'τις' - search in All Authors, Showing 1 to 500 of 7950 hits      Show next 500

1Adrianus I, Epistolae, 96, 1227B
» Ὅθεν ὁ ἅγιος Αὐγουστῖνος ὁ μέγας διδάσκαλος ἐν ταῖς νουθασίαις αὐτοῦ ἔφη· Τί ἐστιν εἰκὼν Θεοῦ, εἰ μὴ πρόσωπον Θεοῦ, ἐν ᾧ ἐσημειώθη ὁ λαὸς τοῦ Θεοῦ; Ἐν τῷ μεταξὺ ὁ ἅγιος Γρηγόριος ὁ Νύσσης ἐπίσκοπος περὶ τοῦ Ἀβραὰμ λόγον συνεστήσατο, λέγων· Εἶδον πλειστάκις τὴν ἐπιγραφὴν τοῦ πάθους, καὶ οὐκ ἀδακρυτὶ παρῆλθον ἔργον τέχνης εἰς πρόσωπον προσαχθὲν ἱστορίας, καὶ τὰ λοιπὰ ἐκ τῆς ἑρμηνείας αὐτοῦ τῆς εἰς τὰ Ἄσματα τῶν ἄσμάτων, καθὼς ἡ γεγραμμένη διδαχὴ λέγει· Ὕλη τίς ἐστι παντελῶς ἐν διαφόροις βαφαῖς ἀναπληροῦσα τὴν τῆς ψυχῆς [L. τοῦ ἐμψύχου] μίμησιν.
2Adrianus I, Epistolae, 96, 1238A
» Τίς οὖν τῆς ἀγαπήσεως τοῦ Χριστοῦ καὶ τοῦ πλησίον, τῆς ἐν Χριστῷ οὔσης, τὸ στήριγμα κρατῶν τὸν αὐτὸν Ἰησοῦν Χριστὸν τὸν τοῦ Θεοῦ καὶ ἀνθρώπου Υἱὸν παρ' ἑαυτῷ οὐκ ἔθετο θεμέλιον.
3Agapetus I, Epistolae, 66, 0047C
Ἠβουλόμεθα μὲν, ἀγαπητοὶ ἀδελφοὶ, διὰ τὴν τῆς ἡμετέρας ἀγάπης συνάφειαν, πάντας τοὺς τοῦ Κυρίου ἱερεῖς κατὰ τὴν ἀποστολικὴν παράδοσιν ἀνεπιλήπτους εὑρίσκεσθαι, καὶ μηδένα ἢ διὰ χάριν, ἢ διὰ φόβον, τῶν ἐκκλησιαστικῶν κανόνων ἐκκλίνειν· ἀλλ' ἐπεὶ πολλὰ πολλάκις παρακολουθεῖ, ἅ τινα μεταμέλειαν τίκτειν δύναται, καὶ νικᾷ τὰ πλημμελήματα τῶν ἁμαρτανόντων τὸ ἔλεος τοῦ Θεοῦ, καὶ διὰ τοῦτο ὑπερτίθεται ἡ τιμωρία, ὡς ἄν τόπον εὑρεῖν ἡ διόρθωσις δυνηθείη, παραινέσαι ἀναγκαῖον ἐκρίναμεν, ἵνα τὰ παραληφθέντα, κᾂν τὸ λοιπὸν, ἀπαράβατα φυλαχθείη· ἐχρῆν μὲν γὰρ τὴν ὑμετέραν ἀγάπην, μεμνημένην τῶν πατρικῶν παραδόσεων, μηδένα συγχωρεῖν τὰ κεκωλυμένα ποιεῖν, ἀλλὰ καὶ εἴ τις τολμηρὸς φανείη, πάσῃ δυνάμει ἐναντιοῦσθαι.
4Agapetus I, Epistolae, 66, 0051A
Καὶ δὴ τοσοῦτον βεβάπτισται ἡ ἑκάστου ψυχὴ ὑπὸ συμφορῶν, ὥστε τὰ μὲν ἵδια τῆς ζωῆς ἡμῶῶν ἀλγεινὰ μηδὲ ἐν κακοῖς εἶναι λογίζεσθαι, τοσαῦτα καὶ τοιαῦτα ὄντα, πρὸς μόνα δὲ βλέπειν τὰ κοινὰ τῶν ἐκκλησιῶν πάθη, ὧν εἰ μὲν γένοιτό τις ἐν τῷ παρόντι καιρῷ σπουδὴ πρὸς διὸρθωσιν, πρὸς παντελῆ ἀνελπιστίαν κατὰ μικρὸν προελεύσεται.
5Agatho papa, Epistolae, 87, 1219B
» Τοίνυν ἐπειδὴ τῆς γαληναίας ὑμῶν ἀνδρείας ἡ εὐμένεια πρόσωπα ἀπὸ τοῦ τῶν ἐπισκόπων ἀριθμοῦ σταλῆναι ἐκέλευσε, βίῳ τε καὶ εἰδήσει πάντων [πασῶν, L.] Γραφῶν προὔχοντα, περὶ μὲν τῆς καθαρότητος τοῦ βίου, εἰ καὶ τὰ μάλιστά τις καθαρῶς βιώσει, ὅμως θαῤῥεῖν οὐ τολμᾷ· ἡ δὲ τελεία εἴδησις ἐὰν πρὸς εἴδησιν ἀληθοῦς εὐσεβείας ἐπαναδράμῃ, μόνη ἐστὶν ἀληθείας ἐπίγνωσις· ἐὰν δἐ πρὸς εὐγλωττίαν βιωτικὴν, οὐχ ὑπολαμβάνομεν τινα ἐν τοῖς ἡμετέροις χρόνοις δύνασθαι εὑρεθῆναι τὸν περὶ ἄκρας εἰδήσεως καυχώμενον· ὁπότε ἐν τοῖς ἡμετέροις κλίμασι τῶν διαφόρων ἐθνῶν ἡ μανία βράζει, ποτὴ μὲν καὶ καταπονοῦντες, ποτὲ δὲ κατατρέχοντες καὶ ἁρπάζοντες.
6Agatho papa, Epistolae, 87, 1230A
Μήτε παραβῆναι ἡμᾶς τις ἐξ αὐτῶν ὑπολάβοι, ὅπερ παρελάβομεν ἀπὸ τῶν προηγησαμένων ἡμᾶς.
7Agatho papa, Epistolae, 87, 1171C
Τί λέξω ἐν τῇ μελλούσῃ κρίσει αὐτοῦ τοῦ Χριστοῦ, ἐὰν ἐνταῦθα, ὅπερ ἀπέστω, κηρύξαι τῶν αὐτοῦ λόγων τὴν ἀλήθειαν ἐπαισχυνθῶ; Τί περὶ ἐμαυτοῦ; τί περὶ τῶν ἐμπιστευθεισῶngr; μοι ψυχῶν ἀπολογήσομαι, ἐπὰν περὶ τῆς ληφθείσης ὑπ' ἐμοῦ λειτουργίας λόγον σφιγκτὸν ἀπαιτήσῃ; Τίς τοίνυν, φιλανθρωπότατοigr; καὶ εὐσεβέστατοι δεσπόται καὶ τέκνα, ὅπερ τρέμων καὶ συμπίπτων τῷ πνεύματι λέγω, μὴ προκαλέσηται ἐκεῖνα, ἅπερ θαυμαστῇ ὑποσχέσει τοῖς πιστοῖς ἐπηγγείλατο φήσας· « Ὅστίς με ὁμολογήσει ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κᾀγὼ αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς; » Καὶ τίνα τῶν ἀπίστων μὴ ἐκφοβήσῃ ἐκείνη ἡ ἀπότομος ἀπειλὴ, ἥτις ἀγανακτοῦντα αὐτὸν προσμαρτύρεται, καὶ διαβεβαιοῦται φάσκουσα· « Ὅστίς με ἀρνήσεται ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κᾀγὼ ἐνώπιον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς; » Ὅθεν καὶ ὁ μακάριος Παῦλος ὁ ἀπόστολος τῶν ἐθνῶν ὑπομιμνήσκει καὶ λέγει· « Ἀλλ' εἰ καὶ ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίσηται ὑμῖν, παρ' ὃ εὐαγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω.
8Agatho papa, Epistolae, 87, 1174B
Ἐὰν γάρ τις προσωπικὸν νοήσῃ τὸ θέλημα, ἐν ὅσῳ τρία πρόσωπα ἐν τῇ ἁγίᾳ Τριάδι λέγονται, ἀναγκαῖόν ἐστιν, ἵνα καὶ τρία προσωπικὰ θελήματα, καὶ τρεῖς προσωπικαὶ ἐνέργειαι, ὅπερ ἀλλόκοτόν ἐστι καὶ λίαν βέβηλον, λεχθήσωνται.
9Agatho papa, Epistolae, 87, 1179B
Καὶ ἐν τῷ διέρχεσθαι αὐτὸν διὰ τῆς Γαλιλαίας μετὰ τῶν μαθητῶν, οὐκ ἤθελεν, ἵνα τις γνῷ.
10Agatho papa, Epistolae, 87, 1182A
Ὅπερ καὶ ὁ ἀπόστολος Παῦλος ἐν τῇ Ἐπιστολῇ τῇ πρὸς Φιλιππησίους ἀναγγέλλει, εἰ πεπληρωμένῃ πίστει θελήσει τις προσέχειν, περὶ τοῦ αὐτοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρισοτῦ οὕτω λέγων· « Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος.
11Agatho papa, Epistolae, 87, 1182C
Τίς γὰρ εἰς τοσοῦτον ἀπὸ τοῦ φωτὸς τῆς ἀληθείας ἀπεχώρησεν, ἵνα κατὰ τὸ θέλημα τῆς αὐτοῦ θεότητος προπετεύσηται λέγειν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τῷ Πατρὶ ὑπακοῦσαι, ᾧ τινί ἐστιν ἴσος ἐν πᾶσι, καὶ τοῦτο θέλει ἐν πᾶσι καὶ αὐτὸς ὅπερ ὁ Πατήρ; ἢ τίς μὴ νοήσῃ τὴν ὑπακοὴν τῷ ἀνθρωπίνῳ θελήματι μᾶλλον ἁρμόζειν, ἐν ᾧ παντελῶς οὐδεμίαν ἔσχεν ἁμαρτίαν; Οὔτε ῥηθήσεται ὑπήκοος μέχρι θανάτου, εἰ μὴ ἀνθρώπινον θέλημα ἐν ἑαυτῷ ἀνέλαβε, καθὼς ψυχὴν λογικὴν, καὶ σάρκα μετὰ πάντων αὐτῶν τῶν ἰδιοτήτων σαρκωθεὶς προσέλαβε.
12Agatho papa, Epistolae, 87, 1183D
Τοῦτο αὐτὸ καὶ ἡ ἁγία σύνοδος ἡ ἐπὶ τοῦ τῆς σεβασμίας μνήμης Ἰουστινιανοῦ τοῦ βασιλέως ἐν Κωνσταντινουπόλει συναθροισθεῖσα ἐν τῷ ἑβδόμῳ κεφαλαίῳ, τῶν ὅρων κηρύττει· Εἴ τις ἐν δύο φύσεσι, λέγουσα, μὴ ὡς ἐν θεότητι, καὶ ἀνθρωπότητι τὸν ἕνα Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν γνωρίζεσθαι ὁμολογεῖ, ἵνα διὰ τούτου σημαίνῃ τὴν διαφορὰν τῶν φύσεων, ἐξ ὧν ἀσυγχύτως ἡ ἄφραστος ἕνωσις γέγονεν, οὔτε τοῦ Λόγου εἰς τὴν τῆς σαρκὸς μεταποιηθέντος φύσιν, οὔτε τῆς σαρκὸς πρὸς τὴν τοῦ Λόγου φύσιν μεταχωρησάσης.
13Agatho papa, Epistolae, 87, 1187B
Εἰ τοίνυν Πατρὸς καὶ Υἱοῦ μία βούλησίς ἐστι, πῶς φησιν ἐνταῦθα· « Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ; » Ἂν μὲν γὰρ ἐπὶ τῆς θεότητος εἰρημένον ᾖ τοῦτο, ἐναντιολογία τις γίνεται, καὶ πολλὰ ἄτοπα ἐκ τούτου τίκτεται· ἃν δὲ ἐπὶ τῆς σαρκὸς ἔχῃ [ἔχει] λόγον τὰ εἰρημένα, καὶ οὐδὲν γένοιτ' ἂν ἔγκλημα.
14Agatho papa, Epistolae, 87, 1194A
Τούτοις γὰρ ὁ Πατὴρ καὶ τὸ Πνεῦμα κατ' οὐδένα κεκοινώνηκε λόγον, εἰ μήπου τις φαίη κατὰ τὴν ἀγαθοπρεπῆ καὶ φιλάνθρωπον βούλησιν, καὶ κατὰ πᾶσαν τὴν ὑπερκειμένην καὶ ἄῤῥητον θεουργίαν, ἣν ἔδρα καὶ καθ' ἡμᾶς γεγονὼς ὁ ἀναλλοίωτος Θεὸς καὶ Θεοῦ Λόγος.
15Agatho papa, Epistolae, 87, 1199C
Τίς γὰρ, εἰ καὶ βραδὺς εἴη πρὸς τὸ νοῆσαι, οὐ θεωρήσει, ὅπερ πᾶσι φαίνεται, ὅτι ἀδύνατον, καὶ παρὰ τὴν τάξιν τῆς φύσεώς ἐστι, δύνασθαι εἶναι φύσιν, καὶ ἐνέργειαν μὴ ἔχειν φύσεως; ὅπερ οὐδὲ ὑπὸ τῶν αἱρετικῶν ποτε ἐδοκιμάσθη λέγεσθαι· οἵτινες πάσας τὰς ἀνθρωπίνους πανουργίας, καὶ σκολιάς ζητήσεις κατὰ τῆς ὀρθότητος τῆς πίστεως, καὶ συναθροισμοὺς ταῖς φαυλότησιν αὐτῶν προσφόρους ἐφεῦρον.
16Agatho papa, Epistolae, 87, 1199C
Πῶς οὖν ὅπερ οὔτε ἀπὸ τῶν ἁγίων ὀρθοδόξων Πατέρων ἐῤῥέθη ποτὲ, οὔτε ἀπὸ τῶν βεβήλων αἱρετικῶν τετόλμηται εὑρεθῆναι, ἐπὶ τοῦ παρόντος δυνήσεται προπετευθῆναι, ἵνα τῶν δύο φύσεων τοῦ Χριστοῦ, τῆς θείας δηλονότι καὶ τῆς ἀνθρωπίνης, ὧντινων αἱ ἰδιότητες ἀκέραιοι εἶναι γνωρίζονται ἐν τῷ Χριστῷ μίαν ἔχειν [ἴσ., εἶναι] ἐνέργειαν, τίς ποτε ὀρθῶς φρονῶν δυνήσηται ἀποδεῖξαι; ὁπόταν ἐὰν μία ἐστὶν, εἴπωσιν ἢ χρονικὴ ἢ ἀΐδιος λεχθήσεται, θεία ἢ ἀνθρωπίνη, ἄκτιστος ἢ κτιστή, ἡ αὐτὴ, ἥτις καὶ τοῦ Πατρός ἐστιν, ἢ ἑτέρα παρὰ τὸν Πατέρα.
