'τιμή' - search in All Authors, Showing 1 to 152 of 152 hits

1Adrianus I, Epistolae, 96, 1231C
Πρέπει γὰρ αὐτοῖς τιμὴ καὶ προσκύνησις, καὶ ἀνατίθεσθαι τὰ ἡμέτερα πρὸς αὐτοὺς κατὰ τὴν δικαιοσύνην αὐτῶν· ἵνα πάντες οἱ θεωροῦντες αὐτοὺς σπεύσωσι καὶ αὐτοὶ μιμηταὶ γενέσθαι τῆς πράξεως αὐτῶν.
2Adrianus I, Epistolae, 96, 1231C
Ποία γάρ ἐστιν ἡ τῆς προσκυνήσεως τιμὴ, εἰ μὴ μόνον καθὼς καὶ ἡμεῖς οἱ ἁμαρτωλοὶ προσκυνοῦμεν καὶ ἀσπαζόμεθα ἀλλήλους κατὰ τιμὴν καὶ ἀγάπησιν; Οὕτω γὰρ τὸν Κύριον ἡμῶν οὐκ ἄλλως προσκυνοῦμεν, δοξάζοντες μέντοι καὶ τρέμομεν; εἰκὼν δέ ἐστιν ὁμοιώσεως αὐτοῦ, ὅτι ἐν αὐτῇ ἐγράφῃ.
3Anonymi, Ars Bobiensis, p. 35, l. 5 (auctor c.450)
nomina quae apud Romanos neutralia, apud Graecos feminina hoc auxilium, aruum ἄρουρα, adiutorium, augurium, aedificium, arbitrium μεσιτεία, beneficium, bitumen, conubium ἐπιγαμία, caput, cor, consilium, hoc coagulum πυτία, candelabrum, corium, commercium, crepusculum ὀψινὴ ὥρα, compendium, discrimen διαφορά, decus, dispendium, experimentum, epulum διανομή, excidium, emolumentum ὠφέλεια, effugium, forum ἀγορά, foramen τρῶγλα, far ζέα, floccum κροκύς, fel, fermentum ζύμη, flagellum μάστιξ, furtum, gaudium, gallicinium, gelu πάχνη, genium τύχη τόπου ἢ ἀνδρός, gramen, gluten, guttur, hospitium, hordeum, iter, imperium προσταγή, ieiunium, ingenium, interdictum, infundibulum χώνη, ilium λαγών, lustrum πενταετηρίς, latrocinium, mare, meritum εὐποιἱα, mendicabulum ἐπαιτοσύνη, medicamentum θεραπεία, ministerium, negotium πραγματεία, ostium, θύρα , otium, ostium ἐκβολή, officium, foedus σπονδή, pabulum πόα (νομή), proelium συμβολή, praesepe φάτνη, patrocinium, puerperium ἡ λοχεία, participium, parricidium πατροκτονία, posticium παράθυρος, peruigilium παννυχίς, principium, praeceptum παραίνεσις, pronomen, pactum συνθήκη ἡ κήρυξις, prouerbium παροιμία, pretium τιμὴ τῆς καταβολῆς, pomum ὀπώρα, promissum ὑπόσχεσις, pondus ὁλκή, praesidium φρουρά, remigium, rastrum ἡ ἄμμη, responsum, sacerdotium ἱερωσύνη, scutum, studium, stratum κατάστρωσις, saxum, seruitium, silentium, solacium, scalprum σμῖλα, sacrilegium, subtemen ῥοδάνη, supplicium, stercus, scortum χαμαιτύπη, supercilium ὀφρύς, suspendium ἀγκόνη, signum σφραγίς στέγη, territorium τοπαρχία, tormentum βάσανος, torculare ληνός, tonitru βροντή, testimonium, testamentum, tegmen δορά, tranquillum γαλήνη (et haec tranquillitas), uotum εὐχή, uadimonium ἐγγύη, uentrale φοῦνδα, hoc uitrum ὕελος, uirgultum ἡ παραφυάς.
4Anonymi, Frg. Parisinum de idiomatibus casuum, p. 572, l. 29
in tertia declinatione et masculina et feminina et neutra nomina inuenimus: masculina sic, honori mihi est eloquentia δόξα ἤτοι τιμή ἐστίν μοι ἡ εὐγλωττία.
5Anonymi, Frg. Parisinum de uerbo, p. 655, l. 15 (opus c.841–908)
λαλῶ λάλος uerbosus, λαλιά loquela, τιμῶ honoro, τιμή honor, στεφανῶ στέφανος corona, στεφάνωμα infula stemma.
6Aristoteles, Ethica Eudemia, 3; 141 (auctor 384BC-322BC)
ἔστι γὰρ τιμὴ καὶ μικρὰ καὶ μεγάλη διχῶς.
7Aristoteles, Ethica Eudemia, 3; 142 (auctor 384BC-322BC)
ἢ γὰρ τῷ ὑπὸ πολλῶν τῶν τυχόντων ἢ τῷ ὑπὸ τῶν ἀξίων λόγου, καὶ πάλιν τῷ ἐπὶ τίνι ἡ τιμὴ διαφέρει.
8Aristoteles, Ethica Eudemia, 7; 300 (auctor 384BC-322BC)
τοῦτο δ' ἐστὶν ἡ τιμή, ὅπερ καὶ τῷ ἄρχοντι φύσει καὶ θεῷ πρὸς τὸ ἀρχόμενον.
9Aristoteles, Ethica Eudemia, 8; 79 (auctor 384BC-322BC)
τὰ γὰρ περιμάχητα καὶ μέγιστα εἶναι δοκοῦντα ἀγαθά, τιμὴ καὶ πλοῦτος καὶ σώματος ἀρεταὶ καὶ εὐτυχίαι καὶ δυνάμεις, ἀγαθὰ μὲν φύσει ἐστίν, ἐνδέχεται δ' εἶναι βλαβερά τισι διὰ τὰς ἕξεις.
10Aristoteles, Ethica Nicomachea, 4, 5; 7 (auctor 384BC-322BC)
καὶ ἐπεὶ τῶν δαπανημάτων ἕκαστον μέγα ἐν τῷ γένει, καὶ μεγαλοπρεπέστατον ἁπλῶσ μὲν τὸ ἐν μεγάλῳ μέγα, ἐνταῦθα δὲ τὸ ἐν τούτοις μέγα, καὶ διαφέρει τὸ ἐν τῷ ἔργῳ μέγα τοῦ ἐν τῷ δαπανήματι· σφαῖρα μὲν γὰρ ἡ καλλίστη ἢ λήκυθος μεγαλοπρέπειαν ἔχει παιδικοῦ δώρου, ἡ δὲ τούτου τιμὴ μικρὸν καὶ ἀνελεύθερον· διὰ τοῦτό ἐστι τοῦ μεγαλοπρεποῦς, ἐν ᾧ ἂν ποιῇ γένει, μεγαλοπρεπῶς ποιεῖν (τὸ γὰρ τοιοῦτον οὐκ εὐυπέρβλητον) καὶ ἔχον κατ' ἀξίαν τοῦ δαπανήματος.
11Aristoteles, Ethica Nicomachea, 4, 7; 9 (auctor 384BC-322BC)
ἡ δ' ἀξία λέγεται πρὸς τὰ ἐκτὸς ἀγαθά· μέγιστον δὲ τοῦτ' ἂν θείημεν ὃ τοῖς θεοῖς ἀπονέμομεν, καὶ οὗ μάλιστ' ἐφίενται οἱ ἐν ἀξιώματι, καὶ τὸ ἐπὶ τοῖς καλλίστοις ἆθλον· τοιοῦτον δ' ἡ τιμή· μέγιστον γὰρ δὴ τοῦτο τῶν ἐκτὸς ἀγαθῶν· περὶ τιμὰς δὴ καὶ ἀτιμίας ὁ μεγαλόψυχός ἐστιν ὡς δεῖ.
12Aristoteles, Ethica Nicomachea, 4, 7; 17 (auctor 384BC-322BC)
οὐκ εἴη δ' ἂν οὐδὲ τιμῆς ἄξιος φαῦλος ὤν· τῆς ἀρετῆς γὰρ ἆθλον ἡ τιμή, καὶ ἀπονέμεται τοῖς ἀγαθοῖς.
13Aristoteles, Ethica Nicomachea, 4, 7; 20 (auctor 384BC-322BC)
μάλιστα μὲν οὖν περὶ τιμὰς καὶ ἀτιμίας ὁ μεγαλόψυχός ἐστι· καὶ ἐπὶ μὲν ταῖς μεγάλαις καὶ ὑπὸ τῶν σπουδαίων μετρίως ἡσθήσεται, ὡς τῶν οἰκείων τυγχάνων ἢ καὶ ἐλαττόνων· ἀρετῆς γὰρ παντελοῦς οὐκ ἂν γένοιτο ἀξία τιμή, οὐ μὴν ἀλλ' ἀποδέξεταί γε τῷ μὴ ἔχειν αὐτοὺς μείζω αὐτῷ ἀπονέμειν· τῆς δὲ παρὰ τῶν τυχόντων καὶ ἐπὶ μικροῖς πάμπαν ὀλιγωρήσει· οὐ γὰρ τούτων ἄξιος· ὁμοίως δὲ καὶ ἀτιμίας· οὐ γὰρ ἔσται δικαίως περὶ αὐτόν.
14Aristoteles, Ethica Nicomachea, 4, 7; 23 (auctor 384BC-322BC)
αἱ γὰρ δυναστεῖαι καὶ ὁ πλοῦτος διὰ τὴν τιμήν ἐστιν αἱρετά· οἱ γοῦν ἔχοντες αὐτὰ τιμᾶσθαι δι' αὐτῶν βούλονται· ᾧ δὲ καὶ ἡ τιμὴ μικρόν ἐστι, τούτῳ καὶ τἆλλα.
15Aristoteles, Ethica Nicomachea, 4, 8; 11 (auctor 384BC-322BC)
μεγαλοψύχου δὲ καὶ τὸ μηδενὸς δεῖσθαι ἢ μόλις, ὑπηρετεῖν δὲ προθύμως, καὶ πρὸς μὲν τοὺς ἐν ἀξιώματι καὶ εὐτυχίαις μέγαν εἶναι, πρὸς δὲ τοὺς μέσους μέτριον· τῶν μὲν γὰρ ὑπερέχειν χαλεπὸν καὶ σεμνόν, τῶν δὲ ῥᾴδιον, καὶ ἐπ' ἐκείνοις μὲν σεμνύνεσθαι οὐκ ἀγεννές, ἐν δὲ τοῖς ταπεινοῖς φορτικόν, ὥσπερ εἰς τοὺς ἀσθενεῖς ἰσχυρίζεσθαι· καὶ εἰς τὰ ἔντιμα μὴ ἰέναι, ἢ οὗ πρωτεύουσιν ἄλλοι· καὶ ἀργὸν εἶναι καὶ μελλητὴν ἀλλ' ἢ ὅπου τιμὴ μεγάλη ἢ ἔργον, καὶ ὀλίγων μὲν πρακτικόν, μεγάλων δὲ καὶ ὀνομαστῶν.
16Aristoteles, Ethica Nicomachea, 5, 10; 9 (auctor 384BC-322BC)
ἐπεὶ δ' οὐθὲν αὐτῷ πλέον εἶναι δοκεῖ, εἴπερ δίκαιος (οὐ γὰρ νέμει πλέον τοῦ ἁπλῶς ἀγαθοῦ αὑτῷ, εἰ μὴ πρὸς αὐτὸν ἀνάλογόν ἐστιν· διὸ ἑτέρῳ πονεῖ· καὶ διὰ τοῦτο ἀλλότριον εἶναί φασιν ἀγαθὸν τὴν δικαιοσύνην, καθάπερ ἐλέχθη καὶ πρότερον) · μισθὸς ἄρα τις δοτέος, τοῦτο δὲ τιμὴ καὶ γέρας· ὅτῳ δὲ μὴ ἱκανὰ τὰ τοιαῦτα, οὗτοι γίνονται τύραννοι.
