἀληθοῦς εὐσεβείας ὁμολογία προτρέπεται, ἡ βασιλικὴ ἀνδρεία κτήσηται.
62Agatho papa, Epistolae, 87, 1230A
Διόπερ ὁστισδήποτε τῶν ἱερέων ταῦτα τὰ ἐν τῇ ὁμολογίᾳ τῆς ἡμετέρας μετριότητος περιεχόμενα ἅμα ἡμῖν εἰλικρινῶς κηρύττειν ἐπιθυμήσει, ὡς τῇ ἡμετέρᾳ ἀποστολικῇ πίστει ὁμόφρονας, ὡς συνιερεῖς, ὡς συλλειτουργοὺς, ὡς τῆς αὐτῆς πίστεως, καὶ ἵνα ἁπλῶς εἴπωμεν, ὡς πνευματικοὺς ἀδελφοὺς, καὶ συνεπισκόπους ἡμῶν δεχόμεθα.
63Agatho papa, Epistolae, 87, 1230A
Διὰ τοῦτο χαρὰ μεγάλη ἔσται ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, ἐὰν τῆς ὑμετέρας εὐμενοῦς βασιλείας μεσιτευούσης ὁ συμβασιλεὺς ἡμῶν καὶ παντοκράτωρ Θεὸς ταῦτα πρὸς πέρας ἀγάγῃ, ἵνα ὁ οὐρανὸς εὐφρανθῇ, καὶ ἀγαλλιάσηται ἡ γῆ γινομένης εἰρήνης πολλῆς τοῖς τὴν ἀλήθειαν ἀγαπῶσι, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον· καὶ ἀφαιρεθῇ ἀπὸ τοῦ οἴκου τοῦ Θεοῦ βδέλυγμα σκανδάλου, τὸ ὂν εἰς πτῶσιν πολλῶν ἀσυστάτων καὶ ἁπλουστέρων· καὶ γένηται μία πίστις, ἓν στόμα, καὶ χεῖλος ἓν, καὶ μία πρὸς πάντα [παρὰ πᾶσι] τοῦ ἀποστολικοῦ κηρύγματος ὁμολογία, ἐν ὅσῳ πάντες ὁμοθυμαδὸν λαλοῦσι τὰ μεγαλεῖα τοῦ Θεοῦ· ἥντινα ἐν τοῖς χρόνοις τῆς ὑμετέρας γαληναίας εὐδαιμονίας ὁ πολυέλεος Θεὸς χαρίσασθαι καταξιώσοι, ἐν ᾧ [ι., ως] τὰ διεσπασμένα πρὸς οἰκοδομὴν τῆς Ἐκκλησίας τοῦ Θεοῦ κατασκευάζονται, τὰ διακεχωρισμένα εἰς ἁρμογὴν ἀληθείας συνέρχονται, τὰ διεζευγμένα εἰς ἀγάπην ἀποστολικῆς πίστεως [ἀληθείας] συνάπτονται, τὰ διεσκορπισμένα εἰς ἕνωσιν ἐπικρατούσης τῆς ἀποστολικῆς Ἐκκλησίας συνέρχονται, ἵνα ὁμοφρόνως ἅμα ἡμῖν πάντες τὴν μεγαλειότητα τοῦ ἐνεργήσαντος τὸ ἀγαθὸν τοῦτο Θεοῦ πιστῶς ἰσχύσωσι παρακαλέσαι ὑπὲρ τοῦ μακροχρόνιον καὶ τελείαν εὐδαιμονίαν θεόθεν χαρισθῆναι τῷ κράτει τῆς ὑμῶν ἀνδρείας, ἵνα τοῖς καμάτοις τῆς ὑμῶν ἀηττήτου ἡμερότητος συναχθήσωνται ἐκ τῶν ἐθνῶν εἰς τὸ πιστεύειν [L., ἐξομολογήσασθαι] τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ, καὶ δοξάζειν ἐν ὕμνοις τὴν ἀληθῆ αὐτοῦ ὁμολογίαν, τοῦ ποιήσαντος θαυμάσια μεγάλα μόνου, τοῦ ποιήσαντος τέρατα ἐπὶ τῆς γῆς· ἀνταναιροῦντος πολέμους μέχρι τῶν ἐσχάτων τῆς γῆς· ὅς τὰ διεσπαρμένα συνήγαγε, καὶ τὰ συναχθέντα φυλάττει· ὃς τοὺς εὐσεβεῖς βασιλεῖς ἐπὶ τὸν λαὸν αὐτοῦ βασιλεύειν προστάττει, ὅντινα διὰ τῆς ἀγρύπνου εὐσεβείας, καὶ τῶν ἀηττήτων καμάτων συνεργοῦντος Θεοῦ φυλάττουσιν.
64Agatho papa, Epistolae, 87, 1235C
Ἰωάννης ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας εἰς τὰ Θερμιτάνα τῆς ἐν Σικελίᾳ, ταύτῃ τῇ ἀναφορᾷ, τῇ κοινῶς παρὰ πάντων ἡμῶν γενομένῃ ἕνεκεν τῆς ἀποστολικῆς ἡμῶν πίστεως συνῄνεσα, καὶ ὑπέγ.
65Agatho papa, Epistolae, 87, 1242C
εἰς τὰ Ῥωσάνα, ἐν ταύτῃ τῇ ἀναφορᾷ, ἣν ὑπὲρ τῆς ἀποστολ.
66Agatho papa, Epistolae, 87, 1247B
Κωνσταντῖνος ὁ εὐσεβέστατος βασιλεὺς εἶπεν· Ἰκανῶς ἔχει καὶ τὰ κατὰ τὴν σήμερον ἡμέραν ἀναγνωσθέντα.
67Agatho papa, Epistolae, 87, 1247D
Τὰ μέγιστα τῶν νοσημάτων μειζόνων δεῖται βοηθημάτων, ὡς ἴστε μακαριώτατοι· διά τοι τοῦτο Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ἡ ὄντως τῶν ὄντων δημιουργική τε καὶ προνοητικὴ δύναμις σοφὸν ἀνέδειξεν ἰατρὸν τὴν ὑμετέραν Θεοτίμητον ἁγιότητα, τό τε νοσῶδες τῆς αἱρετικῆς λύμης ὀρθοδοξίας φαρμάκοις ῥωστικῶς ἀπελαύνουσαν, καὶ πανσθενῆ τὴν ὑγείαν τῆς Ἐκκλησίας χαριζομένην τοῖς μέλεσιν.
68Agatho papa, Epistolae, 87, 1250A
Ὅθεν καὶ ἡμεῖς, ὡς πρωτοθρόνῳ σοι τῆς οἰκουμενικῆς Ἐκκλησίας, τὸ πρακτέον παρατιθέμεθα, ἐπὶ τὴν στερεὰν πέτραν ἑστῶτι τῆς πίστεως, τοῖς παρὰ τῆς ὑμετέρας πατρικῆς μακαριότητος πρὸς τὸν εὐσεβέστατον βασιλέα τῆς ἀληθοῦς ὁμολογίας ἐμφιλοχωρήσαντες γράμμασιν· ἅπερ καὶ ὡς ἀπὸ τῆς κορυφαίας τῶν ἀποστόλων ἀκρότητος θεολογηθέντα γινώσκομεν, δι' ὧν καὶ τὴν τῆς ἔναγχος ἀναφανείσης αἱρέσεως πολυπλανῆ δόξαν ἐξεδιώξαμεν, ἐξάρχοντος ἡμῶν ἐν τοῖς δόγμασι Κωνσταντίνου τοῦ θειωδῶς βασιλεύοντος, καὶ τὰ σκῆπτρα ἡμερωτάτως ἰθύνοντος, μεθ' οὗ τὴν τῆς ἀσεβείας πλάνην κατεστρεψάμεθα, τὰ τῶν αἱρετικῶν δυσσεβῆ πολιορκήσαντες δόγματα.
69Agatho papa, Epistolae, 87, 1250B
Πρὸς δὲ τούτοις καὶ μετὰ τούτους τοῖς ἀναθέμασι τῶν αἱρετικῶν ἐνδίκως καθυπεβάλομεν, καὶ τοὺς ἐν ζῶσιν ἀναδεδεγμένους τὴν τούτων ἀσέβειαν, εἰπεῖν δὲ μᾶλλον σαφέστερον, τὴν Ἀπολλιναρίου, Σεβήρου τε, καὶ Θεμιστίου τῶν Θεοστυγῶν, Μακάριον τὸν γενόμενον τῆς Ἀντιοχέων μεγαλοπόλεως ἐπίσκοπον· ὃν καὶ τῆς ποιμαντικῆς δορᾶς κατ' ἀξίαν ἀπεγυμνώσαμεν διὰ τὸ ἀμετανόητον τούτου πρὸς τὴν ὀρθόδοξον πίστιν καὶ ἀνεπίστροφον· Στέφανον τὸν τούτου πρὸς ἄνοιαν μαθητὴν καὶ διδάσκαλον πρὸς ἀσέβειαν, καὶ τὸν ἐν τοῖς αἱρετικοῖς δόγμασι Πολυχρόνιον, καὶ τοὺς τὰ ὅμοια τούτοις ἀμετανοήτως διδάξαντας ἢ διδάσκοντας, ἢ φρονοῦντας, ἢ φρονήσαντας δόγματα.
70Agatho papa, Epistolae, 87, 1250C
Οὐ γὰρ ἐγελάσαμεν τῶν πέλας τὰ πτώματα, οὐδὲ τῆς ἐκείνων ἐξοιστρήσεως ἐπιχαρέντες κατεσκιρτήσαμεν, οὐδὲ μέγα διὰ τοῦτο ἐπήρθημεν, ἵνα καὶ μεῖζον ἐπὶ τούτῳ κατενεχθείημεν· οὐχ οὕτως ἡμεῖς περὶ τούτων, ὦ σεβασμία καὶ ἱερὰ κεφαλὴ, ἐπαιδεύθημεν, τὸν τῶν ὅλων δεσπότην Χριστὸν κεκτημένοι φιλάνθρωπόν τε καὶ ὑπεράγαθον· ὃς καὶ μιμητὰς ἡμᾶς, ὡς ἐφικτὸν, τῆς ἱεραρχικῆς αὐτοῦ νομοθεσίας ἀγαθοπρεπῶς γενέσθαι παρακελεύεται, καὶ τύπον ἐπέχοντας τῆς αὐτοῦ ποιμαντικῆς τε καὶ συστατικῆς κυβερνήσεως.
71Agatho papa, Epistolae, 87, 1250D
Ἀλλὰ καὶ πρὸς ἐπιστροφὴν μετανοίας ὅ, τε γαληνότατος βασιλεὺς καὶ ἡμεῖς διαφόρως τούτους προετρεψάμεθα· καὶ μεθ' ὅλης τῆς εὐσεβείας τὰ πάντα πεπράχαμεν, οὐδὲν πρὸς χάριν ἢ ἀπέχθειαν διαγενόμενοι [ἴσ., διεγειρόμενοι] καθὼς ὑμᾶς ἔνεστιν ἐκ τῶν ἤδη κεκινημένων ἐφ' ἑκάστῳ τῶν παρηκολουθηκότων καὶ ἐγγράφως ὑπομνηματισθέντων, τῶν καὶ ἐπὶ τοῦ παρόντος τῇ ὑμῶν ἐσταλμένων μακαριότητι, γνῶναι τὴν δύναμιν· εἶτα δὲ καὶ διὰ τῶν ἀναπληρωσάντων τὸ πρόσωπον τῆς ὑμετέρας ἁγιότητος Θεοδώρου καὶ Γεωργίου τῶν Θεοφιλεστάτων πρεσβυτέρων, καὶ Ἰωάννου τοῦ θεοσεβεστάτου διακόνου, καὶ Κωνσταντίνου τοῦ εὐλαβεστάτου ὑποδιακόνου τῶν ὑμετέρων πνευματικῶν τέκνων, καὶ ἠγαπημένων ἡμῖν ἀδελφῶν· καὶ τῶν ἐκ τῆς καθ' ὑμᾶς ἁγίας συνόδου σταλέντων ὁσιωτάτων ἐπισκόπων, ὀρθῶς καὶ χρηστῶς κατὰ τὴν ὑμῶν παίδευσιν ἐν τῷ πρώτῳ τῆς πίστεως σὺν ἡμῖν ἀγωνισαμένων κεφαλαίῳ.
72Agatho papa, Epistolae, 87, 1251A
Οὕτως ἡμεῖς τῷ ἁγίῳ Πνεύματι λαμπρυνόμενοι, καὶ ταῖς ὑμετέραις διδασκαλίαις ὁδηγούμενοι τὰ δυσχερῆ τῆς δυσσεβείας ἀπεκρουσάμεθα δόγματα, τὴν εὐθυτάτην τῆς ὀρθοδοξίας τρίβον ἐξομαλίσαντες, ἐν ὅλοις τοῦ εὐσεβεστάτου καὶ γαληνοτάτου ἡμῶν βασιλέως Κωνσταντίνου θεοσόφως ἡμᾶς περιθάλψαντός τε καὶ κυβερνήσαντος· εἶτά τε καὶ τοῦ ἑνὸς ἡμῶν τῆς βασιλευούσης ταύτης Κωνσταντινουπόλεως ἁγιωτάτου προέδρου συνθεμένου πρώτου τοῦ πρὸς τὸν εὐσεβέστατον ἡμῶν βασιλέα παρ' ὑμῶν τῆς ὀρθοδοξίας σταλέντι συντάγματι, ἅτε κατὰ πάντα τοῖς ἐκκρίτοις καὶ Θεοφόροις Πατράσι, καὶ ταῖς ἁγίαις πέντε οἰκουμενικαῖς συνόδοις ὁμοφωνήσαντι, καὶ δὴ πάντας ἡμᾶς Χριστοῦ τοῦ Θεοῦ περιέχοντος τὸ σπουδαζόμενον εὐμαρῶς διηνύσαμεν.
73Agatho papa, Epistolae, 87, 1251D
Καὶ καρδίᾳ, γλώσσῃ τε καὶ χειρὶ συμφωνήσαντες ἀπλανέστατόν τε καὶ ἀσφαλέστατον τῇ συνεργίᾳ τοῦ ζωοποιοῦ Πνεύματος ὅρον ἐξεφωνήσαμεν, οὐ μετάραντες κατὰ τὸ δὴ λεγόμενον, ὁρια αἰώνια, μὴ γένοιτο· ἀλλὰ ταῖς τῶν ἁγίων καὶ ἐκκρίτων Πατέρων ἐμμείναντες χρήσεσιν, ὁρίσαντες, ἵνα καθάπερ ἐκ δύο καὶ ἐν δύο φύσεσι θεότητος τε καὶ ἀνθρωπότητος, ἐξ ὧν συντεθεὶς, καὶ ἐν αἷς ὑπάρχων Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν κηρύττεται παρ' ἡμῶν, καὶ δοξάζεται ἀχωρίστως, ἀτρέπτως, ἀσυγχύτως καὶ ἀδιαιρέτως, οὕτω καὶ δύο φυσικὰς ἐνεργείας ἀδιαιρέτως, ἀτρέπτως, ἀσυγχύτως, ἀμερίστως πρεσβεύωμεν, καθὼς καὶ ἐν τοῖς παρ' ἡμῶν ὁρισθεῖσι συνοδικῶς δεδήλωται· οἷς καὶ τὸ τοῦ Θεομιμήτου ἡμῶν βασιλέως κράτος συναινέσαν ἰδιοχείρως καθυπεσημήνατο· ἀποβαλλόμενοι, ὡς προλέλεκται, τὴν ἀσεβεστάτην καὶ φασματώδη περὶ ἑνὸς θελήματος καὶ μιᾶς ἐνεργείας ἐπὶ τῆς ἐνσάρκου οἰκονομίας Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, καὶ κατακρίναντες αἵρεσιν· ἔνθεν τε τῶν συγχεόντων καὶ διαιρούντων τὸν τάραχον κατεπαύσαμεν, καὶ τὴν πυριφλόγον ζάλην τῶν λοιπῶν αἱρέσεων κατεσβέσαμεν, τὴν δὲ τῆν ὀρθοδόξου πίστεως φωταυγίαν τηλαυγῶς σὺν ὑμῖν ἐκηρύξαμεν· ἣν καὶ αὖθις διὰ τιμίων ὑμῶν ἀντιγράφων ἐπισφραγίσαι τὴν ὑμῶν ἐκλιπαροῦμεν πατρικὴν ἁγιότητα· δι' ἧς εὐέλπιδες εἰς Χριστὸν ὄντες θαῤῥοῦμεν, τὴν αὐτοῦ πολυέλεον ἀγαθότητα τὴν σύστασιν τῇ ἐκ Θεοῦ δωρηθείσῃ τῷ πραοτάτῳ ἡμῶν βασιλεῖ Ῥωμαϊκῇ πολιτείᾳ χαρίζεσθαι, νίκαις τε πολυχρονίοις τὴν αὐτοῦ κατακοσμεῖν παγγάληνον ἡμερότητα· τὴν δὲ ὑμετέραν Θεοτίμητον ἁγιότητα παριστῶσαν πρὸς τοῖς ἔνθεν καὶ τῷ φοβερῷ αὐτοῦ ἐκείνου βήματι εἰλικρινῶς τε καὶ ἀληθῶς ὁμολογήσασαν τὰ τῆς πίστεως, ἐν ῥώσει φυλαττομένην, καὶ διασώζουσαν τὰ ἐκ Θεοῦ ἐμπιστευθέντα αὐτῇ ὀρθόδοξα ποίμνια.
74Agatho papa, Epistolae, 87, 1162D
Ἐπειδὴ καὶ αὐτὸς ὁ πάντων κτίστης καὶ λυτρωτὴς, ὁπόταν ἠδύνατο ἐν τῇ μεγαλειότητι τῆς ἰδίας θεότητος τοὺς θνητοὺς ἐκφοβῆσαι, ἡμερότητι μᾶλλον ἀνεικάστου φιλανθρωπίας ταπεινῶς εἰς τὰ καθ' ἡμᾶς κατελθὼν, οὓς ἐδημιούργησε, καὶ λυτρώσασθαι κατηξίωσεν· ὅστις καὶ αὐτοπροαίρετον παρ' ἡμῶν τῆς ἀληθοῦς πίστεως τὴν περὶ αὐτοῦ ὁμολογίαν ἐκδέχεται.
75Agatho papa, Epistolae, 87, 1163B
» Ταύταις τοίνυν ταῖς θείαις συλλαβαῖς, ἡμερώτατοι τῶν πραγμάτων δεσπόται, ἐμψυχωθεὶς, καὶ πρὸς ἐλπίδα παραμυθίας ἀπὸ βαθυτάτων ὀδυνῶν κουφισθεὶς, ἠρξάμην τῇ κρείττονι κατ' ὀλίγον ἀνεθεὶς παῤῥησίᾳ τὰ ἤδη [ἴσ. τοῖς ἤδη] διὰ τῆς σάκρας τῆς ἡμερωτάτης ὑμῶν ἀνδρείας προσταχθέντα [προσταχθῶσιν] ἐνεργῶς πρόθυμον ὑπουργίαν παριστᾶν, καί τινα πρόσωπα εἴς τε τὴν τοῦ καιροῦ τούτου ἀτονίαν, καὶ τῆς δουλικῆς ὑμῶν χώρας ποιότητα ἠδύναντο εὑρεθῆναι ἕνεκεν πληροφορίας ὑπακοῆς, ἐπεζήτουν, καὶ μετὰ βουλῆς τῶν συνδούλων μου τῶν ἐπισκόπων ἀπό τε τῆς πλησιαζούσης τούτῳ τῷ ἀποστολικῳ θρόνῳ συνόδου, εἴτα δὲ καὶ ἀπὸ τοῦ δουλικοῦ κλήρου [L. οἰκείου] τοῦ φιλοῦντος [τοὺς φιλοῦντας] τὸ ὑμέτερον Χριστιανικώτατον κράτος, καὶ ἀκολούθως ἀπὸ τῶν θεοσεβεστάτων δούλων τοῦ Θεοῦ ἐπὶ τῷ σπεῦσαι παρὰ τὰ ἴχνη τῆς εὐσεβοῦς ὑμῶν γαληνότητος.
76Agatho papa, Epistolae, 87, 1163D
Καὶ διὰ τοῦτο, χριστιανικώτατοι δεσπόται καὶ τέκνα, κατὰ τὴν εὐσεβεστάτην κέλευσιν τῆς θεοσκεπάστου ὑμῶν ἡμερότητος ἕνεκεν ὑπακοῆς, ἧς ὠφείλομεν, οὐχ ἕνεκεν παῤῥησίας τῶν εἰς αὐτοὺς [ἴσ. τῆς ἐν αὐτοῖς] περισσευούσης εἰδήσεως, οὓς στέλλομεν, τοὺς παρόντας συνδούλους ἡμῶν Ἀβουνδάντιον, Ιὠάννην, καὶ Ιὠάννην, τοὺς εὐλαβεστάτους ἀδελφοὺς ἡμῶν καὶ ἐπισκόπους, Θεόδωρον καὶ Γεώργιον τὰ ἀγαπητὰ ἡμῶν τέκνα, τοὺς πρεσβυτέρους, μετὰ τοῦ ἀγαπητοῦ ἡμῶν τέκνου Ιὠάννου τοῦ διακόνου, καὶ Κωνσταντίνου τοῦ ὑποδιακόνου· οὐ μὴν ἀλλὰ καὶ Θεοδώρου τοῦ πρεσβυτέρου λεγάτου τῆς ἁγίας Ἐκκλησίας Ρἁβέννης, καὶ τοὺς θεοσεβεστάτους δούλους τοῦ Θεοῦ τοὺς μοναχοὺς μετὰ καθοσιώσεως ἱκετευτικῆς καρδίας ἐφρωντίσαμεν ἀποστεῖλαι.
77Agatho papa, Epistolae, 87, 1166A
Παρὰ γὰρ ἀνθρώποις ἐν μέσῳ ἐθνῶν τυγχάνουσι, καὶ ἀπὸ σωματικοῦ μόχθου τὴν τροφὴν μετὰ μεγάλου δισταγμοῦ ποριζομένοις, πῶς εἰς τὸ πλῆρες δυνήσεται εὑρεθῆναι ἡ τῶν Γραφῶν εἴδησις; εἰ μὴ ὅτι κανονικῶς ἀπὸ τῶν ἁγίων τῶν προηγησαμένων καὶ τῶν ἁγίων πέντε συνόδων ἅπερ ὡρισμένα εἰσὶν, ἐν ἁπλότητι καρδίας, καὶ ἀναμφιβόλως ἀπὸ τῆς παραδοθείσης παρὰ τῶν Πατέρων πίστεως φυλάττομεν, ἓν καὶ ἐξαίρετον ἔχειν διὰ παντὸς εὐχόμενοί τε καὶ σπεύδοντες, ἵνα μηδὲν παρὰ τὰ κανονικῶς ὁρισθέντα μειωθῇ, μηδὲν ἀλλαγῇ, ἢ προστεθῆ, ἀλλὰ ταῦτα καὶ ῥήμασι, καὶ νοήμασιν ἀπαράτρωτα φυλαχθῶσιν.
78Agatho papa, Epistolae, 87, 1166D
Οὕτως ἠνεῳγμένα τὰ ὦτα τοῦ παντοδυνάμου Θεοῦ πρὸς τὸ εἰσακοῦσαι τῶν ἱκεσιῶν ἡμῶν εὑρήσαι ἡ ὑμετέρα ἡμερωτάτη εὐσέβεια, καὶ ἀβλαβεῖς περί τε τὴν ὀρθότητα τῆς ἀποστολικῆς πίστεως, περί τε τὴν τῶν σωμάτων ὁλοκληρίαν τοῖς οἰκείοις ἀποκαταστῆσαι κελεύσῃ· οὕτως ἀποκαταστήσαι ἡ ὑπερτάτη μεγαλειότης διὰ τῶν ἀνδρειοτάτων, καὶ ἀηττήτων καμάτων τῆς ὑμῶν θεοστηρίκτου φιλανθρωπίας ὑπὸ τὸ ἀγαθοθελὲς διάδημα τῆς ὑμῶν βασιλείας πᾶσαν τὴν τῶν Χριστιανῶν πολιτείαν, καὶ τοῖς ἀνδρειοτάτοις ὑμῶν σκήπροις τὰ ἀντιτασσόμενα, ὑποτάξαι ἔθνη, ἵνα ἐκ τούτου πάσῃ ψυχῇ, καὶ πᾶσι τοῖς ἔθνεσι πληροφορία γένηται, ὅτι ὅπερ διὰ τῶν σεβασμίων κεραιῶν περὶ ἀβλαβησίας, καὶ τοῦ μὴ ἔν τινι βαρυνθῆναι τοὺς ἐρχομένους, τοῦ Θεοῦ αὐτῇ ἐνηχήσαντος, ὑποσχέσθαι κατηξίωσεν, ἐν πᾶσιν ἐπλήρωσεν, Οὔτε γὰρ ἡ εἴδησις αὐτῶν παῤῥησίαν δέδωκεν, ἵνα τολμήσωμεν πρὸς τὰ εὐσεβῆ ὑμῶν ἴχνη τούτους στεῖλαι, ἀλλὰ τοῦτο ἡ βασιλικὴ ὑμῶν εὐμένεια φιλανθρώπως κελεύουσα προετρέψατο, καὶ ἡ ἡμῶν σμικρότης τὸ κελευθὲν μεθ' ὑπακοῆς ἐπλήρωσεν.
79Agatho papa, Epistolae, 87, 1167B
Καὶ μίαν ἑκάστην αὐτοῦ φύσιν ἰδιότητα φυσικὴν ἔχειν ὁμολογοῦμεν· καὶ ἔχειν τὴν θείαν πάντα, ἅπερ εἰσὶ θεῖα· καὶ τὴν ἀνθρωπίνην πάντα τὰ ἀνθρώπινα χωρίς τινος ἁμαρτίας.
80Agatho papa, Epistolae, 87, 1167B
Καὶ ἑκατέραν ἑνὸς καὶ τοῦ αὐτοῦ Θεοῦ Λόγου τοῦ σαρκωθέντος, τουτέστιν ἐνανθρωπήσαντος ἀσυγχύτως, ἀχωρίστως, ἀτρέπτως εἶναι ἐπιγινώσκομεν· μόνῃ νοήσει τὰ ἡνωμένα διακρίνοντες διὰ τὴν τῆς συγχύσεως δηλαδὴ πλάνην.
81Agatho papa, Epistolae, 87, 1170B
Καὶ κατὰ τοῦτο μετὰ συντετριμμένης καρδίας, καὶ τοῖς τῆς διανοίας προχεομένοις δάκρυσι προσπίπτων δυσωπῶ, ἐκτεῖναι καταξιώσατε τὴν φιλάνθρωπον δεξιὰν τῇ ἀποστολικῇ διδασκαλίᾳ, ἥντινα ὁ συνεργὸς τῶν εὐσεβῶν ὑμῶν μόχθων, ὁ μακάριος Πέτρος ὁ ἀπόστολος παραδέδωκεν· οὐχ ἵνα συγκλεισθῇ ὑπὸ τὸν μόδιον, ἀλλὰ σάλπιγγος λαμπρότερον ἐν ὅλῳ τῷ κόσμῳ κηρυχθῆσεται· ὅτι ἡ αὐτοῦ ἀληθὴς ὁμολογία, ἀπὸ τοῦ Πατρὸς ἐκ τῶν οὐρανῶν ἀπεκαλύφθη· ἧς ἕνεκεν ἀπὸ τωῦ Κυρίου τῶν ὅλων μακάριος εἶναι ἀπεφάνθη ὁ Πέτρος· ὃς καὶ τοῦ ποιμαίνειν τὰ πνευματικὰ πρόβατα τῆς Ἐκκλησίας ἀπ' αὐτοῦ τοῦ Λυτρωτοῦ τῶν πάντων τῇ τρίτῃ παραθέσει ἐδέξατο· οὗτινος ἐπινεύσαντος τῇ βοηθείᾳ, αὕτη ἡ ἀποστολικὴ αὐτοῦ Ἐκκλησία, καὶ αἱ καθολικαὶ σύνοδοι πιστῶς περιπτυσσόμεναι, ἐν πᾶσιν ἠκολούθησαν, καὶ πάντες οἱ σεβάσμιοι Πατέρες τὴν ἀποστολικὴν αὐτοῦ ἐπεσπάσαντο [Pro ἐπησπάσαντο] διδασκαλίαν, δι' ἧς καὶ δεδοκιμασμένοι τῆς Ἐκκλησίας τοῦ Χριστοῦ φωστῆρες ἔλαμψαν.
82Agatho papa, Epistolae, 87, 1170C
Αὕτη ἐστὶν ἡ τῶν ἀποστόλων τοῦ Χριστοῦ ζῶσα παράδοσις, ἥν τινα μέχρι τοῦ παρόντος ἡ αὐτοῦ κρατεῖ Ἐκκλησία, ἥτις ἐξαιρέτως ἀγαπωμένη, καὶ θαλπομένη, καὶ παῤῥησιαστικῶς κηρυχθεῖσα· ἥτις διὰ τῆς ἀληθοῦς ὁμολογίας τῷ Θεῷ καταλλάσσει· ἥτις τῷ Δεσπότῃ Χριστῷ παρατίθεται· ἥτις τῆς εὐσεβείας ὑμῶν τὸ Χριστιανικώτατων διαφυλάττει κράτος· ἥτις ἀπὸ τοῦ Δεσπότου τοῦ οὐρανοῦ δαψιλεῖς νίκας τῇ ἀνδρείᾳ τῆς ὑμετέρας εὐσεβείας συνεισάγει· ἥτις συνοδεύει ἐν τοῖς πολέμοις, καὶ ἐκπολεμεῖ τοὺς ἐναντίους, τὸ ὑμέτερον θεοκατόρθωτον κράτος πανταχοῦ ὡς ἀκαταμάχητον τεῖχος περισκέπει· ἥτις φόβον τοῖς ἐναντίοις ἔθνεσιν ἐμβάλλει [L., ἐμβάλλοι], καὶ τῇ θείᾳ ὀργῇ τιμωρεῖται [L., τιμωρῆσαιτο]· ἥτις καὶ ἐν πολέμοις τὰ τῆς νίκης βραβεῖα περὶ τῆς τῶν πολεμίων καταστροφῆς καὶ ὑποταγῆς [ἴσ.
83Agatho papa, Epistolae, 87, 1174D
Ἵνα δὲ ταύτης τῆς ἀληθοῦς ὁμολογίας ἡ νόησις ἐκ τῆς παλαιᾶς καὶ Καινῆς Διαθήκης ἡ Θεόπνευστος διδασκαλία [L., ἐκ τῆς ἐν τῇ Παλαιᾷ καὶ Καινῇ Διαθήκῃ Θεοπνεύστου διδασκαλίας] ταῖς ἐννοίαις τῆς ὑμετέρας εὐσεβείας φανῇ· πλέον γὰρ καὶ ἀσυγκρίτως ἡ ὑμετέρα φιλανθρωπία δυνήσεται τὴν ἔννοιαν τῶν ἁγίων Γραφῶν ἐπεξεργάσασθαι, ἤπερ ἡ ἡμετέρα σμικρότης ῥευστοῖς ῥήμασι σαφηνίσαι· αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὃς ἀληθινὸς καὶ τέλειος Θεὸς, ἀληθινὸς καὶ τέλειος ἄνθρωπός ἐστιν, ἐν τοῖς ἱεροῖς αὐτοῦ Εὐαγγελίοις προσμαρτύρεται ἔν τισι τὰ ἀνθρώπινα, ἔν τισι τὰ θεῖα, καὶ ἅμα ἑκάτερα ἐν ἄλλοις περὶ αὐτοῦ φανερὰ ποιούμενος· ὅπως αὐτὸν ἀληθῆ Θεὸν καὶ ἀληθῆ ἄνθρωπον πιστεύειν καὶ κηρύττειν τοὺς πιστοὺς αὐτοῦ καταρτίσῃ.
84Agatho papa, Epistolae, 87, 1175A
Ἐμὸν ἦν τοῦτο τὸ βούλημα, ὅπερ ἴδιον ἔλεγεν· ἐπειδήπερ ὡς ἄνθρωπος τὰ τῆς ἐμῆς στυγνότητος ἔλαβεν, ὡς ἄνθρωπος καὶ ἐλάλησεν.
85Agatho papa, Epistolae, 87, 1178A
» Οὗτινος θείου λόγου τὸν σκοπὸν ὁ μακάριος Αὐγουστῖνος ὁ ἐξοχώτατος διδάσκαλος οὕτω κατὰ Μαξίμου [L., Μαξιμὸν] τοῦ Ἀρειανοῦ φράζει, καὶ λέγει· Ὅπου δὲ εἶπεν ὁ Υἱὸς τῷ Πατρί· « Πλὴν οὐχ ὅπερ ἐγὼ θέλω, ἀλλ' ὅπερ σὺ θέλεις· » τί σοι βοηθεῖ, ὅτι τὰ σὰ ῥήματα ὑποβάλλεις, καὶ λέγεις· Ἔδειξεν ἀληθῶς τὸ ἴδιον θέλημα ὑποτεταγμένον τῷ ἰδίῳ γεννήτορι, ὡς ἂν εἰ ἡμεῖς ἠρνούμεθα τὸ θέλημα τοῦ ἀνθρώπου τῷ τοῦ Θεοῦ θελήματι ὀφείλειν εἶναι ὑποτεταγμένον; καὶ γὰρ ἐκ τῆς φύσεως τοῦ ἀνθρώπου τοῦτο εἰρηκέναι τὸν Κύριον ταχέως θεωρεῖ, ὅστις εἰς τὸν τόπον αὐτοῦ τοῦ ἁγίου Εὐαγγελίου μικρῷ προσεχέστερον ἐπισκύψει.
86Agatho papa, Epistolae, 87, 1178B
» Μήτι ἐκ τῆς φύσεως τοῦ Μονογενοῦς δυνήσεται τοῦτο λέγεσθαι; Ἀλλ' ἄνθρωπε, ὅστις νομίζεις στενάζειν τὴν φύσιν τοῦ Πνεύματος τοῦ ἁγίου, διὰ τί μὴ καὶ τὴν φύσιν τοῦ Θεοῦ Λόγου περίλυπον εἶναι εἴποις δύνασθαι; Πλὴν αὐτὸς, μήπως τι τοιοῦτον λεχθείη, οὐκ ἔφη· Περίλυπός εἰμι, εἰ καὶ τὰ μάλιστα εἰ καὶ τοῦτο εἰρήκει, οὐχὶ μὴ ἐκ τῆς φύσεως τοῦ ἀνθρώπου ἐχρῆν νοεῖσθαι, ἀλλά φησι· « Περίλυπός ἐστιν ἡ ψυχή μου, » ἣν ὡς ἄνθρωπος πάντως εἶχεν ἀνθρωπίνην, εἰ καὶ τὰ μάλιστα καὶ ἐν τούτῳ ὅ φησιν· « Οὐχ ὅπερ ἐγὼ θέλω, » ἄλλο ἑαυτὸν δείκνυσι θέλειν παρὰ τὸν Πατέρα, ὅπερ εἰ μὴ τῇ ἀνθρωπίνῃ καρδίᾳ οὐκ ἠδύνατο, ὁπόταν [ἴσ. ὁ πότε] τὴν ἡμετέραν ἀσθένειαν εἰς τὴν ἰδίαν οὐχὶ τὴν θείαν, ἀλλὰ τὴν ἀνθρωπίνην μετασχηματίσαι [ἴσ., μετεσχημάτιζε] διάθεσιν.
87Agatho papa, Epistolae, 87, 1179B
» Ὡσαύτως τινὰ περὶ τοῦ ἀνθρωπίνου αὐτοῦ θελήματος τοῦ Εὐαγγελίου τὰ μυστήρια μνημονεύουσιν, ἡνίκα λέγουσιν αὐτὸν ἐπὶ τῆς θαλάσσης περιπατοῦντα θέλειν ὡς ἀληθῶς ἄνθρωπον τοὺς ἰδίους πειράσαι [L. περάσα] μαθητάς.
88Agatho papa, Epistolae, 87, 1179B
» Καὶ πάλιν· « Ἐγερθεὶς ἦλθεν εἰς τὰ μεθόρια Τύρου, καὶ εἰσελθὼν εἰς οἶκον οὐκ ἤθελέ τινα γνῶναι, καὶ οὐκ ἠδυνήθη λαθεῖν.
89Agatho papa, Epistolae, 87, 1179D
» Μὴ οὖν αὐτὸς ὁ δημιουργὸς τῶν πάντων καὶ λυτρωτὴς, περὶ οὗ εἴρηται· « Πάντα ὅσα ἠθέλησεν ὁ Κύριος, ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, » οὗτινος τὸ θέλειν τοῦτό ἐστιν ὅπερ δύναται [ὅπερ τὸ δύνασθαι]· οὗτινος τῷ νεύματι αἱ οὐράνιαι δυνάμεις σὺν φόβῳ λατρεύουσι, λαθεῖν ἐπὶ γῆς θέλων οὐκ ἠδυνήθη; ὁ κατὰ τὴν θείαν μεγαλωσύνην ἐξ ἀϊδίου σὺν τῷ Πατρὶ ἐν τοῖς οὐρανοῖς ἀποῤῥήτως δεσπόζων, καὶ ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς; εἰ μὴ τοῦτο πρὸς τὸ ἀνθρώπινον αὐτοῦ θέλημα, ὅπερ χρονικῶς κατηξίωσε προσλαβεὶν, ἐπαναδοθείῃ; Πόσῃ οὖν πλάνῃ ἐγκεκύλισται ὁ τὰ τοιαῦτα μὴ διακρίνων, ἵνα εἴπῃ, ἑνὶ καὶ τῷ αὐτῷ θελήματι καὶ πάντα ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, ἅπερ ἠθέλησε, τὸν Κύριον δύνασθαι, καὶ τῷ αὐτῷ πάλιν θελήματι ἐν οἴκῳ εὐτελεῖ θέλοντα λαθεῖν μὴ δύνασθαι κατὰ τὰς εὐαγγελικὰς μαρτυρίας; Ἀλλ' ἐὰν πρὸς τὴν οἰκονομίαν τῆς ἀνθρωπότητος αὐτοῦ, καθ' ἣν τὸ ταπεινὸν ἡμῶν προσέλαβεν, ἀποδοθῇ, πάντα τὰ τῆς θείας αὐτοῦ μεγαλωσύνης ἠλαττωμένα πρὸς τὴν ἀνθρωπότητα αὐτοῦ ἀνήκειν γνωρίζεται, ἣν τελείως προσέλαβε χωρίς τινος ἁμαρτίας, ἵνα ταύτην καὶ τελείως σώσῃ.
