'τε' - search in All Authors, Showing 1 to 500 of 15181 hits      Show next 500

1Adrianus I, Epistolae, 96, 1219A
Καὶ μάλιστα ἐὰν τῇ παραδόσει τῆς ὀρθοδόξου πίστεως τῆς Ἐκκλησίας τοῦ ἁγίου Πέτρου καὶ Παύλου τῶν κορυφαίων ἀποστόλων ἐξυκολουθήσῃ, καὶ ἐναγκαλίσηται τὸν βικάριον αὐτῶν, καθὼς καὶ οἱ ἐξ ἀρχῆς προηγησάμενοι βασιλεῖς καὶ ἐτίμησαν τὸν βικάριον αὐτῶν, καὶ ἠγάπησαν ἐξ ὅλης τῆς καρδίας αὐτῶν, τιμήσῃ δὲ τὸ ὑμέτερον Θεοδώρητον κράτος τὴν Ῥωμαϊκὴν ἁγιωτάτην Ἐκκλησίαν τῶν κορυφαίων ἀποστόλων, οἷς ἐδόθη ἐξουσία παρ' αὐτοῦ τοῦ Θεοῦ Λόγου λύειν τε καὶ δεσμεῖν ἁμαρτίας ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ.
2Adrianus I, Epistolae, 96, 1219B
Καὶ κοιμωμένου αὐτοῦ, ἰδοὺ παρέστησαν αὐτῷ οἱ ἅγιοι ἀπόστολοι, ὅ τε Πέτρος καὶ Παῦλος λέγοντες· « Ἐπειδὴ ἐπέτρεψας [Ex., οὐκ ἐπέστρεψας, sive ἔφριξας] βασιλεῦ νηπίων αἱματεκχυσίαν γενέσθαι περὶ τοῦ νοσήματος οὗ ἔχεις, ἰδοὺ ἀπεστάλημεν παρὰ Χριστοῦ δοῦναί σοι σωτηρίαν.
3Adrianus I, Epistolae, 96, 1223A
Καὶ μετὰ ταῦτα ὁ κύριος Ζαχαρίας, καὶ Στέφανος, καὶ Παῦλος, καὶ ἕτερος Στέφανος, οἱ προηγησάμενοι ἡμῶν ἁγιώτατοι ἀρχιερεῖς, τὸν πάππον καὶ τὸν πατέρα τῆς ὑμετέρας εὐσεβοῦς βασιλείας περὶ τῆς ἀποκαταστάσεως τῶν αὐτῶν ἱερῶν εἰκόνων ἐδυσώπησαν, ὁμοίως δὲ καὶ ἡ ἡμετέρα εὐτέλεια μετὰ μεγάλης ταπεινοφροσύνης τὴν ὑμετέραν βασιλείαν δυσωπεῖ, ἵνα καθὼς ἐκ τῶν ἁγιωτάτων τῶν προηγησαμένων ἡμῶν καὶ δοκιμωτάτων ἀρχιερέων ἐδεξάμεθα, ἐν ταῖς ἐκκλησίαις διὰ μνήμην τὰς ἱστορίας ἀναστηλώσωμεν, καὶ τὴν ἱερὰν εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ τὴν σάρκωσιν τῆς αὐτοῦ ἀνθρωπομορφίας ἐν τῇ αὐλῇ τοῦ Θεοῦ καταστήσωμεν, ἅμα καὶ τῆς ἁγίας αὐτοῦ μητρὸς, καὶ τῶν ἁγίων καὶ μακαρίων ἀποστόλων, προφητῶν τε καὶ μαρτύρων, καὶ ὁμολογητῶν, καὶ διὰ τὸν πόθον σεβώμεθα.
4Adrianus I, Epistolae, 96, 1226A
Οὕτω τε καὶ ἡμεῖς κατὰ πόθον καὶ ἀγάπησιν ἣν πρὸς τὸν Κύριον καὶ τοὺς ἁγίους ἔχομεν, τούς χαρακτῆρας ἐν εἰκόσιν ἱστοροῦμεν, οὐκ ἐν σανίδι καὶ χρώμασι τὴν τιμὴν ἔχοντες, ἀλλ' ἐν αὐτοῖς, ὧν τὴν ὀνομασίαν αἱ εἰκόνες φέρουσι.
5Adrianus I, Epistolae, 96, 1227C
Δέχομαι δὲ τοὺς ἁγίους ἀποστόλους, προφήτας τε καὶ μάρτυρας, τοὺς πρὸς τὸν Θεὸν λιτανεύοντας, ὅτι διὰ τῆς μεσιτείας αὐτῶν ἵλεώς μοι γίνεται ὁ φιλάνθρωπος Θεὸς, καὶ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν δωρεῖται· διὸ καὶ τὰς ἱστορίας τῶν εἰκόνων αὐτῶν τιμῶ καὶ προσκυνῶ φανερῶς· τοῦτο γὰρ παρεδόθη ἐκ τῶν ἁγίων ἀποστόλων, καὶ οὐ κωλυτέον· ἀλλ' ἐν πάσαις ταῖς ἐκκλησίαις ἡμῶν τὴν αὐτῶν ἀναστηλοῦμεν ἱστορίαν.
6Adrianus I, Epistolae, 96, 1235C
Τοὺς οὖν παλαιοὺς τύπους καὶ τὰς σκιὰς, ὡς τῆς ἀληθείας σύμβολά τε καὶ προχαράγματα τῇ Ἐκκλησίᾳ παραδεδομένα [ἀλ. παραδεδομένους] κατασπαζόμενοι, τὴν χάριν προτιμῶμεν καὶ τὴν ἀλήθειαν, ὡς πλήρωμα νόμου ταύτην ὑποδεξάμενοι.
7Adrianus I, Epistolae, 96, 1235D
Ὡς ἂν οὖν τὸ τέλειον, καὶ ἐν ταῖς χρωματουργίαις, ἐν ταῖς ἁπάντων ὄψεσιν ὑπογράφηται, τὸν τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου ἀμνοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν κατὰ τὸν ἀνθρώπινον χαρακτῆρα καὶ ἐν ταῖς εἰκόσιν ἀπὸ τοῦ νῦν ἀντὶ τοῦ παλαιοῦ ἀμνοῦ ἀναστηλοῦσθαι ὁρίζομεν, δι' αὐτοῦ τὸ τῆς ταπεινώσεως ὕψος τοῦ Θεοῦ Λόγου κατανοοῦντες, καὶ πρὸς μνήμην τῆς ἐν σαρξὶ πολιτείας, τοῦ τε πάθους αὐτοῦ καὶ τοῦ σωτηρίου θανάτου χειραγωγούμενοι, καὶ τῆς ἐντεῦθεν γενομένης τῷ κόσμῳ ἀπολυτρώσεως.
8Adrianus I, Epistolae, 96, 1235D
Ὅθεν ἐπεὶ τὰς σεπτὰς εἰκόνας, τόν τε κατὰ τὸν ἀνθρώπινον χαρακτῆρα Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τοῦ καθ' ἡμᾶς καὶ δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν σαρκωθέντος, καὶ τῆς ἁγίας ἀχράντου καὶ ἀληθῶς Θεογεννήτορος, λοιπὸν δὲ καὶ τῶν ἁγίων αὐτοῦ, ἡ ὑμετέρα ἠγαπημένη ἁγιωσύνη σέβειν καὶ προσκυνεῖν συνέθετο, τὴν αὐτῆς ὀρθόδοξον προαίρεσιν, ἐὰν καθὼς ἀπήρξατο, παραμείνῃ, παντελῶς ἐπαινοῦμεν, καὶ ὡς ποιμαντικῇ μερίμνῃ φροντίζοντες συμβουλεύομεν, ἵνα τὴν ὀρθόδοξον πίστιν, ἥνπερ ἅπαξ ὡμολόγησεν, ἀμετάθετον διατηρήσῃ κηρύττουσα καὶ διδάσκουσα.
9Adrianus I, Epistolae, 96, 1242
Τούτου ἕνεκεν μετὰ ἀκροτάτου μόχθου καὶ πόθου τῆς πίστεως καὶ ἀγῶνος ἐν τούτοις πᾶσιν ἀδιστάκτως τὴν ὑμετέραν σεπτοτάτην ἁγιωσύνην ἁρμόζει τὰς ἱερὰς καὶ σεπτας εἰκόνας τοῦ Κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τῆς ἁγίας αὐτοῦ γεννητρίας καὶ ἀειπαρθένου Μαρίας, καὶ τῶν ἁγίων ἀποστόλων, καὶ πάντων τῶν ἁγίων προφητῶν τε καὶ μαρτύρων, ἄμα ὁμολογητῶν, εν τοῖς μέρεσι τῶν αὐτόθι ἐν τῇ ἀρχαίᾳ τάξει ἀναστῆσαι, ὅπως ἐν ὁμονοίᾳ ἀξίως τὴν προφητικὴν ἀνυμνήσωμεν ᾠδὴν, λέγοντες· Κύριε, σῶσον τοὺς εὐσεβεστάτους βασιλεῖς ἡμῶν, « καὶ ἐπάκουσον ἡμῶν ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε· » ὅτι ἠγάπησαν « τὴν εὐπρέπειαν τοῦ σου, καὶ τόπον σκηνώματος δόξης σου.
10Agapetus I, Epistolae, 66, 0049A
Τοῦτο δὲ, ὑπὲρ τοῦ διεγεῖραι τῆς ὑμετέρας ὁμοψυχίας τὴν ἀγαλλίασιν σημαίνω, ὅτι Μηνᾶν τὸν ἀδελφὸν, καὶ συνεπίσκοπον ἡμῶν, ἄνδρα πολλοῖς ἐπαίνων τρόποις κεκοσμημένον, ἡ ῥηθεῖσα Κωνσταντινουπόλεως Ἐκκλησία, ἐπίσκοπον ἐδέξατο, ᾧ τινι εἰ καὶ παρὰ τοὺς λοιποὺς, ἡ τῶν γαληνοτάτων ἐπεγέλασε βασιλέων ἐπιλογὴ, ὅμως τοσαύτη παντός τε τοῦ κλήρου, καὶ τοῦ δήμου συναίνεσις προσγέγονεν, ὥστε παρ' ἑκάστου καὶ ἐπιλεγῆναι πιστεύεσθαι· καὶ γὰρ οὔτε τῇ εἰδήσει, οὔτε τῇ ζωῇ, τινὶ ἦν ἄγνωστος, ἀλλὰ καὶ τῇ ἀκεραιότητι τῆς πίστηως, καὶ τῶν ἱερῶν Γραφῶν τῇ σπουδῇ, οὐ μὴν ἀλλὰ καὶ τῆς εὐσεβοῦς διοικήσεως τῇ ὑπηρεσίᾳ, οὕτω τοῦ προλεχθέντος ἀνδρὸς ἡ δόξα διέελαμπεν, ὥστε αὐτῷ βραδύτερον δοκεῖν παραγεγονέναι οὗπερ ἠξίωται.
11Agapetus I, Epistolae, 66, 0049C
Κοινὴν τοιγαροῦν, ἀδελφοὶ, χαρὰν εὐσεβεῖ ἀγαλλιάσει ὑποδέξασθε, καὶ ὁπόσον ὑμεῖς τῆς ἀποστολικῆς ἡμῶν καθέδρας ἀποδέχεσθε τὴν κρίσιν, τῇ συνήθει σημάνατε ἀντιγραφῇ, ἔχοντες διπλῆν εὐφροσύνης αἰτίαν, ὅτι τε καὶ τὰ φαῦλα διωρθώθη ἄνευ παρολκῆς, καὶ ἀντὶ τούτων τὰ ἐκταῖα παρηκολούθησε, τοῦ λοιποῦ προφλαττόμενοι, ἵνα μὴ αὖθις τοῖς κανονικοῖς θεσπίσμασιν ἐναντίον τι δι' ὑμῶν, ὅπερ ἀπέστω, γένηται, ἤ τῇ ὑμετέρᾳ στερχθείη συναινέσει.
12Agapetus I, Epistolae, 66, 0053C
Καὶ ταῦτα μὲν τέως φέρομεν, καίπερ ὑπὸ τῶν δεινῶν κατακαμπτόμενοι, εἰ καὶ ἀνύποιστα, ἐλπίδας ἔχοντες εἰς τὸν φιλάνθρωπον Θεὸν τὸν καιρῷ εὐθέτῳ τὴν ὑμετέραν παρουσίαν ἡμῖν ἀναδείξαντα, ὅτι ὥσπερ Πέτρον τὸν μέγαν, τὸν τῶν Ἀποστόλων κορυφαῖον, τοῖς ἐν Ῥώμῃ ἐπὶ καθαιρέσει τῆς Σίμωνος γοητείας ἐξαπέστειλεν, οὕτω καὶ ὑμᾶς ἐξαποστείλας ἐπὶ καθαιρέσει καὶ ἀποδιώξει τῆς Σεύηρου, καὶ Πέτρου, καὶ Ζωόρα, καὶ τὰ ὅμοια αὐτοῖς φρονούντων, καὶ παντοίαις περιθαλπόντων τιμαῖς πρὸς ἀτιμίαν Θεοῦ, βλασφημίας τε καὶ ὑπερηφανίας, δύναμιν ὑμῖν ἐπιχορηγήσει, συνεπισχύοντος ὑμῖν καὶ τοῦ πιστοτάτου, καὶ θεοφυλάκτου ἡμῶν βασιλέως, τούτους ἐξελάσαι πάσης ἔξω ἐκκλησίας, καὶ πόλεως, ὡς ἐπιβούλους, καὶ λυμεῶνας οὐ μόνον τῶν ἁγιωτάτων ἐκκλησιῶν, ἀλλὰ καὶ τῆς πολιτείας ταύτης Πρὸς γὰρ τὴν αὐτοῦ κακίαν ἐπιτήδεια ὄργανα εὑρὼν τούτους ὁ μισόκαλος, πᾶσαν ἀνάστατον πεποίηκε τὴν οἰκουμένην, καὶ αἵμασιν ἁγίων τὴν γῆν κατεμόλυνε, καὶ πόλεις σφαγαῖς, καὶ θορύβοις συνετάραξεν.
13Agapetus I, Epistolae, 66, 0057A
μικρᾶς γὰρ ἀντέχεσθαι ἐκκλησίας ὑπερηφανήσας εὐθὺς εἰς τοσοῦτον ἀσύγκριτον ἐκκλησίαν ἐκείνης ἑαυτὸν ἐπέδωκεν, ὡς ἱκανὸν ὄντα ταύτης ἐπιμελεῖσθαι· ἐπειδὴ οὖν δικαίως οὕτως ἐπιτετίμηται παρ' ὑμῶν, καὶ ἐκβέβληται τοῦ θρόνου τῆς βασιλίδος ταύτης πόλεως τοῦ πιστοτάτου ἡμῶν βασιλέως τὴν δικαίαν ὑμῶν ἐπὶ τούτων ἀγανάκτησιν προσδεξαμένου, καὶ συνεπαμύναντος τοῖς τε θείοις κανόσι καὶ τῇι καθολικῇ πίστει, οὐ βούλεσθε δὴ τὴν παντελῆ τούτου ἀπώλειαν, ὡς τὸ ἐπιστρέψαι αὐτόν.
14Agapetus I, Epistolae, 66, 0057B
Μιμεῖσθε γὰρ Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν ἐλθόντα καλέσαι οὐ δικαίους, ἀλλ' ἁμαρτωλοὺς εἰς μετάνοιαν, καὶ πάντως πατρικοῖς σπλάγχνοις, εἰ ἐπιγνοὺς τὴν οἰκείαν ἁμαρτίαν ἐπιστρέψει, προσδέχεσθε· ὁρκίζομεν τὴν ὑμετέραν μακαριότητα, εἰ καὶ τολμηρόν τι ποιοῦμεν, κατὰ τῆς ἁγίας καὶ ὁμοουσίου ἁγίας τριάδος, καὶ τοῦ κορυφαίου τῶν Ἀποστόλων Πέτρου, καὶ τῆς σωτηρίας καὶ νίκης τοῦ εὐσεβεστάτου ἡμῶν βασιλέως, μὴ περιιδεῖν τοὺς θείους κανόνας, ὑπὸ τούτου καταπατουμένους, μηδέ περιφρονουμένην παρ' αὐτοῦ τὴν παραδοθεῖσαν αὐτῷ ἐκκλησίαν, ἀλλ' ἐξακολουθοῦσαν ἐν ἅπασι τοῖς πρὸ αὐτῆς διαλάμψασιν ἐν τῷ ἀποστολικῷ ὑμῶν θρόνῳ, πρᾶξαι ἐπ' αὐτῷ, ἔτι καὶ νῦν κατὰ τῆς τῶν κανόνων αὐθεντίας νεανιευομένῳ καὶ προτιμήσαντι τὴν μετὰ τῶν εἰρημένων αἱρετικῶν συνδιαγωγὴν τῆς ἰδίας ἐκκλησίας, ὅπερ ὁ ἐν ἁγίοις Κελεστῖνος ἐπὶ Νεστορίῳ τῷ δυσσεβεῖ φαίνεται διαπραξάμενος, προθεσμίαν αὐτῷ παρέχοντες, ὥσπερ οὖν κἀκεῖνος Νεστορίῳ, ἧς ἐντός ἐὰν μὴ ἀπαντήσας τὸν εἰρημένον λίβελλον τῇ ἀποστολικῇ ὑμῶν καθέδρᾳ ἐπιδῷ, τῇ τε ὑμετέρᾳ μακαριότητι, καὶ τῷ ἁγιωτάτῳ τῆς βασιλίδος ἀρχιεπισκόπῳ, καὶ τῆς αἱρετικῆς νόσου ἑαυτὸν ἀπαλλάξῃ, καὶ ἐπί τὴν ἐμπιστευθεῖσαν αὐτῷ Τραπεζοῦντος ἐκκλησίαν ἐξορμήσῃ, ὁρίσατε, ἁγιώτατοι, ἀλλότριον μὲν αὐτὸν εἶναι.
15Agapetus I, Epistolae, 66, 0057B
καὶ γυμνὸν πάσης ἀρχιερατικῆς ἀξίας τε καὶ ἐνεργείας, τῷ κρίματι ὑποβαλόντα ἑαυτὸν, τῶν εἰρημένων αἱρετικῶν, καὶ τὴν μερίδα τούτων ἀσπασάμενον, ἕτερον δὲ ἀντὶ τούτου τῇ ἐκκλησίᾳ Τραπεζουντίων προχειρισθῆναι.
16Agapetus I, Epistolae, 66, 0057D
Ἐπειδὴ δὲ οὐ μόνον οὗτος, ἀλλὰ καὶ ἕτεροι ἐπίσκοποί τε, καὶ κληρικοὶ, καὶ ἀρχιμανδρῖται εὐαρίθμητοι, ἐπιβουλαῖς χρώμενοι, κατὰ τῆς τοῦ Θεοῦ ἐκκλησίας, καὶ διὰ τοῦτο καὶ μόνον τῇδε τῇ πόλει ἐνδιατρίβοντες ταραχὰς παρέχειν καὶ ταύτῃ, καὶ ταῖς ἁπανταχοῦ ἐκκλησίαις, κατ' οὐδένα τρόπον παραιτοῦνται, δεόμεθα καὶ τοῦς τοιούτους ἅπαντας, πρὸς ὑμᾶς ἀχθῆναι, καὶ εὐθύνας ὑποσχεῖν τὰς τοῖς κανόσι πρεπούσας, δῆλον ὅτι καὶ ἐπὶ τοῦ προειρημένου Ἀνθίμου, καὶ τούτων δὲ πάντων, γρηγορούσης τῆς δικαιοκρισίας τῶν παρ' ὑμῶν καλῶς φυλαττομένων κανόνων, ἵνα μικρὸν ἀναψύξῃ ἡ τοῦ Θεοῦ ἐκκλησία τούτων ἐλευθερουμένη, καὶ μάθωσιν οἱ τῇ ποιμαντικῇ καὶ τῷ κλήρῳ προσελθεῖν τούτῳ τῷ τρόπῳ βουλόμενοι, ὡς οὐκ εἰς τέλος παρασιωπήσεται κύριος, ἀλλ' ἀπαγρυπνήσει ἐπὶ τοὺς τοιούτους ποιμένας, ἐφ' οὓς κατὰ τὸν προφήτην καὶ παρωξύνθη ὁ θυμὸς αὐτοῦ.
17Agapetus I, Epistolae, 66, 0059A
φρονοῦντας, ἐφ' οἷς τὴν ὑμετέραν κρίσιν ἐξεδέχετο ὁ εὐσεβέστατος βασιλεὺς, ἤδη κατακεκριμένους, ὑπό τε τοῦ ἀποστολικοῦ ὑμῶν θρόνου, καὶ τῶν ἄλων πατριαρχικῶν θρόνων καὶ πάσης ἀρχιερωσύνης, μὴ ἀνεχομένους κανονικῶς τῇ τοῦ Θεοῦ προσελθεῖν ἐκκλησίᾳα ἐξελάσαι παντὸς οἴκου δημοσίου τε καὶ ἰδιωτικοῦ συμψήφου ὑμῖν γινομένου ὑπέρ.
18Agapetus I, Epistolae, 66, 0059A
τῆς τῶν ἐκκλησιῶν εἰρὴνης, καὶ τοῦ εὐσεβεστάτου ἡμῶν βασιλέως, ᾧῶ πᾶσα σπουδὴ καὶ φροντὶς, νύκτωρ τε καὶ μεθ' ἡμέραν περὶ ταύτης πρὸ τῶν ἄλλων γίνεται, παῦσαι πᾶσαν ταραχὴν γινομένην ταῖς ἐκκλησίαις παρ' αὐτῶν, καὶ πᾶσαν αὐτῶν ἑτεροδιδασκαλίαν συνιδεῖν τε, μακαριώτατοι, καὶ προτρέψαι τὸν φιλόθεον ἡμῶν δεσπότην, ἐφ' ᾧ νομοθετῆσαι, ὥσπερ τὰ τοῦ Νεστορίου τοῦ δυσσεβοῦς, οὕτω καὶ τὰ Σευήρου τοῦ φρενολήπτου ψυχοφθόρα συγγράμματα, βλασφὴμοῦντα, εἴς τε την ἐν Χαλκηδόνι ἁγίαν σύνοδον, καὶ τὸν τόμον τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν καὶ ἀρχιεπισκόπου Λέοντος πυρὶ παραδοθῆναι.
19Agapetus I, Epistolae, 66, 0059B
Καὶ γὰρ τούτου χάριν εἴς τε τὴν Ῥωμαίων πρὸς ἡμᾶς ἐξαπεστείλαμεν, καὶ τὴν ὑμετέραν δὲ εὐκταίαν εὐαγγελισθέντες παρουσίαν, ἐξεδεξάμεθα ταύτην, τοιαύτας παρὰ τοῦ εὐσεβεστάτου ἡμῶν βασιλέως ὑποσχέσεις δεζάμενοι, ὅτι τὰ παρ' ἡμῶν ἐπ αὐτοῖς κανονικῶς ψηφιζόμενα σπουδάζει ἡ αὐτοῦ εὐσέβεια παντὶ τρόπῳ πέρατι παραδοῦναι, καὶ τῆς χρονίας τούτων ταραχῆς πάντα τὸν κόσμον λοιπὸν ἐλευθερῶσαι, τὰς δὲ προσηγορίας τῶν εἰρημένων ἐπισκόπων, κληρικῶν, καὶ μοναχῶν, καιρῷ δέοντι ἐξονομάσομεν, παριστῶντες, πῶς οἱ μὲν τὰ Νεστορίου, οἱ δὲ τὰ Εὐτυχέος φρονοῦντες, ἐφ' ἑκάτερα διασπᾶν τὴν ἐκκλησίαν ἐπιχειροῦσιν.
20Agapetus I, Epistolae, 66, 0065C
Θεωνᾶς πρεσβύτερος τοῦ ἁγίου ὄρους Σινᾶ, καὶ ἀποκρισιάριος τοῦ τε ὀρους τῆς ἐκκλησίας Φαρὰν, καὶ λαύρας Ῥαϊθοῦ ὑπὲρ πάντων τῶν ἐκεῖσε μοναχῶν ἀξιώσας ὑπέγραψα.
21Agapetus I, Epistolae, 66, 0067C
Διά τοι τοῦτο, τεθαῤῥηκότες πιστεύοντές τε τῷ θείῳ λογίῳ τῷ διαγορεύοντι, « Ἑν καιρῷ οὐ δειλιάσει καρδία ἡδρασμένη ἐπὶ διανοίᾳ συνέσεως, » πείρᾳ τε μαθόντες ἀκριβεῖς ὑμᾶς φύλακας εἶναι τῶν ἀποστολικῶν θησαυρῶν ἐξωστρακίσαντες ἀρτίως Ἄνθιμον τὸν πρόσχημα εὐσεβείας περιβαλόμενον, τὴν δὲ δύναμιν αὐτῆς ἀρνησάμενον, τὸν τὴν ἁρμοσθεῖσαν αὐτῷ νύμφην ἐξωθήσαντα, καὶ λαβηῖν ἑτέραν κατατολμήσαντα παρὰ τοὺς θείους κανόνας, γινὼσκοντες δὲ καὶ τὸν θεοφύλακτον ἡμῶν βασιλέα, καθάπερ Χριστοῦ μαθητὴν δεδοκιμασμένην ἔχοντα ψυχὴν κοινωνον ὑμῖν τοῦ ἀγαθοῦ ἔργου τούτου γενόμενον, καὶ σπουδάσαντα μὲν ἐκ προοιμίων τῆς αὐτοῦ βασιλείας μεχρι τοῦ νῦν, τὸ τῆς ἐκκλησίας, ἅπαν σῶμα φυλάξαι ὑγιὲς, καὶ ἀκέραιον καὶ πάσης νόσου αἱρετικῆς ἐλεύθερον, καὶ διὰ τοῦτο νομοθετῆσαι τὰς ἁγίας, καὶ ἱερὰς τέσσαρας συνόδουσ, ἐν ταῖς ὅτε δήποτε γινομέναις θείαις μυσταγωγίαις.
22Agapetus I, Epistolae, 66, 0069B
μεγαλοφώνως ὑπὸ τῶν ἱερῶν κηρύκων, ταύτας κηρύττεσθαι, τειχιζούσας τῶν πιστῶν τὰς καρδίας, καὶ τὰς τῶν αἱρετικῶν συμπνιγούσας, ἐλπίζοντα δὲ ἐκ τῆς κατὰ φύσιν αὐτοῦ φιλανθρωπίας, και οἰόμενον καθάπερ τοὺς ἐξ ἁπλότητος ὑπαχθέντας τῇ πλάνῃ εἰκός ἐστιν ἐπιστρέφαι τῷ χρόνῳ, οὕτω καὶ τοὺς ταύτης εὑρετὰς, μᾶλλον δὲ τοῦ διαβόλου μαθητὰς, καὶ μηδέποτε τὴν ἀλήθειαν ἐπιγνόντας, τὴν τῶν ἐξαρχῆς αἱρετικῶν ἐκβολὴν ὑπερτίθεσθαι(al. ὑπεκτίθεσθατ Hard.), δεόμεθα, μακαριώτατοι, ἀναμνῆσαι τὸν μνημονικώτατον, καὶ θεοφύλακτον ἡμῶν βασιλέα τῆς ἱερᾶς ἐκείνης φωνῆς λεγούσης, « Πᾶν δὲ βδέλυγμα ἐμίσησε κύριος, » ὃ πρῶτον, καὶ υέσον καὶ ὕστατόν ἐστι Σευῆρος ὁ ἀλιτήριος ὁ κατὰ Θεοῦ λαλήσας ἀδικίαν ἀεὶ, ποτὲ μὲν τὰ Ἑλλήνων μυστήρια μυηθεὶς, καὶ ταυτα τιμήσας, ποτὲ δὲ τὰ Εὐτυχοῦς διδάξας, καὶ Μάνη, ἐν ὅλῳ δὲ τῷ βίῳ τῇ τῶν Χριστιανῶν πίστει φράσας ἐῤῥῶσθαι, καὶ τὴν Νεστορίου τοῦ ἀνθρωπολάτρου προσηγορίαν, εἰς ἐφόδιον τῆς ἀπάτης τοῖς ἐξ ἁπλότητος πρὸς ὑποδοχὴν ἔχουσιν ἕτοιμα τὰ ὦτα, ἐπινοήσας· τὰ ἐκείνων εἰπὼν ἐναργῶς Νεστοριανούς τε καλέσας τοὺς τῶν ὄρθων δογμάτων καθηγητὰς, οὐ φεισάμενος μήτε τοῦ βαπτίσαντος αὐτὸν, ἀναθεμάτων ἀδυνάμων πάντα τὸν κόσμον ἐπλήρωσεν, ἀποφήναθαι κατατολμήσας αὐτος, ἐνδυνάμους κληρωσάμενος μετὰ τῶν προσχρησάντων αὐτῷ τῆς χειροτονίας σκιὰν κατὰ τῆς εἰρημένης οἰκουμενικῆς ἁγίας συνόδου τῆς ἐν Χαλκηδόνι, καὶ τῶν ἱερῶν, καὶ θεοφιλῶν ἐπιστολῶν τοῦ ἠν ἁγίοις τὴν μνήμεν πάπα Αέοντος τοῦ γενομένον φωστῆρος καὶ στύλον τῆς ἐκκλησίας, τοῦ στηρίξαντος τοὺς πιστοὺς τῇ βασιλικῇ τρίβῳ πορεύεσθαι, ὡς λείπεσθαι τὸ τῇ θείᾳ γραφῇ ῥηθὲν, πληρωθῆναι ἐπ' αὐτῷ, « καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο.
23Agapetus I, Epistolae, 66, 0069C
Παρέντες τοίνυν τὸ πλῆθος ὑπ' αὐτοῦ τολμηθέντων τά τε κατὰ τὴν ἑῴαν αἵματα τῶν ὁσίων ἀνδρῶν ἐκχυθέντα ὑπὸ τοῦ κατὰ πατρίαν ἐστασιασμένου ὑπ' αὐτοῦ Ἰουδαϊκοῦ συστάντος τότε στρατεύματος, καὶ ἄλλα δὲ τῶν εἰρημένων πολὺ χαλεπώτερα διὰ τὸ μῆκος τοῦ διηγήματος, ἱκετεύομεν, ἁγιώτατε, ἐπειδὴ « νῦν καιρὸς εὐπόσδεκτος, νῦν ἡμέρα σωτηρίας, » βοῶμεν, βοὴθησον ἡῖν, καὶ ταῖς φονευθείσαις ὁσίαις ψυχαῖς, ἃς παρεστάναι νομίσατε νοητῶς, καὶ δεικνύναι ὑμῖν ὡς διὰ Χριστὸν παρεδόθησαν τῷ θανάτῳ, ὑπὸ τοῦ πολυκεφάλου θηρὸς, ἵνα μὴ καὶ αὖθις ἐκ τῆς φανερωθείσης πᾶσιν αὐτῷ μαγγανείας, καὶ Μανιχαϊκῆς πλάνης, ᾗ θαῤῥῶν ὁ δείλαιος οὗτος, κατετόλμησεν εἰς τὰς καθαρὰς βασιλείους εἰσδύναι αὐλὰς, μηδένα τόπον ὀφείλων ἔχειν, ἤ τὸ βάραθρον εἰς κατάλυμα ἀνατρέψαι, καὶ ἐπὶ τοῦ παρόντος, τὴν μετὰ τοσούτων κόπων, καὶ ἰδρώτων, ὑμῶν τε καὶ τοῦ φιλοχρίστου ἡμῶν βασιλέως φιλοτιμηθεῖσαν εἰρηνεν, ταῖς ἁπανταχοῦ τῶν πιστῶν ἐκκλησίαις, ἀπελαθῆναι σπουδάσατε πόῤῥω που καὶ τῆς ἐσχατιᾶς αὐτῆς, φεισάμενοι τῶν τὰς συνουσίας πρὸς αὐτὸν ποιουμένων ψυχῶν, καὶ κοινωνουσῶν διὰ τῆς ἐντεύξεως τοῖς κατ' αὐτοῦ ἀναθέμασι τὸν ἀκάθαρτον, τὸν ἀποκήρυκτον, τὸν ἀναθέμασιν ἐγγράπτοις, καὶ διηνεκέσιν, ὑπὸ τοῦ ἀποστολικοῦ υμῶν θρόνου, καὶ τοσούτων ἀρχιερέων, καὶ ἐν οὐρανῷ παρὰ τῶν ἐκλεκτῶν αὐτοῦ ἀγγέλων, κατάκριτον ἤδη γενόμενον, κατὰ τὴν εὐαγγελικὴν· ἐκείνεν καὶ θείαν φωνὴν, μετ' ἐκδικίου τοῦ βδελυροῦ ἄλλου τοῦ Πέτρου, τοῦ καὶ τὴν ἑαυτοῦ προσηγορίαν μέχρι τοῦ νῦν οὐκ ἐρυθριάσαντος ψεύσασται τοῦ αὐτοῦ μαθητοῦ, καὶ τὰ τῆς ἀποστασίας καθ' ἑκάστην ῥήματα φθεγξαμένου· καὶ μετὰ Ζωόρα δὲ, τοῦ παντελῶς ἀμυήτου τῆς θείας γραφῆς, καὶ πάσης ἱερατικῆς λειτουργίας, καὶ τάξεως, μετὰ δὲ παῤῥησιας οὐκ ἴσμεν τῆς ὅθεν χορεγουμένης αὐτῷ καταπατοῦντος τὴν κρατοῦσον ἐκκλησιαστικὴν εὐκοσμίαν τε, καὶ κατάστασιν, ἐκ τῶν καθ' ἡμέραν παρασυνάξεων, καὶ παραβαπτισματων ὑπ' αὐτοῦ τολμωμένων, οὗ τὴν συναγωγὴν, γύναια κώμοις, καὶ μέθαις, ἀσελγείαις, τε, καὶ ἀκολασίαις ἐνδεδομένα πληροῖ.
24Agatho papa, Epistolae, 87, 1218B
Ἐπεὶ δὲ, εὐσεβέστατοι καὶ ἀνδρειότατοι βασιλέων, τῆς σεβασμίας ὑμῶν εὐσεβείας σὺν ἐπαίνῳ θαυμάζομεν τὴν Θεάρεστον πρόθεσιν, ἥνπερ πρὸς τὴν ἀποστολικὴν ἡμῶν πίστιν ἔχειν κατηξιώσατε, τοῦ Θεοῦ μυστικῶς πληροφοροῦντος, οὐ ῥήμασι ῥευστοῖς, οὔτε λαλιᾷ ἀπάτης, ἀλλὰ τῇ αὐτοῦ θείᾳ χάριτι ὑπομιμνήσκοντος, καὶ πάσης ἀμφιβολίας περιαιρεθείσης ἐπιθυμεῖτε ἐπιγνῶναι, ἅπερ ἡ ἀλήθεια τῆς ὀρθοδόξου καὶ ἀποστολικῆς περιέχει πίστεως· ἡμεῖς πάντες οἱ ἐλάχιστοι τῶν Ἐκκλησιῶν τοῦ Χριστοῦ πρόεδροι, οἱ δοῦλοι τοῦ Χριστιανικωτάτου ὑμῶν κράτους, ἔν τε τοῖς δυτικοῖς καὶ ἀρκτῴοις μέρεσι τυγχάνοντες, εἰ καὶ ὀλίγοι καὶ ἁπλούστεροι τῇ γνώσει, τῆς πίστεως [τῇ πίστει, ex L.] ὅμως διὰ τῆς τοῦ Θεοῦ χάριτος σταθεροὶ, ἕνεκεν τῶν προσταχθέντων διὰ τῆς θειώδους σάκρας, ἐγνωκότες τὸν συμβασιλεύοντα καὶ διοικοῦντα σὺν ὑμῖν, τὴν κτίστην καὶ πρύτανιν τῶν πάντων Θεὸν, ἱλαρευόμενοι πηρὶ τῆς τοιαύτης εὐσεβοῦς προθέσεως μετὰ τῶν ἐκ βάθους τῆς καρδίας ὀδυρμῶν εὐχαριστεῖν ἀπηρξάμεθα, ὅτι τὸ οὕτως ἀξιεπαίνετον, τὸ οὕτω θαυμαστὸν καὶ σωτηριῶδες, οὕτω μονογενῶς τῷ Θεῷ ὑπὲρ πάσας τὰς γηΐνας θυσίας εὐπρόσδεκτον ἔργον ἡ ὑμετέρα φιλανθρωπία καταπιστεύεται ἐπιθυμῆσαι, ὅπερ πολλοῖς μὲν εὐσεβεία καὶ δικαιοσύνῃ προὔχουσι βασιλεῦσιν ἐπεθυμεῖτο, ὅμως ὀλίγοις καὶ ἀραιοῖς πρὸς Θεάρεστον ἀποτέλεσμα μετὰ ἀκεραιότητος τῆς ἀποστολικῆς πίστεως διασωθῆναι δυνατὸν ἀπεδείχθη.
25Agatho papa, Epistolae, 87, 1218D
Ἐν τούτῳ γὰρ ὅ τε ἀποστολικὸς θρόνος, οἵ τε προηγησάμενοι τὴν ἡμετέραν μετριότητα μέχρι τοσούτου [τούτων, L.] οὐ χωρὶς κινδύνων ἀπέκαμον, νῦν δογματικῶς μετὰ τῶν ἀποστολικῶν ἀρχιερέων βουλευσάμενοι, νῦν συνοδικῷ ὅρῳ τῆς ἀληθείας περιεχομένους κανόνας πᾶσι γνωρίσαντες· καὶ τὰ αἰώνια ὅρια, ἅτινα παραβῆναι οὐ θέμις ἐστὶ, μέχρι τῆς ἐξόδου αὐτῆς τῆς ψυχῆς συστατικῶς διεκδικοῦντες, μὴ ἀπατηθέντες κολακείαις, μήτε κινδύνους ὑφορώμενοι, ὅπως ἐκεῖνο τὸ ἐν Εὐαγγελίοις τοῦ Κυρίου ἡμῶν θέσπισμα ἔργοις ἀποδείξωσιν, ᾧπερ ἀποφαντικῶς διδάσκων παραγγέλλει· « Ὅστις μὲ ὁμολογήσει ἐνώπιον τῶν ἀνθρώπων, κἀγὼ ὁμολογήσω αὐτὸν ἐνώπιον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς, » καὶ τῇ ἐπακολουθήσῃ τιμωρίᾳ ἐκφοβεῖ, ᾗτινι αὐστηρῶς ἀπειλεῖ· « Καὶ ὅστις μὲ ἀρνήσεται ἐνώπιον τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἐνώπιον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς.
26Agatho papa, Epistolae, 87, 1219B
» Τοίνυν ἐπειδὴ τῆς γαληναίας ὑμῶν ἀνδρείας ἡ εὐμένεια πρόσωπα ἀπὸ τοῦ τῶν ἐπισκόπων ἀριθμοῦ σταλῆναι ἐκέλευσε, βίῳ τε καὶ εἰδήσει πάντων [πασῶν, L.] Γραφῶν προὔχοντα, περὶ μὲν τῆς καθαρότητος τοῦ βίου, εἰ καὶ τὰ μάλιστά τις καθαρῶς βιώσει, ὅμως θαῤῥεῖν οὐ τολμᾷ· ἡ δὲ τελεία εἴδησις ἐὰν πρὸς εἴδησιν ἀληθοῦς εὐσεβείας ἐπαναδράμῃ, μόνη ἐστὶν ἀληθείας ἐπίγνωσις· ἐὰν δἐ πρὸς εὐγλωττίαν βιωτικὴν, οὐχ ὑπολαμβάνομεν τινα ἐν τοῖς ἡμετέροις χρόνοις δύνασθαι εὑρεθῆναι τὸν περὶ ἄκρας εἰδήσεως καυχώμενον· ὁπότε ἐν τοῖς ἡμετέροις κλίμασι τῶν διαφόρων ἐθνῶν ἡ μανία βράζει, ποτὴ μὲν καὶ καταπονοῦντες, ποτὲ δὲ κατατρέχοντες καὶ ἁρπάζοντες.
27Agatho papa, Epistolae, 87, 1219C
Αὕτη ἐστὶν ἡ τελεία ἡμῶν εἴδησις, ἵνα τοὺς ὅρους τῆς καθολικῆς καὶ ἀποστολίκῆς πίστεως, οὓς μέχρι τούτου ὁ ἀποστολικὸς θρόνος ἅμα ἡμῖν καὶ ἐκράτησε καὶ παραδίδωσιν, ὅλῃ τῇ τῆς διανοίας παραφυλακῇ φυλάξωμεν· Πιστεύοντες εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων· καὶ εἰς τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ, τὸν πρὸ πάντων τῶν αἰώνων ἐξ αὐτοῦ γεννηθέντα, ἀληθινὸν Θεὸν ἐκ Θεοῦ ἀληθινοῦ, φῶς ἐκ φωτὸς, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρὶ, δι' οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ· καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ κύριον, καὶ ζωοποιοῦν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον, καὶ συνδοξαζόμενον· Τριάδα ἐν μονάδι, καὶ μονάδα ἐν Τριάδι, ἑνότητα μὲν φύσεως, Τριάδα δὲ προσώπων, ἤγουν ὑποστάσεων, Θεὸν τὸν Πατέρα ὁμολογοῦντες, Θεὸν τὸν Υἱὸν, Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον· οὐ τρεῖς Θεοὺς, ἀλλ' ἕνα Θεὸν, Πατέρα, Υἱὸν, καὶ Πνεῦμα ἅγιον· οὐ τριῶν ὀνομάτων ὑπόστασιν, ἀλλὰ τριῶν ὑποστάσεων μίαν οὐσίαν· ὧν μία οὐσία, ἤτοι φύσις, τουτέστι μία θεότης, μία ἀϊδιότης, μία δυναστεία, ἓν κράτος, μία δόξα, μία προσκύνησις, ἓν οὐσιῶδες τῆς αὐτῆς ἁγίας καὶ ἀχωρίστου Τριάδος θέλημα καὶ ἐνέργεια, ἥτις πάντα ἔκτισε, διοικεῖ καὶ διακρατεῖ.