17Aristoteles, Ethica Nicomachea, 7, 6; 8 (auctor 384BC-322BC)
διὸ μᾶλλον ἀκόλαστον ἂν εἴποιμεν ὅστις μὴ ἐπιθυμῶν ἢ ἠρέμα διώκει τὰς ὑπερβολὰς καὶ φεύγει μετρίας λύπας, ἢ τοῦτον ὅστις διὰ τὸ ἐπιθυμεῖν σφόδρα· τί γὰρ ἂν ἐκεῖνος ποιήσειεν, εἰ προσγένοιτο ἐπιθυμία νεανικὴ καὶ περὶ τὰς τῶν ἀναγκαίων ἐνδείας λύπη ἰσχυρά· ἐπεὶ δὲ τῶν ἐπιθυμιῶν καὶ τῶν ἡδονῶν αἳ μέν εἰσι τῶν τῷ γένει καλῶν καὶ σπουδαίων (τῶν γὰρ ἡδέων ἔνια φύσει αἱρετά) , τὰ δ' ἐναντία τούτων, τὰ δὲ μεταξύ, καθάπερ διείλομεν πρότερον, οἷον χρήματα καὶ κέρδος καὶ νίκη καὶ τιμή· πρὸς ἅπαντα δὲ καὶ τὰ τοιαῦτα καὶ τὰ μεταξὺ οὐ τῷ πάσχειν καὶ ἐπιθυμεῖν καὶ φιλεῖν ψέγονται, ἀλλὰ τῷ πῶς καὶ ὑπερβάλλειν (διὸ ὅσοι μὲν παρὰ τὸν λόγον ἢ κρατοῦνται ἢ διώκουσι τῶν φύσει τι καλῶν καὶ ἀγαθῶν, οἷον οἱ περὶ τιμὴν μᾶλλον ἢ δεῖ σπουδάζοντες ἢ περὶ τέκνα καὶ γονεῖς· καὶ γὰρ ταῦτα τῶν ἀγαθῶν, καὶ ἐπαινοῦνται οἱ περὶ ταῦτα σπουδάζοντες· ἀλλ' ὅμως ἔστι τις ὑπερβολὴ καὶ ἐν τούτοις, εἴ τις ὥσπερ ἡ Νιόβη μάχοιτο καὶ πρὸς τοὺς θεούς, ἢ ὥσπερ Σάτυρος ὁ φιλοπάτωρ ἐπικαλούμενος περὶ τὸν πατέρα· λίαν γὰρ ἐδόκει μωραίνειν) · μοχθηρία μὲν οὖν οὐδεμία περὶ ταῦτ' ἐστὶ διὰ τὸ εἰρημένον, ὅτι φύσει τῶν αἱρετῶν ἕκαστόν ἐστι δι' αὑτό, φαῦλαι δὲ καὶ φευκταὶ αὐτῶν εἰσὶν αἱ ὑπερβολαί.
18Aristoteles, Ethica Nicomachea, 8, 9; 10 (auctor 384BC-322BC)
οὐ δι' αὑτὸ δ' ἐοίκασιν αἱρεῖσθαι τὴν τιμήν, ἀλλὰ κατὰ συμβεβηκός· χαίρουσι γὰρ οἱ μὲν πολλοὶ ὑπὸ τῶν ἐν ταῖς ἐξουσίαις τιμώμενοι διὰ τὴν ἐλπίδα (οἴονται γὰρ τεύξεσθαι παρ' αὐτῶν, ἄν του δέωνται· ὡς δὴ σημείῳ τῆς εὐπαθείας χαίρουσι τῇ τιμῇ) · οἱ δ' ὑπὸ τῶν ἐπιεικῶν καὶ εἰδότων ὀρεγόμενοι τιμῆς βεβαιῶσαι τὴν οἰκείαν δόξαν ἐφίενται περὶ αὑτῶν· χαίρουσι δή, ὅτι εἰσὶν ἀγαθοὶ πιστεύοντες τῇ τῶν λεγόντων κρίσει.
19Aristoteles, Ethica Nicomachea, 8, 16; 4 (auctor 384BC-322BC)
ὁ δ' ἐνδεὴς καὶ ὁ χείρων ἀνάπαλιν· φίλου γὰρ ἀγαθοῦ εἶναι τὸ ἐπαρκεῖν τοῖς ἐνδεέσιν· τί γάρ, φασίν, ὄφελος σπουδαίῳ ἢ δυνάστῃ φίλον εἶναι, μηδέν γε μέλλοντα ἀπολαύειν· ἔοικε δ' οὖν ἑκάτερος ὀρθῶς ἀξιοῦν, καὶ δεῖν ἑκατέρῳ πλέον νέμειν ἐκ τῆς φιλίας, οὐ τοῦ αὐτοῦ δέ, ἀλλὰ τῷ μὲν ὑπερέχοντι τιμῆς τῷ δ' ἐνδεεῖ κέρδους· τῆς μὲν γὰρ ἀρετῆς καὶ τῆς εὐεργεσίας ἡ τιμὴ γέρας, τῆς δ' ἐνδείας ἐπικουρία τὸ κέρδος.
20Aristoteles, Ethica Nicomachea, 8, 16; 5 (auctor 384BC-322BC)
οὕτω δ' ἔχειν τοῦτο καὶ ἐν ταῖς πολιτείαις φαίνεται· οὐ γὰρ τιμᾶται ὁ μηδὲν ἀγαθὸν τῷ κοινῷ πορίζων· τὸ κοινὸν γὰρ δίδοται τῷ τὸ κοινὸν εὐεργετοῦντι, ἡ τιμὴ δὲ κοινόν.
21Aristoteles, Ethica Nicomachea, 9, 13; 14 (auctor 384BC-322BC)
ἐν οἷς δὲ μὴ γίνεται διομολογία τῆς ὑπουργίας, οἱ μὲν δι' αὐτοὺς προϊέμενοι εἴρηται ὅτι ἀνέγκλητοι (τοιαύτη γὰρ ἡ κατ' ἀρετὴν φιλία) , τὴν ἀμοιβήν τε ποιητέον κατὰ τὴν προαίρεσιν (αὕτη γὰρ τοῦ φίλου καὶ τῆς ἀρετῆς) · οὕτω δ' ἔοικε καὶ τοῖς φιλοσοφίας κοινωνήσασιν· οὐ γὰρ πρὸς χρήμαθ' ἡ ἀξία μετρεῖται, τιμή τ' ἰσόρροπος οὐκ ἂν γένοιτο, ἀλλ' ἴσως ἱκανόν, καθάπερ καὶ πρὸς θεοὺς καὶ πρὸς γονεῖς, τὸ ἐνδεχόμενον.
22Aristoteles, Magna moralia, 1, 2, 1; 3 (auctor 384BC-322BC)
τὸ δὲ τίμιον λέγω τὸ τοιοῦτον, τὸ θεῖον, τὸ βέλτιον, οἷον ψυχή, νοῦς, τὸ ἀρχαιότερον, ἡ ἀρχή, τὰ τοιαῦτα τίμια γὰρ ἐφ' οἷς ἡ τιμή, τοῖς δὲ τοιούτοις πᾶσιν τιμὴ ἀκολουθεῖ.
23Aristoteles, Magna moralia, 1, 3, 1; 2 (auctor 384BC-322BC)
ἔστι γὰρ τῶν ἀγαθῶν τὰ μὲν ἐν ψυχῇ, οἷον αἱ ἀρεταί, τὰ δὲ ἐν τῷ σώματι, οἷον ὑγίεια κάλλος, τὰ δ' ἐκτός, πλοῦτος ἀρχὴ τιμὴ ἢ εἴ τι ἄλλο τῶν τοιούτων.
24Aristoteles, Magna moralia, 2, 3, 15; 30 (auctor 384BC-322BC)
ἀλλ' ἀπὸ μὲν τῆς ἀρετῆς τιμὴ γίνεται, ἡ δὲ τιμὴ μεγάλη γινομένη χείρους ποιεῖ ὥστε δῆλον ὅτι, φησίν, ἀρετὴ εἰς ἐπίδοσιν βαδίζουσα μεγέθους χείρους ποιήσει τῆς γὰρ τιμῆς ἡ ἀρετὴ αἰτία, ὥστε καὶ ἡ ἀρετὴ ποιοίη ἂν χείρους μείζων γινομένη.
25Aristoteles, Magna moralia, 2, 3, 16; 31 (auctor 384BC-322BC)
Ἢ τοῦτο οὐκ ἀληθές; τῆς γὰρ ἀρετῆς εἰ καὶ ἄλλα πολλά ἐστιν ἔργα, ὥσπερ καὶ ἔστιν, καὶ τοῦτο ἐν τοῖς μάλιστα, τὸ τοῖς ἀγαθοῖς τούτοις καὶ τοῖς τοιούτοις δύνασθαι ὀρθῶς παραγενομένοις χρῆσθαι εἰ δὴ ὁ σπουδαῖος παραγενομένης αὐτῷ ἢ τιμῆς ἢ ἀρχῆς μεγάλης μὴ χρήσεται ὀρθῶς τούτοις, οὐκέτι ἂν εἴη σπουδαῖος οὔτε δὴ ἡ τιμὴ οὔτε ἡ ἀρχὴ ποιήσει τὸν σπουδαῖον χείρω, ὥστε οὐδ' ἡ ἀρετή.
26Aristoteles, Magna moralia, 2, 6, 21; 54 (auctor 384BC-322BC)
Ἔστιν δὲ τῶν ἀγαθῶν τὰ μὲν ἐκτός, οἷον πλοῦτος ἀρχὴ τιμὴ φίλοι δόξα, τὰ δ' ἀναγκαῖα καὶ περὶ σῶμα ἐστίν, οἷον ἁφή τε καὶ γεῦσις ⌈ὁ οὖν περὶ ταῦτα ἀκρατής, οὗτος ἁπλῶς ἂν [καὶ] ἀκρατὴς δόξειεν εἶναι,⌋ καὶ ἡδοναὶ σωματικαί καὶ ἣν ζητοῦμεν ἀκρασίαν, ἤδη περὶ ταῦτα δόξειεν ἂν εἶναι.
27Aristoteles, Magna moralia, 2, 6, 23; 59 (auctor 384BC-322BC)
Δῆλον δὲ καὶ ἐντεῦθεν, ὅτι περὶ ταῦτα ἡ ἀκρασία ἐπεὶ γὰρ ψεκτὸς ὁ ἀκρατής, ψεκτὰ εἶναι δεῖ τὰ ὑποκείμενα τιμὴ μὲν οὖν καὶ δόξα καὶ ἀρχὴ καὶ χρήματα καὶ περὶ ὅσα ἄλλα ἀκρατεῖς λέγονται, οὐκ εἰσὶν ψεκτά, αἱ δ' ἡδοναὶ αἱ σωματικαὶ ψεκταί διὸ εἰκότως ὁ περὶ ταύτας ὢν μᾶλλον τοῦ δέοντος, οὗτος ἀκρατὴς τελέως λέγεται.
28Aristoteles, Politica, 2, 1267A; 134 (auctor 384BC-322BC)
ἔτι στασιάζουσιν οὐ μόνον διὰ τὴν ἀνισότητα τῆς κτήσεως, ἀλλὰ καὶ διὰ τὴν τῶν τιμῶν, τοὐναντίον δὲ περὶ ἑκάτερον· οἱ μὲν γὰρ πολλοὶ διὰ τὸ περὶ τὰς κτήσεις ἄνισον, οἱ δὲ χαρίεντες περὶ τῶν τιμῶν, ἐὰν ἴσαι· ὅθεν καὶ ἐν δὲ ἰῇ τιμῇ ἠμὲν κακὸς ἠδὲ καὶ ἐσθλός.
29Aristoteles, Politica, 5; 26 (auctor 384BC-322BC)
πῶς μὲν οὖν ἔχοντες στασιάζουσιν, εἴρηται· περὶ ὧν δὲ στασιάζουσιν ἐστὶ κέρδος καὶ τιμὴ καὶ τἀναντία τούτοις.