17Agatho papa, Epistolae, 87, 1206A
Τίς, δέομαι, μὴ κατανυγείη, ἡμερώτατοι, καὶ φιλανθρωπότατοι βασιλέων, καὶ τῆς ἀνθρωπίνης ζωῆς τὰς ἀμφιστόμους παγίδας τρέμων κατανοήσῃ καὶ μετὰ στεναγμοῦ ἐκ βάθους τὸν Θεὸν, ὅς ἐστι πηγὴ οἰκτιρμῶν, ἱκετεύσῃ, ῥυθῆναι ἑαυτὸν ἀπὸ τῶν ἐπιβουλῶν τοῦ ἐχθροῦ τῶν πρὸς ἀπάτην τῆς ἀνθρωπίνης διανοίας πάντοθεν περικειμένων, θεωρῶν τούτους, οἱ τινες ἑαυτοὺς ἀπὸ ἄκρας εἰδήσεως κηρυκτικοὺς ἐλογίζοντο, ταῖς παγίσι περιπεπτωκέναι τῆς αἱρετικῆς πλάνης [καὶ τὰς παγίδας ἐκτέμνειν τῆς αἱρετικῆς πλάνης], μήτε ἐν αὐτῇ τῇ πλάνῃ σταθεροὺς εἶναι, ἀλλ' ἀεὶ ἀστάτους; Ὅτε μὲν οὖν Σέργιος ἐν ἄλλοις καὶ ἐν ἀλλοις γράμμασιν ἓν θέλημα καὶ μίαν ἐνέργειαν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἔχειν προκηρύττει· καὶ ἐν τῇ ἐκθέσει πᾶσαν θείαν, καὶ πᾶσαν ἀνθρωπίνην ἐνέργειαν τοῦ ἑνὸς Χριστοῦ εἶναι προαναγγέλλει.
18Agatho papa, Epistolae, 87, 1207B
Ταῦτα δὲ τῇ ἡμετέρᾳ μετρίᾳ ἀναφορᾷ ἐνθεῖναι ἐφροντίσαμεν καταπεπονημένοι, καὶ ἀδιαλείπτως στενάζοντες περὶ τῆς τοσαύτης πλάνης τῶν τῆς Ἐκκλησίας ἱερέων, ἴδια μᾶλλον ζητούντων παρὰ τὴν ἀλήθειαν τῆς πίστεως ὁρίσαι, καὶ τῆς ἀδελφικῆς ὑπομνήσεως τὸ ἀκέραιον εἰς οἰκείαν καταφρόνησιν ἀνήκειν κρινόντων· οὐ φθονοῦντι λογισμῷ, ὡς ὁ Θεὸς μαρτυρεῖ, οὔτε κατ' ἔπαρσιη ἀλαζονείας, οὔτε κατ' ἐναντίωσιν φιλονεικίας, οὔτε μάτην ἐπιλαβέσθαι τῆς αὐτῶν διδασκαλίας ἐπιθυμοῦντες, μήτε οἱανδήποτε ὑποπτεύσῃ τις ἀνθρωπίνης τέρψεως ἀλαζονείαν, ἀλλ' ὑπὲρ τῆς ὀρθότητος αὐτῆς τῆς ἀληθείας, ἐν ᾗ σωθῆναι ἡμᾶς θαῤῤοῦμεν, καὶ ὑπὲρ τοῦ κανόνος αὐτῆς τῆς καθαρᾶς καὶ εὐαγγελικῆς ὁμολογίας, ὑπὲρ σωτηρίας δηλονότι τῶν ψυχῶν, καὶ τῆς συστάσεως τῆς τῶν Χριστιανῶν πολιτείας, ὑπὲρ ῥώσεως τῶν τοῦ Ῥωμαϊκοῦ κράτους τὰς κυβερνήσεις διοικούντων, τῆς ἐμῆς μετριότητος τοὺς προηγησαμένους ἀποστολικοὺς ὑπομνῆσαι, ἐρωτῆσαι, ἐπιτιμῆσαι, παρακαλέσαι, ἐλέγξαι, καὶ πάντα τρόπον προτροπῆς ἐγγυμνάσαι, ὅπως θεραπείαν δυνήσηται τὸ νεαρὸν τραῦμα λαβεῖν.
19Agatho papa, Epistolae, 87, 1210A
Καὶ γὰρ ἡ πνευματικὴ εὐωδία τῆς γνώσεως, ὅθεν τῶν [ἣν τῶν] Πατέρων ἀναπνέει τὰ ῥήματα, ἐνώπιον τῶν ὀφθαλμῶν καθέστηκε, καὶ τῶν αἱρετικῶν ἡ ἀπάνθρωπος δυσωδία ἀπὸ Πάντων τῶν πιστῶν ἐξουδενώθη· καὶ ὅτι οἱ τοῦ [ἐξουδενωθῇ καὶ ἐπειδὴ οἱ τοῦ] καινοῦ δόγματος ἐφευρεταὶ τῶν αἱρετικῶν ἀκόλουθοι ἐδείχθησαν, καὶ οὐ τοῖς ἁγίοις Πατράσιν ἑπόμενοι, μήτε τοῦτο ἀπέμεινεν [ἀπομείνῃ] ἄγνωστον· τοιγαροῦν ὁσονδήποτέ τις τὴν ἰδίαν πλάνην θελήσει χρωματίσαι, ἀπὸ τοῦ φωτὸς τῆς ἀληθείας ἐλέγχεται, καθὼς καὶ ὁ Ἀπόστολος τῶν ἐθνῶν διδάσκει· « Πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστιν· » ἐπειδὴ ἡ ἀλήθεια ἀεὶ σταθερὰ καὶ ἡ αὐτὴ διαμένει, τὸ δὲ ψεῦδος ἀεὶ ποικίλλεται, καὶ ἐν τῷ ποικίλλεσθαι φανεροῦται, καὶ ἐξελέγχεται ἑαυτῷ τοῦτο ἐναντίον εἶναι.
20Agatho papa, Epistolae, 87, 1214B
Παρακαλῶ τοίνυν, εὐσεβέστατοι καὶ φιλανθρωπότατοι βασιλέων, καὶ Αὔγουστοι, καὶ ἅμα σὺν τῇ ἐμῇ ἐλαχιστίᾳ πᾶσα ψυχὴ Χριστιανῶν γονυπετοῦσα δέεται, ἵνα πᾶσι τοῖς θεαρέστοις ἀγαθοῖς, καὶ ταῖς θαυμασταῖς καὶ βασιλικαῖς εὐεργεσίαις, ἅστινας διὰ τῆς ὑμῶν Θεαρέστου σπουδῆς ἡ ὕψιστος ῥοπὴ τῷ ἀνθρωπίνῳ γένει χαρίσασθαι κατηξίωσε, καὶ τοῦτο εἰς ὁλόκληρον ἀποκατάστασιν τῆς τελείας εὐσεβείας τῷ συμβασιλεύοντι Δεσπότῃ Χριστῷ εὐπρόσδεκτον θυσίαν προσαγαγεῖν κελεύσητε, τὸν λόγον τῆς ἀτιμωρησίας χαρισάμενοι, καὶ ἐλευθέραν τοῦ λαλεῖν ἄδειαν ἑνὶ ἑκάστῳ τῷ λαλεῖν ἐθέλοντι, καὶ λόγον ὑπὲρ τῆς πίστεως ἧς πιστεύει καὶ κρατεῖ, ἀποδοῦναι, ἵνα ἀπὸ πάντων φανερῶς ἐπιγνωσθῇ, ὅτι οὐδενὶ φόβῳ, οὐδεμιᾷ δυναστείᾳ, οὐδεμιᾷ ἀπειλῇ, ἢ ἀποστροφῇ, τίς ποτε ὑπὲρ τῆς ἀληθείας τῆς καθολικῆς καὶ ἀποστολικῆς πίστεως λαλεῖν θέλων ἐκωλύθη, ἢ ἀπεβλήθη, ὅπως πάντες ὁμοθυμαδὸν ὑπὲρ τοῦ τοιούτου καὶ οὕτως ἀνεικάστου ἀγαθοῦ εἰς πάντα τὸν χρόνον τῆς ἑαυτῶν ζωῆς τὴν θείαν μεγαλοσύνην δοξάζωσι, καὶ ὑπὲρ ῥώσεως καὶ ὑψώσεως τοῦ ἀνδρειοτάτου ὑμῶν κράτους ἀκαταπαύστους ὁμοθυμαδὸν τῷ Δεσπότῃ Χριστῷ δεήσηις ἐκχέωσιν.
21Ambrosius Mediolanensis, De fide, 16, 0645C (auctor 340-397)
147. Quod si Graecos magis codices sequendos putamus, qui habent τὶς προσέδωκεν αὐτῷ vides quoniam cui nihil addi potest, non dispar a pleno est.
22Ambrosius Mediolanensis, De Spiritu Sancto, 16, 0792A (auctor 340-397)
Denique sic habet: Ἀμὴν, ἀμὴν, λέγω σοι, ἐὰν μή τις γεννήθη ἐξ ὕδατος καὶ Πνεύματος, hoc est, de aqua et Spiritu.
23Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0571C
Βεβαιότερον δέ μοι τοῦτον πεποίηκεν ἐκ τῆς πρεσβυτέρας Ῥώμης ἐπανελθὼν ὁ ὁσιώτατος πρεσβύτερος κύριος ἀββᾶς Ἀναστάσιος, ἀνὴρ, εἰ καί τις ἄλλος, ἀρετῇ τε θείᾳ καὶ φρονήσει κεκοσμημένος· καὶ φήσας ὡς πολὺς αὑτῷ λόγος κεκίνηται πρὸς τοὺς ἐκεῖσε τῆς μεγάλης ἐκκλησίας ἱερωτάτους ἄνδρας, διὰ τὴν πρὸς Σέργιον ἐξ αὐτῶν γραφεῖσαν ἐπιστολὴν, ὅτου χάριν καὶ πῶς αὐτῇ διερωτῶν ἐνετάγη τὸ ἓν θέλημα; καὶ εὗραν ἀσχαλῶντας ἐν τούτῳ, καὶ ἀπολογουμένους, καὶ πρὸς αὐτοῖς τὸν ταύτην ἐν λατίνοις ὑπαγορεύσαντα, κατὰ κέλευσιν αὐτοῦ κύριον ἀββᾶν Ἰωάννην τὸν ἁγιώτατον σύμπονον, ἰσχυριζόμενον, ὡς οὐδαμῶς ἐπίμνησιν ἐν αὐτῇ δι' ἀριθμοῦ πεποίηνται ἑνὸς τὸ παράπαν θελήματος, εἰ καὶ τοῦτο νῦν ἀνεπλάσθη παρὰ τῶν ταύτην ἐρμηνευσάντων εἰς τὴν Ἑλλάδα φωνήν.
24Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0603C
Καὶ τίς τούτων ἀπόδειξις, ἔφη; Καὶ παραφέρουσιν Ἰωάννην τὸν γενόμενον σακελλάριον Πέτρου τοῦ γενομένου στρατηγοῦ Νουμηδίας τῆς Ἀφρικῆς λέγοντα, ὅτι πρὸ εἰκοσιδύο ἐτῶν ὁ πάππος τοῦ δεσπότου ἐκέλευσε τῷ μακαρίῳ Πέτρῳ λαβεῖν στρατὸν, καὶ ἀπελθεῖν εἰς Αἴγυπτον κατὰ τῶν Σαρακηνῶν, καὶ ἔγραψέ σοι ὡς πρὸς δοῦλον τοῦ Θεοῦ λαλῶν, πληροφορίαν ἔχων εἰς σὲ ὡς ἅγιον ἄνθρωπον, εἰ συμβουλεύεις αὐτῷ ἀπελθεῖν.
25Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0607B
Ὃν θεωρήσας, ὡς ἔθος μοι ἐστὶν, ἔῤῥιψα ἐμαυτὸν εἰς τὴν γῆν, καὶ προσεκύνησα αὐτῷ, καὶ ἠσπασάμην αὐτὸν, καὶ εἶπον αὐτῷ μετὰ τὸ καθίσαι· Τίς ἡ αἰτία τῆς ποθητῆς παρουσίας τοῦ δεσπότου μου; Καὶ εἶπεν· Ὁ ἀγαθὸς καὶ θεοστήρικτος ἡμῶν δεσπότης, φροντίζων τῆς εἰρήνης τῶν ἁγίων τοῦ Θεοῦ ἐκκλησιῶν, ἐποίησε κέλευσιν πρὸς τὸν θεοτίμητον πάππαν, πέμψας καὶ προσφορὰν εἰς τὸν ἅγιον Πέτρον, προτρεπόμενος αὐτὸν ἑνωθῆναι τῷ προέδρῳ Κωνσταντινουπόλεως· ἃπερ πεμφθῆναι διὰ τῆς ἐμῆς μετριότητος κατηξίωσε τὸ εὐσεβὲς αὐτοῦ κράτος.
26Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0615C
Ἔστι τις ὁ λέγων, εἶπεν ὁ δοῦλος τοῦ Θεοῦ, ὅτι εἶπον· Μὴ κοινωνήσῃς τῇ Ἐκκλησίᾳ τῶν Βυζαντίων; Ἀπεκρίθη ὁ κῦρις Σέργιος· Αὐτὸ τοῦτο, τὸ σὲ μὴ κοινωνεῖν, μεγάλη πρὸς πάντας ἐστὶ φωνὴ, μὴ κοινωνῆσαι.
27Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0619A
Καὶ εἶπεν, ἐὰν ἔξω ἔβαλε τὰς συνόδους, πῶς εἰς τὰ δίπτυχα ἀναφέρονται; Καὶ λέγει· Καὶ τίς ὄνησις ὀνομάτων, τῶν δογμάτων ἐκβεβλημένων; Καὶ δύνασαι, ἔφη, τοῦτο δεῖξαι; Καὶ εἶπεν· Ἐὰν λάβῳ ἄδειαν, καὶ κελεύητε, δειχθῆναι ἔχω τοῦτο πάνυ εὐχερῶς.
28Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0619C
Καὶ τῇ ἐπαύριον, ἥ τις ἦν κυριακὴ, συμβούλιον ποιήσαντες οἱ τῆς Ἐκκλησίας, ἔπεισαν τὸν βασιλέα, ταύτην αὐτοὺς κατακρῖναι τὴν πικρὰν καὶ ἀπάνθρωπον ἐξορίαν· διῇρημένους ἀλλήλων, τὸν μὲν ἅγιον γέροντα εἰς Βιζύην κάστρον τῆς Θρᾴκης, τὸν δὲ μαθέτην αὐτοῦ εἰς Πέρβεριν, ὃ οὐκ ἔχει ἐξώτερον βῆμα ποδὸς ἡ Ῥωμαίων βασιλεία, ἀπρονοήτους, γυμνοὺς, ἀτρόφους, πάσης τῆς πρὸς τὸ ζῇν ἀφορμῆς ἐστερημένους, μὴ ἐγγίζοντας θαλάσσῃ, ἵνα μὴ ἔχωσιν ἐκ τῶν ἐλεημόνων ἐπίσκεψιν.
29Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0627D
Ποῖα ταῦτά εἰσι, δέσποτα, καὶ τίς ἐγὼ, καὶ πόθεν εἰμὶ, ἵνα ἡ ἐπὶ τοῖς προτεινομένοις μοι συγκατάθεσις χαροποιήσῃ πᾶσαν τὴν οἰκουμένην; ΘΕΟΔ.
30Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0631C
Εἰ τοίνυν οὐδὲν τῶν ὄντων ἐστὶ πάσης ἔρημον παντελῶς φυσικῆς ἐνεργείας, ὁ δὲ Κύριος ἡμῶν καὶ Θεὸς, ἰλάσθητι Κύριε, οὐδεμίαν ἔχει φυσικὴν θέλησιν ἣ ἐνέργειαν καθ' ἑκάτερον τῶν ἐξ ὧν, ἐν οἷς τε, καὶ ἅπέρ ἐστι, πῶς δύναθε ἢ εἶναι ἢ καλεῖσθαι θεοσεβεῖς, κατ' οὐδένα τρόπον ὑπάρχοντα θελητικὸν ἢ ἐνεργητικὸν, παρ' ὑμῶν προσκυνούμενον λέγοντες; Τρανῶς γὰρ ὑπὸ τῶν ἁγίων Πατέρων διδασκόμεθα, λέγόντων· τὸ γὰρ μηδεμίαν δύναμιν ἔχον, οὔτέ ἐστιν, οὑτέ τί ἐστιν, οὔτέ ἐστί τις αὐτοῦ παντελῶς θέσις.
31Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0635D
Καὶ τίς λέγει μίαν ἐνέργειαν τῶν ἐγκρίτων διδασκάλων; Καὶ ἤγαγε Θεοδόσιος τὰς ψευδωνύμως παρ' αὐτῶν περιφερομένας Ἰουλίου τοῦ Ῥώμης, καὶ τοῦ Θαυματουργοῦ Γρηγορίου, καὶ Ἀθανασίου τῶν ἁγίων χρήσεις, καὶ ἀνέγνω αὐτάς.
32Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0639B
Πλὴν, τίς εἶδεν ἢ ἐθεώρησεν ἰδιάζουσαν ἐνέργειαν οἰουδήποτε, τῶν ὑπὸ τὸ εἶδος ἀγομένων, καὶ ὑπὸ τὸν κοινὸν ὁρισμὸν τοῦ εἴδους φύσει ταττομένων; Οὐδέποτε γὰρ γίνεται τὸ φύσει κοινὸν, ἑνὸς καὶ μόνου τινὸς ἴδιον, τὰ γὰρ ὑποστατικὰ σήμαντρα, οἷον, γρυπότης, ἢ σιμότης, ἤ γλαυκότης, ἢ ψεδνότης, καὶ ὅσα τοιαῦτα, ἀφοριστικά εἰσι συμβεβηκότα τῶν ἀριθμῶν ἀλλήλων διαφερόντων.
33Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0639B
Πᾶς γὰρ ἄνθρωπος ὥς τι τὴν φύσιν ὢν, ἀλλ' οὐχ ὥς τις τὴν ὑπόστασιν, ἐνεργεῖν πέφυκε, κατά τε τὸν ἰδιώτατα καὶ κοινῶς νοούμενόν τε καὶ λεγόμενον κατηγορικὸν λόγον.
34Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0641B
Ἐάν τίς σοι εἴπῃ, ἄλλην καὶ ἄλλην, πόσας νοεῖς; Ἢ θείαν καὶ ἀνθροπίνην, ποσὰς νοεῖς; Ἢ διπλῆν καὶ διττὴν, πόσας νοεῖς; ΘΕΟΔ.
35Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0641D
Ὁ Θεὸς οἶδεν, οὐ καταγινώσκω σου φοβουμένου· ἀλλ' οὔτε ἄλλός τις.
36Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0641D
Ποίαν βουλὴν ἔχω ὑμῖν περὶ τούτου δοῦναι; ᾽Υπάγετε, ψηλαφήσατε ἑάν τι τοιοῦτον γέγονέ ποτε, καὶ μετὰ θάνατον ἀπελύθη τίς τοῦ περὶ τὴν πίστιν ἐγκλήματος, καὶ τοῦ ἐξενεχθέντος κατ' αὐτοῦ κατακρίματος.
37Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0647A
Καὶ πάλιν ὁ αὐτὸς ἐπίσκοπος πρὸς τὸν ἀββᾶν Μάξιμον φησιν· Ποίῃσον ἀγάπην· τί ἐστιν ὅπερ εἶπας ἡμῖν, ὅτι οὐδεὶς ὥς τις τὴν ὑπόστασιν, ἀλλ' ὥς τι τὴν φύσιν ἔνεργεῖ; προΐεται γάρ μοι νοήσαντι τὸ λεχθέν.
38Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0647A
Οὐδεὶς ὥς τις τὴν ὑπόστασιν ἐνεργεῖ, ἀλλ' ὥς τι τὴν φύσιν· οἷον, Πέτρος καί Παῦλος ἐνεργοῦσιν, ἀλλ' οὐ Πετρικῶς καὶ Παυλικὼς, ἀλλ' ἀνθρωπικῶς.
39Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0655A
Καί τις πάνυ γέρων τίμιος εἶπε προς αὐτὸν μετὰ πολλῆς τῆς εὐλαβείας.
40Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0655C
Καὶ τούτων εἰρημένων, ἠθροίσθησαν πολλοὶ στρατιῶται, πολλῶν καλῶν κινηθέντων λόγων ἀκροώμενοι· καὶ θεωρήσας τις τῶν δομεστίκων τοῦ στρατηγοῦ, ὃτι πολὺς ἐπισωρεύεται στρατὸς, καὶ οἰκοδομεῖται, καὶ καταγινώσκει τῶν εἰς αὐτὸν γινομένων· Τί ὑπονοήσας ὁ Θεὸς οἷδεν· ἐπέτρεψεν ἀνάρπαστον αὐτὸν γενέσθαι, καὶ βληθῆναι ἀπὸ δύο μιλίων τοῦ φωσάτου, ἕως ἂν τὴν σύναξιν ποιήσωσι, καὶ ἔλθωσιν οἱ ὀφείλοντες ἀπαγαγεῖν αὐτὸν ἐν Περβέροις.
41Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0667B
Θεῷ δὲ ποιητῇ τῶν ὅλων ποιητὸν, ἀπείρῳ περατὸν, καὶ ἀπειρίᾳ πέρας, κατ' οὐδένα συγκρίνεται λόγον, ἀεὶ κατὰ πάντα φυσικῶς, ἀλλ' οὐ συγκρίτικῶς ἀλλήλων διαφέροντα, κᾂν ἄῤῥητός τις καὶ ἄῤῥηκτος εἰς μίαν ὑπόστασιν ἀμφοτέρων γέγονεν ἕνωσις, πᾶσαν παντὸς γεννητοῦ παντελῶς διαφεύγουσα γνῶσιν.
42Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0671A
Βήρων γάρ τις ἔναγχος, μεθ' ἑτέρων τινῶν, τὴν Βαλεντίνου φαντασίαν ἀφέντες, χείρονι κακῷ κατεπάρησαν, λέγοντες· Τὴν μὲν προσληφθεῖσαν τῷ Λόγῳ σάρκα γενέσθαι ταὐτουργὸν τῇ θεότητι, διὰ τὴν πρόσληψιν, τὴν θεότητα δὲ γενέσθαι ταὐτοπαθῆ τῇ σαρκὶ διά κένωσιν· τροπὴν ὁμοῦ, καὶ φύσιν, καὶ σύγχυσιν, καὶ τὴν εἰς ἀλλήλους ἀμφοτέρων μεταβολὴν δογματίζοντες.
43Anonymi, Frg. Berolinense de heroo hexametro, p. 634, l. 28 (opus c.750)
ideoque dicitur Homerus in Margite suo miscuisse hos uersus tamquam pares {Ὁμήρου}, ἦλθέ τις εἰς Κολοφῶνα γέρων καὶ θεῖος ἀοιδός, / Μουσάων θεράπων καὶ ἑκηβόλου Ἀπόλλωνος, / φίλῃς ἔχων ἐν χερσὶν εὔφθογγον λύρην.
44Aphthonius, De metris omnibus, p. 170, l. 4 (auctor c.350)
similes sunt archilochiis illis, πάτερ Λυκάμβα, ποῖον ἐφράσω τόδε; / τίς σὰς παρήειρε φρένας ;».
45Apuleius, Apologia, 4; 3 (auctor c.125–c.180)
quod utinam tam grauia formae et facundiae crimina uere mihi opprobrasset; non difficile ei respondissem quod Homericus Alexander Hectori: οὔ τοι ἀπόβλητ' ἐστί θεῶν ἐρικυδέα δῶρα, ὅσσα κεν αὐτοί δῶσιν, ἑκών δ' οὐκ ἄν τις ἕλοιτο, munera deum gloriosissima nequaquam aspernanda; quae tamen ab ipsis tribui sueta multis uolentibus non obtingunt.
46Apuleius, Apologia, 22, 11; 4 (auctor c.125–c.180)
principium dicam, ne me haec ad defensionem putes confinxisse: [ κρήτη ] τις πόλις ἐστί μέσῳ ἐνί οἴνοπι τύφῳ [ πόντῳ ] , iam cetera tam mirifica, quae si tu legisses, magis mihi peram quam nuptias Pudentillae inuidisses.
47Apuleius, Apologia, 65, 26; 6 (auctor c.125–c.180)
γῆ μέν οὖν ἑστία τε οἰκήσεως ἱερά πᾶσι πάντων θεῶν· μηδείς οὖν δευτέρως ἱερά καθιερούτω θεοῖς — hoc eo prohibet, ut delubra nemo audeat priuatim constituere; censet enim satis esse ciuibus ad immolandas uictimas templa publica — deinde subnectit: πόλεσιν ἰδίᾳ καί ἐν ἱεροῖς ἐστιν ἐπίφθονον κτῆμα, ἐλέφας δέ ἀπό λελοιπότος ψυχήν σώματος οὐκ εὔχαρι ἀνάθημα, σίδηρος δέ καί χαλκός πολέμων ὄργανα· ξύλου δέ μονόξυλον ὅ τι ἂν θέλῃ τις ἀνατιθέτω, καί λίθου ὡσαύτως.
48Aristoteles, Physica, 1, 2; 5
ὅμοιον δὴ τὸ σκοπεῖν εἰ οὕτως ἓν καὶ πρὸς ἄλλην θέσιν ὁποιανοῦν διαλέγεσθαι τῶν λόγου ἕνεκα λεγομένων (οἷον τὴν Ἡρακλείτειον, ἢ εἴ τις φαίη ἄνθρωπον ἕνα τὸ ὂν εἶναι), ἢ λύειν λόγον ἐριστικόν, ὅπερ ἀμφότεροι μὲν ἔχουσιν οἱ λόγοι, καὶ ὁ Μελίσσου καὶ ὁ Παρμενίδου· καὶ γὰρ ψευδῆ λαμ βάνουσι καὶ ἀσυλλόγιστοί εἰσιν· μᾶλλον δ' ὁ Μελίσσου φορ τικὸς καὶ οὐκ ἔχων ἀπορίαν, ἀλλ' ἑνὸς ἀτόπου δοθέντος τὰ ἄλλα συμβαίνει· τοῦτο δὲ οὐδὲν χαλεπόν.
49Aristoteles, Physica, 1, 2; 7
ἅμα δ' οὐδὲ λύειν ἅπαντα προσήκει, ἀλλ' ἢ ὅσα ἐκ τῶν ἀρχῶν τις ἐπιδεικνὺς ψεύδεται, ὅσα δὲ μή, οὔ, οἷον τὸν τετραγωνισμὸν τὸν μὲν διὰ τῶν τμημάτων γεω μετρικοῦ διαλῦσαι, τὸν δὲ Ἀντιφῶντος οὐ γεωμετρικοῦ· οὐ μὴν ἀλλ' ἐπειδὴ περὶ φύσεως μὲν οὔ, φυσικὰς δὲ ἀπορίας συμβαίνει λέγειν αὐτοῖς, ἴσως ἔχει καλῶς ἐπὶ μικρὸν δια λεχθῆναι περὶ αὐτῶν· ἔχει γὰρ φιλοσοφίαν ἡ σκέψις.
50Aristoteles, Physica, 1, 3; 32
τίς γὰρ μανθάνει αὐτὸ τὸ ὂν εἰ μὴ τὸ ὅπερ ὄν τι εἶναι;
51Aristoteles, Physica, 1, 5; 6
λη πτέον δὴ πρῶτον ὅτι πάντων τῶν ὄντων οὐθὲν οὔτε ποιεῖν πέ φυκεν οὔτε πάσχειν τὸ τυχὸν ὑπὸ τοῦ τυχόντος, οὐδὲ γίγνεται ὁτιοῦν ἐξ ὁτουοῦν, ἂν μή τις λαμβάνῃ κατὰ συμβεβηκός· πῶς γὰρ ἂν γένοιτο λευκὸν ἐκ μουσικοῦ, πλὴν εἰ μὴ συμ βεβηκὸς εἴη τῷ μὴ λευκῷ ἢ τῷ μέλανι τὸ μουσικόν;
52Aristoteles, Physica, 1, 5; 12
ἀλλὰ μὴν καὶ οἰκία καὶ ἀνδριὰς καὶ ὁτιοῦν ἄλλο γίγνεται ὁμοίως· ἥ τε γὰρ οἰκία γίγνεται ἐκ τοῦ μὴ συγκεῖσθαι ἀλλὰ διῃρῆ σθαι ταδὶ ὡδί, καὶ ὁ ἀνδριὰς καὶ τῶν ἐσχηματισμένων τι ἐξ ἀσχημοσύνης· καὶ ἕκαστον τούτων τὰ μὲν τάξις, τὰ δὲ σύνθεσίς τίς ἐστιν.
53Aristoteles, Physica, 1, 6; 4
ὅτι μὲν οὖν οὔτε μία οὔτε ἄπειροι, δῆλον ἐκ τούτων· ἐπεὶ δὲ πεπερασμέναι, τὸ μὴ ποιεῖν δύο μόνον ἔχει τινὰ λό γον· ἀπορήσειε γὰρ ἄν τις πῶς ἢ ἡ πυκνότης τὴν μανότητα ποιεῖν τι πέφυκεν ἢ αὕτη τὴν πυκνότητα.
54Aristoteles, Physica, 1, 6; 7
πρὸς δὲ τούτοις ἔτι κἂν τόδε τις ἀπορήσειεν, εἰ μή τις ἑτέραν ὑποθήσει τοῖς ἐναν τίοις φύσιν· οὐθενὸς γὰρ ὁρῶμεν τῶν ὄντων οὐσίαν τἀναντία, τὴν δ' ἀρχὴν οὐ καθ' ὑποκειμένου δεῖ λέγεσθαί τινος.
55Aristoteles, Physica, 1, 6; 11
διόπερ εἴ τις τόν τε πρότερον ἀληθῆ νομίσειεν εἶναι λόγον καὶ τοῦτον, ἀναγκαῖον, εἰ μέλλει διασώσειν ἀμφοτέρους αὐτούς, ὑποτιθέναι τι τρίτον, ὥσπερ φασὶν οἱ μίαν τινὰ φύσιν εἶναι λέγοντες τὸ πᾶν, οἷον ὕδωρ ἢ πῦρ ἢ τὸ μεταξὺ τούτων.
56Aristoteles, Physica, 1, 7; 7
διωρισμένων δὲ τούτων, ἐξ ἁπάντων τῶν γιγνομένων τοῦτο ἔστι λαβεῖν, ἐάν τις ἐπιβλέψῃ ὥσπερ λέγομεν, ὅτι δεῖ τι ἀεὶ ὑποκεῖσθαι τὸ γιγνόμενον, καὶ τοῦτο εἰ καὶ ἀριθμῷ ἐστιν ἕν, ἀλλ' εἴδει γε οὐχ ἕν· τὸ γὰρ εἴδει λέγω καὶ λόγῳ ταὐ τόν· οὐ γὰρ ταὐτὸν τὸ ἀνθρώπῳ καὶ τὸ ἀμούσῳ εἶναι.
57Aristoteles, Physica, 1, 7; 20
διὸ ἔστι μὲν ὡς δύο λεκτέον εἶναι τὰς ἀρχάς, ἔστι δ' ὡς τρεῖς· καὶ ἔστι μὲν ὡς τἀναντία, οἷον εἴ τις λέγοι τὸ μουσικὸν καὶ τὸ ἄμουσον ἢ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἢ τὸ ἡρμοσμένον καὶ τὸ ἀνάρμοστον, ἔστι δ' ὡς οὔ· ὑπ' ἀλλήλων γὰρ πάσχειν τἀναντία ἀδύνατον.
58Aristoteles, Physica, 1, 7; 29
πρῶτον μὲν οὖν ἐλέχθη ὅτι ἀρ χαὶ τἀναντία μόνον, ὕστερον δ' ὅτι ἀνάγκη καὶ ἄλλο τι ὑποκεῖσθαι καὶ εἶναι τρία· ἐκ δὲ τῶν νῦν φανερὸν τίς ἡ διαφορὰ τῶν ἐναντίων, καὶ πῶς ἔχουσιν αἱ ἀρχαὶ πρὸς ἀλλήλας, καὶ τί τὸ ὑποκείμενον.