90Agatho papa, Epistolae, 87, 1183C
Ἀποδοῦναι τοίνυν ἀναγκαῖόν ἐστι τὰ ὄντα θεῖα τῷ αὐτῷ ὡς Θεῷ, τὰ ὄντα ἀνθρώπινα τῷ αὐτῷ ὡς ἀνθρώπῳ, καὶ ἑκατέρᾳ διὰ τῆς καθ' ὑπόστασιν ἑνώσεως τοῦ ἑνὸς καὶ τοῦ αὐτοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀληθῶς ἐπιγινώσκειν.
91Agatho papa, Epistolae, 87, 1186B
Κᾂν εἰ γὰρ ἀναρίθμητα καὶ τῶν ἄλλων ἁγίων Πατέρων ὑπάρχωσι τὰ πονήματα, ὅμως ὀλίγας χρήσεις ἀπὸ τῶν βιβλίων τῶν Γραικῶν ἐν ταύτῃ μου τῇ μετρίᾳ ἀναφορᾷ ῥᾳθυμίας [ἴσ., βαρυθυμίας] χάριν ὑπετάξαμεν.
92Agatho papa, Epistolae, 87, 1187B
Ἐπειδὴ τοίνυν ἄλλο τὸ ἀνθρώπινον θέλημα, καὶ τὸ θεῖον ἄλλο, φθέγγεται μὲν, ὁς ἐκ τοῦ ἀνθρώπου τὸ τῇ ἀσθενείᾳ τῆς φύσεως πρόσφορον ὁ τὰ ἡμέτερα πάθη οἰκειωσάμενος· ἐπάγει δὲ τὴν δευτέραν φωνὴν, τὸ ὑψηλὸν καὶ Θεοπρεπὲς βούλημα κυρωθῆναι παρὰ τὸ ἀνθρώπινον ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας θέλων.
93Agatho papa, Epistolae, 87, 1187B
Εἰ τοίνυν Πατρὸς καὶ Υἱοῦ μία βούλησίς ἐστι, πῶς φησιν ἐνταῦθα· « Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ; » Ἂν μὲν γὰρ ἐπὶ τῆς θεότητος εἰρημένον ᾖ τοῦτο, ἐναντιολογία τις γίνεται, καὶ πολλὰ ἄτοπα ἐκ τούτου τίκτεται· ἃν δὲ ἐπὶ τῆς σαρκὸς ἔχῃ [ἔχει] λόγον τὰ εἰρημένα, καὶ οὐδὲν γένοιτ' ἂν ἔγκλημα.
94Agatho papa, Epistolae, 87, 1187C
Οὐ γὰρ τὸ μὴ θέλειν ἀποθανεῖν τὴν σάρκα, κατάγνωσις· φύσεως γὰρ ἐστι τοῦτο· αὐτὸς δὲ τὰ τῆς φύσεως ἅπαντα χωρὶς ἁμαρτίας ἐπιδείκνυται καὶ μετὰ πολλῆς τῆς περιουσίας, ὥστε τὰ τῶν αἱρετικῶν ἐμφράξαι στόματα.
95Agatho papa, Epistolae, 87, 1190A
Ὡσαύτως ἀποδείκνυσιν, ὅτι καὶ ἀνθρώπινον, εἰ καὶ θεωθὲν, ἔσχηκε θέλημα, καὶ ὁ αὐτὸς οὗτος, καθὼς εἰς τὰ ἀκόλουθα διδάσκει, ἔσχε καὶ θεῖον ἓν καὶ τὸ αὐτὸ σὺν τῷ Πατρί.
96Agatho papa, Epistolae, 87, 1190D
Ὅθεν ὁ ἅγιος Ἱλάριος ὁ τῆς ἀληθείας ἐξοχώτατος ἐκδικητὴς ἐν τῷ ἐννάτῳ λόγῳ περὶ πίστεως κατὰ Ἀρειανῶν οὕτως ἡμᾶς κατήρτισεν· Ἐτέχθη τοίνυν ὁ μονογενὴς Θεὸς ἐκ Παρθένου ἄνθρωπος, καὶ κατὰ τὸ πλήρωμα τῶν χρόνων, ἐν ἑαυτῷ μέλλων προάγεσθαι εἰς Θεὸν τὸν ἄνθρωπον, τοῦτον κατὰ πὰντα τὸν τρόπον τοῦ εὐαγγελικοῦ λόγου ἐκράτησεν, ὅπως ἑαυτὸν Υἱὸν Θεοῦ πιστεύεσθαι διδάξῃ, ὡς ἀνθρώπου Υἱὸν κηρύττεσθαι ὑπομνήσῃ· λαλῶν καὶ πράττων ὁ ἄνθρωπος [καὶ πράττων ἄνθρωπος] ἅπαντα τὰ τοῦ Θεοῦ, εἶτα φθεγγόμενος, καὶ πράττων ὁ Θεὸς [καὶ πράττων Θεὸς] ἅπαντα ἅπερ εἰσὶν ἀνθρώπου.
97Agatho papa, Epistolae, 87, 1191B
Μή τι ἀρφίβολον δυνηθείη ὑπολαμβάνεσθαι, ὅπερ ἐνταῦθα ὁ Πατὴρ τῷ φωτὶ τῆς ἀληθείας φανεροποιεῖ ἐν τῷ λέγειν, καὶ λαλοῦντα καὶ πράττοντα τὸν αὐτὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν πάντα τὰ τοῦ Θεοῦ ὄντα ἄνθρωπον, καὶ τὸν αὐτὸν τοῦτον πάλιν τὰ τοῦ ἀνθρώπου πράττοντα ὄντα Θεὸν, καὶ ἑκάτερον γένος σημαντικὸν Θεοῦ καὶ ἀνθρώπου ἀποδεικνῦντα; ὅπως ἐπιγνῶναι τοῖς ἐθέλουσι τὴν τῆς ἀληθείας ὁδὸν ἀνάξῃ [ὁδὸν ἀνοίξῃ ex L.], ἐπειδὴ ὁ αὐτὸς οὗτος εἷς ὢν Χριστὸς ὁ Θεὸς καὶ [ὁ αὐτὸς οὗτος εἰπὼν, Χριστὸς ὁ Θεὸς καὶ] ἄνθρωπος καὶ τῆς θείας ἐνεργείας τὴν δυναστείαν, καὶ τῆς ἀνθρωπίνης φύσεως τὴν ἐνέργειαν ἔχειν αὐτὸν δείκνυσι, καὶ ἑκάτερα μετ' ἀλλήλων ἀκὲραια διὰ τῆς θεωρητικῆς διακρίσεως σημαίνει.
98Agatho papa, Epistolae, 87, 1191B
Καὶ ὅτι ἑκάτερα καὶ τὰ τῆς θείας δυνάμεως καὶ τὰ τῆς οἰκονομίας τῆς ἀνθρωπίνης ἕνα καὶ τὸν αὐτὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸ ἑκάτερον ὄντα ταῖς ἰδίαις φύσεσι πεπραχέναι προμηνύει, ὃς καὶ θείαν ἐνέργειαν μίαν ἔχει ἐξ ἰδίου σὺν τῷ Πατρὶ, καὶ χρονικὴν ἀνθρωπίνην ἐνέργειαν ὑπὲρ ἡμῶν γενόμενος ἄνθρωπος ἐν ἑαυτῷ προσέλαβεν ἀνελλιπῶς, ἵνα ἀληθῶς ἑκάτερον γένηται, καὶ ἐκ τῶν φύσεων ταῖς ἰδίαις ἐνεργείαις γνωρισθῇ [ὑπάρχῃ καὶ ἐκ τῶν ἰδίων ταῖς φύσεσιν ἐνεργειῶν γνωρισθῇ ex L.], ὅπερ ἦν.
99Agatho papa, Epistolae, 87, 1191B
Ὁ ἅγιος δὲ Ἀθανάσιος ὁμοίως ὁ ὁμολογητὴς τοῦ Χριστοῦ ἐν τῷ τετάρτῳ λόγῳ τῷ κατὰ Ἀρειανῶν τὰ ἴσα ἡμᾶς ἐκδιδάσκει.
100Agatho papa, Epistolae, 87, 1191D
Πῶς σοφῶς ἐνταῦθα ὁ ἀξιομνημόνευτος Πατὴρ ἐκ τῶν ποιοτήτων τῶν ἐνεργειῶν τῶν φύσεων τῶν ἐν τῷ Χριστῷ τὴν διαφορὰν διδάσκει νοεῖσθαι· καί ὡς τὰ πράγματα αὐτὰ πρὸ ὀφθαλμῶν χειρίζων τῇ χειρὶ τῆς πνευματικῆς διδασκαλίας τοῖς ἀναγινώσκουσι δείκνυσιν, ἡνίκα λέγει, εἶναι ἑνὸς τὰ ἑκάτερα πράττεσθαι, τουτέστιν ἑκατέρας τὰς ἐνεργείας, τὰ θεῖα δηλονότι καὶ τὰ ἀνθρώπινα ἐξ ἑνὸς καὶ τοῦ αὐτοῦ προέρχεσθαι; Καὶ ὑπομιμνήσκει μὴ δύνασθαι πλανᾶσθαι τὸν κατὰ ταύτην τὴν ὀρθὴν νόησιν πιστεύοντα.
101Agatho papa, Epistolae, 87, 1191D
Ὡσαύτως ἡνίκα λέγει τὸ, Ἔλεγε καὶ ἅμα ἐποίει τὰ ἀνθρώπινα, διδάσκει καθὸ τῆς ἀνθρωπίνης ἐν ἑαυτῷ ἐνεργείας, ὡς καὶ τῆς λαλιᾶς τὴν ἰδιότητα εἶχεν.
102Agatho papa, Epistolae, 87, 1191D
Ἑὰν γὰρ ἀνθρωπίνως οὐκ ἐνήργησεν, οὔτε ἐλάλησε· κᾂν εἰ τὰ μάλιστα καὶ ὅτε ἀνθρωπίνως ἐλάλησε καὶ ἐνήργησεν, ἅμα ἐνήργει καὶ ὡς Θεὸς.
103Agatho papa, Epistolae, 87, 1194B
Πῶς γὰρ ἡ αὐτὴ φύσις ἐδύνατο ἐλάττων εἶναι, καὶ ἴση; Πῶς δὲ ἐὰν ἐλάττων ἐστὶ, τὰ αὐτὰ ποιεῖ ὁμοίως, ἅπερ ὁ Πατὴρ ποιεῖ; Καὶ γὰρ τίνα τρόπον ἡ αὐτὴ ἐνέργεια διαφόρου ἐστὶ δυνάμεως; Μήτοι οὕτω δύναται ἐνεργεῖν ὁ ἥττων, καθ' ὃν τρόπον ὁ μείζων; ἡ μία ἐνέργεια δύναται εἶναι, ὅπου διάφορος οὐσία ἐστί; Τοίνυν λάβε τὸν Χριστὸν κατὰ τὴν θεότητα μὴ δύνασθαι ἐλάττονα λέγεσθαι.
104Agatho papa, Epistolae, 87, 1194C
Εἰ καὶ τὰ μάλιστα ἐν τῷ ἑνὶ Δεσπότῃ Ἰησοῦ Χριστῷ τῷ ἀληθεῖ τοῦ Θεοῦ καὶ τοῦ ἀνθρώπου Υἱῷ, τοῦ τε Λόγου καὶ τῆς σαρκὸς ἓν ὑπάρχει τὸ πρόσωπον, ὅπερ ἀχωρίστως καὶ ἀδιαιρέτως κοινὰς εἶχε τὰς πράξεις, δεῖ νοεῖν ὅμως αὐτῶν τῶν ἔργων τὰς ποιότητας, καὶ τῇ κατανοήσει τῆς εἰλικρινοῦς πίστεως δεῖ καθορᾷν, ἐπὶ ποῖα μὲν ἡ τῆς σαρκὸς προάγεται ταπεινότης, ἐπὶ ποῖα δὲ τὸ ὕψος τῆς θεότητος ἐπικλίνεται.
105Agatho papa, Epistolae, 87, 1194D
Δέδωκε γὰρ, ὅτε ἠβουλήθη, τῇ φύσει καιρὸν τὰ ἑαυτῆς ἐνεργῆσαι.
106Agatho papa, Epistolae, 87, 1194D
Οὐκοῦν τὰ θεοπρεπῶς εἰρημένα τε καὶ πρεπραγμένα δεικνῦσι τὸν Σωτῆρα Θεόν· καὶ πάλιν τὰ ἀνθρωπίνως εἰρημένα τε καὶ γεγονότα δεικνῦσι κατὰ ἀλήθειαν ἄνθρωπον.
107Agatho papa, Epistolae, 87, 1195A
Ταύτην ἔχοντας [ἔχοντος] τοῦ μυστηρίου τὴν δύναμιν, πῶς οὐκ ἄτοπον σκανδαλίζεσθαι τοὺς ἀκροωμένους ἀνθρωπινώτερον ἔσθ' ὅτε λαλοῦντος αὐτοῦ; Λαλεῖ γὰρ ὡς ἄνθρωπος, λαλεῖ δὲ καὶ ὡς Θεὸς ἔχων ἐν ἀμφοτέροις τὴν ἐξουσίαν· φαίνεται δὲ [καὶ] τούτων τῶν ἁγίων Πατέρων ὁ σκοπὸς τῇ πνευματικῇ διακρίσει τοῖς ὁρῶσιν, ὅτι κατὰ τὸν τῆς πίστεως κανόνα τῆς καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας δύο ἐνεργείας ἐν τῷ Χριστῷ, τουτέστι θείαν καὶ ἀνθρωπίνην, γνωρίζουσιν, ἐπὰν ὁ ἅγιος Διονύσιος μὲν λέγῃ, διακεκριμένως [διακεκριμένην] εἶναι τὴν ἐνέργειαν τοῦ Χριστοῦ, ἥτις καθ' ἡμᾶς ἐστιν ἐξ ἡμῶν· καὶ ἐκ τούτου ὁλικῶς καὶ ἀληθῶς τὸν ἐνανθρωπήσαντα Θεὸν Λόγον ἐπιγινώσκεσθαι ὡσαύτως ἡνίκα λέγει δρᾷν καὶ παθεῖν τὰ πρόσφορα τῇ ἀνθρωπίνῃ αὐτοῦ θεουργίᾳ [εἰ καὶ θείως συμβαίνουσι], καθ' ἣν ὁ Θεὸς ὁ Πατὴρ καὶ Πνεῦμα τὸ ἅγιον κατ' οὐδένα λόγον [τρόπον] αὐτῇ κοινωνοῦσιν.
108Agatho papa, Epistolae, 87, 1195C
Εἰ οὖν κατ' ἄλλην ἐνέργειαν μία ἐστὶ τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος ἡ ἐνέργεια, καὶ κατ' ἄλλην κατ' οὐδένα λόγον ὁ Πατὴρ, καὶ τὸ Πνεῦμα τῷ αὐτῷ φυσικῷ λόγῳ κοινωνοῦσι, δύο ἀναμφιβόλως ἐνέργειαι ἐν τῷ ἑνὶ καὶ τῷ αὐτῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ Θεῷ ἀληθινῷ καὶ τελείῳ, καὶ ἀνθρώπῳ ἀληθινῷ καὶ τελείῳ λεχθήσονται· καὶ ἐν ὃσῳ δείκνυσιν ὁ μέγας διδάσκαλος Ἀμβρόσιος μὴ δύνασθαι διαφόρου δυνάμεως μίαν ἐνέργειαν ὑπάρχειν, μηδὲ τὴν ἐλάσσονα δύνασθαι ἐνεργεῖν τὰ τῆς μείζονος· οὔτε ὅπου διάφορος οὐσία ἐστὶ, μίαν δύνασθαι νοεῖσθαι τὴν ἐνέργειαν ἀποδείκνυσι, φανεροῖς μηνύμασι τὸ μὴ δύνασθαι μίαν φυσικὴν ἐνέργειαν ἔχειν τὴν θεότητα καὶ τὴν ἀνθρωπότητα τοῦ Χριστοῦ, εἰ καὶ ἑνὸς προσώπου εἶναι γινώσκονται, καὶ μετὰ τῆς ἀλλήλων κοινωνίας ἐνεργεῖν θεωροῦνται· ὅπου τοίνυν μείζων καὶ ἐλάττων ἐνέργεια λέγεται, οὐ περὶ μιᾶς, ἀλλὰ περὶ δύο φυσικῶν τοῦ ἑνὸς Χριστοῦ ἐνεργειῶν φανεροῦται· καὶ ἐπὰν ὁ ἐκδικητὴς τῆς ἀληθείας ὁ ἅγιος Λέων πρὸς τὸν ὁμολογητὴν τοῦ Χριστοῦ Φλαβιανὸν ἐν τῷ δογματικῷ τόμῳ ἔφρασε φάσκων· Ἐνεργεῖ γὰρ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας ὅπερ ἴδιον ἔσχηκε.
109Agatho papa, Epistolae, 87, 1195D
Καὶ ἀκολούθως κατὰ τὸν τῆς διανοίας λόγον διακρίνει τὸν Λόγον ὅπερ ἐστὶ τοῦ Λόγου ἐνεργοῦντα, καὶ τὸ σῶμα ὅπερ ἐστὶ τοῦ σώματος ἐκτελοῦν, καὶ μιᾶς ἑκάστης φύσεως τὰ πρόσφορα ἔργα θεωρεῖται, εἰ καὶ τὰ μάλιστα ταύτας ἀπὸ τῆς ἀλλήλων κοινωνίας οὐ χωρίζει, αὐτοῖς τοῖς πράγμασι δείκνυσιν ὁ ἐξαίρετος ἀρχιερεὺς, μᾶλλον δὲ καὶ πᾶσα σὺν αὐτῷ τῆς ἁγίας ἐν Χαλκηδόνι συνόδου ἡ κοινότης, ὅτι καὶ θεότης τοῦ Χριστοῦ φυσικὴν ἐνέργειαν ἀσυγχύτως ἐν τῇ ἑνώσει ἐφύλαξε, καὶ ἡ ἀνθρωπότης αὐτοῦ τὰ πρὸς ἐνέργειαν τῆς ἀνθρωπίνης οὐσίας ἁρμόζοντα ἐξετέλεσε.
110Agatho papa, Epistolae, 87, 1198B
Ὁμοίως δὲ καὶ ὁ ἅγιος Νυσσαεὺς Γρηγόριος, δεδωκέναι λέγων τὸν Σωτῆρα Κύριον τῇ ἀνθρωπίνῃ φύσει, ἣν ἐν ἑαυτῷ ἔσχε, καιρὸν τὰ ἴδια ἐνεργῆσαι, φανερώτερον ὑπέδειξεν [ἀπέδειξεν], ὅτι καὶ ἡ ἀνθρωπίνη φύσις, ἥτις ἐστὶν ἐν τῷ Χριστῷ, ἔσχε τῆς οἰκείας ἐνεργείας τὸ φυσικὸν ἀποτέλεσμα.
111Agatho papa, Epistolae, 87, 1199D
Εἰ τοίνυν μία ἐστὶ καὶ ἡ αὐτὴ, μία καὶ τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ κοινή ἐστιν, ὅπερ ἀλλόκοτόν ἐστι λέγεσθαι, οὐκοῦν ἐπὰν ὁ Υἱὸς τοῦ Θεοῦ ὁ αὐτὸς Θεὸς καὶ ἄνθρωπός ἐστι, τὰ ἀνθρώπινα ἐνεργήσας ἐπὶ τῆς γῆς, ὁμοίως σὺν αὐτῷ καὶ ὁ Πατὴρ φυσικῶς ἐνήργησεν, ἐπειδὴ ἃ ὁ Πατὴρ ποιεῖ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ.
112Agatho papa, Epistolae, 87, 1199D
Εἰ δὲ, ὅπερ ἡ ἀλήθεια περιέχει, ἐν ὅσῳ ἀνθρώπινά τινα ἐνήργησεν ὁ Χριστὸς, πρὸς μόνον τὸ πρόσωπον αὐτοῦ ὡς Υἱοῦ ἐπαναφέρεται, ἅ τινα οὐκ ἔστι τὰ αὐτὰ, οἷα καὶ τοῦ Πατρὸς, [ὅπερ οὐκ ἔστι ταὐτὸν τῷ Πατρὶ, κατ' ἄλλο ex Lat.
113Agatho papa, Epistolae, 87, 1202A
Ὅπως [τούτων] δὲ καὶ τῶν θεομισήτων αἱρετικῶν, ὧν καθὼς τὰς προσηγορίας ὁμοίως βδελυττόμεθα καὶ τὰ ῥήματα, πρὸς ἔνδειξιν καὶ μόνον τούτων, οἷς τισιν οἱ τοῦ καινοῦ δόγματος ἐφευρεταὶ ἓν ἐν τῷ Χριστῷ λέγοντες θέλημα καὶ ἐνέργειαν ἠκολούθησαν, ὀλίγα τινὰ ἐκ τῶν καταράτων αὐτῶν ῥημάτων ἐπισυνήψαμεν· Ἀπολλιναρίου αἱρετικοῦ κατὰ Διοδώρου πρὸς τὸ κείμενον ἐν τῷ ἠδίκτῳ τῆς ὀρθοδόξου πίστεως τοῦ ἐν εὐσεβεῖ τῇ μνήμῃ Ἰουστινιανοῦ τοῦ βασιλέως· Ὄργανον καὶ τὸ κινοῦν μίαν πέφυκεν ἀποτελεῖν τὴν ἐνέργειαν· ὧν δὲ μία ἐνέργεια, τούτων μία ἐστὶν οὐσία, μία ἄρα οὐσία τοῦ Λόγου καὶ τῆς σαρκός.
114Agatho papa, Epistolae, 87, 1202A
Τοῦ αὐτοῦ ἐν τῷ λόγῳ τῷ προγεγραμμένῳ, Εἰς τὰ ἐπιφάνια τῆς ἐνανθρωπήσεως τοῦ Θεοῦ Λόγου.
115Agatho papa, Epistolae, 87, 1202D
Θεοδοσίου αἱρετικοῦ Ἀλεξανδρέως ἀπὸ τοῦ τόμου τοῦ παρ' αὐτοῦ γραφέντος Θεοδώρᾳ τῇ Αὐγούστῃ· Ὡς λοιπὸν καὶ ἐνέργειαν εἶναι τοῦ συναμφοτέρου θεοπρεπῆ μίαν, ἐπεὶ καὶ ἑνὸς εἶναι καὶ τοῦ αὐτοῦ φαμεν τὰ θεοπρεπῆ θαύματα, καὶ τὰ φυσικὰ πάντα καὶ ἀδιάβλητα πάθη.
116Agatho papa, Epistolae, 87, 1202D
Καὶ πάλιν· Οἰκειούμενος μὲν τὰ αὐτῆς, τουτέστι τὰ τῆς σαρκὸς, ἐμποιήσας δὲ καὶ αὐτῇ τῆς ἰδίας φύσεως τὴν ἐνέργειαν.
117Agatho papa, Epistolae, 87, 1203A
Κῦρος ὁ Ἀλεξανδρεὺς ἐν τῷ ἑβδόμῳ κεφαλαίῳ τῶν ὅρων αὐτοῦ πρὸς τὸν τόπον· Καὶ τὸν αὐτὸν ἕνα Χριστὸν, καὶ ἕνα Υἱὸν ἐνεργοῦντα τὰ θεοπρεπῆ καὶ ἀνθρώπινα μιᾷ θεανδρικῇ ἐνεργείᾳ κατὰ τὸν ἐν ἁγίοις Διονύσιον.
118Agatho papa, Epistolae, 87, 1203B
Ὁμοίως Σεργίου τοῦ Κωνσταντινουπόλεως ἐκ τοῦ ἀντιγράφου πρὸς Κῦρον τὸν Ἀλεξανδρείας· Ἔφητε τοίνυν (καλὸν γάρ ἐστι καὶ αὐταῖς ταῖς ἱεραῖς ὑμῶν φωναῖς χρήσασθαι) ὡς ἕνα καὶ τὸν αὐτὸν Χριστὸν ἐνεργεῖν τὰ θεοπρεπῆ καὶ ἀνθρώπινα μιᾷ ἐνεργείᾳ, καὶ ταῦτα εὐσεβῶς, καὶ ἄγαν ἠκριβωμένως ἐξέθεσθε.
119Agatho papa, Epistolae, 87, 1210A
Καὶ γὰρ ἡ πνευματικὴ εὐωδία τῆς γνώσεως, ὅθεν τῶν [ἣν τῶν] Πατέρων ἀναπνέει τὰ ῥήματα, ἐνώπιον τῶν ὀφθαλμῶν καθέστηκε, καὶ τῶν αἱρετικῶν ἡ ἀπάνθρωπος δυσωδία ἀπὸ Πάντων τῶν πιστῶν ἐξουδενώθη· καὶ ὅτι οἱ τοῦ [ἐξουδενωθῇ καὶ ἐπειδὴ οἱ τοῦ] καινοῦ δόγματος ἐφευρεταὶ τῶν αἱρετικῶν ἀκόλουθοι ἐδείχθησαν, καὶ οὐ τοῖς ἁγίοις Πατράσιν ἑπόμενοι, μήτε τοῦτο ἀπέμεινεν [ἀπομείνῃ] ἄγνωστον· τοιγαροῦν ὁσονδήποτέ τις τὴν ἰδίαν πλάνην θελήσει χρωματίσαι, ἀπὸ τοῦ φωτὸς τῆς ἀληθείας ἐλέγχεται, καθὼς καὶ ὁ Ἀπόστολος τῶν ἐθνῶν διδάσκει· « Πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστιν· » ἐπειδὴ ἡ ἀλήθεια ἀεὶ σταθερὰ καὶ ἡ αὐτὴ διαμένει, τὸ δὲ ψεῦδος ἀεὶ ποικίλλεται, καὶ ἐν τῷ ποικίλλεσθαι φανεροῦται, καὶ ἐξελέγχεται ἑαυτῷ τοῦτο ἐναντίον εἶναι.
120Agatho papa, Epistolae, 87, 1210A
Ἐκ τούτου γὰρ καὶ ἑαυτοὺς τὰ ἐναντία διδάσκειν ἐδείχθησαν οἱ τοῦ καινοῦ δόγματος ἐφευρεταὶ, ὅτι τῆς εὐαγγελικῆς καὶ ἀποστολικῆς πίστεως ἀκόλουθοι εἶναι οὐκ ἠθέλησαν.
121Agatho papa, Epistolae, 87, 1210C
Οὐδὲ γὰρ εὔλογόν ἐστιν, ἵνα οἱ ὑπεύθυνοι τοὺς ἀνευθύνους βλάψωσιν, ἢ τοὺς ἀναιτίους τῶν ἄλλων τὰ πλημμελήματα καταλάβωσιν· ὁπόταν κᾄν εἰ ἐν τούτῳ τῷ κόσμῳ τοῖς κατακεκριμένοις συγχωρηθῇ, καθὼς αὐτοὶ οἱ συγχωρούμενοι οὐδεμιᾶς εὐεργεσίας αἰσθάνονται [αἰσθάνοντας] ἐν τῇ κρίσει τοῦ Θεοῦ, οὕτω τοῖς φειδομένοις οὐκ ἐλάχιστος ὑπὲρ τῆς ἀναρμοδίου συμπαθείας ὁ κίνδυνος ἐπισωρεύεται.
122Agatho papa, Epistolae, 87, 1211A
» Ὅθεν ὑπὲρ τοῦ τοιούτου Θεαρέστου ζήλου ἐπαινεθεὶς ἐκείνην τὴν μακαρίαν φωνὴν ἀκοῦσαι ἀπὸ τοῦ Δημιουργοῦ τῶν ὅλων ἠξιώθη· « Ηὗρον Δαβὶδ ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματα μου.
123Agatho papa, Epistolae, 87, 1211C
Ὅθεν καὶ ἔπαινος ἀπὸ πάντων τῶν ἐθνῶν τῶν Χριστιανῶν, καὶ αἰωνίζουσα μνήμη, καὶ συνεχὴς εὐχὴ πλεονάσει ὑπὲρ ῥώσεως, καὶ τῆς δωρηθησομένης τροπαιούχου καὶ τελείας νίκης ἀπὸ τοῦ Δεσπότου Χρίστοῦ, οὗτινος καὶ τὸ πρᾶγμα ἐστιν, ὅπως τῆς ἀνωτάτης μεγαλειότητος τῷ φόβῳ πληγέντα τὰ γένη τῶν ἐθνῶν ὑπὸ τοῖς σκηπτροις τοῦ ῥωμαλέου ὑμῶν κράτους τοὺς ἑαυτῶν αὐχένας ταπεινωθέντες ὑποστρώσωσιν, ἵνα τῆς ὑμετέρας εὐσεβοῦς βασιλείας κραταιωθῇ ἡ δυναστεία, ἕως τὸ χρονικὸν κράτος ἡ διαιωνίζουσα μακαριότης τῆς οὐρανίου [ἀιδίου] διαδέξηται βασιλείας.
124Agnellus sive Andreas Ravennatensis, Liber Pontificalis, 106, 0523A (auctor c.805–c.846)
Distinguit autem Agnellus aedem quinque Dagubitas a triclinio tanquam totum a parte, et aedem quasi διὰ πέντε τὰ ἀκούβιτα propter quinque accubita a triclinio, singulari videlicet loco, ubi conviviis episcopus cum praecipuis clericorum et laicorum, certis solemnitatibus, accumbebat.
125Agnellus sive Andreas Ravennatensis, Liber Pontificalis, 106, 0565C (auctor c.805–c.846)
IX. Inter opera magnifico sumptu Chrysologo curante excitata secundo loco recensetur domus intra episcopium Ravennatis Ecclesiae, quam dixere Tricoli, eo quod, inquit noster, tria cola contineret, quia videlicet in tria insignia membra distinguebatur, quae Graeci τὰ κῶλα dixere, unde τρικῶλον quod tria membra habet.
126Agnellus sive Andreas Ravennatensis, Liber Pontificalis, 106, 0594C (auctor c.805–c.846)
Ea de re Ducangius idem, qui in Glossario Graecitatis ex codice Alatiano agnoscit decanos inter minores officiales Ecclesiae, quorum munus sic describitur: Ὁ δεκανὸς τάσσει τοὺς ἱερεῖς ἐν τοῖς ἐρκομένοις αὐτῶν δικαιώμασι· et rursus: Ὁ δεκανὸς ἵνα κᾶλη τοὺς ἱερεῖς εἰς τὰ αὐτῶν δικαιώματα καὶ προσφερέματα.
127Aldhelmus Schireburnensis, De laudibus virginitatis, 89, 0125C (auctor 640-709)
Cuius somnii coniectura colligi et his argumentis animadverti fas est eumdem huiuscemodi meritorum munificentia praeditum, illaesae puritatis coronam usque ad metam sortis supremae indefessis viribus usquequaque custodisse, praesertim cum de illo cantum [Bodl., cautum] sit: Huius neque vita aliquid probabilius et sanctius, neque eloquentia clarius et illustrius, neque fide purius et rectius, neque scientia plenius et perfectius inveniri potest; quod Ruffinus, mira verborum urbanitate praeditus, in prologo apologetico plenius exposuit: Basilius pontifex et celeberrimus Cappadox, Athenis aeque ut praefatus collega rhetoricis sophismatum edoctus disciplinis, qui regularem monasticae conversationis normam reciprocis schedarum sciscitationibus vicaria litterarum relatione respondens luce clarius ad liquidum digessit, nec non ἔργα τὰ Ἑξαμέρων, id est, opera sex dierum, quae in Latinum translata leguntur, mira eloquentiae disertitudine fretus edidit; is inquam, quod integritatis gratia incorruptus corporaliter floruerit ex ipsius elogio coniecturam capesso, ita prosequentis: Et feminam non cognosco et virgo non sum; vetus quippe consuetudo peritorum esse fertur concionatorum, qui pro rostris in edito stantes, popularibus catervis concionantur, ut in diversae concionis cuneo et dispari sexu, ceu propria ita interdum aliena fruniscantur persona [Bodl., fruriscantur personae], atque attonitis auditoribus ignarisque auscultatoribus arcana mentis ipsorum recludentes, et abstrusa praecordiorum reserantes facundi sermonis clave patefaciant.
128Ambrosius Mediolanensis, Fragmentum ex Theodoreto desumptum, 16, 0849A (auctor 340-397)
Καὶ ὅτι κατὰ τὴν μακαρίαν τῆς θεότητος οὐσίαν ἄτρεπτος, ἀναλλοίωτος, ἀπαθὴς, ἀθάνατος, ἀνενδεὴς διατελῶν, πάντα τὰ πάθη εἴασε κατὰ συγχώρησιν τῷ οἰκείῳ ἐπενεχθῆναι ναῷ, καὶ τοῦτον τῇ οἰκείᾳ ἀνέστησε δυνάμει, διὰ τε τοῦ οἰκείου ναοῦ τελείαν τὴν ἀνανὲωσιν τῆς ἡμετέρας ἐξειργάσατο φύσεως.
129Ammianus Marcellinus, Rerum gestarum libri qui supersunt, 17, 4; 28 (auctor c.330–c.391)
οὗ τὰ ἀγαθὰ ἐν παντὶ διαμένει καιρῷ ⋅ ὃν Ἄμμων ἀγαπᾷ, πληρώσας τὸν νεὼν τοῦ φοίνικος ἀγαθῶν.
130Ammianus Marcellinus, Res gestae, 17, 4, 20; 33 (auctor c.330–c.391)
οὗ τὰ ἀγαθὰ ἐν παντὶ διαμένει καιρῷ.
131Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0569D
Τρανώτερον δὲ κᾂν τοῖς ἑξῆς παρίστησιν, ὡς ὁ λόγος ἦν αὑτῷ μόνον τὸ ἐμπαθὲς, ἀλλ' οὐ τὸ φυσικὸν ἐπὶ τοῦ Σωτῆρος ἀποδιορίσασθαι θέλημα· καὶ ὅτιπερ, κᾂν τῷ φυσικῷ καὶ ἀνθρωπίνῷ, πρὸς τὸ πατρικὸν καὶ θεῖον συνέβαινε μὲν, οὐδεμίαν τὴν ἐξ ἀντιπράξεως ἔχων πρὸς ἐκεῖνο διαφορὰν, ὑποτύπωσιν δὲ διδοὺς ἡμῖν ἑαυτὸν, τὸ οἰκεῖον ἑκουσίως ὑπέταττεν· συνίστα δὲ τὸ πατρικὸν, ᾧ ἂν καὶ ἡμεῖς ἐκμιμούμενοι, τὸ ἑαυτῶν ἀθετήσαντες, τὸ θεῖον διὰ πάσης σπουδῆς ἐκπληρώσωμεν, λέγων οὕτως· « κᾂν γέγραπται, ὅτι οὐκ ἦλθον ποιῆσαι τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τοῦ πέμψαντός με πατρός· » καὶ, « οὐχ ὃ ἐγὸ θέλω, ἀλλ' ὅ τι σὺ, Πάτερ· οὔκ εἰσι ταῦτα διαφόρου θελήματος, τουτέστιν ἐναντίου καὶ ἀντιπράττοντος· ἀλλὰ τῆς προσληφθείσης ἀνθρωπίνης οἰκονομίας οἰκειουμένης συμπαθῶς τὰ ἡμέτερα.
132Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0571B
Τὸ γὰρ οὐκ ἐναντίον, φυσικὸν πάντως, καὶ οὐδεὶς ἀντερεῖ· οὐδὲν γὰρ ἐν τῇ φύσει ἢ τοῖς κατὰ φύσιν παντελῶς ἐναντίον. Δέος οὖν πολλὰ βαίνειν [f. ἐπιβαλεῖν], ὃ μὴ κυρίως ἐν τοῖς ἑαυτοῦ γέγραφε λόγοις, καὶ μηχανᾶσθαι τοὺς δι' ἐναντίας οἰκείας δοξης ὡς οὐκ ἀρίστης ἐπικάλυμμα ποιεῖν τ' ἀνδρὸς τὰ γράμματα, καθ' ἕτερον ταῦτα παρὰ τὸν ἐκείνου σκοπὸν παρεξηγουμένους.
133Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0605B
Λέγει ὁ τοῦ Θεοῦ δοῦλος· Εὐχαριστῷ τῷ Θεῷ, καθαίροντί με τῶν ἑκουσίων κακῶν, δι' ἀκουσίου κολάσεως· « Πλὴν, οὐαὶ τῷ κόσμῷ ἀπὸ τῶν σκανδαλῶν, ἀνάγκη γὰρ ἐλθεῖν τὰ σκάνδαλα· Οὐαὶ δὲ δι' οὗ σκάνδαλον ἔρχεται.
134Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0605B
» Ὄντως οὐκ ἔδει τοιαῦτα λαλεῖσθαι παρουσίᾳ χριστιανῶν, οὐδὲ ἀτιμωρήτους μένειν τοὺς τὰ τοιαῦτα πράττοντας πρὸς τὸ ἀρέσαι ἀνθρώποις, σήμερον οὖσι, καὶ αὔριον οὐκ οὔσι.
135Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0605C
Ἀπροαίρετον γὰρ πρᾶγμα τὸ ὄναρ· Μόνα δὲ τὰ προαιρετικὰ κολάζει ὁ νόμος, εἴπερ αὐτῷ ἐναντιοῦται.
136Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0609B
Καὶ οὐ κατεδέξαντο οἱ θεοφόροι πατέρες ἡμῶν, ἀλλ' εἴλοντο μᾶλλον διώκεσθαι καὶ ἀποθανεῖν, ἢ σιωπῆσαι φωνὴν παραστατικὴν τῆς μιᾶς τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος ὑπερουσίου Θεότητος· καὶ ταῦτα συνεπιτιθεμένου τοῖς τὰ τοιαῦτα προτείνουσι τοῦ μεγάλου Κωνσταντίνου, καθὼς πολλοῖς ἱστόρηται τοῖς φιλοπόνως τὰ τότε γενόμενα γράψασι.
137Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0609B
Οὐδὲ γὰρ παρίσταται θυσιαστηρίῳ, καὶ μετὰ τὸν ἁγιασμὸν τοῦ ἄρτου ὑψοῖ αὐτὸν, λέγων, τὰ ἅγια τοῖς ἀγίοις.
138Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0609C
Οὔτε βαπτίζει, οὔτε μύρου τελέτην ἐπιτελεῖ, οὔτε χειροθετεῖ, καὶ ποιεῖ ἐπισκόπους, καὶ πρεσβυτέρους, καὶ διακόνους, οὔτε χρίει ναοὺς· Οὕτε τὰ σύμβολα τῆς ἱερωσύνης ἐπιφέρεται, ὠμοφόριον καὶ τὸ Εὐαγγέλιον, ὥσπερ τῆς βασιλείας τόν τε στέφανον καὶ τὴν ἀλουργίδα.
139Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0609C
Ὡς δέ γε κατὰ τὴν τάξιν Μελχισεδὲκ ἕτερον εἶναι λέγεις βασιλέα καὶ ἱερέα, καὶ τὰ λοιπὰ τόλμήσον εἰπεῖν, τὸ· « Ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητον, μήτε ἀρχὴν ἡμερῶν, μήτε τέλος ζωῆς ἔχοντα.
140Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0611A
Καὶ λέγει πρὸς αὐτόν· Εἰ ὁ λέγων τὰ τῶν ἁγίων γραφῶν, καὶ τὰ τῶν ἁγίων Πατέρων σχίζει τὴν Ἐκκλησίαν, ὁ ἀναιρῶν τὰ τῶν ἁγίων δόγματα, τί δειχθήσεται τῇ Ἐκκλησίᾳ ποιῶν, ὧν χωρὶς, οὐδὲ αὐτὸ τοῦτο, Ἐκκλησίαν εἶναι δυνατόν; Καὶ στραφεὶς ὁ σακελλάριος εἶπε τοῖς ἀνθρώποις τοῦ ἐξάρχου μετὰ κραυγῆς· Εἴπετε τῷ ἐξάρχῳ, τοιοῦτον ἄνθρωπον ὤφειλες ἐάσαι ζῇν ὅπου ἄρχεις; Καὶ λαβόντες αὐτὸν ἔξω, εἰσάγουσι τὸν μαθητήν· καὶ ἀπαιτοῦντες αὐτὸν, κατειπεῖν τοῦ ἐπιστάτου, ὡς θλίψαντος Πύῤῥον, ἀπεκρίνατο ἠρεμαίᾳ τῇ φωνῇ τὰ τῆς ἀληθείας, ὅτι οὐδεὶς ἐτίμησε Πύῤῥον ὡς ἐτίμησε, καὶ πελεύεται κράξαι; Καὶ ἐπείπερ οὐ κατεδέξατο τῆς πρεπούσης μοναχοῖς εὐλαβοῦς φωνῆς ξενωθῆναι, κελεύει τυπῆναι αὐτὸν ὑπὸ τῶν παρεστώτων· Καὶ πυγμαῖς αὐτὸν βαλόντες, ἡμιθανῆ αὐτὸν πεποιήκασι.
141Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0611A
Καὶ ἀπολύσαντες αὐτοὺς εἰς τὰ δεσπωτήρια, καταλαμβάνει τὸν γέροντα ὁ Μηνᾶς, λέγων παρουσίᾳ τῶν ἀρχόντων· Ἐβαλέ σε ὁ Θεὸς, καὶ ἤγαγέ σε ὧδε, ἵνα ἀπολάβῃς, ὅσα εἰς ἄλλους ἐποίησας, πλανῶν πάντας εἰς τὰ Ὠριγένους δόγματα.
142Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0611D
Οὐ γὰρ ἐσκόπουν τὰ τῶν ἄλλων, ἀλλ' ἐσκόπουν ὅπως ἂν αὐτοὶ μὴ ἐκπέσωσι τῆς ἀληθοῦς εὐσεβείας.
143Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0615B
Καὶ μικρὸν σιωπήσαντες, ἀλλήλοις προσνεύσαιτες λέγουσι· Πόθεν δύνασαι δεῖξαι, ὅτι τὰς συνόδους ἐκβάλλουσιν οἱ θρόνου Κωνσταντινουπόλεως; Καὶ λέγει αὐτοῖς· Ἤδη δέδεικται μερικῶς διὰ τῶν ἐν Ῥώμῃ λαληθέντων παρ' ἐμοῦ πρὸς τὸν κύριον Γρηγόριον, τὸν ἀσηκρῆτιν· Καὶ νῦν, εἰ παρίσταται τῷ δεσπότῃ τοῦτο δειχθήσεσθαι, κελεύσει δοθῆναι ἄδειαν τῷ ἀναξίῳ ὑμῶν δούλῳ, καὶ ποιῶ γνῶσιν βιβλίων, ὅτι τὰ ἐμὰ ἀφηρέθησαν, καὶ πᾶσι φανερὸν ποιῶ τοῦτο, χωρὶς οἱασδήποτε σκολιότητος λόγων.
144Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0617B
Πάντες ἔμαθον τὰς πανουργίας αὐτοῦ, ἃ ἐποίησε πρὸς τὸ λαθεῖν· ποτὲ μὲν λέγων, ὅτι ἀδελφαὶ αὐτοῦ εἰσι, ποτὲ δὲ, ὅτι διὰ τὸ μὴ κοινωνῆσαι τῇ Ἐκκλησίᾳ Κωνσταντινουπόλεως ἐπῇρε αὐτὰς, ἵνα μὴ χρανθῶσι τῇ αἱρετικῇ κοινωνίᾳ Ἀλλὰ καὶ πάλιν ἐὰν λείψῃ αὐτῷ σπατάλη, καὶ εὔρῃ χῶραν μὴ γνωρίζουσαν αὐτὸν, τὰ αὐτὰ ποιεῖ, αἰσχροῦ κέρδους χάριν, καὶ ῥυπαρᾶς ἡδονῆς.
145Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0617D
Καὶ εἶπε· καὶ ἤδη εἷπον, καὶ πάλιν λέγω, ὅτι ἐὰν μόνον ἓν λέγηται εἶναι ἀληθὲς, καὶ ὁ Σατανᾶς Θεὸς ἔστιν· εἰ δὲ οὐκ ἔστι Θεὸς, ἀλλ' ἀποστάτης, καὶ τὰ κατηγορηθέντα μου ψευδῆ, καὶ ἀνυπόστατα.
146Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0619A
Καὶ εἶπεν, ἐὰν ἔξω ἔβαλε τὰς συνόδους, πῶς εἰς τὰ δίπτυχα ἀναφέρονται; Καὶ λέγει· Καὶ τίς ὄνησις ὀνομάτων, τῶν δογμάτων ἐκβεβλημένων; Καὶ δύνασαι, ἔφη, τοῦτο δεῖξαι; Καὶ εἶπεν· Ἐὰν λάβῳ ἄδειαν, καὶ κελεύητε, δειχθῆναι ἔχω τοῦτο πάνυ εὐχερῶς.
147Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0619B
Ποία γέγονεν ἐπὶ τοῖς πεπραγμένοις συνοδικὴ καὶ κανονικὴ πρᾶξις ἀσφαλῶς ἔχουσα αὐτοῦ τὴν καθαίρεσιν; Πλὴν ἵνα καὶ κανονικῶς καθῃρέθη, οὐ ποιεῖ τοῦτο πρόκριμα τοῖς ὁρθοδόξως κατὰ τοὺς θείους κανόνας κυρωθεῖσιν, οἷς καὶ τὰ γραφέντα παρὰ τοῦ ἐν ἀγίοις πάπα Θεοδώρου συμβαίνουσι.
148Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0619C
Ταῦτα, ὅσα ἡ μνήμη κατέχει, τὰ κεκινημένα τε καὶ εἰρημένα· καὶ εἰς τοιοῦτον τὰ κατ' αὐτοὺς κατέληξε τέλος· ἄπολύσαντες καὶ τὸν ἅγιον γέροντα τοῦ σεκρέτου, ἐν τῇ φρουρᾷ.
149Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0619D
Συγχωρεῖ γὰρ κλύδονος μεγάλου αὑτοὺς πειραθῆναι, δοκιμάζων αὐτῶν τὴν περὶ αὐτὸν διάθεσιν, ἰνα μεγάλῃ τῇ φωνῇ κράξωσι· « Κύριε, σῶσον ἡμᾶς, ἀπολλύμεθα, » καὶ μάθωσι πάντα μόνῳ αὐτῷ ἐπιγράφειν, τὰ τῆς αὐτῶν σωτηρίας.
150Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0623A
Καὶ πρὸς τὸ γνῶναί σε, καὶ προσθήκην εὐχῆς τῷ Θεῷ ποιήσασθαι καὶ δεήσεως, ἐμφανῇ σοι τὰ δηλωθέντα πεποίηκα, παρακαλῶν τῷ κυρίῳ Θείῳ, καὶ τοῖς ἐκεῖ σὺν αὐτῷ Πατράσεν ἡμῶν ἁγίοις γνώριμα καταστῆσαι ταῦτα, τῆς αὐτῆς χάριν αἰτίας.
151Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0625C
ΤΟΜΟΣ Β. ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ καὶ ὁμολογητοῦ Μαξίμου, περὶ τῶν πρακθέντων ἐν τῇ πρώτῃ αὐτοῦ ἐξοριᾳ, ἤτοι ἐν Βιζύῃ· τὰ παρὰ τοῦ Θεοδοσίου ἐπισκόπου Καισαρείας Βιθυνιας, καὶ αὐτοῦ διαλεχθέντα.
152Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0625C
Τὰ κεκινημένα περὶ τῆς ἀμώμήτου ἡμῶν τῶν Χριστιανῶν πίστεως, καὶ τῆς τῶν δι' ἐναντίας παρεισάκτου καινοτομίας, μεταξὺ τοῦ ἀββᾶ Μαξίμου, καὶ Θεοδοσίου ἐπισκόπου Καισαρείας ἀναγκαῖον ἡγησάμην κατάδηλον ποιῆσαι πᾶσιν ὑμῖν τοῖς ἐν ὀρθοδοζίᾳ διατελοῦσιν, ἵνα ἀκριβέστερον τὰ περὶ τούτων εἰδέναι ἔχοντες, δοξάζητε μᾶλλον τὸν φιλάνθρωπον Θεὸν, τὸν διδόντα λόγον ἐν ἀνοίξει τοῦ στόματος τῶν φοβουμένων αὐτόν.
153Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0627A
Ποῖά ἐστι τὰ ἐφ' ἡμῖν, καὶ ποῖα τὰ οὐκ ἐφ' ἡμῖν; ΜΑΞ.
154Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0627B
Μὰ τὴν ἀλήθειαν τοῦ Θεοῦ, ἀγνοῶν ἠρώτησα, καὶ μαθεῖν τέλων τὴν διαφορὰν τῶν ἐφ' ἡμῖν, καὶ οὐκ ἐφ' ἡμῖν· καὶ πῶς τὰ μὲν ὐπὸ τὴν πρόγνωσιν τοῦ Θεοῦ ὐπάρχουσι, τὰ δὲ ὐπὸ τὸν προορισμὸν ὦσιν.
155Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0627B
Ἐφ' ἡμῖν ἐστι τὰ ἑκούσια πάντα, τουτέστιν ἀρέται καὶ κακίαι· οὐκ ἐφ' ἡμῖν δὲ, αἱ ἑπιφοραὶ τῶν συμβαινόντων ἡμῖν πολαστικῶν τρόπων, ἤ τῶν ἑναντίων· οὔτε γὰρ ἐφ' ἡμῖν ἑστιν ἡ κολάζουσα νόσος, οὔτε ἡ εὐφραίνουσα ὑγεία, καὶ αἱ ποιότητες καὶ αἱ τούτων αἰτίαι.
156Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0627D
Ἀλλ' ἐπειδὴ ἐπ' ἄλλῳ κεφαλαίῳ κᾀγὼ καὶ οἱ δεσπόται μοῦ οἱ μελλοπατρίκιοι πρὸς σὲ γεγόναμεν, καὶ τοσαῦτα διαστήματα ἤλθομεν, παρακαλοῦμέν σε τὰ παρ' ἡμῶν προτεινόμενα δέξασθαι, καὶ χαροποιῆσαι πᾶσαν τὴν ρἰκουμένην.
157Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0629C
Ἀρθῶσι τὰ προσκόμματα τὰ τεθέντα ὑπὸ τῶν εἰρημένων ἀνδρῶν, μετ' αὐτῶν ἐκείνων τῶν θεμένων αὐτὰ, καθὼς εἶπεν ὁ Θεὸς· « Καὶ τοὺς λίθους ἐκ τῆς ὁδοῦ διαῤῥίψατε, » καὶ τὴν λείαν καὶ τετριμμένην, καὶ πάσης ἀκανθώδους αἱρετικῆς κακίας ἐλευθέραν ὁδὸν τοῦ Εὐαγγελίου, καθάπερ καὶ ἦν εὑρίσκων, ὁδεύω πάσης δίχα προτροπῆς ἀνθρωπίνης Ἔως δὲ ἂν τοῖς τεθεῖσι προσκόμμασι, καὶ τοῖς τεθεικόσιν αὐτὰ σεμνύνωνται οἱ πρόεδροί Κωνσταντινουπόλεως, οὐδείς ἐστιν ὁ πείθων με λόγος ἢ τρόπος κοινωνεῖν αὐτοῖς.
158Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0631A
Πάλιν δὲ ἑτέραν εἰσάγοντες καινοτομίαν, ἀφαιρεῖσθε παντάπασι πάντα τὰ γνωριστικὰ καὶ συστατικὰ τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ, νόμοις καὶ τύποις θεσπίζοντες μήτε μίαν, μήτε δύο ἐπ' αὐτοῦ θελήσεις ἒ ἐνεργείας λέγεσθαι· ὅπέρ ἐστι πράγματος βανυπάρκτου.
159Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0631B
Οὐδὲν γὰρ τῶν ὄντων, εἴτε νοερόν ἐστιν, ἀφήρηται θελητικῆς δυνάμεως καὶ ἐνεργείας, εἴτε αἰσθητικὸν αἰσθητικῆς ἐνεργείας, εἴτε φυτικὸν, αὐξητικῆς καὶ θρεπτικῆς ἐνεργείας· εἴτε παντελῶς ἄψυχον, καὶ πάσης ἄμοιρον ζωῆς, τῆς καθ' ἐξιν λεγομένης ἐνεργείας καὶ ἐπιτηδειότητος Καὶ δηλοῦσι πάντα τὰ οὕτως ὄντα, ἀντιληπτὰ τυγχάνοντα ταῖς τῶν αἰσθητικῶν αἰσθήσεσιν.
160Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0631B
Ὥσπερ γὰρ ἐνέργειαν λέγομεν τῆς ὁράσεως τὸ ὁρᾷν, οὕτως καὶ τῶν ὁρωμένων τὸ ὁρᾶσθαι· καὶ τὰ λοιπὰ πάντα κατὰ τὸν αὐτὸν θεωροῦμεν γενόμενα τρόπον.
161Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0637B
Ἠκούσαμεν γὰρ λέγοντος τοῦ Δαβίδ· « Μακάριοι, οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ, ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτὸν· » ὡς μηδενὸς χωρὶς ἐρεύνης δυναμένου ἐκζητῆσαι τὸν Θεὸν.
162Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0637D
Καὶ πάλιν· « Θαυμαστὰ τὰ μαρτύριά σου, διὰ τοῦτο ἐξηρεύνησεν αὐτὰ ἡ ψυχή μου· » Τί δὲ, παραβολὰς καὶ αἰνίγματα καὶ σκοτεινοὺς λόγους ἐρευνᾷν ἡμᾶς βούλεται ὁ παροιμιακὸς λόγος; Τί δέ ὁ Κύριος ἐν παραβολαῖς λαλῶν βούλεται νοεῖν τοὺς μαθητὰς, διδάσκων τῶν παραβολῶν τὴν διάνοιαν; Τί δὲ προστάσσων· « Ἐρευνᾶτε τὰς γραφὰς, » ὠς μαρτυρούσας περὶ αὐτοῦ; Τί δὲ ὁ τῶν ἀποστόλων κορυφαῖος Πέτρος διδάσκειν βούλεται· « Περὶ ἧς σωτηρίας ἐξεζήτησαν, καὶ ἐξηρεύνησαν προφῆται, » λέγων; Τί δὲ Παῦλος ὁ θεῖος ἀπόστολος, λέγων· « Εἰ κεκαλυμμένον ἐστὶ τὸ Εὐαγγέλιον, ἀλλ' ἐν τοῖς ἀπολλυμένοις, ὧν ὁ Θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τοὺς ὀφθαλμοὺς τῆς διανοίας αὐτῶν, εἰς τὸ μὴ διαυγάσαι αὐτοῖς τὸν φωτισμὸν τῆς γνώσεως τοῦ Χριστοῦ; » Ὡς ἔοικεν, ἐξομοιωθῆναι ἡμᾶς βούλεσθε τοῖς Ἰουδαίοις, οἵ τινες ἁπλαῖς φωναῖς, ὡς λέγετε, τουτέστι μόνῳ τῳ γράμματι ὥσπέρ τινι φορυτῷ ἐγχώσαντες τὸν νοῦν, ἐξέπεσαν τῆς ἀληθείας, τὸ κάλυμμα ἔχοντες ἐν ταῖς καρδίαις αὑτῶν, τοῦ μὴ νοῆσαι τὸ κύριον πνεῦμα, τὸ ἐγκεκρυμμένον τῷ γράμματι, περὶ οὖ φησῖ· « Τὸ μὲν γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα, ζωοποιεῖ.
163Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0639B
Πλὴν, τίς εἶδεν ἢ ἐθεώρησεν ἰδιάζουσαν ἐνέργειαν οἰουδήποτε, τῶν ὑπὸ τὸ εἶδος ἀγομένων, καὶ ὑπὸ τὸν κοινὸν ὁρισμὸν τοῦ εἴδους φύσει ταττομένων; Οὐδέποτε γὰρ γίνεται τὸ φύσει κοινὸν, ἑνὸς καὶ μόνου τινὸς ἴδιον, τὰ γὰρ ὑποστατικὰ σήμαντρα, οἷον, γρυπότης, ἢ σιμότης, ἤ γλαυκότης, ἢ ψεδνότης, καὶ ὅσα τοιαῦτα, ἀφοριστικά εἰσι συμβεβηκότα τῶν ἀριθμῶν ἀλλήλων διαφερόντων.
164Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0641C
ἐπίσκοπος εἶπεν· Ὁ Θεὸς οἶδεν, εἰ μὴ προσωπικῶς τὰ ἀναθέματα ἔθεκεν ἡ σύνοδος αὔτη, πλεῖον παντὸς ἀνθρώπου ἐδεχόμην αὐτήν.
165Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0643B
Καὶ ἐπὶ τούτῳ ἀνίστησαν πάντες μετὰ χαρᾶς καὶ δακρύων· καὶ ἔβαλον μετάνοιαν, καὶ εὐχὴ ἐγένετο· καὶ ἔκαστος αὐτῶν τὰ ἅγια Εὐαγγέλια, καὶ τὸν τίμιον σταυρὸν, καὶ τὴν εἰκόνα τοῦ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τῆς δεσποίνης ἡμῶν, τῆς αὐτὸν τεκούσης παναγίας θεοτόκου ἠσπάσαντο, τεθεικότες καὶ τὰς ἰδίας χεῖρας ἐπὶ βεβαιώσει τῶν λαληθέντων.
166Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0643B
ὁ ἐπίσκοπος πρὸς τὸν ἀββᾶν Μάξιμον, εἶπεν· Ἰδοὺ, πάντα διαλέλυται τὰ σκάνδαλα, καὶ γέγονεν εἰρήνη διὰ τοῦ Θεοῦ, καὶ γενήσεται· Ἀλλὰ διὰ τὸν Κύριον, μὴ κρύψῃς με· οὐ λέγεις καθ' οἱονδήποτε τρόπον μίαν θέλησιν, καὶ μίαν ἐνεργείαν ἐπὶ Χριστοῦ; ΜΑΞ.
167Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0647B
ὁ ὕπατος· Ἰδοὺ γέγονε τὰ πάντα καλῶς· ἄρα καταδέχεται ὁ βασιλεὺς παρακλητικὴν ποιῆσαι κέλευσιν; ΜΑΞ.
168Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0647D
Καὶ πέμπομεν ἐκ προσῶπου ἡμῶν δύο πατρικίους, ὀφείλοντας διαλεχθῆναι τὰ παραστάντα ἡμῖν, φιλοῦντας ἡμᾶς ψυχίκῶς, καὶ φιλουμένους παρ' ἡμῶν· καὶ ἐλθεῖν, καὶ ἀναγγεῖλαι ἡμῖν τὴν παρουσίαν αὐτοῦ.
169Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0649A
Καὶ τῇ ἡμέρα ἐξῆς ἡξέρχονται προς αὐτὸν Ἐπιφάνιος καὶ Τρώϊλος οἱ πατρίκιοι μετὰ πολλῆς περιβολῆς καὶ φαντασίας, καὶ Θεοδόσιος ὁ ἐπίσκοπος, καὶ ἀνέρχονται πρὸς αὐτὸν ἐν τῷ κατηχουμενίῳ τῆς ἐκκλησίας τῆς αὐτῆς μονῆς· καὶ τοῦ συνήθους ἀσπασμοῦ γενομένου, ἐκάθισαν, βιασάμενοι καὶ αὐτὸν καθίσαι· καὶ ἀπαρξάμενος τοῦ πρὸς αὐτὸν λόγου ΤΡΩΙΛΟΣ, εἰπεν· Ὁ δεσπότης ἡμῶν ἐκέλευσεν ἡμὰς πρὸς σὲ γενέσθαι, καὶ λαλῆσαι ὑμῖν τὰ δόξαντα τῷ αὐτοῦ θεοστηρίκτῳ πράτει.
170Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0649B
εἶπεν· Ἐπὰν οὐκ ἀνέχεσθε εἰπεῖν τῷ δούλῳ ὑμῶν τὰ παραστάντα τῷ δεσπότῃ ἡμῶν καὶ βασιλεῖ, ἰδοὺ, λέγω ἀκούοντος τοῦ Θεοῦ καὶ τῶν ἁγίων ἀγγέλων, καὶ πάντων ὑμῶν, ὅτιπερ εἴ τι δήποτε κελεύει μοι περὶ οἱουδήποτε πράγματος τῷ αἰῶνι τούτῳ συγκαταλυμένου καὶ συμφθειρομένου, προθύμως ποιῶ.
171Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0649D
Οἶδας τὰ τυπωθέντα, καὶ δόξαντα ἐπὶ τῶν ἁγίων εὐαγγελίων, καὶ τοῦ ζωοποιοῦ σταυροῦ, καὶ τῆς εἰκόνος τοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν, καὶ τῆς αὐτὸν τεκούσης παναγίας ἀειπαρθένου μητρός.
172Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0651A
Τὰ γὰρ κανονικὰ πράγματα, ἑτέρῳ διοικοῦνται τροπῳ.
173Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0653B
Ἀνάγνωθι, δέσποτα, τὰ πεπραγμένα, καὶ τὸν λίβελλον, καὶ ἐὰν ὡς εἴπατε εὕρητε, ποιήσατε ὅπερ βούλεσθε.
174Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0655B
Καὶ βαλὼν μετάνοιαν, ἀνέστη, καὶ ἐκτείνας τὰς χεῖρας εἰς τὸν οὐρανὸν μετὰ δακρύων εἶπεν· Ὁ μὴ λέγων τὴν δεσποιναν ἡμῶν, τὴν πανύμνητον καὶ παναγίαν ἄχραντον, καὶ πάσῃ τῇ φύσει τῇ νοερᾷ σεπτὴν, φυσικὴν ἀληθῶς μηνέρα τοῦ Θεοῦ γενομένην, τοῦ ποιήσαντος τὸν οὐρανὸν, καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς, ἔστω ἀνάθεμα καὶ κατάθεμα ἀπὸ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, τῆς ὁμοουσίου καὶ προσκυνητῆς τριάδος, καὶ πάσης ἐπουρανίου δυνάμεως, καὶ τοῦ χοροῦ τῶν ἁγίων ἀποστόλων καὶ προφητῶν, καὶ τοῦ ἀπείρου δήμου τῶν μαρτύρων, καὶ παντὸς πνεύματος ἐν δικαιοσύνῃ τετελειωμένου, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς ἀπείρους αἱῶνας τῶν αἱώνων, ἀμήν.
175Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0655C
Πλὴν ὄτι θείᾳ ἀγάπῃ νικώμενοι οἱ κληρικοὶ, ἐπέζεύσαν τὰ δύο μίλια, καὶ ἧλθον, καὶ ἠσπάσαντο αὐτὸν, καὶ ηὔξαντο αὐτῷ.
176Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0657A
Καὶ μετὰ ταῦτα ἤγαγον αὐτοὺς ἐν Κωνσταντινουπόλει, καὶ ἐποίησαν κατ' αὐτῶν πρᾶξιν, καὶ μετὰ τὸ ἀναθεματίσαι καὶ ἀνασκάψαι αὐτοὺς τὸν ἐν ἁγίοις Μάξιμον, καὶ τὸν μακάριον Ἀναστάσιον τὸν μαθητὴν αὐτοῦ, τόντε ἁγιώτατον πάπαν Μαρτῖνον, τὸν ἅγιον Σωφρόνιον τὸν πατριάρχην Ἱεροσολύμων, καὶ πάντας τοὺς ὀρθοδόξους, καὶ σύμφρονας αὐτῶν, ἤνεγκαν καὶ τὸν ἄλλον μακάριον Ἀναστάσιον, καὶ τοῖς αὐτοῖς ἀναθέμασι καὶ ὕβρεσι χρησάμενοι καὶ ἐπ' αὐτὸν, παρέδωκαν τοῖς ἄρχουσιν, εἰπόντες οὕτως· Σὺ μὲν οὗν Ἀναστάσιε, τὸ φαῖον τῆς πανδήμου τῶν ἀναθεμάτων τῆς ἀρᾶς ἐνδυσάμενος περιβόλαιον, ἀπαλλάσσου τῆς κανονικῆς ἀκροάσεως, πρὸς ἣν ᾑρετίσω στάσιν τῆς γεέννης, ἀποφερόμενος, συνούσης ἡμῖν τῆς εὐκλεοῦς καὶ πάντα συνδιαιτησάσης τιμίας τε καὶ ἱερᾶς συγκλήτου, παραχρῆμα τὴν μεθ' ἡμᾶς παραληψομένης κρίσιν, καὶ τὰ τοῖς πολιτικοῖς δοκοῦντα νόμοις ἐπὶ σοὶ διαπραξομένης, ὡς αὐτοὶ δοκιμάσειεν, τῶν τηλικούτων σου βλασφημιῶν ἕνεκα καὶ τυραννίδων.
177Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0657A
Ψῆφος γὰρ κατ' αὐτῶν τῆς παρούσης συνόδου, καὶ συνεργείᾳ τοῦ παντοδυνάμοῦ Χριστοῦ τοῦ ἀληθινοῦ ἡμῶν Θεοῦ κανονικῶς ψηφισαμένης τὰ θέοντα καθ' ἡμῶν, Μάξιμε, Ἀναστάσιε καί Ἀναστάσιε, ἐπεὶ τὸ λειπὸν ὑπῆρχε πρὸς τὰ παρ' ὑμῶν λεχθέντα τε δυσσεβῶς καὶ πραχθέντα, ταῖς αὐστηραῖς τῶν νόμων καθυποβληθῆναι ποιναῖς.
178Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0657C
Εἰ καὶ ἀξία ποινὴ τῶν τοιούτων ὑμῶν πλημμελημάτων καὶ βλασφημιῶν οὐχ ὕπεσῃ, τῷ δικαίῳ ὑμᾶς περὶ τῆς μείζονος καταλιπόντες κριτῆ, ἐν τῷ παρόντι βίῳ, καὶ ἐν τούτῳ τὴν τῶν νόμων κενοῦντες ἀκρίβειαν, κερδανόντων ὑμῶν τὸ ζῇν, ψηφιζόμεθα ὑμῖν, τὸν παρόντα ἡμῖν πανεύφημον ἔπαρχον, αὐτίκα παραλαμβάνοντα ὑμᾶς ἐν τῷ κατ' αὐτὸν πολυαρχικῷ πραιτωρίῳ, καὶ νεύροις τὰ μετάφρενα τύπτοντα, [Μάξιμον καὶ Ἀνάστασιον καὶ Ἀναστάσιον, τὸ ὄργανον τῆς ὑμῶν Μαξίμου καὶ Ἀναστασίου καὶ Ἀναστασίου] ἀκολασίας, τουτέστι τὴν βλάσφημον ὑμῶν γλῶσσαν ἔδοθεν ἐκτερεῖν.
179Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0657C
Εἶτα δὲ, καὶ τὴν διακονήσασαν τῷ βλασφήμῳ ὑμῶν λογισμῷ σκαιοτάτην δεξιὰν σιδήρῳ διατεμεῖν, περιαχθησομένων ἅμα στερήσει τῶν αὐτῶν βδελυκτῶν μερῶν, τὰ δύο καὶ δέκα τμήματα ταύτης τῆς κυρίας τῶν πόλεων περινοστεύσας, ἀειφυγίᾳ τε καὶ φυλακῇ πρὸ ἐπὶ τούτοις διηνεκεῖ παραδοῦναι ὑμᾶς, πρὸς τὸ μετέπειτα ὑμᾶς καὶ εἰς τὸν ἅπαντα τῆς ζωῆς ὑμῶν χρόνον, τὰ οἰκεῖα οἰμώζειν βλάσφημα σφάλματα, τῆς ἐπινοηθείσης καθ' ἡμῶν ἀρᾶς περιτραπείσης τῇ ἡμῶν κεφαλῇ.
180Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0657D
Παραλαβὼν οὖν αὐτοὺς ὁ ἔπαρχος, καὶ κολάσας, ἔτεμε τὰ μέλη αὐτῶν, καὶ πηριαγαγὼν ὅλην τὴν πόλιν ἐξώρισεν αὑτοὺς ἐν Λαζικῇ.
181Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0665C
Ἐπισκόπου Πόρτου, ἤγουν τοῦ λιμένος Ρώμης, καὶ μάρτυρος τῆς ἀληθείας, ἐκ τοῦ κατὰ Βήρωνος καὶ Ηλικος τῶν αἱρετικῶν, περὶ θεολογίας καὶ σαρκώσεως, κατὰ στοιχεῖον λόγου, οὗ ἡ ἀρχὴ, Ἅγιος, ἅγιος, ἅγιος Κύριος Σαβαὼθ, ἀσιγήσῳ φωνῇ βοῶντα τὰ σεραφὶμ τὸν Θεὸν δοξάζουσι.
182Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0665C
Ἀπειροδυνάμῳ γὰρ θελήσει τοῦ Θεοῦ καὶ γέγονε πάντα, καὶ σώζεται τὰ γενόμενα, κατὰ τοὺς ἑαυτῶν οὐκρινῶς ἕκαστα συντηρούμενα λόγους, αὐτῷ τῷ κατὰ φύσιν ἀπειροδυνάμῳ Θεῷ, καὶ ποιητῇ τῶν ὅλων· τῆς θείας αὐτοῦ θελήσεως, ἥ τὰ πάντα πεποίηκέ τε καὶ κινεῖ, τοῖς ἑαυτῶν ἔκαστα φυσικοῖς διεξαγόμενα νόμοις, ἀκινήτου συνδιαμενούσης.
183Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0667D
Διὰ γὰρ τοῦτο γέγονεν ἄνθρωπος ὁ τῶν ὅλων Θεὸς, ἵνα σαρκὶ παθητῇ πάσχων, ἅπαν ἡμῶν τὸ τῳ θανάτῃ πραθὲν λυτρώσηται γένος· ἀπαθεῖ δὲ θεότητι διὰ σαρκὸς θαυματουργῶν, πρὸς τὴν ἀκήρατον αὐτοῦ καὶ μακαρίαν ἐπαναγάγῷ ζωήν· καὶ τὰ κατ' οὐρανοὺς ἅγια τάγματα τῶν νοερῶν οὐσιῶν στομώση πρὸς ἀτρεψίαν τῳ μυστηρίῶ τῆς αὐτοῦ σωματώσεως, ἧς ἔργον ἡ τῶν ὅλων ἐστὶν εἰς αὐτὸν ἀνακεφαλαίωσις.
184Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0671B
Τὰ γὰρ ἀλλήλοις ὁμοεργῆ, καὶ ταὐτουργὰ, καὶ ὁμόφυλα πάντως, καὶ ταὐτοπαθῆ, διαφορὰν οὐκ ἐπιδέχεται φύσεως.
185Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0673C
Ἀλλ' εὐσεβῶς ὁμολογεῖ πιστεύων, ὅτι διὰ τὴν ἡμῶν σωτηρίαν, καὶ τὸ δῆσαι πρὸς ἀτρεψίαν τὸ πᾶν, ὁ τῶν ὅλων δημιουργὸς ἐκ τῆς παναγίας ἀειπαρθένου Μαρίας, κατὰ σύλληψιν ἄχρανον, δίχα τροπῆς ἐνουσιώσας ἑαυτῷ ψυχὴν νοερὰν μετὰ αἰσθητικοῦ σώματος, γέγονεν ἄνθρωπος φύσει, κακίας ἀλλότριος, ὁ λόγος Θεὸς ὁ αὐτὸς· θεότητι μὲν τὰ θεῖα διὰ τῆς αὐτοῦ παναγίας σαρκὸς, οὐκ ὄντα φύσει τῆς σαρκὸς, ἐνεργῶν· ἀνθρωπότητι δὲ τὰ ἀνθρώπινα, οὐκ ὄντα φύσει θεότητος, ἀνοχῇ πάσχων θεότητος· μηδὲν θεῖον γυμνὸν σώματος ἐνεργήσας· μηδὲ ἀνθρώπινον ὁ αὐτὸς ἄμοιρον δράσας θεότητος.
186Anonymi, Ars Bobiensis, p. 22, l. 32 (auctor c.450)
omnia nomina quae in ens terminantur, si modo non sunt participia, possunt et pluraliter neutraliter intellegi et singulariter feminine deriuari ad appellationem, uelut hic uehemens neutraliter pluraliter haec uehementia τὰ σφοδρά, feminine singulariter haec uehementia ἡ σφοδρότης; item prudens prudentia et similia.
187Anonymi, Ars Bobiensis, p. 22, l. 5 (auctor c.450)
sed euenit saepenumero ut ex ipsis participiis nomen siue appellatio similis participio deriuetur, uelut ex eo quod est patior participium facimus patiens ὁ ὑπομένων, fit et nomen patiens ὁ ἀνεξίκακος καὶ ἡ ἀνεξίκακος; item ex eo quod est sapio sapiens ὁ φρονῶν, fit et nomen sapiens ὁ φρόνιμος: hinc fit, ex nomine dumtaxat, pluraliter neutrum sapientia τὰ φρονοῦντα et sapientia ἡ φρόνησις.
188Anonymi, Ars Bobiensis, p. 22, l. 11 (auctor c.450)
sed nonnumquam ex participiis, unde conparatio esse non potest, inuenimus deriuari ad femininas etiam appellationes, ut audiens audientia τὰ ὑπήκοα καὶ ἡ ἀκρόασις, silens silentia τὰ ἥσυχα, feminine silentia ἡ σιωπή.
189Anonymi, Ars Bobiensis, p. 27, l. 14 (auctor c.450)
masculina semper pluralia: hi antes ὄρχατοι, οἱ στοῖχοι τῶν ἀμπέλων (λέγεται δὲ καὶ ἐπὶ ἱππικῶν τάξεων), hi carceres αἱ ἀφετηρίαι ἀπὸ τοῦ συνέχειν (sed Vergilius ruuntque effusi carcere currus singulariter dixit), hi cani πολιαί, hi casses ὑφάσματα ἀραχνῶν, hi casses τὰ δίκτυα, hi cancelli, hi caelestes, hi foci (pro sedibus, pro Penatibus), hi furfures πίτυρα, hi fori (loca spectaculorum; item fori sunt in nauibus, ubi nautae sedentes remigant), hi freni χαλινοί (sed et frena et frenum inuenimus; λέγεται δὲ καὶ σειρὰ φύσεως freni), hi inferi, hi grumi οἱ διορίζοντες τοὺς ὅρους λίθοι, hi inferni ὑπόγειοι, hi liberi τὰ τέκνα, hi lendes κονίδες, hi Lares θεοὶ κατοικίδιοι (et Larem legimus et Las et Lar:), hi loci τῆς μήτρας οἱ τόποι, hi lemores νυκτερινοὶ δαίμονες, hi mores, hi manes, hi maiores πρόγονοι, hi minores μεταγενέστεροι, hi nostrates ἡμέτεροι (sed huic singulare quidam dant nostras nostratis, ut potestas potestatis; et magistras magistratis inuenimus), hi optumates (sed inuenimus optumas; et infimates legimus), hi pugillares πινακίδες, hi primores, hi proceres, posteri, Quirites (et Quiritem inuenimus), hi Quinquatrus Παναθήναια, hi sentes, hi sales (cum religionis causa dicimus), hi uepres ἄκανθαι, θάμνοι, βοτανώδης τόπος.