30Aristoteles, Politica, 5; 31 (auctor 384BC-322BC)
– δῆλον δὲ καὶ ἡ τιμή, καὶ τί δύναται καὶ πῶς αἰτία στάσεως· καὶ γὰρ αὐτοὶ ἀτιμαζόμενοι καὶ ἄλλους ὁρῶντες τιμωμένους στασιάζουσιν· ταῦτα δὲ ἀδίκως μὲν γίνεται ὅταν παρὰ τὴν ἀξίαν ἢ τιμῶνταί τινες ἢ ἀτιμάζωνται, δικαίως δὲ ὅταν κατὰ τὴν ἀξίαν.
31Aristoteles, Problemata, 29; 1 (auctor 384BC-322BC)
Διὰ τί μείζονος ὄντος ἀδικήματος, ἐάν τις βλάπτῃ εἰς τὸ μεῖζον ἀγαθόν, τῆς δὲ τιμῆς οὔσης μείζονος ἀγαθοῦ, ἡ τῶν χρημάτων ἀδικία μᾶλλον δοκεῖ, καὶ οἱ ἄδικοι μᾶλλον εἶναι δοκοῦσι περὶ τὰ χρήματα; ἢ διότι αἱροῦνται τὰ χρήματα μᾶλλον τῆς τιμῆς, καὶ πᾶσίν ἐστι κοινότατον, ἡ δὲ τιμὴ ὀλίγοις, καὶ ὀλιγάκις συμβαίνει ἡ χρῆσις αὐτῆς.
32Aristoteles, Rhetorica, 1, 5, 4; 4 (auctor 384BC-322BC)
ἔστι δ' ἐν αὐτῷ μὲν τὰ περὶ ψυχὴν καὶ τὰ ἐν σώματι, ἔξω δὲ εὐγένεια καὶ φίλοι καὶ χρήματα καὶ τιμή, ἔτι δὲ προσήκειν οἰόμεθα δυνάμεις ὑπάρχειν καὶ τύχην· οὕτω γὰρ ἀσφαλέστατος ὁ βίος.
33Aristoteles, Rhetorica, 1, 5, 9; 15 (auctor 384BC-322BC)
τιμὴ δ' ἐστὶν μὲν σημεῖον εὐεργετικῆς εὐδοξίας, τιμῶνται δὲ δικαίως μὲν καὶ μάλιστα οἱ εὐεργετηκότες, οὐ μὴν ἀλλὰ τιμᾶται καὶ ὁ δυνάμενος εὐεργετεῖν· εὐεργεσία δὲ ἢ εἰς σωτηρίαν καὶ ὅσα αἴτια τοῦ εἶναι, ἢ εἰς πλοῦτον, ἢ εἴς τι τῶν ἄλλων ἀγαθῶν, ὧν μὴ ῥᾳδία ἡ κτῆσις ἢ ὅλως ἢ ἐνταῦθα ἢ τότε· πολλοὶ γὰρ διὰ μικρὰ δοκοῦντα τιμῆς τυγχάνουσιν, ἀλλ' οἱ τόποι καὶ οἱ καιροὶ αἴτιοι.
34Aristoteles, Rhetorica, 1, 6, 13; 14 (auctor 384BC-322BC)
τιμή, δόξα· καὶ γὰρ ἡδέα καὶ ποιητικὰ πολλῶν, καὶ ἀκολουθεῖ αὐταῖς ὡς ἐπὶ τὸ πολὺ τὸ ὑπάρχειν ἐφ' οἷς τιμῶνται.
35Aristoteles, Rhetorica, 1, 6, 28; 41 (auctor 384BC-322BC)
καὶ τὰ ἴδια, καὶ ἃ μηδείς, καὶ τὰ περιττά· τιμὴ γὰρ οὕτω μᾶλλον.
36Aristoteles, Rhetorica, 1, 6, 30; 50 (auctor 384BC-322BC)
καὶ μάλιστα ἕκαστοι πρὸς ἃ φιλοτοίουτοι, οἷον οἱ φιλόνικοι εἰ νίκη ἔσται, οἱ φιλότιμοι εἰ τιμή, οἱ φιλοχρήματοι εἰ χρήματα, καὶ οἱ ἄλλοι ὡσαύτως.
37Aristoteles, Rhetorica, 1, 7, 30; 47 (auctor 384BC-322BC)
καὶ ὧν αἱ τιμαὶ μείζους, ὡσαύτως· ἡ γὰρ τιμὴ ὥσπερ ἀξία τίς ἐστιν.
38Aristoteles, Rhetorica, 1, 9, 16; 14 (auctor 384BC-322BC)
καὶ ἐφ' ὅσοις τὰ ἆθλα τιμή, καλά.
39Aristoteles, Rhetorica, 1, 9, 16; 15 (auctor 384BC-322BC)
καὶ ἐφ' ὅσοις τιμὴ μᾶλλον ἢ χρήματα.
40Aristoteles, Rhetorica, 1, 9, 25; 28 (auctor 384BC-322BC)
καὶ νίκη καὶ τιμὴ τῶν καλῶν· αἱρετά τε γὰρ ἄκαρπα ὄντα, καὶ ὑπεροχὴν ἀρετῆς δηλοῖ.
41Aristoteles, Rhetorica, 1, 9, 25; 30 (auctor 384BC-322BC)
καὶ ἃ μὴ ζῶντι ἕπεται, καὶ οἷς τιμὴ ἀκολουθεῖ, καὶ τὰ περιττά, καὶ τὰ μόνῳ ὑπάρχοντα, καλλίω· εὐμνημονευτότερα γάρ.
42Aristoteles, Rhetorica, 1, 11, 16; 27 (auctor 384BC-322BC)
καὶ τιμὴ καὶ εὐδοξία τῶν ἡδίστων διὰ τὸ γίγνεσθαι φαντασίαν ἑκάστῳ ὅτι τοιοῦτος οἷος ὁ σπουδαῖος, καὶ μᾶλλον ὅταν φῶσιν οὓς οἴεται ἀληθεύειν.
43Aristoteles, Rhetorica, 2, 16, 2; 1 (auctor 384BC-322BC)
τῷ δὲ πλούτῳ ἃ ἕπεται ἤθη, ἐπιπολῆς ἔστιν ἰδεῖν ἅπασιν· ὑβρισταὶ γὰρ καὶ ὑπερήφανοι, πάσχοντές τι ὑπὸ τῆς κτήσεως τοῦ πλούτου (ὥσπερ γὰρ ἔχοντες ἅπαντα τἀγαθὰ οὕτω διάκεινται· ὁ δὲ πλοῦτος οἷον τιμή τις τῆς ἀξίας τῶν ἄλλων, διὸ φαίνεται ὤνια ἅπαντα εἶναι αὐτοῦ) , καὶ τρυφεροὶ καὶ σαλάκωνες, τρυφεροὶ μὲν διὰ τὴν τροφὴν καὶ τὴν ἔνδειξιν τῆς εὐδαιμονίας, σαλάκωνες δὲ καὶ σόλοικοι διὰ τὸ πάντας εἰωθέναι διατρίβειν περὶ τὸ ἐρώμενον καὶ θαυμαζόμενον ὑπ' αὐτῶν.
44Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 5; 20
καὶ ὅτε ὑψώθη ἡ καρδία αὐτοῦ καὶ τὸ πνεῦμα αὐτοῦ ἐκραταιώθη τοῦ ὑπερηφανεύσασθαι, κατηνέχθη ἀπὸ τοῦ θρόνου τῆς βασιλείας αὐτοῦ, καὶ ἡ τιμὴ ἀφῃρέθη ἀπ’ αὐτοῦ,
45Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 7; 14
καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία, καὶ πάντες οἱ λαοί, φυλαί, γλῶσσαι αὐτῷ δουλεύσουσιν· ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται, καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται.
46Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 27; 3
ἔσται ἡ τιμὴ τοῦ ἄρσενος ἀπὸ εἰκοσαετοῦς ἕως ἑξηκονταετοῦς, ἔσται αὐτοῦ ἡ τιμὴ πεντήκοντα δίδραχμα ἀργυρίου τῷ σταθμῷ τῷ ἁγίῳ,
47Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 27; 5
ἐὰν δὲ ἀπὸ πενταετοῦς ἕως εἴκοσι ἐτῶν, ἔσται ἡ τιμὴ τοῦ ἄρσενος εἴκοσι δίδραχμα, τῆς δὲ θηλείας δέκα δίδραχμα.
48Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 27; 6
ἀπὸ δὲ μηνιαίου ἕως πενταετοῦς ἔσται ἡ τιμὴ τοῦ ἄρσενος πέντε δίδραχμα ἀργυρίου, τῆς δὲ θηλείας τρία δίδραχμα.
49Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 27; 7
ἐὰν δὲ ἀπὸ ἑξηκονταετῶν καὶ ἐπάνω, ἐὰν μὲν ἄρσεν ᾖ, ἔσται ἡ τιμὴ πεντεκαίδεκα δίδραχμα ἀργυρίου, ἐὰν δὲ θήλεια, δέκα δίδραχμα.
50Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 27; 8
ἐὰν δὲ ταπεινὸς ᾖ τῇ τιμῇ, στήσεται ἐναντίον τοῦ ἱερέως, καὶ τιμήσεται αὐτὸν ὁ ἱερεύς· καθάπερ ἰσχύει ἡ χεὶρ τοῦ εὐξαμένου, τιμήσεται αὐτὸν ὁ ἱερεύς.
51Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 27; 16
Ἐὰν δὲ ἀπὸ τοῦ ἀγροῦ τῆς κατασχέσεως αὐτοῦ ἁγιάσῃ ἄνθρωπος τῷ κυρίῳ, καὶ ἔσται ἡ τιμὴ κατὰ τὸν σπόρον αὐτοῦ, κόρου κριθῶν πεντήκοντα δίδραχμα ἀργυρίου.
52Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 27; 25
καὶ πᾶσα τιμὴ ἔσται σταθμίοις ἁγίοις· εἴκοσι ὀβολοὶ ἔσται τὸ δίδραχμον.
53Biblia, Biblia graeca iuxta LXX interpretes, 2Par, 1; 16
καὶ ἡ ἔξοδος τῶν ἵππων τῶν Σαλωμων ἐξ Αἰγύπτου, καὶ ἡ τιμὴ τῶν ἐμπόρων τοῦ βασιλέως· ἐμπορεύεσθαι ἡγόραζον
54Biblia, Biblia graeca iuxta LXX interpretes, Iob, 37; 22
ἀπὸ βορρᾶ νέφη χρυσαυγοῦντα· ἐπὶ τούτοις μεγάλη ἡ δόξα καὶ τιμὴ παντοκράτορος.
55Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 8; 6
ἠλάττωσας αὐτὸν βραχύ τι παρ’ ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν·
56Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 44; 10
θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου· παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη πεποικιλμένη.
57Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 48; 13
καὶ ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκεν, παρασυνεβλήθη τοῖς κτήνεσιν τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς.
58Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 48; 21
ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκεν, παρασυνεβλήθη τοῖς κτήνεσιν τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς.
59Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 98; 4
καὶ τιμὴ βασιλέως κρίσιν ἀγαπᾷ· σὺ ἡτοίμασας εὐθύτητας, κρίσιν καὶ δικαιοσύνην ἐν Ιακωβ σὺ ἐποίησας.
60Biblia, Biblia graeca iuxta LXX interpretes, Prv, 6; 26
τιμὴ γὰρ πόρνης ὅση καὶ ἑνὸς ἄρτου, γυνὴ δὲ ἀνδρῶν τιμίας ψυχὰς ἀγρεύει.
61Biblia, Biblia graeca iuxta LXX interpretes, Prv, 26; 1
ὥσπερ δρόσος ἐν ἀμήτῳ καὶ ὥσπερ ὑετὸς ἐν θέρει, οὕτως οὐκ ἔστιν ἄφρονι τιμή.
62Biblia, Biblia graeca iuxta LXX interpretes, Is, 11; 10
Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ιεσσαι καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν, καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή.
63Biblia, Biblia graeca iuxta LXX interpretes, Is, 14; 18
πάντες οἱ βασιλεῖς τῶν ἐθνῶν ἐκοιμήθησαν ἐν τιμῇ, ἄνθρωπος ἐν τῷ οἴκῳ αὐτοῦ·
64Biblia, Biblia graeca iuxta LXX interpretes, Is, 35; 2
καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ιορδάνου· καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ καὶ ἡ τιμὴ τοῦ Καρμήλου, καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν κυρίου καὶ τὸ ὕψος τοῦ θεοῦ.