59Aristoteles, Physica, 1, 7; 31
ἀλλ' ὅτι αἱ ἀρχαὶ τρεῖς καὶ πῶς τρεῖς, καὶ τίς ὁ τρόπος αὐτῶν, δῆλον.
60Aristoteles, Physica, 1, 9; 6
μέχρι μὲν γὰρ δεῦρο προ ῆλθον, ὅτι δεῖ τινὰ ὑποκεῖσθαι φύσιν, ταύτην μέντοι μίαν ποιοῦσιν· καὶ γὰρ εἴ τις δυάδα ποιεῖ, λέγων μέγα καὶ μι κρὸν αὐτήν, οὐθὲν ἧττον ταὐτὸ ποιεῖ· τὴν γὰρ ἑτέραν παρεῖδεν.
61Aristoteles, Physica, 1, 9; 14
περὶ δὲ τῆς κατὰ τὸ εἶδος ἀρχῆς, πότερον μία ἢ πολλαὶ καὶ τίς ἢ τίνες εἰσίν, δι' ἀκριβείας τῆς πρώ της φιλοσοφίας ἔργον ἐστὶν διορίσαι, ὥστ' εἰς ἐκεῖνον τὸν και ρὸν ἀποκείσθω.
62Aristoteles, Physica, 2, 1; 2
τούτων μὲν γὰρ ἕκαστον ἐν ἑαυτῷ ἀρχὴν ἔχει κινήσεως καὶ στάσεως, τὰ μὲν κατὰ τόπον, τὰ δὲ κατ' αὔξησιν καὶ φθίσιν, τὰ δὲ κατ' ἀλλοίωσιν· κλίνη δὲ καὶ ἱμάτιον, καὶ εἴ τι τοιοῦτον ἄλλο γένος ἐστίν, ᾗ μὲν τετύχηκε τῆς κατηγορίας ἑκάστης καὶ καθ' ὅσον ἐστὶν ἀπὸ τέχνης, οὐδεμίαν ὁρμὴν ἔχει μετα βολῆς ἔμφυτον, ᾗ δὲ συμβέβηκεν αὐτοῖς εἶναι λιθίνοις ἢ γηΐνοις ἢ μικτοῖς ἐκ τούτων, ἔχει, καὶ κατὰ τοσοῦτον, ὡς οὔσης τῆς φύσεως ἀρχῆς τινὸς καὶ αἰτίας τοῦ κινεῖσθαι καὶ ἠρεμεῖν ἐν ᾧ ὑπάρχει πρώτως καθ' αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός (λέγω δὲ τὸ μὴ κατὰ συμβεβηκός, ὅτι γέ νοιτ' ἂν αὐτὸς αὑτῷ τις αἴτιος ὑγιείας ὢν ἰατρός· ἀλλ' ὅμως οὐ καθὸ ὑγιάζεται τὴν ἰατρικὴν ἔχει, ἀλλὰ συμβέ βηκεν τὸν αὐτὸν ἰατρὸν εἶναι καὶ ὑγιαζόμενον· διὸ καὶ χωρί ζεταί ποτ' ἀπ' ἀλλήλων).
63Aristoteles, Physica, 2, 1; 9
τὸ δὲ δεικνύναι τὰ φανερὰ διὰ τῶν ἀφανῶν οὐ δυναμένου κρίνειν ἐστὶ τὸ δι' αὑτὸ καὶ μὴ δι' αὑτὸ γνώριμον (ὅτι δ' ἐνδέχεται τοῦτο πάσχειν, οὐκ ἄδηλον· συλλογίσαιτο γὰρ ἄν τις ἐκ γενετῆς ὢν τυφλὸς περὶ χρωμάτων), ὥστε ἀνάγκη τοῖς τοιούτοις περὶ τῶν ὀνομά των εἶναι τὸν λόγον, νοεῖν δὲ μηδέν.
64Aristoteles, Physica, 2, 1; 11
σημεῖον δέ φησιν Ἀντιφῶν ὅτι, εἴ τις κατορύξειε κλίνην καὶ λάβοι δύναμιν ἡ σηπεδὼν ὥστε ἀνεῖναι βλαστόν, οὐκ ἂν γενέσθαι κλίνην ἀλλὰ ξύλον, ὡς τὸ μὲν κατὰ συμβεβηκὸς ὑπάρχον, τὴν κατὰ νόμον διάθεσιν καὶ τὴν τέχνην, τὴν δ' οὐσίαν οὖσαν ἐκείνην ἣ καὶ διαμένει ταῦτα πάσχουσα συνεχῶς.
65Aristoteles, Physica, 2, 1; 14
ὃ γάρ τις αὐτῶν ὑπέλαβε τοιοῦτον, εἴτε ἓν εἴτε πλείω, τοῦτο καὶ τοσαῦτά φησιν εἶναι τὴν ἅπασαν οὐσίαν, τὰ δὲ ἄλλα πάντα πάθη τούτων καὶ ἕξεις καὶ δια θέσεις, καὶ τούτων μὲν ὁτιοῦν ἀΐδιον (οὐ γὰρ εἶναι μετα βολὴν αὐτοῖς ἐξ αὑτῶν), τὰ δ' ἄλλα γίγνεσθαι καὶ φθεί ρεσθαι ἀπειράκις.
66Aristoteles, Physica, 2, 2; 4
γίγνοιτο δ' ἂν τοῦτο δῆλον, εἴ τις ἑκατέρων πειρῷτο λέγειν τοὺς ὅρους, καὶ αὐτῶν καὶ τῶν συμβεβηκότων.
67Aristoteles, Physica, 2, 2; 9
καὶ γὰρ δὴ καὶ περὶ τούτου ἀπορήσειεν ἄν τις, ἐπεὶ δύο αἱ φύσεις, περὶ ποτέρας τοῦ φυσικοῦ.
68Aristoteles, Physica, 2, 4; 2
ἔνιοι γὰρ καὶ εἰ ἔστιν ἢ μὴ ἀποροῦσιν· οὐδὲν γὰρ δὴ γίγνεσθαι ἀπὸ τύχης φασίν, ἀλλὰ πάντων εἶναί τι αἴτιον ὡρισμένον ὅσα λέγομεν ἀπὸ ταὐτομάτου γίγνεσθαι ἢ τύχης, οἷον τοῦ ἐλθεῖν ἀπὸ τύχης εἰς τὴν ἀγοράν, καὶ καταλαβεῖν ὃν ἐβούλετο μὲν οὐκ ᾤετο δέ, αἴτιον τὸ βούλεσθαι ἀγοράσαι ἐλθόντα· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν ἀπὸ τύχης λεγομένων ἀεί τι εἶναι λαβεῖν τὸ αἴτιον, ἀλλ' οὐ τύ χην, ἐπεὶ εἴ γέ τι ἦν ἡ τύχη, ἄτοπον ἂν φανείη ὡς ἀλη θῶς, καὶ ἀπορήσειεν ἄν τις διὰ τί ποτ' οὐδεὶς τῶν ἀρχαίων σοφῶν τὰ αἴτια περὶ γενέσεως καὶ φθορᾶς λέγων περὶ τύ χης οὐδὲν διώρισεν, ἀλλ' ὡς ἔοικεν, οὐδὲν ᾤοντο οὐδ' ἐκεῖνοι εἶ ναι ἀπὸ τύχης.
69Aristoteles, Physica, 2, 5; 15
ὅμως δ' ἐπ' ἐνίων ἀπορήσειεν ἄν τις, ἆρ' οὖν τὰ τυχόντα αἴτι' ἂν γένοιτο τῆς τύχης· οἷον ὑγιείας ἢ πνεῦμα ἢ εἵλησις, ἀλλ' οὐ τὸ ἀποκε κάρθαι· ἔστιν γὰρ ἄλλα ἄλλων ἐγγύτερα τῶν κατὰ συμ βεβηκὸς αἰτίων.
70Aristoteles, Physica, 2, 6; 3
διὸ καὶ ἀνάγκη περὶ τὰ πρακτὰ εἶναι τὴν τύχην (σημεῖον δ' ὅτι δοκεῖ ἤτοι ταὐτὸν εἶναι τῇ εὐδαιμονίᾳ ἡ εὐτυχία ἢ ἐγγύς, ἡ δ' εὐδαιμονία πρᾶξίς τις· εὐπραξία γάρ), ὥσθ' ὁπόσοις μὴ ἐνδέχεται πρᾶξαι, οὐδὲ τὸ ἀπὸ τύχης τι ποιῆσαι.
71Aristoteles, Physica, 2, 6; 7
σημεῖον δὲ τὸ μάτην, ὅτι λέγε ται ὅταν μὴ γένηται τὸ ἕνεκα ἄλλου ἐκείνου ἕνεκα, οἷον εἰ τὸ βαδίσαι λαπάξεως ἕνεκά ἐστιν, εἰ δὲ μὴ ἐγένετο βαδίσαντι, μάτην φαμὲν βαδίσαι καὶ ἡ βάδισις ματαία, ὡς τοῦτο ὂν τὸ μάτην, τὸ πεφυκὸς ἄλλου ἕνεκα, ὅταν μὴ περαίνῃ ἐκεῖνο οὗ ἕνεκα ἦν καὶ ἐπεφύκει, ἐπεὶ εἴ τις λούσασθαι φαίη μάτην ὅτι οὐκ ἐξέλιπεν ὁ ἥλιος, γελοῖος ἂν εἴη· οὐ γὰρ ἦν τοῦτο ἐκεί νου ἕνεκα.
72Aristoteles, Physica, 2, 8; 3
ὁ μὲν οὖν λόγος, ᾧ ἄν τις ἀπορήσειεν, οὗτος, καὶ εἴ τις ἄλλος τοιοῦτός ἐστιν· ἀδύνατον δὲ τοῦτον ἔχειν τὸν τρόπον.
73Aristoteles, Physica, 2, 8; 30
μάλιστα δὲ δῆλον, ὅταν τις ἰατρεύῃ αὐτὸς ἑαυτόν· τούτῳ γὰρ ἔοικεν ἡ φύσις.
74Aristoteles, Physica, 2, 9; 2
νῦν μὲν γὰρ οἴονται τὸ ἐξ ἀνάγκης εἶναι ἐν τῇ γενέσει ὥσπερ ἂν εἴ τις τὸν τοῖχον ἐξ ἀνάγκης γε γενῆσθαι νομίζοι, ὅτι τὰ μὲν βαρέα κάτω πέφυκε φέρε σθαι τὰ δὲ κοῦφα ἐπιπολῆς, διὸ οἱ λίθοι μὲν κάτω καὶ τὰ θεμέλια, ἡ δὲ γῆ ἄνω διὰ κουφότητα, ἐπιπολῆς δὲ μάλιστα τὰ ξύλα· κουφότατα γάρ.
75Aristoteles, Physica, 3, 1; 20
ὅτι μὲν οὖν ἐστιν αὕτη, καὶ ὅτι συμβαίνει τότε κινεῖσθαι ὅταν ἡ ἐντελέ χεια ᾖ αὐτή, καὶ οὔτε πρότερον οὔτε ὕστερον, δῆλον· ἐνδέχεται γὰρ ἕκαστον ὁτὲ μὲν ἐνεργεῖν ὁτὲ δὲ μή, οἷον τὸ οἰκοδομη τόν, καὶ ἡ τοῦ οἰκοδομητοῦ ἐνέργεια, ᾗ οἰκοδομητόν, οἰκοδό μησίς ἐστιν (ἢ γὰρ οἰκοδόμησις ἡ ἐνέργεια [τοῦ οἰκοδομητοῦ] ἢ ἡ οἰκία· ἀλλ' ὅταν οἰκία ᾖ, οὐκέτ' οἰκοδομητὸν ἔστιν· οἰ κοδομεῖται δὲ τὸ οἰκοδομητόν· ἀνάγκη οὖν οἰκοδόμη σιν τὴν ἐνέργειαν εἶναι)· ἡ δ' οἰκοδόμησις κίνησίς τις.
76Aristoteles, Physica, 3, 2; 2
οὔτε γὰρ τὴν κίνησιν καὶ τὴν μεταβολὴν ἐν ἄλ λῳ γένει θεῖναι δύναιτ' ἄν τις, δῆλόν τε σκοποῦσιν ὡς τι θέασιν αὐτὴν ἔνιοι, ἑτερότητα καὶ ἀνισότητα καὶ τὸ μὴ ὂν φάσκοντες εἶναι τὴν κίνησιν· ὧν οὐδὲν ἀναγκαῖον κινεῖσθαι, οὔτ' ἂν ἕτερα ᾖ οὔτ' ἂν ἄνισα οὔτ' ἂν οὐκ ὄντα· ἀλλ' οὐδ' ἡ μεταβολὴ οὔτ' εἰς ταῦτα οὔτ' ἐκ τούτων μᾶλλόν ἐστιν ἢ ἐκ τῶν ἀντικειμένων.
77Aristoteles, Physica, 3, 2; 4
τοῦ δὲ δοκεῖν ἀόριστον εἶναι τὴν κίνησιν αἴτιον ὅτι οὔτε εἰς δύναμιν τῶν ὄντων οὔτε εἰς ἐνέργειαν ἔστιν θεῖναι αὐτήν· οὔτε γὰρ τὸ δυνατὸν ποσὸν εἶναι κινεῖται ἐξ ἀνάγκης οὔτε τὸ ἐν εργείᾳ ποσόν, ἥ τε κίνησις ἐνέργεια μὲν εἶναί τις δοκεῖ, ἀτελὴς δέ· αἴτιον δ' ὅτι ἀτελὲς τὸ δυνατόν, οὗ ἐστιν ἐνέρ γεια.
78Aristoteles, Physica, 3, 5; 3
ἔτι δὲ καὶ ἀγένητον καὶ ἄφθαρτον ὡς ἀρχή τις οὖσα· τό τε γὰρ γενό μενον ἀνάγκη τέλος λαβεῖν, καὶ τελευτὴ πάσης ἔστιν φθο ρᾶς.
79Aristoteles, Physica, 3, 6; 23
πέφυκε γὰρ πᾶν τὸ αἰσθητόν που εἶναι, καὶ ἔστιν τόπος τις ἑκάστου, καὶ ὁ αὐτὸς τοῦ μορίου καὶ παντός, οἷον ὅλης τε τῆς γῆς καὶ βώλου μιᾶς, καὶ πυρὸς καὶ σπινθῆρος.
80Aristoteles, Physica, 3, 6; 28
τίς οὖν ἢ ποῦ ἡ μονὴ καὶ ἡ κίνησις αὐτῆς;
81Aristoteles, Physica, 3, 7; 2
τοῦ τε γὰρ χρόνου ἔσται τις ἀρχὴ καὶ τε λευτή, καὶ τὰ μεγέθη οὐ διαιρετὰ εἰς μεγέθη, καὶ ἀριθμὸς οὐκ ἔσται ἄπειρος.
82Aristoteles, Physica, 3, 7; 7
ὅλως μὲν γὰρ οὕτως ἔστιν τὸ ἄπειρον, τῷ ἀεὶ ἄλλο καὶ ἄλλο λαμβάνεσθαι, καὶ τὸ λαμβανόμενον μὲν ἀεὶ εἶναι πεπερασμένον, ἀλλ' ἀεί γε ἕτερον καὶ ἕτερον· [ἔτι τὸ εἶναι πλεοναχῶς λέγεται, ὥστε τὸ ἄπειρον οὐ δεῖ λαμβάνειν ὡς τόδε τι, οἷον ἄνθρωπον ἢ οἰκίαν, ἀλλ' ὡς ἡ ἡμέρα λέγεται καὶ ὁ ἀγών, οἷς τὸ εἶναι οὐχ ὡς οὐσία τις γέγονεν, ἀλλ' ἀεὶ ἐν γενέσει ἢ φθορᾷ, πεπερασμένον, ἀλλ' ἀεί γε ἕτερον καὶ ἕτερον·] ἀλλ' ἐν τοῖς μεγέθεσιν ὑπομένοντος τοῦ ληφθέντος [τοῦτο συμβαί νει], ἐπὶ δὲ τοῦ χρόνου καὶ τῶν ἀνθρώπων φθειρομένων οὕτως ὥστε μὴ ἐπιλείπειν.