190Anonymi, Ars Bobiensis, p. 28, l. 4 (auctor c.450)
feminina semper pluralia: hae argutiae φλυαρίαι, hae angustiae, hae arae, hae Alpes, hae aedes (domus; sed aedis si dixeris templum significas), hae antiae κόμαι αἱ διὰ τῶν κροτάφων κρεμάμεναι, hae antemnae, hae blanditiae, hae bigae trigae quadrigae, hae conpedes, hae caulae μάνδραι, hae caerimoniae θρησκεῖαι, θυσίαι, hae cunae βαβαλιστήρια, hae crates πλήγματα ῥάβδων (et cratem dixerunt), hae copiae ἐπιτήδεια, hae diuitiae, hae deliciae, hae dapes (et dapis dixerunt), hae dirae κατάραι, hae exuuiae, hae exequiae ἐκκομιδαί, hae Esquiliae (locus Romae), hae excubiae, hae fauces (et faux inuenimus), hae fruges καρποὶ οἱ χαμόθεν, οὐχ οἱ κρεμάμενοι (et frugem et fruge dixerunt), hae fores αἱ θύραι (et foris inuenimus singulariter), hae fasces (et fascem inuenimus masculino genere), hae fortunae ὑπάρχοντα, hae feriae, hae falerae ἱπποκόσμια, hae facetiae εὐομιλίαι, hae foueae (fossae et insidiae uenatorum, βόθυνοι), hae genae παρειαί, hae grates (quas agimus ob merita), hae Gratiae (deae), hae gingiuae τὰ οὖλα τῶν ὀδόντων, hae gerrae πλεκτά τινά ἐστιν τείχεσιν προσφερόμενα, hae indutiae, hae inferiae, hae insidiae, hae inimicitiae, hae ineptiae (et ineptia dicitur), hae idus εἰδοί, hae indiciae ἔλεγχοι, hae ianitrices εἰνάτερες, hae inlecebrae (et inlecebra inuenimus), hae kalendae, hae lactes λοβοὶ τῶν σπλάγχνων, λεπτὰ ἔντερα, hae litterae, hae lutinae πηλώματα, hae lautumiae λατόμια, hae latebrae, hae minae, hae manubiae, hae nuptiae, hae nonae, hae nares, hae nundinae, hae nugae, hae neniae ἐπιτάφιοι, hae † leriae φλυαρίαι, hae opes (accusatiuum et genetiuum et ablatiuum singularem huius nominis inuenimus: hanc opem, opem ferre, et huius opis, uide siquid opis adferre huic Terentius, et ab hac ope, Sallustius in II cum egens alienae opis plura mala exspectarem in oratione Cottae, Cicero in pro Milone ut omnem semper uim quacumque ope possent a corpore a capite a uita sua propulsarent ), hae plagae δίκτυα, hae preces (Vergilius prece numen adora singulariter dixit), hae primitiae ἀπαρχαί, hae quisquiliae φρυγάνων χαίτη, hae reliquiae, hae retes δίκτυα (et in consuetudine dicimus: in retes meas incidisti; retia enim plurali nominatiuo ex rete, quod est neutrale nominatiuum, facit), hae sarcinae σκεύη, hae sortes, hae sordes ῥύπος (et sordem inuenimus), hae scopae σάρος, hae scalae, hae salinae ἁλοθήκια, hae tenebrae, hae tendiculae σαγῆναι, hae uires, hae uindiciae καρπιστεία, ἐλευθερίας ἐκδικία.
191Anonymi, Ars Bobiensis, p. 29, l. 16 (auctor c.450)
neutralia semper pluralia: haec arma, haec auia (loca longe secreta), haec arbitria (cum potestates officia diuidunt), haec battualia αἱ γυμνασίαι τῶν μονομάχων, haec bona τὰ ὑπάρχοντα, haec Bacchanalia Βάκχια, haec breuia βράχη, haec castra (et castrum dixerunt), haec cibaria σιτομέτρια, haec crepundia ἀναγνωρίσματα, haec cete τὰ κήτη, haec Conpitalia τὰ ἄμφοδα, haec Carmentalia (matri Euandri sacrificia), haec Cerealia, haec cunabula, haec comitia ἀρχαιρέσια, haec diaria, haec exsta σπλάγχνα, haec Genialia τύχαια, haec gaesa ἀκόντια, haec Heraclia, haec iuga ἀκρωτήρια (iugum enim ἵππου ζυγός, sed Vergilius hoc superate iugum dixit), haec iusta ἔθιμα, haec intestina ἔγκατα, haec iugera πλέθρα (et iugerum dicimus), haec incunabula βαβάλια, haec Liberalia ἑορτὴ Διονύσου, haec lautia ἐνδομενία, haec lumina (Vergilius cui lumen ademptum singulariter), haec praestrigia ἀμαύρωσις (unde praestrigiatores ψηφοπαῖκται ), haec Lupercalia Πάνια, haec moenia, haec magalia, haec mapalia, Neptunalia, orgia, palaria (cum milites ad palos exercentur), procastria (quae ante castra sunt), Parentalia νεκύσια, praecordia σπλάγχνα τὰ ὑποχόνδρια, rostra (ubi contionantur), repotia λυσιπόδια, spectacula, spolia (et spolium inuenitur), sponsalia, Saturnalia, serta (et sertum inuenimus), Terminalia ὁροθέσια οἷς ἑορτάζοντες Ῥωμαῖοι θύουσιν, tempora κρόταφοι, uerbera μάστιγες (sed Vergilius et torto uolitans sub uerbere turbo singulariter), uiscera (Ouidius singulariter: uiscere diuiso ), uada (et uadum dixerunt), Volcanalia.
192Anonymi, Frg. Bobiense de uerbo = ad Seuerianum, p. 44, l. 13 (opus c.520)
oportet etiam idem est quod a Graecis χρή siue δεῖ inpersonaliter dicitur, oportet quaerere, oportet habere, oportet parta seruare; χρὴ πορίζεσθαι, χρὴ ἔχειν, χρὴ τὰ πορισθέντα φυλάττειν.
193Anonymi, Frg. Parisinum de idiomatibus casuum, p. 571, l. 8
datiui et accusatiui casus {δοτικῆς καὶ αἰτιατικῆς πτώσεως }: adulor pastorem et pastori θωπεύω κολακεύω ποιμένα, ministro imperanti ὑπηρετοῦμαι κελεύοντι, ὑπουργῶ βασιλεῖ, administro autem imperantem διοικῶ βασιλέα; consulo infanti φροντίζω προνοῶ τοῦ νηπίου * adsideo praetori et praetorem παραιδρύω τῷ ἄρχοντι, adtendo declamanti et declamantem προσέχω τὸν δημηγόρον; accedo te πρόσειμί σοι, accedo autem tibi, id est eadem tibi sentio, τὰ αὐτά σοι συναινῶ; quid futurum est patri et ueteres dixerunt quid patrem futurum est τί ἔσται ὁ πατήρ; obtrecto mulieri et mulierem τὸ γύναιον ἀπατῶ, χλευάζω τὴν γυναῖκα, κακῶς αὐτὴν ποιῶ, deludo et inludo uanum et uano ἐμπαίζω τῷ ματαίῳ: Virgilius uana spe lusit amantem dixit; medicor amanti et amantem ἰατρεύω θεραπεύω τὸν ἐρῶντα, praestolor nutrici et nutricem σέβω τὴν τροφόν, σέβω τὴν τίτθην * illum et illi δαπανῶ χορηγῶ τῷ δεῖνα, prospicio te προβλέπω σε, προορῶ * prouideo te προβλέπω σε, prouideo tibi προνοῶ σου, decet mihi et me πρέπει μοι, decet patrem ἀρέσκει τῷ πατρί, succedo patri ὑπεισέρχομαι τὸν πατέρα, succedo murum εἴσω τειχῶν γίνομαι, εἰσέρχομαι τὸ τεῖχος, studeo Graecis litteris et Graecas litteras φιλοπονῶ περὶ τοὺς Ἑλληνικοὺς λόγους, μανθάνω γράμματα Ἑλληνικά, incanto tibi et excanto te ἐπᾴδω σοι, subrepo iudici ὑπείσειμι ὑπεισέρχομαι τὸν δικαστήν, subrepo murum ὑπὸ τεῖχος ἕρπω, repraesento tibi et te ἀμείβομαί σε, ἀποκαθιστῶ σοι, conduco tibi ὠφελῶ σε, λυσιτελῶ σοι, conduco te μισθοῦμαί σε, praesto inopi διαφέρω τοῦ πτωχοῦ, παρέχω τῷ ἀπόρῳ, praesto illum ὑπερβάλλω ἐκεῖνον, antecedo illi et illum προηγοῦμαι αὐτοῦ, tempero tibi φείδομαί σου, ἀπέχομαί σου, tempero te κατάρχω σου.
194Aphthonius, De metris omnibus, p. 35, l. 25 (auctor c.350)
sed ut ad propositum nobis redeam, discussa litterarum tam enuntiatione quam potestate, quod cumulo plenissimae eruditionis aptum ac necessarium praeterire absurdum foret, consequens erit de syllabarum natura et conexione tractare (nam ideo dicta est syllaba, quod a uocalibus, sine quis eadem coire non potest, reliquae litterae, ut fides Graeci sermonis indicat, comprehendantur, id est παρὰ τὸ συλλαμβάνειν τὰ γράμματα ): quarum tripertita species est.
195Aphthonius, De metris omnibus, p. 50, l. 11 (auctor c.350)
epos est proprie heroicum metrum, quod diuinarum humanarumque rerum et uel maxime heroum facta uersu hexametro comprehenduntur, quod Graeca significatione dictum putant ἀπὸ τοῦ ἕπεσθαι ἐν αὐτῷ τὰ ἑξῆς μέρη τοῖς πρώτοις, id est quod primas partes eius ceterae insequantur.
196Apuleius, Apologia, 25, 26; 13 (auctor c.125–c.180)
ὧν ὁ μέν μαγείαν τε διδάσκει τήν Ζωροάστρου τοῦ Ὠρομάζου· ἔστι δέ τοῦτο θεῶν θεραπεία· διδάσκει δέ καί τά βασιλικά.
197Aristoteles, Physica, 1, 1; 1
Ἐπειδὴ τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι συμβαίνει περὶ πά σας τὰς μεθόδους, ὧν εἰσὶν ἀρχαὶ ἢ αἴτια ἢ στοιχεῖα, ἐκ τοῦ ταῦτα γνωρίζειν (τότε γὰρ οἰόμεθα γιγνώσκειν ἕκαστον, ὅταν τὰ αἴτια γνωρίσωμεν τὰ πρῶτα καὶ τὰς ἀρχὰς τὰς πρώτας καὶ μέχρι τῶν στοιχείων), δῆλον ὅτι καὶ τῆς περὶ φύσεως ἐπιστήμης πειρατέον διορίσασθαι πρῶτον τὰ περὶ τὰς ἀρχάς.
198Aristoteles, Physica, 1, 1; 2
πέφυκε δὲ ἐκ τῶν γνωριμωτέρων ἡμῖν ἡ ὁδὸς καὶ σαφεστέρων ἐπὶ τὰ σαφέστερα τῇ φύσει καὶ γνωριμώ τερα· οὐ γὰρ ταὐτὰ ἡμῖν τε γνώριμα καὶ ἁπλῶς.
199Aristoteles, Physica, 1, 1; 3
διόπερ ἀνάγκη τὸν τρόπον τοῦτον προάγειν ἐκ τῶν ἀσαφεστέρων μὲν τῇ φύσει ἡμῖν δὲ σαφεστέρων ἐπὶ τὰ σαφέστερα τῇ φύσει καὶ γνωριμώτερα.
200Aristoteles, Physica, 1, 1; 4
ἔστι δ' ἡμῖν τὸ πρῶτον δῆλα καὶ σαφῆ τὰ συγκεχυμένα μᾶλλον· ὕστερον δ' ἐκ τούτων γίγνεται γνώριμα τὰ στοιχεῖα καὶ αἱ ἀρχαὶ διαιροῦσι ταῦτα.
201Aristoteles, Physica, 1, 1; 5
διὸ ἐκ τῶν κα θόλου ἐπὶ τὰ καθ' ἕκαστα δεῖ προϊέναι· τὸ γὰρ ὅλον κατὰ τὴν αἴσθησιν γνωριμώτερον, τὸ δὲ καθόλου ὅλον τί ἐστι· πολλὰ γὰρ περιλαμβάνει ὡς μέρη τὸ καθόλου.
202Aristoteles, Physica, 1, 1; 6
πέπονθε δὲ ταὐτὸ τοῦτο τρόπον τινὰ καὶ τὰ ὀνόματα πρὸς τὸν λόγον· ὅλον γάρ τι καὶ ἀδιορίστως σημαίνει, οἷον ὁ κύκλος, ὁ δὲ ὁρισμὸς αὐτοῦ διαιρεῖ εἰς τὰ καθ' ἕκαστα.
203Aristoteles, Physica, 1, 1; 7
καὶ τὰ παιδία τὸ μὲν πρῶτον προσαγορεύει πάντας τοὺς ἄνδρας πατέρας καὶ μητέρας τὰς γυναῖκας, ὕστερον δὲ διορίζει τούτων ἑκάτερον.
204Aristoteles, Physica, 1, 2; 2
ὁμοίως δὲ ζητοῦσι καὶ οἱ τὰ ὄντα ζητοῦντες πόσα· ἐξ ὧν γὰρ τὰ ὄντα ἐστὶ πρώτων, ζητοῦσι ταῦτα πότερον ἓν ἢ πολλά, καὶ εἰ πολλά, πεπερασμένα ἢ ἄπειρα, ὥστε τὴν ἀρχὴν καὶ τὸ στοιχεῖον ζητοῦσι πότερον ἓν ἢ πολλά.
205Aristoteles, Physica, 1, 2; 5
ὅμοιον δὴ τὸ σκοπεῖν εἰ οὕτως ἓν καὶ πρὸς ἄλλην θέσιν ὁποιανοῦν διαλέγεσθαι τῶν λόγου ἕνεκα λεγομένων (οἷον τὴν Ἡρακλείτειον, ἢ εἴ τις φαίη ἄνθρωπον ἕνα τὸ ὂν εἶναι), ἢ λύειν λόγον ἐριστικόν, ὅπερ ἀμφότεροι μὲν ἔχουσιν οἱ λόγοι, καὶ ὁ Μελίσσου καὶ ὁ Παρμενίδου· καὶ γὰρ ψευδῆ λαμ βάνουσι καὶ ἀσυλλόγιστοί εἰσιν· μᾶλλον δ' ὁ Μελίσσου φορ τικὸς καὶ οὐκ ἔχων ἀπορίαν, ἀλλ' ἑνὸς ἀτόπου δοθέντος τὰ ἄλλα συμβαίνει· τοῦτο δὲ οὐδὲν χαλεπόν.
206Aristoteles, Physica, 1, 2; 6
ἡμῖν δ' ὑποκεί σθω τὰ φύσει ἢ πάντα ἢ ἔνια κινούμενα εἶναι· δῆλον δ' ἐκ τῆς ἐπαγωγῆς.
207Aristoteles, Physica, 1, 2; 8
ἀρχὴ δὲ οἰκειοτάτη πασῶν, ἐπειδὴ πολλαχῶς λέγεται τὸ ὄν, πῶς λέγουσιν οἱ λέγοντες εἶναι ἓν τὰ πάντα, πότερον οὐσίαν τὰ πάντα ἢ ποσὰ ἢ ποιά, καὶ πάλιν πότερον οὐσίαν μίαν τὰ πάντα, οἷον ἄνθρωπον ἕνα ἢ ἵππον ἕνα ἢ ψυχὴν μίαν, ἢ ποιὸν ἓν δὲ τοῦτο, οἷον λευκὸν ἢ θερμὸν ἢ τῶν ἄλλων τι τῶν τοιούτων.
208Aristoteles, Physica, 1, 2; 10
εἰ μὲν γὰρ ἔσται καὶ οὐσία καὶ ποιὸν καὶ ποσόν, καὶ ταῦτα εἴτ' ἀπολελυμένα ἀπ' ἀλλήλων εἴτε μή, πολλὰ τὰ ὄντα· εἰ δὲ πάντα ποιὸν ἢ ποσόν, εἴτ' οὔσης οὐσίας εἴτε μὴ οὔσης, ἄτοπον, εἰ δεῖ ἄτοπον λέγειν τὸ ἀδύνατον.
209Aristoteles, Physica, 1, 2; 20
ἀλλὰ μὴν εἰ τῷ λόγῳ ἓν τὰ ὄντα πάντα ὡς λώπιον καὶ ἱμάτιον, τὸν Ἡρακλείτου λόγον συμβαίνει λέγειν αὐτοῖς· ταὐτὸν γὰρ ἔσται ἀγαθῷ καὶ κακῷ εἶναι, καὶ ἀγαθῷ καὶ μὴ ἀγαθῷ εἶναι – ὥστε ταὐτὸν ἔσται ἀγα θὸν καὶ οὐκ ἀγαθόν, καὶ ἄνθρωπος καὶ ἵππος, καὶ οὐ περὶ τοῦ ἓν εἶναι τὰ ὄντα ὁ λόγος ἔσται ἀλλὰ περὶ τοῦ μηδέν – καὶ τὸ τοιῳδὶ εἶναι καὶ τοσῳδὶ ταὐτόν.
210Aristoteles, Physica, 1, 2; 23
πολλὰ δὲ τὰ ὄντα ἢ λόγῳ (οἷον ἄλλο τὸ λευκῷ εἶναι καὶ μουσικῷ, τὸ δ' αὐτὸ ἄμφω· πολλὰ ἄρα τὸ ἕν) ἢ διαιρέσει, ὥσπερ τὸ ὅλον καὶ τὰ μέρη.
211Aristoteles, Physica, 1, 3; 1
Τόν τε δὴ τρόπον τοῦτον ἐπιοῦσιν ἀδύνατον φαίνεται τὰ ὄντα ἓν εἶναι, καὶ ἐξ ὧν ἐπιδεικνύουσι, λύειν οὐ χα λεπόν.
212Aristoteles, Physica, 1, 3; 7
καὶ πρὸς Παρμενίδην δὲ ὁ αὐτὸς τρόπος τῶν λό γων, καὶ εἴ τινες ἄλλοι εἰσὶν ἴδιοι· καὶ ἡ λύσις τῇ μὲν ὅτι ψευδὴς τῇ δὲ ὅτι οὐ συμπεραίνεται, ψευδὴς μὲν ᾗ ἁπλῶς λαμβάνει τὸ ὂν λέγεσθαι, λεγομένου πολλαχῶς, ἀσυμ πέραντος δὲ ὅτι, εἰ μόνα τὰ λευκὰ ληφθείη, σημαίνοντος ἓν τοῦ λευκοῦ, οὐθὲν ἧττον πολλὰ τὰ λευκὰ καὶ οὐχ ἕν· οὔτε γὰρ τῇ συνεχείᾳ ἓν ἔσται τὸ λευκὸν οὔτε τῷ λόγῳ.
213Aristoteles, Physica, 1, 3; 33
εἰ δὲ τοῦτο, οὐδὲν ὅμως κωλύει πολλὰ εἶναι τὰ ὄντα, ὥσπερ εἴρηται.
214Aristoteles, Physica, 1, 4; 1
Ὡς δ' οἱ φυσικοὶ λέγουσι, δύο τρόποι εἰσίν. οἱ μὲν γὰρ ἓν ποιήσαντες τὸ [ὂν] σῶμα τὸ ὑποκείμενον, ἢ τῶν τριῶν τι ἢ ἄλλο ὅ ἐστι πυρὸς μὲν πυκνότερον ἀέρος δὲ λεπτότε ρον, τἆλλα γεννῶσι πυκνότητι καὶ μανότητι πολλὰ ποι οῦντες (ταῦτα δ' ἐστὶν ἐναντία, καθόλου δ' ὑπεροχὴ καὶ ἔλλειψις, ὥσπερ τὸ μέγα φησὶ Πλάτων καὶ τὸ μικρόν, πλὴν ὅτι ὁ μὲν ταῦτα ποιεῖ ὕλην τὸ δὲ ἓν τὸ εἶδος, οἱ δὲ τὸ μὲν ἓν τὸ ὑποκείμενον ὕλην, τὰ δ' ἐναντία διαφορὰς καὶ εἴδη)· οἱ δ' ἐκ τοῦ ἑνὸς ἐνούσας τὰς ἐναντιότητας ἐκ κρίνεσθαι, ὥσπερ Ἀναξίμανδρός φησι, καὶ ὅσοι δ' ἓν καὶ πολλά φασιν εἶναι, ὥσπερ Ἐμπεδοκλῆς καὶ Ἀναξα γόρας· ἐκ τοῦ μίγματος γὰρ καὶ οὗτοι ἐκκρίνουσι τἆλλα.
215Aristoteles, Physica, 1, 4; 2
δια φέρουσι δὲ ἀλλήλων τῷ τὸν μὲν περίοδον ποιεῖν τούτων, τὸν δ' ἅπαξ, καὶ τὸν μὲν ἄπειρα, τά τε ὁμοιομερῆ καὶ τἀναν τία, τὸν δὲ τὰ καλούμενα στοιχεῖα μόνον.
216Aristoteles, Physica, 1, 4; 6
τῶν δ' ἀρχῶν ἀπείρων οὐσῶν καὶ κατὰ πλῆθος καὶ κατ' εἶ δος, ἀδύνατον εἰδέναι τὰ ἐκ τούτων.
217Aristoteles, Physica, 1, 4; 9
σὰρξ δὲ καὶ ὀστοῦν καὶ τὰ τοιαῦτα μόρια ζῴου, καὶ οἱ καρποὶ τῶν φυτῶν.
218Aristoteles, Physica, 1, 4; 11
ἔτι εἰ πάντα μὲν ἐνυπάρχει τὰ τοιαῦτα ἐν ἀλλήλοις, καὶ μὴ γίγνεται ἀλλ' ἐκκρίνεται ἐνόντα, λέγεται δὲ ἀπὸ τοῦ πλεί ονος, γίγνεται δὲ ἐξ ὁτουοῦν ὁτιοῦν (οἷον ἐκ σαρκὸς ὕδωρ ἐκ κρινόμενον καὶ σὰρξ ἐξ ὕδατος), ἅπαν δὲ σῶμα πεπερασμέ νον ἀναιρεῖται ὑπὸ σώματος πεπερασμένου, φανερὸν ὅτι οὐκ ἐνδέχεται ἐν ἑκάστῳ ἕκαστον ὑπάρχειν.
219Aristoteles, Physica, 1, 4; 16
τὸ δὲ μηδέποτε διακριθήσεσθαι οὐκ εἰδότως μὲν λέγεται, ὀρθῶς δὲ λέγεται· τὰ γὰρ πάθη ἀχώριστα· εἰ οὖν μέμικται τὰ χρώματα καὶ αἱ ἕξεις, ἐὰν διακριθῶσιν, ἔσται τι λευκὸν καὶ ὑγιεινὸν οὐχ ἕτερόν τι ὂν οὐδὲ καθ' ὑπο κειμένου.
220Aristoteles, Physica, 1, 4; 17
ὥστε ἄτοπος τὰ ἀδύνατα ζητῶν ὁ νοῦς, εἴπερ βού λεται μὲν διακρῖναι, τοῦτο δὲ ποιῆσαι ἀδύνατον καὶ κατὰ τὸ ποσὸν καὶ κατὰ τὸ ποιόν, κατὰ μὲν τὸ ποσὸν ὅτι οὐκ ἔστιν ἐλάχιστον μέγεθος, κατὰ δὲ τὸ ποιὸν ὅτι ἀχώριστα τὰ πάθη.
221Aristoteles, Physica, 1, 5; 9
ὁμοίως δὲ τοῦτο καὶ ἐπὶ τῶν ἄλλων, ἐπεὶ καὶ τὰ μὴ ἁπλᾶ τῶν ὄντων ἀλλὰ σύνθετα κατὰ τὸν αὐτὸν ἔχει λόγον· ἀλλὰ διὰ τὸ μὴ τὰς ἀντικειμένας διαθέσεις ὠνομάσθαι λανθάνει τοῦτο συμβαῖνον.
222Aristoteles, Physica, 1, 5; 12
ἀλλὰ μὴν καὶ οἰκία καὶ ἀνδριὰς καὶ ὁτιοῦν ἄλλο γίγνεται ὁμοίως· ἥ τε γὰρ οἰκία γίγνεται ἐκ τοῦ μὴ συγκεῖσθαι ἀλλὰ διῃρῆ σθαι ταδὶ ὡδί, καὶ ὁ ἀνδριὰς καὶ τῶν ἐσχηματισμένων τι ἐξ ἀσχημοσύνης· καὶ ἕκαστον τούτων τὰ μὲν τάξις, τὰ δὲ σύνθεσίς τίς ἐστιν.
223Aristoteles, Physica, 1, 5; 13
εἰ τοίνυν τοῦτ' ἔστιν ἀληθές, ἅπαν ἂν γί γνοιτο τὸ γιγνόμενον καὶ φθείροιτο τὸ φθειρόμενον ἢ ἐξ ἐναν τίων ἢ εἰς ἐναντία καὶ τὰ τούτων μεταξύ.
224Aristoteles, Physica, 1, 5; 14
τὰ δὲ μεταξὺ ἐκ τῶν ἐναντίων ἐστίν, οἷον χρώματα ἐκ λευκοῦ καὶ μέλα νος· ὥστε πάντ' ἂν εἴη τὰ φύσει γιγνόμενα ἢ ἐναντία ἢ ἐξ ἐναντίων.
225Aristoteles, Physica, 1, 5; 15
μέχρι μὲν οὖν ἐπὶ τοσοῦτον σχεδὸν συνηκολουθήκασι καὶ τῶν ἄλλων οἱ πλεῖστοι, καθάπερ εἴπομεν πρότερον· πάντες γὰρ τὰ στοιχεῖα καὶ τὰς ὑπ' αὐτῶν καλουμένας ἀρχάς, καί περ ἄνευ λόγου τιθέντες, ὅμως τἀναντία λέγουσιν, ὥσπερ ὑπ' αὐτῆς τῆς ἀληθείας ἀναγκασθέντες.
226Aristoteles, Physica, 1, 5; 16
διαφέρουσι δ' ἀλλή λων τῷ τοὺς μὲν πρότερα τοὺς δ' ὕστερα λαμβάνειν, καὶ τοὺς μὲν γνωριμώτερα κατὰ τὸν λόγον τοὺς δὲ κατὰ τὴν αἴσθη σιν (οἱ μὲν γὰρ θερμὸν καὶ ψυχρόν, οἱ δ' ὑγρὸν καὶ ξηρόν, ἕτεροι δὲ περιττὸν καὶ ἄρτιον ἢ νεῖκος καὶ φιλίαν αἰ τίας τίθενται τῆς γενέσεως· ταῦτα δ' ἀλλήλων διαφέρει κατὰ τὸν εἰρημένον τρόπον), ὥστε ταὐτὰ λέγειν πως καὶ ἕτερα ἀλλήλων, ἕτερα μὲν ὥσπερ καὶ δοκεῖ τοῖς πλείστοις, ταὐτὰ δὲ ᾗ ἀνάλογον· λαμβάνουσι γὰρ ἐκ τῆς αὐτῆς συστοιχίας· τὰ μὲν γὰρ περιέχει, τὰ δὲ περιέχεται τῶν ἐναντίων.
227Aristoteles, Physica, 1, 6; 2
μίαν μὲν γὰρ οὐχ οἷόν τε, ὅτι οὐχ ἓν τὰ ἐναντία, ἀπεί ρους δ', ὅτι οὐκ ἐπιστητὸν τὸ ὂν ἔσται, μία τε ἐναντίωσις ἐν παντὶ γένει ἑνί, ἡ δ' οὐσία ἕν τι γένος, καὶ ὅτι ἐνδέχεται ἐκ πεπερασμένων, βέλτιον δ' ἐκ πεπερασμένων, ὥσπερ Ἐμπε δοκλῆς, ἢ ἐξ ἀπείρων· πάντα γὰρ ἀποδιδόναι οἴεται ὅσα περ Ἀναξαγόρας ἐκ τῶν ἀπείρων.
228Aristoteles, Physica, 1, 6; 16
καὶ ἔοικε παλαιὰ εἶναι καὶ αὕτη ἡ δόξα, ὅτι τὸ ἓν καὶ ὑπεροχὴ καὶ ἔλλει ψις ἀρχαὶ τῶν ὄντων εἰσί, πλὴν οὐ τὸν αὐτὸν τρόπον, ἀλλ' οἱ μὲν ἀρχαῖοι τὰ δύο μὲν ποιεῖν τὸ δὲ ἓν πάσχειν, τῶν δ' ὑστέρων τινὲς τοὐναντίον τὸ μὲν ἓν ποιεῖν τὰ δὲ δύο πάσχειν φασὶ μᾶλλον.
229Aristoteles, Physica, 1, 6; 17
τὸ μὲν οὖν τρία φάσκειν τὰ στοιχεῖα εἶναι ἔκ τε τούτων καὶ ἐκ τοιούτων ἄλλων ἐπισκοποῦσι δόξειεν ἂν ἔχειν τινὰ λόγον, ὥσπερ εἴπομεν, τὸ δὲ πλείω τριῶν οὐκέτι· πρὸς μὲν γὰρ τὸ πάσχειν ἱκανὸν τὸ ἕν, εἰ δὲ τεττάρων ὄντων δύο ἔσονται ἐναντιώσεις, δεήσει χωρὶς ἑκατέρᾳ ὑπάρχειν ἑτέραν τινὰ μεταξὺ φύσιν· εἰ δ' ἐξ ἀλλήλων δύνανται γεννᾶν δύο οὖσαι, περίεργος ἂν ἡ ἑτέρα τῶν ἐναντιώσεων εἴη.
230Aristoteles, Physica, 1, 7; 1
Ὧδ' οὖν ἡμεῖς λέγωμεν πρῶτον περὶ πάσης γενέσεως ἐπελθόντες· ἔστι γὰρ κατὰ φύσιν τὰ κοινὰ πρῶτον εἰπόντας οὕτω τὰ περὶ ἕκαστον ἴδια θεωρεῖν.
231Aristoteles, Physica, 1, 7; 2
φαμὲν γὰρ γίγνεσθαι ἐξ ἄλλου ἄλλο καὶ ἐξ ἑτέρου ἕτερον ἢ τὰ ἁπλᾶ λέγοντες ἢ τὰ συγκείμενα.
232Aristoteles, Physica, 1, 7; 6
τῶν δὲ γιγνομένων ὡς τὰ ἁπλᾶ λέγομεν γίγνεσθαι, τὸ μὲν ὑπομένον γίγνεται τὸ δ' οὐχ ὑπομένον· ὁ μὲν γὰρ ἄνθρωπος ὑπομένει μουσικὸς γιγνόμενος ἄνθρωπος καὶ ἔστι, τὸ δὲ μὴ μουσικὸν καὶ τὸ ἄμουσον οὔτε ἁπλῶς οὔτε συντεθειμένον ὑπο μένει.
233Aristoteles, Physica, 1, 7; 12
πολλαχῶς δὲ λεγομένου τοῦ γίγνεσθαι, καὶ τῶν μὲν οὐ γίγνεσθαι ἀλλὰ τόδε τι γίγνεσθαι, ἁπλῶς δὲ γίγνεσθαι τῶν οὐσιῶν μόνον, κατὰ μὲν τἆλλα φανερὸν ὅτι ἀνάγκη ὑποκεῖσθαί τι τὸ γιγνόμενον (καὶ γὰρ ποσὸν καὶ ποιὸν καὶ πρὸς ἕτερον [καὶ ποτὲ] καὶ ποὺ γίγνεται ὑποκειμένου τινὸς διὰ τὸ μόνην τὴν οὐσίαν μηθενὸς κατ' ἄλλου λέγεσθαι ὑποκειμένου, τὰ δ' ἄλλα πάντα κατὰ τῆς οὐσίας)· ὅτι δὲ καὶ αἱ οὐσίαι καὶ ὅσα [ἄλλα] ἁπλῶς ὄντα ἐξ ὑποκειμένου τινὸς γίγνεται, ἐπισκοποῦντι γένοιτο ἂν φανερόν.
234Aristoteles, Physica, 1, 7; 13
ἀεὶ γὰρ ἔστι ὃ ὑπόκειται, ἐξ οὗ τὸ γιγνόμενον, οἷον τὰ φυτὰ καὶ τὰ ζῷα ἐκ σπέρματος.
235Aristoteles, Physica, 1, 7; 14
γίγνεται δὲ τὰ γιγνόμενα ἁπλῶς τὰ μὲν με τασχηματίσει, οἷον ἀνδριάς, τὰ δὲ προσθέσει, οἷον τὰ αὐξανόμενα, τὰ δ' ἀφαιρέσει, οἷον ἐκ τοῦ λίθου ὁ Ἑρμῆς, τὰ δὲ συνθέσει, οἷον οἰκία, τὰ δ' ἀλλοιώσει, οἷον τὰ τρεπόμενα κατὰ τὴν ὕλην.
236Aristoteles, Physica, 1, 7; 15
πάντα δὲ τὰ οὕτω γιγνόμενα φανερὸν ὅτι ἐξ ὑποκειμένων γίγνεται.
237Aristoteles, Physica, 1, 8; 4
ἐκεῖνοι μὲν οὖν ταύτην ἔλαβον τὴν δόξαν διὰ τὰ εἰρημένα· ἡμεῖς δὲ λέγομεν ὅτι τὸ ἐξ ὄντος ἢ μὴ ὄντος γίγνεσθαι, ἢ τὸ μὴ ὂν ἢ τὸ ὂν ποιεῖν τι ἢ πάσχειν ἢ ὁτιοῦν τόδε γίγνεσθαι, ἕνα μὲν τρόπον οὐθὲν δια φέρει ἢ τὸ τὸν ἰατρὸν ποιεῖν τι ἢ πάσχειν ἢ ἐξ ἰατροῦ εἶναί τι ἢ γίγνεσθαι, ὥστ' ἐπειδὴ τοῦτο διχῶς λέγεται, δῆλον ὅτι καὶ τὸ ἐξ ὄντος καὶ τὸ ὂν ἢ ποιεῖν ἢ πά σχειν.
238Aristoteles, Physica, 1, 9; 10
καίτοι οὔτε αὐτὸ αὑτοῦ οἷόν τε ἐφίεσθαι τὸ εἶδος διὰ τὸ μὴ εἶναι ἐνδεές, οὔτε τὸ ἐναντίον (φθαρτικὰ γὰρ ἀλλήλων τὰ ἐναντία), ἀλλὰ τοῦτ' ἔστιν ἡ ὕλη, ὥσπερ ἂν εἰ θῆλυ ἄρρενος καὶ αἰσχρὸν καλοῦ· πλὴν οὐ καθ' αὑτὸ αἰσχρόν, ἀλλὰ κατὰ συμβεβηκός, οὐδὲ θῆλυ, ἀλλὰ κατὰ συμβεβηκός.
239Aristoteles, Physica, 2, 1; 1
Τῶν ὄντων τὰ μέν ἐστι φύσει, τὰ δὲ δι' ἄλλας αἰ τίας, φύσει μὲν τά τε ζῷα καὶ τὰ μέρη αὐτῶν καὶ τὰ φυτὰ καὶ τὰ ἁπλᾶ τῶν σωμάτων, οἷον γῆ καὶ πῦρ καὶ ἀὴρ καὶ ὕδωρ (ταῦτα γὰρ εἶναι καὶ τὰ τοιαῦτα φύσει φαμέν), πάντα δὲ ταῦτα φαίνεται διαφέροντα πρὸς τὰ μὴ φύσει συνεστῶτα.
240Aristoteles, Physica, 2, 1; 2
τούτων μὲν γὰρ ἕκαστον ἐν ἑαυτῷ ἀρχὴν ἔχει κινήσεως καὶ στάσεως, τὰ μὲν κατὰ τόπον, τὰ δὲ κατ' αὔξησιν καὶ φθίσιν, τὰ δὲ κατ' ἀλλοίωσιν· κλίνη δὲ καὶ ἱμάτιον, καὶ εἴ τι τοιοῦτον ἄλλο γένος ἐστίν, ᾗ μὲν τετύχηκε τῆς κατηγορίας ἑκάστης καὶ καθ' ὅσον ἐστὶν ἀπὸ τέχνης, οὐδεμίαν ὁρμὴν ἔχει μετα βολῆς ἔμφυτον, ᾗ δὲ συμβέβηκεν αὐτοῖς εἶναι λιθίνοις ἢ γηΐνοις ἢ μικτοῖς ἐκ τούτων, ἔχει, καὶ κατὰ τοσοῦτον, ὡς οὔσης τῆς φύσεως ἀρχῆς τινὸς καὶ αἰτίας τοῦ κινεῖσθαι καὶ ἠρεμεῖν ἐν ᾧ ὑπάρχει πρώτως καθ' αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός (λέγω δὲ τὸ μὴ κατὰ συμβεβηκός, ὅτι γέ νοιτ' ἂν αὐτὸς αὑτῷ τις αἴτιος ὑγιείας ὢν ἰατρός· ἀλλ' ὅμως οὐ καθὸ ὑγιάζεται τὴν ἰατρικὴν ἔχει, ἀλλὰ συμβέ βηκεν τὸν αὐτὸν ἰατρὸν εἶναι καὶ ὑγιαζόμενον· διὸ καὶ χωρί ζεταί ποτ' ἀπ' ἀλλήλων).
241Aristoteles, Physica, 2, 1; 3
ὁμοίως δὲ καὶ τῶν ἄλλων ἕκα στον τῶν ποιουμένων· οὐδὲν γὰρ αὐτῶν ἔχει τὴν ἀρχὴν ἐν ἑαυ τῷ τῆς ποιήσεως, ἀλλὰ τὰ μὲν ἐν ἄλλοις καὶ ἔξωθεν, οἷον οἰκία καὶ τῶν ἄλλων τῶν χειροκμήτων ἕκαστον, τὰ δ' ἐν αὑτοῖς μὲν ἀλλ' οὐ καθ' αὑτά, ὅσα κατὰ συμβεβηκὸς αἴ τια γένοιτ' ἂν αὑτοῖς.