65Biblia, Biblia graeca iuxta LXX interpretes, 1Mac, 1; 39
τὸ ἁγίασμα αὐτῆς ἠρημώθη ὡς ἔρημος, αἱ ἑορταὶ αὐτῆς ἐστράφησαν εἰς πένθος, τὰ σάββατα αὐτῆς εἰς ὀνειδισμόν, ἡ τιμὴ αὐτῆς εἰς ἐξουδένωσιν.
66Biblia, Biblia graeca iuxta LXX interpretes, 4Mac, 17; 20
καὶ οὗτοι οὖν ἁγιασθέντες διὰ θεὸν τετίμηνται, οὐ μόνον ταύτῃ τῇ τιμῇ, ἀλλὰ καὶ τῷ δι’ αὐτοὺς τὸ ἔθνος ἡμῶν τοὺς πολεμίους μὴ ἐπικρατῆσαι
67Biblia, Novum testamentum graece, Mt, 27; 6
οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπαν, Οὐκ ἔξεστιν βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστιν.
68Biblia, Novum testamentum graece, Rom, 2; 10
δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι·
69Biblia, Novum testamentum graece, Rom, 12; 10
τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι, τῇ τιμῇ ἀλλήλους προηγούμενοι,
70Biblia, Novum testamentum graece, Col, 2; 23
ἅτινά ἐστιν λόγον μὲν ἔχοντα σοφίας ἐν ἐθελοθρησκίᾳ καὶ ταπεινοφροσύνῃ καὶ ἀφειδίᾳ σώματος, οὐκ ἐν τιμῇ τινι πρὸς πλησμονὴν τῆς σαρκός.
71Biblia, Novum testamentum graece, 1Thess, 1Thess; 4
εἰδέναι ἕκαστον ὑμῶν τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ,
72Biblia, Novum testamentum graece, 1Tim, 1Tim; 17
τῷ δὲ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ θεῷ, τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
73Biblia, Novum testamentum graece, 1Tim, 1Tim; 16
ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται· ᾧ τιμὴ καὶ κράτος αἰώνιον· ἀμήν.
74Biblia, Novum testamentum graece, Hebr, 2; 7
ἠλάττωσας αὐτὸν βραχύ τι παρ’ ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν,
75Biblia, Novum testamentum graece, Hebr, 2; 9
τὸν δὲ βραχύ τι παρ’ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον, ὅπως χάριτι θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου.
76Biblia, Novum testamentum graece, 1Petr, 1Petr; 7
ὑμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύουσιν· ἀπιστοῦσιν δὲ λίθος ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας
77Biblia, Novum testamentum graece, Apoc, 5; 13
καὶ πᾶν κτίσμα ὃ ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς καὶ ὑποκάτω τῆς γῆς καὶ ἐπὶ τῆς θαλάσσης, καὶ τὰ ἐν αὐτοῖς πάντα, ἤκουσα λέγοντας, Τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου καὶ τῷ ἀρνίῳ ἡ εὐλογία καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
78Biblia, Novum testamentum graece, Apoc, 7; 12
λέγοντες, Ἀμήν· ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία καὶ ἡ εὐχαριστία καὶ ἡ τιμὴ καὶ ἡ δύναμις καὶ ἡ ἰσχὺς τῷ θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
79Coelestinus I, Epistolae et decreta, 50, 0508A
Οὐκ ἔστιν ἐλάσσων τιμὴ τῆς ὑπηρεσίας τῷ διδάσκοντι ἡ τῶν παραδιδομένων φυλακή.
80Concilia varia Dionysius Exiguus, Codex canonum ecclesiae universae, 67, 0061C (auctor c.470–c.544)
Ὅθεν ἔδοξε καὶ τῇ τιμῇ προηγεῖσθαι αὐτὸν, μηδέν τε πράτττειν πέριττον τοὺς λοιποὺς ἐπισκόπους ἄνευ αὐτοῦ, κατὰ τὸν ἀρχαῖον κρατήσαντα τῶν πατέρων ἡμῶν κανόνα, ἢ ταῦτα μόνα ὅσα τῇ ἑκάστου ἐπιβάλλει παροικίᾳ, καὶ ταῖς ὑπ' αὐτὴν χώραις.
81Constantinus I, Decreta et constitutiones, 8, 0107C (auctor c.272–337)
τοῦτο δὲ ὑφ' ἡμῶν γέγονεν, ὅπως μηδεμιᾶ τιμῇ μη δὲ θρησκείᾳ τινὶ μεμειῶσθαί τι ὑφ' ἡμῶν δοκοίη.
82Constantinus I, Epistolae, 8, 0499C (auctor c.272–337)
περὶ μὲν οὖν τῆς θείας προνοίας, μία τις ἐν ὑμῖν ἔστω πίστις, μία σύνεσις, μία συνθήκη τοῦ κρείττονος· ἃ δ' ὑπὲρ τῶν ἐλαχίστων τούτων ζητήσεων ἐν ἀλλήλοις ἀκριβολογεῖσθε, κᾂν μὴ πρὸς μίαν γνώμην συμφέρεσθε, μένειν εἴσω λογισμοῦ προσήκει, τῷ τῆς διανοίας ἀποῤῥήτῳ τηρούμενα, τὸ μέντοι τῆς κοινῆς φιλίας ἐξαίρετον, καὶ ἡ τῆς ἀληθείας πίστις, ἥ τε περὶ τὸν Θεὸν καὶ τὴν τοῦ νόμου θρησκείαν τιμὴ, μενέτω παρ' ὑμῖν ἀσάλευτος· ἐπανέλθετε δὴ πρὸς τὴν ἀλλήλων φιλίαν τε καὶ χάριν.
83Constantinus I, Epistolae, 8, 0559D (auctor c.272–337)
οὕτοι γοῦν μολιβδίνας τινὰς ὀργὰς περιφέρονται, ὡς ἑαυτοὺς μὲν κατ' ἀντίδοσιν πλήττειν, ἡμᾶς δὲ πρὸς κέρδος τῆς οἰκείας κολάσεως ἀπάγειν, καὶ ὁ μὲν καλῶς διδάξας, πολέμιος κρίνεται, ὁ δὲ τὴν φθόνου κακίαν προβεβλημένος ἐκεῖνος τὴν τοῦ λαοῦ ἡμερότητα, οὐδὲ ὄντος καταλαμβάνει, πορθεῖ, καταναλίσκει, καὶ ἑαυτὸν κακοθελεῖ, ἐγκωμίῳ κοσμεῖ καὶ συντίθησι, τὴν δὲ ἀληθειαν ἀνατρέπει καὶ τὴν πίστιν ἀπατᾷ μέχρις οὗ τῷ οἰκείῳ συνειδότι, φωλεὸν καὶ κρυπτηρίαν ἐκιζητήσας εὔρῃ αὔτη γοῦν αὐτοὺς ἡ σκαιότης ἀθλίους ποιεῖ, ὅταν προπετῶς, ἑαυτοὺς ἀναξίους ὅντας ἀποδέχωνται, λέγοντες, φεῦ τῶν κακῶν, Ἐκεῖνος πρεσβύτερός ἐστι, καὶ ἐκεῖνος παῖς; ἐμοῦ ἅπτεται ἡ τιμὴ, ἐμοὶ ὀφείλεται, ἐκείνου περιαιρεθῇ, ἐπεὶ αὐτὸς μαυτῷ ἀφαρπάσας ἃπαντας, ἐπ' ἐξουσίας ἀπολέσσι πειράσομαι.
84Desiderius Erasmus, Adagia, Chiliades, 2, 1112; 6 (opus 1508)
Frigitur autem in oleo ferventi, unde fertur et illud apud Graecos: Ἀφύων τιμή ἔλαιον, id est Aphyarum honor oleum; ac protinus ut contigerunt oleum fervens, iam decoctae sunt, adeo ut ilico cum oleo stridant statimque percoctae tollantur e patella.
85Desiderius Erasmus, Adagia, Chiliades, 2, 1714; 1 (opus 1508)
Ἀφύων τιμή, id est Aphyarum honos.
86Desiderius Erasmus, Adagia, Chiliades, 2, 1714; 4 (opus 1508)
Unde iactatum illud: Ἀφύας τιμή τοὔλαιον, id est Aphyae honos oleum.
87Desiderius Erasmus, Adagia, Chiliades, 3, 2734; 1 (opus 1508)
Aristoteles libro Politicorum secundo refert hunc versiculum ceu vulgo celebrem: Ἐν δ’ ἰῆ τιμῆ ἠμέν κακός ἠδέ καί ἐσθλός, id est Par honor ignavoque viro et virtute valenti.
88Desiderius Erasmus, Adagia, Chiliades, 4, 3436; 3 (opus 1508)
Quanto quis melior et probior, tanto mihi obligatior abit, expertus non esse apud me Ἐν δ’ ἰῆ τιμῆ ἠμέν κακός ἠδέ καί ἐσθλός, id est Vir malus ac fartis pretio ducuntur eodem.
89Dionysius Exiguus Incertus, De inventione capitis Ioannis Baptistae, 67, 0446D (auctor c.470–c.544)
Ἀλλ' ἐπεί σε, ὦ μακαριώτατε Πρόδρομε, τῆς Τριάδος ἔγνωμεν καὶ λάτρην, καὶ πρεσβευτὴν ἄριστον, δι' ἣν καὶ τὴν κεφαλὴν ἀποτέτμησαι, μὴ ἐλλείπη ταύτην ἡμῖν εὐμενῆ καθιστῶν· ὡς ἂν τά τε ἄλλα, καὶ τρίβον τὴν πρὸς ἐκείνην βαδίζοιμεν, πᾶν σκολιὸν διὰ σοῦ ἐκτρεπόμενοι, καὶ πρὸς ὁδοὺς τὰς εὐθείας ἀπευθυνόμενοι· οἴδαμεν γὰρ τὴν περὶ ἡμᾶς σου καὶ στοργὴν καὶ διάθεσιν· καὶ πῶς καθ' ἑκάστην πλουσίαν ἐπιδαψιλεύῃ τὴν χάριν ἡμῖν, ποίμνης τῆς σῆς προϊστάμενος, καὶ τοὺς τῷ ναῷ σῷ προσεδρεύοντας, μεγάλαις ταῖς δωρεαῖς ἀμειβόμενος· ὧν καὶ εἴημεν ἀπολαύοντες, καὶ αὐτόθεν δὲ ἀπαίροντες Τριάδι τῇ ἁγίᾳ παρασταίημεν, καὶ τῷ ἐκείνης φωτὶ ἐλλαμφθείημεν, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ πᾶσα πρέπει τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ πατρὶ, καὶ τῷ παναγίῳ Πνεύματι νῦν καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων· ἀμήν.
90Flauius Sosipater Charisius, Ars, p. 55, l. 20 (auctor c.362)
quae autem per us exeunt et genetiuum similem nominatiuo habent et sunt quarti ordinis, haec infra ostenduntur, quibus exceptis reliqua per i proferentur, uelut hic acus ῥαφίς acus, hic artus τὰμέλη artus; sed singulari numero artus τὸμέλος non dicimus: aduentus παρουσία aduentus, accentus προσῳδία accentus, arcus τόξον ψαλίς arcus, aestus καῦμα aestus, caestus μύρμηξ πύκτου caestus, casus πτῶσις casus, contextus συνάφεια contextus, colus ἠ λακάτη colus, commeatus * commeatus, currus ὄχημα currus, cultus τιμή cultus, domus οἰκία domus, ductus ἀγωγός ductus, fructus καρπὸς κρεμάμενος fructus, fetus γέννημα fetus, gradus βαθμός gradus, habitus σχῆμα habitus, ictus πληγή ictus, iactus βολή iactus, impetus ὁρμή impetus, lacus λίμνη κρήνη lacus, manus χείρ manus, magistratus ἀρχή magistratus, nutus νεῦμα nutus, occasus δύσις occasus, obtutus * ὀφθαλμῶν obtutus, partus τοκετός partus, passus βῆμα ἀνδρός passus, portus λιμήν portus, porticus στοά porticus, principatus πρωτία principatus, prospectus ἄποψις prospectus, quaestus, quercus δρῦς quercus, risus μειδίαμα risus, ritus ἔθος ritus, saltus νάπη saltus, senatus σύγκλητος senatus, sexus * sexus, sinus κόλπος sinus, situs θέσις χωρογραφία situs, status κατάστασις status, sumptus δαπάνη sumptus, tractus ἕλκυσμα tractus, tribus φυλή tribus, uersus στίχος uersus, uictus τροφή uictus, uultus εἶδος χαρακτήρ πρόσωπον uultus.