83Aristoteles, Physica, 3, 7; 9
ἐν γὰρ τῷ πεπερασμένῳ μεγέθει ἂν λαβών τις ὡρισμένον προσλαμβάνῃ τῷ αὐτῷ λόγῳ, μὴ τὸ αὐτό τι τοῦ ὅλου μέγεθος περιλαμβάνων, οὐ διέξεισι τὸ πεπερασμένον· ἐὰν δ' οὕ τως αὔξῃ τὸν λόγον ὥστε ἀεί τι τὸ αὐτὸ περιλαμβάνειν μέ γεθος, διέξεισι, διὰ τὸ πᾶν πεπερασμένον ἀναιρεῖσθαι ὁτῳοῦν ὡρισμένῳ.
84Aristoteles, Physica, 3, 8; 8
τὸ δ' ἄπειρον οὐ ταὐτὸν ἐν μεγέθει καὶ κινήσει καὶ χρόνῳ, ὡς μία τις φύσις, ἀλλὰ τὸ ὕστερον λέγεται κατὰ τὸ πρότερον, οἷον κίνησις μὲν ὅτι τὸ μέγεθος ἐφ' οὗ κινεῖται ἢ ἀλλοιοῦται ἢ αὐξάνεται, ὁ χρόνος δὲ διὰ τὴν κίνησιν.
85Aristoteles, Physica, 3, 9; 5
ἕκαστον γὰρ ἡμῶν νοήσειεν ἄν τις πολλαπλάσιον ἑαυτοῦ αὔξων εἰς ἄπειρον· ἀλλ' οὐ διὰ τοῦτο ἔξω [τοῦ ἄστεός] τίς ἐστιν [ἢ] τοῦ τηλικούτου μεγέθους ὃ ἔχομεν, ὅτι νοεῖ τις, ἀλλ' ὅτι ἔστι· τοῦτο δὲ συμβέβηκεν.
86Aristoteles, Physica, 4, 1; 13
ὅτι μὲν οὖν ἐστί τι ὁ τό πος παρὰ τὰ σώματα, καὶ πᾶν σῶμα αἰσθητὸν ἐν τόπῳ, διὰ τούτων ἄν τις ὑπολάβοι· δόξειε δ' ἂν καὶ Ἡσίοδος ὀρ θῶς λέγειν ποιήσας πρῶτον τὸ χάος.
87Aristoteles, Physica, 4, 1; 15
εἰ δ' ἐστὶ τοιοῦτο, θαυμαστή τις ἂν εἴη ἡ τοῦ τόπου δύναμις καὶ προ τέρα πάντων· οὗ γὰρ ἄνευ τῶν ἄλλων οὐδὲν ἔστιν, ἐκεῖνο δ' ἄνευ τῶν ἄλλων, ἀνάγκη πρῶτον εἶναι· οὐ γὰρ ἀπόλλυται ὁ τόπος τῶν ἐν αὐτῷ φθειρομένων.
88Aristoteles, Physica, 4, 1; 16
οὐ μὴν ἀλλ' ἔχει γε ἀπο ρίαν, εἰ ἔστι, τί ἐστι, πότερον ὄγκος τις σώματος ἤ τις ἑτέρα φύσις· ζητητέον γὰρ τὸ γένος αὐτοῦ πρῶτον.
89Aristoteles, Physica, 4, 1; 23
ἔτι δὲ καὶ τίνος ἄν τις θείη τοῖς οὖσιν αἴτιον εἶναι τὸν τόπον;
90Aristoteles, Physica, 4, 2; 17
ἔτι ὅταν ἐξ ἀέρος ὕδωρ γένηται, ἀπόλωλεν ὁ τόπος· οὐ γὰρ ἐν τῷ αὐτῷ τόπῳ τὸ γενόμενον σῶμα· τίς οὖν ἡ φθορά;
91Aristoteles, Physica, 4, 2; 18
ἐξ ὧν μὲν τοίνυν ἀναγ καῖον εἶναί τι τὸν τόπον, καὶ πάλιν ἐξ ὧν ἀπορήσειεν ἄν τις αὐτοῦ περὶ τῆς οὐσίας, εἴρηται.
92Aristoteles, Physica, 4, 4; 1
ἀπορήσειε δ' ἄν τις, ἆρα καὶ αὐτό τι ἐν ἑαυτῷ ἐνδέχεται εἶναι, ἢ οὐδέν, ἀλλὰ πᾶν ἢ οὐδαμοῦ ἢ ἐν ἄλλῳ.
93Aristoteles, Physica, 4, 6; 15
καὶ ἡ ὕλη δὲ δόξειεν ἂν εἶναι τόπος, εἴ γε ἐν ἠρεμοῦντί τις σκοποίη καὶ μὴ κεχωρισμένῳ ἀλλὰ συνεχεῖ.
94Aristoteles, Physica, 4, 7; 15
καὶ φέ ρεται δὴ εἰς τὸν αὑτοῦ τόπον ἕκαστον εὐλόγως (ὃ γὰρ ἐφε ξῆς καὶ ἁπτόμενον μὴ βίᾳ, συγγενές· καὶ συμπεφυκότα μὲν ἀπαθῆ, ἁπτόμενα δὲ παθητικὰ καὶ ποιητικὰ ἀλλή λων)· καὶ μένει δὴ φύσει πᾶν ἐν τῷ οἰκείῳ τόπῳ οὐκ ἀλόγως· καὶ γὰρ τὸ μέρος, τὸ δὲ ἐν [τῷ] τόπῳ ὡς διαιρετὸν μέρος πρὸς ὅλον ἐστίν, οἷον ὅταν ὕδατος κινήσῃ τις μόριον ἢ ἀέρος.
95Aristoteles, Physica, 4, 7; 16
οὕτω δὲ καὶ ἀὴρ ἔχει πρὸς ὕδωρ· οἷον ὕλη γάρ, τὸ δὲ εἶδος, τὸ μὲν ὕδωρ ὕλη ἀέρος, ὁ δ' ἀὴρ οἷον ἐνέργειά τις ἐκείνου· τὸ γὰρ ὕδωρ δυνάμει ἀήρ ἐστιν, ὁ δ' ἀὴρ δυνάμει ὕδωρ ἄλλον τρόπον.
96Aristoteles, Physica, 4, 9; 7
ἀλλ' οὖν φαίνεται λέγεσθαι τὸ κενὸν ἕνα μὲν τρόπον τὸ μὴ πλῆρες αἰσθητοῦ σώματος κατὰ τὴν ἁφήν· αἰσθητὸν δ' ἐστὶ κατὰ τὴν ἁφὴν τὸ βάρος ἔχον ἢ κουφό τητα (διὸ κἂν ἀπορήσειέ τις, τί ἂν φαῖεν, εἰ ἔχοι τὸ διά στημα χρῶμα ἢ ψόφον, πότερον κενὸν ἢ οὔ;
97Aristoteles, Physica, 4, 9; 8
ἢ δῆλον ὅτι εἰ μὲν δέχοιτο σῶμα ἁπτόν, κενόν, εἰ δὲ μή, οὔ)· ἄλ λον δὲ τρόπον, ἐν ᾧ μὴ τόδε τι μηδ' οὐσία τις σωματική.
98Aristoteles, Physica, 4, 10; 2
εἰ γὰρ ἔστιν ἑκάστου φορά τις τῶν ἁπλῶν σωμάτων φύσει, οἷον τῷ πυρὶ μὲν ἄνω τῇ δὲ γῇ κάτω καὶ πρὸς τὸ μέσον, δῆλον ὅτι οὐκ ἂν τὸ κενὸν αἴτιον εἴη τῆς φορᾶς.
99Aristoteles, Physica, 4, 10; 9
συμβαίνει δὲ τοῖς λέγου σιν εἶναι κενὸν ὡς ἀναγκαῖον, εἴπερ ἔσται κίνησις, τοὐναντίον μᾶλλον, ἄν τις ἐπισκοπῇ, μὴ ἐνδέχεσθαι μηδὲ ἓν κινεῖ σθαι, ἐὰν ᾖ κενόν· ὥσπερ γὰρ οἱ διὰ τὸ ὅμοιον φάμενοι τὴν γῆν ἠρεμεῖν, οὕτω καὶ ἐν τῷ κενῷ ἀνάγκη ἠρεμεῖν· οὐ γὰρ ἔστιν οὗ μᾶλλον ἢ ἧττον κινηθήσεται· ᾗ γὰρ κενόν, οὐκ ἔχει διαφοράν.
100Aristoteles, Physica, 4, 10; 48
ὥσπερ γὰρ ἐὰν ἐν ὕδατι τιθῇ τις κύβον, ἐκστήσεται τοσοῦτον ὕδωρ ὅσος ὁ κύβος, οὕτω καὶ ἐν ἀέρι· ἀλλὰ τῇ αἰσθήσει ἄδηλον.
101Aristoteles, Physica, 4, 11; 17
[ἔτι ὥσπερ ἡ τοῦ κύκλου περιφέρεια συν αγομένη εἰς ἔλαττον οὐκ ἄλλο τι λαμβάνει τὸ κοῖλον, ἀλλ' ὃ ἦν συνήχθη, καὶ τοῦ πυρὸς ὅ τι ἄν τις λάβῃ πᾶν ἔσται θερμόν, οὕτω καὶ τὸ πᾶν συναγωγὴ καὶ διαστολὴ τῆς αὐ τῆς ὕλης.
102Aristoteles, Physica, 4, 11; 19
ἐκ δὴ τῶν εἰρημένων φανερὸν ὡς οὔτ' ἀποκεκριμένον κενὸν ἔστιν, οὔθ' ἁπλῶς οὔτ' ἐν τῷ μανῷ, οὔτε δυνάμει, εἰ μή τις βούλεται πάντως καλεῖν κενὸν τὸ αἴτιον τοῦ φέρεσθαι.
103Aristoteles, Physica, 4, 12; 1
Ἐχόμενον δὲ τῶν εἰρημένων ἐστὶν ἐπελθεῖν περὶ χρόνου· πρῶτον δὲ καλῶς ἔχει διαπορῆσαι περὶ αὐτοῦ καὶ διὰ τῶν ἐξωτερικῶν λόγων, πότερον τῶν ὄντων ἐστὶν ἢ τῶν μὴ ὄντων, εἶτα τίς ἡ φύσις αὐτοῦ.
104Aristoteles, Physica, 4, 12; 2
ὅτι μὲν οὖν ἢ ὅλως οὐκ ἔστιν ἢ μό λις καὶ ἀμυδρῶς, ἐκ τῶνδέ τις ἂν ὑποπτεύσειεν.
105Aristoteles, Physica, 4, 12; 15
περὶ μὲν οὖν τῶν ὑπαρχόντων αὐτῷ τοσαῦτ' ἔστω διη πορημένα· τί δ' ἐστὶν ὁ χρόνος καὶ τίς αὐτοῦ ἡ φύσις, ὁμοίως ἔκ τε τῶν παραδεδομένων ἄδηλόν ἐστιν, καὶ περὶ ὧν τυγχά νομεν διεληλυθότες πρότερον.
106Aristoteles, Physica, 4, 12; 17
καίτοι τῆς πε ριφορᾶς καὶ τὸ μέρος χρόνος τίς ἐστι, περιφορὰ δέ γε οὔ· μέρος γὰρ περιφορᾶς τὸ ληφθέν, ἀλλ' οὐ περιφορά.
107Aristoteles, Physica, 4, 12; 20
ἐπεὶ δὲ δοκεῖ μάλιστα κίνησις εἶναι καὶ μετα βολή τις ὁ χρόνος, τοῦτ' ἂν εἴη σκεπτέον.
108Aristoteles, Physica, 4, 12; 22
ἔτι δὲ μεταβολὴ μέν ἐστι θάττων καὶ βραδυτέρα, χρόνος δ' οὐκ ἔστιν· τὸ γὰρ βραδὺ καὶ ταχὺ χρόνῳ ὥρισται, ταχὺ μὲν τὸ ἐν ὀλίγῳ πολὺ κινούμενον, βραδὺ δὲ τὸ ἐν πολλῷ ὀλίγον· ὁ δὲ χρόνος οὐχ ὥρισται χρόνῳ, οὔτε τῷ ποσός τις εἶναι οὔτε τῷ ποιός.
109Aristoteles, Physica, 4, 13; 5
ἅμα γὰρ κινή σεως αἰσθανόμεθα καὶ χρόνου· καὶ γὰρ ἐὰν ᾖ σκότος καὶ μηδὲν διὰ τοῦ σώματος πάσχωμεν, κίνησις δέ τις ἐν τῇ ψυχῇ ἐνῇ, εὐθὺς ἅμα δοκεῖ τις γεγονέναι καὶ χρόνος.
110Aristoteles, Physica, 4, 13; 6
ἀλλὰ μὴν καὶ ὅταν γε χρόνος δοκῇ γεγονέναι τις, ἅμα καὶ κίνησίς τις δοκεῖ γεγονέναι.
111Aristoteles, Physica, 4, 13; 19
σημεῖον δέ· τὸ μὲν γὰρ πλεῖον καὶ ἔλαττον κρίνομεν ἀριθμῷ, κίνησιν δὲ πλείω καὶ ἐλάττω χρόνῳ· ἀριθμὸς ἄρα τις ὁ χρόνος.
112Aristoteles, Physica, 4, 13; 34
ἀλλ' ὅταν μὲν οὕτω λαμβάνῃ τις ὡς δυσὶ χρώμενος τῇ μιᾷ, ἀνάγκη ἵστασθαι, εἰ ἔσται ἀρχὴ καὶ τελευτὴ ἡ αὐτὴ στιγμή· τὸ δὲ νῦν διὰ τὸ κινεῖσθαι τὸ φερόμενον αἰεὶ ἕτερον.
113Aristoteles, Physica, 4, 14; 1
Ἐλάχιστος δὲ ἀριθμὸς ὁ μὲν ἁπλῶς ἐστὶν ἡ δυάς· τὶς δὲ ἀριθμὸς ἔστι μὲν ὡς ἔστιν, ἔστι δ' ὡς οὐκ ἔστιν, οἷον γραμ μῆς ἐλάχιστος πλήθει μέν ἐστιν αἱ δύο ἢ ἡ μία, μεγέθει δ' οὐκ ἔστιν ἐλάχιστος· ἀεὶ γὰρ διαιρεῖται πᾶσα γραμμή.
114Aristoteles, Physica, 4, 14; 24
ἐπεὶ δέ ἐστιν ὡς ἐν ἀριθμῷ τὸ ἐν χρόνῳ, ληφθήσεταί τις πλείων χρόνος παντὸς τοῦ ἐν χρόνῳ ὄντος· διὸ ἀνάγκη πάντα τὰ ἐν χρόνῳ ὄντα περιέχεσθαι ὑπὸ χρόνου, ὥσπερ καὶ τἆλλα ὅσα ἔν τινί ἐστιν, οἷον τὰ ἐν τόπῳ ὑπὸ τοῦ τόπου.
115Aristoteles, Physica, 4, 14; 30
μετρήσει δ' ὁ χρόνος τὸ κινούμενον καὶ τὸ ἠρεμοῦν, ᾗ τὸ μὲν κινούμενον τὸ δὲ ἠρεμοῦν· τὴν γὰρ κίνησιν αὐτῶν μετρήσει καὶ τὴν ἠρεμίαν, πόση τις.