242Aristoteles, Physica, 2, 1; 9
τὸ δὲ δεικνύναι τὰ φανερὰ διὰ τῶν ἀφανῶν οὐ δυναμένου κρίνειν ἐστὶ τὸ δι' αὑτὸ καὶ μὴ δι' αὑτὸ γνώριμον (ὅτι δ' ἐνδέχεται τοῦτο πάσχειν, οὐκ ἄδηλον· συλλογίσαιτο γὰρ ἄν τις ἐκ γενετῆς ὢν τυφλὸς περὶ χρωμάτων), ὥστε ἀνάγκη τοῖς τοιούτοις περὶ τῶν ὀνομά των εἶναι τὸν λόγον, νοεῖν δὲ μηδέν.
243Aristoteles, Physica, 2, 1; 12
εἰ δὲ καὶ τούτων ἕκαστον πρὸς ἕτε ρόν τι ταὐτὸ τοῦτο πέπονθεν (οἷον ὁ μὲν χαλκὸς καὶ ὁ χρυσὸς πρὸς ὕδωρ, τὰ δ' ὀστᾶ καὶ ξύλα πρὸς γῆν, ὁμοίως δὲ καὶ τῶν ἄλλων ὁτιοῦν), ἐκεῖνο τὴν φύσιν εἶναι καὶ τὴν οὐσίαν αὐ τῶν.
244Aristoteles, Physica, 2, 1; 14
ὃ γάρ τις αὐτῶν ὑπέλαβε τοιοῦτον, εἴτε ἓν εἴτε πλείω, τοῦτο καὶ τοσαῦτά φησιν εἶναι τὴν ἅπασαν οὐσίαν, τὰ δὲ ἄλλα πάντα πάθη τούτων καὶ ἕξεις καὶ δια θέσεις, καὶ τούτων μὲν ὁτιοῦν ἀΐδιον (οὐ γὰρ εἶναι μετα βολὴν αὐτοῖς ἐξ αὑτῶν), τὰ δ' ἄλλα γίγνεσθαι καὶ φθεί ρεσθαι ἀπειράκις.
245Aristoteles, Physica, 2, 2; 1
Ἐπεὶ δὲ διώρισται ποσαχῶς ἡ φύσις, μετὰ τοῦτο θεωρητέον τίνι διαφέρει ὁ μαθηματικὸς τοῦ φυσικοῦ (καὶ γὰρ ἐπίπεδα καὶ στερεὰ ἔχει τὰ φυσικὰ σώματα καὶ μήκη καὶ στιγμάς, περὶ ὧν σκοπεῖ ὁ μαθηματικός)· ἔτι εἰ ἡ ἀστρολογία ἑτέρα ἢ μέρος τῆς φυσικῆς· εἰ γὰρ τοῦ φυσικοῦ τὸ τί ἐστιν ἥλιος ἢ σελήνη εἰδέναι, τῶν δὲ συμβεβηκότων καθ' αὑτὰ μηδέν, ἄτοπον, ἄλλως τε καὶ ὅτι φαίνονται λέ γοντες οἱ περὶ φύσεως καὶ περὶ σχήματος σελήνης καὶ ἡλίου, καὶ δὴ καὶ πότερον σφαιροειδὴς ἡ γῆ καὶ ὁ κόσμος ἢ οὔ.
246Aristoteles, Physica, 2, 2; 2
περὶ τούτων μὲν οὖν πραγματεύεται καὶ ὁ μαθηματικός, ἀλλ' οὐχ ᾗ φυσικοῦ σώματος πέρας ἕκαστον· οὐδὲ τὰ συμ βεβηκότα θεωρεῖ ᾗ τοιούτοις οὖσι συμβέβηκεν· διὸ καὶ χωρί ζει· χωριστὰ γὰρ τῇ νοήσει κινήσεώς ἐστι, καὶ οὐδὲν διαφέ ρει, οὐδὲ γίγνεται ψεῦδος χωριζόντων.
247Aristoteles, Physica, 2, 2; 3
λανθάνουσι δὲ τοῦτο ποι οῦντες καὶ οἱ τὰς ἰδέας λέγοντες· τὰ γὰρ φυσικὰ χωρίζου σιν ἧττον ὄντα χωριστὰ τῶν μαθηματικῶν.
248Aristoteles, Physica, 2, 2; 6
δηλοῖ δὲ καὶ τὰ φυσικώτερα τῶν μαθημάτων, οἷον ὀπτικὴ καὶ ἁρμονικὴ καὶ ἀστρολογία· ἀνάπαλιν γὰρ τρόπον τιν' ἔχουσιν τῇ γεωμετρίᾳ.
249Aristoteles, Physica, 2, 2; 8
ἐπεὶ δ' ἡ φύσις διχῶς, τό τε εἶδος καὶ ἡ ὕλη, ὡς ἂν εἰ περὶ σιμότητος σκοποῖμεν τί ἐστιν, οὕτω θεωρητέον· ὥστ' οὔτ' ἄνευ ὕλης τὰ τοιαῦτα οὔτε κατὰ τὴν ὕλην.
250Aristoteles, Physica, 2, 3; 3
ἕνα μὲν οὖν τρό πον αἴτιον λέγεται τὸ ἐξ οὗ γίγνεταί τι ἐνυπάρχοντος, οἷον ὁ χαλκὸς τοῦ ἀνδριάντος καὶ ὁ ἄργυρος τῆς φιάλης καὶ τὰ τούτων γένη· ἄλλον δὲ τὸ εἶδος καὶ τὸ παράδειγμα, τοῦτο δ' ἐστὶν ὁ λόγος ὁ τοῦ τί ἦν εἶναι καὶ τὰ τούτου γένη (οἷον τοῦ διὰ πασῶν τὰ δύο πρὸς ἕν, καὶ ὅλως ὁ ἀριθμός) καὶ τὰ μέρη τὰ ἐν τῷ λόγῳ.
251Aristoteles, Physica, 2, 3; 7
καὶ ὅσα δὴ κινήσαντος ἄλλου μεταξὺ γίγνεται τοῦ τέλους, οἷον τῆς ὑγιείας ἡ ἰσχνασία ἢ ἡ κάθαρ σις ἢ τὰ φάρμακα ἢ τὰ ὄργανα· πάντα γὰρ ταῦτα τοῦ τέλους ἕνεκά ἐστιν, διαφέρει δὲ ἀλλήλων ὡς ὄντα τὰ μὲν ἔργα τὰ δ' ὄργανα.
252Aristoteles, Physica, 2, 3; 8
τὰ μὲν οὖν αἴτια σχεδὸν τοσαυταχῶς λέγεται, συμβαίνει δὲ πολλαχῶς λεγομένων τῶν αἰτίων καὶ πολλὰ τοῦ αὐτοῦ αἴτια εἶναι, οὐ κατὰ συμβεβηκός, οἷον τοῦ ἀνδριάντος καὶ ἡ ἀνδριαντοποιικὴ καὶ ὁ χαλκός, οὐ καθ' ἕτερόν τι ἀλλ' ᾗ ἀνδριάς, ἀλλ' οὐ τὸν αὐτὸν τρόπον, ἀλλὰ τὸ μὲν ὡς ὕλη τὸ δ' ὡς ὅθεν ἡ κίνησις.
253Aristoteles, Physica, 2, 3; 11
ἅπαντα δὲ τὰ νῦν εἰρημένα αἴτια εἰς τέτταρας πίπτει τρόπους τοὺς φανερωτάτους.
254Aristoteles, Physica, 2, 3; 12
τὰ μὲν γὰρ στοιχεῖα τῶν συλλαβῶν καὶ ἡ ὕλη τῶν σκευαστῶν καὶ τὸ πῦρ καὶ τὰ τοιαῦτα τῶν σω μάτων καὶ τὰ μέρη τοῦ ὅλου καὶ αἱ ὑποθέσεις τοῦ συμπε ράσματος ὡς τὸ ἐξ οὗ αἴτιά ἐστιν, τούτων δὲ τὰ μὲν ὡς τὸ ὑποκείμενον, οἷον τὰ μέρη, τὰ δὲ ὡς τὸ τί ἦν εἶναι, τό τε ὅλον καὶ ἡ σύνθεσις καὶ τὸ εἶδος· τὸ δὲ σπέρμα καὶ ὁ ἰα τρὸς καὶ ὁ βουλεύσας καὶ ὅλως τὸ ποιοῦν, πάντα ὅθεν ἡ ἀρχὴ τῆς μεταβολῆς ἢ στάσεως [ἢ κινήσεως]· τὰ δ' ὡς τὸ τέλος καὶ τἀγαθὸν τῶν ἄλλων· τὸ γὰρ οὗ ἕνεκα βέλτιστον καὶ τέλος τῶν ἄλλων ἐθέλει εἶναι· διαφερέτω δὲ μηδὲν εἰ πεῖν αὐτὸ ἀγαθὸν ἢ φαινόμενον ἀγαθόν.
255Aristoteles, Physica, 2, 3; 13
τὰ μὲν οὖν αἴτια ταῦτα καὶ τοσαῦτά ἐστι τῷ εἴδει· τρόποι δὲ τῶν αἰτίων ἀριθμῷ μὲν εἰσὶ πολλοί, κεφαλαιούμενοι δὲ καὶ οὗτοι ἐλάτ τους.
256Aristoteles, Physica, 2, 3; 14
λέγεται γὰρ αἴτια πολλαχῶς, καὶ αὐτῶν τῶν ὁμοει δῶν προτέρως καὶ ὑστέρως ἄλλο ἄλλου, οἷον ὑγιείας ἰατρὸς καὶ τεχνίτης, καὶ τοῦ διὰ πασῶν τὸ διπλάσιον καὶ ἀριθ μός, καὶ ἀεὶ τὰ περιέχοντα πρὸς τὰ καθ' ἕκαστον.
257Aristoteles, Physica, 2, 3; 15
ἔτι δ' ὡς τὸ συμβεβηκὸς καὶ τὰ τούτων γένη, οἷον ἀνδριάντος ἄλ λως Πολύκλειτος καὶ ἄλλως ἀνδριαντοποιός, ὅτι συμβέβηκε τῷ ἀνδριαντοποιῷ τὸ Πολυκλείτῳ εἶναι.
258Aristoteles, Physica, 2, 3; 16
καὶ τὰ περιέχοντα δὲ τὸ συμβεβηκός, οἷον εἰ ὁ ἄνθρωπος αἴτιος εἴη ἀνδριάντος ἢ ὅλως ζῷον.
259Aristoteles, Physica, 2, 3; 18
πάντα δὲ καὶ τὰ οἰκείως λεγό μενα καὶ τὰ κατὰ συμβεβηκὸς τὰ μὲν ὡς δυνάμενα λέ γεται τὰ δ' ὡς ἐνεργοῦντα, οἷον τοῦ οἰκοδομεῖσθαι οἰκίαν οἰ κοδόμος ἢ οἰκοδομῶν οἰκοδόμος.
260Aristoteles, Physica, 2, 3; 19
ὁμοίως δὲ λεχθήσεται καὶ ἐφ' ὧν αἴτια τὰ αἴτια τοῖς εἰρημένοις, οἷον τουδὶ τοῦ ἀνδριάν τος ἢ ἀνδριάντος ἢ ὅλως εἰκόνος, καὶ χαλκοῦ τοῦδε ἢ χαλκοῦ ἢ ὅλως ὕλης· καὶ ἐπὶ τῶν συμβεβηκότων ὡσαύ τως.
261Aristoteles, Physica, 2, 3; 22
δια φέρει δὲ τοσοῦτον, ὅτι τὰ μὲν ἐνεργοῦντα καὶ τὰ καθ' ἕκα στον ἅμα ἔστι καὶ οὐκ ἔστι καὶ ὧν αἴτια, οἷον ὅδ' ὁ ἰα τρεύων τῷδε τῷ ὑγιαζομένῳ καὶ ὅδε ὁ οἰκοδομῶν τῷδε τῷ οἰκοδομουμένῳ, τὰ δὲ κατὰ δύναμιν οὐκ ἀεί.
262Aristoteles, Physica, 2, 3; 24
δεῖ δ' ἀεὶ τὸ αἴτιον ἑκάστου τὸ ἀκρότατον ζητεῖν, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων (οἷον ἅνθρωπος οἰκοδομεῖ ὅτι οἰκοδόμος, ὁ δ' οἰκο δόμος κατὰ τὴν οἰκοδομικήν· τοῦτο τοίνυν πρότερον τὸ αἴ τιον, καὶ οὕτως ἐπὶ πάντων)· ἔτι τὰ μὲν γένη τῶν γενῶν, τὰ δὲ καθ' ἕκαστον τῶν καθ' ἕκαστον (οἷον ἀνδριαντο ποιὸς μὲν ἀνδριάντος, ὁδὶ δὲ τουδί)· καὶ τὰς μὲν δυνάμεις τῶν δυνατῶν, τὰ δ' ἐνεργοῦντα πρὸς τὰ ἐνεργούμενα.
263Aristoteles, Physica, 2, 3; 25
ὅσα μὲν οὖν τὰ αἴτια καὶ ὃν τρόπον αἴτια, ἔστω ἡμῖν διωρισμένα ἱκανῶς.
264Aristoteles, Physica, 2, 4; 2
ἔνιοι γὰρ καὶ εἰ ἔστιν ἢ μὴ ἀποροῦσιν· οὐδὲν γὰρ δὴ γίγνεσθαι ἀπὸ τύχης φασίν, ἀλλὰ πάντων εἶναί τι αἴτιον ὡρισμένον ὅσα λέγομεν ἀπὸ ταὐτομάτου γίγνεσθαι ἢ τύχης, οἷον τοῦ ἐλθεῖν ἀπὸ τύχης εἰς τὴν ἀγοράν, καὶ καταλαβεῖν ὃν ἐβούλετο μὲν οὐκ ᾤετο δέ, αἴτιον τὸ βούλεσθαι ἀγοράσαι ἐλθόντα· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν ἀπὸ τύχης λεγομένων ἀεί τι εἶναι λαβεῖν τὸ αἴτιον, ἀλλ' οὐ τύ χην, ἐπεὶ εἴ γέ τι ἦν ἡ τύχη, ἄτοπον ἂν φανείη ὡς ἀλη θῶς, καὶ ἀπορήσειεν ἄν τις διὰ τί ποτ' οὐδεὶς τῶν ἀρχαίων σοφῶν τὰ αἴτια περὶ γενέσεως καὶ φθορᾶς λέγων περὶ τύ χης οὐδὲν διώρισεν, ἀλλ' ὡς ἔοικεν, οὐδὲν ᾤοντο οὐδ' ἐκεῖνοι εἶ ναι ἀπὸ τύχης.
265Aristoteles, Physica, 2, 4; 3
ἀλλὰ καὶ τοῦτο θαυμαστόν· πολλὰ γὰρ καὶ γίγνεται καὶ ἔστιν ἀπὸ τύχης καὶ ἀπὸ ταὐτομάτου, ἃ οὐκ ἀγνοοῦντες ὅτι ἔστιν ἐπανενεγκεῖν ἕκαστον ἐπί τι αἴτιον τῶν γιγνομένων, καθάπερ ὁ παλαιὸς λόγος εἶπεν ὁ ἀναιρῶν τὴν τύχην, ὅμως τούτων τὰ μὲν εἶναί φασι πάντες ἀπὸ τύχης τὰ δ' οὐκ ἀπὸ τύχης· διὸ καὶ ἁμῶς γέ πως ἦν ποιητέον αὐ τοῖς μνείαν.
266Aristoteles, Physica, 2, 4; 6
λέγει γοῦν ἐν τῇ κοσμοποιίᾳ ὡς “οὕτω συνέ κυρσε θέων τοτέ, πολλάκι δ' ἄλλως”· καὶ τὰ μόρια τῶν ζῴων ἀπὸ τύχης γενέσθαι τὰ πλεῖστά φησιν.
267Aristoteles, Physica, 2, 4; 8
καὶ μάλα τοῦτό γε αὐτὸ θαυμάσαι ἄξιον· λέ γοντες γὰρ τὰ μὲν ζῷα καὶ τὰ φυτὰ ἀπὸ τύχης μήτε εἶναι μήτε γίγνεσθαι, ἀλλ' ἤτοι φύσιν ἢ νοῦν ἤ τι τοιοῦτον ἕτερον εἶναι τὸ αἴτιον (οὐ γὰρ ὅ τι ἔτυχεν ἐκ τοῦ σπέρματος ἑκάστου γίγνεται, ἀλλ' ἐκ μὲν τοῦ τοιουδὶ ἐλαία ἐκ δὲ τοῦ τοιουδὶ ἄνθρωπος), τὸν δ' οὐρανὸν καὶ τὰ θειότατα τῶν φα νερῶν ἀπὸ τοῦ αὐτομάτου γενέσθαι, τοιαύτην δ' αἰτίαν μη δεμίαν εἶναι οἵαν τῶν ζῴων καὶ τῶν φυτῶν.
268Aristoteles, Physica, 2, 4; 12
ὥστε σκεπτέον καὶ τί ἑκάτερον, καὶ εἰ ταὐτὸν ἢ ἕτερον τό τε αὐτόματον καὶ ἡ τύχη, καὶ πῶς εἰς τὰ διωρισμένα αἴτια ἐμπίπτουσιν.
269Aristoteles, Physica, 2, 5; 1
Πρῶτον μὲν οὖν, ἐπειδὴ ὁρῶμεν τὰ μὲν ἀεὶ ὡσαύτως γιγνόμενα τὰ δὲ ὡς ἐπὶ τὸ πολύ, φανερὸν ὅτι οὐδετέρου τούτων αἰτία ἡ τύχη λέγεται οὐδὲ τὸ ἀπὸ τύχης, οὔτε τοῦ ἐξ ἀνάγ κης καὶ αἰεὶ οὔτε τοῦ ὡς ἐπὶ τὸ πολύ.
270Aristoteles, Physica, 2, 5; 2
ἀλλ' ἐπειδὴ ἔστιν ἃ γίγνε ται καὶ παρὰ ταῦτα, καὶ ταῦτα πάντες φασὶν εἶναι ἀπὸ τύχης, φανερὸν ὅτι ἔστι τι ἡ τύχη καὶ τὸ αὐτόματον· τά τε γὰρ τοιαῦτα ἀπὸ τύχης καὶ τὰ ἀπὸ τύχης τοιαῦτα ὄντα ἴσμεν.
271Aristoteles, Physica, 2, 5; 3
τῶν δὲ γιγνομένων τὰ μὲν ἕνεκά του γίγνεται τὰ δ' οὔ (τούτων δὲ τὰ μὲν κατὰ προαίρεσιν, τὰ δ' οὐ κατὰ προαίρεσιν, ἄμφω δ' ἐν τοῖς ἕνεκά του), ὥστε δῆλον ὅτι καὶ ἐν τοῖς παρὰ τὸ ἀναγκαῖον καὶ τὸ ὡς ἐπὶ τὸ πολὺ ἔστιν ἔνια περὶ ἃ ἐνδέχεται ὑπάρχειν τὸ ἕνεκά του.
272Aristoteles, Physica, 2, 5; 5
τὰ δὴ τοιαῦτα ὅταν κατὰ συμβεβηκὸς γένηται, ἀπὸ τύ χης φαμὲν εἶναι (ὥσπερ γὰρ καὶ ὄν ἐστι τὸ μὲν καθ' αὑτὸ τὸ δὲ κατὰ συμβεβηκός, οὕτω καὶ αἴτιον ἐνδέχεται εἶναι, οἷον οἰκίας καθ' αὑτὸ μὲν αἴτιον τὸ οἰκοδομικόν, κατὰ συμ βεβηκὸς δὲ τὸ λευκὸν ἢ τὸ μουσικόν· τὸ μὲν οὖν καθ' αὑτὸ αἴτιον ὡρισμένον, τὸ δὲ κατὰ συμβεβηκὸς ἀόριστον· ἄπειρα γὰρ ἂν τῷ ἑνὶ συμβαίη).
273Aristoteles, Physica, 2, 5; 9
ἀόριστα μὲν οὖν τὰ αἴτια ἀνάγκη εἶναι ἀφ' ὧν ἂν γένοιτο τὸ ἀπὸ τύχης.
274Aristoteles, Physica, 2, 5; 14
ὥστ' ἐπεὶ ἀόριστα τὰ οὕτως αἴτια, καὶ ἡ τύχη ἀόριστον.
275Aristoteles, Physica, 2, 5; 15
ὅμως δ' ἐπ' ἐνίων ἀπορήσειεν ἄν τις, ἆρ' οὖν τὰ τυχόντα αἴτι' ἂν γένοιτο τῆς τύχης· οἷον ὑγιείας ἢ πνεῦμα ἢ εἵλησις, ἀλλ' οὐ τὸ ἀποκε κάρθαι· ἔστιν γὰρ ἄλλα ἄλλων ἐγγύτερα τῶν κατὰ συμ βεβηκὸς αἰτίων.
276Aristoteles, Physica, 2, 6; 3
διὸ καὶ ἀνάγκη περὶ τὰ πρακτὰ εἶναι τὴν τύχην (σημεῖον δ' ὅτι δοκεῖ ἤτοι ταὐτὸν εἶναι τῇ εὐδαιμονίᾳ ἡ εὐτυχία ἢ ἐγγύς, ἡ δ' εὐδαιμονία πρᾶξίς τις· εὐπραξία γάρ), ὥσθ' ὁπόσοις μὴ ἐνδέχεται πρᾶξαι, οὐδὲ τὸ ἀπὸ τύχης τι ποιῆσαι.
277Aristoteles, Physica, 2, 7; 3
ὅτι μὲν οὖν τὰ αἴτια ταῦτα καὶ τοσαῦτα, φανερόν· ἐπεὶ δ' αἱ αἰτίαι τέτταρες, περὶ πασῶν τοῦ φυσικοῦ εἰδέναι, καὶ εἰς πάσας ἀνάγων τὸ διὰ τί ἀποδώσει φυσικῶς, τὴν ὕλην, τὸ εἶδος, τὸ κινῆσαν, τὸ οὗ ἕνεκα.
278Aristoteles, Physica, 2, 7; 4
ἔρχεται δὲ τὰ τρία εἰς [τὸ] ἓν πολλάκις· τὸ μὲν γὰρ τί ἐστι καὶ τὸ οὗ ἕνεκα ἕν ἐστι, τὸ δ' ὅθεν ἡ κίνησις πρῶτον τῷ εἴδει ταὐτὸ τούτοις· ἄν θρωπος γὰρ ἄνθρωπον γεννᾷ – καὶ ὅλως ὅσα κινούμενα κινεῖ (ὅσα δὲ μή, οὐκέτι φυσικῆς· οὐ γὰρ ἐν αὑτοῖς ἔχοντα κίνησιν οὐδ' ἀρχὴν κινήσεως κινεῖ, ἀλλ' ἀκίνητα ὄντα· διὸ τρεῖς αἱ πραγματεῖαι, ἡ μὲν περὶ ἀκινήτων, ἡ δὲ περὶ κινουμένων μὲν ἀφθάρτων δέ, ἡ δὲ περὶ τὰ φθαρτά).
279Aristoteles, Physica, 2, 8; 1
Λεκτέον δὴ πρῶτον μὲν διότι ἡ φύσις τῶν ἕνεκά του αἰτίων, ἔπειτα περὶ τοῦ ἀναγκαίου, πῶς ἔχει ἐν τοῖς φυσι κοῖς· εἰς γὰρ ταύτην τὴν αἰτίαν ἀνάγουσι πάντες, ὅτι ἐπειδὴ τὸ θερμὸν τοιονδὶ πέφυκεν καὶ τὸ ψυχρὸν καὶ ἕκαστον δὴ τῶν τοιούτων, ταδὶ ἐξ ἀνάγκης ἐστὶ καὶ γίγνεται· καὶ γὰρ ἐὰν ἄλλην αἰτίαν εἴπωσιν, ὅσον ἁψάμενοι χαίρειν ἐῶσιν, ὁ μὲν τὴν φιλίαν καὶ τὸ νεῖκος, ὁ δὲ τὸν νοῦν· ἔχει δ' ἀπορίαν τί κωλύει τὴν φύσιν μὴ ἕνεκά του ποιεῖν μηδ' ὅτι βέλτιον, ἀλλ' ὥσπερ ὕει ὁ Ζεὺς οὐχ ὅπως τὸν σῖτον αὐξήσῃ, ἀλλ' ἐξ ἀνάγκης (τὸ γὰρ ἀναχθὲν ψυχθῆναι δεῖ, καὶ τὸ ψυχθὲν ὕδωρ γενόμενον κατελθεῖν· τὸ δ' αὐξάνεσθαι τούτου γενομέ νου τὸν σῖτον συμβαίνει), ὁμοίως δὲ καὶ εἴ τῳ ἀπόλλυται ὁ σῖτος ἐν τῇ ἅλῳ, οὐ τούτου ἕνεκα ὕει ὅπως ἀπόληται, ἀλλὰ τοῦτο συμβέβηκεν – ὥστε τί κωλύει οὕτω καὶ τὰ μέρη ἔχειν ἐν τῇ φύσει, οἷον τοὺς ὀδόντας ἐξ ἀνάγκης ἀνατεῖλαι τοὺς μὲν ἐμπροσθίους ὀξεῖς, ἐπιτηδείους πρὸς τὸ διαιρεῖν, τοὺς δὲ γομφίους πλατεῖς καὶ χρησίμους πρὸς τὸ λεαίνειν τὴν τροφήν, ἐπεὶ οὐ τούτου ἕνεκα γενέσθαι, ἀλλὰ συμπεσεῖν· ὁμοίως δὲ καὶ περὶ τῶν ἄλλων μερῶν, ἐν ὅσοις δοκεῖ ὑπάρχειν τὸ ἕνεκά του.
280Aristoteles, Physica, 2, 8; 2
ὅπου μὲν οὖν ἅπαντα συνέβη ὥσπερ κἂν εἰ ἕνεκά του ἐγί γνετο, ταῦτα μὲν ἐσώθη ἀπὸ τοῦ αὐτομάτου συστάντα ἐπι τηδείως· ὅσα δὲ μὴ οὕτως, ἀπώλετο καὶ ἀπόλλυται, κα θάπερ Ἐμπεδοκλῆς λέγει τὰ βουγενῆ ἀνδρόπρῳρα.
281Aristoteles, Physica, 2, 8; 4
ταῦτα μὲν γὰρ καὶ πάντα τὰ φύσει ἢ αἰεὶ οὕτω γίγνεται ἢ ὡς ἐπὶ τὸ πολύ, τῶν δ' ἀπὸ τύχης καὶ τοῦ αὐτομάτου οὐδέν.
282Aristoteles, Physica, 2, 8; 7
ἀλλὰ μὴν φύσει γ' ἐστὶ τὰ τοιαῦτα πάντα, ὡς κἂν αὐτοὶ φαῖεν οἱ ταῦτα λέγοντες.
283Aristoteles, Physica, 2, 8; 12
οἷον εἰ οἰκία τῶν φύσει γιγνομένων ἦν, οὕτως ἂν ἐγίγνετο ὡς νῦν ὑπὸ τῆς τέχνης· εἰ δὲ τὰ φύσει μὴ μόνον φύσει ἀλλὰ καὶ τέχνῃ γίγνοιτο, ὡσαύτως ἂν γίγνοιτο ᾗ πέ φυκεν.
284Aristoteles, Physica, 2, 8; 13
ὅλως δὲ ἡ τέχνη τὰ μὲν ἐπιτελεῖ ἃ ἡ φύσις ἀδυνατεῖ ἀπεργάσασθαι, τὰ δὲ μι μεῖται.
285Aristoteles, Physica, 2, 8; 14
εἰ οὖν τὰ κατὰ τέχνην ἕνεκά του, δῆλον ὅτι καὶ τὰ κατὰ φύσιν· ὁμοίως γὰρ ἔχει πρὸς ἄλληλα ἐν τοῖς κατὰ τέχνην καὶ ἐν τοῖς κατὰ φύσιν τὰ ὕστερα πρὸς τὰ πρότερα.
286Aristoteles, Physica, 2, 8; 15
μάλιστα δὲ φανερὸν ἐπὶ τῶν ζῴων τῶν ἄλλων, ἃ οὔτε τέχνῃ οὔτε ζητήσαντα οὔτε βουλευσάμενα ποιεῖ· ὅθεν διαποροῦσί τινες πότερον νῷ ἤ τινι ἄλλῳ ἐργάζονται οἵ τ' ἀρ άχναι καὶ οἱ μύρμηκες καὶ τὰ τοιαῦτα.
287Aristoteles, Physica, 2, 8; 16
κατὰ μικρὸν δ' οὕτω προϊόντι καὶ ἐν τοῖς φυτοῖς φαίνεται τὰ συμφέροντα γι γνόμενα πρὸς τὸ τέλος, οἷον τὰ φύλλα τῆς τοῦ καρποῦ ἕνεκα σκέπης.
288Aristoteles, Physica, 2, 8; 17
ὥστ' εἰ φύσει τε ποιεῖ καὶ ἕνεκά του ἡ χελιδὼν τὴν νεοττιὰν καὶ ὁ ἀράχνης τὸ ἀράχνιον, καὶ τὰ φυτὰ τὰ φύλλα ἕνεκα τῶν καρπῶν καὶ τὰς ῥίζας οὐκ ἄνω ἀλλὰ κάτω τῆς τροφῆς, φανερὸν ὅτι ἔστιν ἡ αἰτία ἡ τοι αύτη ἐν τοῖς φύσει γιγνομένοις καὶ οὖσιν.
289Aristoteles, Physica, 2, 8; 20
εἰ δὴ ἔστιν ἔνια κατὰ τέχνην ἐν οἷς τὸ ὀρθῶς ἕνεκά του, ἐν δὲ τοῖς ἁμαρτανομένοις ἕνεκα μέν τινος ἐπιχειρεῖ ται ἀλλ' ἀποτυγχάνεται, ὁμοίως ἂν ἔχοι καὶ ἐν τοῖς φυ σικοῖς, καὶ τὰ τέρατα ἁμαρτήματα ἐκείνου τοῦ ἕνεκά του.
290Aristoteles, Physica, 2, 8; 21
καὶ ἐν ταῖς ἐξ ἀρχῆς ἄρα συστάσεσι τὰ βουγενῆ, εἰ μὴ πρός τινα ὅρον καὶ τέλος δυνατὰ ἦν ἐλθεῖν, διαφθειρομένης ἂν ἀρχῆς τινὸς ἐγίγνετο, ὥσπερ νῦν τοῦ σπέρματος.
291Aristoteles, Physica, 2, 8; 22
ἔτι ἀνάγκη σπέρμα γενέσθαι πρῶτον, ἀλλὰ μὴ εὐθὺς τὰ ζῷα· καὶ τὸ “οὐλοφυὲς μὲν πρῶτα” σπέρμα ἦν.
292Aristoteles, Physica, 2, 8; 23
ἔτι καὶ ἐν τοῖς φυτοῖς ἔνεστι τὸ ἕνεκά του, ἧττον δὲ διήρθρωται· πότερον οὖν καὶ ἐν τοῖς φυτοῖς ἐγίγνετο, ὥσπερ τὰ βουγενῆ ἀνδρό πρῳρα, οὕτω καὶ ἀμπελογενῆ ἐλαιόπρῳρα, ἢ οὔ;
293Aristoteles, Physica, 2, 8; 25
ἔτι ἔδει καὶ ἐν τοῖς σπέρμασι γίγνεσθαι ὅπως ἔτυχεν· ὅλως δ' ἀναιρεῖ ὁ οὕτως λέγων τὰ φύσει τε καὶ φύσιν· φύσει γάρ, ὅσα ἀπό τινος ἐν αὑτοῖς ἀρχῆς συνεχῶς κινούμενα ἀφικνεῖται εἴς τι τέλος· ἀφ' ἑκάστης δὲ οὐ τὸ αὐτὸ ἑκάστοις οὐδὲ τὸ τυχόν, ἀεὶ μέντοι ἐπὶ τὸ αὐτό, ἂν μή τι ἐμποδίσῃ.
294Aristoteles, Physica, 2, 9; 2
νῦν μὲν γὰρ οἴονται τὸ ἐξ ἀνάγκης εἶναι ἐν τῇ γενέσει ὥσπερ ἂν εἴ τις τὸν τοῖχον ἐξ ἀνάγκης γε γενῆσθαι νομίζοι, ὅτι τὰ μὲν βαρέα κάτω πέφυκε φέρε σθαι τὰ δὲ κοῦφα ἐπιπολῆς, διὸ οἱ λίθοι μὲν κάτω καὶ τὰ θεμέλια, ἡ δὲ γῆ ἄνω διὰ κουφότητα, ἐπιπολῆς δὲ μάλιστα τὰ ξύλα· κουφότατα γάρ.
295Aristoteles, Physica, 3, 1; 8
οὐκ ἔστι δὲ κίνησις παρὰ τὰ πράγματα· μεταβάλλει γὰρ ἀεὶ τὸ μεταβάλλον ἢ κατ' οὐσίαν ἢ κατὰ ποσὸν ἢ κατὰ ποιὸν ἢ κατὰ τόπον, κοινὸν δ' ἐπὶ τούτων οὐδὲν ἔστι λαβεῖν, ὡς φαμέν, ὃ οὔτε τόδε οὔτε πο σὸν οὔτε ποιὸν οὔτε τῶν ἄλλων κατηγορημάτων οὐθέν· ὥστ' οὐδὲ κίνησις οὐδὲ μεταβολὴ οὐθενὸς ἔσται παρὰ τὰ εἰρημένα, μη θενός γε ὄντος παρὰ τὰ εἰρημένα.
296Aristoteles, Physica, 3, 4; 3
πλὴν οἱ μὲν Πυθαγόρειοι ἐν τοῖς αἰσθητοῖς (οὐ γὰρ χω ριστὸν ποιοῦσιν τὸν ἀριθμόν), καὶ εἶναι τὸ ἔξω τοῦ οὐρανοῦ ἄπει ρον, Πλάτων δὲ ἔξω μὲν οὐδὲν εἶναι σῶμα, οὐδὲ τὰς ἰδέας, διὰ τὸ μηδὲ ποὺ εἶναι αὐτάς, τὸ μέντοι ἄπειρον καὶ ἐν τοῖς αἰσθητοῖς καὶ ἐν ἐκείναις εἶναι· καὶ οἱ μὲν τὸ ἄπειρον εἶναι τὸ ἄρτιον (τοῦτο γὰρ ἐναπολαμβανόμενον καὶ ὑπὸ τοῦ περιτ τοῦ περαινόμενον παρέχειν τοῖς οὖσι τὴν ἀπειρίαν· σημεῖον δ' εἶναι τούτου τὸ συμβαῖνον ἐπὶ τῶν ἀριθμῶν· περιτιθεμένων γὰρ τῶν γνωμόνων περὶ τὸ ἓν καὶ χωρὶς ὁτὲ μὲν ἄλλο ἀεὶ γίγνεσθαι τὸ εἶδος, ὁτὲ δὲ ἕν), Πλάτων δὲ δύο τὰ ἄπειρα, τὸ μέγα καὶ τὸ μικρόν.
297Aristoteles, Physica, 3, 4; 5
τῶν δὲ πε περασμένα ποιούντων στοιχεῖα οὐθεὶς ἄπειρα ποιεῖ· ὅσοι δ' ἄπειρα ποιοῦσι τὰ στοιχεῖα, καθάπερ Ἀναξαγόρας καὶ Δη μόκριτος, ὁ μὲν ἐκ τῶν ὁμοιομερῶν, ὁ δ' ἐκ τῆς πανσπερ μίας τῶν σχημάτων, τῇ ἁφῇ συνεχὲς τὸ ἄπειρον εἶναι φασίν· καὶ ὁ μὲν ὁτιοῦν τῶν μορίων εἶναι μίγμα ὁμοίως τῷ παντὶ διὰ τὸ ὁρᾶν ὁτιοῦν ἐξ ὁτουοῦν γιγνόμενον· ἐντεῦθεν γὰρ ἔοικε καὶ ὁμοῦ ποτὲ πάντα χρήματα φάναι εἶναι, οἷον ἥδε ἡ σὰρξ καὶ τόδε τὸ ὁστοῦν, καὶ οὕτως ὁτιοῦν· καὶ πάντα ἄρα· καὶ ἅμα τοίνυν· ἀρχὴ γὰρ οὐ μόνον ἐν ἑκάστῳ ἔστι τῆς δια κρίσεως, ἀλλὰ καὶ πάντων.
298Aristoteles, Physica, 3, 5; 6
μάλιστα δὲ καὶ κυ ριώτατον, ὃ τὴν κοινὴν ποιεῖ ἀπορίαν πᾶσι· διὰ γὰρ τὸ ἐν τῇ νοήσει μὴ ὑπολείπειν καὶ ὁ ἀριθμὸς δοκεῖ ἄπειρος εἶναι καὶ τὰ μαθηματικὰ μεγέθη καὶ τὸ ἔξω τοῦ οὐρανοῦ.
299Aristoteles, Physica, 3, 6; 14
σύν θετον μὲν οὖν οὐκ ἔσται τὸ ἄπειρον σῶμα, εἰ πεπερασμένα τῷ πλήθει τὰ στοιχεῖα.
300Aristoteles, Physica, 3, 6; 16
ἀλλὰ μὴν οὐδὲ ἓν καὶ ἁπλοῦν εἶναι σῶμα ἄπειρον ἐνδέχεται, οὔτε ὡς λέγουσί τινες τὸ παρὰ τὰ στοιχεῖα, ἐξ οὗ ταῦτα γεννῶσιν, οὔθ' ἁπλῶς.
301Aristoteles, Physica, 3, 6; 18
ἀδύ νατον δ' εἶναι τοιοῦτον, οὐχ ὅτι ἄπειρον (περὶ τούτου μὲν γὰρ κοινόν τι λεκτέον ἐπὶ παντὸς ὁμοίως, καὶ ἀέρος καὶ ὕδατος καὶ ὁτουοῦν), ἀλλ' ὅτι οὐκ ἔστιν τοιοῦτον σῶμα αἰσθητὸν παρὰ τὰ καλούμενα στοιχεῖα· ἅπαντα γὰρ ἐξ οὗ ἐστι, καὶ διαλύε ται εἰς τοῦτο, ὥστε ἦν ἂν ἐνταῦθα παρὰ ἀέρα καὶ πῦρ καὶ γῆν καὶ ὕδωρ· φαίνεται δ' οὐδέν.