91Flauius Sosipater Charisius, Ars, p. 379, l. 6 (auctor c.362)
sed ut breuiter dicamus, aut ex generibus nominum fiunt, quae contra morem Graecorum nos habemus (nam cum dicimus hic honor ἡ τιμή, fit apud nos masculini, apud illos feminini generis), aut ex uerborum significationibus contrariis, uelut luctor παλαίω.
92Flauius Sosipater Charisius, Ars, p. 451, l. 32 (auctor c.362)
honor τιμή.
93Flauius Sosipater Charisius, Ars, p. 462, l. 53 (auctor c.362)
pretium τιμὴ ἡ ἐπὶ τῆς καταβολῆς.
94Fronto, Epistulae, add., 8; 31 (auctor c.95-165)
7 Ἀχρεῖοι δὲ ἦ οἱ ἐρασταὶ τοῖς ὄντως καλοῖς οὐδὲν ἧττον ἢ τοῖς δικαίως ἐπαινουμένοις οἱ κόλακες· ἀρετῇ δὲ καὶ δόξα καὶ τιμὴ καὶ κέρδος.
95Gregorius I, Dialogi, 77, 0171C (auctor 540-604)
Ἰουλιανὸν δὲ ἀποστείλας, τὸν τηνικαῦτα δεφένσορα ὑπάρχοντα, ἐσχάτως δὲ καὶ τὴν ἐπισκοπὴν τῆς ἐν Σαβίνῃ ἐκκλησίας διιθύνοντα, τοῦτον ἐκέλευσεν, ὅπως ἐν μεγίστῃ τιμῇ ἀγάγῃ, ἵνα μὴ ἐν οἱῳδήποτε τρόπῳ ὁ τοῦ Θεοῦ δοῦλος ὕβριν ὑπομείνῃ.
96Gregorius I, Dialogi, 77, 0242D (auctor 540-604)
Ὑπομνησθέντες δὲ ποίας ζωῆς ὁ ἐπίσκοπος αὐτῶν γέγονε, ποῦ τὸ σῶμα αὐτοῦ τεθαμμένον ὑπῆρχεν ἐζήτησαν, ὅπως τοῦτο τῇ κεχρεωστημένῃ τιμῇ ἐν τῇ ἐκκλησίᾳ τοῦ μακαρίου Πέτρου τοῦ Ἀποστόλου θάψωσιν.
97Gregorius I, Dialogi, 77, 0311A (auctor 540-604)
Διαγνόντες τοίνυν οἱ ἐν τῷ τόπῳ ἐκείνῳ εὑρεθέντες Λογγοβάρδοι, ὅτι Σάγκτουλος ὁ μεταξὺ αὐτῶν δι' ἁγιωσύνης σέβας ἐν μεγίστῃ τιμῇ ὑπάρχων, φονευθῆναι ἤμελλεν, πάντες συνῆλθον, τῇ συνήθει αὐτῶν ὠμότητι χρώμενοι εὐφραινόμενοι, καὶ ἐν ὀρδίνῳ στάντες, τὸν θάνατον αὐτοῦ ἐξεδέχοντο.
98Herodotus, Historiae, 1, 118, 2; 2 (auctor c.484BC-425BC)
ὡς ὦν τῆς τύχης εὖ μετεστεώσης, τοῦτο μὲν τὸν σεωυτοῦ παῖδα ἀπόπεμψον παρὰ τὸν παῖδα τὸν νεήλυδα, τοῦτο δὲ (σῶστρα γὰρ τοῦ παιδὸς μέλλω θύειν τοῖσι θεῶν τιμὴ αὕτη προσκέεται) πάρισθί μοι ἐπὶ δεῖπνον.
99Herodotus, Historiae, 1, 134, 2; 2 (auctor c.484BC-425BC)
τιμῶσι δὲ ἐκ πάντων τοὺς ἄγχιστα ἑωυτῶν οἰκέοντας μετά γε ἑωυτούς, δευτέρα δὲ τοὺς δευτέρους· μετὰ δὲ κατὰ λόγον προβαίνοντες τιμῶσι· ἥκιστα δὲ τοὺς ἑωυτῶν ἑκαστάτω οἰκημένους ἐν τιμῇ ἄγονται, νομίζοντες ἑωυτοὺς εἶναι ἀνθρώπων μακρῷ τὰ πάντα ἀρίστους, τοὺς δὲ ἄλλους κατὰ λόγον 1 τῆς ἀρετῆς ἀντέχεσθαι, τοὺς δὲ ἑκαστάτω οἰκέοντας ἀπὸ ἑωυτῶν κακίστους εἶναι.
100Herodotus, Historiae, 2, 83, 1; 1 (auctor c.484BC-425BC)
μαντικὴ δὲ αὐτοῖσι ὧδε διακέεται· ἀνθρώπων μὲν οὐδενὶ προσκέεται ἡ τέχνη, τῶν δὲ θεῶν μετεξετέροισι· καὶ γὰρ Ἡρακλέος μαντήιον αὐτόθι ἐστὶ καὶ Ἀπόλλωνος καὶ Ἀθηναίης καὶ Ἀρτέμιδος καὶ Ἄρεος καὶ Διός, καὶ τό γε μάλιστα ἐν τιμῇ ἄγονται πάντων τῶν μαντηίων, Λητοῦς ἐν Βουτοῖ πόλι ἐστί.
101Herodotus, Historiae, 3, 3, 2; 2 (auctor c.484BC-425BC)
λέγεται δὲ καὶ ὅδε λόγος, ἐμοὶ μὲν οὐ πιθανός, ὡς τῶν Περσίδων γυναικῶν ἐσελθοῦσά τις παρὰ τὰς Κύρου γυναῖκας, ὡς εἶδε τῇ Κασσανδάνῃ παρεστεῶτα τέκνα εὐειδέα τε καὶ μεγάλα, πολλῷ ἐχρᾶτο τῷ ἐπαίνῳ ὑπερθωμάζουσα, ἡ δὲ Κασσανδάνη ἐοῦσα τοῦ Κύρου γυνὴ εἶπε τάδε· « τοιῶνδε μέντοι ἐμὲ παίδων μητέρα ἐοῦσαν Κῦρος ἐν ἀτιμίῃ ἔχει, τὴν δὲ ἀπ' Αἰγύπτου ἐπίκτητον ἐν τιμῇ τίθεται.
102Herodotus, Historiae, 3, 34, 1; 2 (auctor c.484BC-425BC)
λέγεται γὰρ εἰπεῖν αὐτὸν πρὸς Πρηξάσπεα, τὸν ἐτίμα τε μάλιστα καί οἱ τὰς ἀγγελίας ἐφόρεε οὗτος, τούτου τε ὁ παῖς οἰνοχόος ἦν τῷ Καμβύσῃ, τιμὴ δὲ καὶ αὕτη οὐ σμικρή· εἰπεῖν δὲ λέγεται τάδε.
103Herodotus, Historiae, 7, 8, 2; 6 (auctor c.484BC-425BC)
ἐγὼ δὲ ἐπείτε παρέλαβον τὸν θρόνον τοῦτον, ἐφρόντιζον ὅκως μὴ λείψομαι τῶν πρότερον γενομένων ἐν τιμῇ τῇδε μηδὲ ἐλάσσω προσκτήσομαι δύναμιν Πέρσῃσι· φροντίζων δὲ εὑρίσκω ἅμα μὲν κῦδος τε ἡμῖν προσγινόμενον χώρην τε τῆς νῦν ἐκτήμεθα οὐκ ἐλάσσονα οὐδὲ φλαυροτέρην παμφορωτέρην τε, ἅμα δὲ τιμωρίην τε καὶ τίσιν γινομένην.
104Herodotus, Historiae, 7, 36, 1; 1 (auctor c.484BC-425BC)
καὶ οἳ μὲν ταῦτα ἐποίεον, τοῖσι προσέκειτο αὕτη ἡ ἄχαρις τιμή, τὰς δὲ ἄλλοι ἀρχιτέκτονες ἐζεύγνυσαν.
105Hesiodus, Opera et dies, 140; 1 (auctor fl.c.700BC)
αὐτὰρ ἐπεὶ καὶ τοῦτο γένος κατὰ γαῖ' ἐκάλυψε, – τοὶ μὲν ὑποχθόνιοι μάκαρες θνητοῖς καλέονται, δεύτεροι, ἀλλ' ἔμπης τιμὴ καὶ τοῖσιν ὀπηδεῖ – , Ζεὺς δὲ πατὴρ τρίτον ἄλλο γένος μερόπων ἀνθρώπων χάλκειον ποίησ', οὐκ ἀργυρέῳ οὐδὲν ὁμοῖον, ἐκ μελιᾶν, δεινόν τε καὶ ὄβριμον· οἷσιν Ἄρηος ἔργ' ἔμελεν στονόεντα καὶ ὕβριες· οὐδέ τι σῖτον ἤσθιον, ἀλλ' ἀδάμαντος ἔχον κρατερόφρονα θυμόν, ἄπλαστοι· μεγάλη δὲ βίη καὶ χεῖρες ἄαπτοι ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.
106Hesiodus, Opera et dies, 140; 10 (auctor fl.c.700BC)
τοῖσι δ' ὁμῶς ν]εάτοις τιμὴ [καὶ κῦδος ὀπηδεῖ.
107Hesiodus, Theogonia, 404; 6 (auctor fl.c.700BC)
πολλή τέ οἱ ἕσπετο τιμὴ ῥεῖα μάλ', ᾧ πρόφρων γε θεὰ ὑποδέξεται εὐχάς, καί τέ οἱ ὄλβον ὀπάζει, ἐπεὶ δύναμίς γε πάρεστιν.
108Hieronymus Stridonensis, De viris illustribus, 23, 0666B (auctor 340-420)
ἦλθεν εἰς Ἀντιόχειαν, καὶ ἐν μεγίστῃ γέγονε τιμῇ· καὶ πρὸς Φίλιππον τὸν βασιλέα τὸν πρῶτον ἐκ τῶν Ῥωμαίων βασιλέων Χριστιανὸν γενόμενον, καὶ πρὸς τὴν τούτου μητέρα γράμματα ἀπέσταλεν, ἄχρι τοῦ παρόντος τυγχάνοντα· καὶ ὅτι τοσαύτην ἔσχε σπουδὴν περὶ τὰς θείας γραφὰς, ὥστε καὶ τὴν Ἑβραϊκὴν διάλεξιν ἐναντιουμένην τῇ τε ἡλικίᾳ, καὶ τῇ οἰκείᾳ φύσει, ἐκμαθεῖν· καὶ δίχα τῶν ἑβδομήκοντα ἑρμηνευτῶν, ἄλλας ἐκδόσεις εἰς ἓν συναγαγεῖν, Ἀκύλα λέγῳ Ποντικοῦ προσηλύτου, καὶ Θεοδοτίωνος Ἡβιωναίου, καὶ Συμμάχου τοῦ αὐτοῦ δόγματος, ὃς τὸ κατὰ Ματθαῖον Εὐαγγέλιον ὐπεμνημάτισε, δι' οὗ καὶ τὸ ἴδιον δόγμα βεβαιῶσαι σπεύδει.
109Homerus, Ilias, 1, 493; 4 (auctor fl.700BC)
ἀλλά σύ πέρ μιν τῖσον Ὀλύμπιε μητίετα Ζεῦ· τόφρα δ' ἐπί Τρώεσσι τίθει κράτος ὄφρ' ἂν Ἀχαιοί υἱόν ἐμόν τίσωσιν ὀφέλλωσίν τέ ἑ τιμῇ.