28Agatho papa, Epistolae, 87, 1226A
Εἶτα ἠλπίζομεν ἀπὸ Βρεττανίας Θεόδωρον τὸν σύνδουλον ἡμῶν καὶ συνεπίσκοπον, τῆς μεγάλης νήσου Βρεττανίας ἀρχιεπίσκοπον καὶ φιλόσοφον, μετὰ ἄλλων ἐκεῖσε κατὰ τὸν τόπον διαγόντων, ἐκεῖθεν τῇ ἡμετέρᾳ ἑνωθῆναι μετριότητι, καὶ διαφόρους ταύτης τῆς συνόδου ἐπισκόπους ἐν διαφόροις κλίμασι τυγχάνοντας, ἵνα ἐξ ὅλης τῆς κοινότητος τῆς δουλικῆς ἡμῶν συνόδου ἡ ἡμετέρα ἀναφορὰ γενήσοιτο, μήπως ἐὰν μονομερῶς τὸ πραττόμενον γνωσθήσηται, τὸ μέρος λάθῃ· καὶ μάλιστα ἐπειδὴ ἐν μέσῳ τῶν ἐθνῶν τῶν τε Λογγοβάρδων, καὶ Σκλάβων, οὐ μὴν ἀλλὰ καὶ Φράγκων, Γότθων, καὶ Βρεττανῶν πλεῖστοι ἐκ τῶν συνδούλων ἡμῶν εἶναι γνωρίζονται, οἵτινες καὶ περὶ τούτου περιεργάζεσθαι οὐκ ἀφίστανται, ἵνα γνώσωνται, τί εἰς τὸ πρᾶγμα τῆς ἀποστολικῆς πίστεως πράττεται· οἵτινες ὁπόσον ὠφελῆσαι δύνανται, ἐπὰν ἐν τῇ συμφωνίᾳ τῆς πίστεως μεθ' ἡμῶν κρατῶνται, καὶ ἡμῖν ὁμοφωνῶσι, τοσοῦτον, ὅπερ ἀπέστω, ἐὰν σκάνδαλόν τί ποτε ἐν τῷ κεφαλαίῳ τῆς πίστεως ὑπομείνωσιν, εὑρίσκονται ἐχθροὶ καὶ ἐναντίοι.
29Agatho papa, Epistolae, 87, 1227B
Καὶ καθὼς τοῦ τελευταίου μὲν, ὅμως δὲ πάντων ἐξοχωτέρου, τοῦ μεγάλου ἐκείνου Ἰουστινιανοῦ, οὗτινος ὡς ἡ ἀρετὴ, οὕτω καὶ ἡ εὐσέβεια εἰς κρείττονα τάξιν ἀνεκαίνισε τὰ πάντα· οὗτινος καθ' ὁμοίωμα ἡ αὐτοκρατορία τῆς ἀνδρειοτάτης ὑμῶν εὐμενείας ἀρεταῖς τε καὶ ἐγχειρήμασι τὴν πολιτείαν τῶν Χριστιανῶν κατασφαλίζεται, καὶ ἐπὶ τὸ κρεῖττον ἀνακαινίζει, τοῖς τε τῆς εὐσεβείας σπουδάσμασι τῇ καθολικῇ συντρέχει Ἐκκλησία, ἵνα ἐν τῇ ἑνώσει [ἑνότητι L.] τῆς ἀληθοῦς ἀποστολικῆς ὁμολογίας τελεώτερον συναφθῇ, ἣν μέχρι τοῦ παρόντος σὺν ἡμῖν ἡ ἁγία τῶν Ρὡμαίων Ἐκκλησία φυλάττει, ὅπως τῆς ἀληθοῦς εὐσεβείας τὸ μυστήριον λαμπρότερον σάλπιγγος εἰς ὅλον τὸν κόσμον κηρυχθῇ· καὶ ἔνθα ταύτης τῆς ἀληθοῦς ὁμολογίας τὸ ἀκέραιον ταῖς εὐσεβέσι σπουδαῖς τῆς ὑμετέρας βασιλείας ἐπικρατεῖ, ἔπαινος ἅμα καὶ εὐεργεσία τοῦ γαληναίου ὑμῶν κράτους κηρυχθῇ, ἵνα μετὰ τῶν τῆς εὐσεβείας ἐπαίνων καὶ τῆς βασιλείας ὑμῶν πλατυνθῶσι Θεοῦ ἐπινεύοντος τὰ ἐξαίρετα [ἐπίσημα]· καὶ οὓς ἡ τῆς ἀληθοῦς εὐσεβείας ὁμολογία προτρέπεται, ἡ βασιλικὴ ἀνδρεία κτήσηται.
30Agatho papa, Epistolae, 87, 1247D
Τὰ μέγιστα τῶν νοσημάτων μειζόνων δεῖται βοηθημάτων, ὡς ἴστε μακαριώτατοι· διά τοι τοῦτο Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ἡ ὄντως τῶν ὄντων δημιουργική τε καὶ προνοητικὴ δύναμις σοφὸν ἀνέδειξεν ἰατρὸν τὴν ὑμετέραν Θεοτίμητον ἁγιότητα, τό τε νοσῶδες τῆς αἱρετικῆς λύμης ὀρθοδοξίας φαρμάκοις ῥωστικῶς ἀπελαύνουσαν, καὶ πανσθενῆ τὴν ὑγείαν τῆς Ἐκκλησίας χαριζομένην τοῖς μέλεσιν.
31Agatho papa, Epistolae, 87, 1250A
Κἀντεῦθεν ἐκ βάθρων αὐτῶν ἀνασπάσαντες τοὺς θεμελίους τῆς βδελυρωτάτης αἱρέσεως, καὶ καταβάντες πρὸς αὐτούς μεθ' ὅπλων πνευματικῶν τε καὶ πατρικῶν, καὶ τὰς γλώσσας αὐτῶν προσφόρως λέγειν συγχέαντες, τὸν ὑπ' αὐτῶν κτισθέντα τῆς ἀσεβεστάτης αἱρέσεως πύργον ἐξεμοχλεύσαμεν· αὐτοὺς δὲ ὡς περὶ τὴν πίστιν ἡμαρτηκότας εἰς τὰς πρωΐας ἔξω τῆς παρεμβολῆς τῶν αὐλῶν τοῦ Θεοῦ, Δαβιτικῶς [Δαυϊτικῶς] εἰπεῖν, τοῖς ἀναθέμασιν ἀπεκτείναμεν, κατὰ τὴν τοῖς ἱεροῖς ὑμῶν γράμμασιν ἐπ' αὐτοῖς προψηφισθεῖσαν ἀπόφασιν· φαμὲν δὴ Θεόδωρον τὸν τῆς Φαρὰν, Σέργιον, Ὁνώριον, Κῦρον, Παῦλον, Πύῤῥον καὶ Πέτρον.
32Agatho papa, Epistolae, 87, 1250B
Πρὸς δὲ τούτοις καὶ μετὰ τούτους τοῖς ἀναθέμασι τῶν αἱρετικῶν ἐνδίκως καθυπεβάλομεν, καὶ τοὺς ἐν ζῶσιν ἀναδεδεγμένους τὴν τούτων ἀσέβειαν, εἰπεῖν δὲ μᾶλλον σαφέστερον, τὴν Ἀπολλιναρίου, Σεβήρου τε, καὶ Θεμιστίου τῶν Θεοστυγῶν, Μακάριον τὸν γενόμενον τῆς Ἀντιοχέων μεγαλοπόλεως ἐπίσκοπον· ὃν καὶ τῆς ποιμαντικῆς δορᾶς κατ' ἀξίαν ἀπεγυμνώσαμεν διὰ τὸ ἀμετανόητον τούτου πρὸς τὴν ὀρθόδοξον πίστιν καὶ ἀνεπίστροφον· Στέφανον τὸν τούτου πρὸς ἄνοιαν μαθητὴν καὶ διδάσκαλον πρὸς ἀσέβειαν, καὶ τὸν ἐν τοῖς αἱρετικοῖς δόγμασι Πολυχρόνιον, καὶ τοὺς τὰ ὅμοια τούτοις ἀμετανοήτως διδάξαντας ἢ διδάσκοντας, ἢ φρονοῦντας, ἢ φρονήσαντας δόγματα.
33Agatho papa, Epistolae, 87, 1250C
Οὐ γὰρ ἐγελάσαμεν τῶν πέλας τὰ πτώματα, οὐδὲ τῆς ἐκείνων ἐξοιστρήσεως ἐπιχαρέντες κατεσκιρτήσαμεν, οὐδὲ μέγα διὰ τοῦτο ἐπήρθημεν, ἵνα καὶ μεῖζον ἐπὶ τούτῳ κατενεχθείημεν· οὐχ οὕτως ἡμεῖς περὶ τούτων, ὦ σεβασμία καὶ ἱερὰ κεφαλὴ, ἐπαιδεύθημεν, τὸν τῶν ὅλων δεσπότην Χριστὸν κεκτημένοι φιλάνθρωπόν τε καὶ ὑπεράγαθον· ὃς καὶ μιμητὰς ἡμᾶς, ὡς ἐφικτὸν, τῆς ἱεραρχικῆς αὐτοῦ νομοθεσίας ἀγαθοπρεπῶς γενέσθαι παρακελεύεται, καὶ τύπον ἐπέχοντας τῆς αὐτοῦ ποιμαντικῆς τε καὶ συστατικῆς κυβερνήσεως.
34Agatho papa, Epistolae, 87, 1250C
Ἀλλὰ καὶ πρὸς ἐπιστροφὴν μετανοίας ὅ, τε γαληνότατος βασιλεὺς καὶ ἡμεῖς διαφόρως τούτους προετρεψάμεθα· καὶ μεθ' ὅλης τῆς εὐσεβείας τὰ πάντα πεπράχαμεν, οὐδὲν πρὸς χάριν ἢ ἀπέχθειαν διαγενόμενοι [ἴσ., διεγειρόμενοι] καθὼς ὑμᾶς ἔνεστιν ἐκ τῶν ἤδη κεκινημένων ἐφ' ἑκάστῳ τῶν παρηκολουθηκότων καὶ ἐγγράφως ὑπομνηματισθέντων, τῶν καὶ ἐπὶ τοῦ παρόντος τῇ ὑμῶν ἐσταλμένων μακαριότητι, γνῶναι τὴν δύναμιν· εἶτα δὲ καὶ διὰ τῶν ἀναπληρωσάντων τὸ πρόσωπον τῆς ὑμετέρας ἁγιότητος Θεοδώρου καὶ Γεωργίου τῶν Θεοφιλεστάτων πρεσβυτέρων, καὶ Ἰωάννου τοῦ θεοσεβεστάτου διακόνου, καὶ Κωνσταντίνου τοῦ εὐλαβεστάτου ὑποδιακόνου τῶν ὑμετέρων πνευματικῶν τέκνων, καὶ ἠγαπημένων ἡμῖν ἀδελφῶν· καὶ τῶν ἐκ τῆς καθ' ὑμᾶς ἁγίας συνόδου σταλέντων ὁσιωτάτων ἐπισκόπων, ὀρθῶς καὶ χρηστῶς κατὰ τὴν ὑμῶν παίδευσιν ἐν τῷ πρώτῳ τῆς πίστεως σὺν ἡμῖν ἀγωνισαμένων κεφαλαίῳ.
35Agatho papa, Epistolae, 87, 1251A
Οὕτως ἡμεῖς τῷ ἁγίῳ Πνεύματι λαμπρυνόμενοι, καὶ ταῖς ὑμετέραις διδασκαλίαις ὁδηγούμενοι τὰ δυσχερῆ τῆς δυσσεβείας ἀπεκρουσάμεθα δόγματα, τὴν εὐθυτάτην τῆς ὀρθοδοξίας τρίβον ἐξομαλίσαντες, ἐν ὅλοις τοῦ εὐσεβεστάτου καὶ γαληνοτάτου ἡμῶν βασιλέως Κωνσταντίνου θεοσόφως ἡμᾶς περιθάλψαντός τε καὶ κυβερνήσαντος· εἶτά τε καὶ τοῦ ἑνὸς ἡμῶν τῆς βασιλευούσης ταύτης Κωνσταντινουπόλεως ἁγιωτάτου προέδρου συνθεμένου πρώτου τοῦ πρὸς τὸν εὐσεβέστατον ἡμῶν βασιλέα παρ' ὑμῶν τῆς ὀρθοδοξίας σταλέντι συντάγματι, ἅτε κατὰ πάντα τοῖς ἐκκρίτοις καὶ Θεοφόροις Πατράσι, καὶ ταῖς ἁγίαις πέντε οἰκουμενικαῖς συνόδοις ὁμοφωνήσαντι, καὶ δὴ πάντας ἡμᾶς Χριστοῦ τοῦ Θεοῦ περιέχοντος τὸ σπουδαζόμενον εὐμαρῶς διηνύσαμεν.
36Agatho papa, Epistolae, 87, 1251B
Καὶ καρδίᾳ, γλώσσῃ τε καὶ χειρὶ συμφωνήσαντες ἀπλανέστατόν τε καὶ ἀσφαλέστατον τῇ συνεργίᾳ τοῦ ζωοποιοῦ Πνεύματος ὅρον ἐξεφωνήσαμεν, οὐ μετάραντες κατὰ τὸ δὴ λεγόμενον, ὁρια αἰώνια, μὴ γένοιτο· ἀλλὰ ταῖς τῶν ἁγίων καὶ ἐκκρίτων Πατέρων ἐμμείναντες χρήσεσιν, ὁρίσαντες, ἵνα καθάπερ ἐκ δύο καὶ ἐν δύο φύσεσι θεότητος τε καὶ ἀνθρωπότητος, ἐξ ὧν συντεθεὶς, καὶ ἐν αἷς ὑπάρχων Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν κηρύττεται παρ' ἡμῶν, καὶ δοξάζεται ἀχωρίστως, ἀτρέπτως, ἀσυγχύτως καὶ ἀδιαιρέτως, οὕτω καὶ δύο φυσικὰς ἐνεργείας ἀδιαιρέτως, ἀτρέπτως, ἀσυγχύτως, ἀμερίστως πρεσβεύωμεν, καθὼς καὶ ἐν τοῖς παρ' ἡμῶν ὁρισθεῖσι συνοδικῶς δεδήλωται· οἷς καὶ τὸ τοῦ Θεομιμήτου ἡμῶν βασιλέως κράτος συναινέσαν ἰδιοχείρως καθυπεσημήνατο· ἀποβαλλόμενοι, ὡς προλέλεκται, τὴν ἀσεβεστάτην καὶ φασματώδη περὶ ἑνὸς θελήματος καὶ μιᾶς ἐνεργείας ἐπὶ τῆς ἐνσάρκου οἰκονομίας Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, καὶ κατακρίναντες αἵρεσιν· ἔνθεν τε τῶν συγχεόντων καὶ διαιρούντων τὸν τάραχον κατεπαύσαμεν, καὶ τὴν πυριφλόγον ζάλην τῶν λοιπῶν αἱρέσεων κατεσβέσαμεν, τὴν δὲ τῆν ὀρθοδόξου πίστεως φωταυγίαν τηλαυγῶς σὺν ὑμῖν ἐκηρύξαμεν· ἣν καὶ αὖθις διὰ τιμίων ὑμῶν ἀντιγράφων ἐπισφραγίσαι τὴν ὑμῶν ἐκλιπαροῦμεν πατρικὴν ἁγιότητα· δι' ἧς εὐέλπιδες εἰς Χριστὸν ὄντες θαῤῥοῦμεν, τὴν αὐτοῦ πολυέλεον ἀγαθότητα τὴν σύστασιν τῇ ἐκ Θεοῦ δωρηθείσῃ τῷ πραοτάτῳ ἡμῶν βασιλεῖ Ῥωμαϊκῇ πολιτείᾳ χαρίζεσθαι, νίκαις τε πολυχρονίοις τὴν αὐτοῦ κατακοσμεῖν παγγάληνον ἡμερότητα· τὴν δὲ ὑμετέραν Θεοτίμητον ἁγιότητα παριστῶσαν πρὸς τοῖς ἔνθεν καὶ τῷ φοβερῷ αὐτοῦ ἐκείνου βήματι εἰλικρινῶς τε καὶ ἀληθῶς ὁμολογήσασαν τὰ τῆς πίστεως, ἐν ῥώσει φυλαττομένην, καὶ διασώζουσαν τὰ ἐκ Θεοῦ ἐμπιστευθέντα αὐτῇ ὀρθόδοξα ποίμνια.
37Agatho papa, Epistolae, 87, 1251C
Πᾶσαν σὺν τῇ ὑμετέρᾳ μακαριότητι ἐν Χριστῷ ἀδελφότητα ἡμεῖς τε, καὶ οἱ σὺν ἡμῖν πλεῖστα προσαγορεύομεν.
38Agatho papa, Epistolae, 87, 1163A
» Ταύταις τοίνυν ταῖς θείαις συλλαβαῖς, ἡμερώτατοι τῶν πραγμάτων δεσπόται, ἐμψυχωθεὶς, καὶ πρὸς ἐλπίδα παραμυθίας ἀπὸ βαθυτάτων ὀδυνῶν κουφισθεὶς, ἠρξάμην τῇ κρείττονι κατ' ὀλίγον ἀνεθεὶς παῤῥησίᾳ τὰ ἤδη [ἴσ. τοῖς ἤδη] διὰ τῆς σάκρας τῆς ἡμερωτάτης ὑμῶν ἀνδρείας προσταχθέντα [προσταχθῶσιν] ἐνεργῶς πρόθυμον ὑπουργίαν παριστᾶν, καί τινα πρόσωπα εἴς τε τὴν τοῦ καιροῦ τούτου ἀτονίαν, καὶ τῆς δουλικῆς ὑμῶν χώρας ποιότητα ἠδύναντο εὑρεθῆναι ἕνεκεν πληροφορίας ὑπακοῆς, ἐπεζήτουν, καὶ μετὰ βουλῆς τῶν συνδούλων μου τῶν ἐπισκόπων ἀπό τε τῆς πλησιαζούσης τούτῳ τῷ ἀποστολικῳ θρόνῳ συνόδου, εἴτα δὲ καὶ ἀπὸ τοῦ δουλικοῦ κλήρου [L. οἰκείου] τοῦ φιλοῦντος [τοὺς φιλοῦντας] τὸ ὑμέτερον Χριστιανικώτατον κράτος, καὶ ἀκολούθως ἀπὸ τῶν θεοσεβεστάτων δούλων τοῦ Θεοῦ ἐπὶ τῷ σπεῦσαι παρὰ τὰ ἴχνη τῆς εὐσεβοῦς ὑμῶν γαληνότητος.
39Agatho papa, Epistolae, 87, 1163D
Παρὰ γὰρ ἀνθρώποις ἐν μέσῳ ἐθνῶν τυγχάνουσι, καὶ ἀπὸ σωματικοῦ μόχθου τὴν τροφὴν μετὰ μεγάλου δισταγμοῦ ποριζομένοις, πῶς εἰς τὸ πλῆρες δυνήσεται εὑρεθῆναι ἡ τῶν Γραφῶν εἴδησις; εἰ μὴ ὅτι κανονικῶς ἀπὸ τῶν ἁγίων τῶν προηγησαμένων καὶ τῶν ἁγίων πέντε συνόδων ἅπερ ὡρισμένα εἰσὶν, ἐν ἁπλότητι καρδίας, καὶ ἀναμφιβόλως ἀπὸ τῆς παραδοθείσης παρὰ τῶν Πατέρων πίστεως φυλάττομεν, ἓν καὶ ἐξαίρετον ἔχειν διὰ παντὸς εὐχόμενοί τε καὶ σπεύδοντες, ἵνα μηδὲν παρὰ τὰ κανονικῶς ὁρισθέντα μειωθῇ, μηδὲν ἀλλαγῇ, ἢ προστεθῆ, ἀλλὰ ταῦτα καὶ ῥήμασι, καὶ νοήμασιν ἀπαράτρωτα φυλαχθῶσιν.
40Agatho papa, Epistolae, 87, 1166C
Οὕτως ἠνεῳγμένα τὰ ὦτα τοῦ παντοδυνάμου Θεοῦ πρὸς τὸ εἰσακοῦσαι τῶν ἱκεσιῶν ἡμῶν εὑρήσαι ἡ ὑμετέρα ἡμερωτάτη εὐσέβεια, καὶ ἀβλαβεῖς περί τε τὴν ὀρθότητα τῆς ἀποστολικῆς πίστεως, περί τε τὴν τῶν σωμάτων ὁλοκληρίαν τοῖς οἰκείοις ἀποκαταστῆσαι κελεύσῃ· οὕτως ἀποκαταστήσαι ἡ ὑπερτάτη μεγαλειότης διὰ τῶν ἀνδρειοτάτων, καὶ ἀηττήτων καμάτων τῆς ὑμῶν θεοστηρίκτου φιλανθρωπίας ὑπὸ τὸ ἀγαθοθελὲς διάδημα τῆς ὑμῶν βασιλείας πᾶσαν τὴν τῶν Χριστιανῶν πολιτείαν, καὶ τοῖς ἀνδρειοτάτοις ὑμῶν σκήπροις τὰ ἀντιτασσόμενα, ὑποτάξαι ἔθνη, ἵνα ἐκ τούτου πάσῃ ψυχῇ, καὶ πᾶσι τοῖς ἔθνεσι πληροφορία γένηται, ὅτι ὅπερ διὰ τῶν σεβασμίων κεραιῶν περὶ ἀβλαβησίας, καὶ τοῦ μὴ ἔν τινι βαρυνθῆναι τοὺς ἐρχομένους, τοῦ Θεοῦ αὐτῇ ἐνηχήσαντος, ὑποσχέσθαι κατηξίωσεν, ἐν πᾶσιν ἐπλήρωσεν, Οὔτε γὰρ ἡ εἴδησις αὐτῶν παῤῥησίαν δέδωκεν, ἵνα τολμήσωμεν πρὸς τὰ εὐσεβῆ ὑμῶν ἴχνη τούτους στεῖλαι, ἀλλὰ τοῦτο ἡ βασιλικὴ ὑμῶν εὐμένεια φιλανθρώπως κελεύουσα προετρέψατο, καὶ ἡ ἡμῶν σμικρότης τὸ κελευθὲν μεθ' ὑπακοῆς ἐπλήρωσεν.
41Agatho papa, Epistolae, 87, 1171D
» Ὅπου τοιαύτη ἐπίκειται ποινὴ κολάσεως τοῖς στρεβλοῦσιν, ἢ παρασιωπῶσι τὴν ἀλήθειαν, πῶς οὐκ ἔστι φευκτέα ἡ ὑπεξαίρεσις ἀπὸ τῆς ἀληθείας τῆς Δεσποτικῆς πίστεως; Ὅθεν καὶ οἱ τῆς ἀποστολικῆς μνήμης οἱ προηγησάμενοι τὴν ἐμὴν μετριότητα ταῖς δεσποτικαῖς διδασκαλίαις κατηρτισμένοι, ἐξότου καινοτομίαν αἱρετικὴν εἰς τὴν τοῦ Χριστοῦ ἄμωμον Ἐκκλησίαν οἱ πρόεδροι τῆς ἐν Κωνσταντινουπόλει Ἐκκλησίας εἰσαγαγεῖν ἐπεχείρουν, οὐδέποτε ἠμέλησαν τούτους προτρέψασθαι, καὶ παρακαλοῦντες ὑπομνῆσαι, ἵνα ἀπὸ τοῦ φαύλου δόγματος τῆς αἱρετικῆς πλάνης κᾂν σιωπῶντες ἀποστήσωνται, μήπως ἐκ τούτου προοίμιον διαχωρισμοῦ ἐν τῇ ἑνώσει τῆς Ἐκκλησίας ποιήσωσιν, ἓν θέλημα, καὶ μίαν ἐνέργειαν τῶν δύο φύσεων διαβεβαιούμενοι ἐν τῷ ἑνὶ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ· ὅπερ καὶ οἱ Ἀρειανοὶ, καὶ οἱ Ἀπολλιναρισταὶ, καὶ οἱ Εὐτυχιανισταὶ, καὶ οἱ Τιμοθεανοὶ, καὶ οἱ Ἀκέφαλοι, οἱ Θεοδοσιανοὶ, καὶ οἱ Γαϊανῖται, καὶ πᾶσα παντελῶς αἱρετικὴ μανία, ἥ τε τῶν συγχεόντων, ἥ τε τῶν διαιρούντων τὸ μυστήριον τῆς Ἐνανθρωπήσεως τοῦ Χριστοῦ ἐδίδαξαν.
42Agatho papa, Epistolae, 87, 1186C
Πῶς ὁ Κύριος τὸν κόσμον ἑαυτῷ καταλλάσσων πεμέριζε τῇ ψυχῇ τε καὶ τῷ σώματι τὴν παρ' αὐτοῦ γινομένην τοῖς ἀνθρώποις εὐεργεσίαν, θέλων μὲν διὰ τῆς ψυχῆς, ἁπτόμενος δὲ διὰ τοῦ σώματος;.
43Agatho papa, Epistolae, 87, 1194A
Διακέκριται δὲ τῆς ἀγαθοπρεποῦς εἰς ἡμᾶς Θεουργίας τὸ καθ' ἡμᾶς ἐξ ἡμῶν ὁλικῶς καὶ ἀλήθῶς οὐσιωθῆναι τὸν ὑπερούσιον Λόγον, καὶ δρᾶσαι καί παθεῖν, ὅσα τῆς ἀνθρωπίνης αὐτοῦ θεουργίας ἐστὶν ἐκκριτά τε καὶ ἐξαίρετα.
44Agatho papa, Epistolae, 87, 1194C
Εἰ καὶ τὰ μάλιστα ἐν τῷ ἑνὶ Δεσπότῃ Ἰησοῦ Χριστῷ τῷ ἀληθεῖ τοῦ Θεοῦ καὶ τοῦ ἀνθρώπου Υἱῷ, τοῦ τε Λόγου καὶ τῆς σαρκὸς ἓν ὑπάρχει τὸ πρόσωπον, ὅπερ ἀχωρίστως καὶ ἀδιαιρέτως κοινὰς εἶχε τὰς πράξεις, δεῖ νοεῖν ὅμως αὐτῶν τῶν ἔργων τὰς ποιότητας, καὶ τῇ κατανοήσει τῆς εἰλικρινοῦς πίστεως δεῖ καθορᾷν, ἐπὶ ποῖα μὲν ἡ τῆς σαρκὸς προάγεται ταπεινότης, ἐπὶ ποῖα δὲ τὸ ὕψος τῆς θεότητος ἐπικλίνεται.
45Agatho papa, Epistolae, 87, 1194D
Οὐκοῦν τὰ θεοπρεπῶς εἰρημένα τε καὶ πρεπραγμένα δεικνῦσι τὸν Σωτῆρα Θεόν· καὶ πάλιν τὰ ἀνθρωπίνως εἰρημένα τε καὶ γεγονότα δεικνῦσι κατὰ ἀλήθειαν ἄνθρωπον.
46Agatho papa, Epistolae, 87, 1202C
Διὸ καὶ μίαν αὐτῶν τὴν θέλησιν, ἐνέργειάν τε καὶ δεσποτείαν ὁρίζομεν ἀξίας ἰσότητα δεικνυμένας.
47Agatho papa, Epistolae, 87, 1202D
Καὶ μετ' ὀλίγα· Καὶ μίαν εἶναι καὶ τὴν αὐτὴν τοῦ ἑνὸς Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν καὶ τὴν θεοπρεπῆ σοφίαν, γνῶσίν τε τῶν ὅλων, καὶ εἴδησιν κατὰ τὸ συναμφότερον, τουτέστι κατὰ τὴν αὐτοῦ θεότητα, καὶ κατὰ τὴν αὐτοῦ ἀνθρωπότητα, ἐπεὶ καὶ ἐνέργειαν μίαν ὁμολογοῦμεν θεοπρεπῆ, ὡς ἤδη προλέλεκται.
48Ambrosius Mediolanensis, Fragmentum ex Theodoreto desumptum, 16, 0849A (auctor 340-397)
Καὶ ὅτι κατὰ τὴν μακαρίαν τῆς θεότητος οὐσίαν ἄτρεπτος, ἀναλλοίωτος, ἀπαθὴς, ἀθάνατος, ἀνενδεὴς διατελῶν, πάντα τὰ πάθη εἴασε κατὰ συγχώρησιν τῷ οἰκείῳ ἐπενεχθῆναι ναῷ, καὶ τοῦτον τῇ οἰκείᾳ ἀνέστησε δυνάμει, διὰ τε τοῦ οἰκείου ναοῦ τελείαν τὴν ἀνανὲωσιν τῆς ἡμετέρας ἐξειργάσατο φύσεως.
49Ammianus Marcellinus, Rerum gestarum libri qui supersunt, 23, 6; 108 (auctor c.330–c.391)
Illud tamen sciendum est inter has nationes paene ob asperitatem nimiam inaccessas homines esse quosdam mites et pios, ut Iaxartae sunt et Galactophagi, quorum meminit vates Homerus in hoc versu: Γλακτοφάγων Ἀβίων τε δικαιοτάτων ἀνθρώπων.
50Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0567C
Οὐ γὰρ σαρκὸς ἐμπαθὴς προηγήσατο θέλησις ἢ λογισμὸς, ὡς ἐφ' ἡμῶν ὁρᾶται, διὰ τὴν ἐξ ἀπάτης τοῦ γένους κατακρατοῦσαν ἡδονήν· ἀλλὰ θέλησις θεότητος μόνη δι' Υἱοῦ αὐτουργοῦντος, ὡς ἔφην, τὴν οἰκείαν σωμάτωσιν κατ' εὐδοκίαν Πατρὸς, καὶ συνέργειαν τοῦ παναγίου Πνεύματος, καινοτομοῦντος ἐν ἑαυτῷ τε καὶ δι' ἑαυτοῦ τὸν ἐπεισαχθέντα τῇ φύσει τῆς γεννέσεως τρόπον, καὶ ἀσπόρως τὴν ἑαυτοῦ ποιουμένου σύλληψιν ἐκ τῆς ἁγίας θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας.
51Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0569B
Τὴν δέ γε θείαν γραφὴν ἐπαινετῶς τε καὶ ψεκτῶς προάγει τῆς σαρκὸς μνημονεύουσαν, οὐχ ἑτέραν, μὴ γένοιτο, τῇ τε φύσει καὶ τῇ οὐσίᾳ τὴν τοῦ Κυρίου σάρκα πρὸς τὴν ἡμετέραν ὑποβάλλων νοεῖν, ὅς γε ταύτην ἠπίστατο προσληφθεῖσαν ἐκ τῆς ἡμετέρας οὐσίας, ἤγουν τῶν τῆς ὁμοφυοῦς ἡμῖν ἀειπαρθένου καὶ θεομήτορος πάναγίων σπλάγχνων, ἀλλ' ἑτέραν τῇ ἁμαρτησίᾳ, καὶ τοῦ μηδαμῶς ἀντιταττόμενον ἔχειν, καθάπερ ἡμεῖς, ἐν τοῖς μέλεσι τὸν ἐκ παραβάσεως νόμον τῷ νόμῳ τοῦ Πνεύματος.
52Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0571C
Βεβαιότερον δέ μοι τοῦτον πεποίηκεν ἐκ τῆς πρεσβυτέρας Ῥώμης ἐπανελθὼν ὁ ὁσιώτατος πρεσβύτερος κύριος ἀββᾶς Ἀναστάσιος, ἀνὴρ, εἰ καί τις ἄλλος, ἀρετῇ τε θείᾳ καὶ φρονήσει κεκοσμημένος· καὶ φήσας ὡς πολὺς αὑτῷ λόγος κεκίνηται πρὸς τοὺς ἐκεῖσε τῆς μεγάλης ἐκκλησίας ἱερωτάτους ἄνδρας, διὰ τὴν πρὸς Σέργιον ἐξ αὐτῶν γραφεῖσαν ἐπιστολὴν, ὅτου χάριν καὶ πῶς αὐτῇ διερωτῶν ἐνετάγη τὸ ἓν θέλημα; καὶ εὗραν ἀσχαλῶντας ἐν τούτῳ, καὶ ἀπολογουμένους, καὶ πρὸς αὐτοῖς τὸν ταύτην ἐν λατίνοις ὑπαγορεύσαντα, κατὰ κέλευσιν αὐτοῦ κύριον ἀββᾶν Ἰωάννην τὸν ἁγιώτατον σύμπονον, ἰσχυριζόμενον, ὡς οὐδαμῶς ἐπίμνησιν ἐν αὐτῇ δι' ἀριθμοῦ πεποίηνται ἑνὸς τὸ παράπαν θελήματος, εἰ καὶ τοῦτο νῦν ἀνεπλάσθη παρὰ τῶν ταύτην ἐρμηνευσάντων εἰς τὴν Ἑλλάδα φωνήν.
53Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0573A
Ἀναγκαίως οὖν καὶ τοῦτο μαθὼν δεδήλωκά σοι, θεοτίμητε Πάτερ, ὡς ἂν διὰ πάντων φραξάμενος ἔχοις ὅπως διακρούσῃ τῶν ἐναντίων τὰς φάλαγγας, λόγῳ τε βάλλων εὐτόνος καὶ πίστει κατὰ κράτος υπερνικῶν, δόξαν τε τὴν τοῦ Μονογενοῦς ἐντεῦθεν εἰς ἀνάῤῥησιν ἔχων, καὶ διάδημα τὴν αὐτοῦ κατὰ χάριν κοινωνίαν καὶ ἕνωσιν.
54Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0603A
Τῇ ἡμέρᾳ ᾗ προσωρμίσθησαν ταύτῃ τῇ βασιλευούσῃ πόλει, ὅ, τε κύριος Μάξιμος, καὶ οἱ σὺν αὐτῷ περὶ δυσμὰς ἡλίου ἠλθόντες δύο μανδάτωρες μετὰ δέκα ἐκσκουβιτώρων, ἐπῇραν αὐτοὺς ἐκ τοῦ πλοίου γυμνοὺς καὶ ἀνυποδέτους.
55Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0605D
Μήτε γὰρ ἀξιωθῶ μετὰ χριστιανῶν θεωρῆσαι τὴν ἐπιφάνειαν τοῦ ὑπερουσίου Θεοῦ, ποιητοῦ τε καὶ δημιουργοῦ, καὶ προνοητοῦ, καὶ, κριτοῦ καὶ σωτῆρος τῶν ὅλων, εἰ ποτε ὄναρ τοιοῦτον ἀφηγησάμην, ἢ ἄλλου ἀφηγουμένου ἤκουσα, εἰ μὴ τῇ ὥρᾳ ταύτῃ παρὰ τοῦ κυροῦ Σεργίου τοῦ εὐνοϊκοῦ τῆς βασιλείας.
56Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0607D
Καὶ ἤρξω τοῦ λέγειν· Πιστεύω εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.
57Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0609C
Οὔτε βαπτίζει, οὔτε μύρου τελέτην ἐπιτελεῖ, οὔτε χειροθετεῖ, καὶ ποιεῖ ἐπισκόπους, καὶ πρεσβυτέρους, καὶ διακόνους, οὔτε χρίει ναοὺς· Οὕτε τὰ σύμβολα τῆς ἱερωσύνης ἐπιφέρεται, ὠμοφόριον καὶ τὸ Εὐαγγέλιον, ὥσπερ τῆς βασιλείας τόν τε στέφανον καὶ τὴν ἀλουργίδα.
58Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0613B
Καὶ εἶπε πρὸς αὐτούς· Οἱ ἑλθόντες, οἱονδήποτε πρόκριμα τῷ θρόνῳ Ῥώμης, κᾂν κοινωνήσωσιν, ἐπὰν οὐκ ἤγαγον πρὸς τὸν πατριάρχην ἐπιστολὴν, οὐ ποιοῦσι· καὶ οὐ πείθομαι πάντως, ὅτι οἱ Ῥωμαῖοι ἑνοῦνται τοῖς ἐνταῦθα, εἰ μὴ ὁμολογήσωσι τὸν Κύριον ἡμῶν καὶ Θεὸν, καθ' ἑκάτερον τῶν ἐξ ὦν, ἐν οἷς τε καὶ ἅπέρ ἐστιν, εἶναι φύσει θελητικόν τε καὶ ἐνεργητικὸν τῆς ἡμῶν σωτηρίας.
59Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0613D
Διὰ πάσης οὖν τῆς ἁγίας γραφῆς, τῆς τε παλαιᾶς καὶ νέας διαθήκης, καὶ τῶν ἁγίων διδασκάλων καὶ συνόδων διδασκόμεθα, θελητικόν τε καὶ ἐνεργητικὸν θεότητί τε καὶ ἀνθρωπότητι, τὸν σαρκωθέντα Θεόν.
60Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0615A
Εἰ δὲ τέλειός ἐστι καθ' ἑκάτερον, ὡς οὐδενὸς κατ' ἑκάτερον ἐλλιπὴς, προφανῶς τὸ κατ' αὐτὸν ὁλον νοθεύει μυστήριον, ὁ μὴ ὁμολογῶν αὐτὸν εἶναι ὅπέρ ἐστι, μετὰ τῶν προσόντων αὐτῷ καθ' ἑκάτερον, ἐν οἷς τε, καὶ ἅπέρ ἐστι, πάντων φυσικῶν ἰδιωμάτων.
61Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0615B
Καὶ λοιπὸν ἄλλων πολλῶν λαληθέντων, εἰς γραφικὰς καὶ φυσικὰς καὶ τεχνικὰς ἐτράπησαν γυμνασίας τε καὶ θεωρίας, ἐφ' αἷς ἡδυνθέντες, ἱλαρωτέρως διετέθησαν, καὶ ἤρξαντο λέγειν· Οἶδεν ὁ Κύριος, ὠφελήθημεν, καὶ ἀπὸ τοῦ νῦν ἐνοχλεῖν ὑμῖν οὐκ ἔχομεν.
62Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0619C
Ταῦτα, ὅσα ἡ μνήμη κατέχει, τὰ κεκινημένα τε καὶ εἰρημένα· καὶ εἰς τοιοῦτον τὰ κατ' αὐτοὺς κατέληξε τέλος· ἄπολύσαντες καὶ τὸν ἅγιον γέροντα τοῦ σεκρέτου, ἐν τῇ φρουρᾷ.
63Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0627D
Μὰ τὴν ἀλήθειαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἅπερ λέγω σοι, ἐγώ τε καὶ οἱ δεσπόται μου μελλοπατρίκιοι, ἐκ τοῦ στόματος τοῦ δεσπότου ἡμῶν τοῦ πατριάρκου, καὶ τοῦ εὐσεβοῦ δεσπότου τῆς οἱκουμένης ἠκούσαμεν.
64Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0629B
Γινώσκετε τάς γενομένας καινοτομίας ἀπὸ τῆς ἵκτης ἐπινεμήσεως τοῦ διελθόντος κύκλου, ἀρξαμένας ἀπὸ Ἀλεξανδρίας διὰ τῶν ἐκτεθέντων ἐννέα κεφαλαίων παρὰ Κύρου, τοῦ οὐκ οἶδα πῶς γεγονότος ἐκεῖσε προέδρου, τῶν βεβαιωθέντων ὑπὸ τοῦ θρόνου Κωνσταντινουπόλεως· καὶ τὰς ἄλλας ἀλλοιώσεις, προσθήκας τε καὶ μειώσεις, τὰς γενομένας συνοδικῶς ὑπὸ τῶν προεδρευσάντων τῆς τῶν Βυζαντίων Ἐκκλησίας, Σεργίου λέγω, καὶ Πύῤῥου, καὶ Παύλου, ἅς τινας καινοτομίας πᾶσα γινώσκει ἡ οἰκουμένη.
65Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0629C
Ὅτι μίαν ἐνέργειαν λέγοντες θεότητος, καὶ ἀνθρωπότητος τοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, συγχέετε τὸν τε τῆς θεολογίας, καὶ τῆς οἰκονομίας λόγον.
66Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0631A
Ἄλλως τε δὲ, καὶ τὴν σάρκα ποιεῖτε τῷ θελήματι συνδημιουργὸν πάντων τῶν αἰώνων, καὶ τῶν ἐν αὐτοῖς Πατρὶ τε καὶ Υἱῷ καὶ Πνεύματι· Τῇ δὲ φύσει κτιστὴν, ἢ τὸ ἀληθέστερον εἰπεῖν, ἄναρχον τῇ θελήσει, ἐπείπερ ἡ θεία θέλησις ἄναρχός ἐστιν, ὡς ἀνάρχου θεότητος, τῇ δὲ φύσει πρόσφατον· ὅπερ πᾶσαν οὐκ ἄνοιαν ὑπερβαίνει μόνον, ἀλλὰ καὶ ἀσέβειαν.
67Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0631C
Εἰ τοίνυν οὐδὲν τῶν ὄντων ἐστὶ πάσης ἔρημον παντελῶς φυσικῆς ἐνεργείας, ὁ δὲ Κύριος ἡμῶν καὶ Θεὸς, ἰλάσθητι Κύριε, οὐδεμίαν ἔχει φυσικὴν θέλησιν ἣ ἐνέργειαν καθ' ἑκάτερον τῶν ἐξ ὧν, ἐν οἷς τε, καὶ ἅπέρ ἐστι, πῶς δύναθε ἢ εἶναι ἢ καλεῖσθαι θεοσεβεῖς, κατ' οὐδένα τρόπον ὑπάρχοντα θελητικὸν ἢ ἐνεργητικὸν, παρ' ὑμῶν προσκυνούμενον λέγοντες; Τρανῶς γὰρ ὑπὸ τῶν ἁγίων Πατέρων διδασκόμεθα, λέγόντων· τὸ γὰρ μηδεμίαν δύναμιν ἔχον, οὔτέ ἐστιν, οὑτέ τί ἐστιν, οὔτέ ἐστί τις αὐτοῦ παντελῶς θέσις.
68Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0633C
Ταῦτα χωρὶς ὐποστολὴς εἶπον ὑμῖν, δεσπόται μου, ἵνα φείσησθε ἑαυτῶν τε καὶ ἡμῶν.
69Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0633D
Δέξονται τὴν κατάκρισιν τούτων, τὴν ἐν Ῥώμη συνοδικῶς ἐκτεθεῖσαν δι' εὐσεβῶν δογμάτων τε καὶ κανόνων, καὶ λέλυται τὸ μεσότοιχον, καὶ προτροπῆς οὐ δεόμεθα.
70Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0637A
Ὁ Θεὸς οἶδεν, ἀδελφὲ, τὰς χρήσεις ταύτας ὁ πατριάρχης μοι δέδωκε· πλὴν ἰδοὺ, τὰς μὲν Ἀπολιναρίου εἶπας, τὰς δὲ Νεστορίου· Καὶ παραγάγων τὴν τοῦ ἁγίου Κυρίλλου χρῆσιν τὴν λέγουσαν· « Μίαν τε καὶ συγγενῆ, καὶ δι' ἀμφοῖν ἐπιδεικνὺς ἐνέργειαν, » εἶπε· Τί πρὸς ταῦτα λέγεις; ΜΑΞ.
71Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0639B
Καὶ εἰ τοῦτο ἔστιν ἀληθῶς, ὡς οὖν καὶ ἔστι, τέσσαρας φύσεις, τέσσαρας θεοὺς, διαφέροντας ἀλλήλων ὑποστάσει τε καὶ φύσει δειχθησόμεθα λέγοντες.
72Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0639B
Πᾶς γὰρ ἄνθρωπος ὥς τι τὴν φύσιν ὢν, ἀλλ' οὐχ ὥς τις τὴν ὑπόστασιν, ἐνεργεῖν πέφυκε, κατά τε τὸν ἰδιώτατα καὶ κοινῶς νοούμενόν τε καὶ λεγόμενον κατηγορικὸν λόγον.
73Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0639D
Κατὰ τὴν ἁγίαν γραφὴν, καὶ τοὺς ἁγίους Πατέρας, οὐδὲν τοιοῦτον λέγειν παρελάβομεν· ἀλλ' ὥσπερ δὺο φύσεις τὸν Χριστὸν τὰς ἐξ ὧν ἐστιν, οὕτως καὶ τὰς φυσικὰς αὐτοῦ θλήσεις καὶ ἐνεργείας καταλλήλως αὐτῷ, ὁμοῦ τε φύσει Θεῷ καὶ ἀνθρώπῳ ὅντι τῶ αὐτῷ, πιστεύειν καὶ ὁμολογεῖν ἐπετράπημεν.
74Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0639D
Ὄντως, δέσποτα, καὶ ἡμεῖς ὁμολογοῦμεν καὶ τὰς φύσεις καὶ διαφόρους ἐνεργείας, τουτέστι, θείαν τε καὶ ἀνθρωπίνην· καὶ θελητικὴν αὐτοῦ τὴν θεότητα, καὶ θελητικὴν αὐτοῦ τὴν ἀνθρωπότητα· ἐπειδὴ οὐκ ἄνευ θελήσεως ἦν ἡ ψυχὴ αὐτοῦ.
75Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0643A
Ἑκεῖνος γὰρ τὴν γλῶσσαν οἶδε, καὶ αἰδοῦνται αὐτὸν ἀξίως, τοσούτους χρόνους κολαζόμενον, διά τε τὸν Θεὸν, καὶ τὴν κρατοῦσαν ὀρθὴν πίστιν ἐν τῷ κατ' αὐτοὺς θρόνῳ.
76Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0643D
Μίαν διὰ τὴν ἔνωσιν τοῦ Σωτῆρος ἡμῶν θέλησιν, πάντῃ τε καὶ πάντως ὀφείλομεν λέγειν, καθάπερ Σέργιος καὶ Πύῤῥος, ὡς οἶμαι καλῶς νενοηκότες γεγράφασι.
77Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0647D
Μετὰ δὲ τὸ ἀπελθεῖν τοὺς εἰρημένους ἄνδρας τῇ ὀγδόῃ τοῦ Σεπτεμβρίου μηνὸς τῆς παρούσης πεντεκαιδεκάτης ἰνδικτιῶνος, ἐξῆλθεν αὖθις Παῦλος ὁ ὕπατος ἐν Βιζύῃ πρὸς τὸν ἀββᾶν Μάξιμον, κέλευσιν ἐπιφερόμενος περιέχουσαν οὕτως· « Κελεύομεν τῇ σῇ ἐνδοξότητι ἀπελθεῖν ἐν Βιζύῃ, καὶ ἀγαγεῖν Μάξιμον τὸν μοναχὸν μετὰ πολλῆς τιμῆς καὶ κολακείας, διά τε τὸ γῆρας καὶ τὴν ἀσθένειαν· καὶ τὸ εἶναι αὐτὸν προγονικὸν ἡμῶν, καὶ γενόμενον αὐτοῖς τίμιον' καὶ θέσθαι τοῦτον ἐν τῷ εὐαγεῖ μοναστερίῳ τοῦ ἁγίου Θεοδώρου, τῷ διακειμένῳ πλησίον τοῦ Ῥηγίου· καὶ ἐλθεῖν, καὶ μηνύσαι ὑμῖν.
78Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0649A
ἐπέμενε λέγων· Οὐκ ἐνδέχεται ὅτι λέγομεν τέ ποτε, ἐὰν μὴ πρῶτον εἴπῃς εἰ ποιεῖς, ἢ οὐ ποιεῖς τὴν κέλευσιν τοῦ βασιλέως.
79Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0653B
Ἐγὼ γὰρ, καὶ οἱ σύνδουλοί μου ὅσοι ὑπέγραψαν, τοὺς κατὰ τὸν Αρειον καὶ Απολινάριον μίαν θέλησιν καὶ ἐνέργειαν λέγοντας ἀνεθεματίσαμεν, καὶ μὴ ὁμολογοῦντας τὸν κύριον ἡμῶν καὶ Θεὸν καθ' ἕτερον ἐξ ὧν, ἐν οἷς τε καὶ ἅπέρ εστι, φύσει νοερόν· καὶ διὰ τοῦτο κατ' ἄμφω θελητικὸν καὶ ἐνεργητικὸν τῆς ἡμῶν σωτηρίας.
80Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0653C
Καὶ τῇ ἑξῆς ἕωθεν ἐξῆλθε Θεοδόσιος ὁ ὕπατος πρὸς τὸν προειρημένον ἀββᾶν Μάξιμον, καὶ ἀφεῖλε πάντα ὅσα εἶχεν, εἰπὼν αὐτῷ ἐκ προσώπου τοῦ βασιλέως· Ὅτι οὐκ ἠθέλησας τιμὴν, καὶ μακρυνθήσεται ἀπὸ σοῦ, καὶ ὕπαγε ὅπου ἑαυτὸν ἄξιον ἔκρινας εἷναι, ἔχων τὸ κρίμα τῶν μαθητῶν σου, τοῦ τε ἐν Μεσημβρίᾳ, καὶ τοῦ ἐν Περβέροις, τοῦ γενομένου νοταρίου τῆς μακαρίας ἡμῶν μάμμης.
81Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0653C
Ἦσαν δὲ καὶ οἱ πατρίκιοι, τούτέστι Τρώϊλος καὶ Ἐπίφανιος εἰρηκότες· Ὅτι πάντως φέρομεν καὶ τοὺς δύο μαθητὰς, τόν τε ἐν Μεσημβρίᾳ καὶ τὸν ἐν Περβέροις, καὶ δοκιμάζομεν καὶ αὐτοὺς, καὶ βλέπομεν καὶ τὴν ἐπ' αὐτοῖς ἔκβασιν.
82Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0655A
Καὶ μετὰ δύο ἡμέρας ἐπανελθὼν ὁ στρατιώτης, ἔλαβεν αὐτὸν ἐν τῷ φοσσατω, καὶ κατανυγεὶς ὑπὸ τοῦ Θεοῦ ὁ στρατηγὸς, ἤγουν ὁ τοποτηρητὴς τοῦ στρατηγοῦ, ἔπεμψεν ἐγγὺς αὐτοῦ τοὺς προβεβηκότας τῶν βάνδων, πρεσβυτέρους τε καὶ διακόνους, καὶ τοὺς εὐλαβεῖς σιγνοφύλακας· οὓς ἰδὼν παραγενομένους ὁ ῥηθεὶς ἀββᾶς Μάξιμος, ἐγερθεὶς ἔβαλε μετάνοιαν.
83Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0657A
Καὶ μετὰ ταῦτα ἤγαγον αὐτοὺς ἐν Κωνσταντινουπόλει, καὶ ἐποίησαν κατ' αὐτῶν πρᾶξιν, καὶ μετὰ τὸ ἀναθεματίσαι καὶ ἀνασκάψαι αὐτοὺς τὸν ἐν ἁγίοις Μάξιμον, καὶ τὸν μακάριον Ἀναστάσιον τὸν μαθητὴν αὐτοῦ, τόντε ἁγιώτατον πάπαν Μαρτῖνον, τὸν ἅγιον Σωφρόνιον τὸν πατριάρχην Ἱεροσολύμων, καὶ πάντας τοὺς ὀρθοδόξους, καὶ σύμφρονας αὐτῶν, ἤνεγκαν καὶ τὸν ἄλλον μακάριον Ἀναστάσιον, καὶ τοῖς αὐτοῖς ἀναθέμασι καὶ ὕβρεσι χρησάμενοι καὶ ἐπ' αὐτὸν, παρέδωκαν τοῖς ἄρχουσιν, εἰπόντες οὕτως· Σὺ μὲν οὗν Ἀναστάσιε, τὸ φαῖον τῆς πανδήμου τῶν ἀναθεμάτων τῆς ἀρᾶς ἐνδυσάμενος περιβόλαιον, ἀπαλλάσσου τῆς κανονικῆς ἀκροάσεως, πρὸς ἣν ᾑρετίσω στάσιν τῆς γεέννης, ἀποφερόμενος, συνούσης ἡμῖν τῆς εὐκλεοῦς καὶ πάντα συνδιαιτησάσης τιμίας τε καὶ ἱερᾶς συγκλήτου, παραχρῆμα τὴν μεθ' ἡμᾶς παραληψομένης κρίσιν, καὶ τὰ τοῖς πολιτικοῖς δοκοῦντα νόμοις ἐπὶ σοὶ διαπραξομένης, ὡς αὐτοὶ δοκιμάσειεν, τῶν τηλικούτων σου βλασφημιῶν ἕνεκα καὶ τυραννίδων.
84Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0657A
Ψῆφος γὰρ κατ' αὐτῶν τῆς παρούσης συνόδου, καὶ συνεργείᾳ τοῦ παντοδυνάμοῦ Χριστοῦ τοῦ ἀληθινοῦ ἡμῶν Θεοῦ κανονικῶς ψηφισαμένης τὰ θέοντα καθ' ἡμῶν, Μάξιμε, Ἀναστάσιε καί Ἀναστάσιε, ἐπεὶ τὸ λειπὸν ὑπῆρχε πρὸς τὰ παρ' ὑμῶν λεχθέντα τε δυσσεβῶς καὶ πραχθέντα, ταῖς αὐστηραῖς τῶν νόμων καθυποβληθῆναι ποιναῖς.
85Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0657C
Εἶτα δὲ, καὶ τὴν διακονήσασαν τῷ βλασφήμῳ ὑμῶν λογισμῷ σκαιοτάτην δεξιὰν σιδήρῳ διατεμεῖν, περιαχθησομένων ἅμα στερήσει τῶν αὐτῶν βδελυκτῶν μερῶν, τὰ δύο καὶ δέκα τμήματα ταύτης τῆς κυρίας τῶν πόλεων περινοστεύσας, ἀειφυγίᾳ τε καὶ φυλακῇ πρὸ ἐπὶ τούτοις διηνεκεῖ παραδοῦναι ὑμᾶς, πρὸς τὸ μετέπειτα ὑμᾶς καὶ εἰς τὸν ἅπαντα τῆς ζωῆς ὑμῶν χρόνον, τὰ οἰκεῖα οἰμώζειν βλάσφημα σφάλματα, τῆς ἐπινοηθείσης καθ' ἡμῶν ἀρᾶς περιτραπείσης τῇ ἡμῶν κεφαλῇ.
86Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0665C
Ἀπειροδυνάμῳ γὰρ θελήσει τοῦ Θεοῦ καὶ γέγονε πάντα, καὶ σώζεται τὰ γενόμενα, κατὰ τοὺς ἑαυτῶν οὐκρινῶς ἕκαστα συντηρούμενα λόγους, αὐτῷ τῷ κατὰ φύσιν ἀπειροδυνάμῳ Θεῷ, καὶ ποιητῇ τῶν ὅλων· τῆς θείας αὐτοῦ θελήσεως, ἥ τὰ πάντα πεποίηκέ τε καὶ κινεῖ, τοῖς ἑαυτῶν ἔκαστα φυσικοῖς διεξαγόμενα νόμοις, ἀκινήτου συνδιαμενούσης.
87Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0667A
Διὸ καὶ καθ' ἡμᾶς ἀληθῶς γενόμενος ἄνθρωπος χωρὶς ἁμαρτίας ὁ τοῦ Θεοῦ λόγος, ἐνεργήσας τε καὶ παθὼν ἀνθρωπίνως ὅσα τῆς φύσεώς ἐστιν ἀναμάρτητα, καὶ φυσικῆς σαρκὸς περιγραφῆς ἀνασχόμενος δι' ἡμᾶς, τροπὴν οὐχ ὑπέμεινεν, μηδ' ἑνὶ παντελῶς ὃς ταὐτόν ἐστι τῷ πατρὶ, γένομενος ταύτὸν τῇ σαρκὶ διὰ τὴν κένωσιν.
88Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0667A
Ἀμφότερα δεικνὺς ἑαυτὸν, δι' ὧν ἀμφοτέρως, θεϊκῶς δή φημι καὶ ἀνθρωπίνως, ἑνήργησε, κατ' αὐτὴν τὴν ὄντως ἀληθῆ καὶ φυσικὴν ὕπαρξιν· Θεὸν ἄπειρον ὁμοῦ καὶ περίγραπτον ἄνθρωπον ὄντα τε καὶ νοούμενον, τὴν οὐσίαν ἑκατέρου τελείως τελείαν ἔχοντα, μετὰ τῆς αὐτῆς ἐνεργείας, ἤγουν φυσικῆς ἰδιότητος· ἐξ ὧν μένουσαν ἀεὶ κατὰ φύσιν δίχα τροπῆς τὴν αὐτῶν ἴσμεν διαφοράν.
89Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0667D
Οὐ γὰρ γέγονε φύσει θεότης, μεταβληθεῖσα τὴν φύσιν, ἡ σὰρξ γενομένη τῇ φύσει θεότητος σάρξ· ἀλλ' ἅπερ ἦν, καὶ θεότητι συμφυεῖσα μεμένηκε τὴν φύσιν καὶ τὴν ἐνέργειαν· καθὼς εἶπεν ὁ Σωτήρ· « Τὸ μὲν Πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής· » Καθ' ἣν ἐνεργήσας τε καὶ παθὼν ἅπερ ἦν ἀναμαρτήτου σαρκὸς, τὴν ὑπὲρ ἡμῶν ἐπιστώσατο κένωσιν θεότητος, θαύμασι καὶ σαρκὸς παθήμασι φυσικῶς βεβαιουμένην.
90Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0669B
Κᾀμοὶ γὰρ, ἵνα τρανώσω παραδείγματι τὸ περὶ σωτῆρος λεχθὲν· ὁ φυσικὸς μου λόγος συγγενής ἐστι καὶ κατάλληλος ὄντι λογικῳ τε καὶ νοερῷ τὴν ψυχὴν, ἧς κατὰ φύσιν ἐστὶν αὐτοκίνητος ἐνέργειά τε καὶ πρώτη δύναμις, ἀεικίνητος, ὁ λόγος φυσικῶς αὑτῆς πηγαζόμενος· ὃν ῥηματίσας τε καὶ γραμμαῖς εὖ χαράξας, γλώσσῃ μὲν ὀργανικῶς, ὅτε χρὴ προφέρω, καὶ γράμμασι τεχνικῶς διὰ τῶν ἀνομοίων μὴ τραπὲντα δεικνὺς αὐτὸν ἐξακουόμενον.
91Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0669C
Τὸ γὰρ μυστήριον τῆς θείας σαρκώσεως, ἀποστόλοις τε, καὶ προφήταις, καὶ διδασκάλοις διττὴν, καὶ διάφορον ἔχον διέγνωσται τὴν ἐν πᾶσι φυσικὴν θεορίαν· ἀνελλιποῦς ὑπάρχον θεότητος, καὶ πλήρους ἐνδεικτικὸν ἀνθρωπότητος ὄν.
92Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0671C
Εὐσεβὲς κεκύρωται δόγμα χριστιανοῖς, κατ' αὐτὴν τε φύσιν, καὶ τὴν ἐνέργειαν, καὶ πᾶν ἕτερον αὐτῷ προσφυὲς, ἵσον ἑαυτῷ καὶ ταὐτὸν εἶναι τὸν Θεὸν, μηδὲν ἑαυτῷ τῶν ἑαυτοῦ παντελῶς ἄνισον ἔχοντα, καὶ ἀκατάλληλον.
93Aphthonius, De metris omnibus, p. 114, l. 18 (auctor c.350)
ergo tetrameter siue uersus siue hexametri heroi tome tertia (nam post duas incisiones eius proprias, id est penthemimeren et hephthemimeren, tertia est ea quam βουκολικήν appellant, quae quarto pede semper sensum claudente distinguitur ideoque a Graecis sic appellatur, quod bucolici carminis haec lex sit, ut uersus eius ea obseruatione formetur, ut ante duos ultimos quarto pede terminet aut partem orationis aut sensum, quam legem per omne opus sui carminis Theocritus Syracusanus exceptis tribus aut quattuor ferme uersibus, e quibus sunt ἀμφῶες νεοτευχὲς ἔτι γλυφάνοιο ποτόσδον et τοῖς δὲ μέτα γριπεύς τε γέρων πέτρα τε τέτυκται, custodit: at noster Maro haud ita, quod utrum scrupulosum an superuacuum duxerit, ipse norit.
94Apuleius, De mundo, 32; 3 (auctor c.125–c.180)
[de] uerum eius cui tutela mundi huius et cura est, de quo Empedocles prudenter his uerbis sensit: Πάνθ’ ὅσα τ’ ἦν, ὅσα τ’ ἔσθ’, ὅσα τ’ ἔσται ὀπίσσω Δένδρεά τ’ ἐβλάστησε καὶ ἀνέρες ἠδὲ γυναῖκες, Θῆρες τ’ οἰωνοί τε, καὶ ὑδατοθρέμμονες ἰχθῦς.
95Apuleius, De mundo, 37; 7 (auctor c.125–c.180)
Ζεὺς πυθμὴν γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος.
96Apuleius, De Platone et eius dogmate, 1, 5; 5 (auctor c.125–c.180)
Platonis haec uerba sunt: θεὸν εὑρεῖν τε ἔργον, εὑρόντα τὲ εἰς πολλοὺς ἐκφέρειν ἀδύνατον.
97Apuleius, Apologia, 25, 11; 12 (auctor c.125–c.180)
Nam si, quod ego apud plurimos lego, Persarum lingua magus est qui nostra sacerdos, quod tandem est crimen, sacerdotem esse et rite nosse atque scire atque callere leges cerimoniarum, fas sacrorum, ius religionum, si quidem magia id est quod Plato interpretatur, cum commemorat, quibusnam disciplinis puerum regno adulescentem Persae imbuant — uerba ipsa diuini uiri memini, quae tu mecum, Maxime, recognosce: δίς ἑπτά δέ γενόμενον ἐτῶν τόν παῖδα παραλαμβάνουσιν οὓς ἐκεῖνοι βασιλείους παιδαγωγούς ὀνομάζουσιν· εἰσίν δέ ἐξειλεγμένοι Περσῶν οἱ ἄριστοι δόξαντες ἐν ἡλικίᾳ τέτταρες, ὅ τε σοφώτατος καί ὁ δικαιότατος καί ὁ σωφρονέστατος καί ὁ ἀνδρειότατος.
98Apuleius, Apologia, 25, 11; 13 (auctor c.125–c.180)
ὧν ὁ μέν μαγείαν τε διδάσκει τήν Ζωροάστρου τοῦ Ὠρομάζου· ἔστι δέ τοῦτο θεῶν θεραπεία· διδάσκει δέ καί τά βασιλικά.
99Apuleius, Apologia, 65, 26; 6 (auctor c.125–c.180)
γῆ μέν οὖν ἑστία τε οἰκήσεως ἱερά πᾶσι πάντων θεῶν· μηδείς οὖν δευτέρως ἱερά καθιερούτω θεοῖς — hoc eo prohibet, ut delubra nemo audeat priuatim constituere; censet enim satis esse ciuibus ad immolandas uictimas templa publica — deinde subnectit: πόλεσιν ἰδίᾳ καί ἐν ἱεροῖς ἐστιν ἐπίφθονον κτῆμα, ἐλέφας δέ ἀπό λελοιπότος ψυχήν σώματος οὐκ εὔχαρι ἀνάθημα, σίδηρος δέ καί χαλκός πολέμων ὄργανα· ξύλου δέ μονόξυλον ὅ τι ἂν θέλῃ τις ἀνατιθέτω, καί λίθου ὡσαύτως.
100Apuleius, Apologia, 84, 26; 2 (auctor c.125–c.180)
dic tu, quibus uerbis epistulam finierit mulier obcantata, uecors, amens, amans: Ἐγώ οὔτε μεμάγευμαι οὔ[ τε ] τ' ἐρῶ.
101Aristoteles, Physica, 1, 1; 2
πέφυκε δὲ ἐκ τῶν γνωριμωτέρων ἡμῖν ἡ ὁδὸς καὶ σαφεστέρων ἐπὶ τὰ σαφέστερα τῇ φύσει καὶ γνωριμώ τερα· οὐ γὰρ ταὐτὰ ἡμῖν τε γνώριμα καὶ ἁπλῶς.
102Aristoteles, Physica, 1, 2; 9
ταῦτα γὰρ πάντα διαφέρει τε πολὺ καὶ ἀδύνατα λέγειν.
103Aristoteles, Physica, 1, 2; 24
ἐνταῦθα δὲ ἤδη ἠπόρουν, καὶ ὡμολόγουν τὸ ἓν πολλὰ εἶναι – ὥσπερ οὐκ ἐνδεχόμενον ταὐτὸν ἕν τε καὶ πολλὰ εἶναι, μὴ τἀντικεί μενα δέ· ἔστι γὰρ τὸ ἓν καὶ δυνάμει καὶ ἐντελεχείᾳ.
104Aristoteles, Physica, 1, 3; 1
Τόν τε δὴ τρόπον τοῦτον ἐπιοῦσιν ἀδύνατον φαίνεται τὰ ὄντα ἓν εἶναι, καὶ ἐξ ὧν ἐπιδεικνύουσι, λύειν οὐ χα λεπόν.
105Aristoteles, Physica, 1, 3; 6
ἀλλὰ μὴν οὐδὲ τῷ εἴδει οἷόν τε ἓν εἶναι, πλὴν τῷ ἐξ οὗ (οὕτως δὲ ἓν καὶ τῶν φυσικῶν τινες λέγουσιν, ἐκείνως δ' οὔ)· ἄνθρωπος γὰρ ἵππου ἕτερον τῷ εἴδει καὶ τἀναντία ἀλ λήλων.
106Aristoteles, Physica, 1, 3; 17
εἰ γὰρ ἔσται τὸ ὅπερ ὂν [ταὐτὸ] καὶ λευκόν, τὸ λευκῷ δ' εἶναι μὴ ἔστιν ὅπερ ὄν (οὐδὲ γὰρ συμβεβηκέ ναι αὐτῷ οἷόν τε τὸ ὄν· οὐδὲν γὰρ ὂν ὃ οὐχ ὅπερ ὄν), οὐκ ἄρα ὂν τὸ λευκόν· οὐχ οὕτω δὲ ὥσπερ τι μὴ ὄν, ἀλλ' ὅλως μὴ ὄν.
107Aristoteles, Physica, 1, 3; 24
ἀλλ' ἀδύνατον· συμβεβηκός τε γὰρ λέγεται τοῦτο, ἢ ὃ ἐνδέχεται ὑπάρχειν καὶ μὴ ὑπάρ χειν, ἢ οὗ ἐν τῷ λόγῳ ὑπάρχει τὸ ᾧ συμβέβηκεν [ἢ ἐν ᾧ ὁ λόγος ὑπάρχει ᾧ συμβέβηκεν] (οἷον τὸ μὲν καθῆσθαι ὡς χωριζόμενον, ἐν δὲ τῷ σιμῷ ὑπάρχει ὁ λόγος ὁ τῆς ῥινὸς ᾗ φαμὲν συμβεβηκέναι τὸ σιμόν)· ἔτι ὅσα ἐν τῷ ὁριστικῷ λόγῳ ἔνεστιν ἢ ἐξ ὧν ἐστιν, ἐν τῷ λόγῳ τῷ τούτων οὐκ ἐνυ πάρχει ὁ λόγος ὁ τοῦ ὅλου, οἷον ἐν τῷ δίποδι ὁ τοῦ ἀνθρώ που ἢ ἐν τῷ λευκῷ ὁ τοῦ λευκοῦ ἀνθρώπου.
108Aristoteles, Physica, 1, 3; 30
φανερὸν δὲ καὶ ὅτι οὐκ ἀληθὲς ὡς, εἰ ἓν σημαίνει τὸ ὂν καὶ μὴ οἷόν τε ἅμα τὴν ἀντίφασιν, οὐκ ἔσται οὐθὲν μὴ ὄν· οὐθὲν γὰρ κωλύει, μὴ ἁπλῶς εἶναι, ἀλλὰ μὴ ὄν τι εἶναι τὸ μὴ ὄν.
109Aristoteles, Physica, 1, 4; 2
δια φέρουσι δὲ ἀλλήλων τῷ τὸν μὲν περίοδον ποιεῖν τούτων, τὸν δ' ἅπαξ, καὶ τὸν μὲν ἄπειρα, τά τε ὁμοιομερῆ καὶ τἀναν τία, τὸν δὲ τὰ καλούμενα στοιχεῖα μόνον.
110Aristoteles, Physica, 1, 4; 21
βέλτιόν τε ἐλάττω καὶ πεπερασμένα λαβεῖν, ὅπερ ποιεῖ Ἐμπεδοκλῆς.
111Aristoteles, Physica, 1, 5; 1
Πάντες δὴ τἀναντία ἀρχὰς ποιοῦσιν οἵ τε λέγοντες ὅτι ἓν τὸ πᾶν καὶ μὴ κινούμενον (καὶ γὰρ Παρμενίδης θερμὸν καὶ ψυχρὸν ἀρχὰς ποιεῖ, ταῦτα δὲ προσαγορεύει πῦρ καὶ γῆν) καὶ οἱ μανὸν καὶ πυκνόν, καὶ Δημόκριτος τὸ πλῆρες καὶ κενόν, ὧν τὸ μὲν ὡς ὂν τὸ δὲ ὡς οὐκ ὂν εἶναί φησιν· ἔτι θέ σει, σχήματι, τάξει.
112Aristoteles, Physica, 1, 5; 12
ἀλλὰ μὴν καὶ οἰκία καὶ ἀνδριὰς καὶ ὁτιοῦν ἄλλο γίγνεται ὁμοίως· ἥ τε γὰρ οἰκία γίγνεται ἐκ τοῦ μὴ συγκεῖσθαι ἀλλὰ διῃρῆ σθαι ταδὶ ὡδί, καὶ ὁ ἀνδριὰς καὶ τῶν ἐσχηματισμένων τι ἐξ ἀσχημοσύνης· καὶ ἕκαστον τούτων τὰ μὲν τάξις, τὰ δὲ σύνθεσίς τίς ἐστιν.
113Aristoteles, Physica, 1, 5; 17
ταύτῃ τε δὴ ὡσαύτως λέγουσι καὶ ἑτέρως, καὶ χεῖρον καὶ βέλ τιον, καὶ οἱ μὲν γνωριμώτερα κατὰ τὸν λόγον, ὥσπερ εἴρη ται πρότερον, οἱ δὲ κατὰ τὴν αἴσθησιν (τὸ μὲν γὰρ καθόλου κατὰ τὸν λόγον γνώριμον, τὸ δὲ καθ' ἕκαστον κατὰ τὴν αἴ σθησιν· ὁ μὲν γὰρ λόγος τοῦ καθόλου, ἡ δ' αἴσθησις τοῦ κατὰ μέρος), οἷον τὸ μὲν μέγα καὶ τὸ μικρὸν κατὰ τὸν λόγον, τὸ δὲ μανὸν καὶ τὸ πυκνὸν κατὰ τὴν αἴσθησιν.
114Aristoteles, Physica, 1, 6; 2
μίαν μὲν γὰρ οὐχ οἷόν τε, ὅτι οὐχ ἓν τὰ ἐναντία, ἀπεί ρους δ', ὅτι οὐκ ἐπιστητὸν τὸ ὂν ἔσται, μία τε ἐναντίωσις ἐν παντὶ γένει ἑνί, ἡ δ' οὐσία ἕν τι γένος, καὶ ὅτι ἐνδέχεται ἐκ πεπερασμένων, βέλτιον δ' ἐκ πεπερασμένων, ὥσπερ Ἐμπε δοκλῆς, ἢ ἐξ ἀπείρων· πάντα γὰρ ἀποδιδόναι οἴεται ὅσα περ Ἀναξαγόρας ἐκ τῶν ἀπείρων.
115Aristoteles, Physica, 1, 6; 11
διόπερ εἴ τις τόν τε πρότερον ἀληθῆ νομίσειεν εἶναι λόγον καὶ τοῦτον, ἀναγκαῖον, εἰ μέλλει διασώσειν ἀμφοτέρους αὐτούς, ὑποτιθέναι τι τρίτον, ὥσπερ φασὶν οἱ μίαν τινὰ φύσιν εἶναι λέγοντες τὸ πᾶν, οἷον ὕδωρ ἢ πῦρ ἢ τὸ μεταξὺ τούτων.
116Aristoteles, Physica, 1, 6; 17
τὸ μὲν οὖν τρία φάσκειν τὰ στοιχεῖα εἶναι ἔκ τε τούτων καὶ ἐκ τοιούτων ἄλλων ἐπισκοποῦσι δόξειεν ἂν ἔχειν τινὰ λόγον, ὥσπερ εἴπομεν, τὸ δὲ πλείω τριῶν οὐκέτι· πρὸς μὲν γὰρ τὸ πάσχειν ἱκανὸν τὸ ἕν, εἰ δὲ τεττάρων ὄντων δύο ἔσονται ἐναντιώσεις, δεήσει χωρὶς ἑκατέρᾳ ὑπάρχειν ἑτέραν τινὰ μεταξὺ φύσιν· εἰ δ' ἐξ ἀλλήλων δύνανται γεννᾶν δύο οὖσαι, περίεργος ἂν ἡ ἑτέρα τῶν ἐναντιώσεων εἴη.
117Aristoteles, Physica, 1, 6; 19
ἡ γὰρ οὐσία ἕν τι γένος ἐστὶ τοῦ ὄντος, ὥστε τῷ πρότερον καὶ ὕστερον διοί σουσιν ἀλλήλων αἱ ἀρχαὶ μόνον, ἀλλ' οὐ τῷ γένει· ἀεὶ γὰρ ἐν ἑνὶ γένει μία ἐναντίωσις ἔστιν, πᾶσαί τε αἱ ἐναντιώσεις ἀνάγεσθαι δοκοῦσιν εἰς μίαν.
118Aristoteles, Physica, 1, 7; 18
φανερὸν οὖν ὡς, εἴπερ εἰσὶν αἰτίαι καὶ ἀρχαὶ τῶν φύσει ὄντων, ἐξ ὧν πρώτων εἰσὶ καὶ γεγόνασι μὴ κατὰ συμβεβηκὸς ἀλλ' ἕκαστον ὃ λέγεται κατὰ τὴν οὐσίαν, ὅτι γίγνεται πᾶν ἔκ τε τοῦ ὑποκειμένου καὶ τῆς μορφῆς· σύγ κειται γὰρ ὁ μουσικὸς ἄνθρωπος ἐξ ἀνθρώπου καὶ μουσικοῦ τρόπον τινά· διαλύσεις γὰρ [τοὺς λόγους] εἰς τοὺς λόγους τοὺς ἐκείνων.
119Aristoteles, Physica, 1, 8; 2
ζητοῦντες γὰρ οἱ κατὰ φι λοσοφίαν πρῶτοι τὴν ἀλήθειαν καὶ τὴν φύσιν τῶν ὄντων ἐξετράπησαν οἷον ὁδόν τινα ἄλλην ἀπωσθέντες ὑπὸ ἀπει ρίας, καί φασιν οὔτε γίγνεσθαι τῶν ὄντων οὐδὲν οὔτε φθείρεσθαι διὰ τὸ ἀναγκαῖον μὲν εἶναι γίγνεσθαι τὸ γιγνόμενον ἢ ἐξ ὄντος ἢ ἐκ μὴ ὄντος, ἐκ δὲ τούτων ἀμφοτέρων ἀδύνατον εἶναι· οὔτε γὰρ τὸ ὂν γίγνεσθαι (εἶναι γὰρ ἤδη) ἔκ τε μὴ ὄντος οὐδὲν ἂν γενέσθαι· ὑποκεῖσθαι γάρ τι δεῖν.
120Aristoteles, Physica, 1, 9; 10
καίτοι οὔτε αὐτὸ αὑτοῦ οἷόν τε ἐφίεσθαι τὸ εἶδος διὰ τὸ μὴ εἶναι ἐνδεές, οὔτε τὸ ἐναντίον (φθαρτικὰ γὰρ ἀλλήλων τὰ ἐναντία), ἀλλὰ τοῦτ' ἔστιν ἡ ὕλη, ὥσπερ ἂν εἰ θῆλυ ἄρρενος καὶ αἰσχρὸν καλοῦ· πλὴν οὐ καθ' αὑτὸ αἰσχρόν, ἀλλὰ κατὰ συμβεβηκός, οὐδὲ θῆλυ, ἀλλὰ κατὰ συμβεβηκός.
121Aristoteles, Physica, 2, 1; 1
Τῶν ὄντων τὰ μέν ἐστι φύσει, τὰ δὲ δι' ἄλλας αἰ τίας, φύσει μὲν τά τε ζῷα καὶ τὰ μέρη αὐτῶν καὶ τὰ φυτὰ καὶ τὰ ἁπλᾶ τῶν σωμάτων, οἷον γῆ καὶ πῦρ καὶ ἀὴρ καὶ ὕδωρ (ταῦτα γὰρ εἶναι καὶ τὰ τοιαῦτα φύσει φαμέν), πάντα δὲ ταῦτα φαίνεται διαφέροντα πρὸς τὰ μὴ φύσει συνεστῶτα.
122Aristoteles, Physica, 2, 1; 6
κατὰ φύσιν δὲ ταῦτά τε καὶ ὅσα τούτοις ὑπάρχει καθ' αὑτά, οἷον τῷ πυρὶ φέρεσθαι ἄνω· τοῦτο γὰρ φύσις μὲν οὐκ ἔστιν οὐδ' ἔχει φύσιν, φύσει δὲ καὶ κατὰ φύσιν ἐστίν.
123Aristoteles, Physica, 2, 2; 1
Ἐπεὶ δὲ διώρισται ποσαχῶς ἡ φύσις, μετὰ τοῦτο θεωρητέον τίνι διαφέρει ὁ μαθηματικὸς τοῦ φυσικοῦ (καὶ γὰρ ἐπίπεδα καὶ στερεὰ ἔχει τὰ φυσικὰ σώματα καὶ μήκη καὶ στιγμάς, περὶ ὧν σκοπεῖ ὁ μαθηματικός)· ἔτι εἰ ἡ ἀστρολογία ἑτέρα ἢ μέρος τῆς φυσικῆς· εἰ γὰρ τοῦ φυσικοῦ τὸ τί ἐστιν ἥλιος ἢ σελήνη εἰδέναι, τῶν δὲ συμβεβηκότων καθ' αὑτὰ μηδέν, ἄτοπον, ἄλλως τε καὶ ὅτι φαίνονται λέ γοντες οἱ περὶ φύσεως καὶ περὶ σχήματος σελήνης καὶ ἡλίου, καὶ δὴ καὶ πότερον σφαιροειδὴς ἡ γῆ καὶ ὁ κόσμος ἢ οὔ.
124Aristoteles, Physica, 2, 2; 8
ἐπεὶ δ' ἡ φύσις διχῶς, τό τε εἶδος καὶ ἡ ὕλη, ὡς ἂν εἰ περὶ σιμότητος σκοποῖμεν τί ἐστιν, οὕτω θεωρητέον· ὥστ' οὔτ' ἄνευ ὕλης τὰ τοιαῦτα οὔτε κατὰ τὴν ὕλην.
125Aristoteles, Physica, 2, 2; 12
εἰς μὲν γὰρ τοὺς ἀρχαίους ἀποβλέψαντι δόξειεν ἂν εἶναι τῆς ὕλης (ἐπὶ μικρὸν γάρ τι μέρος Ἐμπεδοκλῆς καὶ Δημόκριτος τοῦ εἴδους καὶ τοῦ τί ἦν εἶναι ἥψαντο)· εἰ δὲ ἡ τέχνη μιμεῖται τὴν φύσιν, τῆς δὲ αὐτῆς ἐπιστήμης εἰδέναι τὸ εἶδος καὶ τὴν ὕλην μέχρι του (οἷον ἰατροῦ ὑγίειαν καὶ χολὴν καὶ φλέγμα, ἐν οἷς ἡ ὑγίεια, ὁμοίως δὲ καὶ οἰκοδόμου τό τε εἶδος τῆς οἰκίας καὶ τὴν ὕλην, ὅτι πλίνθοι καὶ ξύλα· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων), καὶ τῆς φυσικῆς ἂν εἴη τὸ γνωρίζειν ἀμφοτέρας τὰς φύσεις.
126Aristoteles, Physica, 2, 2; 15
δύο δὲ αἱ ἄρχουσαι τῆς ὕλης καὶ γνωρίζουσαι τέχναι, ἥ τε χρωμένη καὶ τῆς ποιητικῆς ἡ ἀρχιτεκτονική.
127Aristoteles, Physica, 2, 3; 1
Διωρισμένων δὲ τούτων ἐπισκεπτέον περὶ τῶν αἰτίων, ποῖά τε καὶ πόσα τὸν ἀριθμόν ἐστιν.
128Aristoteles, Physica, 2, 3; 12
τὰ μὲν γὰρ στοιχεῖα τῶν συλλαβῶν καὶ ἡ ὕλη τῶν σκευαστῶν καὶ τὸ πῦρ καὶ τὰ τοιαῦτα τῶν σω μάτων καὶ τὰ μέρη τοῦ ὅλου καὶ αἱ ὑποθέσεις τοῦ συμπε ράσματος ὡς τὸ ἐξ οὗ αἴτιά ἐστιν, τούτων δὲ τὰ μὲν ὡς τὸ ὑποκείμενον, οἷον τὰ μέρη, τὰ δὲ ὡς τὸ τί ἦν εἶναι, τό τε ὅλον καὶ ἡ σύνθεσις καὶ τὸ εἶδος· τὸ δὲ σπέρμα καὶ ὁ ἰα τρὸς καὶ ὁ βουλεύσας καὶ ὅλως τὸ ποιοῦν, πάντα ὅθεν ἡ ἀρχὴ τῆς μεταβολῆς ἢ στάσεως [ἢ κινήσεως]· τὰ δ' ὡς τὸ τέλος καὶ τἀγαθὸν τῶν ἄλλων· τὸ γὰρ οὗ ἕνεκα βέλτιστον καὶ τέλος τῶν ἄλλων ἐθέλει εἶναι· διαφερέτω δὲ μηδὲν εἰ πεῖν αὐτὸ ἀγαθὸν ἢ φαινόμενον ἀγαθόν.
129Aristoteles, Physica, 2, 4; 12
ὥστε σκεπτέον καὶ τί ἑκάτερον, καὶ εἰ ταὐτὸν ἢ ἕτερον τό τε αὐτόματον καὶ ἡ τύχη, καὶ πῶς εἰς τὰ διωρισμένα αἴτια ἐμπίπτουσιν.
130Aristoteles, Physica, 2, 5; 2
ἀλλ' ἐπειδὴ ἔστιν ἃ γίγνε ται καὶ παρὰ ταῦτα, καὶ ταῦτα πάντες φασὶν εἶναι ἀπὸ τύχης, φανερὸν ὅτι ἔστι τι ἡ τύχη καὶ τὸ αὐτόματον· τά τε γὰρ τοιαῦτα ἀπὸ τύχης καὶ τὰ ἀπὸ τύχης τοιαῦτα ὄντα ἴσμεν.
131Aristoteles, Physica, 2, 5; 4
ἔστι δ' ἕνεκά του ὅσα τε ἀπὸ διανοίας ἂν πραχθείη καὶ ὅσα ἀπὸ φύσεως.
132Aristoteles, Physica, 2, 7; 8
τοιοῦτον δ' ἐστὶν εἴ τι κι νεῖ μὴ κινούμενον, ὥσπερ τό τε παντελῶς ἀκίνητον καὶ [τὸ] πάντων πρῶτον καὶ τὸ τί ἐστιν καὶ ἡ μορφή· τέλος γὰρ καὶ οὗ ἕνεκα· ὥστε ἐπεὶ ἡ φύσις ἕνεκά του, καὶ ταύτην εἰδέναι δεῖ, καὶ πάντως ἀποδοτέον τὸ διὰ τί, οἷον ὅτι ἐκ τοῦδε ἀνάγκη τόδε (τὸ δὲ ἐκ τοῦδε ἢ ἁπλῶς ἢ ὡς ἐπὶ τὸ πολύ), καὶ εἰ μέλλει τοδὶ ἔσεσθαι (ὥσπερ ἐκ τῶν προτάσεων τὸ συμπέρασμα), καὶ ὅτι τοῦτ' ἦν τὸ τί ἦν εἶναι, καὶ διότι βέλ τιον οὕτως, οὐχ ἁπλῶς, ἀλλὰ τὸ πρὸς τὴν ἑκάστου οὐσίαν.