302Aristoteles, Physica, 3, 6; 20
ὅλως γὰρ καὶ χωρὶς τοῦ ἄπειρον εἶναί τι αὐτῶν, ἀδύνατον τὸ πᾶν, κἂν ᾖ πεπερασμένον, ἢ εἶναι ἢ γίγνεσθαι ἕν τι αὐτῶν, ὥσπερ Ἡρά κλειτός φησιν ἅπαντα γίγνεσθαί ποτε πῦρ (ὁ δ' αὐτὸς λόγος καὶ ἐπὶ τοῦ ἑνός, οἷον ποιοῦσι παρὰ τὰ στοιχεῖα οἱ φυσικοί)· πάντα γὰρ μεταβάλλει ἐξ ἐναντίου εἰς ἐναντίον, οἷον ἐκ θερμοῦ εἰς ψυχρόν.
303Aristoteles, Physica, 3, 6; 31
πεπερασμένα μὲν οὖν οὐχ οἷόν τε (ἔσται γὰρ τὰ μὲν ἄπειρα τὰ δ' οὔ, εἰ τὸ πᾶν ἄπειρον, οἷον τὸ πῦρ ἢ τὸ ὕδωρ· φθορὰ δὲ τὸ τοιοῦτον τοῖς ἐναντίοις [καθάπερ εἴρηται πρότερον])· [καὶ ...
304Aristoteles, Physica, 3, 6; 32
] εἰ δ' ἄπειρα καὶ ἁπλᾶ, καὶ οἱ τόποι ἄπειροι, καὶ ἔσται ἄπειρα τὰ στοιχεῖα· εἰ δὲ τοῦτ' ἀδύνατον καὶ πεπερασμένοι οἱ τόποι, καὶ τὸ ὅλον [πε περάνθαι ἀναγκαῖον]· ἀδύνατον γὰρ μὴ ἀπαρτίζειν τὸν τό πον καὶ τὸ σῶμα· οὔτε γὰρ ὁ τόπος ὁ πᾶς μείζων ἢ ὅσον ἐνδέχεται τὸ σῶμα εἶναι (ἅμα δ' οὐδ' ἄπειρον ἔσται τὸ σῶμα ἔτι), οὔτε τὸ σῶμα μεῖζον ἢ ὁ τόπος· ἢ γὰρ κενὸν ἔσται τι ἢ σῶμα οὐδαμοῦ πεφυκὸς εἶναι.
305Aristoteles, Physica, 3, 7; 2
τοῦ τε γὰρ χρόνου ἔσται τις ἀρχὴ καὶ τε λευτή, καὶ τὰ μεγέθη οὐ διαιρετὰ εἰς μεγέθη, καὶ ἀριθμὸς οὐκ ἔσται ἄπειρος.
306Aristoteles, Physica, 3, 7; 13
ἀλλ' εἰ μὴ οἷόν τε εἶναι ἄπειρον ἐντελεχείᾳ σῶμα αἰσθητὸν οὕτω, φανε ρὸν ὅτι οὐδὲ δυνάμει ἂν εἴη κατὰ πρόσθεσιν, ἀλλ' ἢ ὥσπερ εἴρηται ἀντεστραμμένως τῇ διαιρέσει, ἐπεὶ καὶ Πλάτων διὰ τοῦτο δύο τὰ ἄπειρα ἐποίησεν, ὅτι καὶ ἐπὶ τὴν αὔξην δοκεῖ ὑπερβάλλειν καὶ εἰς ἄπειρον ἰέναι καὶ ἐπὶ τὴν καθαίρεσιν.
307Aristoteles, Physica, 3, 7; 27
ὥστε φανερὸν ὅτι μᾶλλον ἐν μορίου λόγῳ τὸ ἄπειρον ἢ ἐν ὅλου· μόριον γὰρ ἡ ὕλη τοῦ ὅλου ὥσπερ ὁ χαλκὸς τοῦ χαλκοῦ ἀνδριάντος, ἐπεὶ εἴ γε περιέχει ἐν τοῖς αἰσθητοῖς, καὶ ἐν τοῖς νοητοῖς τὸ μέγα καὶ τὸ μικρὸν ἔδει περιέχειν τὰ νοητά.
308Aristoteles, Physica, 3, 8; 12
ἐπεὶ δὲ τὰ αἴτια διῄρηται τετρα χῶς, φανερὸν ὅτι ὡς ὕλη τὸ ἄπειρον αἴτιόν ἐστι, καὶ ὅτι τὸ μὲν εἶναι αὐτῷ στέρησις, τὸ δὲ καθ' αὑτὸ ὑποκείμενον τὸ συνεχὲς καὶ αἰσθητόν.
309Aristoteles, Physica, 3, 9; 1
Λοιπὸν δ' ἐπελθεῖν καθ' οὓς λόγους τὸ ἄπειρον εἶναι δο κεῖ οὐ μόνον δυνάμει ἀλλ' ὡς ἀφωρισμένον· τὰ μὲν γάρ ἐστιν αὐτῶν οὐκ ἀναγκαῖα, τὰ δ' ἔχει τινὰς ἑτέρας ἀληθεῖς ἀπαντήσεις.
310Aristoteles, Physica, 4, 1; 2
τά τε γὰρ ὄντα πάντες ὑπολαμβάνουσιν εἶναί που (τὸ γὰρ μὴ ὂν οὐδαμοῦ εἶναι· ποῦ γάρ ἐστι τραγέλαφος ἢ σφίγξ;
311Aristoteles, Physica, 4, 1; 9
ἔστι δὲ τὰ τοιαῦτα οὐ μόνον πρὸς ἡμᾶς, τὸ ἄνω καὶ κάτω καὶ δεξιὸν καὶ ἀριστερόν· ἡμῖν μὲν γὰρ οὐκ ἀεὶ τὸ αὐτό, ἀλλὰ κατὰ τὴν θέσιν, ὅπως ἂν στραφῶμεν, γίγνεται (διὸ καὶ ταὐτὸ πολλάκις δεξιὸν καὶ ἀριστερὸν καὶ ἄνω καὶ κάτω καὶ πρόσθεν καὶ ὄπισθεν), ἐν δὲ τῇ φύσει διώρισται χωρὶς ἕκαστον.
312Aristoteles, Physica, 4, 1; 10
οὐ γὰρ ὅ τι ἔτυχέν ἐστι τὸ ἄνω, ἀλλ' ὅπου φέρεται τὸ πῦρ καὶ τὸ κοῦφον· ὁμοίως δὲ καὶ τὸ κάτω οὐχ ὅ τι ἔτυχεν, ἀλλ' ὅπου τὰ ἔχοντα βάρος καὶ τὰ γεηρά, ὡς οὐ τῇ θέσει διαφέροντα μόνον ἀλλὰ καὶ τῇ δυνάμει.
313Aristoteles, Physica, 4, 1; 11
δηλοῖ δὲ καὶ τὰ μαθηματικά· οὐκ ὄντα γὰρ ἐν τόπῳ ὅμως κατὰ τὴν θέσιν τὴν πρὸς ἡμᾶς ἔχει δεξιὰ καὶ ἀριστερὰ ὡς τὰ μόνον λεγόμενα διὰ θέσιν, οὐκ ἔχοντα φύσει τούτων ἕκαστον.
314Aristoteles, Physica, 4, 1; 13
ὅτι μὲν οὖν ἐστί τι ὁ τό πος παρὰ τὰ σώματα, καὶ πᾶν σῶμα αἰσθητὸν ἐν τόπῳ, διὰ τούτων ἄν τις ὑπολάβοι· δόξειε δ' ἂν καὶ Ἡσίοδος ὀρ θῶς λέγειν ποιήσας πρῶτον τὸ χάος.
315Aristoteles, Physica, 4, 1; 19
ἔτι εἴπερ ἔστι σώματος τόπος καὶ χώρα, δῆλον ὅτι καὶ ἐπιφανείας καὶ τῶν λοιπῶν περάτων· ὁ γὰρ αὐτὸς ἁρμόσει λόγος· ὅπου γὰρ ἦν πρότε ρον τὰ τοῦ ὕδατος ἐπίπεδα, ἔσται πάλιν τὰ τοῦ ἀέρος.
316Aristoteles, Physica, 4, 1; 22
οὔτε γὰρ στοιχεῖον οὔτ' ἐκ στοιχείων οἷόν τε εἶναι τοιαύτην ἔχοντα φύσιν, οὔτε τῶν σω ματικῶν οὔτε τῶν ἀσωμάτων· μέγεθος μὲν γὰρ ἔχει, σῶ μα δ' οὐδέν· ἔστι δὲ τὰ μὲν τῶν αἰσθητῶν στοιχεῖα σώματα, ἐκ δὲ τῶν νοητῶν οὐδὲν γίγνεται μέγεθος.
317Aristoteles, Physica, 4, 1; 24
οὐδε μία γὰρ αὐτῷ ὑπάρχει αἰτία τῶν τεττάρων· οὔτε γὰρ ὡς ὕλη τῶν ὄντων (οὐδὲν γὰρ ἐξ αὐτοῦ συνέστηκεν) οὔτε ὡς εἶδος καὶ λόγος τῶν πραγμάτων οὔθ' ὡς τέλος, οὔτε κινεῖ τὰ ὄντα.
318Aristoteles, Physica, 4, 2; 1
Ἐπεὶ δὲ τὸ μὲν καθ' αὑτὸ τὸ δὲ κατ' ἄλλο λέγεται, καὶ τόπος ὁ μὲν κοινός, ἐν ᾧ ἅπαντα τὰ σώματά ἐστιν, ὁ δ' ἴδιος, ἐν ᾧ πρώτῳ (λέγω δὲ οἷον σὺ νῦν ἐν τῷ οὐρανῷ ὅτι ἐν τῷ ἀέρι οὗτος δ' ἐν τῷ οὐρανῷ, καὶ ἐν τῷ ἀέρι δὲ ὅτι ἐν τῇ γῇ, ὁμοίως δὲ καὶ ἐν ταύτῃ ὅτι ἐν τῷδε τῷ τόπῳ, ὃς περιέχει οὐδὲν πλέον ἢ σέ), εἰ δή ἐστιν ὁ τόπος τὸ πρῶτον περιέχον ἕκαστον τῶν σωμάτων, πέρας τι ἂν εἴη, ὥστε δό ξειεν ἂν τὸ εἶδος καὶ ἡ μορφὴ ἑκάστου ὁ τόπος εἶναι, ᾧ ὁρίζεται τὸ μέγεθος καὶ ἡ ὕλη ἡ τοῦ μεγέθους· τοῦτο γὰρ ἑκάστου πέρας.
319Aristoteles, Physica, 4, 2; 2
οὕτω μὲν οὖν σκοποῦσιν ὁ τόπος τὸ ἑκάστου εἶ δός ἐστιν· ᾗ δὲ δοκεῖ ὁ τόπος εἶναι τὸ διάστημα τοῦ μεγέ θους, ἡ ὕλη· τοῦτο γὰρ ἕτερον τοῦ μεγέθους, τοῦτο δ' ἐστὶ τὸ περιεχόμενον ὑπὸ τοῦ εἴδους καὶ ὡρισμένον, οἷον ὑπὸ ἐπιπέδου καὶ πέρατος, ἔστι δὲ τοιοῦτον ἡ ὕλη καὶ τὸ ἀόριστον· ὅταν γὰρ ἀφαιρεθῇ τὸ πέρας καὶ τὰ πάθη τῆς σφαίρας, λεί πεται οὐδὲν παρὰ τὴν ὕλην.
320Aristoteles, Physica, 4, 2; 12
(Πλάτωνι μέντοι λεκτέον, εἰ δεῖ παρεκβάντας εἰπεῖν, διὰ τί οὐκ ἐν τόπῳ τὰ εἴδη καὶ οἱ ἀριθμοί, εἴπερ τὸ μεθεκτικὸν ὁ τόπος, εἴτε τοῦ μεγάλου καὶ τοῦ μικροῦ ὄντος τοῦ μεθεκτικοῦ εἴτε τῆς ὕλης, ὥσπερ ἐν τῷ Τιμαίῳ γέγραφεν.
321Aristoteles, Physica, 4, 3; 3
ἄλλον δὲ ὡς τὸ ὅλον ἐν τοῖς μέρεσιν· οὐ γάρ ἐστι παρὰ τὰ μέρη τὸ ὅλον.
322Aristoteles, Physica, 4, 3; 7
ἔτι ὡς ἐν βασιλεῖ τὰ τῶν Ἑλλήνων καὶ ὅλως ἐν τῷ πρώτῳ κινητικῷ.
323Aristoteles, Physica, 4, 4; 3
ταν μὲν γὰρ ᾖ μόρια τοῦ ὅλου τὸ ἐν ᾧ καὶ τὸ ἐν τούτῳ, λεχθήσεται τὸ ὅλον ἐν αὑτῷ· λέγεται γὰρ καὶ κατὰ τὰ μέρη, οἷον λευκὸς ὅτι ἡ ἐπιφάνεια λευκή, καὶ ἐπιστήμων ὅτι τὸ λογιστικόν.
324Aristoteles, Physica, 4, 5; 3
ὑποκειμένων δὲ τούτων τὰ λοιπὰ θεω ρητέον.
325Aristoteles, Physica, 4, 5; 4
δεῖ δὲ πειρᾶσθαι τὴν σκέψιν οὕτω ποιεῖσθαι ὅπως τὸ τί ἐστιν ἀποδοθήσεται, ὥστε τά τε ἀπορούμενα λύεσθαι, καὶ τὰ δοκοῦντα ὑπάρχειν τῷ τόπῳ ὑπάρχοντα ἔσται, καὶ ἔτι τὸ τῆς δυσκολίας αἴτιον καὶ τῶν περὶ αὐτὸν ἀπορημά των ἔσται φανερόν· οὕτω γὰρ ἂν κάλλιστα δεικνύοιτο ἕκαστον.
326Aristoteles, Physica, 4, 6; 3
ἔστι δὲ κι νούμενον τὸ μὲν καθ' αὑτὸ ἐνεργείᾳ, τὸ δὲ κατὰ συμβεβη κός· κατὰ συμβεβηκὸς δὲ τὸ μὲν ἐνδεχόμενον κινεῖσθαι καθ' αὑτό, οἷον τὰ μόρια τοῦ σώματος καὶ ὁ ἐν τῷ πλοίῳ ἧλος, τὰ δ' οὐκ ἐνδεχόμενα ἀλλ' αἰεὶ κατὰ συμβεβηκός, οἷον ἡ λευκότης καὶ ἡ ἐπιστήμη· ταῦτα γὰρ οὕτω μεταβέ βληκε τὸν τόπον, ὅτι ἐν ᾧ ὑπάρχουσι μεταβάλλει.
327Aristoteles, Physica, 4, 6; 4
ἐπεὶ δὲ λέγομεν εἶναι ὡς ἐν τόπῳ ἐν τῷ οὐρανῷ, διότι ἐν τῷ ἀέρι οὗτος δὲ ἐν τῷ οὐρανῷ· καὶ ἐν τῷ ἀέρι δὲ οὐκ ἐν παντί, ἀλλὰ διὰ τὸ ἔσχατον αὐτοῦ καὶ περιέχον ἐν τῷ ἀέρι φαμὲν εἶναι (εἰ γὰρ πᾶς ὁ ἀὴρ τόπος, οὐκ ἂν ἴσος εἴη ἑκάστου ὁ τόπος καὶ ἕκαστον, δοκεῖ δέ γε ἴσος εἶναι, τοιοῦτος δ' ὁ πρῶτος ἐν ᾧ ἐστιν)· ὅταν μὲν οὖν μὴ διῃρημένον ᾖ τὸ περιέχον ἀλλὰ συνεχές, οὐχ ὡς ἐν τόπῳ λέγεται εἶναι ἐν ἐκείνῳ, ἀλλ' ὡς μέρος ἐν ὅλῳ· ὅταν δὲ διῃρημένον ᾖ καὶ ἁπτόμενον, ἐν πρώτῳ ἐστὶ τῷ ἐσχάτῳ τοῦ περιέχοντος, ὃ οὔτε ἐστὶ μέρος τοῦ ἐν αὐτῷ οὔτε μεῖζον τοῦ διαστήματος ἀλλ' ἴσον· ἐν γὰρ τῷ αὐτῷ τὰ ἔσχατα τῶν ἁπτομένων.
328Aristoteles, Physica, 4, 6; 8
σχεδὸν γὰρ τέτταρά ἐστιν ὧν ἀνάγκη τὸν τόπον ἕν τι εἶναι· ἢ γὰρ μορφὴ ἢ ὕλη ἢ διάστημά τι τὸ μεταξὺ τῶν ἐσχάτων, ἢ τὰ ἔσχατα εἰ μὴ ἔστι μηδὲν διάστημα παρὰ τὸ τοῦ ἐγγιγνομένου σώματος μέγεθος.
329Aristoteles, Physica, 4, 6; 9
τούτων δ' ὅτι οὐκ ἐνδέχεται τὰ τρία εἶναι, φανερόν· ἀλλὰ διὰ μὲν τὸ περιέχειν δοκεῖ ἡ μορφὴ εἶναι· ἐν ταὐτῷ γὰρ τὰ ἔσχατα τοῦ περιέχοντος καὶ τοῦ περιεχομένου.
330Aristoteles, Physica, 4, 6; 14
οὐκ ἔστι δὲ ἄλλος ὁ τόπος τοῦ μορίου, ἐν ᾧ κινεῖται, ὅταν ὅλον τὸ ἀγγεῖον μεθίστηται, ἀλλ' ὁ αὐτός· ἐν ᾧ γὰρ ἔστιν, ἀντιμεθίσταται ὁ ἀὴρ καὶ τὸ ὕδωρ ἢ τὰ μόρια τοῦ ὕδατος, ἀλλ' οὐκ ἐν ᾧ γίγνονται τόπῳ, ὃς μέρος ἐστὶ τοῦ τόπου ὅς ἐστι τόπος ὅλου τοῦ οὐρανοῦ.
331Aristoteles, Physica, 4, 6; 21
συμβάλλεται δέ τι καὶ ὁ ἀὴρ δοκῶν ἀσώματος εἶναι· φαίνεται γὰρ οὐ μόνον τὰ πέρατα τοῦ ἀγγείου εἶναι ὁ τόπος, ἀλλὰ καὶ τὸ μεταξὺ ὡς κενὸν .
332Aristoteles, Physica, 4, 6; 28
ἔτι ἅμα τῷ πράγματι ὁ τόπος· ἅμα γὰρ τῷ πεπερασμένῳ τὰ πέρατα.
333Aristoteles, Physica, 4, 7; 2
διὸ κἂν ὕδωρ γένηται τοι οῦτο, τὰ μὲν μόρια κινήσεται αὐτοῦ (περιέχεται γὰρ ὑπ' ἀλλήλων), τὸ δὲ πᾶν ἔστι μὲν ὡς κινήσεται ἔστι δ' ὡς οὔ.
334Aristoteles, Physica, 4, 7; 3
ὡς μὲν γὰρ ὅλον, ἅμα τὸν τόπον οὐ μεταβάλλει, κύκλῳ δὲ κινεῖται – τῶν μορίων γὰρ οὗτος ὁ τόπος – καὶ ἄνω μὲν καὶ κάτω οὔ, κύκλῳ δ' ἔνια· τὰ δὲ καὶ ἄνω καὶ κάτω, ὅσα ἔχει πύκνωσιν καὶ μάνωσιν.
335Aristoteles, Physica, 4, 7; 4
ὥσπερ δ' ἐλέχθη, τὰ μέν ἐστιν ἐν τόπῳ κατὰ δύναμιν, τὰ δὲ κατ' ἐνέργειαν.
336Aristoteles, Physica, 4, 7; 5
διὸ ὅταν μὲν συνεχὲς ᾖ τὸ ὁμοιομερές, κατὰ δύναμιν ἐν τόπῳ τὰ μέρη, ὅταν δὲ χωρισθῇ μὲν ἅπτηται δ' ὥσπερ σωρός, κατ' ἐνέργειαν.
337Aristoteles, Physica, 4, 7; 6
καὶ τὰ μὲν καθ' αὑτά (οἷον πᾶν σῶμα ἢ κατὰ φορὰν ἢ κατ' αὔξησιν κινητὸν καθ' αὑτό που, ὁ δ' οὐρανός, ὥσπερ εἴρηται, οὔ που ὅλος οὐδ' ἔν τινι τόπῳ ἐστίν, εἴ γε μηδὲν αὐτὸν περιέχει σῶμα· ἐφ' ᾧ δὲ κινεῖται, ταύτῃ καὶ τόπος ἔστι τοῖς μορίοις· ἕτερον γὰρ ἑτέρου ἐχόμενον τῶν μορίων ἐστίν)· τὰ δὲ κατὰ συμ βεβηκός, οἷον ἡ ψυχὴ καὶ ὁ οὐρανός· τὰ γὰρ μόρια ἐν τόπῳ πως πάντα· ἐπὶ τῷ κύκλῳ γὰρ περιέχει ἄλλο ἄλλο.
338Aristoteles, Physica, 4, 8; 13
ἕνα μὲν οὖν τρόπον ἐκ τούτων δεικνύουσιν ὅτι ἔστιν τι κενόν, ἄλλον δ' ὅτι φαίνεται ἔνια συνιόντα καὶ πιλούμενα, οἷον καὶ τὸν οἶνόν φασι δέχεσθαι μετὰ τῶν ἀσκῶν τοὺς πίθους, ὡς εἰς τὰ ἐνόντα κενὰ συνιόντος τοῦ πυκνουμένου σώματος.
339Aristoteles, Physica, 4, 9; 12
ἥκει γὰρ δὴ ἡ κίνησις ἡ κατὰ τόπον καὶ τοῖς τὸν τόπον φάσκουσιν εἶναί τι παρὰ τὰ σώματα τὰ ἐμπίπτοντα καὶ τοῖς τὸ κενόν.
340Aristoteles, Physica, 4, 9; 15
ἀλλὰ δὴ οὐδὲ τὴν κατὰ τόπον κίνησιν· ἅμα γὰρ ἐνδέχεται ὑπεξιέναι ἀλλήλοις, οὐδενὸς ὄντος διαστήματος χωριστοῦ παρὰ τὰ σώ ματα τὰ κινούμενα.
341Aristoteles, Physica, 4, 9; 17
ἐνδέχεται δὲ καὶ πυκνοῦσθαι μὴ εἰς τὸ κενὸν ἀλλὰ διὰ τὸ τὰ ἐνόντα ἐκ πυρηνίζειν (οἷον ὕδατος συνθλιβομένου τὸν ἐνόντα ἀέρα), καὶ αὐξάνεσθαι οὐ μόνον εἰσιόντος τινὸς ἀλλὰ καὶ ἀλλοιώσει, οἷον εἰ ἐξ ὕδατος γίγνοιτο ἀήρ.
342Aristoteles, Physica, 4, 10; 16
ἔτι νῦν μὲν κινεῖται τὰ ῥιπτούμενα τοῦ ὤσαντος οὐχ ἁπτομένου, ἢ δι' ἀντιπερίστασιν, ὥσπερ ἔνιοί φασιν, ἢ διὰ τὸ ὠθεῖν τὸν ὠσθέντα ἀέρα θάττω κίνησιν τῆς τοῦ ὠσθέντος φορᾶς ἣν φέρεται εἰς τὸν οἰκεῖον τόπον· ἐν δὲ τῷ κενῷ οὐδὲν τούτων ὑπάρχει, οὐδ' ἔσται φέρεσθαι ἀλλ' ἢ ὡς τὸ ὀχούμενον.
343Aristoteles, Physica, 4, 10; 29
εἰ γὰρ τὰ τέτταρα τῶν τριῶν ὑπερέχει ἑνί, πλείονι δὲ τοῖν δυοῖν, καὶ ἔτι πλείονι τοῦ ἑνὸς ἢ τοῖν δυοῖν, τοῦ δὲ μηδενὸς οὐκέτι ἔχει λόγον ᾧ ὑπερέχει· ἀνάγκη γὰρ τὸ ὑπερέχον διαιρεῖσθαι εἴς τε τὴν ὑπεροχὴν καὶ τὸ ὑπερεχόμενον, ὥστε ἔσται τὰ τέτ ταρα ὅσῳ τε ὑπερέχει καὶ οὐδέν.
344Aristoteles, Physica, 4, 10; 41
ᾗ μὲν οὖν διαφέρουσι δι' ὧν φέρονται, ταῦτα συμβαίνει, κατὰ δὲ τὴν τῶν φερο μένων ὑπεροχὴν τάδε· ὁρῶμεν γὰρ τὰ μείζω ῥοπὴν ἔχοντα ἢ βάρους ἢ κουφότητος, ἐὰν τἆλλα ὁμοίως ἔχῃ [τοῖς σχή μασι], θᾶττον φερόμενα τὸ ἴσον χωρίον, καὶ κατὰ λόγον ὃν ἔχουσι τὰ μεγέθη πρὸς ἄλληλα.
345Aristoteles, Physica, 4, 10; 55
ἔτι δὲ φανερὸν ὅτι τοῦτο ὁ κύβος ἕξει καὶ μεθιστάμενος, ὃ καὶ τὰ ἄλλα σώματα πάντ' ἔχει.
346Aristoteles, Physica, 4, 11; 7
καὶ δῆλον ὅτι εἰ ὅσῳ ἂν μανότε ρον καὶ κενώτερον ᾖ ἄνω οἰσθήσεται, εἰ ὅλως εἴη κενόν, τά χιστ' ἂν φέροιτο.
347Aristoteles, Physica, 4, 11; 8
ἴσως δὲ καὶ τοῦτ' ἀδύνατον κινηθῆναι· λό γος δ' ὁ αὐτός, ὥσπερ ὅτι ἐν τῷ κενῷ ἀκίνητα πάντα, οὕτω καὶ τὸ κενὸν ὅτι ἀκίνητον· ἀσύμβλητα γὰρ τὰ τάχη.
348Aristoteles, Physica, 4, 11; 9
ἐπεὶ δὲ κενὸν μὲν οὔ φαμεν εἶναι, τὰ ἄλλα δ' ἠπόρηται ἀληθῶς, ὅτι ἢ κίνησις οὐκ ἔσται, εἰ μὴ ἔσται πύκνωσις καὶ μάνωσις, ἢ κυμανεῖ ὁ οὐρανός, ἢ αἰεὶ ἴσον ὕδωρ ἐξ ἀέρος ἔσται καὶ ἀὴρ ἐξ ὕδατος (δῆλον γὰρ ὅτι πλείων ἀὴρ ἐξ ὕδατος γίγνε ται· ἀνάγκη τοίνυν, εἰ μὴ ἔστι πίλησις, ἢ ἐξωθούμενον τὸ ἐχόμενον τὸ ἔσχατον κυμαίνειν ποιεῖν, ἢ ἄλλοθί που ἴσον μεταβάλλειν ἐξ ἀέρος ὕδωρ, ἵνα ὁ πᾶς ὄγκος τοῦ ὅλου ἴσος ᾖ, ἢ μηδὲν κινεῖσθαι· ἀεὶ γὰρ μεθισταμένου τοῦτο συμβήσε ται, ἂν μὴ κύκλῳ περιίστηται· οὐκ ἀεὶ δ' εἰς τὸ κύκλῳ ἡ φορά, ἀλλὰ καὶ εἰς εὐθύ)· οἱ μὲν δὴ διὰ ταῦτα κενόν τι φαῖεν ἂν εἶναι, ἡμεῖς δὲ λέγομεν ἐκ τῶν ὑποκειμένων ὅτι ἔστιν ὕλη μία τῶν ἐναντίων, θερμοῦ καὶ ψυχροῦ καὶ τῶν ἄλ λων τῶν φυσικῶν ἐναντιώσεων, καὶ ἐκ δυνάμει ὄντος ἐνερ γείᾳ ὂν γίγνεται, καὶ οὐ χωριστὴ μὲν ἡ ὕλη, τὸ δ' εἶναι ἕτε ρον, καὶ μία τῷ ἀριθμῷ, εἰ ἔτυχε, χροιᾶς καὶ θερμοῦ καὶ ψυχροῦ.
349Aristoteles, Physica, 4, 12; 6
πρὸς δὲ τούτοις παντὸς μερι στοῦ, ἄνπερ ᾖ, ἀνάγκη, ὅτε ἔστιν, ἤτοι πάντα τὰ μέρη εἶναι ἢ ἔνια· τοῦ δὲ χρόνου τὰ μὲν γέγονε τὰ δὲ μέλλει, ἔστι δ' οὐδέν, ὄντος μεριστοῦ.
350Aristoteles, Physica, 4, 12; 9
εἰ μὲν γὰρ αἰεὶ ἕτερον καὶ ἕτερον, μηδὲν δ' ἐστὶ τῶν ἐν τῷ χρόνῳ ἄλλο καὶ ἄλλο μέρος ἅμα (ὃ μὴ περιέχει, τὸ δὲ περιέχεται, ὥσπερ ὁ ἐλάττων χρόνος ὑπὸ τοῦ πλείο νος), τὸ δὲ νῦν μὴ ὂν πρότερον δὲ ὂν ἀνάγκη ἐφθάρθαι ποτέ, καὶ τὰ νῦν ἅμα μὲν ἀλλήλοις οὐκ ἔσται, ἐφθάρθαι δὲ ἀνάγκη ἀεὶ τὸ πρότερον.
351Aristoteles, Physica, 4, 12; 11
ἔστω γὰρ ἀδύνατον ἐχόμενα εἶναι ἀλλήλων τὰ νῦν, ὥσπερ στιγμὴν στιγμῆς.
352Aristoteles, Physica, 4, 12; 14
ἔτι εἰ τὸ ἅμα εἶναι κατὰ χρόνον καὶ μήτε πρότερον μήτε ὕστερον τὸ ἐν τῷ αὐτῷ εἶναι καὶ ἑνὶ [τῷ] νῦν ἐστιν, εἰ τά τε πρότερον καὶ τὰ ὕστερον ἐν τῷ νῦν τῳδί ἐστιν, ἅμα ἂν εἴη τὰ ἔτος γενόμενα μυριοστὸν τοῖς γε νομένοις τήμερον, καὶ οὔτε πρότερον οὔτε ὕστερον οὐδὲν ἄλλο ἄλλου.
353Aristoteles, Physica, 4, 12; 19
ἡ δὲ τοῦ ὅλου σφαῖρα ἔδοξε μὲν τοῖς εἰποῦσιν εἶναι ὁ χρόνος, ὅτι ἔν τε τῷ χρόνῳ πάντα ἐστὶν καὶ ἐν τῇ τοῦ ὅλου σφαίρᾳ· ἔστιν δ' εὐηθικώτερον τὸ εἰρημένον ἢ ὥστε περὶ αὐτοῦ τὰ ἀδύνατα ἐπισκοπεῖν.
354Aristoteles, Physica, 4, 13; 15
ὁρίζομεν δὲ τῷ ἄλλο καὶ ἄλλο ὑπολαβεῖν αὐτά, καὶ μεταξύ τι αὐτῶν ἕτερον· ὅταν γὰρ ἕτερα τὰ ἄκρα τοῦ μέσου νοήσωμεν, καὶ δύο εἴπῃ ἡ ψυχὴ τὰ νῦν, τὸ μὲν πρότερον τὸ δ' ὕστερον, τότε καὶ τοῦτό φα μεν εἶναι χρόνον· τὸ γὰρ ὁριζόμενον τῷ νῦν χρόνος εἶναι δοκεῖ· καὶ ὑποκείσθω.
355Aristoteles, Physica, 4, 13; 35
ὥσθ' ὁ χρόνος ἀριθμὸς οὐχ ὡς τῆς αὐτῆς στιγμῆς, ὅτι ἀρχὴ καὶ τελευτή, ἀλλ' ὡς τὰ ἔσχατα τῆς γραμμῆς μᾶλλον – καὶ οὐχ ὡς τὰ μέρη, διά τε τὸ εἰρημένον (τῇ γὰρ μέσῃ στιγμῇ ὡς δυσὶ χρήσεται, ὥστε ἠρεμεῖν συμβήσεται), καὶ ἔτι φανερὸν ὅτι οὐδὲν μόριον τὸ νῦν τοῦ χρόνου, οὐδ' ἡ διαίρεσις τῆς κινή σεως, ὥσπερ οὐδ' ἡ στιγμὴ τῆς γραμμῆς· αἱ δὲ γραμμαὶ αἱ δύο τῆς μιᾶς μόρια.
356Aristoteles, Physica, 4, 13; 36
†ᾗ μὲν οὖν πέρας τὸ νῦν, οὐ χρόνος, ἀλλὰ συμβέβηκεν· ᾗ δ' ἀριθμεῖ, ἀριθμός †· τὰ μὲν γὰρ πέ ρατα ἐκείνου μόνον ἐστὶν οὗ ἐστιν πέρατα, ὁ δ' ἀριθμὸς ὁ τῶνδε τῶν ἵππων, ἡ δεκάς, καὶ ἄλλοθι.
357Aristoteles, Physica, 4, 14; 5
τα χὺς δὲ καὶ βραδὺς οὐκ ἔστιν· οὐδὲ γὰρ ἀριθμὸς ᾗ ἀριθμοῦ μεν ταχὺς καὶ βραδὺς οὐδείς.
358Aristoteles, Physica, 4, 14; 6
καὶ ὁ αὐτὸς δὲ πανταχοῦ ἅμα· πρότερον δὲ καὶ ὕστερον οὐχ ὁ αὐτός, ὅτι καὶ ἡ με ταβολὴ ἡ μὲν παροῦσα μία, ἡ δὲ γεγενημένη καὶ ἡ μέλ λουσα ἑτέρα, ὁ δὲ χρόνος ἀριθμός ἐστιν οὐχ ᾧ ἀριθμοῦμεν ἀλλ' ὁ ἀριθμούμενος, οὗτος δὲ συμβαίνει πρότερον καὶ ὕστε ρον ἀεὶ ἕτερος· τὰ γὰρ νῦν ἕτερα.
359Aristoteles, Physica, 4, 14; 19
ἐπεὶ δ' ἀριθμὸς ὁ χρόνος, τὸ μὲν νῦν καὶ τὸ πρότερον καὶ ὅσα τοιαῦτα οὕτως ἐν χρόνῳ ὡς ἐν ἀριθμῷ μονὰς καὶ τὸ περιττὸν καὶ ἄρτιον (τὰ μὲν γὰρ τοῦ ἀριθμοῦ τι, τὰ δὲ τοῦ χρόνου τί ἐστιν)· τὰ δὲ πράγματα ὡς ἐν ἀριθμῷ τῷ χρόνῳ ἐστίν.
360Aristoteles, Physica, 4, 14; 22
εἰ γὰρ ἔσται τὸ ἔν τινι οὕτω, πάντα τὰ πράγματα ἐν ὁτῳοῦν ἔσται, καὶ ὁ οὐρανὸς ἐν τῇ κέγ χρῳ· ὅτε γὰρ ἡ κέγχρος ἔστιν, ἔστι καὶ ὁ οὐρανός.
361Aristoteles, Physica, 4, 14; 24
ἐπεὶ δέ ἐστιν ὡς ἐν ἀριθμῷ τὸ ἐν χρόνῳ, ληφθήσεταί τις πλείων χρόνος παντὸς τοῦ ἐν χρόνῳ ὄντος· διὸ ἀνάγκη πάντα τὰ ἐν χρόνῳ ὄντα περιέχεσθαι ὑπὸ χρόνου, ὥσπερ καὶ τἆλλα ὅσα ἔν τινί ἐστιν, οἷον τὰ ἐν τόπῳ ὑπὸ τοῦ τόπου.
362Aristoteles, Physica, 4, 14; 25
καὶ πάσχει δή τι ὑπὸ τοῦ χρόνου, καθάπερ καὶ λέγειν εἰώθαμεν ὅτι κατατήκει ὁ χρόνος, καὶ γηράσκει πάνθ' ὑπὸ τοῦ χρόνου, καὶ ἐπιλανθάνεται διὰ τὸν χρόνον, ἀλλ' οὐ μεμάθηκεν, οὐδὲ νέον γέγονεν οὐδὲ καλόν· φθορᾶς γὰρ αἴ τιος καθ' ἑαυτὸν μᾶλλον ὁ χρόνος· ἀριθμὸς γὰρ κινήσεως, ἡ δὲ κίνησις ἐξίστησιν τὸ ὑπάρχον· ὥστε φανερὸν ὅτι τὰ αἰεὶ ὄντα, ᾗ αἰεὶ ὄντα, οὐκ ἔστιν ἐν χρόνῳ· οὐ γὰρ περιέχεται ὑπὸ χρόνου, οὐδὲ μετρεῖται τὸ εἶναι αὐτῶν ὑπὸ τοῦ χρόνου· ση μεῖον δὲ τούτου ὅτι οὐδὲ πάσχει οὐδὲν ὑπὸ τοῦ χρόνου ὡς οὐκ ὄντα ἐν χρόνῳ.
363Aristoteles, Physica, 4, 14; 35
ὅσα μὲν οὖν φθαρτὰ καὶ γενητὰ καὶ ὅλως ὁτὲ μὲν ὄντα ὁτὲ δὲ μή, ἀνάγκη ἐν χρόνῳ εἶναι (ἔστιν γὰρ χρόνος τις πλείων, ὃς ὑπερέξει τοῦ τε εἶναι αὐτῶν καὶ τοῦ μετροῦντος τὴν οὐσίαν αὐτῶν)· τῶν δὲ μὴ ὄντων ὅσα μὲν περιέχει ὁ χρόνος, τὰ μὲν ἦν, οἷον Ὅμηρός ποτε ἦν, τὰ δὲ ἔσται, οἷον τῶν μελλόντων τι, ἐφ' ὁπότερα περι έχει· καὶ εἰ ἐπ' ἄμφω, ἀμφότερα [καὶ ἦν καὶ ἔσται]· ὅσα δὲ μὴ περιέχει μηδαμῇ, οὔτε ἦν οὔτε ἔστιν οὔτε ἔσται.