110Homerus, Ilias, 2, 188; 3 (auctor fl.700BC)
μή τι χολωσάμενος ῥέξῃ κακόν υἷας Ἀχαιῶν· θυμός δέ μέγας ἐστί διοτρεφέων βασιλήων, τιμή δ' ἐκ Διός ἐστι, φιλεῖ δέ ἑ μητίετα Ζεύς.
111Homerus, Ilias, 4, 401; 1 (auctor fl.700BC)
ὣς φάτο, τόν δ' οὔ τι προσέφη κρατερός Διομήδης αἰδεσθείς βασιλῆος ἐνιπήν αἰδοίοιο· τόν δ' υἱός Καπανῆος ἀμείψατο κυδαλίμοιο· Ἀτρεΐδη μή ψεύδε' ἐπιστάμενος σάφα εἰπεῖν· ἡμεῖς τοι πατέρων μέγ' ἀμείνονες εὐχόμεθ' εἶναι· ἡμεῖς καί Θήβης ἕδος εἵλομεν ἑπταπύλοιο παυρότερον λαόν ἀγαγόνθ' ὑπό τεῖχος ἄρειον, πειθόμενοι τεράεσσι θεῶν καί Ζηνός ἀρωγῇ· κεῖνοι δέ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο· τώ μή μοι πατέρας ποθ' ὁμοίῃ ἔνθεο τιμῇ.
112Homerus, Ilias, 9, 286; 8 (auctor fl.700BC)
ἴση μοῖρα μένοντι καί εἰ μάλα τις πολεμίζοι· ἐν δέ ἰῇ τιμῇ ἠμέν κακός ἠδέ καί ἐσθλός· κάτθαν' ὁμῶς ὅ τ' ἀεργός ἀνήρ ὅ τε πολλά ἐοργώς.
113Homerus, Ilias, 9, 492; 2 (auctor fl.700BC)
ἀλλ' Ἀχιλεῦ δάμασον θυμόν μέγαν· οὐδέ τί σε χρή νηλεές ἦτορ ἔχειν· στρεπτοί δέ τε καί θεοί αὐτοί, τῶν περ καί μείζων ἀρετή τιμή τε βίη τε.
114Homerus, Ilias, 17, 246; 1 (auctor fl.700BC)
ὣς ἔφατ', οὐδ' ἀπίθησε βοήν ἀγαθός Μενέλαος, ἤϋσεν δέ διαπρύσιον Δαναοῖσι γεγωνώς· ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδέ μέδοντες οἵ τε παρ' Ἀτρεΐδῃς Ἀγαμέμνονι καί Μενελάῳ δήμια πίνουσιν καί σημαίνουσιν ἕκαστος λαοῖς· ἐκ δέ Διός τιμή καί κῦδος ὀπηδεῖ.
115Homerus, Ilias, 24, 64; 1 (auctor fl.700BC)
τήν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· Ἥρη μή δή πάμπαν ἀποσκύδμαινε θεοῖσιν· οὐ μέν γάρ τιμή γε μί' ἔσσεται· ἀλλά καί Ἕκτωρ φίλτατος ἔσκε θεοῖσι βροτῶν οἳ ἐν Ἰλίῳ εἰσίν· ὣς γάρ ἔμοιγ', ἐπεί οὔ τι φίλων ἡμάρτανε δώρων.
116Hormisdas I, Epistolae et decreta, 63, 0417B
Ἀναλογίσασθε, ποία τῶν Μακαβαίων ἡ ἔξοδος, τοῖς καρτερικοῖς ἡ πάλη, ἱστορία τῶν ἐπαίνων ἐφέπεται, ποίᾳ Ἰούδας, κἀκείνη τῶν ἀδελφῶν ἡ φάλαλξ, θανάτου τιμῇ ἀναγορεύεται; ἐν ποίοις ἐστὶ στόμασιν ὁ λαὸς ὁ ἐν τῷ ἀναλωθείς· καὶ αὗται πᾶσαι αἱ δυνάμεις ὑπὲρ τῆς τοῦ νόμου φυλακῆς, ὁμοιώματα, καὶ σκιαὶ τῶν μελλόντων οὖσαι, ἠξιώθησαν παραδειγμάτων τοσούτων, ἡμεῖς ἐν τοῖς πατράσιν ἑωράκαμεν, ἐψηλαφήσαμεν, ἐδοκιμάσαμεν ἐν τίνι ἀκολουθήσομεν.
117Incertus 058, Coronis Sidoniana, 58, 0750C
Φιλόστρατον ἐν Σικελίᾳ μέσον εἶχε περιπατῶν, ἐπὶ τιμῇ φιλοσοφίας, et vetus interpres Iuvenalis versum exponens satyrae 3: Divitis hic servi claudit latus ingenuorum Filius.
118Ioannes Scotus Erigena, Versus, 122, 1240B (auctor 810-877)
[Τῷ κυρίῳ] βασιλεῖ Καρόλῳ ζωή τε φάος τε. Ὀρθόδοξος ἄναξ Φράγκων τῷ δόξα τιμή τε, Θεσπέσιος καὶ ἀγαθὸς πιστὸς καὶ ἄκρος τε μόναρχος, Ἐλπὶς τῆς πατρίδος, τῆς ἄξιος ἀθανασίας, Ὤν δὲ φέρων στέφανον χρύσεον, διαδήματα πατρῶν, Ἐν χερσὶν σκῆπτρον.
119Iustinianus I Augustus, Adversus Origenem, 69, 0253C (auctor c.482–565)
Μία γὰρ αὐθεντία, καὶ μία δύναμις ἤτοι δυναστεία, καὶ μία ἀξία, καὶ ἡ αὐτὴ τιμὴ οὐκ ἐπὶ διαφόρων φὑσεων, ἀλλ' ἐπὶ διαφόρων προσώπων καὶ τῆς αὐτῆς οὐσίας λέγεται, ὅπερ ἐπὶ τῆς ἁγίας τριάδος ὁμολογοῦμεν.
120Iustinianus I Augustus, Epistola, 69, 0285B (auctor c.482–565)
Μεμφόμενος γὰρ τοὺς λέγοντας ὅτι ὁ Θεὸς λόγος, ὁ πρὸ αἰώνων, γέγονεν ἐπ' ἐσχάτων ἄνθρωπος, οὕτω λέγει ἐν τῷ κατὰ Ἀπολιναρίου τετάρτῳ λόγῳ· « Ὁ πρὸ αἰώνων, φησὶν, γέγονεν ἐπ' ἐσχάτων· πάλιν ὥς τινων δεδωκότων, καὶ τοῦτο λέγων οὐδενὸς ἂν τῶν εὐσεβεῖν ἐσπουδακότων ταύτην ἑλομένου νοσῆσαι τὴν ἄνοιαν, ὥστε τὸν πρὸ αἰώνων εἰπεῖν ἐπ' ἐσχάτων γεγενῆσθαι· » Καὶ μεθ' ἕτερα· « Οὐκοῦν τοῖς ὑμετέροις ἑπόμενοι νόμοις, καὶ τὴν ὑπὸ τῆς σῆς ἀγχινοίας νομοθετουμένην ἀντιστροφὴν, μᾶλλον δὲ καταστροφὴν δεξάμενοι, φέρε δὴ πάντα εἰς ταυτὸν συγχέωμεν, καὶ μηδεμία λοιπὸν ἔστω διάκρισις, μὴ Θεοῦ μορφῆς, μὴ δούλου μορφῆς, μὴ ναοῦ ληφθέντος, μὴ τοῦ ἐνοικοῦντος ἐν τῷ ναῷ, μὴ τοῦ λυθέντος, μὴ τοῦ ἐγείραντος, μὴ τοῦ τελειωθέντος ἐν πάθεσι, μὴ τοῦ τελειώσαντος,μὴ τοῦ μνημονευθέντος, μὴ τοῦ μνημονεύσαντος, μὴ τοῦ ἐπισκεφθέντος, μὴ τοῦ ἐπισκεψαμένου, μὴ τοῦ βραχὺ παρ' ἀγγέλους ἐλαττωθέντος, μὴ τοῦ ἐλαττώσαντος, μὴ τοῦ δόξῃ καὶ τιμῇ στεφανωθέντος, μὴ τοῦ στεφανώσαντος, μὴ τοῦ καταστάντος ἐπὶ τὰ ἔργα τῶν χειρῶν τοῦ Θεοῦ, μὴ τοῦ καταστήσαντος, μὴ τοῦ λαβόντος αὐτὰ ἐν ὑποταγῇ, μὴ τοῦ δόντος τὴν ὑποταγήν.
121Iustinianus I Augustus, Epistola, 69, 0293D (auctor c.482–565)
Ἔχει δὲ οὕτως· « Τὸν δἐ ἄνθρωπον, περὶ οὗ ταῦτά φησιν ὁ προφήτης, σαφῶς ὁ μακάριος δηλοῖ Παῦλος, τὸν ὑπὸ τοῦ μονογενοῦς εἰλημμένον ἄνθρωπον εἶναι· εἰρηκὼς γὰρ, ὅτι διεμαρτύρατο δέ πού τις λέγων, - Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ· αὐτὸν; ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτὸν, καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου, πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ, - ἐπάγει· - Τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον βλέπωμεν Ἰησοῦν, διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον· - σαφῶς δεικνὺς ὅτι Ἰησοῦς ἄνθρωπος περὶ οὗ ὁ μακάριός φησι Δαβὶδ ἐκπληττόμενος ὅτι ἡ θεία φύσις ἣν ἔσχε τότε αὐτοῦ ποιὴσασθαι μνήμην (sic): καὶ δὴ καὶ ἐπισκέψεως ἀξιώσασα οἰκείας· βραχὺ μέν τι παρὰ τοὺς ἀγγέλους αὐτὸν ἠλάττωσαι (sic) τὸ γεύσασθαι πυιῆσαι θανάτου, δόξῃ δὲ αὐτὸν καὶ τιμῇ πᾶσι περιβαλεῖν· ὥστε καὶ κύριον ἀποφῆναι τῶν ἁπάντων διὰ τῆς πρὸς ἑαυτὸν συναφείας.
122Iustinianus I Augustus, Epistola, 69, 0295B (auctor c.482–565)
Ὁ μὲν γὰρ μνημονεύει, ὁ δὲ τῆς μνήμης καταξιοῦται· καὶ ὁ μὲν ἐπισκέπτεται, ὁ δὲ καὶ ταύτης καταξιούμενος μακαρίζεται· καὶ ὁ μὲν εὐεργετῶν ἐλαττοῖ βραχύ τι παρ' ἀγγέλους, ὁ δὲ εὐεργετεῖται καὶ ἐπὶ τῇ τοιαύτῃ ἐλαττώσει· καὶ ὁ μὲν δόξῃ καὶ τιμῇ στεφανοῖ, ὁ δὲ στεφανοῦται, καὶ ἐπὶ τούτοις μακαρίζεται· καὶ ὁ μὲν κατέστησεν αὐτὸν ἐπὶ πάντα τὰ ἔργα τῶν χειρῶν αὐτοῦ, καὶ πάντα ὑπέταξεν ὑποκάτω τῶν ποδῶν αὐτοῦ, ὁ δὲ κατηξιώθη τοῦ δεσπόζειν τούτων, ὢν πρότερον οὐκ εἶχεν τὴν ἐξουσίαν.
123Iustinianus I Augustus, Epistola, 69, 0295C (auctor c.482–565)
Θεὸς γὰρ ὢν ἠξίωσεν ἄνθρωπος γενέσθαι τῇ ἡμετέρᾳ συγκαταβαίνων ἀσθενείᾳ· ὅπερ καὶ ὁ ἀπόστολος ἡμᾶς διδάσκει λέγων, « τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον βλέπωμεν Ἰησοῦν, διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον.