133Aristoteles, Physica, 2, 8; 6
εἰ οὖν ἢ ἀπὸ συμπτώματος δοκεῖ ἢ ἕνεκά του εἶναι, εἰ μὴ οἷόν τε ταῦτ' εἶναι μήτε ἀπὸ συμ πτώματος μήτ' ἀπὸ ταὐτομάτου, ἕνεκά του ἂν εἴη.
134Aristoteles, Physica, 2, 8; 17
ὥστ' εἰ φύσει τε ποιεῖ καὶ ἕνεκά του ἡ χελιδὼν τὴν νεοττιὰν καὶ ὁ ἀράχνης τὸ ἀράχνιον, καὶ τὰ φυτὰ τὰ φύλλα ἕνεκα τῶν καρπῶν καὶ τὰς ῥίζας οὐκ ἄνω ἀλλὰ κάτω τῆς τροφῆς, φανερὸν ὅτι ἔστιν ἡ αἰτία ἡ τοι αύτη ἐν τοῖς φύσει γιγνομένοις καὶ οὖσιν.
135Aristoteles, Physica, 2, 8; 25
ἔτι ἔδει καὶ ἐν τοῖς σπέρμασι γίγνεσθαι ὅπως ἔτυχεν· ὅλως δ' ἀναιρεῖ ὁ οὕτως λέγων τὰ φύσει τε καὶ φύσιν· φύσει γάρ, ὅσα ἀπό τινος ἐν αὑτοῖς ἀρχῆς συνεχῶς κινούμενα ἀφικνεῖται εἴς τι τέλος· ἀφ' ἑκάστης δὲ οὐ τὸ αὐτὸ ἑκάστοις οὐδὲ τὸ τυχόν, ἀεὶ μέντοι ἐπὶ τὸ αὐτό, ἂν μή τι ἐμποδίσῃ.
136Aristoteles, Physica, 2, 9; 8
ἔστι δὲ τὸ ἀναγκαῖον ἔν τε τοῖς μαθήμασι καὶ ἐν τοῖς κατὰ φύσιν γιγνομένοις τρόπον τινὰ παραπλησίως· ἐπεὶ γὰρ τὸ εὐθὺ τοδί ἐστιν, ἀνάγκη τὸ τρίγωνον δύο ὀρθαῖς ἴσας ἔχειν· ἀλλ' οὐκ ἐπεὶ τοῦτο, ἐκεῖνο· ἀλλ' εἴ γε τοῦτο μὴ ἔστιν, οὐδὲ τὸ εὐθὺ ἔστιν.
137Aristoteles, Physica, 3, 1; 5
δῆλον οὖν ὡς διά τε ταῦτα, καὶ διὰ τὸ πάντων εἶναι κοινὰ καὶ κα θόλου ταῦτα, σκεπτέον προχειρισαμένοις περὶ ἑκάστου τούτων (ὑστέρα γὰρ ἡ περὶ τῶν ἰδίων θεωρία τῆς περὶ τῶν κοινῶν ἐστιν)· καὶ πρῶτον, καθάπερ εἴπαμεν, περὶ κινήσεως.
138Aristoteles, Physica, 3, 1; 7
τοῦ δὲ πρός τι τὸ μὲν καθ' ὑπεροχὴν λέγεται καὶ κατ' ἔλλειψιν, τὸ δὲ κατὰ τὸ ποιητικὸν καὶ παθητικόν, καὶ ὅλως κινητικόν τε καὶ κινητόν· τὸ γὰρ κινητικὸν κινητικὸν τοῦ κινητοῦ καὶ τὸ κι νητὸν κινητὸν ὑπὸ τοῦ κινητικοῦ.
139Aristoteles, Physica, 3, 2; 2
οὔτε γὰρ τὴν κίνησιν καὶ τὴν μεταβολὴν ἐν ἄλ λῳ γένει θεῖναι δύναιτ' ἄν τις, δῆλόν τε σκοποῦσιν ὡς τι θέασιν αὐτὴν ἔνιοι, ἑτερότητα καὶ ἀνισότητα καὶ τὸ μὴ ὂν φάσκοντες εἶναι τὴν κίνησιν· ὧν οὐδὲν ἀναγκαῖον κινεῖσθαι, οὔτ' ἂν ἕτερα ᾖ οὔτ' ἂν ἄνισα οὔτ' ἂν οὐκ ὄντα· ἀλλ' οὐδ' ἡ μεταβολὴ οὔτ' εἰς ταῦτα οὔτ' ἐκ τούτων μᾶλλόν ἐστιν ἢ ἐκ τῶν ἀντικειμένων.
140Aristoteles, Physica, 3, 2; 4
τοῦ δὲ δοκεῖν ἀόριστον εἶναι τὴν κίνησιν αἴτιον ὅτι οὔτε εἰς δύναμιν τῶν ὄντων οὔτε εἰς ἐνέργειαν ἔστιν θεῖναι αὐτήν· οὔτε γὰρ τὸ δυνατὸν ποσὸν εἶναι κινεῖται ἐξ ἀνάγκης οὔτε τὸ ἐν εργείᾳ ποσόν, ἥ τε κίνησις ἐνέργεια μὲν εἶναί τις δοκεῖ, ἀτελὴς δέ· αἴτιον δ' ὅτι ἀτελὲς τὸ δυνατόν, οὗ ἐστιν ἐνέρ γεια.
141Aristoteles, Physica, 3, 3; 14
ἔτι δὲ γνωριμώτερον, ἡ τοῦ δυνάμει ποιητικοῦ καὶ παθητικοῦ, ᾗ τοιοῦτον, ἁπλῶς τε καὶ πάλιν καθ' ἕκαστον, ἢ οἰκοδόμησις ἢ ἰάτρευσις.
142Aristoteles, Physica, 3, 5; 2
εὐλόγως δὲ καὶ ἀρχὴν αὐτὸ τιθέασι πάντες· οὔτε γὰρ μάτην οἷόν τε αὐτὸ εἶναι, οὔτε ἄλλην ὑπάρχειν αὐτῷ δύναμιν πλὴν ὡς ἀρχήν· ἅπαντα γὰρ ἢ ἀρχὴ ἢ ἐξ ἀρχῆς, τοῦ δὲ ἀπείρου οὐκ ἔστιν ἀρχή· εἴη γὰρ ἂν αὐτοῦ πέρας.
143Aristoteles, Physica, 3, 5; 3
ἔτι δὲ καὶ ἀγένητον καὶ ἄφθαρτον ὡς ἀρχή τις οὖσα· τό τε γὰρ γενό μενον ἀνάγκη τέλος λαβεῖν, καὶ τελευτὴ πάσης ἔστιν φθο ρᾶς.
144Aristoteles, Physica, 3, 5; 5
τοῦ δ' εἶναί τι ἄπειρον ἡ πίστις ἐκ πέντε μάλιστ' ἂν συμβαίνοι σκοποῦσιν, ἔκ τε τοῦ χρόνου (οὗτος γὰρ ἄπειρος) καὶ ἐκ τῆς ἐν τοῖς μεγέθεσι διαιρέσεως (χρῶνται γὰρ καὶ οἱ μαθηματικοὶ τῷ ἀπείρῳ)· ἔτι τῷ οὕτως ἂν μό νως μὴ ὑπολείπειν γένεσιν καὶ φθοράν, εἰ ἄπειρον εἴη ὅθεν ἀφαιρεῖται τὸ γιγνόμενον· ἔτι τῷ τὸ πεπερασμένον ἀεὶ πρός τι περαίνειν, ὥστε ἀνάγκη μηδὲν εἶναι πέρας, εἰ ἀεὶ πε ραίνειν ἀνάγκη ἕτερον πρὸς ἕτερον.
145Aristoteles, Physica, 3, 6; 1
Χωριστὸν μὲν οὖν εἶναι τὸ ἄπειρον τῶν αἰσθητῶν, αὐτό τι ὂν ἄπειρον, οὐχ οἷόν τε.
146Aristoteles, Physica, 3, 6; 23
πέφυκε γὰρ πᾶν τὸ αἰσθητόν που εἶναι, καὶ ἔστιν τόπος τις ἑκάστου, καὶ ὁ αὐτὸς τοῦ μορίου καὶ παντός, οἷον ὅλης τε τῆς γῆς καὶ βώλου μιᾶς, καὶ πυρὸς καὶ σπινθῆρος.
147Aristoteles, Physica, 3, 6; 31
πεπερασμένα μὲν οὖν οὐχ οἷόν τε (ἔσται γὰρ τὰ μὲν ἄπειρα τὰ δ' οὔ, εἰ τὸ πᾶν ἄπειρον, οἷον τὸ πῦρ ἢ τὸ ὕδωρ· φθορὰ δὲ τὸ τοιοῦτον τοῖς ἐναντίοις [καθάπερ εἴρηται πρότερον])· [καὶ ...
148Aristoteles, Physica, 3, 7; 2
τοῦ τε γὰρ χρόνου ἔσται τις ἀρχὴ καὶ τε λευτή, καὶ τὰ μεγέθη οὐ διαιρετὰ εἰς μεγέθη, καὶ ἀριθμὸς οὐκ ἔσται ἄπειρος.
149Aristoteles, Physica, 3, 7; 6
οὐ δεῖ δὲ τὸ δυνάμει ὂν λαμβάνειν, ὥσπερ εἰ δυνατὸν τοῦτ' ἀνδρι άντα εἶναι, ὡς καὶ ἔσται τοῦτ' ἀνδριάς, οὕτω καὶ ἄπειρον ὃ ἔσται ἐνεργείᾳ· ἀλλ' ἐπεὶ πολλαχῶς τὸ εἶναι, ὥσπερ ἡ ἡμέρα ἔστι καὶ ὁ ἀγὼν τῷ ἀεὶ ἄλλο καὶ ἄλλο γίγνεσθαι, οὕτω καὶ τὸ ἄπειρον (καὶ γὰρ ἐπὶ τούτων ἔστι καὶ δυνάμει καὶ ἐνεργείᾳ· Ὀλύμπια γὰρ ἔστι καὶ τῷ δύνασθαι τὸν ἀγῶνα γίγνεσθαι καὶ τῷ γίγνεσθαι)· ἄλλως δ' ἔν τε τῷ χρόνῳ δῆλον [τὸ ἄπειρον] καὶ ἐπὶ τῶν ἀνθρώπων, καὶ ἐπὶ τῆς διαιρέσεως τῶν μεγεθῶν.
150Aristoteles, Physica, 3, 7; 10
ἄλλως μὲν οὖν οὐκ ἔστιν, οὕτως δ' ἔστι τὸ ἄπειρον, δυνάμει τε καὶ ἐπὶ καθαιρέσει (καὶ ἐντελεχείᾳ δὲ ἔστιν, ὡς τὴν ἡμέραν εἶναι λέγομεν καὶ τὸν ἀγῶνα)· καὶ δυ νάμει οὕτως ὡς ἡ ὕλη, καὶ οὐ καθ' αὑτό, ὡς τὸ πεπερασμέ νον.
151Aristoteles, Physica, 3, 7; 12
ὥστε δὲ παν τὸς ὑπερβάλλειν κατὰ τὴν πρόσθεσιν, οὐδὲ δυνάμει οἷόν τε εἶναι, εἴπερ μὴ ἔστι κατὰ συμβεβηκὸς ἐντελεχείᾳ ἄπειρον, ὥσπερ φασὶν οἱ φυσιολόγοι τὸ ἔξω σῶμα τοῦ κόσμου, οὗ ἡ οὐσία ἢ ἀὴρ ἢ ἄλλο τι τοιοῦτον, ἄπειρον εἶναι.
152Aristoteles, Physica, 3, 7; 13
ἀλλ' εἰ μὴ οἷόν τε εἶναι ἄπειρον ἐντελεχείᾳ σῶμα αἰσθητὸν οὕτω, φανε ρὸν ὅτι οὐδὲ δυνάμει ἂν εἴη κατὰ πρόσθεσιν, ἀλλ' ἢ ὥσπερ εἴρηται ἀντεστραμμένως τῇ διαιρέσει, ἐπεὶ καὶ Πλάτων διὰ τοῦτο δύο τὰ ἄπειρα ἐποίησεν, ὅτι καὶ ἐπὶ τὴν αὔξην δοκεῖ ὑπερβάλλειν καὶ εἰς ἄπειρον ἰέναι καὶ ἐπὶ τὴν καθαίρεσιν.
153Aristoteles, Physica, 3, 7; 17
σημεῖον δέ· καὶ γὰρ τοὺς δακτυλίους ἀπείρους λέγουσι τοὺς μὴ ἔχοντας σφενδόνην, ὅτι αἰεί τι ἔξω ἔστι λαμβάνειν, καθ' ὁμοιότητα μέν τινα λέγοντες, οὐ μέντοι κυρίως· δεῖ γὰρ τοῦτό τε ὑπάρχειν καὶ μηδέ ποτε τὸ αὐτὸ λαμβά νεσθαι· ἐν δὲ τῷ κύκλῳ οὐ γίγνεται οὕτως, ἀλλ' αἰεὶ τὸ ἐφεξῆς μόνον ἕτερον.
154Aristoteles, Physica, 3, 7; 25
ἔστι γὰρ τὸ ἄπειρον τῆς τοῦ μεγέθους τελειότητος ὕλη καὶ τὸ δυνάμει ὅλον, ἐντελεχείᾳ δ' οὔ, διαιρετὸν δ' ἐπί τε τὴν καθαίρεσιν καὶ τὴν ἀντεστραμμένην πρόσθεσιν, ὅλον δὲ καὶ πεπερασμένον οὐ καθ' αὑτὸ ἀλλὰ κατ' ἄλλο· καὶ οὐ περιέχει ἀλλὰ περιέχεται, ᾗ ἄπειρον.
155Aristoteles, Physica, 4, 1; 2
τά τε γὰρ ὄντα πάντες ὑπολαμβάνουσιν εἶναί που (τὸ γὰρ μὴ ὂν οὐδαμοῦ εἶναι· ποῦ γάρ ἐστι τραγέλαφος ἢ σφίγξ;
156Aristoteles, Physica, 4, 1; 8
φέρεται γὰρ ἕκαστον εἰς τὸν αὑτοῦ τόπον μὴ κω λυόμενον, τὸ μὲν ἄνω τὸ δὲ κάτω· ταῦτα δ' ἐστὶ τόπου μέρη καὶ εἴδη, τό τε ἄνω καὶ τὸ κάτω καὶ αἱ λοιπαὶ τῶν ἓξ διαστάσεων.
157Aristoteles, Physica, 4, 1; 22
οὔτε γὰρ στοιχεῖον οὔτ' ἐκ στοιχείων οἷόν τε εἶναι τοιαύτην ἔχοντα φύσιν, οὔτε τῶν σω ματικῶν οὔτε τῶν ἀσωμάτων· μέγεθος μὲν γὰρ ἔχει, σῶ μα δ' οὐδέν· ἔστι δὲ τὰ μὲν τῶν αἰσθητῶν στοιχεῖα σώματα, ἐκ δὲ τῶν νοητῶν οὐδὲν γίγνεται μέγεθος.
158Aristoteles, Physica, 4, 2; 4
ἄλλον δὲ τρό πον ἐκεῖ τε λέγων τὸ μεταληπτικὸν καὶ ἐν τοῖς λεγομένοις ἀγράφοις δόγμασιν, ὅμως τὸν τόπον καὶ τὴν χώραν τὸ αὐτὸ ἀπεφήνατο.
159Aristoteles, Physica, 4, 2; 6
εἰκότως δ' ἐκ τούτων σκοπουμένοις δόξειεν ἂν εἶναι χαλεπὸν γνωρίσαι τί ἐστιν ὁ τόπος, εἴπερ τούτων ὁποτερονοῦν ἐστίν, εἴτε ἡ ὕλη εἴτε τὸ εἶδος· ἄλλως τε γὰρ τὴν ἀκροτάτην ἔχει θέαν, καὶ χω ρὶς ἀλλήλων οὐ ῥᾴδιον γνωρίζειν.
160Aristoteles, Physica, 4, 2; 8
τὸ μὲν γὰρ εἶδος καὶ ἡ ὕλη οὐ χωρίζεται τοῦ πράγματος, τὸν δὲ τόπον ἐνδέχεται· ἐν ᾧ γὰρ ἀὴρ ἦν, ἐν τούτῳ πάλιν ὕδωρ, ὥσπερ ἔφαμεν, γίγνεται, ἀντιμεθισταμένων ἀλλήλοις τοῦ τε ὕδατος καὶ τοῦ ἀέρος, καὶ τῶν ἄλλων σωμάτων ὁμοίως, ὥστε οὔτε μόριον οὔθ' ἕξις ἀλλὰ χωριστὸς ὁ τόπος ἑκάστου ἐστί.
161Aristoteles, Physica, 4, 2; 11
δοκεῖ δὲ ἀεὶ τὸ ὄν που αὐτό τε εἶναί τι καὶ ἕτερόν τι ἐκτὸς αὐτοῦ.
162Aristoteles, Physica, 4, 4; 4
ὁ μὲν οὖν ἀμφορεὺς οὐκ ἔσται ἐν αὑτῷ, οὐδ' ὁ οἶνος· ὁ δὲ τοῦ οἴνου ἀμφορεὺς ἔσται· ὅ τε γὰρ καὶ ἐν ᾧ, ἀμφότερα τοῦ αὐτοῦ μόρια.
163Aristoteles, Physica, 4, 4; 8
οὔτε δὴ ἐπακτικῶς σκοποῦσιν οὐδὲν ὁρῶ μεν ἐν ἑαυτῷ κατ' οὐδένα τῶν διορισμῶν, τῷ τε λόγῳ δῆ λον ὅτι ἀδύνατον· δεήσει γὰρ ἀμφότερα ἑκάτερον ὑπάρ χειν, οἷον τὸν ἀμφορέα ἀγγεῖόν τε καὶ οἶνον εἶναι καὶ τὸν οἶνον οἶνόν τε καὶ ἀμφορέα, εἴπερ ἐνδέχεται αὐτό τι ἐν αὑτῷ εἶναι.
164Aristoteles, Physica, 4, 4; 11
ἀλλὰ μὴν οὐδὲ κατὰ συμβεβηκὸς ἐνδέχεται· ἅμα γὰρ δύο ἐν ταὐτῷ ἔσται· αὐτός τε γὰρ ἐν αὑτῷ ὁ ἀμφορεὺς ἔσται, εἰ οὗ ἡ φύσις δεκτική, τοῦτ' ἐνδέχεται ἐν αὑτῷ εἶναι, καὶ ἔτι ἐκεῖνο οὗ δεκτικόν, οἷον, εἰ οἴνου, ὁ οἶνος.
165Aristoteles, Physica, 4, 4; 13
ἐκεῖνο δὲ φα νερόν, ὅτι ἐπεὶ οὐδὲν τὸ ἀγγεῖον τοῦ ἐν αὐτῷ (ἕτερον γὰρ τὸ πρώτως ὅ τε καὶ ἐν ᾧ), οὐκ ἂν εἴη οὔτε ἡ ὕλη οὔτε τὸ εἶδος ὁ τόπος, ἀλλ' ἕτερον.
166Aristoteles, Physica, 4, 5; 4
δεῖ δὲ πειρᾶσθαι τὴν σκέψιν οὕτω ποιεῖσθαι ὅπως τὸ τί ἐστιν ἀποδοθήσεται, ὥστε τά τε ἀπορούμενα λύεσθαι, καὶ τὰ δοκοῦντα ὑπάρχειν τῷ τόπῳ ὑπάρχοντα ἔσται, καὶ ἔτι τὸ τῆς δυσκολίας αἴτιον καὶ τῶν περὶ αὐτὸν ἀπορημά των ἔσται φανερόν· οὕτω γὰρ ἂν κάλλιστα δεικνύοιτο ἕκαστον.
167Aristoteles, Physica, 4, 6; 5
καὶ συνεχὲς μὲν ὂν οὐκ ἐν ἐκείνῳ κινεῖται ἀλλὰ μετ' ἐκείνου, διῃρημένον δὲ ἐν ἐκείνῳ· καὶ ἐάν τε κινῆται τὸ περιέχον ἐάν τε μή, οὐδὲν ἧττον.
168Aristoteles, Physica, 4, 6; 20
δοκεῖ δὲ μέγα τι εἶναι καὶ χαλεπὸν ληφθῆναι ὁ τόπος διά τε τὸ παρεμφαίνεσθαι τὴν ὕλην καὶ τὴν μορφήν, καὶ διὰ τὸ ἐν ἠρεμοῦντι τῷ περιέχοντι γίγνεσθαι τὴν μετάστασιν τοῦ φερομένου· ἐνδέχεσθαι γὰρ φαί νεται εἶναι διάστημα μεταξὺ ἄλλο τι τῶν κινουμένων μεγε θῶν.
169Aristoteles, Physica, 4, 7; 8
τὸ γάρ που αὐτό τέ ἐστί τι, καὶ ἔτι ἄλλο τι δεῖ εἶναι παρὰ τοῦτο ἐν ᾧ, ὃ περιέχει· παρὰ δὲ τὸ πᾶν καὶ ὅλον οὐδέν ἐστιν ἔξω τοῦ παντός, καὶ διὰ τοῦτο ἐν τῷ οὐρανῷ πάντα· ὁ γὰρ οὐρανὸς τὸ πᾶν ἴσως.
170Aristoteles, Physica, 4, 8; 1
Τὸν αὐτὸν δὲ τρόπον ὑποληπτέον εἶναι τοῦ φυσικοῦ θεω ρῆσαι καὶ περὶ κενοῦ, εἰ ἔστιν ἢ μή, καὶ πῶς ἔστι, καὶ τί ἐστιν, ὥσπερ καὶ περὶ τόπου· καὶ γὰρ παραπλησίαν ἔχει τήν τε ἀπιστίαν καὶ τὴν πίστιν διὰ τῶν ὑπολαμβανομένων· οἷον γὰρ τόπον τινὰ καὶ ἀγγεῖον τὸ κενὸν τιθέασιν οἱ λέγοντες, δοκεῖ δὲ πλῆρες μὲν εἶναι, ὅταν ἔχῃ τὸν ὄγκον οὗ δεκτικόν ἐστιν, ὅταν δὲ στερηθῇ, κενόν, ὡς τὸ αὐτὸ μὲν ὂν κενὸν καὶ πλῆρες καὶ τόπον, τὸ δ' εἶναι αὐτοῖς οὐ ταὐτὸ ὄν.
171Aristoteles, Physica, 4, 8; 2
ἄρξασθαι δὲ δεῖ τῆς σκέψεως λαβοῦσιν ἅ τε λέγουσιν οἱ φάσκοντες εἶναι καὶ πάλιν ἃ λέγουσιν οἱ μὴ φάσκοντες, καὶ τρίτον τὰς κοινὰς περὶ αὐτῶν δόξας.
172Aristoteles, Physica, 4, 9; 18
ὅλως δὲ ὅ τε περὶ τῆς αὐ ξήσεως λόγος καὶ τοῦ εἰς τὴν τέφραν ἐγχεομένου ὕδατος αὐτὸς αὑτὸν ἐμποδίζει.
173Aristoteles, Physica, 4, 10; 29
εἰ γὰρ τὰ τέτταρα τῶν τριῶν ὑπερέχει ἑνί, πλείονι δὲ τοῖν δυοῖν, καὶ ἔτι πλείονι τοῦ ἑνὸς ἢ τοῖν δυοῖν, τοῦ δὲ μηδενὸς οὐκέτι ἔχει λόγον ᾧ ὑπερέχει· ἀνάγκη γὰρ τὸ ὑπερέχον διαιρεῖσθαι εἴς τε τὴν ὑπεροχὴν καὶ τὸ ὑπερεχόμενον, ὥστε ἔσται τὰ τέτ ταρα ὅσῳ τε ὑπερέχει καὶ οὐδέν.
174Aristoteles, Physica, 4, 10; 31
ὁμοίως δὲ καὶ τὸ κενὸν πρὸς τὸ πλῆρες οὐδένα οἷόν τε ἔχειν λόγον, ὥστε οὐδὲ τὴν κίνησιν, ἀλλ' εἰ διὰ τοῦ λεπτοτάτου ἐν τοσῳδὶ τὴν τοσήνδε φέρεται, διὰ τοῦ κενοῦ παντὸς ὑπερβάλλει λόγου.
175Aristoteles, Physica, 4, 10; 39
φανερὸν τοίνυν ὅτι, εἰ ἔστι χρόνος ἐν ᾧ τοῦ κενοῦ ὁτιοῦν οἰσθήσεται, συμβήσεται τοῦτο τὸ ἀδύνατον· ἐν ἴσῳ γὰρ ληφθήσεται πλῆρές τε ὂν διεξιέναι τι καὶ κενόν· ἔσται γάρ τι ἀνάλογον σῶμα ἕτερον πρὸς ἕτερον ὡς χρόνος πρὸς χρόνον.
176Aristoteles, Physica, 4, 11; 2
εἰ μὲν γὰρ μὴ ἔστι μανὸν καὶ πυκνόν, οὐδὲ συνιέναι καὶ πιλεῖσθαι οἷόν τε· εἰ δὲ τοῦτο μὴ εἴη, ἢ ὅλως κίνησις οὐκ ἔσται, ἢ κυμανεῖ τὸ ὅλον, ὥσπερ ἔφη Ξοῦθος, ἢ εἰς ἴσον ἀεὶ μεταβάλλειν ἀέρα καὶ ὕδωρ (λέγω δὲ οἷον εἰ ἐξ ὕδατος κυάθου γέγονεν ἀήρ, ἅμα ἐξ ἴσου ἀέρος ὕδωρ τοσοῦτον γεγενῆσθαι), ἢ κενὸν εἶναι ἐξ ἀνάγκης· συμπιλεῖσθαι γὰρ καὶ ἐπεκτείνεσθαι οὐκ ἐνδέχεται ἄλ λως.
177Aristoteles, Physica, 4, 11; 4
καίτοι πῶς οἷόν τε φορὰν εἶναι κενοῦ ἢ τόπον κενοῦ;
178Aristoteles, Physica, 4, 11; 18
] δύο γὰρ ἔστιν ἐφ' ἑκατέρου, τοῦ τε πυκνοῦ καὶ τοῦ μανοῦ· τό τε γὰρ βαρὺ καὶ τὸ σκληρὸν πυκνὰ δοκεῖ εἶναι, καὶ τἀναντία μανὰ τό τε κοῦφον καὶ τὸ μαλακόν· διαφωνεῖ δὲ τὸ βαρὺ καὶ τὸ σκληρὸν ἐπὶ μολίβδου καὶ σι δήρου.
179Aristoteles, Physica, 4, 12; 7
τὸ δὲ νῦν οὐ μέρος· μετρεῖ τε γὰρ τὸ μέρος, καὶ συγκεῖσθαι δεῖ τὸ ὅλον ἐκ τῶν μερῶν· ὁ δὲ χρόνος οὐ δοκεῖ συγκεῖσθαι ἐκ τῶν νῦν.
180Aristoteles, Physica, 4, 12; 10
ἐν αὑτῷ μὲν οὖν ἐφθάρθαι οὐχ οἷόν τε διὰ τὸ εἶναι τότε, ἐν ἄλλῳ δὲ νῦν ἐφθάρθαι τὸ πρότερον νῦν οὐκ ἐνδέχεται.
181Aristoteles, Physica, 4, 12; 14
ἔτι εἰ τὸ ἅμα εἶναι κατὰ χρόνον καὶ μήτε πρότερον μήτε ὕστερον τὸ ἐν τῷ αὐτῷ εἶναι καὶ ἑνὶ [τῷ] νῦν ἐστιν, εἰ τά τε πρότερον καὶ τὰ ὕστερον ἐν τῷ νῦν τῳδί ἐστιν, ἅμα ἂν εἴη τὰ ἔτος γενόμενα μυριοστὸν τοῖς γε νομένοις τήμερον, καὶ οὔτε πρότερον οὔτε ὕστερον οὐδὲν ἄλλο ἄλλου.
182Aristoteles, Physica, 4, 12; 15
περὶ μὲν οὖν τῶν ὑπαρχόντων αὐτῷ τοσαῦτ' ἔστω διη πορημένα· τί δ' ἐστὶν ὁ χρόνος καὶ τίς αὐτοῦ ἡ φύσις, ὁμοίως ἔκ τε τῶν παραδεδομένων ἄδηλόν ἐστιν, καὶ περὶ ὧν τυγχά νομεν διεληλυθότες πρότερον.
183Aristoteles, Physica, 4, 12; 19
ἡ δὲ τοῦ ὅλου σφαῖρα ἔδοξε μὲν τοῖς εἰποῦσιν εἶναι ὁ χρόνος, ὅτι ἔν τε τῷ χρόνῳ πάντα ἐστὶν καὶ ἐν τῇ τοῦ ὅλου σφαίρᾳ· ἔστιν δ' εὐηθικώτερον τὸ εἰρημένον ἢ ὥστε περὶ αὐτοῦ τὰ ἀδύνατα ἐπισκοπεῖν.
184Aristoteles, Physica, 4, 13; 31
καὶ συνεχής τε δὴ ὁ χρόνος τῷ νῦν, καὶ διῄρηται κατὰ τὸ νῦν· ἀκολουθεῖ γὰρ καὶ τοῦτο τῇ φορᾷ καὶ τῷ φερομένῳ.
185Aristoteles, Physica, 4, 13; 35
ὥσθ' ὁ χρόνος ἀριθμὸς οὐχ ὡς τῆς αὐτῆς στιγμῆς, ὅτι ἀρχὴ καὶ τελευτή, ἀλλ' ὡς τὰ ἔσχατα τῆς γραμμῆς μᾶλλον – καὶ οὐχ ὡς τὰ μέρη, διά τε τὸ εἰρημένον (τῇ γὰρ μέσῃ στιγμῇ ὡς δυσὶ χρήσεται, ὥστε ἠρεμεῖν συμβήσεται), καὶ ἔτι φανερὸν ὅτι οὐδὲν μόριον τὸ νῦν τοῦ χρόνου, οὐδ' ἡ διαίρεσις τῆς κινή σεως, ὥσπερ οὐδ' ἡ στιγμὴ τῆς γραμμῆς· αἱ δὲ γραμμαὶ αἱ δύο τῆς μιᾶς μόρια.
186Aristoteles, Physica, 4, 14; 35
ὅσα μὲν οὖν φθαρτὰ καὶ γενητὰ καὶ ὅλως ὁτὲ μὲν ὄντα ὁτὲ δὲ μή, ἀνάγκη ἐν χρόνῳ εἶναι (ἔστιν γὰρ χρόνος τις πλείων, ὃς ὑπερέξει τοῦ τε εἶναι αὐτῶν καὶ τοῦ μετροῦντος τὴν οὐσίαν αὐτῶν)· τῶν δὲ μὴ ὄντων ὅσα μὲν περιέχει ὁ χρόνος, τὰ μὲν ἦν, οἷον Ὅμηρός ποτε ἦν, τὰ δὲ ἔσται, οἷον τῶν μελλόντων τι, ἐφ' ὁπότερα περι έχει· καὶ εἰ ἐπ' ἄμφω, ἀμφότερα [καὶ ἦν καὶ ἔσται]· ὅσα δὲ μὴ περιέχει μηδαμῇ, οὔτε ἦν οὔτε ἔστιν οὔτε ἔσται.
187Aristoteles, Physica, 4, 16; 4
(ἐναντίως δὲ λέγεται τὸ πρότερον κατά τε τὸν παρεληλυθότα χρόνον καὶ τὸν μέλλοντα· ἐν μὲν γὰρ τῷ παρεληλυθότι πρότερον λέγομεν τὸ πορρώτερον τοῦ νῦν, ὕστερον δὲ τὸ ἐγγύτερον, ἐν δὲ τῷ μέλλοντι πρότερον μὲν τὸ ἐγγύτερον, ὕστερον δὲ τὸ πορρώτερον.
188Aristoteles, Physica, 4, 17; 2
ἢ ὅτι κινήσεώς τι πά θος ἢ ἕξις, ἀριθμός γε ὤν, ταῦτα δὲ κινητὰ πάντα (ἐν τόπῳ γὰρ πάντα), ὁ δὲ χρόνος καὶ ἡ κίνησις ἅμα κατά τε δύνα μιν καὶ κατ' ἐνέργειαν;
189Aristoteles, Physica, 4, 17; 14
οὕτω δὲ καὶ τῶν κινήσεων τῶν ἅμα περαινομένων ὁ αὐ τὸς χρόνος, ἀλλ' ἡ μὲν ταχεῖα ἴσως ἡ δ' οὔ, καὶ ἡ μὲν φορὰ ἡ δ' ἀλλοίωσις· ὁ μέντοι χρόνος ὁ αὐτός, εἴπερ καὶ [ὁ ἀριθμὸς] ἴσος καὶ ἅμα, τῆς τε ἀλλοιώσεως καὶ τῆς φορᾶς.
190Aristoteles, Physica, 4, 17; 16
ἐπεὶ δ' ἔστι φορὰ καὶ ταύτης ἡ κύκλῳ, ἀριθμεῖται δ' ἕκαστον ἑνί τινι συγγενεῖ, μονάδες μονάδι, ἵπποι δ' ἵππῳ, οὕτω καὶ ὁ χρόνος χρόνῳ τινὶ ὡρισμένῳ, μετρεῖται δ', ὥσπερ εἴπομεν, ὅ τε χρόνος κι νήσει καὶ ἡ κινήσις χρόνῳ (τοῦτο δ' ἐστίν, ὅτι ὑπὸ τῆς ὡρις μένης κινήσεως χρόνῳ μετρεῖται τῆς τε κινήσεως τὸ ποσὸν καὶ τοῦ χρόνου) – εἰ οὖν τὸ πρῶτον μέτρον πάντων τῶν συγ γενῶν, ἡ κυκλοφορία ἡ ὁμαλὴς μέτρον μάλιστα, ὅτι ὁ ἀρι θμὸς ὁ ταύτης γνωριμώτατος.
191Aristoteles, Physica, 5, 1; 12
ἡ μὲν οὖν κατὰ συμβεβηκὸς μεταβολὴ ἀφείσθω· ἐν ἅπασί τε γάρ ἐστι καὶ αἰεὶ καὶ πάντων· ἡ δὲ μὴ κατὰ συμβεβηκὸς οὐκ ἐν ἅπασιν, ἀλλ' ἐν τοῖς ἐναντίοις καὶ τοῖς μεταξὺ καὶ ἐν ἀντιφάσει· τούτου δὲ πίστις ἐκ τῆς ἐπαγωγῆς.
192Aristoteles, Physica, 5, 1; 16
ὕστε ἀνάγκη ἐκ τῶν εἰρημένων τρεῖς εἶναι μεταβολάς, τήν τε ἐξ ὑποκειμένου εἰς ὑποκείμενον, καὶ τὴν ἐξ ὑποκειμένου εἰς μὴ ὑποκείμενον, καὶ τὴν ἐκ μὴ ὑποκειμένου εἰς ὑποκείμενον.
193Aristoteles, Physica, 5, 1; 20
ταῦτά τε δὴ συμβαίνει δυσχερῆ [τῷ κινεῖσθαι τὸ μὴ ὄν] καὶ εἰ πᾶν τὸ κινούμενον ἐν τόπῳ, τὸ δὲ μὴ ὂν οὐκ ἔστιν ἐν τόπῳ· εἴη γὰρ ἄν που.
194Aristoteles, Physica, 5, 1; 24
εἰ οὖν αἱ κατηγορίαι διῄρηνται οὐσίᾳ καὶ ποιότητι καὶ τῷ ποὺ [καὶ τῷ ποτὲ] καὶ τῷ πρός τι καὶ τῷ ποσῷ καὶ τῷ ποιεῖν ἢ πάσχειν, ἀνάγκη τρεῖς εἶναι κι νήσεις, τήν τε τοῦ ποιοῦ καὶ τὴν τοῦ ποσοῦ καὶ τὴν κατὰ τόπον.
195Aristoteles, Physica, 5, 2; 11
ἐπεὶ δὲ τῶν ἀπείρων οὐκ ἔστιν τι πρῶτον, οὐκ ἔσται τὸ πρῶτον, ὥστ' οὐδὲ τὸ ἐχόμενον· οὔτε γί γνεσθαι οὖν οὔτε κινεῖσθαι οἷόν τε οὔτε μεταβάλλειν οὐδέν.
196Aristoteles, Physica, 5, 2; 28
ὅτι μὲν οὖν αὗται τρεῖς μόναι κινήσεις εἰσίν, ἐκ τούτων δῆ λον· ἀκίνητον δ' ἐστὶ τό τε ὅλως ἀδύνατον κινηθῆναι, ὥσπερ ὁ ψόφος ἀόρατος, καὶ τὸ ἐν πολλῷ χρόνῳ μόλις κινούμε νον ἢ τὸ βραδέως ἀρχόμενον, ὃ λέγεται δυσκίνητον, καὶ τὸ πεφυκὸς μὲν κινεῖσθαι καὶ δυνάμενον, μὴ κινούμενον δὲ τότετε πέφυκε καὶ οὗ καὶ ὥς, ὅπερ ἠρεμεῖν καλῶ τῶν ἀκινή των μόνον· ἐναντίον γὰρ ἠρεμία κινήσει, ὥστε στέρησις ἂν εἴη τοῦ δεκτικοῦ.
197Aristoteles, Physica, 5, 3; 6
τοῦτο δὲ ἔν τε ταῖς κατὰ τόπον καὶ ἐν ταῖς ἄλ λαις μεταβολαῖς φανερόν.
198Aristoteles, Physica, 5, 3; 12
τοῦτο δ' οὐχ οἷόν τε δυοῖν ὄντοιν εἶναι τοῖν ἐσχάτοιν.
199Aristoteles, Physica, 5, 3; 17
ὥστ' εἰ ἔστι στιγμὴ καὶ μονὰς οἵας λέ γουσι κεχωρισμένας, οὐχ οἷόν τε εἶναι μονάδα καὶ στιγμὴν τὸ αὐτό· ταῖς μὲν γὰρ ὑπάρχει τὸ ἅπτεσθαι, ταῖς δὲ μο νάσιν τὸ ἐφεξῆς, καὶ τῶν μὲν ἐνδέχεται εἶναί τι μεταξύ (πᾶσα γὰρ γραμμὴ μεταξὺ στιγμῶν), τῶν δ' οὐκ ἀνάγκη· οὐδὲ γὰρ μεταξὺ δυάδος καὶ μονάδος.
200Aristoteles, Physica, 5, 4; 17
αὗται μὲν οὖν εἰσιν αἱ ἀπορίαι ἔξω τῆς νῦν σκέψεως· ἐπεὶ δὲ συνεχὴς πᾶσα κίνησις, τήν τε ἁπλῶς μίαν ἀνάγκη καὶ συνεχῆ εἶναι, εἴπερ πᾶσα διαιρετή, καὶ εἰ συνεχής, μίαν.
201Aristoteles, Physica, 5, 4; 24
τίς μὲν οὖν κίνησις ἁπλῶς μία, εἴρηται· ἔτι δὲ λέγεται μία καὶ ἡ τέλειος, ἐάν τε κατὰ γένος ἐάν τε κατ' εἶδος ᾖ ἐάν τε κατ' οὐσίαν, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων τὸ τέλειον καὶ ὅλον τοῦ ἑνός.
202Aristoteles, Physica, 6, 3; 7
οὔτε δὴ τὸ ἄπειρον οἷόν τε ἐν πεπερασμένῳ χρόνῳ διελθεῖν, οὔτ' ἐν ἀπείρῳ τὸ πεπερασμένον· ἀλλ' ἐάν τε ὁ χρόνος ἄπειρος ᾖ, καὶ τὸ μέγεθος ἔσται ἄπειρον, ἐάν τε τὸ μέγεθος, καὶ ὁ χρόνος.
203Aristoteles, Physica, 6, 6; 9
ἐπεὶ δὲ πᾶν τὸ κινούμενον ἔν τινι κινεῖται καὶ χρόνον τινά, καὶ παντὸς ἔστι κίνησις, ἀνάγκη τὰς αὐτὰς εἶναι διαιρέσεις τοῦ τε χρόνου καὶ τῆς κινήσεως καὶ τοῦ κινεῖσθαι καὶ τοῦ κινουμένου καὶ ἐν ᾧ ἡ κίνησις (πλὴν οὐ πάντων ὁμοίως ἐν οἷς ἡ κίνησις, ἀλλὰ τοῦ μὲν τόπου καθ' αὑτό, τοῦ δὲ ποιοῦ κατὰ συμβεβηκός).
204Aristoteles, Physica, 6, 6; 16
ἔστι δὲ καὶ ἐκθέμενον τὸ καθ' ἑκα τέραν τῶν κινήσεων κινεῖσθαι, οἷον κατά τε τὴν ΔΓ καὶ τὴν ΓΕ, λέγειν ὅτι τὸ ὅλον ἔσται κατὰ τὴν ὅλην (εἰ γὰρ ἄλλο, πλείω ἔσται κινεῖσθαι κατὰ τὴν αὐτὴν κίνησιν), ὥσπερ ἐδεί ξαμεν καὶ τὴν κίνησιν διαιρετὴν εἰς τὰς τῶν μερῶν κινήσεις οὖσαν· ληφθέντος γὰρ τοῦ κινεῖσθαι καθ' ἑκατέραν συνεχὲς ἔσται τὸ ὅλον.
205Aristoteles, Physica, 6, 7; 13
φανερὸν οὖν ὅτι καὶ τὸ γεγονός, ὅτε γέγονεν, ἔσται, καὶ τὸ ἐφθαρ μένον οὐκ ἔσται· καθόλου τε γὰρ εἴρηται περὶ πάσης με ταβολῆς, καὶ μάλιστα δῆλον ἐν τῇ κατ' ἀντίφασιν.