116Aristoteles, Physica, 4, 14; 35
ὅσα μὲν οὖν φθαρτὰ καὶ γενητὰ καὶ ὅλως ὁτὲ μὲν ὄντα ὁτὲ δὲ μή, ἀνάγκη ἐν χρόνῳ εἶναι (ἔστιν γὰρ χρόνος τις πλείων, ὃς ὑπερέξει τοῦ τε εἶναι αὐτῶν καὶ τοῦ μετροῦντος τὴν οὐσίαν αὐτῶν)· τῶν δὲ μὴ ὄντων ὅσα μὲν περιέχει ὁ χρόνος, τὰ μὲν ἦν, οἷον Ὅμηρός ποτε ἦν, τὰ δὲ ἔσται, οἷον τῶν μελλόντων τι, ἐφ' ὁπότερα περι έχει· καὶ εἰ ἐπ' ἄμφω, ἀμφότερα [καὶ ἦν καὶ ἔσται]· ὅσα δὲ μὴ περιέχει μηδαμῇ, οὔτε ἦν οὔτε ἔστιν οὔτε ἔσται.
117Aristoteles, Physica, 4, 15; 9
ἔσται ἄρα ποσός τις ἀπὸ τοῦδε χρόνος εἰς ἐκεῖνο, καὶ ἦν εἰς τὸ παρελθόν.
118Aristoteles, Physica, 4, 17; 3
πότερον δὲ μὴ οὔσης ψυχῆς εἴη ἂν ὁ χρόνος ἢ οὔ, ἀπορήσειεν ἄν τις.
119Aristoteles, Physica, 4, 17; 8
ἀπορήσειε δ' ἄν τις καὶ ποίας κινήσεως ὁ χρόνος ἀριθμός.
120Aristoteles, Physica, 4, 17; 21
καὶ γὰρ ὁ χρόνος αὐτὸς εἶναι δοκεῖ κύκλος τις· τοῦτο δὲ πάλιν δοκεῖ, διότι τοιαύτης ἐστὶ φορᾶς μέτρον καὶ μετρεῖται αὐτὸς ὑπὸ τοιαύτης.
121Aristoteles, Physica, 5, 1; 8
καίτοι ἀπορήσειεν ἄν τις, εἰ τὰ πάθη κινήσεις, ἡ δὲ λευκότης πάθος· ἔσται γὰρ εἰς κίνησιν μεταβολή.
122Aristoteles, Physica, 5, 1; 18
ἡ μὲν οὖν οὐκ ἐξ ὑποκειμένου εἰς ὑποκείμενον μεταβολὴ κατ' ἀντίφασιν γέ νεσίς ἐστιν, ἡ μὲν ἁπλῶς ἁπλῆ, ἡ δὲ τὶς τινός (οἷον ἡ μὲν ἐκ μὴ λευκοῦ εἰς λευκὸν γένεσις τούτου, ἡ δ' ἐκ τοῦ μὴ ὄντος ἁπλῶς εἰς οὐσίαν γένεσις ἁπλῶς, καθ' ἣν ἁπλῶς γίγνεσθαι καὶ οὐ τὶ γίγνεσθαι λέγομεν)· ἡ δ' ἐξ ὑποκειμένου εἰς οὐχ ὑποκεί μενον φθορά, ἁπλῶς μὲν ἡ ἐκ τῆς οὐσίας εἰς τὸ μὴ εἶναι, τὶς δὲ ἡ εἰς τὴν ἀντικειμένην ἀπόφασιν, καθάπερ ἐλέχθη καὶ ἐπὶ τῆς γενέσεως.
123Aristoteles, Physica, 5, 1; 22
ἐπεὶ δὲ πᾶσα κίνησις μεταβολή τις, μεταβολαὶ δὲ τρεῖς αἱ εἰρημέναι, τούτων δὲ αἱ κατὰ γένεσιν καὶ φθορὰν οὐ κινήσεις, αὗται δ' εἰσὶν αἱ κατ' ἀντίφασιν, ἀνάγκη τὴν ἐξ ὑποκειμένου εἰς ὑποκείμενον μεταβολὴν κίνησιν εἶναι μό νην.
124Aristoteles, Physica, 5, 2; 14
τίς οὖν ἔσται – ὥσπερ τὸ ἀλλοιωτὸν σῶμα ἢ ψυχή, οὕτω τί τὸ γιγνόμενον κίνησις ἢ γένεσις;
125Aristoteles, Physica, 5, 2; 18
οὐ γὰρ ἔσται μάθησις ἡ τῆς μαθήσεως γένεσις, ὥστ' οὐδὲ γενέσεως γένεσις, οὐδέ τις τινός.
126Aristoteles, Physica, 5, 4; 5
ἀπορήσειε δ' ἄν τις εἰ εἴδει μία κίνησις, ὅταν ἐκ τοῦ αὐτοῦ τὸ αὐτὸ εἰς τὸ αὐτὸ μεταβάλλῃ, οἷον ἡ μία στιγμὴ ἐκ τοῦδε τοῦ τόπου εἰς τόνδε τὸν τόπον πάλιν καὶ πάλιν.
127Aristoteles, Physica, 5, 4; 8
γένει μὲν οὖν καὶ εἴδει κίνησις μία οὕτως, ἁπλῶς δὲ μία κίνησις ἡ τῇ οὐσίᾳ μία καὶ τῷ ἀριθμῷ· τίς δ' ἡ τοιαύτη, δῆλον διελομένοις.
128Aristoteles, Physica, 5, 4; 20
ἐχόμεναι μὲν οὖν εἶεν ἂν καὶ αἱ μὴ αἱ αὐταὶ τῷ εἴδει μηδὲ τῷ γένει (δραμὼν γὰρ ἄν τις πυρέξειεν εὐθύς), καὶ οἷον ἡ λαμπὰς ἐκ διαδοχῆς φορὰ ἐχομένη, συνεχὴς δ' οὔ.
129Aristoteles, Physica, 5, 4; 23
διὸ ἀνάγκη τὴν αὐτὴν εἶναι τῷ εἴδει καὶ ἑνὸς καὶ ἐν ἑνὶ χρόνῳ τὴν ἁπλῶς συνεχῆ κίνησιν καὶ μίαν, τῷ χρόνῳ μέν, ὅπως μὴ ἀκινησία με ταξὺ ᾖ (ἐν τῷ διαλείποντι γὰρ ἠρεμεῖν ἀνάγκη· πολλαὶ οὖν καὶ οὐ μία ἡ κίνησις, ὧν ἐστὶν ἠρεμία μεταξύ, ὥστε εἴ τις κίνησις στάσει διαλαμβάνεται, οὐ μία οὐδὲ συνεχής· δια λαμβάνεται δέ, εἰ μεταξὺ χρόνος)· τῆς δὲ τῷ εἴδει μὴ μιᾶς, καὶ εἰ μὴ διαλείπεται [ὁ χρόνος], ὁ μὲν [γὰρ] χρόνος εἷς, τῷ εἴδει δ' ἡ κίνησις ἄλλη· τὴν μὲν γὰρ μίαν ἀνάγκη καὶ τῷ εἴδει μίαν εἶναι, ταύτην δ' ἁπλῶς μίαν οὐκ ἀνάγκη.
130Aristoteles, Physica, 5, 4; 24
τίς μὲν οὖν κίνησις ἁπλῶς μία, εἴρηται· ἔτι δὲ λέγεται μία καὶ ἡ τέλειος, ἐάν τε κατὰ γένος ἐάν τε κατ' εἶδος ᾖ ἐάν τε κατ' οὐσίαν, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων τὸ τέλειον καὶ ὅλον τοῦ ἑνός.
131Aristoteles, Physica, 5, 6; 9
εἰ δὲ μὴ ἔστι τι τὸ μὴ ὄν, ἀπορήσειεν ἄν τις τίνι ἐναντία ἡ ἐν τῷ ὄντι ἀμεταβλησία, καὶ εἰ ἠρεμία ἐστίν.
132Aristoteles, Physica, 5, 6; 12
ἀπορήσειε δ' ἄν τις διὰ τί ἐν μὲν τῇ κατὰ τόπον μεταβολῇ εἰσὶ καὶ κατὰ φύ σιν καὶ παρὰ φύσιν καὶ μοναὶ καὶ κινήσεις, ἐν δὲ ταῖς ἄλ λαις οὔ, οἷον ἀλλοίωσις ἡ μὲν κατὰ φύσιν ἡ δὲ παρὰ φύσιν (οὐδὲν γὰρ μᾶλλον ἡ ὑγίανσις ἢ ἡ νόσανσις κατὰ φύσιν ἢ παρὰ φύσιν, οὐδὲ λεύκανσις ἢ μέλανσις)· ὁμοίως δὲ καὶ ἐπ' αὐξήσεως καὶ φθίσεως (οὔτε γὰρ αὗται ἀλλή λαις ἐναντίαι ὡς φύσει ἡ δὲ παρὰ φύσιν, οὔτ' αὔξησις αὐξή σει)· καὶ ἐπὶ γενέσεως δὲ καὶ φθορᾶς ὁ αὐτὸς λόγος· οὔτε γὰρ ἡ μὲν γένεσις κατὰ φύσιν ἡ δὲ φθορὰ παρὰ φύσιν (τὸ γὰρ γηρᾶν κατὰ φύσιν), οὔτε γένεσιν ὁρῶμεν τὴν μὲν κατὰ φύσιν τὴν δὲ παρὰ φύσιν.
133Aristoteles, Physica, 5, 7; 1
[ἀπορήσειε δ' ἄν τις καὶ περὶ τοῦ ἵστασθαι, εἰ καὶ ὅσαι παρὰ φύσιν κινήσεις, ταύταις ἔστιν ἠρεμία ἀντικειμένη.
134Aristoteles, Physica, 6, 16; 4
ἴδοι δ' ἄν τις ἐπὶ τῆς σφαίρας μάλιστα τὴν διαφοράν· οὐ γὰρ ταὐτὸν τάχος ἐστὶ τῶν τε πρὸς τῷ κέντρῳ καὶ τῶν ἐκτὸς καὶ τῆς ὅλης, ὡς οὐ μιᾶς οὔσης κινήσεως.
135Aristoteles, Physica, 6, 17; 1
ἔτι δ' εἰ ἅπαν ἐν χρόνῳ κινεῖται, ἐν δὲ τῷ νῦν μηθέν, ἅπας δὲ χρόνος διαιρετός, εἴη ἄν τις χρόνος ἐλάττων ὁτῳοῦν τῶν κινουμένων ἢ ἐν ᾧ κινεῖται ὅσον αὐτό.
136Aristoteles, Physica, 6, 17; 3
εἰ δ' ἄρα στιγμὴ κινεῖται, ἔσται τις χρόνος ἐλάττων ἢ ἐν ᾧ αὑτὴν ἐκινήθη.
137Aristoteles, Physica, 7, 1; 2
πρῶτον μὲν οὖν τὸ ὑπολαμβάνειν τὸ ΑΒ ὑφ' ἑαυτοῦ κι νεῖσθαι διὰ τὸ ὅλον τε κινεῖσθαι καὶ ὑπ' οὐδενὸς τῶν ἔξωθεν ὅμοιόν ἐστιν ὥσπερ εἰ τοῦ ΚΛ κινοῦντος τὸ ΛΜ καὶ αὐτοῦ κινουμένου εἰ μὴ φάσκοι τις τὸ ΚΜ κινεῖσθαι ὑπό τινος, διὰ τὸ μὴ φανερὸν εἶναι πότερον τὸ κινοῦν καὶ πότερον τὸ κινούμενον· εἶτα τὸ μὴ ὑπό τινος κινούμενον οὐκ ἀνάγκη παύσασθαι κινούμενον τῷ ἄλλο ἠρεμεῖν, ἀλλ' εἴ τι ἠρεμεῖ τῷ ἄλλο πεπαῦσθαι κινούμενον, ἀνάγκη ὑπό τινος αὐτὸ κινεῖσθαι.
138Aristoteles, Physica, 7, 2; 6
ἅπασαι γὰρ αἱ κατὰ τόπον κινήσεις ἀνάγονται εἰς ταύτας· ἡ μὲν γὰρ ἔπωσις ὦσίς τίς ἐστιν, ὅταν τὸ ἀφ' αὑτοῦ κινοῦν ἐπακολουθοῦν ὠθῇ, ἡ δ' ἄπω σις, ὅταν μὴ ἐπακολουθῇ κινῆσαν, ἡ δὲ ῥῖψις, ὅταν σφο δροτέραν ποιήσῃ τὴν ἀφ' αὑτοῦ κίνησιν τῆς κατὰ φύσιν φο ρᾶς, καὶ μέχρι τοσούτου φέρηται ἕως ἂν κρατῇ ἡ κίνησις.
139Aristoteles, Physica, 7, 3; 2
(τάχα δὲ δόξειεν ἂν εἶναί τις ἕλξις καὶ ἄλλως· τὸ γὰρ ξύλον ἕλκει τὸ πῦρ οὐχ οὕ τως.
140Aristoteles, Physica, 7, 4; 2
τῶν γὰρ ἄλλων μάλιστ' ἄν τις ὑπολάβοι ἔν τε τοῖς σχή μασι καὶ ταῖς μορφαῖς καὶ ἐν ταῖς ἕξεσι καὶ ταῖς τούτων λήψεσι καὶ ἀποβολαῖς ἀλλοίωσιν ὑπάρχειν· ἐν οὐδετέροις δ' ἔστιν.
141Aristoteles, Physica, 7, 5; 2
αἱ μὲν γὰρ ἀρεταὶ αἱ δὲ κακίαι τῶν ἕξεων· οὐκ ἔστι δὲ οὔτε ἡ ἀρετὴ οὔτε ἡ κακία ἀλλοίωσις, ἀλλ' ἡ μὲν ἀρετὴ τελείωσίς τις (ὅταν γὰρ λάβῃ τὴν αὑτοῦ ἀρετήν, τότε λέγεται τέλειον ἕκαστον – τότε γὰρ ἔστι μάλιστα [τὸ] κατὰ φύσιν – ὥσπερ κύκλος τέλειος, ὅταν μάλιστα γένηται κύκλος καὶ ὅταν βέλτιστος), ἡ δὲ κακία φθορὰ τούτου καὶ ἔκστασις· ὥσπερ οὖν οὐδὲ τὸ τῆς οἰκίας τελείωμα λέγομεν ἀλλοίωσιν (ἄτοπον γὰρ εἰ ὁ θριγκὸς καὶ ὁ κέραμος ἀλ λοίωσις, ἢ εἰ θριγκουμένη καὶ κεραμουμένη ἀλλοιοῦται ἀλλὰ μὴ τελειοῦται ἡ οἰκία), τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ἀρε τῶν καὶ τῶν κακιῶν καὶ τῶν ἐχόντων ἢ λαμβανόντων· αἱ μὲν γὰρ τελειώσεις αἱ δὲ ἐκστάσεις εἰσίν, ὥστ' οὐκ ἀλλοιώ σεις.
142Aristoteles, Physica, 7, 6; 5
πάλιν δὲ τῆς χρήσεως καὶ τῆς ἐνεργείας οὐκ ἔστι γένεσις, εἰ μή τις καὶ τῆς ἀναβλέψεως καὶ τῆς ἁφῆς οἴεται γένεσιν εἶναι· τὸ γὰρ χρῆσθαι καὶ τὸ ἐνεργεῖν ὅμοιον τούτοις.
143Aristoteles, Physica, 7, 6; 7
ἔτι δ' ὥσπερ ὅταν ἐκ τοῦ μεθύειν ἢ καθεύδειν ἢ νοσεῖν εἰς τἀναντία μεταστῇ τις, οὔ φαμεν ἐπιστήμονα γεγονέναι πάλιν (καίτοι ἀδύνατος ἦν τῇ ἐπιστήμῃ χρῆσθαι πρότερον), οὕτως οὐδ' ὅταν ἐξ ἀρχῆς λαμ βάνῃ τὴν ἕξιν· τῷ γὰρ καθίστασθαι τὴν ψυχὴν ἐκ τῆς φυ σικῆς ταραχῆς φρόνιμόν τι γίγνεται καὶ ἐπιστῆμον.