124Leo I, Epistolae, 54, 0766B (auctor 440-461)
Τοιγαροῦν ὃς μένων ἐν μορφῆ Θεοῦ, πεποίηκε τὸν ἄνθρωπον, αὐτὸς ἐν μορφῇ δούλου γέγονεν ἄνθρωπος· φυλάττει γὰρ ἑκατέρα φύσις ἀνελλιπῶς τὴν ἑαυτῆς ἰδιότητα· καὶ ὥσπερ οὐκ ἀναιρεῖ τὴν τοῦ δούλου μορφὴν ἡ μορφὴ τοῦ Θεοῦ, οὕτως τὴν τοῦ Θεοῦ μορφὴν ἡ τοῦ δούλου μορφὴ οὐκ ἐμείωσεν· ἐπειδὴ γὰρ κατεκαυχᾶτο ὁ διάβολος τὸν ἄνθρωπον τὸν ἠπατημένον ἐκ τῆς πλάνης ἑαυτοῦ, τῶν θείων δωρεῶν ἐστερῆσθαι, καὶ τῶν τῆς ἀφθαρσίας ἀγαθῶν γεγυμνωμένον ὑπὸ τὴν τοῦ θανάτου χαλεπὴν ἀπόφασιν γεγενῆσθαι, καὶ ἐν τοῖς ἰδίοις κακοῖς παραμυθίαν αὐτὸν εὑρηκέναι τινὰ ἐκ τῆς αὐτοῦ τοῦ γεγονότος προδότου κοινωνίας· ὡς καὶ τὸν Θεὸν, τοῦτο τῆς αὐτοῦ δικαιοσύνης ἀπαιτούσης, ἀμεῖψαι περὶ τὸν ἄνθρωπον τὴν οἰκείαν ἀπόφασιν, ὃν ἐν τοσαύτῃ τιμῇ κατεσκεύασε.
125Leo I, Epistolae, 54, 0984A (auctor 440-461)
Ὅπως γε καὶ αὐτοὺς τιμῆς τε, καὶ δορυφορίας ἠξιώσαμεν αἰδοῖ, καὶ τιμῇ τῇ περὶ ὑμᾶς, καὶ τὸν τοιοῦτον τύπον ἐπὶ τὴν ὑμετέραν ὁσιότητα ἡ ἁγία σύνοδος ἀνήνεγκε καὶ ἡμεῖς, ἐφ' ᾧ τε παρ' ὑμῶν τυχεῖν συναινέσεως, καὶ βεβαιότητος, παρακαλοῦμέν τε, καὶ τοῦτο παρ' ὑμῶν γενέσθαι, ἁγιώτατοι.
126Leo I, Epistolae, 54, 1008B (auctor 440-461)
Δυνήσῃ δὲ σαφέστερα γνῶναι ἐμὲ τῇ σῇ ἀγάπῃ καλοτελεῖ ψυχῇ ἀντιβαίνενι, ὅπως ἂν ὑγιεῖ λογισμῷ ἀπὸ πάσης τῆς ἐκκλησιαστικῆς ταραχῆς σεαυτὸν ἐπίσχῃς· μὴ· παρασπαθείη τῶν ἐπαρχιωτῶν τὰ δίκαια· μήτε τῶν ἀρχῆθεν τετυπωμένων προνομίων οἱ μητροπολῖται ἀποστερηθεῖεν ἐπίσκοποι μηδέ που Ἀλεξανδρέων θρόνου τῆς τιμῆς, ἧς τινος διὰ τοῦ ἁγίου Μάρκου τοῦ εὐαγγελιστοῦ τοῦ μαθητοῦ τοῦ ἁγίου Πέτρου ἠξιώθη, παραπόληται· μήτε διὰ Διόσκορον διὰ τὴν ἰταμότητα τῆς ἰδίας δυσσεβείας πεσόντα, τὸ φῶς τῆς τοσαύτης Ἐκκλησίας σκότῳ ἀλλοτρίῳ ἀμαυρωθείη, καὶ ἡ Ἀντιοχέων ὁμοίως Ἐκκλησία, ἐν ᾗ τὸ πρῶτον διδάσκοντος τοῦ μακαριωτάτου ἀποστόλου Πέτρου τὸ τοῦ Χριστοῦ ὄνομα ἤρξατο, ἐν τῇ τῶν πατέρων διατυπώσει παραμενέτω, καὶ ἐν τῷ τρίτῳ βαθμῷ ἰδρυνθεῖσα μήποτε ἑαυτοῖς γένηται ἐλάσσων· ἄλλο γάρ ἐστι θρόνος, καὶ ἄλλο προκαθεδρία, καὶ μεγάλη ἑκάστου τιμή ἐστιν ἡ ἰδία καθαρότης, ἥτις ὁπότε ἐν οἵοις δήποτε τόποις τὸν ἴδιον τόπον οὐκ ἀπόλλυσι, πόσῳ μᾶλλον ἐν τῇ Κωνσταντινουπολιτῶν πόλει ἐπίδοξος δύναται εἶναι ἡ μεγαλειότης· ἡ διὰ τῆς σῆς παραφυλακῆς, καὶ ἐκδικήσεως οἵτε πατρικοὶ κανόνες, καὶ πολλοὶ ἱερεῖς ὑπόδειγμα ἔχομεν ἀγαθότητος· ταῦτά σοι γράφω, ἀδελφὲ, ἐν τῷ Δεσπότῃ ἡμῶν προτρεπόμενος, Καὶ ὑπομιμνήσκω, ὅπως ἀφέμενος τῆς ἐπιθυμίας τῆς ἀμβιτίονος, πνεύματι μᾶλλον ζέοις διαθέσεως, καὶ ταῖς ἀρεταῖς ταύτης κατὰ τὴν διδασκαλίαν τὴν ἀποστολικὴν λυσιτελῶς κοσμηθείης· ἔστιν ἀνεξίκακος, καὶ καλοθελὴς, καὶ οὐκ ἐριστικὴ, οὐδὲ πράττει μάτην, οὐδὲ ὀγκοῦται, οὐδὲ ἀμβιτιονεύει οὐδὲ ζητεῖ, ἅπερ ἑαυτῆς ἴδιά ἐστιν.
127Leo I, Epistolae, 54, 0907B (auctor 440-461)
Ἕτι δὲ γνώτω ἡ σὴ ἁγιότης, ὥς προστάγματι τοῦ ἡμετέρου δεσπότου καὶ γαληνοτάτου βασιλέως τοῦ ἡμετέρου συζύγου, ὲν τῇ ἐνδόξῳ πόλει τῆς Κωνσταντινουπόλεως τοῦ τῆς ἁγίας μνήμης ἐπισκόπου Φλαυιανοῦ τὸ σῶμα διακεκόμισται, καὶ ὲν τῇ βασιλικῇ τῶν ἀποστόλων, ἐν ᾗ εἰώθασιν οἱ προλειτουργήσαντες ἐπίσκοποι θάπτεσθαι, τῇ χρεωστουμένῃ τιμῇ ὰποτέθειται· καὶ τούτους ὁμοίως τοὺς ἐπισκόπους, οἵ τινες διὰ τὴν αὐτὴν αἰτίαν, ἐπειδὴ μετὰ τοῦ ἁγιωτάτον Φλαυιανοῦ τῇ συμφωνίᾳ τῆς πίστεως τῆς καθολικῆς συνέτρεχον, ἐξορίᾳ ὑπεβλήθησαν, ἐπανελθεῖν διὰ κυριώσεως ἰδίου πραγματικοῦ προσέταξεν· ὥστε διὰ τῆς δοκιμασίας τῆς συνόδου, καὶ πάντων τῶν ἐπισκόπων τῶν συνελθόντων τῆς ἀποφάσεως, τὴν ἐπισκοπὴν, καὶ τὰς ἰδίας ἐκκλησίας κριθῶσιν ἀπολαβεῖν.
128Leo II, Epistolae, 96, 0402C
Καὶ γὰρ γέγραπται περὶ ὑμῶν, φιλανθρωπότατε βασιλέων, καὶ περὶ τῆς αὐτῆς ἁγίας Ἐκκλησίας τῆς ἐν ὅλῳ διακειμένης τῷ κόσμῳ· « Ἔσονται, φησὶ, βασιλεῖς οἱ τροφεῖς σοῦ· » ὡσαύτως δὲ γέγραπται· « Τιμὴ βασιλέως κρίσιν ἀγαπᾷ.
129Markos monachos, Florilegium et opuscula, Florilegium, 36; 5 (auctor fl.1260)
Τὸ δὲ καθ᾿ ὁμοίωσιν σπάνιοι, μόνοι οἱ ἐνάρετοι καὶ ἅγιοι οἱ τὴν τοῦ θεοῦ ἀγαθότητα κατὰ τὸ δυνατὸν ἀνθρώποις μιμούμενοι, οὗ καὶ ἡμεῖς ἀξιωθείημεν εὐαρεστήσαντες αὐτῷ δι᾿ ἀγαθοεργίας καὶ μιμηταὶ γενόμενοι τῶν ἀπ᾿ αἰῶνος εὐαρεστησάντων Χριστῷ τῷ θεῷ ἡμῶν· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις καὶ μεγαλοπρέπεια σὺν τῷ ἀνάρχῳ αὐτοῦ πατρὶ καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
130Martinus I, Epistolae, 87, 0134D
Μόνῳ σοφῷ Θεῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι δόξα, τιμὴ, κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
131Martinus I, Epistolae, 87, 0153A
Καὶ γὰρ ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον τοὺς ὑπεναντίους, ὃν ὡς φῶς ὄντα κατὰ φύσιν ἀπρόσιτον, καὶ ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς πατρικῆς ὑποστάσεως, ἀξιωθείητε νῦν τε καὶ ὕστερον σὺν ἡμῖν κατιδεῖν, ταυτὸν δὲ λέγειν, τοῖς ἀπ' αἰῶνος ἁγίοις διὰ τῆς εἰς αὐτὸν εἰλικρινοῦς, καὶ ὀρθοδόξου πίστεως κληροδοτοῦνταας κατ' ἐπαγγελίαν ὑμῖν, ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπῖ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν, μεθ' οὗ τῷ πατρὶ σὺν τῷ ἁγίῳ πνεύματι, δόξα, τιμὴ, κράτος, προσκύνησις, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
132Origenes Hieronymus Stridonensis Incertus, Lexicon nominum hebraicorum, 23, 1223
Ζαχαρίας, τιμὴ κυρίου,.
133Plato, Alcibiades, p1, 121; 7 (auctor c.425BC-347BC)
μετὰ τοῦτο τρέφεται ὁ παῖς, οὐχ ὑπὸ γυναικὸς τροφοῦ ὀλίγου ἀξίας, ἀλλ' ὑπ' εὐνούχων οἳ ἂν δοκῶσιν τῶν περὶ βασιλέα ἄριστοι εἶναι· οἷς τά τε ἄλλα προστέτακται ἐπιμέλεσθαι τοῦ γενομένου, καὶ ὅπως ὅτι κάλλιστος ἔσται μηχανᾶσθαι, ἀναπλάττοντας τὰ μέλη τοῦ παιδὸς καὶ κατορθοῦντας· καὶ ταῦτα δρῶντες ἐν μεγάλῃ τιμῇ εἰσιν.
134Plato, Critias, p1, 121; 1 (auctor c.425BC-347BC)
τὰ παρόντα καὶ ῥᾳδίως ἔφερον οἷον ἄχθος τὸν τοῦ χρυσοῦ τε καὶ τῶν ἄλλων κτημάτων ὄγκον, ἀλλ' οὐ μεθύοντες ὑπὸ τρυφῆς διὰ πλοῦτον ἀκράτορες αὑτῶν ὄντες ἐσφάλλοντο, νήφοντες δὲ ὀξὺ καθεώρων ὅτι καὶ ταῦτα πάντα ἐκ φιλίας τῆς κοινῆς μετ' ἀρετῆς αὐξάνεται, τῇ δὲ τούτων σπουδῇ καὶ τιμῇ φθίνει ταῦτά τε αὐτὰ κἀκείνη συναπόλλυται τούτοις.