206Aristoteles, Physica, 6, 7; 22
τὸ μὲν οὖν κατὰ τὸ τέλος τῆς μεταβολῆς πρῶ τον λεγόμενον ὑπάρχει τε καὶ ἔστιν (ἐνδέχεται γὰρ ἐπιτε λεσθῆναι μεταβολὴν καὶ ἔστι μεταβολῆς τέλος, ὃ δὴ καὶ δέδεικται ἀδιαίρετον ὂν διὰ τὸ πέρας εἶναι)· τὸ δὲ κατὰ τὴν ἀρχὴν ὅλως οὐκ ἔστιν· οὐ γὰρ ἔστιν ἀρχὴ μεταβολῆς, οὐδ' ἐν ᾧ πρώτῳ τοῦ χρόνου μετέβαλλεν.
207Aristoteles, Physica, 6, 7; 35
τρία γάρ ἐστιν ἃ λέγεται κατὰ τὴν μετα βολήν, τό τε μεταβάλλον καὶ ἐν ᾧ καὶ εἰς ὃ μετα βάλλει, οἷον ὁ ἄνθρωπος καὶ ὁ χρόνος καὶ τὸ λευκόν.
208Aristoteles, Physica, 6, 8; 21
ἡ γὰρ αὐτὴ ἀπόδειξις καὶ ἐν τοῖς μὴ συνεχέσιν, οἷον ἔν τε τοῖς ἐναντίοις καὶ ἐν ἀντιφάσει· ληψόμεθα γὰρ τὸν χρόνον ἐν ᾧ μεταβέβληκεν, καὶ πάλιν ταὐτὰ ἐροῦμεν.
209Aristoteles, Physica, 6, 9; 4
εἰ δὴ ἀνάγκη πρότερον ἕτερον ἑτέρου κεκινῆσθαι (τοῦτο δὲ δῆλον, ὅτι τοῦ χρόνου ἐν τῷ προτέρῳ καὶ ὑστέρῳ ἕτερον κεκίνηται· ἀεὶ γὰρ ἐν τῷ πλείονι ἕτερον ἔσται κεκινημένον, ἐάν τε ἰσο ταχῶς ἐάν τε μὴ ἰσοταχῶς μεταβάλλῃ, καὶ ἐάν τε ἐπι τείνῃ ἡ κίνησις ἐάν τε ἀνιῇ ἐάν τε μένῃ, οὐθὲν ἧττον), εἰλήφθω δή τι τοῦ ΑΒ διαστήματος, τὸ ΑΕ, ὃ καταμετρήσει τὴν ΑΒ.
210Aristoteles, Physica, 6, 9; 5
τοῦτο δὴ τοῦ ἀπείρου ἔν τινι ἐγένετο χρόνῳ· ἐν ἀπείρῳ γὰρ οὐχ οἷόν τε· τὸ γὰρ ἅπαν ἐν ἀπείρῳ.
211Aristoteles, Physica, 6, 9; 7
καὶ οὕτω δὴ λαμβάνων, ἐπειδὴ τοῦ μὲν ἀπείρου οὐθὲν ἔστι μόριον ὃ καταμετρήσει (ἀδύ νατον γὰρ τὸ ἄπειρον εἶναι ἐκ πεπερασμένων καὶ ἴσων καὶ ἀνίσων, διὰ τὸ καταμετρηθήσεσθαι τὰ πεπερασμένα πλήθει καὶ μεγέθει ὑπό τινος ἑνός, ἐάν τε ἴσα ᾖ ἐάν τε ἄνισα, ὡρισμένα δὲ τῷ μεγέθει, οὐθὲν ἧττον), τὸ δὲ διάστημα τὸ πε περασμένον ποσοῖς τοῖς ΑΕ μετρεῖται, ἐν πεπερασμένῳ ἂν χρόνῳ τὸ ΑΒ κινοῖτο (ὡσαύτως δὲ καὶ ἐπὶ ἠρεμήσεως)· ὥστε οὔτε γίγνεσθαι οὔτε φθείρεσθαι οἷόν τε ἀεί τι τὸ αὐτὸ καὶ ἕν.
212Aristoteles, Physica, 6, 10; 1
ὁ αὐτὸς δὲ λόγος καὶ ὅτι οὐδ' ἐν πεπερασμένῳ χρόνῳ ἄπει ρον οἷόν τε κινεῖσθαι οὐδ' ἠρεμίζεσθαι, οὔθ' ὁμαλῶς κινούμενον οὔτ' ἀνωμάλως.
213Aristoteles, Physica, 6, 10; 3
οὐδέν τε διαφέρει τὸ μέγεθος ἐπὶ θάτερα ἢ ἐπ' ἀμφότερα εἶναι ἄπειρον· ὁ γὰρ αὐτὸς ἔσται λόγος.
214Aristoteles, Physica, 6, 15; 1
οὐδὲ δὴ κατὰ τὴν ἐν τῇ ἀντιφάσει μεταβολὴν οὐθὲν ἡμῖν ἔσται ἀδύνατον, οἷον εἰ ἐκ τοῦ μὴ λευκοῦ εἰς τὸ λευκὸν μετα βάλλει καὶ ἐν μηδετέρῳ ἐστίν, ὡς ἄρα οὔτε λευκὸν ἔσται οὔτε οὐ λευκόν· οὐ γὰρ εἰ μὴ ὅλον ἐν ὁποτερῳοῦν ἐστιν, οὐ λεχθή σεται λευκὸν ἢ οὐ λευκόν· λευκὸν γὰρ λέγομεν ἢ οὐ λευκὸν οὐ τῷ ὅλον εἶναι τοιοῦτον, ἀλλὰ τῷ τὰ πλεῖστα ἢ τὰ κυ ριώτατα μέρη· οὐ ταὐτὸ δ' ἐστὶν μὴ εἶναί τε ἐν τούτῳ καὶ μὴ εἶναι ἐν τούτῳ ὅλον.
215Aristoteles, Physica, 6, 16; 3
) καὶ γὰρ αἱ τῶν μερῶν κινήσεις ἕτεραί εἰσι κατ' αὐτά τε τὰ μέρη καὶ κατὰ τὴν τοῦ ὅλου κίνησιν.
216Aristoteles, Physica, 6, 16; 4
ἴδοι δ' ἄν τις ἐπὶ τῆς σφαίρας μάλιστα τὴν διαφοράν· οὐ γὰρ ταὐτὸν τάχος ἐστὶ τῶν τε πρὸς τῷ κέντρῳ καὶ τῶν ἐκτὸς καὶ τῆς ὅλης, ὡς οὐ μιᾶς οὔσης κινήσεως.
217Aristoteles, Physica, 7, 1; 2
πρῶτον μὲν οὖν τὸ ὑπολαμβάνειν τὸ ΑΒ ὑφ' ἑαυτοῦ κι νεῖσθαι διὰ τὸ ὅλον τε κινεῖσθαι καὶ ὑπ' οὐδενὸς τῶν ἔξωθεν ὅμοιόν ἐστιν ὥσπερ εἰ τοῦ ΚΛ κινοῦντος τὸ ΛΜ καὶ αὐτοῦ κινουμένου εἰ μὴ φάσκοι τις τὸ ΚΜ κινεῖσθαι ὑπό τινος, διὰ τὸ μὴ φανερὸν εἶναι πότερον τὸ κινοῦν καὶ πότερον τὸ κινούμενον· εἶτα τὸ μὴ ὑπό τινος κινούμενον οὐκ ἀνάγκη παύσασθαι κινούμενον τῷ ἄλλο ἠρεμεῖν, ἀλλ' εἴ τι ἠρεμεῖ τῷ ἄλλο πεπαῦσθαι κινούμενον, ἀνάγκη ὑπό τινος αὐτὸ κινεῖσθαι.
218Aristoteles, Physica, 7, 1; 19
ἐπεὶ δὴ ἄπειρα τὰ κινοῦντα καὶ τὰ κινούμενα, καὶ ἡ κίνησις ἡ ΕΖΗΘ ἡ ἐξ ἁπασῶν ἄπειρος ἔσται· ἐνδέχεται μὲν γὰρ ἴσην εἶναι τὴν τοῦ Α καὶ τοῦ Β καὶ τὴν τῶν ἄλλων, ἐνδέχεται δὲ μείζους τὰς τῶν ἄλλων, ὥστε εἴ τε ἴσαι εἴ τε μείζους, ἀμφοτέρως ἄπειρος ἡ ὅλη· λαμ βάνομεν γὰρ τὸ ἐνδεχόμενον.
219Aristoteles, Physica, 7, 2; 2
ἐπεὶ δὲ τρεῖς αἱ κινήσεις, ἥ τε κατὰ τόπον καὶ ἡ κατὰ τὸ ποιὸν καὶ ἡ κατὰ τὸ ποσόν, ἀνάγκη καὶ τὰ κινοῦντα τρία εἶναι, τό τε φέρον καὶ τὸ ἀλλοιοῦν καὶ τὸ αὖξον ἢ φθῖνον.
220Aristoteles, Physica, 7, 2; 14
ἡ μὲν γὰρ ὄχησις κατὰ τούτων τινὰ τῶν τριῶν τρόπων ἐστίν (τὸ μὲν γὰρ ὀχούμενον κινεῖται κατὰ συμβεβηκός, ὅτι ἐν κινουμένῳ ἐστὶν ἢ ἐπὶ κινουμένου τινός, τὸ δ' ὀχοῦν ὀχεῖ ἢ ἑλκόμενον ἢ ὠθούμενον ἢ δινούμενον, ὥστε κοινή ἐστιν ἁπασῶν τῶν τριῶν ἡ ὄχησις)· ἡ δὲ δίνησις σύγκειται ἐξ ἕλξεώς τε καὶ ὤσεως· ἀνάγκη γὰρ τὸ δινοῦν τὸ μὲν ἕλκειν τὸ δ' ὠθεῖν· τὸ μὲν γὰρ ἀφ' αὑτοῦ τὸ δὲ πρὸς αὑτὸ ἄγει.
221Aristoteles, Physica, 7, 3; 8
ταῦτα γάρ ἐστι πάθη τῆς ὑποκειμένης ποιότητος· ἢ γὰρ θερμαινόμενον ἢ γλυκαινόμενον ἢ πυκνούμενον ἢ ξηραινό μενον ἢ λευκαινόμενον ἀλλοιοῦσθαί φαμεν, ὁμοίως τό τε ἄψυχον καὶ τὸ ἔμψυχον λέγοντες, καὶ πάλιν τῶν ἐμψύχων τά τε μὴ αἰσθητικὰ τῶν μερῶν καὶ αὐτὰς τὰς αἰσθήσεις.
222Aristoteles, Physica, 7, 3; 18
οὐδὲ μὴν τοῦ αὐξανομένου τε καὶ αὔξοντος· αὐξάνει γὰρ τὸ πρῶ τον αὖξον προσγιγνόμενον, ὥστε ἓν γίγνεσθαι τὸ ὅλον.
223Aristoteles, Physica, 7, 4; 2
τῶν γὰρ ἄλλων μάλιστ' ἄν τις ὑπολάβοι ἔν τε τοῖς σχή μασι καὶ ταῖς μορφαῖς καὶ ἐν ταῖς ἕξεσι καὶ ταῖς τούτων λήψεσι καὶ ἀποβολαῖς ἀλλοίωσιν ὑπάρχειν· ἐν οὐδετέροις δ' ἔστιν.
224Aristoteles, Physica, 7, 6; 10
φανερὸν οὖν ἐκ τῶν εἰρημένων ὅτι τὸ ἀλλοι οῦσθαι καὶ ἡ ἀλλοίωσις ἔν τε τοῖς αἰσθητοῖς γίγνεται καὶ ἐν τῷ αἰσθητικῷ μορίῳ τῆς ψυχῆς, ἐν ἄλλῳ δ' οὐδενὶ πλὴν κατὰ συμβεβηκός.
225Aristoteles, Physica, 7, 7; 6
ἄτοπόν τε γὰρ εἰ μὴ ἔστιν κύκλῳ ὁμοίως τουτὶ κινεῖσθαι καὶ τουτὶ ἐπὶ τῆς εὐ θείας, ἀλλ' εὐθὺς ἀνάγκη ἢ θᾶττον ἢ βραδύτερον, ὥσπερ ἂν εἰ κάταντες, τὸ δ' ἄναντες· οὐδὲ διαφέρει οὐδὲν τῷ λόγῳ, εἴ τίς φησιν ἀνάγκην εἶναι θᾶττον εὐθὺς ἢ βραδύ τερον κινεῖσθαι· ἔσται γὰρ μείζων καὶ ἐλάττων ἡ περιφερὴς τῆς εὐθείας, ὥστε καὶ ἴση.
226Aristoteles, Physica, 7, 7; 33
καὶ σημαίνει ὁ λόγος οὗτος ὅτι τὸ γένος οὐχ ἕν τι, ἀλλὰ παρὰ τοῦτο λαν θάνει πολλά, εἰσίν τε τῶν ὁμωνυμιῶν αἱ μὲν πολὺ ἀπέχου σαι, αἱ δὲ ἔχουσαί τινα ὁμοιότητα, αἱ δ' ἐγγὺς ἢ γένει ἢ ἀναλογίᾳ, διὸ οὐ δοκοῦσιν ὁμωνυμίαι εἶναι οὖσαι.
227Aristoteles, Physica, 7, 8; 4
καὶ εἰ τὸ Ε τὸ Ζ κινεῖ ἐν τῷ Δ τὴν Γ, οὐκ ἀνάγκη ἐν τῷ ἴσῳ χρόνῳ τὸ ἐφ' οὗ Ε τὸ διπλάσιον τοῦ Ζ κινεῖν τὴν ἡμίσειαν τῆς Γ· εἰ δὴ τὸ Α τὴν τὸ Β κινεῖ ἐν τῷ Δ ὅσην ἡ τὸ Γ, τὸ ἥμισυ τοῦ Α τὸ ἐφ' ᾧ Ε τὴν τὸ Β οὐ κινήσει ἐν τῷ χρόνῳ ἐφ' ᾧ τὸ Δ οὐδ' ἔν τινι τοῦ Δ τι τῆς Γ ἀνάλογον πρὸς τὴν ὅλην τὴν Γ ὡς τὸ Α πρὸς τὸ Ε· ὅλως γὰρ εἰ ἔτυχεν οὐ κινήσει οὐδέν· οὐ γὰρ εἰ ἡ ὅλη ἰσχὺς τοσήνδε ἐκίνησεν, ἡ ἡμίσεια οὐ κινήσει οὔτε ποσὴν οὔτ' ἐν ὁποσῳοῦν· εἷς γὰρ ἂν κινοίη τὸ πλοῖον, εἴπερ ἥ τε τῶν νεωλκῶν τέμνεται ἰσχὺς εἰς τὸν ἀριθμὸν καὶ τὸ μῆκος ὃ πάντες ἐκίνησαν.
228Aristoteles, Physica, 8, 1; 2
εἶναι μὲν οὖν κίνησιν πάντες φασὶν οἱ περὶ φύσεώς τι λέγοντες διὰ τὸ κοσμοποιεῖν καὶ περὶ γενέσεως καὶ φθορᾶς εἶναι τὴν θεωρίαν πᾶσαν αὐτοῖς, ἣν ἀδύνατον ὑπάρχειν μὴ κινήσεως οὔσης· ἀλλ' ὅσοι μὲν ἀπείρους τε κό σμους εἶναί φασιν, καὶ τοὺς μὲν γίγνεσθαι τοὺς δὲ φθείρεσθαι τῶν κόσμων, ἀεί φασιν εἶναι κίνησιν (ἀναγκαῖον γὰρ τὰς γενέσεις καὶ τὰς φθορὰς εἶναι μετὰ κινήσεως αὐτῶν)· ὅσοι δ' ἕνα ἢ μὴ ἀεί, καὶ περὶ τῆς κινήσεως ὑποτίθενται κατὰ λόγον.
229Aristoteles, Physica, 8, 1; 3
εἰ δὴ ἐνδέχεταί ποτε μηδὲν κινεῖσθαι, διχῶς ἀνάγκη τοῦτο συμβαίνειν· ἢ γὰρ ὡς Ἀναξαγόρας λέγει (φησὶν γὰρ ἐκεῖνος, ὁμοῦ πάντων ὄντων καὶ ἠρεμούντων τὸν ἄπειρον χρό νον, κίνησιν ἐμποιῆσαι τὸν νοῦν καὶ διακρῖναι), ἢ ὡς Ἐμπε δοκλῆς ἐν μέρει κινεῖσθαι καὶ πάλιν ἠρεμεῖν, κινεῖσθαι μὲν ὅταν ἡ φιλία ἐκ πολλῶν ποιῇ τὸ ἓν ἢ τὸ νεῖκος πολλὰ ἐξ ἑνός, ἠρεμεῖν δ' ἐν τοῖς μεταξὺ χρόνοις, λέγων οὕτως ᾗ μὲν ἓν ἐκ πλεόνων μεμάθηκε φύεσθαι, ἠδὲ πάλιν διαφύντος ἑνὸς πλέον' ἐκτελέθουσιν, τῇ μὲν γίγνονταί τε καὶ οὔ σφισιν ἔμπεδος αἰών· ᾗ δὲ τάδ' ἀλλάσσοντα διαμπερὲς οὐδαμὰ λήγει, ταύτῃ δ' αἰὲν ἔασιν ἀκίνητοι κατὰ κύκλον.
230Aristoteles, Physica, 8, 1; 27
τὸ γὰρ ἔσχατον τοῦ τελευταίου ληφθέντος χρόνου ἔν τινι τῶν νῦν ἔσται (οὐδὲν γὰρ ἔστι λαβεῖν ἐν τῷ χρόνῳ παρὰ τὸ νῦν), ὥστ' ἐπεί ἐστιν ἀρχή τε καὶ τελευτὴ τὸ νῦν, ἀνάγκη αὐτοῦ ἐπ' ἀμφότερα εἶναι ἀεὶ χρόνον.
231Aristoteles, Physica, 8, 3; 3
ἐνδέχεται γὰρ τὰ μὲν ἀεὶ τῶν ὄντων ἀκίνητα εἶναι, τὰ δ' ἀεὶ κινούμενα, τὰ δ' ἀμφοτέρων μεταλαμβάνειν· ὅπερ ἡμῖν λεκτέον ἐστίν· τοῦτο γὰρ ἔχει λύσιν τε πάντων τῶν ἀπορουμένων, καὶ τέλος ἡμῖν ταύτης τῆς πραγματείας ἐστίν.
232Aristoteles, Physica, 8, 3; 7
οὔτε γὰρ αὐξάνεσθαι οὔτε φθίνειν οἷόν τε συνεχῶς, ἀλλ' ἔστι καὶ τὸ μέσον.
233Aristoteles, Physica, 8, 3; 15
κατά τε τὸ φέρε σθαι θαυμαστὸν εἰ λέληθεν ὁ λίθος κάτω φερόμενος ἢ μένων ἐπὶ τῆς γῆς.
234Aristoteles, Physica, 8, 3; 27
ὅτι μὲν τοίνυν οὐχ οἷόν τε πάντ' ἠρεμεῖν, εἴρηται μὲν καὶ πρότε ρον, εἴπωμεν δὲ καὶ νῦν.
235Aristoteles, Physica, 8, 4; 1
Τῶν δὴ κινούντων καὶ κινουμένων τὰ μὲν κατὰ συμβε βηκὸς κινεῖ καὶ κινεῖται, τὰ δὲ καθ' αὑτά, κατὰ συμβε βηκὸς μὲν οἷον ὅσα τε τῷ ὑπάρχειν τοῖς κινοῦσιν ἢ κινου μένοις καὶ τὰ κατὰ μόριον, τὰ δὲ καθ' αὑτά, ὅσα μὴ τῷ ὑπάρχειν τῷ κινοῦντι ἢ τῷ κινουμένῳ, μηδὲ τῷ μόριόν τι αὐτῶν κινεῖν ἢ κινεῖσθαι.
236Aristoteles, Physica, 8, 4; 3
τό τε γὰρ αὐτὸ ὑφ' αὑτοῦ κινούμενον φύ σει κινεῖται, οἷον ἕκαστον τῶν ζῴων (κινεῖται γὰρ τὸ ζῷον αὐτὸ ὑφ' αὑτοῦ, ὅσων δ' ἡ ἀρχὴ ἐν αὐτοῖς τῆς κινήσεως, ταῦτα φύσει φαμὲν κινεῖσθαι· διὸ τὸ μὲν ζῷον ὅλον φύσει αὐτὸ ἑαυτὸ κινεῖ, τὸ μέντοι σῶμα ἐνδέχεται καὶ φύσει καὶ παρὰ φύσιν κινεῖσθαι· διαφέρει γὰρ ὁποίαν τε ἂν κίνησιν κινούμενον τύχῃ καὶ ἐκ ποίου στοιχείου συνεστηκός), καὶ τῶν ὑπ' ἄλλου κινουμένων τὰ μὲν φύσει κινεῖται τὰ δὲ παρὰ φύσιν, παρὰ φύσιν μὲν οἷον τὰ γεηρὰ ἄνω καὶ τὸ πῦρ κάτω, ἔτι δὲ τὰ μόρια τῶν ζῴων πολλάκις κινεῖται παρὰ φύσιν, παρὰ τὰς θέσεις καὶ τοὺς τρόπους τῆς κινήσεως.
237Aristoteles, Physica, 8, 4; 9
τό τε γὰρ αὐτὰ ὑφ' αὑτῶν φάναι ἀδύνατον· ζωτικόν τε γὰρ τοῦτο καὶ τῶν ἐμψύχων ἴδιον, καὶ ἱστάναι ἂν ἐδύνατο αὐτὰ αὑτά (λέγω δ' οἷον, εἰ τοῦ βαδίζειν αἴτιον αὑτῷ, καὶ τοῦ μὴ βα δίζειν), ὥστ' εἰ ἐπ' αὐτῷ τὸ ἄνω φέρεσθαι τῷ πυρί, δῆ λον ὅτι ἐπ' αὐτῷ καὶ τὸ κάτω.
238Aristoteles, Physica, 8, 4; 28
δυνάμει δ' ἐστὶν κοῦφον καὶ βαρὺ πολλαχῶς, ὥσπερ εἴρηται· ὅταν τε γὰρ ᾖ ὕδωρ, δυνάμει γέ πώς ἐστι κοῦφον, καὶ ὅταν ἀήρ, ἔστιν ὡς ἔτι δυνάμει (ἐνδέχεται γὰρ ἐμποδιζόμενον μὴ ἄνω εἶναι)· ἀλλ' ἐὰν ἀφαιρεθῇ τὸ ἐμπο δίζον, ἐνεργεῖ καὶ ἀεὶ ἀνωτέρω γίγνεται.
239Aristoteles, Physica, 8, 4; 32
εἰ δὴ πάντα τὰ κινούμενα ἢ φύ σει κινεῖται ἢ παρὰ φύσιν καὶ βίᾳ, καὶ τά τε βίᾳ καὶ παρὰ φύσιν πάντα ὑπό τινος καὶ ὑπ' ἄλλου, τῶν δὲ φύ σει πάλιν τά θ' ὑφ' αὑτῶν κινούμενα ὑπό τινος κινεῖται καὶ τὰ μὴ ὑφ' αὑτῶν, οἷον τὰ κοῦφα καὶ τὰ βαρέα (ἢ γὰρ ὑπὸ τοῦ γεννήσαντος καὶ ποιήσαντος κοῦφον ἢ βαρύ, ἢ ὑπὸ τοῦ τὰ ἐμποδίζοντα καὶ κωλύοντα λύσαντος), ἅπαντα ἂν τὰ κινούμενα ὑπό τινος κινοῖτο.
240Aristoteles, Physica, 8, 5; 3
εἰ δὴ ἀνάγκη πᾶν τὸ κινούμενον ὑπό τινός τε κινεῖσθαι, καὶ ἢ ὑπὸ κινουμένου ὑπ' ἄλλου ἢ μή, καὶ εἰ μὲν ὑπ' ἄλλου [κινουμένου], ἀνάγκη τι εἶναι κινοῦν ὃ οὐχ ὑπ' ἄλλου πρῶτον, εἰ δὲ τοιοῦτο τὸ πρῶτον, οὐκ ἀνάγκη θάτερον (ἀδύνατον γὰρ εἰς ἄπειρον ἰέναι τὸ κινοῦν καὶ κινούμενον ὑπ' ἄλλου αὐτό· τῶν γὰρ ἀπείρων οὐκ ἔστιν οὐδὲν πρῶτον) – εἰ οὖν ἅπαν μὲν τὸ κινούμενον ὑπό τινος κινεῖ ται, τὸ δὲ πρῶτον κινοῦν κινεῖται μέν, οὐχ ὑπ' ἄλλου δέ, ἀνάγκη αὐτὸ ὑφ' αὑτοῦ κινεῖσθαι.
241Aristoteles, Physica, 8, 5; 5
πᾶν γὰρ τὸ κινοῦν τί τε κινεῖ καὶ τινί.
242Aristoteles, Physica, 8, 5; 18
τρία γὰρ ἀνάγκη εἶναι, τό τε κινούμενον καὶ τὸ κινοῦν καὶ τὸ ᾧ κινεῖ.
243Aristoteles, Physica, 8, 5; 50
τῆς ὅλης ἄρα τὸ μὲν κινήσει ἀκίνητον ὂν τὸ δὲ κινηθήσεται· μόνως γὰρ οὕτως οἷόν τέ τι αὐτοκίνητον εἶναι.
244Aristoteles, Physica, 8, 5; 52
ἡ ἄρα ΑΒ ὑφ' αὑτῆς τε κινηθήσεται καὶ ὑπὸ τῆς Α.
245Aristoteles, Physica, 8, 5; 54
ἔστω γὰρ τὸ Α κινοῦν μὲν ἀκίνητον δέ, τὸ δὲ Β κινούμενόν τε ὑπὸ τοῦ Α καὶ κινοῦν τὸ ἐφ' ᾧ Γ, τοῦτο δὲ κινούμενον μὲν ὑπὸ τοῦ Β, μὴ κινοῦν δὲ μηδέν· εἴπερ γὰρ καὶ διὰ πλειόνων ἥξει ποτὲ εἰς τὸ Γ, ἔστω δι' ἑνὸς μόνου.
246Aristoteles, Physica, 8, 5; 61
δῆλον δὴ ὅτι τὸ πᾶν αὐτὸ ἑαυτὸ κινεῖ οὐ τῷ αὐτοῦ τι εἶναι τοιοῦτον οἷον αὐτὸ αὑτὸ κινεῖν, ἀλλ' ὅλον κινεῖ αὐτὸ ἑαυτό, κινούμενόν τε καὶ κινοῦν τῷ αὐτοῦ τι εἶναι τὸ κινοῦν καὶ τὸ κινούμενον.
247Aristoteles, Physica, 8, 6; 17
μία δ' ἡ ὑφ' ἑνός τε τοῦ κινοῦντος καὶ ἑνὸς τοῦ κινου μένου· εἰ γὰρ ἄλλο καὶ ἄλλο κινήσει, οὐ συνεχὴς ἡ ὅλη κίνησις, ἀλλ' ἐφεξῆς.
248Aristoteles, Physica, 8, 6; 18
ἔκ τε δὴ τούτων πιστεύσειεν ἄν τις εἶναί τι πρῶτον ἀκίνητον, καὶ πάλιν ἐπιβλέψας ἐπὶ τὰς ἀρχάς [τῶν κινούντων].
249Aristoteles, Physica, 8, 8; 3
τριῶν δ' οὐσῶν κινήσεων, τῆς τε κατὰ μέγεθος καὶ τῆς κατὰ πάθος καὶ τῆς κατὰ τόπον, ἣν καλοῦμεν φοράν, ταύτην ἀναγκαῖον εἶναι πρώτην.
250Aristoteles, Physica, 8, 8; 16
λέγεται δὲ πρότερον οὗ τε μὴ ὄντος οὐκ ἔσται τἆλλα, ἐκεῖνο δὲ ἄνευ τῶν ἄλλων, καὶ τὸ τῷ χρόνῳ, καὶ τὸ κατ' οὐσίαν.
251Aristoteles, Physica, 8, 8; 17
ὥστ' ἐπεὶ κί νησιν μὲν ἀναγκαῖον εἶναι συνεχῶς, εἴη δ' ἂν συνεχῶς ἢ συνεχὴς οὖσα ἢ ἐφεξῆς, μᾶλλον δ' ἡ συνεχής, καὶ βέλτιον συνεχῆ ἢ ἐφεξῆς εἶναι, τὸ δὲ βέλτιον ἀεὶ ὑπολαμβάνομεν ἐν τῇ φύσει ὑπάρχειν, ἂν ᾖ δυνατόν, δυνατὸν δὲ συνεχῆ εἶναι (δειχθήσεται δ' ὕστερον· νῦν δὲ τοῦτο ὑποκείσθω), καὶ ταύτην οὐδεμίαν ἄλλην οἷόν τε εἶναι ἀλλ' ἢ φοράν, ἀνάγκη τὴν φορὰν εἶναι πρώτην.
252Aristoteles, Physica, 8, 9; 1
ὅλως τε φαίνεται τὸ γιγνόμενον ἀτελὲς καὶ ἐπ' ἀρχὴν ἰόν, ὥστε τὸ τῇ γενέσει ὕστερον τῇ φύσει πρότερον εἶναι.
253Aristoteles, Physica, 8, 9; 4
ὥστ' εἰ μᾶλλον ὑπάρχει φορὰ τοῖς μᾶλλον ἀπειληφόσιν τὴν φύσιν, καὶ ἡ κίνησις αὕτη πρώτη τῶν ἄλλων ἂν εἴη κατ' οὐσίαν, διά τε ταῦτα καὶ διότι ἥκιστα τῆς οὐσίας ἐξίσταται τὸ κινούμενον τῶν κινήσεων ἐν τῷ φέρεσθαι· κατὰ μόνην γὰρ οὐδὲν μεταβάλλει τοῦ εἶναι, ὥσπερ ἀλλοιουμένου μὲν τὸ ποιόν, αὐξανομένου δὲ καὶ φθίνοντος τὸ ποσόν.
254Aristoteles, Physica, 8, 10; 11
ἔτι δ' ἐπί τε τῆς γενέσεως καὶ τῆς φθορᾶς καὶ παν τελῶς ἄτοπον ἂν εἶναι δόξειεν, εἰ γενόμενον εὐθὺς ἀνάγκη φθαρῆναι καὶ μηδένα χρόνον διαμεῖναι.
255Aristoteles, Physica, 8, 11; 3
τίς δ' ἐστὶν ἡ μία καὶ συνεχὴς κίνησις, διώρισται πρότερον, ὅτι ἡ τοῦ ἑνὸς καὶ ἐν ἑνὶ χρόνῳ καὶ ἐν ἀδιαφόρῳ κατ' εἶδος (τρία γὰρ ἦν, τό τε κινούμενον, οἷον ἄνθρωπος ἢ θεός, καὶ ὅτε, οἷον χρόνος, καὶ τρίτον τὸ ἐν ᾧ· τοῦτο δ' ἐστὶν τόπος ἢ πάθος ἢ εἶδος ἢ μέγεθος).
256Aristoteles, Physica, 8, 11; 12
ὅταν δὲ συνεχῶς φέρηται, οὔτε γεγονέναι οὔτε ἀπογεγονέναι οἷόν τε τὸ Α κατὰ τὸ Β σημεῖον, ἀλλὰ μό νον εἶναι ἐν τῷ νῦν, ἐν χρόνῳ δ' οὐδενὶ πλὴν οὗ τὸ νῦν ἐστιν διαί ρεσις, ἐν τῷ ὅλῳ [τῷ ΑΒΓ].
257Aristoteles, Physica, 8, 11; 13
(εἰ δὲ γεγονέναι τις θήσει καὶ ἀπογεγονέναι, ἀεὶ στήσεται τὸ Α φερόμενον· ἀδύνατον γὰρ τὸ Α ἅμα γεγονέναι τε ἐπὶ τοῦ Β καὶ ἀπογεγονέναι.
258Aristoteles, Physica, 8, 11; 25
εἰ γὰρ ἡ τὸ Η φέροιτο πρὸς τὸ Δ καὶ πά λιν ἀνακάμψασα κάτω φέροιτο, τῷ ἄκρῳ ἐφ' οὗ Δ τε λευτῇ καὶ ἀρχῇ κέχρηται, τῷ ἑνὶ σημείῳ ὡς δύο· διὸ στῆ ναι ἀνάγκη· καὶ οὐχ ἅμα γέγονεν ἐπὶ τῷ Δ καὶ ἀπελή λυθεν ἀπὸ τοῦ Δ· ἐκεῖ γὰρ ἂν ἅμα εἴη καὶ οὐκ εἴη ἐν τῷ αὐτῷ νῦν.
259Aristoteles, Physica, 8, 11; 27
ἀνάγκη γὰρ ἐπὶ τέ λος ἐλθεῖν τὸ ἐνεργείᾳ ὄν, μὴ δυνάμει.
260Aristoteles, Physica, 8, 12; 2
ἐν μὲν οὖν τοῖς πρώτοις λόγοις τοῖς περὶ κινή σεως ἐλύομεν διὰ τοῦ τὸν χρόνον ἄπειρα ἔχειν ἐν αὑτῷ· οὐδὲν γὰρ ἄτοπον εἰ ἐν ἀπείρῳ χρόνῳ ἄπειρα διέρχεταί τις· ὁμοίως δὲ τὸ ἄπειρον ἔν τε τῷ μήκει ὑπάρχει καὶ ἐν τῷ χρόνῳ.
261Aristoteles, Physica, 8, 12; 5
οὕτω δὲ ποιεῖ ὅ τε ἀριθμῶν καὶ ὁ εἰς τὰ ἡμίση διαιρῶν.
262Aristoteles, Physica, 8, 12; 18
εἰ δ' ὃ ἂν ᾖ πρότερον μὴ ὄν, ἀνάγκη γίγνεσθαι ὄν, καὶ ὅτε γίγνεται μὴ ἔστιν, οὐχ οἷόν τε εἰς ἀτόμους χρόνους διαιρεῖσθαι τὸν χρόνον.
263Aristoteles, Physica, 8, 14; 8
ὁμοίως γὰρ ἕκαστον καὶ ἀρχὴ καὶ μέσον καὶ τέλος, ὥστ' ἀεί τε εἶναι ἐν ἀρχῇ καὶ ἐν τέλει καὶ μηδέποτε.
264Aristoteles, Physica, 8, 14; 9
διὸ κινεῖταί τε καὶ ἠρεμεῖ πως ἡ σφαῖρα· τὸν αὐτὸν γὰρ κατέχει τόπον.
265Aristoteles, Physica, 8, 14; 10
αἴτιον δ' ὅτι πάντα συμβέβηκε ταῦτα τῷ κέντρῳ· καὶ γὰρ ἀρχὴ καὶ μέσον τοῦ μεγέθους καὶ τέλος ἐστίν, ὥστε διὰ τὸ ἔξω εἶναι τοῦτο τῆς περιφερείας οὐκ ἔστιν ὅπου τὸ φερόμενον ἠρεμήσει ὡς διεληλυθός (ἀεὶ γὰρ φέρεται περὶ τὸ μέσον, ἀλλ' οὐ πρὸς τὸ ἔσχατον), διὰ δὲ τὸ τοῦτο μένειν ἀεί τε ἠρεμεῖ πως τὸ ὅλον καὶ κινεῖται συνεχῶς.
266Aristoteles, Physica, 8, 16; 1
ὅτι μὲν οὖν ἀεί τε κίνησις ἦν καὶ ἔσται τὸν ἅπαντα χρό νον, καὶ τίς ἀρχὴ τῆς ἀϊδίου κινήσεως, ἔτι δὲ τίς πρώτη κί νησις, καὶ τίνα κίνησιν ἀΐδιον ἐνδέχεται μόνην εἶναι, καὶ τὸ κινοῦν πρῶτον ὅτι ἀκίνητον, εἴρηται.
267Aristoteles, Physica, 8, 17; 2
τούτων δ' ἓν μέν ἐστιν ὅτι οὐχ οἷόν τε οὐδὲν πεπερα σμένον κινεῖν ἄπειρον χρόνον.
268Aristoteles, Physica, 8, 17; 10
οὐκ ἄρα οἷόν τε ὑπὸ πεπερασμένου κινεῖσθαι οὐδὲν ἄπειρον κίνησιν.
269Aristoteles, Physica, 8, 18; 4
εἰ δ' ἅμα κινεῖ καὶ ἄλλο τι ὁ κινήσας, οἷον τὸν ἀέρα, ὃς κινούμενος κινεῖ, ὁμοίως ἀδύνατον τοῦ πρώτου μὴ ἁπτομένου μηδὲ κι νοῦντος κινεῖσθαι, ἀλλ' ἅμα πάντα κινεῖσθαι καὶ πε παῦσθαι ὅταν τὸ πρῶτον κινοῦν παύσηται, καὶ εἰ ποιεῖ, ὥσπερ ἡ λίθος, οἷόν τε κινεῖν ὃ ἐκίνησεν.
270Aristoteles, Physica, 8, 18; 5
ἀνάγκη δὴ τοῦτο μὲν λέγειν, ὅτι τὸ πρῶτον κινῆσαν ποιεῖ οἷόν τε κινεῖν ἢ τὸν ἀέρα [τοιοῦτον] ἢ τὸ ὕδωρ ἤ τι ἄλλο τοιοῦτον ὃ πέφυκε κινεῖν καὶ κινεῖσθαι· ἀλλ' οὐχ ἅμα παύεται κινοῦν καὶ κινούμενον, ἀλλὰ κινούμενον μὲν ἅμα ὅταν ὁ κινῶν παύσηται κινῶν, κινοῦν δὲ ἔτι ἐστίν.
271Aristoteles, Physica, 8, 19; 1
ἐπεὶ δ' ἐν τοῖς οὖσιν ἀνάγκη κίνησιν εἶναι συνεχῆ, αὕτη δὲ μία ἐστίν, ἀνάγκη δὲ τὴν μίαν μεγέθους τέ τινος εἶναι (οὐ γὰρ κινεῖται τὸ ἀμέγεθες) καὶ ἑνὸς καὶ ὑφ' ἑνός (οὐ γὰρ ἔσται συνεχής, ἀλλ' ἐχομένη ἑτέρα ἑτέρας καὶ διῃρημένη), τὸ δὴ κινοῦν εἰ ἕν, ἢ κινούμενον κινεῖ ἢ ἀκίνητον ὄν.
272Aristoteles, Physica, 8, 19; 3
τοῦτο γὰρ οὐκ ἀνάγκη συμμεταβάλλειν, ἀλλ' ἀεί τε δυνήσεται κινεῖν (ἄπονον γὰρ τὸ οὕτω κινεῖν) καὶ ὁμα λὴς αὕτη ἡ κίνησις ἢ μόνη ἢ μάλιστα· οὐ γὰρ ἔχει μετα βολὴν τὸ κινοῦν οὐδεμίαν.
273Aristoteles, Analytica posteriora, 1, I 1; 2 (auctor 384BC-322BC)
Φανερόν δέ τοῦτο θεωροῦσιν ἐπί πασῶν· αἵ τε γάρ μαθηματικαί τῶν ἐπιστημῶν διά τούτου τοῦ τρόπου παραγίνονται καί τῶν ἄλλων ἑκάστη τεχνῶν.
274Aristoteles, Analytica posteriora, 1, I 1; 3 (auctor 384BC-322BC)
Ὁμοίως δέ καί περί τούς λόγους οἵ τε διά συλλογισμῶν καί οἱ δι᾿ ἐπαγωγῆς· ἀμφότεροι γάρ διά προγινωσκομένων ποιοῦνται τήν διδασκαλίαν, οἱ μέν λαμβάνοντες ὡς παρά ξυνιέντων, οἱ δέ δεικνύντες τό καθόλου διά τοῦ δῆλον εἶναι τό καθ᾿ ἕκαστον.
275Aristoteles, Analytica posteriora, 1, I 2; 10 (auctor 384BC-322BC)
Αἴτιά τε καί γνωριμώτερα δεῖ εἶναι καί πρότερα, αἴτια μέν ὅτι τότε ἐπιστάμεθα ὅταν τήν αἰτίαν εἰδῶμεν, καί πρότερα, εἴπερ αἴτια, καί προγινωσκόμενα οὐ μόνον τόν ἕτερον τρόπον τῷ ξυνιέναι, ἀλλά καί τῷ εἰδέναι ὅτι ἔστιν.
276Aristoteles, Analytica posteriora, 1, I 2; 23 (auctor 384BC-322BC)
Ἐπεί δέ δεῖ πιστεύειν τε καί εἰδέναι τό πρᾶγμα τῷ τοιοῦτον ἔχειν συλλογισμόν ὃν καλοῦμεν ἀπόδειξιν, ἔστι δ᾿ οὗτος τῷ τάδ᾿ εἶναι ἐξ ὧν ὁ συλλογισμός, ἀνάγκη μή μόνον προγινώσκειν τά πρῶτα, ἢ πάντα ἢ ἔνια, ἀλλά καί μᾶλλον· ἀεί γάρ δι᾿ ὃ ὑπάρχει ἕκαστον, ἐκεῖνο μᾶλλον ὑπάρχει, οἷον δι᾿ ὃ φιλοῦμεν, ἐκεῖνο φίλον μᾶλλον.
277Aristoteles, Analytica posteriora, 1, I 2; 24 (auctor 384BC-322BC)
Ὤστ᾿ εἴπερ ἴσμεν διά τά πρῶτα καί πιστεύομεν, κἀκεῖνα ἴσμεν τε καί πιστεύομεν μᾶλλον, ὅτι δι᾿ ἐκεῖνα καί τά ὕστερον.
278Aristoteles, Analytica posteriora, 1, I 2; 25 (auctor 384BC-322BC)
Οὐχ οἷόν τε δέ πιστεύειν μᾶλλον ὧν οἶδεν, ἃ μή τυγχάνει μήτε εἰδώς μήτε βέλτιον διακείμενος ἢ εἰ ἐτύγχανεν εἰδώς.