144Aristoteles, Physica, 7, 7; 1
Ἀπορήσειε δ' ἄν τις πότερόν ἐστι κίνησις πᾶσα πάσῃ συμβλητὴ ἢ οὔ.
145Aristoteles, Physica, 7, 7; 2
εἰ δή ἐστιν πᾶσα συμβλητή, καὶ ὁμοταχὲς τὸ ἐν ἴσῳ χρόνῳ ἴσον κινούμενον, ἔσται περιφερής τις ἴση εὐθείᾳ, καὶ μείζων δὴ καὶ ἐλάττων.
146Aristoteles, Physica, 7, 7; 3
ἔτι ἀλλοίωσις καὶ φορά τις ἴση, ὅταν ἐν ἴσῳ χρόνῳ τὸ μὲν ἀλλοιωθῇ τὸ δ' ἐνεχθῇ.
147Aristoteles, Physica, 7, 7; 6
ἄτοπόν τε γὰρ εἰ μὴ ἔστιν κύκλῳ ὁμοίως τουτὶ κινεῖσθαι καὶ τουτὶ ἐπὶ τῆς εὐ θείας, ἀλλ' εὐθὺς ἀνάγκη ἢ θᾶττον ἢ βραδύτερον, ὥσπερ ἂν εἰ κάταντες, τὸ δ' ἄναντες· οὐδὲ διαφέρει οὐδὲν τῷ λόγῳ, εἴ τίς φησιν ἀνάγκην εἶναι θᾶττον εὐθὺς ἢ βραδύ τερον κινεῖσθαι· ἔσται γὰρ μείζων καὶ ἐλάττων ἡ περιφερὴς τῆς εὐθείας, ὥστε καὶ ἴση.
148Aristoteles, Physica, 7, 7; 18
ἀλλ' ἐνίων καὶ οἱ λόγοι ὁμώνυμοι, οἷον εἰ λέγοι τις ὅτι τὸ πολὺ τὸ τοσοῦτον καὶ ἔτι, ἄλλο τὸ τοσοῦτον· καὶ τὸ ἴσον ὁμώνυμον, καὶ τὸ ἓν δέ, εἰ ἔτυχεν, εὐθὺς ὁμώνυμον.
149Aristoteles, Physica, 7, 7; 32
ὥστε τὰ ἐν ἴσῳ ταὐτὸ μέγεθος κινούμενα ἰσοταχῆ, τὸ αὐτὸ δὲ καὶ ἀδιάφορον εἴδει καὶ κινήσει ἀδιάφορον· ὥστε τοῦτο σκεπτέον, τίς διαφορὰ κινήσεως.
150Aristoteles, Physica, 7, 7; 35
καὶ τίς ὅρος;
151Aristoteles, Physica, 8, 1; 1
Πότερον γέγονέ ποτε κίνησις οὐκ οὖσα πρότερον, καὶ φθείρεται πάλιν οὕτως ὥστε κινεῖσθαι μηδέν, ἢ οὔτ' ἐγένετο οὔτε φθείρεται, ἀλλ' ἀεὶ ἦν καὶ ἀεὶ ἔσται, καὶ τοῦτ' ἀθάνατον καὶ ἄπαυστον ὑπάρχει τοῖς οὖσιν, οἷον ζωή τις οὖσα τοῖς φύσει συνεστῶσι πᾶσιν;
152Aristoteles, Physica, 8, 1; 19
ἔσται ἄρα τις προ τέρα μεταβολὴ τῆς πρώτης.
153Aristoteles, Physica, 8, 1; 22
εἰ δή ἐστιν ὁ χρόνος κινήσεως ἀριθμὸς ἢ κίνησίς τις, εἴπερ ἀεὶ χρόνος ἔστιν, ἀνάγκη καὶ κίνησιν ἀΐδιον εἶναι.
154Aristoteles, Physica, 8, 1; 26
εἰ οὖν ἀδύνατόν ἐστιν καὶ εἶναι καὶ νοῆσαι χρόνον ἄνευ τοῦ νῦν, τὸ δὲ νῦν ἐστι μεσότης τις, καὶ ἀρχὴν καὶ τελευτὴν ἔχον ἅμα, ἀρχὴν μὲν τοῦ ἐσο μένου χρόνου, τελευτὴν δὲ τοῦ παρελθόντος, ἀνάγκη ἀεὶ εἶναι χρόνον.
155Aristoteles, Physica, 8, 1; 30
καὶ τὸ φθαρτικὸν δὴ δεήσει φθαρῆναι ὅταν φθείρῃ· καὶ τὸ τούτου φθαρτικὸν πάλιν ὕστερον· καὶ γὰρ ἡ φθορὰ μεταβολή τίς ἐστιν.
156Aristoteles, Physica, 8, 1; 38
διόπερ βέλτιον ὡς Ἐμπεδοκλῆς, κἂν εἴ τις ἕτερος εἴρηκεν οὕτως ἔχειν, ἐν μέ ρει τὸ πᾶν ἠρεμεῖν καὶ κινεῖσθαι πάλιν· τάξιν γὰρ ἤδη τιν' ἔχει τὸ τοιοῦτον.
157Aristoteles, Physica, 8, 3; 4
τὸ μὲν οὖν πάντ' ἠρεμεῖν, καὶ τούτου ζητεῖν λόγον ἀφέντας τὴν αἴσθησιν, ἀρρωστία τίς ἐστιν διανοίας, καὶ περὶ ὅλου τινὸς ἀλλ' οὐ περὶ μέρους ἀμφισβή τησις· οὐδὲ μόνον πρὸς τὸν φυσικόν, ἀλλὰ πρὸς πάσας τὰς ἐπιστήμας ὡς εἰπεῖν καὶ πάσας τὰς δόξας διὰ τὸ κινήσει χρῆσθαι πάσας.
158Aristoteles, Physica, 8, 3; 17
ὅτι μὲν οὖν ἀδύ νατον ἢ ἀεὶ πάντα κινεῖσθαι ἢ ἀεὶ πάντα ἠρεμεῖν, ἐκ τού των καὶ ἄλλων τοιούτων πιστεύσειεν ἄν τις.
159Aristoteles, Physica, 8, 5; 28
ἔτι δὲ μᾶλλον τούτων ἄλο γον, ὅτι συμβαίνει πᾶν τὸ κινητικὸν κινητόν, εἴπερ ἅπαν ὑπὸ κινουμένου κινεῖται τὸ κινούμενον· ἔσται γὰρ κινητόν, ὥς περ εἴ τις λέγοι πᾶν τὸ ὑγιαστικὸν [καὶ ὑγιάζον] ὑγιαστὸν εἶναι, καὶ τὸ οἰκοδομητικὸν οἰκοδομητόν, ἢ εὐθὺς ἢ διὰ πλειόνων· λέγω δ' οἷον εἰ κινητὸν μὲν ὑπ' ἄλλου πᾶν τὸ κινητικόν, ἀλλ' οὐ ταύτην τὴν κίνησιν κινητὸν ἣν κινεῖ τὸ πλησίον, ἀλλ' ἑτέραν, οἷον τὸ ὑγιαστικὸν μαθητικόν, ἀλλὰ τοῦτο ἐπαναβαῖνον ἥξει ποτὲ εἰς τὸ αὐτὸ εἶδος, ὥσπερ εἴπο μεν πρότερον.
160Aristoteles, Physica, 8, 5; 63
ἀπορίαν δ' ἔχει, ἐὰν ἀφέλῃ τις ἢ τῆς Α, εἰ συνεχὲς τὸ κινοῦν μὲν ἀκίνητον δέ, ἢ τῆς Β τῆς κινουμένης· ἡ λοιπὴ ἆρα κινήσει τῆς Α ἢ τῆς Β κινηθήσεται;
161Aristoteles, Physica, 8, 6; 3
ἔστω δή, εἴ τις βούλεται, ἐπί τινων ἐνδεχόμενον ὥστε εἶναί ποτε καὶ μὴ εἶναι ἄνευ γενέ σεως καὶ φθορᾶς (τάχα γὰρ ἀναγκαῖον, εἴ τι ἀμερὲς ὁτὲ μὲν ἔστιν ὁτὲ δὲ μὴ ἔστιν, ἄνευ τοῦ μεταβάλλειν ὁτὲ μὲν εἶ ναι ὁτὲ δὲ μὴ εἶναι πᾶν τὸ τοιοῦτον).
162Aristoteles, Physica, 8, 6; 18
ἔκ τε δὴ τούτων πιστεύσειεν ἄν τις εἶναί τι πρῶτον ἀκίνητον, καὶ πάλιν ἐπιβλέψας ἐπὶ τὰς ἀρχάς [τῶν κινούντων].
163Aristoteles, Physica, 8, 6; 25
ὥστ' εἴπερ ἀνάγκη συνεχῶς εἶναι κίνησιν, εἶναί τι δεῖ τὸ πρῶτον κινοῦν ἀκίνητον καὶ κατὰ συμβεβηκός, εἰ μέλλει, καθάπερ εἴπομεν, ἔσεσθαι ἐν τοῖς οὖσιν ἄπαυστός τις καὶ ἀθάνατος κίνησις, καὶ μενεῖν τὸ ὂν αὐτὸ ἐν αὑτῷ καὶ ἐν τῷ αὐτῷ· τῆς γὰρ ἀρχῆς μενούσης ἀνάγκη καὶ τὸ πᾶν μένειν συνεχὲς ὂν πρὸς τὴν ἀρχήν.
164Aristoteles, Physica, 8, 8; 2
σκεπτέον γὰρ πότερον ἐνδέ χεταί τινα κίνησιν εἶναι συνεχῆ ἢ οὔ, καὶ εἰ ἐνδέχεται, τίς αὕτη, καὶ τίς πρώτη τῶν κινήσεων· δῆλον γὰρ ὡς εἴπερ ἀναγκαῖον μὲν ἀεὶ κίνησιν εἶναι, πρώτη δὲ ἥδε καὶ συνεχής, ὅτι τὸ πρῶτον κινοῦν κινεῖ ταύτην τὴν κίνησιν, ἣν ἀναγκαῖον μίαν καὶ τὴν αὐτὴν εἶναι καὶ συνεχῆ καὶ πρώτην.
165Aristoteles, Physica, 8, 10; 1
ὅτι μὲν τοίνυν τῶν κινήσεων ἡ φορὰ πρώτη, φανε ρὸν ἐκ τούτων· τίς δὲ φορὰ πρώτη, νῦν δεικτέον.
166Aristoteles, Physica, 8, 11; 3
τίς δ' ἐστὶν ἡ μία καὶ συνεχὴς κίνησις, διώρισται πρότερον, ὅτι ἡ τοῦ ἑνὸς καὶ ἐν ἑνὶ χρόνῳ καὶ ἐν ἀδιαφόρῳ κατ' εἶδος (τρία γὰρ ἦν, τό τε κινούμενον, οἷον ἄνθρωπος ἢ θεός, καὶ ὅτε, οἷον χρόνος, καὶ τρίτον τὸ ἐν ᾧ· τοῦτο δ' ἐστὶν τόπος ἢ πάθος ἢ εἶδος ἢ μέγεθος).
167Aristoteles, Physica, 8, 11; 13
(εἰ δὲ γεγονέναι τις θήσει καὶ ἀπογεγονέναι, ἀεὶ στήσεται τὸ Α φερόμενον· ἀδύνατον γὰρ τὸ Α ἅμα γεγονέναι τε ἐπὶ τοῦ Β καὶ ἀπογεγονέναι.
168Aristoteles, Physica, 8, 12; 2
ἐν μὲν οὖν τοῖς πρώτοις λόγοις τοῖς περὶ κινή σεως ἐλύομεν διὰ τοῦ τὸν χρόνον ἄπειρα ἔχειν ἐν αὑτῷ· οὐδὲν γὰρ ἄτοπον εἰ ἐν ἀπείρῳ χρόνῳ ἄπειρα διέρχεταί τις· ὁμοίως δὲ τὸ ἄπειρον ἔν τε τῷ μήκει ὑπάρχει καὶ ἐν τῷ χρόνῳ.
169Aristoteles, Physica, 8, 12; 3
ἀλλ' αὕτη ἡ λύσις πρὸς μὲν τὸν ἐρωτῶντα ἱκανῶς ἔχει (ἠρωτᾶτο γὰρ εἰ ἐν πεπερασμένῳ ἄπειρα ἐν δέχεται διεξελθεῖν ἢ ἀριθμῆσαι), πρὸς δὲ τὸ πρᾶγμα καὶ τὴν ἀλήθειαν οὐχ ἱκανῶς· ἂν γάρ τις ἀφέμενος τοῦ μήκους καὶ τοῦ ἐρωτᾶν εἰ ἐν πεπερασμένῳ χρόνῳ ἐνδέχεται ἄπειρα διεξελθεῖν, πυνθάνηται ἐπ' αὐτοῦ τοῦ χρόνου ταῦτα (ἔχει γὰρ ὁ χρόνος ἀπείρους διαιρέσεις), οὐκέτι ἱκανὴ ἔσται αὕτη ἡ λύσις, ἀλλὰ τὸ ἀληθὲς λεκτέον, ὅπερ εἴπομεν ἐν τοῖς ἄρτι λόγοις.
170Aristoteles, Physica, 8, 12; 4
ἐὰν γάρ τις τὴν συνεχῆ διαιρῇ εἰς δύο ἡμίση, οὗτος τῷ ἑνὶ σημείῳ ὡς δυσὶ χρῆται· ποιεῖ γὰρ αὐτὸ ἀρ χὴν καὶ τελευτήν.
171Aristoteles, Physica, 8, 12; 10
δῆλον δὲ καὶ ὅτι ἐὰν μή τις ποιῇ τοῦ χρόνου τὸ διαιροῦν σημεῖον τὸ πρότερον καὶ ὕστερον ἀεὶ τοῦ ὑστέρου τῷ πράγματι, ἔσται ἅμα τὸ αὐτὸ ὂν καὶ οὐκ ὄν, καὶ ὅτε γέ γονεν οὐκ ὄν.
172Aristoteles, Physica, 8, 13; 1
οἷς μὲν οὖν ἄν τις ὡς οἰκείοις πιστεύσειε λόγοις, οὗτοι καὶ τοιοῦτοί τινές εἰσιν· λογικῶς δ' ἐπισκοποῦσι κἂν ἐκ τῶνδε δόξειέ τῳ ταὐτὸ τοῦτο συμβαίνειν.
173Aristoteles, Physica, 8, 16; 1
ὅτι μὲν οὖν ἀεί τε κίνησις ἦν καὶ ἔσται τὸν ἅπαντα χρό νον, καὶ τίς ἀρχὴ τῆς ἀϊδίου κινήσεως, ἔτι δὲ τίς πρώτη κί νησις, καὶ τίνα κίνησιν ἀΐδιον ἐνδέχεται μόνην εἶναι, καὶ τὸ κινοῦν πρῶτον ὅτι ἀκίνητον, εἴρηται.
174Aristoteles, Physica, 8, 17; 15
εἰ γάρ ἐστιν ὁ ἐφ' οὗ Α χρόνος ἐν ᾧ ἡ ἄπειρος ἰσχὺς ἐθέρμα νεν ἢ ἔωσεν, ἐν τῷ δὲ ΑΒ πεπερασμένη τις, πρὸς ταύτην μείζω λαμβάνων ἀεὶ πεπερασμένην ἥξω ποτὲ εἰς τὸ ἐν τῷ Α χρόνῳ κεκινηκέναι· πρὸς πεπερασμένον γὰρ ἀεὶ προστι θεὶς ὑπερβαλῶ παντὸς ὡρισμένου, καὶ ἀφαιρῶν ἐλλείψω ὡσαύτως.