364Aristoteles, Physica, 4, 14; 36
ἔστι δὲ τὰ τοιαῦτα τῶν μὴ ὄντων, ὅσων τἀντικείμενα αἰεὶ ἔστιν, οἷον τὸ ἀσύμμετρον εἶναι τὴν διάμετρον ἀεὶ ἔστι, καὶ οὐκ ἔσται τοῦτ' ἐν χρόνῳ.
365Aristoteles, Physica, 4, 15; 7
τὰ δ' ἐν Ἰλίῳ γέγονεν οὐ νῦν, οὐδ' ὁ κατακλυσμὸς [γέγονε] νῦν· καίτοι συνεχὴς ὁ χρόνος εἰς αὐτά, ἀλλ' ὅτι οὐκ ἐγγύς.
366Aristoteles, Physica, 4, 16; 3
ἀλλὰ μὴν τό γε πρότερον ἐν χρόνῳ ἐστί· πρότερον γὰρ καὶ ὕστερον λέγομεν κατὰ τὴν πρὸς τὸ νῦν ἀπό στασιν, τὸ δὲ νῦν ὅρος τοῦ παρήκοντος καὶ τοῦ μέλλοντος· ὥστ' ἐπεὶ τὰ νῦν ἐν χρόνῳ, καὶ τὸ πρότερον καὶ ὕστερον ἐν χρόνῳ ἔσται· ἐν ᾧ γὰρ τὸ νῦν, καὶ ἡ τοῦ νῦν ἀπόστασις.
367Aristoteles, Physica, 4, 17; 19
διὰ δὲ τοῦτο καὶ τὸ εἰωθὸς λέγεσθαι συμβαίνει· φασὶν γὰρ κύκ λον εἶναι τὰ ἀνθρώπινα πράγματα, καὶ τῶν ἄλλων τῶν κί νησιν ἐχόντων φυσικὴν καὶ γένεσιν καὶ φθοράν.
368Aristoteles, Physica, 4, 17; 22
ὥστε τὸ λέγειν εἶναι τὰ γιγνόμενα τῶν πραγμάτων κύκλον τὸ λέγειν ἐστὶν τοῦ χρόνου εἶναί τινα κύκλον· τοῦτο δέ, ὅτι μετρεῖται τῇ κυκλοφορίᾳ· παρὰ γὰρ τὸ μέτρον οὐδὲν ἄλλο παρεμφαίνεται τῷ μετρουμένῳ, ἀλλ' ἢ πλείω μέτρα τὸ ὅλον.
369Aristoteles, Physica, 4, 17; 23
λέγεται δὲ ὀρθῶς καὶ ὅτι ἀριθμὸς μὲν ὁ αὐτὸς ὁ τῶν προβάτων καὶ τῶν κυνῶν, εἰ ἴσος ἑκάτερος, δεκὰς δὲ οὐχ ἡ αὐτὴ οὐδὲ δέκα τὰ αὐτά, ὥσπερ οὐδὲ τρίγωνα τὰ αὐτὰ τὸ ἰσόπλευρον καὶ τὸ σκαληνές, καίτοι σχῆμά γε ταὐτό, ὅτι τρίγωνα ἄμφω· ταὐτὸ γὰρ λέγεται οὗ μὴ διαφέρει διαφορᾷ, ἀλλ' οὐχὶ οὗ διαφέρει, οἷον τρίγωνον τριγώνου δια φορᾷ διαφέρει· τοιγαροῦν ἕτερα τρίγωνα· σχήματος δὲ οὔ, ἀλλ' ἐν τῇ αὐτῇ διαιρέσει καὶ μιᾷ.
370Aristoteles, Physica, 4, 17; 26
καὶ ἀριθμὸς δὴ ὁ αὐτός (οὐ γὰρ διαφέρει ἀριθμοῦ διαφορᾷ ὁ ἀριθμὸς αὐτῶν), δεκὰς δ' οὐχ ἡ αὐτή· ἐφ' ὧν γὰρ λέγεται, διαφέρει· τὰ μὲν γὰρ κύνες, τὰ δ' ἵπποι.
371Aristoteles, Physica, 5, 1; 7
τί μὲν οὖν ἐστιν ἡ κίνησις, εἴρηται πρότερον· τὰ δὲ εἴδη καὶ τὰ πάθη καὶ ὁ τόπος, εἰς ἃ κινοῦνται τὰ κινούμενα, ἀκίνητά ἐστιν, οἷον ἡ ἐπιστήμη καὶ ἡ θερμότης.
372Aristoteles, Physica, 5, 1; 8
καίτοι ἀπορήσειεν ἄν τις, εἰ τὰ πάθη κινήσεις, ἡ δὲ λευκότης πάθος· ἔσται γὰρ εἰς κίνησιν μεταβολή.
373Aristoteles, Physica, 5, 1; 13
ἐκ δὲ τοῦ μεταξὺ μετα βάλλει· χρῆται γὰρ αὐτῷ ὡς ἐναντίῳ ὄντι πρὸς ἑκάτερον· ἔστι γάρ πως τὸ μεταξὺ τὰ ἄκρα.
374Aristoteles, Physica, 5, 1; 23
τὰ δ' ὑποκείμενα ἢ ἐναντία ἢ μεταξύ (καὶ γὰρ ἡ στέ ρησις κείσθω ἐναντίον), καὶ δηλοῦται καταφάσει, τὸ γυμνὸν καὶ νωδὸν καὶ μέλαν.
375Aristoteles, Physica, 5, 3; 2
μὲν οὖν λέγω ταῦτ' εἶναι κατὰ τόπον, ὅσα ἐν ἑνὶ τόπῳ ἐστὶ πρώτῳ, δὲ ὅσα ἐν ἑτέρῳ, δὲ ὧν τὰ ἄκρα ἅμα.
376Aristoteles, Physica, 5, 3; 15
φανερὸν δὲ καὶ ὅτι πρῶτον τὸ ἐφεξῆς ἐστι· τὸ μὲν γὰρ ἁπτόμενον ἐφεξῆς ἀν άγκη εἶναι, τὸ δ' ἐφεξῆς οὐ πᾶν ἅπτεσθαι (διὸ καὶ ἐν προ τέροις τῷ λόγῳ τὸ ἐφεξῆς ἔστιν, οἷον ἐν ἀριθμοῖς, ἁφὴ δ' οὐκ ἔστιν), καὶ εἰ μὲν συνεχές, ἀνάγκη ἅπτεσθαι, εἰ δ' ἅπτε ται, οὔπω συνεχές· οὐ γὰρ ἀνάγκη ἓν εἶναι αὐτῶν τὰ ἄκρα, εἰ ἅμα εἶεν· ἀλλ' εἰ ἕν, ἀνάγκη καὶ ἅμα.
377Aristoteles, Physica, 5, 3; 16
ὥστε ἡ σύμφυ σις ὑστάτη κατὰ τὴν γένεσιν· ἀνάγκη γὰρ ἅψασθαι εἰ συμφύσεται τὰ ἄκρα, τὰ δὲ ἁπτόμενα οὐ πάντα συμπέ φυκεν· ἐν οἷς δὲ μὴ ἔστιν ἁφή, δῆλον ὅτι οὐκ ἔστιν οὐδὲ σύμφυσις ἐν τούτοις.
378Aristoteles, Physica, 5, 4; 2
γένει μὲν οὖν μία κατὰ τὰ σχήματα τῆς κατηγορίας ἐστί (φορὰ μὲν γὰρ πάσῃ φορᾷ τῷ γένει μία, ἀλλοίωσις δὲ φορᾶς ἑτέρα τῷ γένει), εἴδει δὲ μία, ὅταν τῷ γένει μία οὖσα καὶ ἐν ἀτόμῳ εἴδει ᾖ.
379Aristoteles, Physica, 5, 4; 13
ἔχει δ' ἀπορίαν ταύτῃ παραπλησίαν καὶ πότερον μία ἡ ὑγίεια καὶ ὅλως αἱ ἕξεις καὶ τὰ πάθη τῇ οὐσίᾳ εἰσὶν ἐν τοῖς σώ μασιν· κινούμενα γὰρ φαίνεται τὰ ἔχοντα καὶ ῥέοντα.
380Aristoteles, Physica, 5, 4; 18
οὐ γὰρ πᾶσα γένοιτ' ἂν συνεχὴς πάσῃ, ὥσπερ οὐδ' ἄλλο οὐδὲν τῷ τυχόντι τὸ τυχόν, ἀλλ' ὅσων ἓν τὰ ἔσχατα.
381Aristoteles, Physica, 5, 4; 21
κεῖται γὰρ τὸ συνεχές, ὧν τὰ ἔσχατα ἕν.
382Aristoteles, Physica, 5, 5; 11
δῆλον δὲ καὶ ἐκ τῆς ἐπαγωγῆς ὁποῖα δοκεῖ τὰ ἐναντία εἶναι· τὸ νοσά ζεσθαι γὰρ τῷ ὑγιάζεσθαι καὶ τὸ μανθάνειν τῷ ἀπατᾶ σθαι μὴ δι' αὑτοῦ (εἰς ἐναντία γάρ· ὥσπερ γὰρ ἐπιστήμην, ἔστι καὶ ἀπάτην καὶ δι' αὑτοῦ κτᾶσθαι καὶ δι' ἄλλου), καὶ ἡ ἄνω φορὰ τῇ κάτω (ἐναντία γὰρ ταῦτα ἐν μήκει), καὶ ἡ εἰς δεξιὰ τῇ εἰς ἀριστερά (ἐναντία γὰρ ταῦτα ἐν πλάτει), καὶ ἡ εἰς τὸ ἔμπροσθεν τῇ εἰς τὸ ὄπισθεν (ἐναντία γὰρ καὶ ταῦτα).
383Aristoteles, Physica, 6, 1; 1
Εἰ δ' ἐστὶ συνεχὲς καὶ ἁπτόμενον καὶ ἐφεξῆς, ὡς διώρισται πρότερον, συνεχῆ μὲν ὧν τὰ ἔσχατα ἕν, ἁπτό μενα δ' ὧν ἅμα, ἐφεξῆς δ' ὧν μηδὲν μεταξὺ συγγενές, ἀδύνατον ἐξ ἀδιαιρέτων εἶναί τι συνεχές, οἷον γραμμὴν ἐκ στιγμῶν, εἴπερ ἡ γραμμὴ μὲν συνεχές, ἡ στιγμὴ δὲ ἀδιαί ρετον.
384Aristoteles, Physica, 6, 1; 2
οὔτε γὰρ ἓν τὰ ἔσχατα τῶν στιγμῶν (οὐ γάρ ἐστι τὸ μὲν ἔσχατον τὸ δ' ἄλλο τι μόριον τοῦ ἀδιαιρέτου), οὔθ' ἅμα τὰ ἔσχατα (οὐ γάρ ἐστιν ἔσχατον τοῦ ἀμεροῦς οὐδέν· ἕτερον γὰρ τὸ ἔσχατον καὶ οὗ ἔσχατον).
385Aristoteles, Physica, 6, 1; 18
εἰ δὲ τὴν μὲν ὅλην τὴν ΑΒΓ κινεῖταί τι, καὶ ἡ κίνη σις ἣν κινεῖται τὰ Δ Ε Ζ ἐστι, τὴν δ' ἀμερῆ τὴν Α οὐθὲν κι νεῖται ἀλλὰ κεκίνηται, εἴη ἂν ἡ κίνησις οὐκ ἐκ κινήσεων ἀλλ' ἐκ κινημάτων καὶ τῷ κεκινῆσθαί τι μὴ κινούμενον· τὴν γὰρ Α διελήλυθεν οὐ διεξιόν.
386Aristoteles, Physica, 6, 1; 22
καὶ εἰ μὲν τὰ ἀδιαίρετα τῆς ΔΕΖ κινήσεις, κινήσεως παρούσης ἐνδέχοιτ' ἂν μὴ κινεῖσθαι ἀλλ' ἠρεμεῖν· εἰ δὲ μὴ κινήσεις, τὴν κίνησιν μὴ ἐκ κινήσεων εἶναι.
387Aristoteles, Physica, 6, 3; 3
διὸ καὶ ὁ Ζήνωνος λόγος ψεῦδος λαμβάνει τὸ μὴ ἐνδέχεσθαι τὰ ἄπειρα διελθεῖν ἢ ἅψασθαι τῶν ἀπείρων καθ' ἕκαστον ἐν πεπερασμένῳ χρόνῳ.
388Aristoteles, Physica, 6, 3; 15
ἐπεὶ γὰρ ἐν ἅπαντι χρόνῳ τὸ θᾶττον καὶ βραδύ τερον ἔστι, τὸ δὲ θᾶττον πλεῖον διέρχεται ἐν τῷ ἴσῳ χρόνῳ, ἐνδέχεται δὲ καὶ διπλάσιον καὶ ἡμιόλιον διιέναι μῆκος (εἴη γὰρ ἂν οὗτος ὁ λόγος τοῦ τάχους), ἐνηνέχθω οὖν τὸ θᾶττον ἡμιόλιον ἐν τῷ αὐτῷ χρόνῳ, καὶ διῃρήσθω τὰ μεγέθη τὸ μὲν τοῦ θάττονος εἰς τρία ἄτομα, ἐφ' ὧν ΑΒ ΒΓ ΓΔ, τὸ δὲ τοῦ βραδυτέρου εἰς δύο, ἐφ' ὧν ΕΖ ΖΗ.
389Aristoteles, Physica, 6, 3; 17
διῃρήσθω οὖν ὁ χρόνος εἰς τὰ ΚΛ ΛΜ ΜΝ.
390Aristoteles, Physica, 6, 4; 20
ἔτι δ' ἠρεμεῖν μὲν λέγομεν τὸ ὁμοίως ἔχον καὶ αὐτὸ καὶ τὰ μέρη νῦν καὶ πρότερον· ἐν δὲ τῷ νῦν οὐκ ἔστι τὸ πρότερον, ὥστ' οὐδ' ἠρεμεῖν.
391Aristoteles, Physica, 6, 5; 1
Τὸ δὲ μεταβάλλον ἅπαν ἀνάγκη διαιρετὸν εἶναι. ἐπεὶ γὰρ ἔκ τινος εἴς τι πᾶσα μεταβολή, καὶ ὅταν μὲν ᾖ ἐν τούτῳ εἰς ὃ μετέβαλλεν, οὐκέτι μεταβάλλει, ὅταν δὲ ἐξ οὗ μετέβαλλεν, καὶ αὐτὸ καὶ τὰ μέρη πάντα, οὔπω μεταβάλλει (τὸ γὰρ ὡσαύτως ἔχον καὶ αὐτὸ καὶ τὰ μέρη οὐ μεταβάλ λει), ἀνάγκη οὖν τὸ μέν τι ἐν τούτῳ εἶναι, τὸ δ' ἐν θατέρῳ τοῦ μεταβάλλοντος· οὔτε γὰρ ἐν ἀμφοτέροις οὔτ' ἐν μηδετέρῳ δυνατόν.
392Aristoteles, Physica, 6, 6; 5
ἔτι δ' εἰ πᾶσα μὲν κίνησις τινός, ἡ δ' ὅλη κίνησις ἡ ἐφ' ἧς ΔΖ μήτε τῶν μερῶν ἐστιν μηδετέρου (μέρους γὰρ ἑκατέρα) μήτ' ἄλλου μηδενός (οὗ γὰρ ὅλη ὅλου, καὶ τὰ μέρη τῶν μερῶν· τὰ δὲ μέρη τῶν ΑΒ ΒΓ καὶ οὐδένων ἄλλων· πλειόνων γὰρ οὐκ ἦν μία κίνησις), κἂν ἡ ὅλη κίνησις εἴη τοῦ ΑΒΓ μεγέθους.
393Aristoteles, Physica, 6, 7; 24
τοῦτο δὴ ἀδιαίρετον μὲν οὐκ ἔστιν· συμβήσεται γὰρ ἐχόμενα εἶναι τὰ νῦν.
394Aristoteles, Physica, 6, 8; 12
ἔτι δ' εἰ τὸ συνεχῶς μεταβάλλον καὶ μὴ φθαρὲν μηδὲ πεπαυ μένον τῆς μεταβολῆς ἢ μεταβάλλειν ἢ μεταβεβληκέναι ἀναγκαῖον ἐν ὁτῳοῦν, ἐν δὲ τῷ νῦν οὐκ ἔστιν μεταβάλλειν, ἀνάγκη μεταβεβληκέναι καθ' ἕκαστον τῶν νῦν· ὥστ' εἰ τὰ νῦν ἄπειρα, πᾶν τὸ μεταβάλλον ἄπειρα ἔσται μεταβεβλη κός.
395Aristoteles, Physica, 6, 8; 15
οὐκοῦν ἐν μὲν τῷ αὐτῷ νῦν ἐν ᾧ ἐστιν ἐν τῷ Α, οὐ μεταβέβληκεν (ἅμα γὰρ ἂν εἴη ἐν τῷ Α καὶ ἐν τῷ Β)· τὸ γὰρ μεταβεβληκός, ὅτε μεταβέβληκεν, ὅτι οὐκ ἔστιν ἐν τούτῳ, δέδεικται πρότερον· εἰ δ' ἐν ἄλλῳ, μεταξὺ ἔσται χρόνος· οὐ γὰρ ἦν ἐχόμενα τὰ νῦν.
396Aristoteles, Physica, 6, 9; 2
ὅτι μὲν οὖν εἴ τι ἰσοταχῶς κινοῖτο, ἀνάγκη τὸ πεπερασμένον ἐν πεπερασμένῳ κινεῖσθαι, δῆλον (ληφθέντος γὰρ μορίου ὃ καταμετρήσει τὴν ὅλην, ἐν ἴσοις χρόνοις τοσούτοις ὅσα τὰ μόριά ἐστιν, τὴν ὅλην κεκίνηται, ὥστ' ἐπεὶ ταῦτα πεπέρανται καὶ τῷ πό σον ἕκαστον καὶ τῷ ποσάκις ἅπαντα, καὶ ὁ χρόνος ἂν εἴη πεπερασμένος· τοσαυτάκις γὰρ ἔσται τοσοῦτος, ὅσος ὁ τοῦ μορίου χρόνος πολλαπλασιασθεὶς τῷ πλήθει τῶν μορίων)· ἀλλὰ δὴ κἂν μὴ ἰσοταχῶς, διαφέρει οὐθέν.
397Aristoteles, Physica, 6, 9; 7
καὶ οὕτω δὴ λαμβάνων, ἐπειδὴ τοῦ μὲν ἀπείρου οὐθὲν ἔστι μόριον ὃ καταμετρήσει (ἀδύ νατον γὰρ τὸ ἄπειρον εἶναι ἐκ πεπερασμένων καὶ ἴσων καὶ ἀνίσων, διὰ τὸ καταμετρηθήσεσθαι τὰ πεπερασμένα πλήθει καὶ μεγέθει ὑπό τινος ἑνός, ἐάν τε ἴσα ᾖ ἐάν τε ἄνισα, ὡρισμένα δὲ τῷ μεγέθει, οὐθὲν ἧττον), τὸ δὲ διάστημα τὸ πε περασμένον ποσοῖς τοῖς ΑΕ μετρεῖται, ἐν πεπερασμένῳ ἂν χρόνῳ τὸ ΑΒ κινοῖτο (ὡσαύτως δὲ καὶ ἐπὶ ἠρεμήσεως)· ὥστε οὔτε γίγνεσθαι οὔτε φθείρεσθαι οἷόν τε ἀεί τι τὸ αὐτὸ καὶ ἕν.
398Aristoteles, Physica, 6, 13; 3
οὕτως γὰρ λέγομεν ἠρε μεῖν, ὅταν ἐν ἄλλῳ καὶ ἄλλῳ τῶν νῦν ἀληθὲς ᾖ εἰπεῖν ὅτι ἐν τῷ αὐτῷ καὶ αὐτὸ καὶ τὰ μέρη.
399Aristoteles, Physica, 6, 13; 4
εἰ δὲ τοῦτ' ἔστι τὸ ἠρε μεῖν, οὐκ ἐνδέχεται τὸ μεταβάλλον κατά τι εἶναι ὅλον κατὰ τὸν πρῶτον χρόνον· ὁ γὰρ χρόνος διαιρετὸς ἅπας, ὥστε ἐν ἄλλῳ καὶ ἄλλῳ αὐτοῦ μέρει ἀληθὲς ἔσται εἰπεῖν ὅτι ἐν ταὐτῷ ἐστιν καὶ αὐτὸ καὶ τὰ μέρη.
400Aristoteles, Physica, 6, 14; 12
οἷον ἔστωσαν οἱ ἑστῶτες ἴσοι ὄγκοι ἐφ' ὧν τὰ ΑΑ, οἱ δ' ἐφ' ὧν τὰ ΒΒ ἀρχόμε νοι ἀπὸ τοῦ μέσου, ἴσοι τὸν ἀριθμὸν τούτοις ὄντες καὶ τὸ μέγεθος, οἱ δ' ἐφ' ὧν τὰ ΓΓ ἀπὸ τοῦ ἐσχάτου, ἴσοι τὸν ἀριθμὸν ὄντες τούτοις καὶ τὸ μέγεθος, καὶ ἰσοταχεῖς τοῖς Β.
401Aristoteles, Physica, 6, 14; 14
συμβαίνει δὲ τὸ Γ παρὰ πάντα [τὰ Β] διεξεληλυθέναι, τὸ δὲ Β παρὰ τὰ ἡμίση· ὥστε ἥμισυν εἶναι τὸν χρόνον· ἴσον γὰρ ἑκάτερόν ἐστιν παρ' ἕκαστον.
402Aristoteles, Physica, 6, 14; 15
ἅμα δὲ συμβαίνει τὸ πρῶτον Β παρὰ πάντα τὰ Γ παρεληλυθέναι· ἅμα γὰρ ἔσται τὸ πρῶτον Γ καὶ τὸ πρῶ τον Β ἐπὶ τοῖς ἐναντίοις ἐσχάτοις, [ἴσον χρόνον παρ' ἕκαστον γιγνόμενον τῶν Β ὅσον περ τῶν Α, ὥς φησιν,] διὰ τὸ ἀμ φότερα ἴσον χρόνον παρὰ τὰ Α γίγνεσθαι.
403Aristoteles, Physica, 6, 15; 1
οὐδὲ δὴ κατὰ τὴν ἐν τῇ ἀντιφάσει μεταβολὴν οὐθὲν ἡμῖν ἔσται ἀδύνατον, οἷον εἰ ἐκ τοῦ μὴ λευκοῦ εἰς τὸ λευκὸν μετα βάλλει καὶ ἐν μηδετέρῳ ἐστίν, ὡς ἄρα οὔτε λευκὸν ἔσται οὔτε οὐ λευκόν· οὐ γὰρ εἰ μὴ ὅλον ἐν ὁποτερῳοῦν ἐστιν, οὐ λεχθή σεται λευκὸν ἢ οὐ λευκόν· λευκὸν γὰρ λέγομεν ἢ οὐ λευκὸν οὐ τῷ ὅλον εἶναι τοιοῦτον, ἀλλὰ τῷ τὰ πλεῖστα ἢ τὰ κυ ριώτατα μέρη· οὐ ταὐτὸ δ' ἐστὶν μὴ εἶναί τε ἐν τούτῳ καὶ μὴ εἶναι ἐν τούτῳ ὅλον.
404Aristoteles, Physica, 6, 15; 3
πάλιν δ' ἐπὶ τοῦ κύκλου καὶ ἐπὶ τῆς σφαί ρας καὶ ὅλως τῶν ἐν αὑτοῖς κινουμένων, ὅτι συμβήσεται αὐτὰ ἠρεμεῖν· ἐν γὰρ τῷ αὐτῷ τόπῳ χρόνον τινὰ ἔσται καὶ αὐτὰ καὶ τὰ μέρη, ὥστε ἠρεμήσει ἅμα καὶ κινήσεται.
405Aristoteles, Physica, 6, 15; 4
πρῶτον μὲν γὰρ τὰ μέρη οὐκ ἔστιν ἐν τῷ αὐτῷ οὐθένα χρό νον, εἶτα καὶ τὸ ὅλον μεταβάλλει αἰεὶ εἰς ἕτερον· οὐ γὰρ ἡ αὐτή ἐστιν ἡ ἀπὸ τοῦ Α λαμβανομένη περιφέρεια καὶ ἡ ἀπὸ τοῦ Β καὶ τοῦ Γ καὶ τῶν ἄλλων ἑκάστου σημείων, πλὴν ὡς ὁ μουσικὸς ἄνθρωπος καὶ ἄνθρωπος, ὅτι συμβέβηκεν.
406Aristoteles, Physica, 6, 16; 3
) καὶ γὰρ αἱ τῶν μερῶν κινήσεις ἕτεραί εἰσι κατ' αὐτά τε τὰ μέρη καὶ κατὰ τὴν τοῦ ὅλου κίνησιν.
407Aristoteles, Physica, 6, 17; 8
ὥστε τῶν μὲν κατ' ἀντίφασιν ἡ φάσις καὶ ἡ ἀπόφασις πέρας (οἷον γενέσεως μὲν τὸ ὄν, φθορᾶς δὲ τὸ μὴ ὄν), τῶν δ' ἐν τοῖς ἐναντίοις τὰ ἐναντία· ταῦτα γὰρ ἄκρα τῆς μεταβολῆς, ὥστε καὶ ἀλλοιώσεως πάσης (ἐξ ἐναντίων γάρ τινων ἡ ἀλλοίωσις), ὁμοίως δὲ καὶ αὐ ξήσεως καὶ φθίσεως· αὐξήσεως μὲν γὰρ τὸ πέρας τοῦ κατὰ τὴν οἰκείαν φύσιν τελείου μεγέθους, φθίσεως δὲ ἡ τούτου ἔκστασις.
408Aristoteles, Physica, 7, 1; 19
ἐπεὶ δὴ ἄπειρα τὰ κινοῦντα καὶ τὰ κινούμενα, καὶ ἡ κίνησις ἡ ΕΖΗΘ ἡ ἐξ ἁπασῶν ἄπειρος ἔσται· ἐνδέχεται μὲν γὰρ ἴσην εἶναι τὴν τοῦ Α καὶ τοῦ Β καὶ τὴν τῶν ἄλλων, ἐνδέχεται δὲ μείζους τὰς τῶν ἄλλων, ὥστε εἴ τε ἴσαι εἴ τε μείζους, ἀμφοτέρως ἄπειρος ἡ ὅλη· λαμ βάνομεν γὰρ τὸ ἐνδεχόμενον.
409Aristoteles, Physica, 7, 1; 23
ἀλλ' εἰ τὸ κινοῦν πρώτως κατὰ τόπον καὶ σωματικὴν κίνησιν ἀνάγκη ἢ ἅπτεσθαι ἢ συνεχὲς εἶναι τῷ κινουμένῳ, καθάπερ ὁρῶμεν ἐπὶ πάντων, ἀνάγκη τὰ κινούμενα καὶ τὰ κινοῦντα συνεχῆ εἶναι ἢ ἅπτεσθαι ἀλ λήλων, ὥστ' εἶναί τι ἐξ ἁπάντων ἕν.
410Aristoteles, Physica, 7, 1; 24
τοῦτο δὲ εἴτε πεπε ρασμένον εἴτε ἄπειρον, οὐδὲν διαφέρει πρὸς τὰ νῦν· πάν τως γὰρ ἡ κίνησις ἔσται ἄπειρος ἀπείρων ὄντων, εἴπερ ἐνδέχεται καὶ ἴσας εἶναι καὶ μείζους ἀλλήλων· ὃ γὰρ ἐν δέχεται, ληψόμεθα ὡς ὑπάρχον.
411Aristoteles, Physica, 7, 2; 2
ἐπεὶ δὲ τρεῖς αἱ κινήσεις, ἥ τε κατὰ τόπον καὶ ἡ κατὰ τὸ ποιὸν καὶ ἡ κατὰ τὸ ποσόν, ἀνάγκη καὶ τὰ κινοῦντα τρία εἶναι, τό τε φέρον καὶ τὸ ἀλλοιοῦν καὶ τὸ αὖξον ἢ φθῖνον.
412Aristoteles, Physica, 7, 3; 1
ἀλλὰ μὴν τοῦτο δῆλον καὶ ἐκ τῶν ὁρισμῶν· ὦσις μὲν γάρ ἐστιν ἡ ἀφ' αὑτοῦ ἢ ἀπ' ἄλλου πρὸς ἄλλο κίνησις, ἕλξις δὲ ἡ ἀπ' ἄλλου πρὸς αὑτὸ ἢ πρὸς ἄλλο, ὅταν θάττων ἡ κίνη σις ᾖ [τοῦ ἕλκοντος] τῆς χωριζούσης ἀπ' ἀλλήλων τὰ συνεχῆ· οὕτω γὰρ συνεφέλκεται θάτερον.
413Aristoteles, Physica, 7, 3; 8
ταῦτα γάρ ἐστι πάθη τῆς ὑποκειμένης ποιότητος· ἢ γὰρ θερμαινόμενον ἢ γλυκαινόμενον ἢ πυκνούμενον ἢ ξηραινό μενον ἢ λευκαινόμενον ἀλλοιοῦσθαί φαμεν, ὁμοίως τό τε ἄψυχον καὶ τὸ ἔμψυχον λέγοντες, καὶ πάλιν τῶν ἐμψύχων τά τε μὴ αἰσθητικὰ τῶν μερῶν καὶ αὐτὰς τὰς αἰσθήσεις.
414Aristoteles, Physica, 7, 4; 5
ὥστ' εἰ κατὰ μὲν τὸ σχῆμα καὶ τὴν μορφὴν οὐ λέγεται τὸ γεγονὸς ἐν ᾧ ἐστι τὸ σχῆμα, κατὰ δὲ τὰ πάθη καὶ τὰς ἀλλοιώσεις λέγεται, φανερὸν ὅτι οὐκ ἂν εἶεν αἱ γενέσεις ἀλλοιώσεις.
415Aristoteles, Physica, 7, 4; 6
ἔτι δὲ καὶ εἰπεῖν οὕτως ἄτοπον ἂν δόξειεν, ἠλλοιῶσθαι τὸν ἄνθρωπον ἢ τὴν οἰκίαν ἢ ἄλλο ὁτιοῦν τῶν γεγενημένων· ἀλλὰ γίγνεσθαι μὲν ἴσως ἕκαστον ἀναγ καῖον ἀλλοιουμένου τινός, οἷον τῆς ὕλης πυκνουμένης ἢ μα νουμένης ἢ θερμαινομένης ἢ ψυχομένης, οὐ μέντοι τὰ γιγνό μενά γε ἀλλοιοῦται, οὐδ' ἡ γένεσις αὐτῶν ἀλλοίωσίς ἐστιν.
416Aristoteles, Physica, 7, 5; 5
ἑκάστη γάρ ἐστι τῷ πρός τι πὼς ἔχειν, καὶ περὶ τὰ οἰκεῖα πάθη εὖ ἢ κακῶς διατίθησι τὸ ἔχον· οἰκεῖα δ' ὑφ' ὧν γίγνεσθαι καὶ φθείρεσθαι πέφυκεν.
417Aristoteles, Physica, 7, 5; 6
ἐπεὶ οὖν τὰ πρός τι οὔτε αὐτά ἐστιν ἀλλοιώσεις, οὔτε ἔστιν αὐτῶν ἀλ λοίωσις οὐδὲ γένεσις οὐδ' ὅλως μεταβολὴ οὐδεμία, φανερὸν ὅτι οὔθ' αἱ ἕξεις οὔθ' αἱ τῶν ἕξεων ἀποβολαὶ καὶ λήψεις ἀλλοιώσεις εἰσίν, ἀλλὰ γίγνεσθαι μὲν ἴσως αὐτὰς καὶ φθείρεσθαι ἀλλοιουμένων τινῶν ἀνάγκη, καθάπερ καὶ τὸ εἶ δος καὶ τὴν μορφήν, οἷον θερμῶν καὶ ψυχρῶν ἢ ξηρῶν καὶ ὑγρῶν, ἢ ἐν οἷς τυγχάνουσιν οὖσαι πρώτοις.
418Aristoteles, Physica, 7, 5; 9
ἔτι δὲ ἡ μὲν ἀρετὴ εὖ διατίθησι πρὸς τὰ οἰκεῖα πάθη, ἡ δὲ κακία κακῶς.
419Aristoteles, Physica, 7, 6; 4
ταν γὰρ γένηται τὸ κατὰ μέρος, ἐπίσταταί πως τὰ καθόλου τῷ ἐν μέρει.
420Aristoteles, Physica, 7, 6; 8
διὸ καὶ τὰ παιδία οὔτε μανθάνειν δύνανται οὔτε κατὰ τὰς αἰσθήσεις ὁμοίως κρίνειν τοῖς πρεσβυτέροις· πολλὴ γὰρ ἡ ταραχὴ καὶ ἡ κίνησις.
421Aristoteles, Physica, 7, 7; 19
εἰ δὲ τοῦτο, καὶ τὰ δύο, ἐπεὶ διὰ τί τὰ μὲν συμβλητὰ τὰ δ' οὔ, εἴπερ ἦν μία φύσις;
422Aristoteles, Physica, 7, 7; 24
ἀλλ' ἆρα οὐ μόνον δεῖ τὰ συμβλητὰ μὴ ὁμώνυμα εἶναι ἀλλὰ καὶ μὴ ἔχειν δια φοράν, μήτε ὃ μήτε ἐν ᾧ;
423Aristoteles, Physica, 7, 7; 27
αἴτιον δ' ὅτι ἡ κί νησις ἔχει εἴδη, ὥστ' εἰ τὰ ἐν ἴσῳ χρόνῳ ἐνεχθέντα ἴσον μῆκος ἰσοταχῆ ἔσται, ἴση ἡ εὐθεῖα καὶ ἡ περιφερής.
424Aristoteles, Physica, 7, 7; 32
ὥστε τὰ ἐν ἴσῳ ταὐτὸ μέγεθος κινούμενα ἰσοταχῆ, τὸ αὐτὸ δὲ καὶ ἀδιάφορον εἴδει καὶ κινήσει ἀδιάφορον· ὥστε τοῦτο σκεπτέον, τίς διαφορὰ κινήσεως.
425Aristoteles, Physica, 7, 7; 45
εἰ μὲν οὖν τὰ κινούμενα εἴδει διαφέρει, ὧν εἰσὶν αἱ κινήσεις καθ' αὑτὰ καὶ μὴ κατὰ συμβεβηκός, καὶ αἱ κινήσεις εἴδει διοίσουσιν· εἰ δὲ γένει, γένει, εἰ δ' ἀριθμῷ, ἀριθμῷ.
426Aristoteles, Physica, 7, 8; 8
εἰ δὲ τὰ δύο, καὶ ἑκάτερον τῶνδε ἑκάτερον κινεῖ τὸ τοσόνδε ἐν τοσῷδε, καὶ συντιθέμεναι αἱ δυνάμεις τὸ σύνθετον ἐκ τῶν βαρῶν τὸ ἴσον κινήσουσιν μῆκος καὶ ἐν ἴσῳ χρόνῳ· ἀνάλογον γάρ.
427Aristoteles, Physica, 8, 1; 8
ἀναγκαῖον ἄρα ὑπάρχειν τὰ πράγματα τὰ δυνάμενα κινεῖσθαι καθ' ἑκάστην κίνησιν.
428Aristoteles, Physica, 8, 1; 14
τὰ μὲν γὰρ κινεῖ μοναχῶς, τὰ δὲ καὶ τὰς ἐναντίας κινήσεις, οἷον τὸ μὲν πῦρ θερμαίνει, ψύχει δ' οὔ, ἡ δ' ἐπιστήμη δοκεῖ τῶν ἐναντίων εἶναι μία.
429Aristoteles, Physica, 8, 1; 16
ἀλλ' οὖν ὅσα γε δυνατὰ ποιεῖν καὶ πάσχειν ἢ κινεῖν, τὰ δὲ κινεῖσθαι, οὐ πάντως δυνατά ἐστιν, ἀλλ' ὡδὶ ἔχοντα καὶ πλησιάζοντα ἀλλήλοις.
430Aristoteles, Physica, 8, 1; 39
ἀλλὰ καὶ τοῦτο δεῖ τὸν λέγοντα μὴ φάναι μόνον, ἀλλὰ καὶ τὴν αἰτίαν αὐτοῦ λέγειν, καὶ μὴ τίθεσθαι μηδὲν μηδ' ἀξιοῦν ἀξίωμ' ἄλογον, ἀλλ' ἢ ἐπαγω γὴν ἢ ἀπόδειξιν φέρειν· αὐτὰ μὲν γὰρ οὐκ αἴτια τὰ ὑπο τεθέντα, οὐδὲ τοῦτ' ἦν τὸ φιλότητι ἢ νείκει εἶναι, ἀλλὰ τῆς μὲν τὸ συνάγειν, τοῦ δὲ τὸ διακρίνειν.
431Aristoteles, Physica, 8, 2; 1
Τὰ δὲ ἐναντία τούτοις οὐ χαλεπὸν λύειν. δόξειε δ' ἂν ἐκ τῶν τοιῶνδε σκοποῦσιν ἐνδέχεσθαι μάλιστα κίνησιν εἶ ναί ποτε μὴ οὖσαν ὅλως, πρῶτον μὲν ὅτι οὐδεμία ἀΐδιος μεταβολή· μεταβολὴ γὰρ ἅπασα πέφυκεν ἔκ τινος εἴς τι, ὥστε ἀνάγκη πάσης μεταβολῆς εἶναι πέρας τὰ ἐναντία ἐν οἷς γίγνεται, εἰς ἄπειρον δὲ κινεῖσθαι μηδέν.
432Aristoteles, Physica, 8, 2; 8
τού των δὴ τὸ μὲν πρῶτον λεχθέν, τὸ μὴ τὴν αὐτὴν ἀεὶ καὶ μίαν τῷ ἀριθμῷ εἶναι τὴν κίνησιν τὴν εἰς τὰ ἀντικείμενα, ὀρθῶς λέγεται.