279Aristoteles, Analytica posteriora, 1, I 3; 3 (auctor 384BC-322BC)
Εἴ τε ἵσταται καί εἰσίν ἀρχαί, ταύτας ἀγνώστους εἶναι ἀποδείξεώς γε μή οὔσης αὐτῶν, ὅπερ φασίν εἶναι τό ἐπίστασθαι μόνον· εἰ δέ μή ἔστι τά πρῶτα εἰδέναι, οὐδέ τά ἐκ τούτων εἶναι ἐπίστασθαι ἁπλῶς οὐδέ κυρίως, ἀλλ᾿ ἐξ ὑποθέσεως, εἰ ἐκεῖνά ἐστιν.
280Aristoteles, Analytica posteriora, 1, I 3; 19 (auctor 384BC-322BC)
Ἐάν μέν οὖν τό τε Α τῷ Β καί τῷ Γ ἕπηται, καί ταῦτ᾿ ἀλλήλοις καί τῷ Α, οὕτω μέν ἐνδέχεται ἐξ ἀλλήλων δεικνύναι πάντα τά αἰτηθέντα ἐν τῷ πρώτῳ σχήματι, ὡς δέδεικται ἐν τοῖς περί συλλογισμοῦ.
281Aristoteles, Analytica posteriora, 1, I 3; 22 (auctor 384BC-322BC)
Ὥστ᾿ ἐπειδή ὀλίγα τοιαῦτα ἐν ταῖς ἀποδείξεσι, φανερόν ὅτι κενόν τε καί ἀδύνατον τό λέγειν ἐξ ἀλλήλων εἶναι τήν ἀπόδειξιν καί διά τοῦτο πάντων ἐνδέχεσθαι εἶναι ἀπόδειξιν.
282Aristoteles, Analytica posteriora, 1, I 4; 7 (auctor 384BC-322BC)
Καθ᾿ αὑτά δ᾿ ὅσα ὑπάρχει τε ἐν τῷ τί ἐστιν, οἷον τριγώνῳ γραμμή καί γραμμῇ στιγμή (ἡ γάρ οὐσία αὐτῶν ἐκ τούτων ἐστί, καί ἐν τῷ λόγῳ τῷ λέγοντι τί ἐστιν ἐνυπάρχει) καί ὅσοις τῶν ἐνυπαρχόντων αὐτοῖς αὐτά ἐν τῷ λόγῳ ἐνυπάρχουσι τῷ τί ἐστι δηλοῦντι, οἷον τό εὐθύ ὑπάρχει γραμμῇ καί τό περιφερές, καί τό περιττόν καί ἄρτιον ἀριθμῷ, καί τό πρῶτον καί σύνθετον καί ἰσόπλευρον καί ἐτερόμηκες· καί πᾶσι τούτοις ἐνυπάρχουσιν ἐν τῷ λόγῳ τῷ τί ἐστι λέγοντι ἔνθα μέν γραμμή ἔνθα δ᾿ ἀριθμός.
283Aristoteles, Analytica posteriora, 1, I 4; 13 (auctor 384BC-322BC)
Τά ἄρα λεγόμενα ἐπί τῶν ἁπλῶς ἐπιστητῶν καθ᾿ αὑτά οὕτως ὡς ἐνυπάρχειν τοῖς κατηγορουμένοις ἢ ἐνυπάρχεσθαι δι᾿ αὑτά τέ ἐστι καί ἐξ ἀνάγκης.
284Aristoteles, Analytica posteriora, 1, I 4; 17 (auctor 384BC-322BC)
Τό μέν οὖν κατά παντός καί καθ᾿ αὑτό διωρίσθω τόν τρόπον τοῦτον· καθόλου δέ λέγω ὃ ἂν κατά παντός τε ὑπάρχῃ καί καθ᾿ αὑτό καί ᾗ αὐτό.
285Aristoteles, Analytica posteriora, 1, I 6; 22 (auctor 384BC-322BC)
Ἐπεί τοίνυν εἰ ἐπίσταται ἀποδεικτικῶς, δεῖ ἐξ ἀνάγκης ὑπάρχειν, δῆλον ὅτι καί διά μέσου ἀναγκαίου δεῖ ἔχειν τήν ἀπόδειξιν· ἢ οὐκ ἐπιστήσεται οὔτε διότι οὔτε ὅτι ἀνάγκη ἐκεῖνο εἶναι, ἀλλ᾿ ἢ οἰήσεται οὐκ εἰδώς, ἐάν ὑπολάβῃ ὡς ἀναγκαῖον τό μή ἀναγκαῖον, ἢ οὐδ᾿ οἰήσεται ὁμοίως, ἐάν τε τό ὅτι εἰδῇ διά μέσων ἐάν τε τό διότι καί δι᾿ ἀμέσων.
286Aristoteles, Analytica posteriora, 1, I 9; 3 (auctor 384BC-322BC)
Κατά κοινόν τε γάρ δεικνύουσιν οἱ τοιοῦτοι λόγοι, ὃ καί ἑτέρῳ ὑπάρξει· διό καί ἐπ᾿ ἄλλων ἐφαρμόττουσιν οἱ λόγοι οὐ συγγενῶν.
287Aristoteles, Analytica posteriora, 1, I 10; 8 (auctor 384BC-322BC)
Τά δέ τούτων πάθη καθ᾿ αὑτά, τί μέν σημαίνει ἕκαστον, λαμβάνουσιν, οἷον ἡ μέν ἀριθμητική τί περιττόν ἢ ἄρτιον ἢ τετράγωνον ἢ κύβος, ἡ δέ γεωμετρία τί τό ἄλογον ἢ τό κεκλάσθαι ἢ νεύειν, ὅτι δ᾿ ἔστι, δεικνύουσι διά τε τῶν κοινῶν καί ἐκ τῶν ἀποδεδειγμένων.
288Aristoteles, Analytica posteriora, 1, I 10; 10 (auctor 384BC-322BC)
Πᾶσα γάρ ἀποδεικτική ἐπιστήμη περί τρία ἐστίν, ὅσα τε εἶναι τίθεται (ταῦτα δ᾿ ἐστί τό γένος, οὗ τῶν καθ᾿ αὑτά παθημάτων ἐστί θεωρητική), καί τά κοινά λεγόμενα ἀξιώματα, ἐξ ὧν πρώτων ἀποδείκνυσι, καί τρίτον τά πάθη, ὧν τί σημαίνει ἕκαστον λαμβάνει.
289Aristoteles, Analytica posteriora, 1, I 10; 12 (auctor 384BC-322BC)
Ἀλλ᾿ οὐδέν ἧττον τῇ γε φύσει τρία ταῦτά ἐστι, περί ὅ τε δείκνυσι καί ἃ δείκνυσι καί ἐξ ὧν.
290Aristoteles, Analytica posteriora, 1, I 12; 10 (auctor 384BC-322BC)
Ἐν δέ τοῖς μαθήμασιν οὐκ ἔστιν ὁμοίως ὁ παραλογισμός, ὅτι τό μέσον ἐστίν ἀεί διττόν· κατά τε γάρ τούτου παντός, καί τοῦτο πάλιν κατ᾿ ἄλλου λέγεται παντός.
291Aristoteles, Analytica posteriora, 1, I 13; 26 (auctor 384BC-322BC)
Σχεδόν δέ συνώνυμοί εἰσιν ἔνιαι τούτων τῶν ἐπιστημῶν, οἷον ἀστρολογία ἥ τε μαθηματική καί ἡ ναυτική, καί ἁρμονική ἥ τε μαθηματική καί ἡ κατά τήν ἀκοήν.
292Aristoteles, Analytica posteriora, 1, I 14; 2 (auctor 384BC-322BC)
Αἵ τε γάρ μαθηματικαί τῶν ἐπιστημῶν διά τούτου φέρουσι τάς ἀποδείξεις, οἷον ἀριθμητική καί γεωμετρία καί ὀπτική, καί σχεδόν ὡς εἰπεῖν ὅσαι τοῦ διότι ποιοῦνται τήν σκέψιν· ἢ γάρ ὅλως ἢ ὡς ἐπί τό πολύ καί ἐν τοῖς πλείστοις διά τούτου τοῦ σχήματος ὁ τοῦ διότι συλλογισμός.
293Aristoteles, Analytica posteriora, 1, I 15; 14 (auctor 384BC-322BC)
Φανερόν οὖν ὅτι ἐνδέχεταί τε ἄλλῳ μή ὑπάρχειν ἀτόμως, καί πότ᾿ ἐνδέχεται καί πῶς, εἰρήκαμεν.
294Aristoteles, Analytica posteriora, 1, I 16; 11 (auctor 384BC-322BC)
Ἡ μέν οὖν τοῦ ὑπάρχειν ἀπάτη διά τούτων τε καί οὕτω γίνεται μόνως (οὐ γάρ ἦν ἐν ἄλλῳ σχήματι τοῦ ὑπάρχειν συλλογισμός), ἡ δέ τοῦ μή ὑπάρχειν ἔν τε τῷ πρώτῳ καί ἐν τῷ μέσῳ σχήματι.
295Aristoteles, Analytica posteriora, 1, I 17; 1 (auctor 384BC-322BC)
Ἐν δέ τοῖς μή ἀτόμως ὑπάρχουσιν ἢ μή ὑπάρχουσιν, ὅταν μέν διά τοῦ οἰκείου μέσου γίνηται τοῦ ψεύδους ὁ συλλογισμός, οὐχ οἷόν τε ἀμφοτέρας ψευδεῖς εἶναι τάς προτάσεις, ἀλλά μόνον τήν πρός τῷ μείζονι ἄκρῳ.
296Aristoteles, Analytica posteriora, 1, I 17; 23 (auctor 384BC-322BC)
Ποσαχῶς μέν οὖν καί διά τίνων ἐγχωρεῖ γίνεσθαι τάς κατά συλλογισμόν ἀπάτας ἔν τε τοῖς ἀμέσοις καί ἐν τοῖς δι᾿ ἀποδείξεως, φανερόν.
297Aristoteles, Analytica posteriora, 1, I 22; 15 (auctor 384BC-322BC)
Τά γάρ εἴδη χαιρέτω· τερετίσματά τε γάρ ἐστι, καί εἰ ἔστιν, οὐδέν πρός τόν λόγον ἐστίν· αἱ γάρ ἀποδείξεις περί τῶν τοιούτων εἰσίν.
298Aristoteles, Analytica posteriora, 1, I 22; 31 (auctor 384BC-322BC)
Ἄνω δέ ταῦτά τε καί τά συμβεβηκότα, ἀμφότερα οὐκ ἄπειρα.
299Aristoteles, Analytica posteriora, 1, I 22; 40 (auctor 384BC-322BC)
Καθ᾿ αὑτά δέ διττῶς· ὅσα τε γάρ ἐν ἐκείνοις ἐνυπάρχει ἐν τῷ τί ἐστι, καί οἷς αὐτά ἐν τῷ τί ἐστιν ὑπάρχουσιν αὐτοῖς, οἷον τῷ ἀριθμῷ τό περιττόν, ὃ ὑπάρχει μέν ἀριθμῷ, ἐνυπάρχει δ᾿ αὐτός ὁ ἀριθμός ἐν τῷ λόγῳ αὐτοῦ, καί πάλιν πλῆθος ἢ τό διαιρετόν ἐν τῷ λόγῳ τοῦ ἀριθμοῦ ἐνυπάρχει.
300Aristoteles, Analytica posteriora, 1, I 22; 47 (auctor 384BC-322BC)
Εἰ δέ τοῦτο, δῆλον ἤδη καί τῶν ἀποδείξεων ὅτι ἀνάγκη ἀρχάς τε εἶναι, καί μή πάντων εἶναι ἀπόδειξιν, ὅπερ ἔφαμέν τινας λέγειν κατ᾿ ἀρχάς.
301Aristoteles, Analytica posteriora, 1, I 23; 1 (auctor 384BC-322BC)
Δεδειγμένων δέ τούτων φανερόν ὅτι, ἐάν τι τό αὐτό δυσίν ὑπάρχῃ, οἷον τό Α τῷ τε Γ καί τῷ Δ, μή κατηγορουμένου θατέρου κατά θατέρου, ἢ μηδαμῶς ἢ μή κατά παντός, ὅτι οὐκ ἀεί κατά κοινόν τι ὑπάρξει.
302Aristoteles, Analytica posteriora, 1, I 24; 8 (auctor 384BC-322BC)
Ὅλως τε, εἰ μέν μή ὄντος ᾗ τρίγωνον εἶτα δείκνυσιν, οὐκ ἂν εἴη ἀπόδειξις, εἰ δέ ὄντος, ὁ εἰδώς ἕκαστον ᾗ ἕκαστον ὑπάρχει μᾶλλον οἶδεν.
303Aristoteles, Analytica posteriora, 1, I 24; 13 (auctor 384BC-322BC)
Ἔτι τε οὐδεμία ἀνάγκη ὑπολαμβάνειν τι εἶναι τοῦτο παρά ταῦτα, ὅτι ἓν δηλοῖ, οὐδέν μᾶλλον ἢ ἐπί τῶν ἄλλων, ὅσα μή τί σημαίνει ἀλλ᾿ ἢ ποιόν ἢ πρός τι ἢ ποιεῖν.
304Aristoteles, Analytica posteriora, 1, I 25; 8 (auctor 384BC-322BC)
Ἀμφότεραι μέν οὖν διά τε ὅρων τριῶν καί προτάσεων δύο δείκνυνται, ἀλλ᾿ ἡ μέν εἶναί τι λαμβάνει, ἡ δέ καί εἶναι καί μή εἶναί τι· διά πλειόνων ἄρα, ὥστε χείρων.
305Aristoteles, Analytica posteriora, 1, I 26; 8 (auctor 384BC-322BC)
Οὐκ ἄρα οἷόν τε τό Α τῷ Β ὑπάρχειν.
306Aristoteles, Analytica posteriora, 1, I 27; 1 (auctor 384BC-322BC)
Ἀκριβεστέρα δ᾿ ἐπιστήμη ἐπιστήμης καί προτέρα ἥ τε τοῦ ὅτι καί διότι ἡ αὐτή, ἀλλά μή χωρίς τοῦ ὅτι τῆς τοῦ διότι, καί ἡ μή καθ᾿ ὑποκειμένου τῆς καθ᾿ ὑποκειμένου, οἷον ἀριθμητική ἁρμονικῆς, καί ἡ ἐξ ἐλαττόνων τῆς ἐκ προσθέσεως, οἷον γεωμετρίας ἀριθμητική.
307Aristoteles, Analytica posteriora, 1, I 32; 22 (auctor 384BC-322BC)
Αἱ γάρ ἀρχαί διτταί, ἐξ ὧν τε καί περί ὅ· αἱ μέν οὖν ἐξ ὧν κοιναί, αἱ δέ περί ὃ ἴδιαι, οἷον ἀριθμός, μέγεθος.
308Aristoteles, Analytica posteriora, 1, I 33; 8 (auctor 384BC-322BC)
Καί ὁμολογούμενον δ᾿ οὕτω τοῖς φαινομένοις· ἥ τε γάρ δόξα ἀβέβαιον, καί ἡ φύσις ἡ τοιαύτη.
309Aristoteles, Analytica posteriora, 1, I 33; 13 (auctor 384BC-322BC)
Καί γάρ δόξαν ἀληθῆ καί ψευδῆ ὡς μέν τινες λέγουσι τοῦ αὐτοῦ εἶναι, ἄτοπα συμβαίνει αἱρεῖσθαι ἄλλα τε καί μή δοξάζειν ὃ δοξάζει ψευδῶς· ἐπεί δέ τό αὐτό πλεοναχῶς λέγεται, ἔστι μέν ὡς ἐνδέχεται, ἔστι δ᾿ ὡς οὔ.
310Aristoteles, Analytica posteriora, 1, I 33; 21 (auctor 384BC-322BC)
Ἐν ἄλλῳ μέν γάρ ἑκάτερον εἶναι ἐνδέχεται τοῦ αὐτοῦ, ὡς εἴρηται, ἐν δέ τῷ αὐτῷ οὐδ᾿ οὕτως οἷόν τε· ἕξει γάρ ὑπόληψιν ἅμα, οἷον ὅτι ὁ ἄνθρωπος ὅπερ ζῷον (τοῦτο γάρ ἦν τό μή ἐνδέχεσθαι εἶναι μή ζῷον) καί μή ὅπερ ζῷον· τοῦτο γάρ ἔσται τό ἐνδέχεσθαι.
311Aristoteles, Analytica posteriora, 1, I 33; 22 (auctor 384BC-322BC)
Τά δέ λοιπά πῶς δεῖ διανεῖμαι ἐπί τε διανοίας καί νοῦ καί ἐπιστήμης καί τέχνης καί φρονήσεως καί σοφίας, τά μέν φυσικῆς τά δέ ἠθικῆς θεωρίας μᾶλλον ἐστίν.
312Aristoteles, Analytica posteriora, 2, II 4; 1 (auctor 384BC-322BC)
Ταῦτα μέν οὖν μέχρι τούτου διηπορήσθω· τοῦ δέ τί ἐστι πότερον ἔστι συλλογισμός καί ἀπόδειξις ἢ οὐκ ἔστι, καθάπερ νῦν ὁ λόγος ὑπέθετο; ὁ μέν γάρ συλλογισμός τί κατά τινος δείκνυσι διά τοῦ μέσου· τό δέ τί ἐστιν ἴδιόν τε, καί ἐν τῷ τί ἐστι κατηγορεῖται.
313Aristoteles, Analytica posteriora, 2, II 4; 9 (auctor 384BC-322BC)
Ὅλως τε, εἰ ἔστι δεῖξαι τί ἐστιν ἄνθρωπος· ἔστω τό Γ ἄνθρωπος, τό δέ Α τό τί ἐστιν, εἴτε ζῷον δίπουν εἴτ᾿ ἄλλο τι.
314Aristoteles, Analytica posteriora, 2, II 6; 9 (auctor 384BC-322BC)
Πρός ἀμφοτέρους δέ, τόν τε κατά διαίρεσιν δεικνύντα καί πρός τόν οὕτω συλλογισμόν, τό αὐτό ἀπόρημα· διά τί ἔσται ὁ ἄνθρωπος ζῷον δίπουν πεζόν, ἀλλ᾿ οὐ ζῷον καί πεζόν; ἐκ γάρ τῶν λαμβανομένων οὐδεμία ἀνάγκη ἐστίν ἓν γίνεσθαι τό κατηγορούμενον, ἀλλ᾿ ὥσπερ ἂν ἄνθρωπος ὁ αὐτός εἴη μουσικός καί γραμματικός.
315Aristoteles, Analytica posteriora, 2, II 7; 4 (auctor 384BC-322BC)
Ἀλλά μήν εἰ δείξει τί ἐστι καί ὅτι ἔστι, πῶς τῷ αὐτῷ λόγῳ δείξει; ὅ τε γάρ ὁρισμός ἕν τι δηλοῖ καί ἡ ἀπόδειξις· τό δέ τί ἐστιν ἄνθρωπος καί τό εἶναι ἄνθρωπον ἄλλο.
316Aristoteles, Analytica posteriora, 2, II 8; 2 (auctor 384BC-322BC)
Ἐπεί δ᾿ ἐστίν, ὡς ἔφαμεν, ταὐτόν τό εἰδέναι τί ἐστι καί τό εἰδέναι τό αἴτιον τοῦ τί ἐστι· λόγος δέ τούτου, ὅτι ἔστι τι τό αἴτιον· καί τοὔτο ἢ τό αὐτό ἢ ἄλλο, κἂν ᾖ ἄλλο, ἢ ἀποδεικτόν ἢ ἀναπόδεικτον· εἰ τοίνυν ἐστίν ἄλλο καί ἐνδέχεται ἀποδεῖξαι, ἀνάγκη μέσον εἶναι τό αἴτιον καί ἐν τῷ σχήματι τῷ πρώτῳ δείκνυσθαι· καθόλου τε γάρ καί κατηγορικόν τό δεικνύμενον.
317Aristoteles, Analytica posteriora, 2, II 8; 4 (auctor 384BC-322BC)
Τῶν τε γάρ τί ἐστιν ἀνάγκη τό μέσον εἶναι τί ἐστι, καί τῶν ἰδίων ἴδιον.
318Aristoteles, Analytica posteriora, 2, II 10; 13 (auctor 384BC-322BC)
Φανερόν οὖν ἐκ τῶν εἰρημένων καί πῶς ἔστι τοῦ τί ἐστιν ἀπόδειξις καί πῶς οὐκ ἔστι, καί τίνων ἔστι καί τίνων οὐκ ἔστιν, ἔτι δ᾿ ὁρισμός ποσαχῶς τε λέγεται καί πῶς τό τί ἐστι δείκνυσι καί πῶς οὔ, καί τίνων ἐστί καί τίνων οὔ, ἔτι δέ πρός ἀπόδειξιν πῶς ἔχει, καί πῶς ἐνδέχεται τοῦ αὐτοῦ εἶναι καί πῶς οὐκ ἐνδέχεται.
319Aristoteles, Analytica posteriora, 2, II 11; 2 (auctor 384BC-322BC)
Τό τε γάρ οὗ ὄντος τοδί ἀνάγκη εἶναι μιᾶς μέν προτάσεως ληφθείσης οὐκ ἔστι, δυοῖν δέ τοὐλάχιστον· τοῦτο δ᾿ ἐστίν, ὅταν ἓν μέσον ἔχωσιν.
320Aristoteles, Analytica posteriora, 2, II 11; 27 (auctor 384BC-322BC)
Ἂρ᾿ οὖν εἰ εἶναι ἐνδέχεται, καί γίνεσθαι ἐνδέχεται; ὥσπερ εἰ βροντᾷ ἀποσβεννυμένου τε τοῦ πυρός ἀνάγκη σίζειν καί ψοφεῖν, καί εἰ ὡς οἱ Πυθαγόρειοί φασιν ἀπειλῆς ἕνεκα τοῖς ἐν τῷ ταρτάρῳ, ὅπως φοβῶνται.
321Aristoteles, Analytica posteriora, 2, II 12; 50 (auctor 384BC-322BC)
Ἔστι δ᾿ ἔνια μέν γινόμενα καθόλου (ἀεί τε γάρ καί ἐπί παντός οὕτως ἢ ἔχει ἢ γίνεται), τά δέ ἀεί μέν οὔ, ὡς ἐπί τό πολύ δέ, οἷον οὐ πᾶς ἄνθρωπος ἄρρην τό γένειον τριχοῦται, ἀλλ᾿ ὡς ἐπί τό πολύ.
322Aristoteles, Analytica posteriora, 2, II 13; 5 (auctor 384BC-322BC)
Ἀλλά καί τό περιττόν ὑπάρχει τε πάσῃ τριάδι καί ἐπί πλέον ὑπάρχει· καί γάρ τῇ πεντάδι ὑπάρχει.
323Aristoteles, Analytica posteriora, 2, II 13; 44 (auctor 384BC-322BC)
Ὅτι δ᾿ ἅπαντα ταῦτα, φανερόν ἐκ τοῦ λαβεῖν τό τε πρῶτον κατά διαίρεσιν, ὅτι ἅπαν ἢ τόδε ἢ τόδε ζῷον, ὑπάρχει δέ τόδε, καί πάλιν τούτου ὅλου τήν διαφοράν· τοῦ δέ τελευταίου μηκέτι εἶναι διαφοράν, ἢ καί εὐθύς μετά τῆς τελευταίας διαφορᾶς τοῦ συνόλου μή διαφέρειν εἴδει τοῦτο.
324Aristoteles, Analytica posteriora, 2, II 13; 46 (auctor 384BC-322BC)
Γένος μέν οὖν τό τε πρῶτον, καί μετά τῶν διαφορῶν τοῦτο προσλαμβανόμενον.
325Aristoteles, Analytica posteriora, 2, II 13; 54 (auctor 384BC-322BC)
Εἰ δή τό ἀδιάφοροι εἶναι εὐτυχοῦντες καί ἀτυχοῦντες, ταῦτα δύο λαβών σκοπῶ τί τό αὐτό ἔχουσιν ἥ τε ἀπάθεια ἡ περί τάς τύχας καί ἡ μή ὑπομονή ἀτιμαζομένων.
326Aristoteles, Analytica posteriora, 2, II 13; 57 (auctor 384BC-322BC)
Ῥᾷόν τε τό καθ᾿ ἕκαστον ὁρίσασθαι ἢ τό καθόλου, διό δεῖ ἀπό τῶν καθ᾿ ἕκαστα ἐπί τά καθόλου μεταβαίνειν· καί γάρ αἱ ὁμωνυμίαι λανθάνουσι μᾶλλον ἐν τοῖς καθόλου ἢ ἐν τοῖς ἀδιαφόροις.
327Aristoteles, Analytica posteriora, 2, II 14; 1 (auctor 384BC-322BC)
Πρός δέ τό ἔχειν τά προβλήματα ἐκλέγειν δεῖ τάς τε ἀνατομάς καί τάς διαιρέσεις, οὕτω δέ ἐκλέγειν, ὑποθέμενον τό γένος τό κοινόν ἁπάντων, οἷον εἰ ζῷα εἴη τά τεθεωρημένα, ποῖα παντί ζῴῳ ὑπάρχει.
328Aristoteles, Analytica posteriora, 2, II 17; 1 (auctor 384BC-322BC)
Πότερον δ᾿ ἐνδέχεται μή τό αὐτό αἴτιον εἶναι τοῦ αὐτοῦ πᾶσιν ἀλλ᾿ ἕτερον, ἢ οὔ; ἢ εἰ μέν καθ᾿ αὑτό ἀποδέδεικται καί μή κατά σημεῖον ἢ συμβεβηκός, οὐχ οἷόν τε· ὁ γάρ λόγος τοῦ ἄκρου τό μέσον ἐστίν· εἰ δέ μή οὕτως, ἐνδέχεται.
329Aristoteles, Analytica posteriora, 2, II 19; 1 (auctor 384BC-322BC)
Περί μέν οὖν συλλογισμοῦ καί ἀποδείξεως, τί τε ἑκάτερόν ἐστι καί πῶς γίνεται, φανερόν, ἅμα δέ καί περί ἐπιστήμης ἀποδεικτικῆς· ταὐτόν γάρ ἐστιν.
330Aristoteles, Analytica posteriora, 2, II 19; 2 (auctor 384BC-322BC)
Περί δέ τῶν ἀρχῶν, πῶς τε γίνονται γνώριμοι καί τίς ἡ γνωρίζουσα ἕξις, ἐντεῦθέν ἐστι δῆλον προαπορήσασι πρῶτον.
331Aristoteles, Analytica posteriora, 2, II 19; 7 (auctor 384BC-322BC)
Φανερόν τοίνυν ὅτι οὔτ᾿ ἔχειν οἷόν τε, οὔτ᾿ ἀγνοοῦσι καί μηδεμίαν ἔχουσιν ἕξιν ἐγγίνεσθαι.
332Aristoteles, Analytica posteriora, 2, II 19; 20 (auctor 384BC-322BC)
Ἐπεί δέ τῶν περί τήν διάνοιαν ἕξεων, αἷς ἀληθεύομεν, αἱ μέν ἀεί ἀληθεῖς εἰσίν, αἱ δέ ἐπιδέχονται τό ψεῦδος, οἷον δόξα καί λογισμός, ἀληθῆ δ᾿ ἀεί ἐπιστήμη καί νοῦς, καί οὐδέν ἐπιστήμης ἀκριβέστερον ἄλλο γένος ἢ νοῦς, αἱ δ᾿ ἀρχαί τῶν ἀποδείξεων γνωριμώτεραι, ἐπιστήμη δ᾿ ἅπασα μετά λόγου ἐστί, τῶν ἀρχῶν ἐπιστήμη μέν οὐκ ἂν εἴη, ἐπεί δ᾿ οὐδέν ἀληθέστερον ἐνδέχεται εἶναι ἐπιστήμης ἢ νοῦν, νοῦς ἂν εἴη τῶν ἀρχῶν, ἔκ τε τούτων σκοποῦσι καί ὅτι ἀποδείξεως ἀρχή οὐκ ἀπόδειξις, ὥστ᾿ οὐδ᾿ ἐπιστήμης ἐπιστήμη.
333Aristoteles, Analytica priora, 1, I 1; 9 (auctor 384BC-322BC)
Ὄρον δέ καλῶ εἰς ὃν διαλύεται ἡ πρότασις, οἷον τό τε κατηγορούμενον καί τό καθ᾿ οὗ κατηγορεῖται, ἢ προστιθεμένου ἢ διαιρουμένου τοῦ εἶναι καί μή εἶναι.
334Aristoteles, Analytica priora, 1, I 4; 4 (auctor 384BC-322BC)
Καλῶ δέ μέσον μέν ὃ καί αὐτό ἐν ἄλλῳ καί ἄλλο ἐν τούτῳ ἐστίν, ὃ καί τῇ θέσει γίνεται μέσον· ἄκρα δέ τό αὐτό τε ἐν ἄλλῳ ὂν καί ἐν ᾧ ἄλλο ἐστίν.
335Aristoteles, Analytica priora, 1, I 4; 11 (auctor 384BC-322BC)
Καθόλου μέν οὖν ὄντων τῶν ὅρων, δῆλον ἐν τούτῳ τῷ σχήματι πότε ἔσται καί πότε οὐκ ἔσται συλλογισμός, καί ὅτι ὄντος τε συλλογισμοῦ τούς ὅρους ἀναγκαῖον ἔχειν ὡς εἴπομεν, ἄν θ᾿ οὕτως ἔχωσιν, ὅτι ἔσται συλλογισμός.
336Aristoteles, Analytica priora, 1, I 4; 17 (auctor 384BC-322BC)
Ὁμοίως δέ καί εἰ ἀδιόριστον εἴη τό Β Γ, κατηγορικόν ὄν· ὁ γάρ αὐτός ἔσται συλλογισμός ἀδιορίστου τε καί ἐν μέρει ληφθέντος.
337Aristoteles, Analytica priora, 1, I 4; 22 (auctor 384BC-322BC)
Οὐδ᾿ ὅταν τό μέν πρός τῷ μείζονι ἄκρῳ καθόλου γένηται ἢ κατηγορικόν ἢ στερητικόν, τό δέ πρός τῷ ἐλάττονι στερητικόν κατά μέρος, οὐκ ἔσται συλλογισμός ἀδιορίστου τε καί ἐν μέρει ληφθέντος, οἷον εἰ τό μέν Α παντί τῷ Β ὑπάρχει, τό δέ Β τινί τῷ Γ μή, ἢ εἰ μή παντί ὑπάρχει· ᾧ γάρ ἄν τινι μή ὑπάρχῃ τό μέσον, τούτῳ καί παντί καί οὐδενί ἀκολουθήσει τό πρῶτον.
338Aristoteles, Analytica priora, 1, I 5; 40 (auctor 384BC-322BC)
Φανερόν οὖν ἐκ τῶν εἰρημένων ὅτι ἐάν τε οὕτως ἔχωσιν οἱ ὅροι πρός ἀλλήλους ὡς ἐλέχθη, γίνεται συλλογισμός ἐξ ἀνάγκης, ἄν τ᾿ ᾖ συλλογισμός, ἀνάγκη τούς ὅρους οὕτως ἔχειν.
339Aristoteles, Analytica priora, 1, I 6; 40 (auctor 384BC-322BC)
Φανερόν οὖν καί ἐν τούτῳ τῷ σχήματι πότ᾿ ἔσται καί πότ᾿ οὐκ ἔσται συλλογισμός, καί ὅτι ἐχόντων τε τῶν ὅρων ὡς ἐλέχθη γίνεται συλλογισμός ἐξ ἀνάγκης, ἄν τ᾿ ᾖ συλλογισμός, ἀνάγκη τούς ὅρους οὕτως ἔχειν.
340Aristoteles, Analytica priora, 1, I 8; 1 (auctor 384BC-322BC)
Ἐπεί δ᾿ ἕτερόν ἐστιν ὑπάρχειν τε καί ἐξ ἀνάγκης ὑπάρχειν καί ἐνδέχεσθαι ὑπάρχειν (πολλά γάρ ὑπάρχει μέν, οὐ μέντοι ἐξ ἀνάγκης· τά δ᾿ οὔτ᾿ ἐξ ἀνάγκης οὔθ᾿ ὑπάρχει ὅλως, ἐνδέχεται δ᾿ ὑπάρχειν), δῆλον ὅτι καί συλλογισμός ἑκάστου τούτων ἕτερος ἔσται, καί οὐχ ὁμοίως ἐχόντων τῶν ὅρων, ἀλλ᾿ ὁ μέν ἐξ ἀναγκαίων, ὁ δ᾿ ἐξ ὑπαρχόντων, ὁ δ᾿ ἐξ ἐνδεχομένων.
341Aristoteles, Analytica priora, 1, I 8; 2 (auctor 384BC-322BC)
Ἐπί μέν οὖν τῶν ἀναγκαίων σχεδόν ὁμοίως ἔχει καί ἐπί τῶν ὑπαρχόντων· ὡσαύτως γάρ τιθεμένων τῶν ὅρων ἔν τε τῷ ὑπάρχειν καί τῷ ἐξ ἀνάγκης ὑπάρχειν ἢ μή ὑπάρχειν ἔσται τε καί οὐκ ἔσται συλλογισμός, πλήν διοίσει τῷ προσκεῖσθαι κεῖσθαι τοῖς ὅροις τό ἐξ ἀνάγκης ὑπάρχειν ἢ μή ὑπάρχειν.
342Aristoteles, Analytica priora, 1, I 8; 3 (auctor 384BC-322BC)
Τό τε γάρ στερητικόν ὡσαύτως ἀντιστρέφει, καί τό ἐν ὅλῳ εἶναι καί τό κατά παντός ὁμοίως ἀποδώσομεν.
343Aristoteles, Analytica priora, 1, I 9; 4 (auctor 384BC-322BC)
Εἰ γάρ ἔσται, συμβήσεται τό Α τινί τῷ Β ὑπάρχειν ἐξ ἀνάγκης διά τε τοῦ πρώτου καί διά τοῦ τρίτου σχήματος.
344Aristoteles, Analytica priora, 1, I 10; 21 (auctor 384BC-322BC)
Ἔστω δή πρῶτον ἡ στερητική καθόλου τε καί ἀναγκαία, καί τό Α τῷ μέν Β μηδενί ἐνδεχέσθω ὑπάρχειν, τῷ δέ Γ τινί ὑπαρχέτω.
345Aristoteles, Analytica priora, 1, I 10; 23 (auctor 384BC-322BC)
Πάλιν ἔστω ἡ κατηγορική καθόλου τε καί ἀναγκαία, καί κείσθω πρός τῷ Β τό κατηγορικόν.
346Aristoteles, Analytica priora, 1, I 11; 22 (auctor 384BC-322BC)
Ἔστω γάρ τό Β Γ ἐν μέρει τε καί ἀναγκαῖον, τό δέ Α παντί τῷ Γ ὑπαρχέτω, μή μέντοι ἐξ ἀνάγκης.
347Aristoteles, Analytica priora, 1, I 11; 28 (auctor 384BC-322BC)
Ὁμοίως δέ καί διά τῶν αὐτῶν ὅρων δειχθήσεται καί εἰ τό Α Γ εἴη ἐν μέρει τε καί ἀναγκαῖον.
348Aristoteles, Analytica priora, 1, I 11; 29 (auctor 384BC-322BC)
Εἰ δ᾿ ὁ μέν κατηγορικός ὁ δέ στερητικός τῶν ὅρων, ὅταν μέν ᾖ τό καθόλου στερητικόν τε καί ἀναγκαῖον, καί τό συμπέρασμα ἔσται ἀναγκαῖον· εἰ γάρ τό Α τῷ Γ μηδενί ἐνδέχεται, τό δέ Β τινί τῷ Γ ὑπάρχει, τό Α τινί τῷ Β ἀνάγκη μή ὑπάρχειν.
349Aristoteles, Analytica priora, 1, I 13; 3 (auctor 384BC-322BC)
Ὅτι δέ τοῦτ᾿ ἔστι τό ἐνδεχόμενον, φανερόν ἔκ τε τῶν ἀποφάσεων καί τῶν καταφάσεων τῶν ἀντικειμένων· τό γάρ οὐκ ἐνδέχεται ὑπάρχειν καί ἀδύνατον ὑπάρχειν καί ἀνάγκη μή ὑπάρχειν ἤτοι ταὐτά ἐστιν ἢ ἀκολουθεῖ ἀλλήλοις, ὥστε καί τά ἀντικείμενα τούτοις, τό ἐνδέχεται ὑπάρχειν καί οὐκ ἀδύνατον ὑπάρχειν καί οὐκ ἀνάγκη μή ὑπάρχειν, ἤτοι ταὐτά ἔσται ἢ ἀκολουθοῦντα ἀλλήλοις· κατά παντός γάρ ἡ κατάφασις ἢ ἡ ἀπόφασίς ἐστιν.
350Aristoteles, Analytica priora, 1, I 14; 16 (auctor 384BC-322BC)
Ἐάν δ᾿ ἡ πρός τό μεῖζον ἄκρον ἐν μέρει ληφθῇ, ἡ δέ πρός τό ἔλαττον καθόλου, ἐάν τ᾿ ἀμφότεραι καταφατικαί τεθῶσιν ἐάν τε στερητικαί ἐάν τε μή ὁμοιοσχήμονες.
351Aristoteles, Analytica priora, 1, I 15; 1 (auctor 384BC-322BC)
Ἐάν δ᾿ ἡ μέν ὑπάρχειν ἡ δ᾿ ἐνδέχεσθαι λαμβάνηται τῶν προτάσεων, ὅταν μέν ἡ πρός τό μεῖζον ἄκρον ἐνδέχεσθαι σημαίνῃ, τέλειοί τ᾿ ἔσονται πάντες οἱ συλλογισμοί καί τοῦ ἐνδέχεσθαι κατά τόν εἰρημένον διορισμόν, ὅταν δ᾿ ἡ πρός τό ἔλαττον, ἀτελεῖς τε πάντες, καί οἱ στερητικοί τῶν συλλογισμῶν οὐ τοῦ κατά τόν διορισμόν ἐνδεχομένου, ἀλλά τοῦ μηδενί ἢ μή παντί ἐξ ἀνάγκης ὑπάρχειν· εἰ γάρ μηδενί ἢ μή παντί ἐξ ἀνάγκης, ἐνδέχεσθαί φαμεν καί μηδενί καί μή παντί ὑπάρχειν.
352Aristoteles, Analytica priora, 1, I 15; 59 (auctor 384BC-322BC)
Ὅταν δέ καθόλου μέν ᾖ τό πρός τό μεῖζον ἄκρον, ὑπάρχον δέ καί μή ἐνδεχόμενον, θάτερον δ᾿ ἐν μέρει καί ἐνδεχόμενον, ἐάν τ᾿ ἀποφατικαί ἐάν τε καταφατικαί τεθῶσιν ἀμφότεραι, ἐάν τε ἡ μέν ἀποφατική ἡ δέ καταφατική, πάντως ἔσται συλλογισμός ἀτελής.
353Aristoteles, Analytica priora, 1, I 15; 64 (auctor 384BC-322BC)
Ἐάν δέ τό καθόλου τεθῇ πρός τό ἔλαττον ἄκρον, τό δ᾿ ἐν μέρει πρός τό μεῖζον, ἐάν τε στερητικόν ἐάν τε καταφατικόν ἐάν τ᾿ ἐνδεχόμενον ἐάν θ᾿ ὑπάρχον ὁποτερονοῦν, οὐδαμῶς ἔσται συλλογισμός.
354Aristoteles, Analytica priora, 1, I 16; 16 (auctor 384BC-322BC)
Ὁ μέν οὖν συλλογισμός ἔσται τέλειος, ἀλλ᾿ οὐ τοῦ μή ὑπάρχειν ἀλλά τοῦ ἐνδέχεσθαι μή ὑπάρχειν· ἥ τε γάρ πρότασις οὕτως ἐλήφθη ἡ ἀπό τοῦ μείζονος ἄκρου, καί εἰς τό ἀδύνατον οὐκ ἔστιν ἀγαγεῖν· εἰ γάρ ὑποτεθείη τό Α τῷ Γ τινί ὑπάρχειν, κεῖται δέ καί τῷ Β ἐνδέχεσθαι μηδενί ὑπάρχειν, οὐδέν συμβαίνει διά τούτων ἀδύνατον.
355Aristoteles, Analytica priora, 1, I 16; 35 (auctor 384BC-322BC)
Φανερόν οὖν ἐκ τῶν εἰρημένων ὅτι ὁμοίως ἐχόντων τῶν ὅρων ἔν τε τῷ ὑπάρχειν καί ἐν τοῖς ἀναγκαίοις γίνεταί τε καί οὐ γίνεται συλλογισμός, πλήν κατά μέν τό ὑπάρχειν τιθεμένης τῆς στερητικῆς προτάσεως τοῦ ἐνδέχεσθαι ἦν ὁ συλλογισμός, κατά δέ τό ἀναγκαῖον τῆς στερητικῆς καί τοῦ ἐνδέχεσθαι καί τοῦ μή ὑπάρχειν.
356Aristoteles, Analytica priora, 1, I 19; 26 (auctor 384BC-322BC)
Ὁμοίως δ᾿ ἕξει κἀπί τῶν ἐν μέρει συλλογισμῶν· ὅταν μέν γάρ ᾖ τό στερητικόν καθόλου τε καί ἀναγκαῖον, ἀεί συλλογισμός ἔσται καί τοῦ ἐνδέχεσθαι καί τοῦ μή ὑπάρχειν (ἀπόδειξις δέ διά τῆς ἀντιστροφῆς), ὅταν δέ τό καταφατικόν, οὐδέποτε· τόν αὐτόν γάρ τρόπον δειχθήσεται ὃν καί ἐν τοῖς καθόλου, καί διά τῶν αὐτῶν ὅρων.
357Aristoteles, Analytica priora, 1, I 19; 32 (auctor 384BC-322BC)
Καί ὅτι τόν αὐτόν τρόπον ἐχόντων ἔν τε τοῖς ἀναγκαίοις καί ἐν τοῖς ὑπάρχουσι γίνεταί τε καί οὐ γίνεται συλλογισμός.