135Plato, Euthyphro, p1, 15; 2 (auctor c.425BC-347BC)
ἃ δὲ παρ' ἡμῶν λαμβάνουσιν, τί ὠφελοῦνται· ἢ τοσοῦτον αὐτῶν πλεονεκτοῦμεν κατὰ τὴν ἐμπορίαν, ὥστε πάντα τὰ ἀγαθὰ παρ' αὐτῶν λαμβάνομεν, ἐκεῖνοι δὲ παρ' ἡμῶν οὐδέν· Εὐθύφρων ἀλλ' οἴει, ὦ Σώκρατες, τοὺς θεοὺς ὠφελεῖσθαι ἀπὸ τούτων ἃ παρ' ἡμῶν λαμβάνουσιν·γ Σωκράτης ἀλλὰ τί δήποτ' ἂν εἴη ταῦτα, ὦ Εὐθύφρων, τὰ παρ' ἡμῶν δῶρα τοῖς θεοῖς· Εὐθύφρων τί δ' οἴει ἄλλο ἢ τιμή τε καὶ γέρα καί, ὅπερ ἐγὼ ἄρτι ἔλεγον, χάρις· Σωκράτης κεχαρισμένον ἄρα ἐστίν, ὦ Εὐθύφρων, τὸ ὅσιον, ἀλλ' οὐχὶ ὠφέλιμον οὐδὲ φίλον τοῖς θεοῖς·γ Εὐθύφρων οἶμαι ἔγωγε πάντων γε μάλιστα φίλον.
136Plato, Gorgias, p1, 497; 11 (auctor c.425BC-347BC)
Γοργίας ἀλλὰ τί σοὶ διαφέρει· πάντως οὐ σὴ αὕτη ἡ τιμή, ὦ Καλλίκλεις· ἀλλ' ὑπόσχες Σωκράτει ἐξελέγξαι ὅπως ἂν βούληται.
137Plato, Leges, 1, 647; 4 (auctor c.425BC-347BC)
Ἀθηναῖος ἆρ' οὖν οὐ καὶ νομοθέτης, καὶ πᾶς οὗ καὶ σμικρὸν ὄφελος, τοῦτον τὸν φόβον ἐν τιμῇ μεγίστῃ σέβει, καὶ καλῶν αἰδῶ, τὸ τούτῳ θάρρος ἐναντίον ἀναίδειάν τε προσαγορεύει καὶ μέγιστον κακὸν ἰδίᾳ τε καὶ δημοσίᾳ πᾶσι νενόμικεν· Κλεινίας ὀρθῶς λέγεις.
138Plato, Leges, 1d, 727; 2 (auctor c.425BC-347BC)
τιμᾷ δ' ὡς ἔπος εἰπεῖν ἡμῶν οὐδεὶς ὀρθῶς, δοκεῖ δέ· θεῖον γὰρ ἀγαθόν που τιμή, τῶν δὲ κακῶν οὐδὲν τίμιον, ὁ δ' ἡγούμενος ἤ τισι λόγοις ἢ δώροις αὐτὴν αὔξειν ἤ τισιν ὑπείξεσιν, μηδὲν βελτίω δὲ ἐκ χείρονος αὐτὴν ἀπεργαζόμενος, τιμᾶν μὲν δοκεῖ, δρᾷ δὲ τοῦτο οὐδαμῶς.
139Plato, Leges, 1d, 728; 5 (auctor c.425BC-347BC)
τιμὴ δ' ἐστὶν ἡμῖν, ὡς τὸ ὅλον εἰπεῖν, τοῖς μὲν ἀμείνοσιν ἕπεσθαι, τὰ δὲ χείρονα, γενέσθαι δὲ βελτίω δυνατά, τοῦτ' αὐτὸ ὡς ἄριστα ἀποτελεῖν.
140Plato, Leges, 1d, 728; 6 (auctor c.425BC-347BC)
ψυχῆς οὖν ἀνθρώπῳ κτῆμα οὐκ ἔστιν εὐφυέστερον εἰς τὸ φυγεῖν μὲν τὸ κακόν, ἰχνεῦσαι δὲ καὶ ἑλεῖν τὸ πάντων ἄριστον, καὶ ἑλόντα αὖ κοινῇ συνοικεῖν τὸν ἐπίλοιπον βίον· διὸ δεύτερον ἐτάχθη τιμῇ, τὸ δὲ τρίτον – πᾶς ἂν τοῦτό γε νοήσειεν – τὴν τοῦ σώματος εἶναι κατὰ φύσιν τιμήν· τὰς δ' αὖ τιμὰς δεῖ σκοπεῖν, καὶ τούτων τίνες ἀληθεῖς καὶ ὅσαι κίβδηλοι, τοῦτο δὲ νομοθέτου.
141Plato, Leges, 1d, 744; 8 (auctor c.425BC-347BC)
ἔστω δὴ πενίας μὲν ὅρος ἡ τοῦ κλήρου τιμή, ὃν δεῖ μένειν καὶ ὃν ἄρχων οὐδεὶς οὐδενί ποτε περιόψεται ἐλάττω γιγνόμενον, τῶν τε ἄλλων κατὰ ταὐτὰ οὐδεὶς ὅστις φιλότιμος ἐπ' ἀρετῇ.
142Plato, Politicus, p1, 257; 3 (auctor c.425BC-347BC)
Σωκράτης εἶεν· οὕτω τοῦτο, ὦ φίλε Θεόδωρε, φήσομεν ἀκηκοότες εἶναι τοῦ περὶ λογισμοὺς καὶ τὰ γεωμετρικὰ κρατίστου· Θεόδωρος πῶς, ὦ Σώκρατες· Σωκράτης τῶν ἀνδρῶν ἕκαστον θέντος τῆς ἴσης ἀξίας, οἳ τῇ τιμῇ πλέον ἀλλήλων ἀφεστᾶσιν ἢ κατὰ τὴν ἀναλογίαν τὴν τῆς ὑμετέρας τέχνης.
143Plato, Respublica, 1f, 538; 11 (auctor c.425BC-347BC)
τί οὖν· ἦν δ' ἐγώ· ὅταν τὸν οὕτως ἔχοντα ἐλθὸν ἐρώτημα ἔρηται· τί ἐστι τὸ καλόν, καὶ ἀποκριναμένου ὃ τοῦ νομοθέτου ἤκουεν ἐξελέγχῃ ὁ λόγος, καὶ πολλάκις καὶ πολλαχῇ ἐλέγχων εἰς δόξαν καταβάλῃ ὡς τοῦτο οὐδὲν μᾶλλον καλὸν ἢ αἰσχρόν, καὶ περὶ δικαίου ὡσαύτως καὶ ἀγαθοῦ καὶ ἃ μάλιστα ἦγεν ἐν τιμῇ, μετὰ τοῦτο τί οἴει ποιήσειν αὐτὸν πρὸς αὐτὰ τιμῆς τε πέρι καὶ πειθαρχίας· ἀνάγκη, ἔφη, μήτε τιμᾶν ἔτι ὁμοίως μήτε πείθεσθαι.
144Plato, Respublica, 1g, 568; 11 (auctor c.425BC-347BC)
οὐκοῦν καὶ προσέτι τούτων μισθοὺς λαμβάνουσι καὶ τιμῶνται, μάλιστα μέν, ὥσπερ τὸ εἰκός, ὑπὸ τυράννων, δεύτερον δὲ ὑπὸ δημοκρατίας· ὅσῳ δ' ἂν ἀνωτέρω ἴωσιν πρὸς τὸ ἄναντες τῶν πολιτειῶν, μᾶλλον ἀπαγορεύει αὐτῶν ἡ τιμή, ὥσπερ ὑπὸ ἄσθματος ἀδυνατοῦσα πορεύεσθαι.
145Plato, Respublica, 1h, 582; 7 (auctor c.425BC-347BC)
τί δὲ τοῦ φιλοτίμου· ἆρα μᾶλλον ἄπειρός ἐστι τῆς ἀπὸ τοῦ τιμᾶσθαι ἡδονῆς ἢ ἐκεῖνος τῆς ἀπὸ τοῦ φρονεῖν· ἀλλὰ τιμὴ μέν, ἔφη, ἐάνπερ ἐξεργάζωνται ἐπὶ ὃ ἕκαστος ὥρμηκε, πᾶσιν αὐτοῖς ἕπεται – καὶ γὰρ ὁ πλούσιος ὑπὸ πολλῶν τιμᾶται καὶ ὁ ἀνδρεῖος καὶ σοφός – ὥστε ἀπό γε τοῦ τιμᾶσθαι, οἷόν ἐστιν, πάντες τῆς ἡδονῆς ἔμπειροι· τῆς δὲ τοῦ ὄντος θέας, οἵαν ἡδονὴν ἔχει, ἀδύνατον ἄλλῳ γεγεῦσθαι πλὴν τῷ φιλοσόφῳ.
146Plato, Respublica, 1h, 582; 17 (auctor c.425BC-347BC)
εἰ δὲ τιμῇ τε καὶ νίκῃ καὶ ἀνδρείᾳ, ἆρ' οὐχ ἃ ὁ φιλότιμός τε καὶ φιλόνικος· δῆλον.
147Plato, Respublica, 1i, 599; 5 (auctor c.425BC-347BC)
οἶμαι, ἔφη· οὐ γὰρ ἐξ ἴσου ἥ τε τιμὴ καὶ ἡ ὠφελία.
148Plato, Respublica, 1i, 608; 4 (auctor c.425BC-347BC)
μέγας γάρ, ἔφην, ὁ ἀγών, ὦ φίλε Γλαύκων, μέγας, οὐχ ὅσος δοκεῖ, τὸ χρηστὸν ἢ κακὸν γενέσθαι, ὥστε οὔτε τιμῇ ἐπαρθέντα οὔτε χρήμασιν οὔτε ἀρχῇ οὐδεμιᾷ οὐδέ γε ποιητικῇ ἄξιον ἀμελῆσαι δικαιοσύνης τε καὶ τῆς ἄλλης ἀρετῆς.
149Plinius minor, Epistolae, 8, 2, 8; 18 (auctor c.61–c.113)
Ex ipsis etiam quos non una, ut dicitur, pertica sed distincte gradatimque tractavi, quanto quis melior et probior, tanto mihi obligatior abiit expertus non esse apud me ἐν δὲ ἰῇ τιμῇ ἠμὲν κακὸς ἠδὲ καὶ ἐσθλός .
150Plotinus, Enneades, 2, 9, 16; 3 (auctor c.205-270)
Καὶ γὰρ ἂν καὶ ἡ πρὸς τοὺς νοητοὺς θεοὺς λεγομένη αὐτοῖς τιμὴ ἀσυμπαθὴς ἂν γένοιτο· ὁ γὰρ τὸ φιλεῖν πρὸς ὁτιοῦν ἔχων καὶ τὸ συγγενὲς πᾶν οὗ φιλεῖ ἀσπάζεται καὶ τοὺς παῖδας ὧν τὸν πατέρα ἀγαπᾷ· ψυχὴ δὲ πᾶσα πατρὸς ἐκείνου.
151Plotinus, Enneades, 5, 1, 1; 3 (auctor c.205-270)
Οὔτ᾽ οὖν ἔτι ἐκεῖνον οὔτε ἑαυτὰς ὁρῶσαι, ἀτιμάσασαι ἑαυτὰς ἀγνοίαι τοῦ γένους, τιμήσασαι τἆλλα καὶ πάντα μᾶλλον ἢ ἑαυτὰς θαυμάσασαι καὶ πρὸς αὐτὰ ἐκπλαγεῖσαι καὶ ἀγασθεῖσαι καὶ ἐξηρτημέναι τούτων, ἀπέρρηξαν ὡς οἷόν τε ἑαυτὰς ὧν ἀπεστράφησαν ἀτιμάσασαι· ὥστε συμβαίνει τῆς παντελοῦς ἀγνοίας ἐκείνου ἡ τῶνδε τιμὴ καὶ ἡ ἑαυτῶν ἀτιμία εἶναι αἰτία.
152Priscianus Caesarensis, Ars Prisciani, p. 304 (vol. 2), l. 20 (auctor c.500)
Xenophon Ἱέρωνι· ἐπεὶ δὴ ταῦτα αὐτοῦ ἤκουσεν, ὁ Σιμωνίδης εἶπεν· ἔοικεν τῷ ἔργῳ μέγα τι εἶναι ἡ τιμή, ἧς ὀρεγόμενοι οἱ ἄνθρωποι, ἀντὶ τοῦ ὀρέγονται.