433Aristoteles, Physica, 8, 2; 12
τοῦτο μέντοι πῶς ἂν εἴη, ζητητέον, λέγω δὲ ὥστε τὸ αὐτὸ ὑπὸ τοῦ αὐτοῦ κινητικοῦ ὄντος ὁτὲ μὲν κινεῖσθαι ὁτὲ δὲ μή· οὐ δὲν γὰρ ἄλλ' ἀπορεῖ ὁ τοῦτο λέγων ἢ διὰ τί οὐκ ἀεὶ τὰ μὲν ἠρεμεῖ τῶν ὄντων τὰ δὲ κινεῖται.
434Aristoteles, Physica, 8, 2; 16
οὐδὲν οὖν κωλύει, μᾶλλον δ' ἴσως ἀναγκαῖον, ἐν μὲν τῷ σώματι πολλὰς ἐγγίγνεσθαι κινήσεις ὑπὸ τοῦ περιέ χοντος, τούτων δ' ἐνίας τὴν διάνοιαν ἢ τὴν ὄρεξιν κινεῖν, ἐκεί νην δὲ τὸ ὅλον ἤδη ζῷον κινεῖν, οἷον συμβαίνει περὶ τοὺς ὕπνους· αἰσθητικῆς μὲν γὰρ οὐδεμιᾶς ἐνούσης κινήσεως, ἐνούσης μέντοι τινός, ἐγείρεται τὰ ζῷα πάλιν.
435Aristoteles, Physica, 8, 3; 2
ἀνάγκη δὴ ἤτοι πάντα ἠρεμεῖν ἀεί, ἢ πάντα ἀεὶ κινεῖσθαι, ἢ τὰ μὲν κινεῖσθαι τὰ δ' ἠρεμεῖν, καὶ πάλιν τούτων ἤτοι τὰ μὲν κινούμενα κινεῖσθαι ἀεὶ τὰ δ' ἠρεμοῦντα ἠρεμεῖν, ἢ πάντα πεφυκέναι ὁμοίως κινεῖσθαι καὶ ἠρεμεῖν, ἢ τὸ λοιπὸν ἔτι καὶ τρίτον.
436Aristoteles, Physica, 8, 3; 3
ἐνδέχεται γὰρ τὰ μὲν ἀεὶ τῶν ὄντων ἀκίνητα εἶναι, τὰ δ' ἀεὶ κινούμενα, τὰ δ' ἀμφοτέρων μεταλαμβάνειν· ὅπερ ἡμῖν λεκτέον ἐστίν· τοῦτο γὰρ ἔχει λύσιν τε πάντων τῶν ἀπορουμένων, καὶ τέλος ἡμῖν ταύτης τῆς πραγματείας ἐστίν.
437Aristoteles, Physica, 8, 3; 5
ἔτι δ' αἱ περὶ τῶν ἀρχῶν ἐνστάσεις, ὥσπερ ἐν τοῖς περὶ τὰ μαθήματα λόγοις οὐδέν εἰσιν πρὸς τὸν μαθη ματικόν, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων, οὕτως οὐδὲ περὶ τοῦ νῦν ῥηθέντος πρὸς τὸν φυσικόν· ὑπόθεσις γὰρ ὅτι ἡ φύ σις ἀρχὴ τῆς κινήσεως.
438Aristoteles, Physica, 8, 3; 6
σχεδὸν δὲ καὶ τὸ φάναι κινεῖσθαι πάντα ψεῦδος μέν, ἧττον δὲ τούτου παρὰ τὴν μέθοδον· ἐτέ θη μὲν γὰρ ἡ φύσις ἐν τοῖς φυσικοῖς ἀρχή, καθάπερ κινή σεως, καὶ ἠρεμίας, ὅμως δὲ φυσικὸν ἡ κίνησις· καί φασί τινες κινεῖσθαι τῶν ὄντων οὐ τὰ μὲν τὰ δ' οὔ, ἀλλὰ πάντα καὶ ἀεί, ἀλλὰ λανθάνειν τοῦτο τὴν ἡμετέραν αἴσθησιν· πρὸς οὓς καίπερ οὐ διορίζοντας ποίαν κίνησιν λέγουσιν, ἢ πάσας, οὐ χαλεπὸν ἀπαντῆσαι.
439Aristoteles, Physica, 8, 3; 8
ἔστι δ' ὅμοιος ὁ λό γος τῷ περὶ τοῦ τὸν σταλαγμὸν κατατρίβειν καὶ τὰ ἐκφυ όμενα τοὺς λίθους διαιρεῖν· οὐ γὰρ εἰ τοσόνδε ἐξέωσεν ἢ ἀφεῖ λεν ὁ σταλαγμός, καὶ τὸ ἥμισυ ἐν ἡμίσει χρόνῳ πρότερον· ἀλλ' ὥσπερ ἡ νεωλκία, καὶ οἱ σταλαγμοὶ οἱ τοσοιδὶ τοσονδὶ κινοῦσιν, τὸ δὲ μέρος αὐτῶν ἐν οὐδενὶ χρόνῳ τοσοῦτον.
440Aristoteles, Physica, 8, 3; 18
ἀλλὰ μὴν οὐδὲ τὰ μὲν ἀεὶ ἐνδέχεται ἠρεμεῖν, τὰ δ' ἀεὶ κινεῖσθαι, ποτὲ δ' ἠρεμεῖν καὶ ποτὲ κινεῖσθαι μηδέν.
441Aristoteles, Physica, 8, 3; 22
ὥστε δῆλον ὅτι τὰ μὲν κινεῖται, τὰ δ' ἠρε μεῖ ἐνίοτε.
442Aristoteles, Physica, 8, 3; 25
ἢ γάρ τοι πάντα ἠρεμεῖ, ἢ πάντα κινεῖται, ἢ τὰ μὲν ἠρεμεῖ τὰ δὲ κινεῖται τῶν ὄντων.
443Aristoteles, Physica, 8, 3; 26
καὶ εἰ τὰ μὲν ἠρεμεῖ τὰ δὲ κινεῖται, ἀνάγκη ἤτοι πάντα ὁτὲ μὲν ἠρεμεῖν ὁτὲ δὲ κινεῖσθαι, , ἢ τὰ μὲν ἀεὶ ἠρεμεῖν τὰ δὲ ἀεὶ κινεῖσθαι αὐτῶν, τὰ δ' ὁτὲ μὲν ἠρεμεῖν ὁτὲ δὲ κινεῖσθαι.
444Aristoteles, Physica, 8, 3; 31
ὁμοίως δὲ ἀδύνατον καὶ τὸ πάντα κινεῖσθαι, ἢ τὰ μὲν ἀεὶ κινεῖσθαι τὰ δ' ἀεὶ ἠρεμεῖν.
445Aristoteles, Physica, 8, 3; 33
ὥστε φα νερὸν ὅτι ἀδύνατον ὁμοίως τὸ πάντα ἠρεμεῖν καὶ τὸ πάντα κινεῖσθαι συνεχῶς τῷ τὰ μὲν ἀεὶ κινεῖσθαι τὰ δ' ἠρεμεῖν ἀεί.
446Aristoteles, Physica, 8, 4; 1
Τῶν δὴ κινούντων καὶ κινουμένων τὰ μὲν κατὰ συμβε βηκὸς κινεῖ καὶ κινεῖται, τὰ δὲ καθ' αὑτά, κατὰ συμβε βηκὸς μὲν οἷον ὅσα τε τῷ ὑπάρχειν τοῖς κινοῦσιν ἢ κινου μένοις καὶ τὰ κατὰ μόριον, τὰ δὲ καθ' αὑτά, ὅσα μὴ τῷ ὑπάρχειν τῷ κινοῦντι ἢ τῷ κινουμένῳ, μηδὲ τῷ μόριόν τι αὐτῶν κινεῖν ἢ κινεῖσθαι.
447Aristoteles, Physica, 8, 4; 2
τῶν δὲ καθ' αὑτὰ τὰ μὲν ὑφ' ἑαυτοῦ τὰ δ' ὑπ' ἄλλου, καὶ τὰ μὲν φύσει τὰ δὲ βίᾳ καὶ παρὰ φύσιν.
448Aristoteles, Physica, 8, 4; 3
τό τε γὰρ αὐτὸ ὑφ' αὑτοῦ κινούμενον φύ σει κινεῖται, οἷον ἕκαστον τῶν ζῴων (κινεῖται γὰρ τὸ ζῷον αὐτὸ ὑφ' αὑτοῦ, ὅσων δ' ἡ ἀρχὴ ἐν αὐτοῖς τῆς κινήσεως, ταῦτα φύσει φαμὲν κινεῖσθαι· διὸ τὸ μὲν ζῷον ὅλον φύσει αὐτὸ ἑαυτὸ κινεῖ, τὸ μέντοι σῶμα ἐνδέχεται καὶ φύσει καὶ παρὰ φύσιν κινεῖσθαι· διαφέρει γὰρ ὁποίαν τε ἂν κίνησιν κινούμενον τύχῃ καὶ ἐκ ποίου στοιχείου συνεστηκός), καὶ τῶν ὑπ' ἄλλου κινουμένων τὰ μὲν φύσει κινεῖται τὰ δὲ παρὰ φύσιν, παρὰ φύσιν μὲν οἷον τὰ γεηρὰ ἄνω καὶ τὸ πῦρ κάτω, ἔτι δὲ τὰ μόρια τῶν ζῴων πολλάκις κινεῖται παρὰ φύσιν, παρὰ τὰς θέσεις καὶ τοὺς τρόπους τῆς κινήσεως.
449Aristoteles, Physica, 8, 4; 5
μετὰ δὲ τὰ παρὰ φύσιν τῶν κατὰ φύσιν τὰ αὐτὰ ὑφ' αὑτῶν, οἷον τὰ ζῷα· οὐ γὰρ τοῦτ' ἄδηλον, εἰ ὑπό τινος κινεῖται, ἀλλὰ πῶς δεῖ διαλαβεῖν αὐτοῦ τὸ κινοῦν καὶ τὸ κινούμενον· ἔοικεν γὰρ ὥσπερ ἐν τοῖς πλοίοις καὶ τοῖς μὴ φύσει συνισταμένοις, οὕτω καὶ ἐν τοῖς ζῴοις εἶναι διῃρημένον τὸ κινοῦν καὶ τὸ κινούμενον, καὶ οὕτω τὸ ἅπαν αὐτὸ αὑτὸ κι νεῖν.
450Aristoteles, Physica, 8, 4; 6
μάλιστα δ' ἀπορεῖται τὸ λοιπὸν τῆς εἰρημένης τελευ ταίας διαιρέσεως· τῶν γὰρ ὑπ' ἄλλου κινουμένων τὰ μὲν παρὰ φύσιν ἐθήκαμεν κινεῖσθαι, τὰ δὲ λείπεται ἀντιθεῖναι ὅτι φύσει.
451Aristoteles, Physica, 8, 4; 7
ταῦτα δ' ἐστὶν ἃ τὴν ἀπορίαν παράσχοι ἂν ὑπὸ τίνος κινεῖται, οἷον τὰ κοῦφα καὶ τὰ βαρέα.
452Aristoteles, Physica, 8, 4; 15
ἔστιν δὲ καὶ ἐπὶ τῶν κινούντων λαβεῖν τὰ εἰ ρημένα· τὰ μὲν γὰρ παρὰ φύσιν αὐτῶν κινητικά ἐστιν, οἷον ὁ μοχλὸς οὐ φύσει τοῦ βάρους κινητικός, τὰ δὲ φύσει, οἷον τὸ ἐνεργείᾳ θερμὸν κινητικὸν τοῦ δυνάμει θερμοῦ.
453Aristoteles, Physica, 8, 4; 19
ἐπεὶ δὲ τὸ δυνάμει πλεοναχῶς λέγεται, τοῦτ' αἴτιον τοῦ μὴ φανερὸν εἶ ναι ὑπὸ τίνος τὰ τοιαῦτα κινεῖται, οἷον τὸ πῦρ ἄνω καὶ ἡ γῆ κάτω.
454Aristoteles, Physica, 8, 4; 26
καίτοι τοῦτο ζη τεῖται, διὰ τί ποτε κινεῖται εἰς τὸν αὑτῶν τόπον τὰ κοῦφα καὶ τὰ βαρέα.
455Aristoteles, Physica, 8, 4; 32
εἰ δὴ πάντα τὰ κινούμενα ἢ φύ σει κινεῖται ἢ παρὰ φύσιν καὶ βίᾳ, καὶ τά τε βίᾳ καὶ παρὰ φύσιν πάντα ὑπό τινος καὶ ὑπ' ἄλλου, τῶν δὲ φύ σει πάλιν τά θ' ὑφ' αὑτῶν κινούμενα ὑπό τινος κινεῖται καὶ τὰ μὴ ὑφ' αὑτῶν, οἷον τὰ κοῦφα καὶ τὰ βαρέα (ἢ γὰρ ὑπὸ τοῦ γεννήσαντος καὶ ποιήσαντος κοῦφον ἢ βαρύ, ἢ ὑπὸ τοῦ τὰ ἐμποδίζοντα καὶ κωλύοντα λύσαντος), ἅπαντα ἂν τὰ κινούμενα ὑπό τινος κινοῖτο.
456Aristoteles, Physica, 8, 6; 7
τοῦ δὴ τὰ μὲν γίγνε σθαι τὰ δὲ φθείρεσθαι, καὶ τοῦτ' εἶναι συνεχῶς, οὐδὲν αἴτιον τῶν ἀκινήτων μὲν μὴ ἀεὶ δ' ὄντων, οὐδ' αὖ τωνδὶ μὲν ταδί [κινούντων], τούτων δ' ἕτερα.
457Aristoteles, Physica, 8, 6; 8
τοῦ γὰρ ἀεὶ καὶ συνεχοῦς οὔτε ἕκαστον αὐτῶν οὔτε πάντα αἴτια· τὸ μὲν γὰρ οὕτως ἔχειν ἀΐδιον καὶ ἐξ ἀνάγκης, τὰ δὲ πάντα ἄπειρα, καὶ οὐχ ἅμα πάντα ὄντα.
458Aristoteles, Physica, 8, 6; 9
δῆλον τοίνυν ὅτι, εἰ καὶ μυριάκις ἔνια [ἀρχαὶ] τῶν ἀκινήτων μὲν κινούντων δέ, καὶ πολλὰ τῶν αὐτὰ ἑαυτὰ κινούντων, φθείρεται, τὰ δ' ἐπιγίγνεται, καὶ τόδε μὲν ἀκίνητον ὂν τόδε κινεῖ, ἕτερον δὲ τοδί, ἀλλ' οὐδὲν ἧττον ἔστιν τι ὃ πε ριέχει, καὶ τοῦτο παρ' ἕκαστον, ὅ ἐστιν αἴτιον τοῦ τὰ μὲν εἶ ναι τὰ δὲ μὴ καὶ τῆς συνεχοῦς μεταβολῆς· καὶ τοῦτο μὲν τούτοις, ταῦτα δὲ τοῖς ἄλλοις αἴτια κινήσεως.
459Aristoteles, Physica, 8, 6; 10
εἴπερ οὖν ἀΐ διος ἡ κίνησις, ἀΐδιον καὶ τὸ κινοῦν ἔσται πρῶτον, εἰ ἕν· εἰ δὲ πλείω, πλείω τὰ ἀΐδια.
460Aristoteles, Physica, 8, 6; 12
τῶν αὐτῶν γὰρ συμ βαινόντων αἰεὶ τὰ πεπερασμένα μᾶλλον ληπτέον· ἐν γὰρ τοῖς φύσει δεῖ τὸ πεπερασμένον καὶ τὸ βέλτιον, ἂν ἐνδέχη ται, ὑπάρχειν μᾶλλον.
461Aristoteles, Physica, 8, 6; 20
καὶ διὰ τούτου γέγονε δῆλον ὅτι οὔτε πάντα κινεῖται οὔτε πάντα ἠρεμεῖ οὔτε τὰ μὲν ἀεὶ ἠρεμεῖ τὰ δὲ ἀεὶ κινεῖται· τὰ γὰρ ἐπαμφοτερί ζοντα καὶ δύναμιν ἔχοντα τοῦ κινεῖσθαι καὶ ἠρεμεῖν δείκνυσιν περὶ αὐτῶν.
462Aristoteles, Physica, 8, 6; 21
ἐπεὶ δὲ τὰ μὲν τοιαῦτα δῆλα πᾶσι, βουλόμεθα δὲ δεῖξαι καὶ τοῖν δυοῖν ἑκατέρου τὴν φύσιν, ὅτι ἔστιν τὰ μὲν ἀεὶ ἀκίνητα τὰ δὲ ἀεὶ κινούμενα, προϊόντες δ' ἐπὶ τοῦτο καὶ θέντες ἅπαν τὸ κινούμενον ὑπό τινος κινεῖ σθαι, καὶ τοῦτ' εἶναι ἢ ἀκίνητον ἢ κινούμενον, καὶ κινούμενον ἢ ὑφ' αὑτοῦ ἢ ὑπ' ἄλλου ἀεί, προήλθομεν ἐπὶ τὸ λαβεῖν ὅτι τῶν κινουμένων ἐστὶν ἀρχὴ κινουμένων μὲν ὃ αὐτὸ ἑαυτὸ κινεῖ, πάντων δὲ τὸ ἀκίνητον, ὁρῶμεν δὲ καὶ φανερῶς ὄντα τοιαῦτα ἃ κινεῖ αὐτὰ ἑαυτά, οἷον τὸ τῶν ἐμψύχων καὶ τὸ τῶν ζῴων γένος, ταῦτα δὲ καὶ δόξαν παρεῖχε μή ποτε ἐν δέχεται κίνησιν ἐγγίγνεσθαι μὴ οὖσαν ὅλως, διὰ τὸ ἐν τούτοις ὁρᾶν ἡμᾶς τοῦτο συμβαῖνον (ἀκίνητα γάρ ποτε ὄντα κινεῖ ται πάλιν, ὡς δοκεῖ), τοῦτο δὴ δεῖ λαβεῖν, ὅτι μίαν κίνησιν αὑτὰ κινεῖ, καὶ ὅτι ταύτην οὐ κυρίως· οὐ γὰρ ἐξ αὐτοῦ τὸ αἴτιον, ἀλλ' ἔνεισιν ἄλλαι κινήσεις φυσικαὶ τοῖς ζῴοις, ἃς οὐ κινοῦνται δι' αὑτῶν, οἷον αὔξησις φθίσις ἀναπνοή, ἃς κι νεῖται τῶν ζῴων ἕκαστον ἠρεμοῦν καὶ οὐ κινούμενον τὴν ὑφ' αὑτοῦ κίνησιν.
463Aristoteles, Physica, 8, 7; 3
τὸ δὲ κινού μενον ὑπὸ τοῦ κινουμένου μέν, ὑπὸ τοῦ ἀκινήτου δὲ κινουμένου ἤδη, διὰ τὸ ἄλλως καὶ ἄλλως ἔχειν πρὸς τὰ πράγματα, οὐ τῆς αὐτῆς ἔσται κινήσεως αἴτιον, ἀλλὰ διὰ τὸ ἐν ἐναν τίοις εἶναι τόποις ἢ εἴδεσιν ἐναντίως παρέξεται κινούμενον ἕκαστον τῶν ἄλλων, καὶ ὁτὲ μὲν ἠρεμοῦν ὁτὲ δὲ κινούμενον.
464Aristoteles, Physica, 8, 7; 4
φανερὸν δὴ γέγονεν ἐκ τῶν εἰρημένων καὶ ὃ κατ' ἀρχὰς ἠποροῦμεν, τί δή ποτε οὐ πάντα ἢ κινεῖται ἢ ἠρεμεῖ, ἢ τὰ μὲν κινεῖται ἀεὶ τὰ δ' ἀεὶ ἠρεμεῖ, ἀλλ' ἔνια ὁτὲ μὲν ὁτὲ δ' οὔ.
465Aristoteles, Physica, 8, 7; 5
τούτου γὰρ τὸ αἴτιον δῆλόν ἐστι νῦν, ὅτι τὰ μὲν ὑπὸ ἀκινήτου κινεῖται ἀϊδίου, διὸ ἀεὶ κινεῖται, τὰ δ' ὑπὸ κινουμένου καὶ μεταβάλλοντος, ὥστε καὶ αὐτὰ ἀναγκαῖον μεταβάλλειν.
466Aristoteles, Physica, 8, 8; 23
ἐπεὶ δὲ γένεσιν ἀδύνατον εἶναι πρώτην (πάντα γὰρ ἂν εἴη τὰ κι νούμενα φθαρτά), δῆλον ὡς οὐδὲ τῶν ἐφεξῆς κινήσεων οὐδεμία προτέρα· λέγω δ' ἐφεξῆς αὔξησιν, εἶτ' ἀλλοίωσιν καὶ φθί σιν καὶ φθοράν· πᾶσαι γὰρ ὕστεραι γενέσεως, ὥστ' εἰ μηδὲ γένεσις προτέρα φορᾶς, οὐδὲ τῶν ἄλλων οὐδεμία μεταβολῶν.
467Aristoteles, Physica, 8, 9; 3
διὸ τὰ μὲν ὅλως ἀκίνητα τῶν ζώντων δι' ἔνδειαν [τοῦ ὀργάνου], οἷον τὰ φυτὰ καὶ πολλὰ γένη τῶν ζῴων, τοῖς δὲ τελειουμένοις ὑπάρχει.
468Aristoteles, Physica, 8, 10; 4
ἅπασαι γὰρ ἐξ ἀντικει μένων εἰς ἀντικείμενά εἰσιν αἱ κινήσεις καὶ μεταβολαί, οἷον γενέσει μὲν καὶ φθορᾷ τὸ ὂν καὶ τὸ μὴ ὂν ὅροι, ἀλλοιώσει δὲ τὰ ἐναντία πάθη, αὐξήσει δὲ καὶ φθίσει ἢ μέγεθος καὶ μικρότης ἢ τελειότης μεγέθους καὶ ἀτέλεια· ἐναντίαι δ' αἱ εἰς τὰ ἐναντία.
469Aristoteles, Physica, 8, 11; 4
τὰ δ' ἐναντία διαφέρει τῷ εἴδει, καὶ οὐχ ἕν· τό που δ' αἱ εἰρημέναι διαφοραί.
470Aristoteles, Physica, 8, 11; 28
τὰ μὲν οὖν ἐν μέσῳ δυνάμει ἔστι, τοῦτο δ' ἐνεργείᾳ, καὶ τελευτὴ μὲν κάτωθεν, ἀρχὴ δὲ ἄνωθεν· καὶ τῶν κινήσεων ἄρα ὡσαύτως.
471Aristoteles, Physica, 8, 12; 1
τὸν αὐτὸν δὲ τρόπον ἀπαντητέον καὶ πρὸς τοὺς ἐρωτῶν τας τὸν Ζήνωνος λόγον, [καὶ ἀξιοῦντας,] εἰ ἀεὶ τὸ ἥμισυ διιέναι δεῖ, ταῦτα δ' ἄπειρα, τὰ δ' ἄπειρα ἀδύνατον διεξελθεῖν, ἢ ὡς τὸν αὐτὸν τοῦτον λόγον τινὲς ἄλλως ἐρωτῶσιν, ἀξιοῦντες ἅμα τῷ κινεῖσθαι τὴν ἡμίσειαν πρότερον ἀριθμεῖν καθ' ἕκα στον γιγνόμενον τὸ ἥμισυ, ὥστε διελθόντος τὴν ὅλην ἄπειρον συμβαίνει ἠριθμηκέναι ἀριθμόν· τοῦτο δ' ὁμολογουμένως ἐστὶν ἀδύνατον.
472Aristoteles, Physica, 8, 12; 5
οὕτω δὲ ποιεῖ ὅ τε ἀριθμῶν καὶ ὁ εἰς τὰ ἡμίση διαιρῶν.
473Aristoteles, Physica, 8, 12; 7
ἂν δὲ ποιῇ ἐντελεχείᾳ, οὐ ποιή σει συνεχῆ, ἀλλὰ στήσει, ὅπερ ἐπὶ τοῦ ἀριθμοῦντος τὰ ἡμί σεα φανερόν ἐστιν ὅτι συμβαίνει· τὸ γὰρ ἓν σημεῖον ἀνάγκη αὐτῷ ἀριθμεῖν δύο· τοῦ μὲν γὰρ ἑτέρου τελευτὴ ἡμίσεος τοῦ δ' ἑτέρου ἀρχὴ ἔσται, ἂν μὴ μίαν ἀριθμῇ τὴν συνεχῆ, ἀλλὰ δύο ἡμισείας.
474Aristoteles, Physica, 8, 13; 17
ἡ δ' ἐπὶ τῆς περιφεροῦς ἔσται μία καὶ συνεχής· οὐθὲν γὰρ ἀδύνατον συμβαίνει· τὸ γὰρ ἐκ τοῦ Α κινούμενον ἅμα κινήσεται εἰς τὸ Α κατὰ τὴν αὐτὴν πρόθεσιν (εἰς ὃ γὰρ ἥξει, καὶ κινεῖται εἰς τοῦτο), ἀλλ' οὐχ ἅμα κινήσεται τὰς ἐναντίας οὐδὲ τὰς ἀντικειμένας· οὐ γὰρ ἅπασα ἡ εἰς τοῦτο τῇ ἐκ τούτου ἐναντία οὐδ' ἀντικειμένη, ἀλλ' ἐναντία μὲν ἡ κατ' εὐθεῖαν (ταύτῃ γὰρ ἔστιν ἐναντία κατὰ τόπον, οἷον τὰ κατὰ διάμε τρον· ἀπέχει γὰρ πλεῖστον), ἀντικειμένη δὲ ἡ κατὰ τὸ αὐτὸ μῆκος.
475Aristoteles, Physica, 8, 13; 22
φανερὸν δὲ ἐκ ταύτης τῆς διαιρέσεως ὅτι οὐδὲ τὰς ἄλλας ἐνδέχεται κινή σεις εἶναι συνεχεῖς· ἐν ἁπάσαις γὰρ ταὐτὰ συμβαίνει κι νεῖσθαι πολλάκις, οἷον ἐν ἀλλοιώσει τὰ μεταξύ, καὶ ἐν τῇ τοῦ ποσοῦ τὰ ἀνὰ μέσον μεγέθη, καὶ ἐν γενέσει καὶ φθορᾷ ὡσαύτως· οὐδὲν γὰρ διαφέρει ὀλίγα ἢ πολλὰ ποιῆσαι, ἐν οἷς ἐστὶν ἡ μεταβολή, οὐδὲ μεταξὺ θεῖναί τι ἢ ἀφελεῖν· ἀμ φοτέρως γὰρ συμβαίνει ταὐτὰ κινεῖσθαι πολλάκις.
476Aristoteles, Physica, 8, 13; 23
δῆλον οὖν ἐκ τούτων ὅτι οὐδ' οἱ φυσιολόγοι καλῶς λέγουσιν οἱ πάντα τὰ αἰσθητὰ κινεῖσθαι φάσκοντες ἀεί· κινεῖσθαι γὰρ ἀνάγκη τούτων τινὰ τῶν κινήσεων, καὶ μάλιστα κατ' ἐκείνους [ἐστὶν] ἀλ λοιοῦσθαι· ῥεῖν γάρ φασιν ἀεὶ καὶ φθίνειν, ἔτι δὲ καὶ τὴν γένεσιν καὶ τὴν φθορὰν ἀλλοίωσιν λέγουσιν.
477Aristoteles, Physica, 8, 14; 12
ἔτι δὲ καὶ ὁμαλῆ ἐνδέχεται εἶναι τὴν κύκλῳ μόνην· τὰ γὰρ ἐπ' εὐθείας ἀνωμαλῶς ἀπὸ τῆς ἀρχῆς φέρεται καὶ πρὸς τὸ τέλος· πάντα γὰρ ὅσῳπερ ἂν ἀφίστηται [πλεῖον] τοῦ ἠρεμοῦντος, φέρεται θᾶττον· τῆς δὲ κύκλῳ μόνης οὔτ' ἀρχὴ οὔτε τέλος ἐν αὐτῇ πέφυκεν, ἀλλ' ἐκτός.
478Aristoteles, Physica, 8, 17; 4
ταῦτα δὲ ἢ πάντα ἄπειρα ἢ πάντα πεπερασμένα ἢ ἔνια, οἷον τὰ δύο ἢ τὸ ἕν.
479Aristoteles, Physica, 8, 18; 3
εἰ γὰρ πᾶν τὸ κινούμενον κινεῖται ὑπὸ τινός, ὅσα μὴ αὐτὰ ἑαυτὰ κινεῖ, πῶς κινεῖται ἔνια συνεχῶς μὴ ἁπτομένου τοῦ κινήσαντος, οἷον τὰ ῥιπτούμενα;
480Aristoteles, Physica, 8, 18; 12
ἀδύνατον δὲ ἄλλως τὰ ἀπορηθέντα λύειν, εἰ μὴ τὸν εἰρημένον τρόπον.
481Aristoteles, Physica, 8, 19; 6
ἀλλὰ τά χιστα κινεῖται τὰ ἐγγύτατα τοῦ κινοῦντος.
482Aristoteles Boetius, In Categorias Aristotelis, 64, 0252C (auctor 480-525)
Quae vero hic desunt in libris qui Μετὰ τὰ φυσικὰ inscribuntur apposuit.
483Aristoteles Boetius, In Categorias Aristotelis, 64, 0262A (auctor 480-525)
Et de facere quidem et pati nihil in hoc libro, nisi quod contraria suscipiant, et intentionem imminutionemque ab Aristotele est disputatum, in aliis vero eius operibus plene ab eo perfecteque tractata sunt, ut hoc ipsum de facere et patre in his libris quos Περὶ γενέσεος καὶ φθορᾶς inscripsit, de aliis quoque praedicamentis non illi minor in aliis operibus disputatio fuit, ut de eo quod est ubi et quando in physicis, et de omnibus quidem altius subtiliusque in libris quos Μετὰ τὰ φυσικὰ vocavit, exquiritur.
484Aristoteles Boetius, In librum De interpretatione Aristotelis Maior, 64, 0406A (auctor 480-525)
Sensuum quidem non esse significativas voces nomina et verba in opere de iustitia declarat dicens: Φύσει γὰρ διηνέχθησαντάτε νοήματα καὶ τὰ αἰσθηματα, quae interpretari Latine potest hoc modo: Natura enim sunt diversa intellectus et sensus.
485Aristoteles Boetius, In librum De interpretatione Aristotelis Maior, 64, 0406B (auctor 480-525)
Sed haec in libris de Anima verissime diligentissimeque separavit dicens: Ἔστι δὲ φαντασία ἕτερον καταφάσεως καὶ ἀποφάσεως, συμπλοκὴ γὰρ νοημάτων ἐστὶ τὸ ἀληθὲς ἢ ψεῦδος, τὰ δὲ πρῶτα νοήματα τί διοίσει τοῦ μὴ αὐτὰ φαντάσματα εἶναι; Ἦ οὐδ' αὐτὰ φαντάσματα ἀλλ' οὐκ ἄνευ φαντασμάτων.
486Aristoteles Boetius, In librum De interpretatione Aristotelis Maior, 64, 0429C (auctor 480-525)
Ita enim se habet τὰ δὲ τῶν πέριξ.
487Aristoteles Boetius, In librum De interpretatione Aristotelis Maior, 64, 0445D (auctor 480-525)
Quae autem causa sit ut una sit, ipse dicere distulit, sed in libris eius operis quod Μετὰ τὰ φυσικὰ inscribitur, expedivit.
488Aristoteles, Analytica posteriora, 1, I 1; 5 (auctor 384BC-322BC)
Διχῶς δ᾿ ἀναγκαῖον προγινώσκειν· τά μέν γάρ, ὅτι ἔστι, προϋπολαμβάνειν ἀναγκαῖον, τά δέ, τί τό λεγόμενόν ἐστι, ξυνιέναι δεῖ, τά δ᾿ ἄμφω, οἷον ὅτι μέν ἅπαν ἢ φῆσαι ἢ ἀποφῆσαι ἀληθές, ὅτι ἔστι, τό δέ τρίγωνον, ὅτι τοδί σημαίνει, τήν δέ μονάδα ἄμφω, καί τί σημαίνει καί ὅτι ἔστιν· οὐ γάρ ὁμοίως τούτων ἕκαστον δῆλον ἡμῖν.
489Aristoteles, Analytica posteriora, 1, I 1; 6 (auctor 384BC-322BC)
Ἔστι δέ γνωρίζειν τά μέν πρότερον γνωρίζοντα, τῶν δέ καί ἅμα λαμβάνοντα τήν γνῶσιν, οἷον ὅσα τυγχάνει ὄντα ὑπό τό καθόλου, ὧν ἔχει τήν γνῶσιν.
490Aristoteles, Analytica posteriora, 1, I 2; 12 (auctor 384BC-322BC)
Λέγω δέ πρός ἡμᾶς μέν πρότερα καί γνωριμώτερα τά ἐγγύτερον τῆς αἰσθήσεως, ἁπλῶς δέ πρότερα καί γνωριμώτερα τά πορρώτερον.
491Aristoteles, Analytica posteriora, 1, I 2; 13 (auctor 384BC-322BC)
Ἔστι δέ πορρωτάτω μέν τά καθόλου μάλιστα, ἐγγυτάτω δέ τά καθ᾿ ἕκαστα· καί ἀντίκειται ταῦτ᾿ ἀλλήλοις.
492Aristoteles, Analytica posteriora, 1, I 2; 23 (auctor 384BC-322BC)
Ἐπεί δέ δεῖ πιστεύειν τε καί εἰδέναι τό πρᾶγμα τῷ τοιοῦτον ἔχειν συλλογισμόν ὃν καλοῦμεν ἀπόδειξιν, ἔστι δ᾿ οὗτος τῷ τάδ᾿ εἶναι ἐξ ὧν ὁ συλλογισμός, ἀνάγκη μή μόνον προγινώσκειν τά πρῶτα, ἢ πάντα ἢ ἔνια, ἀλλά καί μᾶλλον· ἀεί γάρ δι᾿ ὃ ὑπάρχει ἕκαστον, ἐκεῖνο μᾶλλον ὑπάρχει, οἷον δι᾿ ὃ φιλοῦμεν, ἐκεῖνο φίλον μᾶλλον.
493Aristoteles, Analytica posteriora, 1, I 2; 24 (auctor 384BC-322BC)
Ὤστ᾿ εἴπερ ἴσμεν διά τά πρῶτα καί πιστεύομεν, κἀκεῖνα ἴσμεν τε καί πιστεύομεν μᾶλλον, ὅτι δι᾿ ἐκεῖνα καί τά ὕστερον.
494Aristoteles, Analytica posteriora, 1, I 3; 1 (auctor 384BC-322BC)
Ἐνίοις μέν οὖν διά τό δεῖν τά πρῶτα ἐπίστασθαι οὐ δοκεῖ ἐπιστήμη εἶναι, τοῖς δ᾿ εἶναι μέν, πάντων μέντοι ἀποδείξεις εἶναι· ὧν οὐδέτερον οὔτ᾿ ἀληθές οὔτ᾿ ἀναγκαῖον.
495Aristoteles, Analytica posteriora, 1, I 3; 2 (auctor 384BC-322BC)
Οἱ μέν γάρ ὑποθέμενοι μή εἶναι ὅλως ἐπίστασθαι, οὗτοι εἰς ἄπειρον ἀξιοῦσιν ἀνάγεσθαι ὡς οὐκ ἂν ἐπισταμένους τά ὕστερα διά τά πρότερα, ὧν μή ἐστι πρῶτα, ὀρθῶς λέγοντες· ἀδύνατον γάρ τά ἄπειρα διελθεῖν.
496Aristoteles, Analytica posteriora, 1, I 3; 3 (auctor 384BC-322BC)
Εἴ τε ἵσταται καί εἰσίν ἀρχαί, ταύτας ἀγνώστους εἶναι ἀποδείξεώς γε μή οὔσης αὐτῶν, ὅπερ φασίν εἶναι τό ἐπίστασθαι μόνον· εἰ δέ μή ἔστι τά πρῶτα εἰδέναι, οὐδέ τά ἐκ τούτων εἶναι ἐπίστασθαι ἁπλῶς οὐδέ κυρίως, ἀλλ᾿ ἐξ ὑποθέσεως, εἰ ἐκεῖνά ἐστιν.
497Aristoteles, Analytica posteriora, 1, I 3; 6 (auctor 384BC-322BC)
Καί τοῦθ᾿ ὅτι ἀναγκαῖον, φανερόν· εἰ γάρ ἀνάγκη μέν ἐπίστασθαι τά πρότερα καί ἐξ ὧν ἡ ἀπόδειξις, ἵσταται δέ ποτε τά ἄμεσα, ταῦτ᾿ ἀναπόδεικτα ἀνάγκη εἶναι.
498Aristoteles, Analytica posteriora, 1, I 3; 8 (auctor 384BC-322BC)
Κύκλῳ δ᾿ ὅτι ἀδύνατον ἀποδείκνυσθαι ἁπλῶς, δῆλον, εἴπερ ἐκ προτέρων δεῖ τήν ἀπόδειξιν εἶναι καί γνωριμωτέρων· ἀδύνατον γάρ ἐστι τά αὐτά τῶν αὐτῶν ἅμα πρότερα καί ὕστερα εἶναι, εἰ μή τόν ἕτερον τρόπον, οἷον τά μέν πρός ἡμᾶς τά δ᾿ ἁπλῶς, ὅνπερ τρόπον ἡ ἐπαγωγή ποιεῖ γνώριμον.
499Aristoteles, Analytica posteriora, 1, I 3; 17 (auctor 384BC-322BC)
Οὐ μήν ἀλλ᾿ οὐδέ τοῦτο δυνατόν, πλήν ἐπί τούτων ὅσα ἀλλήλοις ἕπεται, ὥσπερ τά ἴδια.
500Aristoteles, Analytica posteriora, 1, I 3; 19 (auctor 384BC-322BC)
Ἐάν μέν οὖν τό τε Α τῷ Β καί τῷ Γ ἕπηται, καί ταῦτ᾿ ἀλλήλοις καί τῷ Α, οὕτω μέν ἐνδέχεται ἐξ ἀλλήλων δεικνύναι πάντα τά αἰτηθέντα ἐν τῷ πρώτῳ σχήματι, ὡς δέδεικται ἐν τοῖς περί συλλογισμοῦ.