358Aristoteles, Analytica priora, 1, I 20; 11 (auctor 384BC-322BC)
Εἰ δ᾿ ὁ μέν ἐστι καθόλου τῶν ὅρων ὁ δ᾿ ἐν μέρει, τόν αὐτόν τρόπον ἐχόντων τῶν ὅρων ὅνπερ ἐπί τοῦ ὑπάρχειν, ἔσται τε καί οὐκ ἔσται συλλογισμός.
359Aristoteles, Analytica priora, 1, I 23; 23 (auctor 384BC-322BC)
Τούτου δέ δειχθέντος δῆλον ὡς ἅπας τε συλλογισμός ἐπιτελεῖται διά τοῦ πρώτου σχήματος καί ἀνάγεται εἰς τούς ἐν τούτῳ καθόλου συλλογισμούς.
360Aristoteles, Analytica priora, 1, I 24; 1 (auctor 384BC-322BC)
Ἔτι τε ἐν ἅπαντι δεῖ κατηγορικόν τινα τῶν ὅρων εἶναι καί τό καθόλου ὑπάρχειν· ἄνευ γάρ τοῦ καθόλου ἢ οὐκ ἔσται συλλογισμός ἢ οὐ πρός τό κείμενον, ἢ τό ἐξ ἀρχῆς αἰτήσεται.
361Aristoteles, Analytica priora, 1, I 25; 1 (auctor 384BC-322BC)
Δῆλον δέ καί ὅτι πᾶσα ἀπόδειξις ἔσται διά τριῶν ὅρων καί οὐ πλειόνων, ἐάν μή δι᾿ ἄλλων καί ἄλλων τό αὐτό συμπέρασμα γίνηται, οἷον τό Ε διά τε τῶν Α Β καί διά τῶν Γ Δ, ἢ διά τῶν Α Β καί Β Γ· πλείω γάρ μέσα τῶν αὐτῶν οὐδέν εἶναι κωλύει.
362Aristoteles, Analytica priora, 1, I 25; 5 (auctor 384BC-322BC)
Ἀλλά καί οὕτως πλείους οἱ συλλογισμοί· πλείω γάρ τά συμπεράσματά ἐστιν, οἷον τό τε Α καί τό Β καί τό Γ.
363Aristoteles, Analytica priora, 1, I 25; 16 (auctor 384BC-322BC)
Εἰ δ᾿ ἐκ τῶν Α Β μή τό Ε ἀλλ᾿ ἄλλο τι γίνεται συμπέρασμα, ἐκ δέ τῶν Γ Δ ἢ τούτων θάτερον ἢ ἄλλο παρά ταῦτα, πλείους τε οἱ συλλογισμοί γίνονται καί οὐ τοῦ ὑποκειμένου· ὑπέκειτο γάρ εἶναι τοῦ Ε τόν συλλογισμόν.
364Aristoteles, Analytica priora, 1, I 25; 17 (auctor 384BC-322BC)
Εἰ δέ μή γίνεται ἐκ τῶν Γ Δ μηδέν συμπέρασμα, μάτην τε εἰλῆφθαι αὐτά συμβαίνει καί μή τοῦ ἐξ ἀρχῆς εἶναι τόν συλλογισμόν.
365Aristoteles, Analytica priora, 1, I 25; 25 (auctor 384BC-322BC)
Τά δέ συμπεράσματα οὐκέτι τήν αὐτήν ἕξει τάξιν οὔτε πρός τούς ὅρους οὔτε πρός τάς προτάσεις· ἑνός γάρ ὅρου προστιθεμένου συμπεράσματα προστεθήσεται ἑνί ἐλάττω τῶν προϋπαρχόντων ὅρων· πρός μόνον γάρ τόν ἔσχατον οὐ ποιεῖ συμπέρασμα, πρός δέ τούς ἄλλους πάντας, οἷον εἰ τῷ Α Β Γ πρόσκειται τό Δ, εὐθύς καί συμπεράσματα δύο πρόσκειται, τό τε πρός τό Α καί τό πρός τό Β.
366Aristoteles, Analytica priora, 1, I 26; 2 (auctor 384BC-322BC)
Τό μέν οὖν καταφατικόν τό καθόλου διά τοῦ πρώτου σχήματος δείκνυται μόνου, καί διά τούτου μοναχῶς· τό δέ στερητικόν διά τε τοῦ πρώτου καί διά τοῦ μέσου, καί διά μέν τοῦ πρώτου μοναχῶς, διά δέ τοῦ μέσου διχῶς· τό δ᾿ ἐν μέρει καταφατικόν διά τοῦ πρώτου καί διά τοῦ ἐσχάτου, μοναχῶς μέν διά τοῦ πρώτου, τριχῶς δέ διά τοῦ ἐσχάτου.
367Aristoteles, Analytica priora, 1, I 26; 9 (auctor 384BC-322BC)
Ὅλως τε οὐ δεῖ λανθάνειν ὅτι ἀνασκευάσαι μέν δι᾿ ἀλλήλων ἔστι καί τά καθόλου διά τῶν ἐν μέρει καί ταῦτα διά τῶν καθόλου, κατασκευάσαι δ᾿ οὐκ ἔστι διά τῶν κατά μέρος τά καθόλου, δι᾿ ἐκείνων δέ ταῦτ᾿ ἔστιν.
368Aristoteles, Analytica priora, 1, I 27; 7 (auctor 384BC-322BC)
Δεῖ δή τάς προτάσεις περί ἕκαστον οὕτως ἐκλαμβάνειν, ὑποθέμενον αὐτό πρῶτον καί τούς ὁρισμούς τε καί ὅσα ἴδια τοῦ πράγματός ἐστιν, εἶτα μετά τοῦτο ὅσα ἕπεται τῷ πράγματι, καί πάλιν οἷς τό πρᾶγμα ἀκολουθεῖ, καί ὅσα μή ἐν δέχεται αὐτῷ ὑπάρχειν.
369Aristoteles, Analytica priora, 1, I 27; 9 (auctor 384BC-322BC)
Διαιρετέον δέ καί τῶν ἑπομένων ὅσα τε ἐν τῷ τί ἐστι καί ὅσα ὡς ἴδια καί ὅσα ὡς συμβεβηκότα κατηγορεῖται, καί τούτων ποῖα δοξαστικῶς καί ποῖα κατ᾿ ἀλήθειαν· ὅσῳ μέν γάρ ἂν πλειόνων τοιούτων εὐπορῇ τις, θᾶττον ἐντεύξεται συμπεράσματι, ὅσῳ δ᾿ ἂν ἀληθεστέρων, μᾶλλον ἀποδείξει.
370Aristoteles, Analytica priora, 1, I 29; 6 (auctor 384BC-322BC)
Καί καθ᾿ ἕκαστον πρόβλημα ἡ αὐτή σκέψις δεικτικῶς τε βουλομένῳ συλλογίσασθαι καί εἰς ἀδύνατον ἀγαγεῖν· ἐκ γάρ τῶν αὐτῶν ὅρων ἀμφότεραι αἱ ἀποδείξεις, οἷον εἰ δέδεικται μηδενί ὑπάρχειν τῷ Ε τό Α, ὅτι συμβαίνει καί τό Β τινί τῶν Ε ὑπάρχειν, ὅπερ ἀδύνατον· ἐάν ληφθῇ τῷ μέν Ε μηδενί τῷ δέ Α παντί ὑπάρχειν τό Β, φανερόν ὅτι οὐδενί τῷ Ε τό Α ὑπάρξει.
371Aristoteles, Analytica priora, 1, I 29; 10 (auctor 384BC-322BC)
Ταῦτα μέν οὖν ἔσται μᾶλλον φανερά διά τῶν ἑπομένων, ὅταν περί τοῦ ἀδυνάτου λέγωμεν· νῦν δέ τοσοῦτον ἡμῖν ἔστω δῆλον, ὅτι εἰς ταῦτα βλεπτέον δεικτικῶς τε βουλομένῳ συλλογίζεσθαι καί εἰς τό ἀδύνατον ἀγαγεῖν.
372Aristoteles, Analytica priora, 1, I 30; 2 (auctor 384BC-322BC)
Αἱ δ᾿ ἀρχαί τῶν συλλογισμῶν καθόλου μέν εἴρηνται, ὃν τρόπον τ᾿ ἔχουσι καί ὃν τρόπον δεῖ θηρεύειν αὐτάς, ὅπως μή βλέπωμεν εἰς ἅπαντα τά λεγόμενα, μηδ᾿ εἰς ταὐτά κατασκευάζοντες καί ἀνασκευάζοντες, μηδέ κατασκευάζοντές τε κατά παντός ἢ τινός καί ἀνασκευάζοντες ἀπό πάντων ἢ τινῶν, ἀλλ᾿ εἰς ἐλάττω καί ὡρισμένα, καθ᾿ ἕκαστον δέ ἐκλέγειν τῶν ὄντων, οἷον περί ἀγαθοῦ ἢ ἐπιστήμης.
373Aristoteles, Analytica priora, 1, I 30; 6 (auctor 384BC-322BC)
Ὁμοίως δέ καί περί ἄλλην ὁποιανοῦν ἔχει τέχνην τε καί ἐπιστήμην.
374Aristoteles, Analytica priora, 1, I 32; 2 (auctor 384BC-322BC)
Εἰ γάρ τήν τε γένεσιν τῶν συλλογισμῶν θεωροῖμεν καί τοῦ εὑρίσκειν ἔχοιμεν δύναμιν, ἔτι δέ τούς γεγενημένους ἀναλύοιμεν εἰς τά προειρημένα σχήματα, τέλος ἂν ἔχοι ἡ ἐξ ἀρχῆς πρόθεσις.
375Aristoteles, Analytica priora, 1, I 36; 1 (auctor 384BC-322BC)
Τό δέ ὑπάρχειν τό πρῶτον τῷ μέσῳ καί τοῦτο τῷ ἄκρῳ οὐ δεῖ λαμβάνειν ὡς ἀεί κατηγορηθησομένων ἀλλήλων ἢ ὁμοίως τό τε πρῶτον τοῦ μέσου καί τοῦτο τοῦ ἐσχάτου.
376Aristoteles, Analytica priora, 1, I 43; 1 (auctor 384BC-322BC)
Τούς τε πρός ὁρισμόν τῶν λόγων, ὅσοι πρός ἕν τι τυγχάνουσι διειλεγμένοι τῶν ἐν τῷ ὅρῳ, πρός ὃ διείλεκται, θετέον ὅρον, καί οὐ τόν ἅπαντα λόγον· ἧττον γάρ συμβήσεται ταράττεσθαι διά τό μῆκος, οἷον εἰ τό ὕδωρ ἔδειξεν ἅτι ὑγρόν ποτόν, τό ποτόν καί τό ὕδωρ ὅρους θετέον.
377Aristoteles, Analytica priora, 1, I 46; 24 (auctor 384BC-322BC)
Ἐπεί δ᾿ οὐχ οἷόν τε ἅμα εἶναι μή λευκόν καί λευκόν, τό Δ ὑπάρξει.
378Aristoteles, Analytica priora, 2, II 1; 6 (auctor 384BC-322BC)
Αὕτη μέν οὖν κοινή πάντων αἰτία, τῶν τε καθόλου καί τῶν κατά μέρος· ἔστι δέ περί τῶν καθόλου καί ἄλλως εἰπεῖν.
379Aristoteles, Analytica priora, 2, II 2; 4 (auctor 384BC-322BC)
Πρῶτον μέν οὖν ὅτι ἐξ ἀληθῶν οὐχ οἷόν τε ψεῦδος συλλογίσασθαι, ἐντεῦθεν δῆλον.
380Aristoteles, Analytica priora, 2, II 2; 6 (auctor 384BC-322BC)
Εἰ οὖν ἀληθές ἐστι τό Α, ἀνάγκη τό Β ἀληθές εἶναι, ἢ συμβήσεται τό αὐτό ἅμα εἶναί τε καί οὐκ εἶναι· τοῦτο δ᾿ ἀδύνατον.
381Aristoteles, Analytica priora, 2, II 2; 7 (auctor 384BC-322BC)
Μή ὅτι δέ κεῖται τό Α εἷς ὅρος, ὑποληφθήτω ἐνδέχεσθαι ἑνός τινος ὄντος ἐξ ἀνάγκης τι συμβαίνειν· οὐ γάρ οἷόν τε· τό μέν γάρ συμβαῖνον ἐξ ἀνάγκης τό συμπέρασμά ἐστι, δι᾿ ὧν δέ τοῦτο γίνεται ἐλαχίστων, τρεῖς ὅροι, δύο δέ διαστήματα καί προτάσεις.
382Aristoteles, Analytica priora, 2, II 2; 8 (auctor 384BC-322BC)
Εἰ οὖν ἀληθές, ᾧ τό Β ὑπάρχει, τό Α παντί, ᾧ δέ τό Γ, τό Β, ᾧ τό Γ, ἀνάγκη τό Α ὑπάρχειν καί οὐχ οἷόν τε τοῦτο ψεῦδος εἶναι· ἅμα γάρ ὑπάρξει ταὐτό καί οὐχ ὑπάρξει.
383Aristoteles, Analytica priora, 2, II 2; 24 (auctor 384BC-322BC)
Φανερόν οὖν ὅτι τῆς πρώτης ὅλης λαμβανομένης ψευδοῦς, ἐάν τε καταφατικῆς ἐάν τε στερητικῆς, τῆς δ᾿ ἑτέρας ἀληθοῦς, οὐ γίνεται ἀληθές τό συμπέρασμα.
384Aristoteles, Analytica priora, 2, II 4; 39 (auctor 384BC-322BC)
Τοῦ δή Β μή ὄντος μεγάλου τό Α οὐχ οἷόν τε λευκόν εἶναι.
385Aristoteles, Analytica priora, 2, II 5; 8 (auctor 384BC-322BC)
Δεδείχθω γάρ τό Α Γ διά μέσου τοῦ Β, καί πάλιν τό Α Β διά τε τοῦ συμπεράσματος καί διά τῆς Β Γ προτάσεως ἀντιστραφείσης, ὡσαύτως δέ καί τό Β Γ διά τε τοῦ συμπεράσματος καί τῆς Α Β προτάσεως ἀντεστραμμένης.
386Aristoteles, Analytica priora, 2, II 5; 9 (auctor 384BC-322BC)
Δεῖ δέ τήν τε Γ Β καί τήν Β Α πρότασιν ἀποδεῖξαι· ταύταις γάρ ἀναποδείκτοις κεχρήμεθα μόναις· Ἐάν οὖν ληφθῇ τό Β παντί τῷ Γ ὑπάρχειν καί τό Γ παντί τῷ Α, συλλογισμός ἔσται τοῦ Β πρός τό Α.
387Aristoteles, Analytica priora, 2, II 5; 13 (auctor 384BC-322BC)
Ἐάν οὖν ληφθῇ τό Γ παντί τῷ Β καί τό Β παντί τῷ Α ὑπάρχειν, ἀμφότεραί τε αἱ προτάσεις ἀποδεδειγμέναι λαμβάνονται, καί τό Γ τῷ Α ἀνάγκη ὑπάρχειν.
388Aristoteles, Analytica priora, 2, II 7; 17 (auctor 384BC-322BC)
Φανερόν οὖν ὅτι ἐν μέν τῷ πρώτῳ σχήματι ἡ δι᾿ ἀλλήλων δεῖξις διά τε τοῦ τρίτου καί διά τοῦ πρώτου γίνεται σχήματος.
389Aristoteles, Analytica priora, 2, II 7; 19 (auctor 384BC-322BC)
Ἐν δέ τῷ μέσῳ καθόλου μέν ὄντος τοῦ συλλογισμοῦ δι᾿ αὐτοῦ τε καί διά τοῦ πρώτου σχήματος, ὅταν δ᾿ ἐν μέρει, δι᾿ αὐτοῦ τε καί τοῦ ἐσχάτου.
390Aristoteles, Analytica priora, 2, II 10; 21 (auctor 384BC-322BC)
Γίνεται γάρ τό Α Γ καθόλου τε καί στερητικόν, θάτερον δ᾿ ἐπί μέρους καί κατηγορικόν.
391Aristoteles, Analytica priora, 2, II 14; 38 (auctor 384BC-322BC)
Δῆλον οὖν ὅτι πᾶν πρόβλημα δείκνυται κατ᾿ ἀμφοτέρους τούς τρόπους, διά τε τοῦ ἀδυνάτου καί δεικτικῶς, καί οὐκ ἐνδέχεται χωρίζεσθαι τόν ἕτερον.
392Aristoteles, Analytica priora, 2, II 15; 23 (auctor 384BC-322BC)
Ὥστε φανερόν ὁσαχῶς τε καί ἐν ποίοις σχήμασιν ἐνδέχεται διά τῶν ἀντικειμένων προτάσεων γενέσθαι συλλογισμόν.
393Aristoteles, Analytica priora, 2, II 16; 1 (auctor 384BC-322BC)
Τό δ᾿ ἐν ἀρχῇ αἰτεῖσθαι καί λαμβάνειν ἔστι μέν, ὡς ἐν γένει λαβεῖν, ἐν τῷ μή ἀποδεικνύναι τό προκείμενον, τοῦτο δ᾿ ἐπισυμβαίνει πολλαχῶς· καί γάρ εἰ ὅλως μή συλλογίζεται, καί εἰ δι᾿ ἀγνωστοτέρων ἢ ὁμοίως ἀγνώστων, καί εἰ διά τῶν ὑστέρων τό πρότερον· ἡ γάρ ἀπόδειξις ἐκ πιστοτέρων τε καί προτέρων ἐστίν.
394Aristoteles, Analytica priora, 2, II 16; 4 (auctor 384BC-322BC)
Ὅπερ ποιοῦσιν οἱ τάς παραλλήλους οἰόμενοι γράφειν· λανθάνουσι γάρ αὐτοί ἑαυτούς τοιαῦτα λαμβάνοντες, ἃ οὐχ οἷόν τε ἀποδεῖξαι μή οὐσῶν τῶν παραλλήλων.
395Aristoteles, Analytica priora, 2, II 16; 13 (auctor 384BC-322BC)
Εἰ οὖν ἐστί τό ἐν ἀρχῇ αἰτεῖσθαι τό δι᾿ αὑτοῦ δεικνύναι τό μή δι᾿ αὑτοῦ δῆλον, τοῦτο δ᾿ ἐστί τό μή δεικνύναι, ὅταν ὁμοίως ἀδήλων ὄντων τοῦ δεικνυμένου καί δι᾿ οὗ δείκνυται ἢ τῷ ταὐτά τῷ αὐτῷ ἢ τῷ ταὐτόν τοῖς αὐτοῖς ὑπάρχειν, ἐν μέν τῷ μέσῳ σχήματι καί τρίτῳ ἀμφοτέρως ἂν ἐνδέχοιτο τό ἐν ἀρχῇ αἰτεῖσθαι, ἐν δέ κατηγορικῷ συλλογισμῷ ἔν τε τῷ τρίτῳ καί τῷ πρώτῳ.
396Aristoteles, Analytica priora, 2, II 21; 4 (auctor 384BC-322BC)
Πάλιν εἴ τις ἀπατηθείη περί τά ἐκ τῆς αὐτῆς συστοιχίας, οἷον εἰ τό Α ὑπάρχει τῷ Β, τοῦτο δέ τῷ Γ καί τό Γ τῷ Δ, ὑπολαμβάνοι δέ τό Α παντί τῷ Β ὑπάρχειν καί πάλιν μηδενί τῷ Γ· ἅμα γάρ εἴσεταί τε καί οὐχ ὑπολήψεται ὑπάρχειν.
397Aristoteles, Analytica priora, 2, II 22; 25 (auctor 384BC-322BC)
Ἐπεί δέ μᾶλλον, οὐχ οἷόν τε ὁμοίως· καί γάρ ἂν τά Β Δ ὁμοίως ἦσαν.
398Aristoteles, Analytica priora, 2, II 27; 17 (auctor 384BC-322BC)
Εἰ δή τοῦτό τε δοθείη καί ἓν ἑνός σημεῖον εἶναι, καί δυναίμεθα λαμβάνειν τό ἴδιον ἑκάστου γένους πάθος καί σημεῖον, δυνησόμεθα φυσιογνωμονεῖν.
399Aristoteles, Athenaion Politeia, p2, 2, 1; 1 (auctor 384BC-322BC)
μετὰ δὲ ταῦτα συνέβη στασιάσαι τούς τε γνωρίμους καὶ τὸ πλῆθος πολὺν χρόνον.
400Aristoteles, Athenaion Politeia, p2, 2, 2; 2 (auctor 384BC-322BC)
ἦν γὰρ αὐτῶν ἡ πολιτεία τοῖς τε ἄλλοις ὀλιγαρχικὴ πᾶσι, καὶ δὴ καὶ ἐδούλευον οἱ πένητες τοῖς πλουσίοις καὶ αὐτοὶ καὶ τὰ τέκνα καὶ αἱ γυναῖκες· καὶ ἐκαλοῦντο πελάται καὶ ἑκτήμοροι· κατὰ ταύτην γὰρ τὴν μίσθωσιν ἠργάζοντο τῶν πλουσίων τοὺς ἀγρούς (ἡ δὲ πᾶσα γῆ δι' ὀλίγων ἦν) , καὶ εἰ μὴ τὰς μισθώσεις ἀποδιδοῖεν, ἀγώγιμοι καὶ αὐτοὶ καὶ οἱ παῖδες ἐγίγνοντο· καὶ οἱ δανεισμοὶ πᾶσιν ἐπὶ τοῖς σώμασιν ἦσαν μέχρι Σόλωνος· οὗτος δὲ πρῶτος ἐγένετο τοῦ δήμου προστάτης.
401Aristoteles, Athenaion Politeia, p2, 5, 3; 4 (auctor 384BC-322BC)
ἦν δ' ὁ Σόλων τῇ μὲν φύσει καὶ τῇ δόξῃ τῶν πρώτων, τῇ δ' οὐσίᾳ καὶ τοῖς πράγμασι τῶν μέσων, ὡς ἔκ τε τῶν ἄλλων ὁμολογεῖται, καὶ αὐτὸς ἐν τοῖσδε τοῖς ποιήμασιν μαρτυρεῖ, παραινῶν τοῖς πλουσίοις μὴ πλεονεκτεῖν· ὑμεῖς δ' ἡσυχάσαντες ἐνὶ φρεσὶ καρτερὸν ἦτορ, οἳ πολλῶν ἀγαθῶν ἐς κόρον ἠλάσατε, ἐν μετρίοισι τίθεσθε μέγαν νόον.
402Aristoteles, Athenaion Politeia, p2, 5, 3; 7 (auctor 384BC-322BC)
28 καὶ ὅλως αἰεὶ τὴν αἰτίαν τῆς στάσεως ἀνάπτει τοῖς πλουσίοις· διὸ καὶ ἐν ἀρχῇ τῆς ἐλεγείας δεδοικέναι φησὶ τήν τε φιλαργυρίαν τήν θ' ὑπερηφανίαν, σολον φρ.
403Aristoteles, Athenaion Politeia, p2, 6, 1; 1 (auctor 384BC-322BC)
κύριος δὲ γενόμενος τῶν πραγμάτων Σόλων τόν τε δῆμον ἠλευθέρωσε καὶ ἐν τῷ παρόντι καὶ εἰς τὸ μέλλον, κωλύσας δανείζειν ἐπὶ τοῖς σώμασιν, καὶ νόμους ἔθηκε καὶ χρεῶν ἀποκοπὰς ἐποίησε, καὶ τῶν ἰδίων καὶ τῶν δημοσίων, ἃς σεισάχθειαν καλοῦσιν, ὡς ἀποσεισάμενοι τὸ βάρος.
404Aristoteles, Athenaion Politeia, p2, 6, 4; 6 (auctor 384BC-322BC)
ὅτι δὲ ταύτην ἔσχε τὴν ἐξουσίαν, τά τε πράγματα νοσοῦντα μαρτυρεῖ, καὶ ἐν τοῖς ποιήμασιν αὐτὸς πολλαχοῦ μέμνηται, καὶ οἱ ἄλλοι συνομολογοῦσι πάντες.
405Aristoteles, Athenaion Politeia, p2, 7, 4; 7 (auctor 384BC-322BC)
ἔδει δὲ τελεῖν πεντακοσιομέδιμνον μέν, ὃς ἂν ἐκ τῆς οἰκείας ποιῇ πεντακόσια μέτρα τὰ συνάμφω ξηρὰ καὶ ὑγρά, ἱππάδα δὲ τοὺς τριακόσια ποιοῦντας – ὡς δ' ἔνιοί φασι τοὺς ἱπποτροφεῖν δυναμένους· σημεῖον δὲ φέρουσι τό τε ὄνομα τοῦ τέλους, ὡς ἂν ἀπὸ τοῦ πράγματος κείμενον, καὶ τὰ ἀναθήματα τῶν ἀρχαίων· ἀνάκειται γὰρ ἐν ἀκροπόλει εἰκὼν Διφίλου, ἐφ' ᾗ ἐπιγέγραπται τάδε· Διφίλου Ἀνθεμίων τήνδ' ἀνέθηκε θεοῖς . . . θητικοῦ ἀντὶ τέλους ἱππάδ' ἀμειψάμενος.
406Aristoteles, Athenaion Politeia, p2, 8, 3; 6 (auctor 384BC-322BC)
ἐκ δὲ τῆς φυλῆς ἑκάστης ἦσαν νενεμημέναι τριττύες μὲν τρεῖς, ναυκραρίαι δὲ δώδεκα καθ' ἑκάστην· ἦν δ' ἐπὶ τῶν ναυκραριῶν ἀρχὴ καθεστηκυῖα ναύκραροι, τεταγμένη πρός τε τὰς εἰσφορὰς καὶ τὰς δαπάνας τὰς γιγνομένας· διὸ καὶ ἐν τοῖς νόμοις τοῖς Σόλωνος οἷς οὐκέτι χρῶνται πολλαχοῦ γέγραπται, “ τοὺς ναυκράρους εἰσπράττειν, καὶ “ ἀναλίσκειν ἐκ τοῦ ναυκραρικοῦ ἀργυρίου.
407Aristoteles, Athenaion Politeia, p2, 8, 4; 7 (auctor 384BC-322BC)
βουλὴν δ' ἐποίησε τετρακοσίους, ἑκατὸν ἐξ ἑκάστης φυλῆς, τὴν δὲ τῶν Ἀρεοπαγιτῶν ἔταξεν ἐπὶ τὸ νομοφυλακεῖν, ὥσπερ ὑπῆρχεν καὶ πρότερον ἐπίσκοπος οὖσα τῆς πολιτείας, καὶ τά τε ἄλλα τὰ πλεῖστα καὶ τὰ μέγιστα τῶν πολιτικῶν διετήρει, καὶ τοὺς ἁμαρτάνοντας ηὔθυνεν κυρία οὖσα καὶ ζημιοῦν καὶ κολάζειν, καὶ τὰς ἐκτίσεις ἀνέφερεν εἰς πόλιν, οὐκ ἐπιγράφουσα τὴν πρόφασιν δι' ὃ τὸ ἐκτίνεσθαι, καὶ τοὺς ἐπὶ καταλύσει τοῦ δήμου συνισταμένους ἔκρινεν, Σόλωνος θέντος νόμον εἰσαγγελίας περὶ αὐτῶν.
408Aristoteles, Athenaion Politeia, p2, 10, 1; 1 (auctor 384BC-322BC)
ἐν μὲν οὖν τοῖς νόμοις ταῦτα δοκεῖ θεῖναι δημοτικά, πρὸ δὲ τῆς νομοθεσίας ποιήσας τὴν τῶν χρεῶν ἀποκοπήν, καὶ μετὰ ταῦτα τήν τε τῶν μέτρων καὶ σταθμῶν καὶ τὴν τοῦ νομίσματος αὔξησιν.
409Aristoteles, Athenaion Politeia, p2, 11, 2; 3 (auctor 384BC-322BC)
ἅμα δὲ καὶ συνέβαινεν αὐτῷ τῶν τε γνωρίμων διαφόρους γεγενῆσθαι πολλοὺς διὰ τὰς τῶν χρεῶν ἀποκοπάς, καὶ τὰς στάσεις ἀμφοτέρας μεταθέσθαι διὰ τὸ παράδοξον αὐτοῖς γενέσθαι τὴν κατάστασιν.
410Aristoteles, Athenaion Politeia, p2, 12, 4; 13 (auctor 384BC-322BC)
ταῦτα μὲν κράτει νομοῦ βίην τε καὶ δίκην συναρμόσας ἔρεξα καὶ διῆλθον ὡς ὑπεσχόμην.
411Aristoteles, Athenaion Politeia, p2, 12, 4; 14 (auctor 384BC-322BC)
θεσμοὺς δ' ὁμοίως τῷ κακῷ τε κἀγαθῷ, εὐθεῖαν εἰς ἕκαστον ἁρμόσας δίκην, ἔγραψα.
412Aristoteles, Athenaion Politeia, p2, 12, 4; 15 (auctor 384BC-322BC)
κέντρον δ' ἄλλος ὡς ἐγὼ λαβών, κακοφραδής τε καὶ φιλοκτήμων ἀνήρ, οὐκ ἂν κατέσχε δῆμον.
413Aristoteles, Athenaion Politeia, p2, 13, 5; 10 (auctor 384BC-322BC)
προσεκεκόσμηντο δὲ τούτοις οἵ τε ἀφῃρημένοι τὰ χρέα διὰ τὴν ἀπορίαν, καὶ οἱ τῷ γένει μὴ καθαροὶ διὰ τὸν φόβον· σημεῖον δ', ὅτι μετὰ τὴν τῶν τυράννων κατάλυσιν ἐποίησαν διαψηφισμόν, ὡς πολλῶν κοινωνούντων τῆς πολιτείας οὐ προσῆκον.
414Aristoteles, Athenaion Politeia, p2, 14, 4; 8 (auctor 384BC-322BC)
τει δὲ δωδεκάτῳ μετὰ ταῦτα περιελαυνόμενος ὁ Μεγακλῆς τῇ στάσει, πάλιν ἐπικηρυκευσάμενος πρὸς τὸν Πεισίστρατον, ἐφ' ᾧ τε τὴν θυγατέρα αὐτοῦ λήψεται, κατήγαγεν αὐτὸν ἀρχαίως καὶ λίαν ἁπλῶς.
415Aristoteles, Athenaion Politeia, p2, 16, 1; 1 (auctor 384BC-322BC)
ἡ μὲν οὖν Πεισιστράτου τυραννὶς ἐξ ἀρχῆς τε κατέστη τοῦτον τὸν τρόπον, καὶ μεταβολὰς ἔσχεν τοσαύτας.
416Aristoteles, Athenaion Politeia, p2, 16, 2; 3 (auctor 384BC-322BC)
ἔν τε γὰρ τοῖς ἄλλοις φιλάνθρωπος ἦν καὶ πρᾷος καὶ τοῖς ἁμαρτάνουσι συγγνωμονικός, καὶ δὴ καὶ τοῖς ἀπόροις προεδάνειζε χρήματα πρὸς τὰς ἐργασίας, ὥστε διατρέφεσθαι γεωργοῦντας.
417Aristoteles, Athenaion Politeia, p2, 16, 8; 14 (auctor 384BC-322BC)
ἔν τε γὰρ τοῖς ἄλλοις ἐβούλετο πάντα διοικεῖν κατὰ τοὺς νόμους, οὐδεμίαν ἑαυτῷ πλεονεξίαν διδούς, καί ποτε προσκληθεὶς φόνου δίκην εἰς Ἄρειον πάγον, αὐτὸς μὲν ἀπήντησεν ὡς ἀπολογησόμενος, ὁ δὲ προσκαλεσάμενος φοβηθεὶς ἔλιπεν.
418Aristoteles, Athenaion Politeia, p2, 18, 2; 3 (auctor 384BC-322BC)
ἐρασθεὶς γὰρ τοῦ Ἁρμοδίου καὶ διαμαρτάνων τῆς πρὸς αὐτὸν φιλίας, οὐ κατεῖχε τὴν ὀργήν, ἀλλ' ἔν τε τοῖς ἄλλοις ἐνεσημαίνετο πικρῶς, καὶ τὸ τελευταῖον μέλλουσαν αὐτοῦ τὴν ἀδελφὴν κανηφορεῖν Παναθηναίοις ἐκώλυσεν, λοιδορήσας τι τὸν Ἁρμόδιον ὡς μαλακὸν ὄντα, ὅθεν συνέβη παροξυνθέντα τὸν Ἁρμόδιον καὶ τὸν Ἀριστογείτονα πράττειν τὴν πρᾶξιν μετεχόντων πολλῶν.
419Aristoteles, Athenaion Politeia, p2, 19, 3; 5 (auctor 384BC-322BC)
‖ ‖ ἔν τε γὰρ τοῖς ἄλλοις οἷς ἔπραττον διεσφάλλοντο, καὶ τειχίσαντες ἐν τῇ χώρᾳ Λειψύδριον τὸ ὑπὲρ Πάρνηθος, εἰς ὃ συνεξῆλθόν τινες τῶν ἐκ τοῦ ἄστεως, ἐξεπολιορκήθησαν ὑπὸ τῶν τυράννων, ὅθεν ὕστερον μετὰ ταύτην τὴν συμφορὰν ᾖδον ἐν τοῖς σκολιοῖς αἰεί· αἰαῖ Λειψύδριον προδωσέταιρον, οἵους ἄνδρας ἀπώλεσας, μάχεσθαι ἀγαθούς τε καὶ εὐπατρίδας, οἳ τότ' ἔδειξαν οἵων πατέρων ἔσαν.
420Aristoteles, Athenaion Politeia, p2, 23, 2; 4 (auctor 384BC-322BC)
συνέβη γὰρ αὐτοῖς κατὰ τὸν χρόνον τοῦτον τά τε περὶ τὸν πόλεμον ἀσκῆσαι, καὶ παρὰ τοῖς Ἕλλησιν εὐδοκιμῆσαι, καὶ τὴν τῆς θαλάττης ἡγεμονίαν λαβεῖν, ἀκόντων Λακεδαιμονίων.
421Aristoteles, Athenaion Politeia, p2, 24, 2; 2 (auctor 384BC-322BC)
πεισθέντες δὲ ταῦτα καὶ λαβόντες τὴν ἀρχὴν τοῖς συμμάχοις δεσποτικωτέρως ἐχρῶντο, πλὴν Χίων καὶ Λεσβίων καὶ Σαμίων· τούτους δὲ φύλακας εἶχον τῆς ἀρχῆς, ἐῶντες τάς τε πολιτείας παρ' αὐτοῖς καὶ ἄρχειν ὧν ἔτυχον ἄρχοντες.
422Aristoteles, Athenaion Politeia, p2, 30, 3; 6 (auctor 384BC-322BC)
τοὺς δ' ἑκατὸν ἄνδρας διανεῖμαι σφᾶς τε αὐτοὺς καὶ τοὺς ἄλλους τέτταρα μέρη ὡς ἰσαίτατα καὶ διακληρῶσαι καὶ εἰς ἐνιαυτὸν βουλεύειν βουλεύεσθαι δὲ ᾗ ἂν δοκῇ αὐτοῖς ἄριστα ἕξειν περί τε τῶν χρημάτων, ὅπως ἂν σῷα ᾖ καὶ εἰς τὸ δέον ἀναλίσκηται, καὶ περὶ τῶν ἄλλων ὡς ἂν δύνωνται ἄριστα· κἄν τι θέλωσιν βουλεύσασθαι μετὰ πλειόνων, ἐπεισκαλεῖν ἕκαστον ἐπείσκλητον ὃν ἂν ἐθέλῃ τῶν ἐκ τῆς αὐτῆς ἡλικίας.
423Aristoteles, Athenaion Politeia, p2, 31, 1; 2 (auctor 384BC-322BC)
τούτους δὲ τάς τε ἀρχὰς καταστῆσαι, καὶ περὶ τοῦ ὅρκου ὅντινα χρὴ ὀμόσαι γράψαι, καὶ περὶ τῶν νόμων καὶ τῶν εὐθυνῶν καὶ τῶν ἄλλων πράττειν ᾗ ἂν ἡγῶνται συμφέρειν.
424Aristoteles, Athenaion Politeia, p2, 33, 2; 5 (auctor 384BC-322BC)
δοκοῦσι δὲ καλῶς πολιτευθῆναι κατὰ τούτους τοὺς καιρούς, πολέμου τε καθεστῶτος καὶ ἐκ τῶν ὅπλων τῆς πολιτείας οὔσης.
425Aristoteles, Athenaion Politeia, p2, 34, 3; 5 (auctor 384BC-322BC)
τῆς εἰρήνης γενομένης αὐτοῖς ἐφ' ᾧ τε πολιτεύσονται τὴν πάτριον πολιτείαν, οἱ μὲν δημοτικοὶ διασῴζειν ἐπειρῶντο τὸν δῆμον, τῶν δὲ γνωρίμων οἱ μὲν ἐν ταῖς ἑταιρείαις ὄντες, καὶ τῶν φυγάδων οἱ μετὰ τὴν εἰρήνην κατελθόντες ὀλιγαρχίας ἐπεθύμουν, οἱ δ' ἐν ἑταιρείᾳ μὲν οὐδεμιᾷ συγκαθεστῶτες, ἄλλως δὲ δοκοῦντες οὐδενὸς ἐπιλείπεσθαι τῶν πολιτῶν, τὴν πάτριον πολιτείαν ἐζήτουν· ὧν ἦν μὲν καὶ Ἀρχῖνος καὶ Ἄνυτος καὶ Κλειτοφῶν καὶ Φορμίσιος καὶ ἕτεροι πολλοί, προειστήκει δὲ μάλιστα Θηραμένης.
426Aristoteles, Athenaion Politeia, p2, 35, 4; 5 (auctor 384BC-322BC)
ἐπεὶ δὲ τὴν πόλιν ἐγκρατέστερον ἔσχον, οὐδενὸς ἀπείχοντο τῶν πολιτῶν, ἀλλ' ἀπέκτειναν τοὺς καὶ ταῖς οὐσίαις καὶ τῷ γένει καὶ τοῖς ἀξιώμασιν προέχοντας, ὑπεξαιρούμενοί τε τὸν φόβον καὶ βουλόμενοι τὰς οὐσίας διαρπάζειν.
427Aristoteles, Athenaion Politeia, p2, 36, 2; 3 (auctor 384BC-322BC)
Θηραμένης δὲ πάλιν ἐπιτιμᾷ καὶ τούτοις, πρῶτον μὲν ὅτι βουλόμενοι μεταδοῦναι τοῖς ἐπιεικέσι τρισχιλίοις μόνοις μεταδιδόασι, ὡς ἐν τούτῳ τῷ πλήθει τῆς ἀρετῆς ὡρισμένης, ἔπειθ' ὅτι δύο τὰ ἐναντιώτατα ποιοῦσιν, βίαιόν τε τὴν ἀρχὴν καὶ τῶν ἀρχομένων ἥττω κατασκευάζοντες.
428Aristoteles, Athenaion Politeia, p2, 37, 1; 1 (auctor 384BC-322BC)
ἤδη δὲ τοῦ χειμῶνος ἐνεστῶτος, καταλαβόντος Θρασυβούλου μετὰ τῶν φυγάδων Φυλήν, καὶ κατὰ τὴν στρατιὰν ἣν ἐξήγαγον οἱ τριάκοντα κακῶς ἀποχωρήσαντες, ἔγνωσαν τῶν μὲν ἄλλων τὰ ὅπλα παρελέσθαι, Θηραμένην δὲ διαφθεῖραι τόνδε τὸν τρόπον· νόμους εἰσήνεγκαν εἰς τὴν βουλὴν δύο κελεύοντες ‖ ‖ ἐπιχειροτονεῖν, ὧν ὁ μὲν εἷς αὐτοκράτορας ἐποίει τοὺς τριάκοντα, τῶν πολιτῶν ἀποκτεῖναι τοὺς μὴ τοῦ καταλόγου μετέχοντας τῶν τρισχιλίων, ὁ δ' ἕτερος ἐκώλυε κοινωνεῖν τῆς παρούσης πολιτείας, ὅσοι τυγχάνουσιν τὸ ἐν Ἠετιωνείᾳ τεῖχος κατασκάψαντες, ἢ τοῖς τετρακοσίοις ἐναντίον τι πράξαντες ἢ τοῖς κατασκευάσασι τὴν προτέραν ὀλιγαρχίαν· ὧν ἐτύγχανεν ἀμφοτέρων κεκοινωνηκὼς ὁ Θηραμένης, ὥστε συνέβαινεν ἐπικυρωθέντων τῶν νόμων, ἔξω τε γίγνεσθαι τῆς πολιτείας αὐτόν, καὶ τοὺς τριάκοντα κυρίους εἶναι θανατοῦντας.
429Aristoteles, Athenaion Politeia, p2, 37, 2; 2 (auctor 384BC-322BC)
ἀναιρεθέντος δὲ Θηραμένους, τά τε ὅπλα παρείλοντο πάντων πλὴν τῶν τρισχιλίων, καὶ ἐν τοῖς ἄλλοις πολὺ πρὸς ὠμότητα καὶ πονηρίαν ἐπέδοσαν.
430Aristoteles, Athenaion Politeia, p2, 37, 2; 3 (auctor 384BC-322BC)
πρέσβεις δὲ πέμψαντες εἰς Λακεδαίμονα τοῦ τε Θηραμένους κατηγόρουν, καὶ βοηθεῖν αὑτοῖς ἠξίουν.
431Aristoteles, Athenaion Politeia, p2, 38, 2; 3 (auctor 384BC-322BC)
χαλεπῶς δὲ φερόντων ἐπὶ τούτοις τῶν ἐν τῇ πολιτείᾳ, φοβούμενοι μὴ καταλυθῶσιν τῆς ἀρχῆς, καὶ βουλόμενοι καταπλῆξαι τοὺς ἄλλους (ὅπερ ἐγένετο) , συλλαβόντες Δημάρετον οὐδενὸς ὄντα δεύτερον τῶν πολιτῶν ἀπέκτειναν, καὶ τὰ πράγματα βεβαίως εἶχον, συναγωνιζομένου Καλλιβίου τε καὶ τῶν Πελοποννησίων τῶν παρόντων, καὶ πρὸς τούτοις ἐνίων τῶν ἐν τοῖς ἱππεῦσι· τούτων γάρ τινες μάλιστα τῶν πολιτῶν ἐσπούδαζον μὴ κατελθεῖν τοὺς ἀπὸ Φυλῆς.
432Aristoteles, Athenaion Politeia, p2, 38, 3; 5 (auctor 384BC-322BC)
προειστήκεσαν δ' αὐτῶν μάλιστα Ῥίνων τε ὁ Παιανιεὺς καὶ Φάυλλος ὁ Ἀχερδούσιος· οὗτοι γὰρ πρίν τε Παυσανίαν τ' ἀφικέσθαι διεπέμποντο πρὸς τοὺς ἐν Πειραιεῖ, καὶ ἀφικομένου συνεσπούδασαν τὴν κάθοδον.
433Aristoteles, Athenaion Politeia, p2, 38, 4; 6 (auctor 384BC-322BC)
ἐπὶ πέρας γὰρ ἤγαγε τὴν εἰρήνην καὶ τὰς διαλύσεις Παυσανίας ὁ τῶν Λακεδαιμονίων βασιλεύς, μετὰ τῶν δέκα διαλλακτῶν τῶν ὕστερον ἀφικομένων ἐκ Λακεδαίμονος, οὓς αὐτὸς ἐσπούδασεν ἐλθεῖν· οἱ δὲ περὶ τὸν Ῥίνωνα διά τε τὴν εὔνοιαν τὴν εἰς τὸν δῆμον ἐπῃνέθησαν, καὶ λαβόντες τὴν ἐπιμέλειαν ἐν ὀλιγαρχίᾳ, τὰς εὐθύνας ἔδοσαν ἐν δημοκρατίᾳ, καὶ οὐδεὶς οὐδὲν ἐνεκάλεσεν αὐτοῖς, οὔτε τῶν ἐν ἄστει μεινάντων, οὔτε τῶν ἐκ Πειραιέως κατελθόντων, ἀλλὰ διὰ ταῦτα καὶ στρατηγὸς εὐθὺς ᾑρέθη Ῥίνων.
434Aristoteles, Athenaion Politeia, p2, 40, 2; 2 (auctor 384BC-322BC)
καὶ δοκεῖ τοῦτό τε πολιτεύσασθαι καλῶς Ἀρχῖνος, καὶ μετὰ ταῦτα γραψάμενος τὸ ψήφισμα τὸ Θρασυβούλου παρανόμων, ἐν ᾧ μετεδίδου τῆς πολιτείας πᾶσι τοῖς ἐκ Πειραιέως συγκατελθοῦσι, ὧν ἔνιοι φανερῶς ἦσαν δοῦλοι, καὶ τρίτον, ἐπεί τις ἤρξατο τῶν κατεληλυθότων μνησικακεῖν, ἀπαγαγὼν τοῦτον ἐπὶ τὴν βουλὴν καὶ πείσας ἄκριτον ἀποκτεῖναι, λέγων ὅτι νῦν δείξουσιν, εἰ βούλονται τὴν δημοκρατίαν σῴζειν καὶ τοῖς ὅρκοις ἐμμένειν· ἀφέντας μὲν γὰρ τοῦτον προτρέψειν καὶ τοὺς ἄλλους, ἐὰν δ' ἀνέλωσιν, παράδειγμα ποιήσειν ἅπασιν.
435Aristoteles, Athenaion Politeia, p2, 44, 1; 3 (auctor 384BC-322BC)
τηρεῖ δ' οὗτος τάς τε κλεῖς τὰς τῶν ἱερῶν, ἐν οἷς τὰ χρήματ' ἐστὶν καὶ τὰ γράμματα τῇ πόλει, καὶ τὴν δημοσίαν σφραγῖδα, καὶ μένειν ἀναγκαῖον ἐν τῇ θόλῳ τοῦτόν ἐστιν καὶ τριττὺν τῶν πρυτάνεων ἣν ἂν οὗτος κελεύῃ.
436Aristoteles, Athenaion Politeia, p2, 46, 2; 4 (auctor 384BC-322BC)
ἐξετάζει δὲ καὶ τὰ οἰκοδομήματα τὰ δημόσια πάντα, κἄν τις ἀδικεῖν αὐτῇ δόξῃ, τῷ τε δήμῳ τοῦτον ἀποφαίνει, καὶ καταγνοῦσα παραδίδωσι δικαστηρίῳ.
437Aristoteles, Athenaion Politeia, p2, 47, 1; 3 (auctor 384BC-322BC)
παραλαμβάνουσι δὲ τό τε ἄγαλμα τῆς Ἀθηνᾶς καὶ τὰς Νίκας καὶ τὸν ἄλλον κόσμον καὶ τὰ χρήματα ἐναντίον τῆς βουλῆς.
438Aristoteles, Athenaion Politeia, p2, 47, 2; 7 (auctor 384BC-322BC)
καὶ τὰ τέλη τὰ εἰς ἐνιαυτὸν πεπραμένα, ἀναγράψαντες εἰς λελευκωμένα γραμματεῖα τόν τε πριάμενον καὶ ὅσου ἂν πρίηται, τῇ βουλῇ παραδιδόασιν.
439Aristoteles, Athenaion Politeia, p2, 48, 2; 3 (auctor 384BC-322BC)
τῇ μὲν οὖν προτεραίᾳ δέχονται τὰς πάσας καὶ μερίζουσι ταῖς ἀρχαῖς, τῇ δ' ὑστεραίᾳ τόν τε μερισμὸν εἰσφέρουσι γράψαντες ἐν σανίδι καὶ καταλέγουσιν ἐν τῷ βουλευτηρίῳ, καὶ προτιθέασιν ἐν τῇ βουλῇ, εἴ τίς τινα οἶδεν ἀδικοῦντα περὶ τὸν μερισμὸν ἢ ἄρχοντα ἢ ἰδιώτην, καὶ γνώμας ἐπιψηφίζουσιν, ἐάν τίς τι δοκῇ ἀδικεῖν.
440Aristoteles, Athenaion Politeia, p2, 48, 4; 5 (auctor 384BC-322BC)
κληροῦσι δὲ καὶ εὐθύνους ἕνα τῆς φυλῆς ἑκάστης, καὶ παρέδρους β # ἑκάστῳ τῶν εὐθύνων οἷς ἀναγκαῖόν ἐστι ταῖς ἀγοραῖς κατὰ τὸν ἐπώνυμον τὸν τῆς φυλῆς ἑκάστης καθῆσθαι, κἄν τις βούληταί τινι τῶν τὰς εὐθύνας ἐν τῷ δικαστηρίῳ δεδωκότων ἐντὸς γ # ἡμερῶν ἀφ' ἧς ἔδωκε τὰς εὐθύνας εὔθυναν ἄν τ' ἰδίαν ἄν τε δημοσίαν ἐμβαλέσθαι, γράψας εἰς πινάκιον λελευκωμένον τοὔνομα τό θ' αὑτοῦ καὶ τὸ τοῦ φεύγοντος, καὶ τὸ ἀδίκημ' ὅ τι ἂν ἐγκαλῇ, καὶ τίμημα ἐπιγραψάμενος ὅ τι ἂν αὐτῷ δοκῇ, δίδωσιν τῷ εὐθύνῳ· ὁ δὲ λαβὼν τοῦτο καὶ ἀνακρίνας, ἐὰν μὲν καταγνῷ, παραδίδωσιν τὰ μὲν ἴδια τοῖς δικασταῖς τοῖς κατὰ δήμους τοῖς τὴν φυλὴν ταύτην δικάζουσιν, τὰ δὲ δημόσια τοῖς θεσμοθέταις συναναγράφει.
441Aristoteles, Athenaion Politeia, p2, 50, 2; 3 (auctor 384BC-322BC)
τούτων δὲ ε # μὲν ἄρχουσιν ἐν Πειραιεῖ, πέντε δ' ἐν ἄστει, καὶ τάς τε αὐλητρίδας καὶ τὰς ψαλτρίας καὶ τὰς κιθαριστρίας οὗτοι σκοποῦσιν, ὅπως μὴ πλείονος ἢ δυεῖν δραχμαῖν μισθωθήσονται, κἂν πλείους τὴν αὐτὴν σπουδάζωσι λαβεῖν, οὗτοι διακληροῦσι καὶ τῷ λαχόντι μισθοῦσιν.
442Aristoteles, Athenaion Politeia, p2, 51, 3; 6 (auctor 384BC-322BC)
οὗτοι δ' ἐπιμελοῦνται, πρῶτον μὲν ὅπως ὁ ἐν ἀγορᾷ σῖτος ἀργὸς ὤνιος ἔσται δικαίως, ἔπειθ' ὅπως οἵ τε μυλωθροὶ πρὸς τὰς τιμὰς τῶν κριθῶν τὰ ἄλφιτα πωλήσουσιν, καὶ οἱ ἀρτοπῶλαι πρὸς τὰς τιμὰς τῶν πυρῶν τοὺς ἄρτους, καὶ τὸν σταθμὸν ἄγοντας ὅσον ἂν οὗτοι τάξωσιν.
443Aristoteles, Athenaion Politeia, p2, 54, 6; 13 (auctor 384BC-322BC)
κληροῖ δὲ καὶ ἱεροποιοὺς δέκα, τοὺς ἐπὶ τὰ ἐκθύματα καλουμένους, οἳ τά τε μαντευτὰ ἱερὰ θύουσιν, κἄν τι καλλιερῆσαι δέῃ, καλλιεροῦσι μετὰ τῶν μάντεων.
444Aristoteles, Athenaion Politeia, p2, 54, 7; 14 (auctor 384BC-322BC)
κληροῖ δὲ καὶ ἑτέρους δέκα, τοὺς κατ' ἐνιαυτὸν καλουμένους, οἳ θυσίας τέ τινας θύουσι, καὶ τὰς πεντετηρίδας ἁπάσας διοικοῦσιν πλὴν Παναθηναίων.
445Aristoteles, Athenaion Politeia, p2, 54, 8; 17 (auctor 384BC-322BC)
κληροῦσι δὲ καὶ εἰς Σαλαμῖνα ἄρχοντα, καὶ εἰς Πειραιέα δήμαρχον, οἳ τά τε Διονύσια ποιοῦσιν ἑκατέρωθι καὶ χορηγοὺς καθιστᾶσιν.
446Aristoteles, Athenaion Politeia, p2, 55, 1; 1 (auctor 384BC-322BC)
αὗται μὲν οὖν αἱ ἀρχαὶ κληρωταί τε καὶ κύριαι τῶν εἰρημένων πράξεων εἰσίν.
447Aristoteles, Athenaion Politeia, p2, 55, 2; 3 (auctor 384BC-322BC)
δοκιμάζονται δ' οὗτοι πρῶτον μὲν ἐν τῇ βουλῇ τοῖς φ # , πλὴν τοῦ γραμματέως, οὗτος δ' ἐν δικαστηρίῳ μόνον ὥσπερ οἱ ἄλλοι ἄρχοντες (πάντες γὰρ καὶ οἱ κληρωτοὶ καὶ οἱ χειροτονητοὶ δοκιμασθέντες ἄρχουσιν) , οἱ δ' ἐννέα ἄρχοντες ἔν τε τῇ βουλῇ καὶ πάλιν ἐν δικαστηρίῳ.
448Aristoteles, Athenaion Politeia, p2, 56, 4; 6 (auctor 384BC-322BC)
πομπῶν δ' ἐπιμελεῖται τῆς τε τῷ Ἀσκληπιῷ γιγνομένης, ὅταν οἰκουρῶσι μύσται, καὶ τῆς Διονυσίων τῶν μεγάλων μετὰ τῶν ἐπιμελητῶν, οὓς πρότερον μὲν ὁ δῆμος ἐχειροτόνει δέκα ὄντας, καὶ τὰ εἰς τὴν πομπὴν ἀναλώματα παρ' αὑτῶν ἀνήλισκον, νῦν δ' ἕνα τῆς φυλῆς ἑκάστης κληροῖ, καὶ δίδωσιν εἰς τὴν κατασκευὴν ἑκατὸν μνᾶς.
449Aristoteles, Athenaion Politeia, p2, 57, 1; 3 (auctor 384BC-322BC)
ἔπειτα Διονυσίων τῶν ἐπὶ Ληναίῳ· ταῦτα δέ ἐστι πομπή τε καὶ ἀγών.
450Aristoteles, Athenaion Politeia, p2, 57, 1; 4 (auctor 384BC-322BC)
τὴν μὲν οὖν πομπὴν κοινῇ πέμ ‖ ‖ πουσιν ὅ τε βασιλεὺς καὶ οἱ ἐπιμεληταί, τὸν δὲ ἀγῶνα διατίθησιν ὁ βασιλεύς.
451Aristoteles, Athenaion Politeia, p2, 58, 1; 1 (auctor 384BC-322BC)
ὁ δὲ πολέμαρχος θύει μὲν θυσίας τῇ τε Ἀρτέμιδι τῇ ἀγροτέρᾳ καὶ τῷ Ἐνυαλίῳ, διατίθησι δ' ἀγῶνα τὸν ἐπιτάφιον, καὶ τοῖς τετελευτηκόσιν ἐν τῷ πολέμῳ καὶ Ἁρμοδίῳ καὶ Ἀριστογείτονι ἐναγίσματα ποιεῖ.
452Aristoteles, Athenaion Politeia, p2, 58, 2; 2 (auctor 384BC-322BC)
δίκαι δὲ λαγχάνονται πρὸς αὐτὸν ἴδιαι μὲν αἵ τε τοῖς μετοίκοις καὶ τοῖς ἰσοτελέσι καὶ τοῖς προξένοις γιγνόμεναι· καὶ δεῖ τοῦτον λαβόντα καὶ διανείμαντα δέκα μέρη, τὸ λαχὸν ἑκάστῃ τῇ φυλῇ μέρος προσθεῖναι, τοὺς δὲ τὴν φυλὴν δικάζοντας τοῖς διαιτηταῖς ἀποδοῦναι.
453Aristoteles, Athenaion Politeia, p2, 58, 3; 3 (auctor 384BC-322BC)
αὐτὸς δ' εἰσάγει δίκας τάς τε τοῦ ἀποστασίου καὶ ἀπροστασίου καὶ κλήρων καὶ ἐπικλήρων τοῖς μετοίκοις, καὶ τἆλλ' ὅσα τοῖς πολίταις ὁ ἄρχων, ταῦτα τοῖς μετοίκοις ὁ πολέμαρχος.
454Aristoteles, Athenaion Politeia, p2, 60, 1; 3 (auctor 384BC-322BC)
οὗτοι δὲ δοκιμασθέντες ἄρχουσι τέτταρα ἔτη, καὶ διοικοῦσι τήν τε πομπὴν τῶν Παναθηναίων καὶ τὸν ἀγῶνα τῆς μουσικῆς καὶ τὸν γυμνικὸν ἀγῶνα καὶ τὴν ἱπποδρομίαν, καὶ τὸν πέπλον ποιοῦνται, καὶ τοὺς ἀμφορεῖς ποιοῦνται μετὰ τῆς βουλῆς, καὶ τὸ ἔλαιον τοῖς ἀθληταῖς ἀποδιδόασι.
455Aristoteles, Athenaion Politeia, p2, 61, 1; 2 (auctor 384BC-322BC)
δύο δ' ἐπὶ τὸν Πειραιέα, τὸν μὲν εἰς τὴν Μουνιχίαν, τὸν δ' εἰς τὴν Ἀκτήν, οἳ τῆς φυλακῆς ἐπιμελοῦνται καὶ τῶν ἐν Πειραιεῖ· ἕνα δ' ἐπὶ τὰς συμμορίας, ὃς τούς τε τριηράρχους καταλέγει, καὶ τὰς ἀντιδόσεις αὐτοῖς ποιεῖ, καὶ τὰς διαδικασίας αὐτοῖς εἰσάγει· τοὺς δ' ἄλλους πρὸς τὰ παρόντα πράγματα ἐκπέμπουσιν.
456Aristoteles, Athenaion Politeia, p2, 63, 3; 6 (auctor 384BC-322BC)
ἐὰν δὲ ἀργυρίου τιμηθῇ, δεῖ αὐτὸν δεδέσθαι, ἕως ἂν ἐκτείσῃ τό τε πρότερον ὄφλημα ἐφ' ᾧ ἐνεδείχθη, καὶ ὅ τι ἂν αὐτῷ προστιμήσῃ τὸ δικαστήριον.
457Aristoteles, Athenaion Politeia, p2, 65, 3; 6 (auctor 384BC-322BC)
εἶτα τήν τε βάλανον καὶ τὴν βακτηρίαν ἀποτιθέασιν ἐν τῷ δικαστηρίῳ τοῦτον τὸν τρόπον εἰσεληλυθότες.
458Aristoteles, Athenaion Politeia, p2, 67, 3; 5 (auctor 384BC-322BC)
ἐπειδὰν δὲ ᾖ πρὸς διαμεμετρημένην τὴν ἡμέραν̣ ὁ ἀγὼν, τότε δὲ οὐκ ἐπιλαμβάνει αὐτόν, ἀλλὰ δίδοται τὸ ἴσον ὕδωρ τῷ τε κατηγοροῦντι καὶ τῷ ἀπολογουμένῳ, διαμετρεῖται δὲ πρὸς τὰς ἡμέρας τοῦ Ποσιδεῶνος ................... α̣ρο̣...ντ̣α̣ι̣ χρῶνται ...............ια ...τενταις τα κλι.................π̣οτ̣ι̣..α̣σιν οἱ δικασ̣ταὶ ...............ολ.....ισον ἕκαστοι λ̣................τε... γὰρ ἔσπευδον .................πετ..ρος ἐξωθεῖν τοὺς ..................λει..ν ὕδωρ λαμβαν.............. εἰσιν ὁ μὲν ἕτ̣ερος τοῖς διώκουσιν, ὁ δ' ἕτερος τοῖς φεύγουσιν.
459Aristoteles, Categoriae, 1; 1 (auctor 384BC-322BC)
ὉΜΩΝΥΜΑ λέγεται ὧν ὄνομα μόνον κοινόν, ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος, οἷον ζῷον ὅ τε ἄνθρωπος καὶ τὸ γεγραμμένον.
460Aristoteles, Categoriae, 1; 3 (auctor 384BC-322BC)
Συνώνυμα δὲ λέγεται ὧν τό τε ὄνομα κοινὸν καὶ ὁ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ὁ αὐτός, οἷον ζῷον ὅ τε ἄνθρωπος καὶ ὁ βοῦς.
461Aristoteles, Categoriae, 2; 3 (auctor 384BC-322BC)
Τῶν ὄντων τὰ μὲν καθ᾿ ὑποκειμένου τινὸς λέγεται, ἐν ὑποκειμένῳ δὲ οὐδενί ἐστιν, οἷον ἄνθρωπος καθ᾿ ὑποκειμένου μὲν λέγεται τοῦ τινὸς ἀνθρώπου, ἐν ὑποκειμένῳ δὲ οὐδενί ἐστι· τὰ δὲ ἐν ὑποκειμένῳ μέν ἐστι, καθ᾿ ὑποκειμένου δὲ οὐδενὸς λέγεται (ἐν ὑποκειμένῳ δὲ λέγω, ὃ ἔν τινι μὴ ὡς μέρος ὑπάρχον ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστίν), οἷον ἡ τὶς γραμματικὴ ἐν ὑποκειμένῳ μέν ἐστι τῇ ψυχῇ, καθ᾿ ὑποκειμένου δ᾿ οὐδενὸς λέγεται, καὶ τὸ τὶ λευκὸν ἐν ὑποκειμένῳ μὲν τῷ σώματί ἐστιν (ἅπαν γὰρ χρῶμα ἐν σώματι), καθ᾿ ὑποκειμένου δὲ οὐδενὸς λέγεται· τὰ δὲ καθ᾿ ὑποκειμένου τε λέγεται καὶ ἐν ὑποκειμένῳ ἐστίν, οἷον ἡ ἐπιστήμη ἐν ὑποκειμένῳ μέν ἐστι τῇ ψυχῇ, καθ᾿ ὑποκειμένου δὲ λέγεται τῆς γραμματικῆς· τὰ δὲ οὔτ᾿ ἐν ὑποκειμένῳ ἐστὶν οὔτε καθ᾿ ὑποκειμένου τινὸς λέγεται, οἷον ὁ τὶς ἄνθρωπος καὶ ὁ τὶς ἵππος· οὐδὲν γὰρ τῶν τοιούτων οὔτε ἐν ὑποκειμένῳ ἐστὶν οὔτε καθ᾿ ὑποκειμένου λέγεται.
462Aristoteles, Categoriae, 3; 2 (auctor 384BC-322BC)
Τῶν ἑτερογενῶν καὶ μὴ ὑπ᾿ ἄλληλα τεταγμένων ἕτεραι τῷ εἴδει καὶ αἱ διαφοραί, οἷον ζῴου καὶ ἐπιστήμης· ζῴου μὲν γὰρ διαφοραὶ τό τε πεζὸν καὶ τὸ δίπουν καὶ τὸ πτηνὸν καὶ τὸ ἔνυδρον, ἐπιστήμης δὲ οὐδεμία τούτων· οὐ γὰρ διαφέρει ἐπιστήμη ἐπιστήμης τῷ δίπους εἶναι.
463Aristoteles, Categoriae, 5; 1 (auctor 384BC-322BC)
Οὐσία δέ ἐστιν ἡ κυριώτατά τε καὶ πρώτως καὶ μάλιστα λεγομένη, ἣ μήτε καθ᾿ ὑποκειμένου τινὸς λέγεται μήτ᾿ ἐν ὑποκειμένῳ τινί ἐστιν, οἷον ὁ τὶς ἄνθρωπος ἢ ὁ τὶς ἵππος.
464Aristoteles, Categoriae, 5; 2 (auctor 384BC-322BC)
Δεύτεραι δὲ οὐσίαι λέγονται, ἐν οἷς εἴδεσιν αἱ πρώτως οὐσίαι λεγόμεναι ὑπάρχουσι, ταῦτά τε καὶ τὰ τῶν εἰδῶν τούτων γένη, οἷον ὁ τὶς ἄνθρωπος ἐν εἴδει μὲν ὑπάρχει τῷ ἀνθρώπῳ, γένος δὲ τοῦ εἴδους ἐστὶ τὸ ζῷον· δεύτεραι οὖν αὗται λέγονται οὐσίαι, οἷον ὅ τε ἄνθρωπος καὶ τὸ ζῷον.
465Aristoteles, Categoriae, 6; 19 (auctor 384BC-322BC)
Καὶ ὁ λόγος δὲ ὡσαύτως· οὐδὲν γὰρ ὑπομένει τῶν μορίων αὐτοῦ, ἀλλ᾿ εἴρηταί τε καὶ οὐκ ἔστιν ἔτι τοῦτο λαβεῖν, ὥστε οὐκ ἂν εἴη θέσις τῶν μορίων αὐτοῦ, εἴγε μηδὲν ὑπομένει.
466Aristoteles, Categoriae, 6; 33 (auctor 384BC-322BC)
Ἔτι ἐάν τε τιθῇ τις ταῦτα ποσὰ εἶναι ἐάν τε μὴ τιθῇ, οὐκ ἔστιν αὐτοῖς ἐναντίον οὐδέν· ὃ γὰρ μή ἐστιν αὐτὸ καθ᾿ αὑτὸ λαβεῖν ἀλλὰ πρὸς ἕτερον ἀναφέρεται, πῶς ἂν φαίη τις τούτῳ τι ἐναντίον; ἔτι δὲ εἰ ἔσται τὸ μέγα καὶ τὸ μικρὸν ἐναντία, συμβήσεται τὸ αὐτὸ ἅμα τὰ ἐναντία ἐπιδέχεσθαι καὶ αὐτὰ ἑαυτοῖς εἶναι ἐναντία.
467Aristoteles, Categoriae, 6; 34 (auctor 384BC-322BC)
Συμβαίνει γάρ ποτε ἅμα τὸ αὐτὸ μέγα τε καὶ μικρὸν εἶναι· ἔστι γὰρ πρὸς μὲν τοῦτο μικρόν, πρὸς ἕτερον δὲ τὸ αὐτὸ τοῦτο μέγα.
468Aristoteles, Categoriae, 6; 52 (auctor 384BC-322BC)
Ἴδιον δὲ μάλιστα τοῦ ποσοῦ τὸ ἴσον τε καὶ ἄνισον λέγεσθαι.
469Aristoteles, Categoriae, 6; 53 (auctor 384BC-322BC)
Ἕκαστον γὰρ τῶν εἰρημένων ποσῶν ἴσον τε καὶ ἄνισον λέγεται, οἷον σῶμα καὶ ἴσον καὶ ἄνισον λέγεται, καὶ χρόνος καὶ ἴσος καὶ ἄνισος.
470Aristoteles, Categoriae, 6; 54 (auctor 384BC-322BC)
Ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν ῥηθέντων ἕκαστον ἴσον τε καὶ ἄνισον λέγεται.
471Aristoteles, Categoriae, 6; 55 (auctor 384BC-322BC)
Τῶν δὲ λοιπῶν ὅσα μή ἐστι ποσά, οὐ πάνυ ἂν δόξαι ἴσα τε καὶ ἄνισα λέγεσθαι, οἷον ἡ διάθεσις οὐ πάνυ ἴση τε καὶ ἄνισος λέγεται, ἀλλὰ μᾶλλον ὁμοία, καὶ τὸ λευκὸν ἴσον τε καὶ ἄνισον οὐ πάνυ, ἀλλ᾿ ὅμοιον.
472Aristoteles, Categoriae, 6; 56 (auctor 384BC-322BC)
Ὥστε τοῦ ποσοῦ μάλιστα ἂν εἴη ἴδιον τὸ ἴσον τε καὶ ἄνισον λέγεσθαι.
473Aristoteles, Categoriae, 7; 10 (auctor 384BC-322BC)
Δοκεῖ δὲ καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον ἐπιδέχεσθαι τὰ πρός τι· ὅμοιον γὰρ καὶ ἀνόμοιον μᾶλλον καὶ ἧττον λέγεται, καὶ ἴσον καὶ ἄνισον μᾶλλον καὶ ἧττον λέγεται, ἑκάτερον αὐτῶν πρός τι ὄν· τό τε γὰρ ὅμοιον τινὶ ὅμοιον λέγεται καὶ τὸ ἀνόμοιον τινὶ ἀνόμοιον.
474Aristoteles, Categoriae, 7; 33 (auctor 384BC-322BC)
Ἄμα γὰρ διπλάσιόν τέ ἐστι καὶ ἥμισυ, καὶ ἡμίσεος ὄντος διπλάσιόν ἐστι· καὶ δεσπότου ὄντος δοῦλός ἐστι, καὶ δούλου ὄντος δεσπότης ἐστίν· ὁμοίως δὲ τούτοις καὶ τὰ ἄλλα.
475Aristoteles, Categoriae, 8; 5 (auctor 384BC-322BC)
Τοιαῦται δὲ αἵ τε ἐπιστῆμαι καὶ αἱ ἀρεταί· ἥ τε γὰρ ἐπιστήμη δοκεῖ τῶν παραμονίμων εἶναι καὶ δυσκινήτων, ἐὰν καὶ μετρίως τις ἐπιστήμην λάβῃ, ἐάν περ μὴ μεγάλη μεταβολὴ γένηται ὑπὸ νόσου ἢ ἄλλου τινὸς τοιούτου· ὡσαύτως δὲ καὶ ἡ ἀρετή, οἷον ἡ δικαιοσύνη καὶ ἡ σωφροσύνη καὶ ἕκαστον τῶν τοιούτων, οὐκ εὐκίνητον δοκεῖ εἶναι οὐδ᾿ εὐμετάβολον.
476Aristoteles, Categoriae, 8; 8 (auctor 384BC-322BC)
Ὥστε διαφέρει ἕξις διαθέσεως τῷ τὴν μὲν εὐκίνητον εἶναι, τὴν δὲ πολυχρονιωτέραν τε καὶ δυσκινητοτέραν.
477Aristoteles, Categoriae, 8; 14 (auctor 384BC-322BC)
Ἔστι δὲ τὰ τοιάδε οἶον γλυκύτης τε καὶ πικρότης καὶ στρυφνότης καὶ πάντα τὰ τούτοις συγγενῆ, ἔτι δὲ θερμότης καὶ ψυχρότης καὶ λευκότης καὶ μελανία.
478Aristoteles, Categoriae, 8; 17 (auctor 384BC-322BC)
Ὁμοίως δὲ τούτοις καὶ ἡ θερμότης καὶ ἡ ψυχρότης παθητικαὶ ποιότητες λέγονται οὐ τῷ αὐτὰ τὰ δεδεγμένα πεπονθέναι τι, τῷ δὲ κατὰ τὰς αἰσθήσεις ἑκάστην τῶν εἰρημένων ποιοτήτων πάθους εἶναι ποιητικὴν παθητικαὶ ποιότητες λέγονται· ἥ τε γὰρ γλυκύτης πάθος τι κατὰ τὴν γεῦσιν ἐμποιεῖ καὶ ἡ θερμότης κατὰ τὴν ἁφήν.
479Aristoteles, Categoriae, 8; 27 (auctor 384BC-322BC)
Ὅσα γὰρ ἐν τῇ γενέσει εὐθὺς ἀπό τινων παθῶν δυσκινήτων γεγένηται, ποιότητες λέγονται, οἷον ἥ τε μανικὴ ἔκστασις καὶ ἡ ὀργὴ καὶ τὰ τοιαῦτα· ποιοὶ γὰρ κατὰ ταύτας λέγονται, ὀργίλοι τε καὶ μανικοί.
480Aristoteles, Categoriae, 8; 31 (auctor 384BC-322BC)
Τέταρτον δὲ γένος ποιότητος σχῆμά τε καὶ ἡ περὶ ἕκαστον ὑπάρχουσα μορφή, ἔτι δὲ πρὸς τούτοις εὐθύτης καὶ καμπυλότης, καὶ εἴ τι τούτοις ὅμοιόν ἐστιν.
481Aristoteles, Categoriae, 9; 5 (auctor 384BC-322BC)
Ὑπὲρ δὲ τῶν λοιπῶν, τοῦ τε ποτὲ καὶ τοῦ ποῦ καὶ τοῦ ἔχειν, διὰ τὸ προφανῆ εἶναι οὐδὲν ὑπὲρ αὐτῶν ἄλλο λέγεται ἢ ὅσα ἐν ἀρχῇ ἐρρέθη, ὅτι τὸ ἔχειν μὲν σημαίνει τὸ ὑποδεδέσθαι, τὸ ὡπλίσθαι, τὸ δὲ ποῦ οἷον ἐν Λυκείῳ, καὶ τὰ ἄλλα δὲ ὅσα ὑπὲρ αὐτῶν ἐρρέθη.
482Aristoteles, Categoriae, 10; 20 (auctor 384BC-322BC)
Νωδόν τε γὰρ λέγομεν οὐ τὸ μὴ ἔχον ὀδόντας, καὶ τυφλὸν οὐ τὸ μὴ ἔχον ὄψιν, ἀλλὰ τὸ μὴ ἔχον ὅτε πέφυκεν ἔχειν· τινὰ γὰρ ἐκ γενετῆς οὔτε ὄψιν ἔχει οὔτε ὀδόντας, ἀλλ᾿ οὐ λέγεται οὔτε νωδὰ οὔτε τυφλά.
483Aristoteles, Categoriae, 10; 60 (auctor 384BC-322BC)
Ἐπὶ δὲ τῆς στερήσεως καὶ τῆς ἕξεως μὴ ὄντος τε ὅλως οὐδέτερον ἀληθές, ὄντος τε οὐκ ἀεὶ θάτερον ἀληθὲς θάτερον δὲ ψεῦδος· τὸ γὰρ ὄψιν ἔχειν Σωκράτην τῷ τυφλὸν εἶναι Σωκράτην ἀντίκειται ὡς στέρησις καὶ ἕξις, καὶ ὄντος τε οὐκ ἀναγκαῖον θάτερον ἀληθὲς εἶναι ἢ ψεῦδος (ὅτε γὰρ μήπω πέφυκεν ἔχειν, ἀμφότερα ψευδῆ), μὴ ὄντος τε ὅλως τοῦ Σωκράτους, καὶ οὕτω ψευδῆ ἀμφότερα, καὶ τὸ ὄψιν ἔχειν καὶ τὸ τυφλὸν αὐτὸν εἶναι.
484Aristoteles, Categoriae, 10; 61 (auctor 384BC-322BC)
Ἐπὶ δέ γε τῆς καταφάσεως καὶ τῆς ἀποφάσεως ἀεί, ἐάν τε ᾖ ἐάν τε μὴ ᾖ, τὸ ἕτερον ἔσται ψεῦδος καὶ τὸ ἕτερον ἀληθές.
485Aristoteles, Categoriae, 10; 62 (auctor 384BC-322BC)
Τὸ γὰρ νοσεῖν Σωκράτην καὶ τὸ μὴ νοσεῖν Σωκράτην, ὄντος τε αὐτοῦ φανερὸν ὅτι τὸ ἕτερον αὐτῶν ἀληθὲς ἢ ψεῦδος, καὶ μὴ ὄντος ὁμοίως· τὸ μὲν γὰρ νοσεῖν μὴ ὄντος ψεῦδος, τὸ δὲ μὴ νοσεῖν ἀληθές.
486Aristoteles, Categoriae, 12; 5 (auctor 384BC-322BC)
Ἔν τε γὰρ ταῖς ἀποδεικτικαῖς ἐπιστήμαις ὑπάρχει τὸ πρότερον καὶ τὸ ὕστερον τῇ τάξει (τὰ γὰρ στοιχεῖα πρότερα τῶν διαγραμμάτων τῇ τάξει, καὶ ἐπὶ τῆς γραμματικῆς τὰ στοιχεῖα πρότερα τῶν συλλαβῶν), ἐπί τε τῶν λόγων ὁμοίως· τὸ γὰρ προοίμιον τῆς διηγήσεως πρότερον τῇ τάξει ἐστίν.
487Aristoteles, Categoriae, 13; 5 (auctor 384BC-322BC)
Ἀντιδιῃρῆσθαι δὲ λέγεται ἀλλήλοις τὰ κατὰ τὴν αὐτὴν διαίρεσιν, οἷον τὸ πτηνὸν τῷ πεζῷ καὶ τῷ ἐνύδρῳ· ταῦτα γὰρ ἀλλήλοις ἀντιδιῄρηται ἐκ τοῦ αὐτοῦ γένους· τὸ γὰρ ζῷον διαιρεῖται εἰς ταῦτα, εἴς τε τὸ πτηνὸν καὶ τὸ πεζὸν καὶ τὸ ἔνυδρον, καὶ οὐδέν γε τούτων πρότερον ἢ ὕστερόν ἐστιν, ἀλλ᾿ ἅμα τῇ φύσει τὰ τοιαῦτα δοκεῖ εἶναι.
488Aristoteles, De anima, 1, I 1; 1 (auctor 384BC-322BC)
ΤΩΝ καλῶν καί τιμίων τήν εἴδησιν ὑπολαμβάνοντες, μᾶλλον δ’ ἑτέραν ἑτέρας ἢ κατ’ ἀκρίβειαν ἢ τῷ βελτιόνων τε καί θαυμασιωτέρων εἶναι, δι’ ἀμφότερα ταῦτα τήν τῆς ψυχῆς ἱστορίαν εὐλόγως ἂν ἐν πρώτοις τιθείημεν.
489Aristoteles, De anima, 1, I 1; 3 (auctor 384BC-322BC)
Ἐπιζητοῦμεν δέ θεωρῆσαι καί γνῶναι τήν τε φύσιν αὐτῆς καί τήν οὐσίαν, εἶθ’ ὅσα συμβέβηκε περί αὐτήν· ὧν τά μέν ἴδια πάθη τῆς ψυχῆς εἶναι δοκεῖ, τά δέ δι’ ἐκείνην καί τοῖς ζῴοις ὑπάρχειν.
490Aristoteles, De anima, 1, I 1; 21 (auctor 384BC-322BC)
Ἔοικε δέ καί τά τῆς ψυχῆς πάθη πάντα εἶναι μετά σώματος, θυμός, πραότης, φόβος, ἔλεος, θάρσος, ἔτι χαρά καί τό φιλεῖν τε καί μισεῖν· σεῖν· ἅμα γάρ τούτοις πάσχει τι τό σῶμα.
491Aristoteles, De anima, 1, I 1; 27 (auctor 384BC-322BC)
Διαφερόντως δ’ ἂν ὁρίσαιντο φυσικός τε καί διαλεκτικός ἕκαστον αὐτῶν, οἷον ὀργή τί ἐστίν· ὁ μέν γάρ ὄρεξιν ἀντιλυπήσεως ἤ τι τοιοῦτον, ὁ δέ ζέσιν τοῦ περί καρδίαν αἵματος καί θερμοῦ.
492Aristoteles, De anima, 1, I 2; 3 (auctor 384BC-322BC)
Τό ἔμψυχον δή τοῦ ἀψύχου δυοῖν μάλιστα διαφέρειν δοκεῖ, κινήσει τε καί τῷ αἰσθάνεσθαι.
493Aristoteles, De anima, 1, I 2; 18 (auctor 384BC-322BC)
Ὅσοι μέν οὖν ἐπί τό κινεῖσθαι τό ἔμψυχον ἀπέβλεψαν, οὗτοι τό κινητικώτατον ὑπέλαβον τήν ψυχήν· ὅσοι δ’ ἐπί τό γινώσκειν καί τό αἰσθάνεσθαι τῶν ὄντων, οὗτοι δέ λέγουσι τήν ψυχήν τάς ἀρχάς, οἱ μέν πλείους ποιοῦντες, οἱ δέ μίαν ταύτην, ὥσπερ Ἐμπεδοκλῆς μέν ἐκ τῶν στοιχείων πάντων εἶναι δέ καί ἕκαστον ψυχήν τούτων, λέγων οὕτω γαίῃ μέν γάρ γαῖαν ὀπώπαμεν, ὕδατι δ’ ὕδωρ, αἰθέρι δ’ αἰθέρα δῖαν, ἀτάρ πυρί πῦρ ἀΐδηλον, στοργῇ δέ στοργήν, νεῖκος δέ τε νείκεϊ λυγρῷ.
494Aristoteles, De anima, 1, I 2; 26 (auctor 384BC-322BC)
Ἑπομένως δέ τούτοις καί τήν ψυχήν ἀποδιδόασιν· τό τε γάρ κινητικόν τήν φύσιν τῶν πρώτων ὑπειλήφασιν, οὐκ ἀλόγως.
495Aristoteles, De anima, 1, I 2; 27 (auctor 384BC-322BC)
Ὅθεν ἔδοξέ τισι πῦρ εἶναι· καί γάρ τοῦτο λεπτομερέστατόν τε καί μάλιστα τῶν στοιχείων ἀσώματον, ἔτι δέ κινεῖταί τε καί κινεῖ τά ἄλλα πρώτως.
496Aristoteles, De anima, 1, I 2; 28 (auctor 384BC-322BC)
Δημόκριτος δέ καί γλαφυρωτέρως εἴρηκεν ἀποφηνάμενος διά τί τούτων ἑκάτερον· ψυχήν μέν γάρ εἶναι ταὐτό καί νοῦν, τοῦτο δ’ εἶναι τῶν πρώτων καί ἀδιαιρέτων σωμάτων, κινητικόν δέ διά μικρομέρειαν καί τό σχῆμα· τῶν δέ σχημάτων εὐκινητότατον τό σφαιροειδές λέγει· τοιοῦτον δ’ εἶναι τόν τε νοῦν καί τό πῦρ.
497Aristoteles, De anima, 1, I 2; 29 (auctor 384BC-322BC)
Ἀναξαγόρας δ’ ἔοικε μέν ἕτερον λέγειν ψυχήν τε καί νοῦν, ὥσπερ εἴπομεν καί πρότερον, χρῆται δ’ ἀμφοῖν ὡς μιᾷ φύσει, πλήν ἀρχήν γε τόν νοῦν τίθεται μάλιστα πάντων· μόνον γοῦν φησίν αὐτόν τῶν ὄντων ἁπλοῦν εἶναι καί ἀμιγῆ τε καί καθαρόν.
498Aristoteles, De anima, 1, I 2; 30 (auctor 384BC-322BC)
Ἀποδίδωσι δ’ ἄμφω τῇ αὐτῇ ἀρχῇ, τό τε γινώσκειν καί τό κινεῖν, λέγων νοῦν κινῆσαι τό πᾶν.
499Aristoteles, De anima, 1, I 2; 32 (auctor 384BC-322BC)
Διογένης δ’ ὥσ περ καί ἕτεροί τινες, ἀέρα τοῦτον οἰηθείς πάντων λεπτομερέστατον εἶναι καί ἀρχήν· καί διά τοῦτο γινώσκειν τε καί κινεῖν τήν ψυχήν, ᾗ μέν πρῶτόν ἐστι, καί ἐκ τούτου τά λοιπά, γινώσκειν, ᾗ δέ λεπτότατον, κινητικόν εἶναι.
500Aristoteles, De anima, 1, I 3; 30 (auctor 384BC-322BC)
Συνεστηκυῖαν γάρ ἐκ τῶν στοιχείων, καί μεμερισμένην κατά τούς ἁρμονικούς ἀριθμούς, ὅπως αἴσθησίν τε σύμφυτον ἁρμονίας ἔχῃ καί τό πᾶν φέρηται συμφώνους φοράς, τήν εὐθυωρίαν εἰς κύκλον κατέκαμψεν· καί διελών ἐκ τοῦ ἑνός δύο κύκλους δισσαχῇ συνημμένους πάλιν τόν ἕνα διεῖλεν εἰς ἑπτά κύκλους, ὡς οὔσας τάς τοῦ οὐρανοῦ φοράς τάς τῆς ψυχῆς κινήσεις.