175Aristoteles, Analytica posteriora, 1, I 2; 26 (auctor 384BC-322BC)
Συμβήσεται δέ τοῦτο, εἰ μή τις προγνώσεται τῶν δι᾿ ἀπόδειξιν πιστευόντων· μᾶλλον γάρ ἀνάγκη πιστεύειν ταῖς ἀρχαῖς ἢ πάσαις ἢ τισί τοῦ συμπεράσματος.
176Aristoteles, Analytica posteriora, 1, I 5; 5 (auctor 384BC-322BC)
Εἰ οὖν τις δείξειεν ὅτι αἱ ὀρθαί οὐ συμπίπτουσι, δόξειεν ἂν τούτου εἶναι ἡ ἀπόδειξις διά τό ἐπί πασῶν εἶναι τῶν ὀρθῶν.
177Aristoteles, Analytica posteriora, 1, I 5; 10 (auctor 384BC-322BC)
Διά τοῦτο οὐδ᾿ ἄν τις δείξῃ καθ᾿ ἕκαστον τό τρίγωνον ἀποδείξει ἢ μιᾷ ἢ ἑτέρᾳ ὅτι δύο ὀρθάς ἔχει ἕκαστον, τό ἰσόπλευρον χωρίς καί τό σκαληνές καί τό ἰσοσκελές, οὔπω οἶδε τό τρίγωνον ὅτι δύο ὀρθαῖς, εἰ μή τόν σοφιστικόν τρόπον, οὐδέ καθόλου τρίγωνον, οὐδ᾿ εἰ μηδέν ἐστι παρά ταῦτα τρίγωνον ἕτερον.
178Aristoteles, Analytica posteriora, 1, I 6; 10 (auctor 384BC-322BC)
Ἔτι εἴ τις μή οἶδε νῦν ἔχων τόν λόγον καί σωζόμενος, σωζομένου τοῦ πράγματος, μή ἐπιλελησμένος, οὐδέ πρότερον ᾔδει.
179Aristoteles, Analytica posteriora, 1, I 6; 25 (auctor 384BC-322BC)
Καίτοι ἀπορήσειεν ἄν τις ἴσως τίνος ἕνεκα ταῦτα δεῖ ἐρωτᾶν περί τούτων, εἰ μή ἀνάγκη τό συμπέρασμα εἶναι· οὐδέν γάρ διαφέρει εἴ τις ἐρόμενος τά τυχόντα εἶτα εἴπειεν τό συμπέρασμα.
180Aristoteles, Analytica posteriora, 1, I 10; 17 (auctor 384BC-322BC)
Καί τούτῳ διαφέρει ὑπόθεσις καί αἴτημα· ἔστι γάρ αἴτημα τό ὑπεναντίον τοῦ μανθάνοντος τῇ δόξῃ, ἢ ὃ ἄν τις ἀποδεικτόν ὂν λαμβάνῃ καί χρῆται μή δείξας.
181Aristoteles, Analytica posteriora, 1, I 10; 19 (auctor 384BC-322BC)
Τούς δ᾿ ὅρους μόνον ξυνίεσθαι δεῖ· τοῦτο δ᾿ οὐχ ὑπόθεσις, εἰ μή καί τό ἀκούειν ὑπόθεσίν τις εἶναι φήσει.
182Aristoteles, Analytica posteriora, 1, I 11; 13 (auctor 384BC-322BC)
Καί εἴ τις καθόλου πειρῷτο δεικνύναι τά κοινά, οἷον ὅτι ἅπαν φάναι ἢ ἀποφάναι, ἢ ὅτι ἴσα ἀπό ἴσων, ἢ τῶν τοιούτων ἄττα.
183Aristoteles, Analytica posteriora, 1, I 18; 1 (auctor 384BC-322BC)
Φανερόν δέ καί ὅτι, εἴ τις αἴσθησις ἐκλέλοιπεν, ἀνάγκη καί ἐπιστήμην τινά ἐκλελοιπέναι, ἣν ἀδύνατον λαβεῖν, εἴπερ μανθάνομεν ἢ ἐπαγωγῇ ἢ ἀποδείξει.
184Aristoteles, Analytica posteriora, 1, I 20; 5 (auctor 384BC-322BC)
Οὐδέ γάρ εἴ τις λέγοι ὅτι τά μέν ἐστι τῶν Α Β ἐχόμενα ἀλλήλων ὥστε μή εἶναι μεταξύ, τά δ᾿ οὐκ ἔστι λαβεῖν, οὐδέν διαφέρει.
185Aristoteles, Analytica posteriora, 1, I 22; 38 (auctor 384BC-322BC)
Λογικῶς μέν οὖν ἐκ τούτων ἄν τις πιστεύσειε περί τοῦ λεχθέντος, ἀναλυτικῶς δέ διά τῶνδε φανερόν συντομώτερον, ὅτι οὔτ᾿ ἐπί τό ἄνω οὔτ᾿ ἐπί τό κάτω ἄπειρα τά κατηγορούμενα ἐνδέχεται εἶναι ἐν ταῖς ἀποδεικτικαῖς ἐπιστήμαις, περί ὧν ἡ σκέψις ἐστίν.
186Aristoteles, Analytica posteriora, 1, I 24; 12 (auctor 384BC-322BC)
Ἔτι εἰ μέν εἴη τις λόγος εἷς καί μή ὁμωνυμία τό καθόλου, εἴη ἂν οὐδέν ἧττον ἐνίων τῶν κατά μέρος, ἀλλά καί μᾶλλον, ὅσῳ τά ἄφθαρτα ἐν ἐκείνοις ἐστί, τά δέ κατά μέρος φθαρτά μᾶλλον.
187Aristoteles, Analytica posteriora, 1, I 24; 37 (auctor 384BC-322BC)
Ἀλλά τῶν μέν εἰρημένων ἔνια λογικά ἐστι· μάλιστα δέ δῆλον ὅτι ἡ καθόλου κυριωτέρα, ὅτι τῶν προτάσεων τήν μέν προτέραν ἔχοντες ἴσμεν πως καί τήν ὑστέραν καί ἔχομεν δυνάμει, οἷον εἴ τις οἶδεν ὅτι πᾶν τρίγωνον δυσίν ὀρθαῖς, οἶδέ πως καί τό ἰσοσκελές ὅτι δύο ὀρθαῖς, δυνάμει, καί εἰ μή οἶδε τό ἰσοσκελές ὅτι τρίγωνον· ὁ δέ ταύτην ἔχων τήν πρότασιν τό καθόλου οὐδαμῶς οἶδεν, οὔτε δυνάμει οὔτ᾿ ἐνεργείᾳ.
188Aristoteles, Analytica posteriora, 1, I 26; 2 (auctor 384BC-322BC)
Δεῖ δ᾿ εἰδέναι τίς ἡ διαφορά αὐτῶν.
189Aristoteles, Analytica posteriora, 1, I 31; 10 (auctor 384BC-322BC)
Φανερόν οὖν ὅτι ἀδύνατον τῷ αἰσθάνεσθαι ἐπίστασθαί τι τῶν ἀποδεικτικῶν εἰ μή τις τό αἰσθάνεσθαι τοῦτο λέγει, τό ἐπιστήμην ἔχειν δι᾿ ἀποδείξεως.
190Aristoteles, Analytica posteriora, 1, I 32; 16 (auctor 384BC-322BC)
Εἰ δ᾿ ἄλλως πως λέγοι τις, οἷον ὅτι αἱδί μέν γεωμετρίας αἱδί δέ λογισμῶν αἱδί δέ ἰατρικῆς, τί ἂν εἴη τό λεγόμενον ἄλλο πλήν ὅτι εἰσίν ἀρχαί τῶν ἐπιστημῶν; τό δέ τάς αὐτάς φάναι γελοῖον, ὅτι αὐταί αὑταῖς αἱ αὐταί· πάντα γάρ οὕτω γίνεται ταὐτά.
191Aristoteles, Analytica posteriora, 1, I 32; 19 (auctor 384BC-322BC)
Εἰ δέ λέγοι τις τάς πρώτας ἀμέσους προτάσεις ταύτας εἶναι ἀρχάς, μία ἐν ἑκάστω γένει ἐστίν.
192Aristoteles, Analytica posteriora, 1, I 33; 10 (auctor 384BC-322BC)
Πῶς οὖν ἔστι τό αὐτό δοξάσαι καί ἐπίστασθαι, καί διά τί οὐκ ἔστιν ἡ δόξα ἐπιστήμη, εἴ τις θήσει ἅπαν ὃ οἶδεν ἐνδέχεσθαι δοξάζειν; ἀκολουθήσει γάρ ὁ μέν εἰδώς ὁ δέ δοξάζων διά τῶν μέσων, ἕως εἰς τά ἄμεσα ἔλθῃ, ὥστ᾿ εἴπερ ἐκεῖνος οἶδε, καί ὁ δοξάζων οἶδεν.
193Aristoteles, Analytica posteriora, 1, I 34; 1 (auctor 384BC-322BC)
Ἡ δ᾿ ἀγχίνοιά ἐστιν εὐστοχία τις ἐν ἀσκέπτῳ χρόνῳ τοῦ μέσου, οἷον εἴ τις ἰδών ὅτι ἡ σελήνη τό λαμπρόν ἀεί ἔχει πρός τόν ἥλιον, ταχύ ἐνενόησε διά τί τοῦτο, ὅτι διά τό λάμπειν ἀπό τοῦ ἡλίου· ἢ διαλεγόμενον πλουσίῳ ἔγνω διότι δανείζεται· ἢ διότι φίλοι, ὅτι ἐχθροί τοῦ αὐτοῦ.
194Aristoteles, Analytica posteriora, 2, II 2; 14 (auctor 384BC-322BC)
Ἂρ᾿ ἔστι συμφωνεῖν τό ὀξύ καί τό βαρύ; ἆρ᾿ ἐστίν ἐν ἀριθμοῖς ὁ λόγος αὐτῶν; λαβόντες δ᾿ ὅτι ἔστι, τίς οὖν ἐστίν ὁ λόγος; Ὅτι δ᾿ ἐστί τοῦ μέσου ἡ ζήτησις, δηλοῖ ὅσων τό μέσον αἰσθητόν.
195Aristoteles, Analytica posteriora, 2, II 3; 1 (auctor 384BC-322BC)
Ὅτι μέν οὖν πάντα τά ζητούμενα μέσου ζήτησίς ἐστι, δῆλον· πῶς δέ τό τί ἐστι δείκνυται, καί τίς ὁ τρόπος τῆς ἀναγωγῆς, καί τί ἐστιν ὁρισμός καί τίνων, εἴπωμεν, διαπορήσαντες πρῶτον περί αὐτῶν.
196Aristoteles, Analytica posteriora, 2, II 3; 3 (auctor 384BC-322BC)
Ἀπορήσειε γάρ ἄν τις, ἆρ᾿ ἔστι τό αὐτό καί κατά τό αὐτό ὁρισμῷ εἰδέναι καί ἀποδείξει, ἢ ἀδύνατον; ὁ μέν γάρ ὁρισμός τοῦ τί ἐστιν εἶναι δοκεῖ, τό δέ τί ἐστιν ἅπαν καθόλου καί κατηγορικόν· συλλογισμοί δ᾿ εἰσίν οἱ μέν στερητικοί, οἱ δ᾿ οὐ καθόλου, οἷον οἱ μέν ἐν τῷ δευτέρῳ σχήματι στερητικοί πάντες, οἱ δ᾿ ἐν τῷ τρίτῳ οὐ καθόλου.
197Aristoteles, Analytica posteriora, 2, II 3; 5 (auctor 384BC-322BC)
Τούτου δέ λόγος, ὅτι τό ἐπίστασθαί ἐστι τό ἀποδεικτικῶς τό ἀπόδειξιν ἔχειν, ὥστ᾿ εἰ ἐπί τῶν τοιούτων ἀπόδειξίς ἐστι, δῆλον ὅτι οὐκ ἂν εἴη αὐτῶν καί ὁρισμός· ἐπίσταιτο γάρ ἄν τις καί κατά τόν ὁρισμόν, οὐκ ἔχων τήν ἀπόδειξιν· οὐδέν γάρ κωλύει μή ἅμα ἔχειν.
198Aristoteles, Analytica posteriora, 2, II 3; 7 (auctor 384BC-322BC)
Ἔτι εἰ ὁ ὁρισμός οὐσίας τις γνωρισμός, τά γε τοιαῦτα φανερόν ὅτι οὐκ οὐσίαι.
199Aristoteles, Analytica posteriora, 2, II 4; 5 (auctor 384BC-322BC)
Εἰ δέ μή οὕτω τις λήψεται διπλώσας, οὐκ ἀνάγκη ἔσται τό Α τοῦ Γ κατηγορεῖσθαι ἐν τῷ τί ἐστιν, εἰ τό μέν Α τοῦ Β ἐν τῷ τί ἐστι, μή καθ᾿ ὅσων δέ τό Β ἐν τῷ τί ἐστιν.
200Aristoteles, Analytica posteriora, 2, II 4; 14 (auctor 384BC-322BC)
Οἱ μέν οὖν διά τοῦ ἀντιστρέφειν δεικνύντες τί ἐστι ψυχή ἢ τί ἐστιν ἄνθρωπος ἢ ἄλλο ὁτιοῦν τῶν ὄντων, τό ἐξ ἀρχῆς αἰτοῦνται, οἷον εἴ τις ἀξιώσειε ψυχήν εἶναι τό αὐτό αὑτῷ αἴτιον τοῦ ζῆν, τοῦτο δ᾿ ἀριθμόν αὐτόν αὑτόν κινοῦντα· ἀνάγκη γάρ αἰτῆσαι τήν ψυχήν ὅπερ ἀριθμόν εἶναι αὐτόν αὑτόν κινοῦντα, οὕτως ὡς τό αὐτό ὄν.
201Aristoteles, Analytica posteriora, 2, II 5; 14 (auctor 384BC-322BC)
Ὥσπερ γάρ ἐν τοῖς συμπεράσμασι τοῖς ἄνευ τῶν μέσων, ἐάν τις εἴπῃ ὅτι τούτων ὄντων ἀνάγκη τοδί εἶναι, ἐνδέχεται ἐρωτῆσαι διά τί, οὕτως καί ἐν τοῖς διαιρετικοῖς ὅροις.
202Aristoteles, Analytica posteriora, 2, II 7; 2 (auctor 384BC-322BC)
Τίς οὖν ἄλλος τρόπος λοιπός; οὐ γάρ δή δείξει γε τῇ αἰσθήσει ἢ τῷ δακτύλῳ.
203Aristoteles, Analytica posteriora, 2, II 7; 10 (auctor 384BC-322BC)
Τί οὖν δείξει ὁ ὁριζόμενος τί ἐστιν; ἢ τό τρίγωνον; εἰδώς ἄρα τις ὁρισμῷ τί ἐστιν, εἰ ἔστιν οὐκ εἴσεται.
204Aristoteles, Analytica posteriora, 2, II 8; 9 (auctor 384BC-322BC)
Τό δ᾿ εἰ ἔστιν ὁτέ μέν κατά συμβεβηκός ἔχομεν, ὁτέ δ᾿ ἔχοντές τι αὐτοῦ τοῦ πράγματος, οἷον βροντήν, ὅτι ψόφος τις νεφῶν, καί ἔκλειψιν, ὅτι στέρησίς τις φωτός, καί ἄνθρωπον, ὅτι ζῷόν τι, καί ψυχήν, ὅτι αὐτό αὑτό κινοῦν.
205Aristoteles, Analytica posteriora, 2, II 10; 1 (auctor 384BC-322BC)
Ὁρισμός δ᾿ ἐπειδή λέγεται εἶναι λόγος τοῦ τί ἐστι, φανερόν ὅτι ὁ μέν τις ἔσται λόγος τοῦ τί σημαίνει τό ὄνομα ἢ λόγος ἕτερος ὀνοματώδης, οἷον τό τί σημαίνει, τί ἐστιν ᾗ τρίγωνον.
206Aristoteles, Analytica posteriora, 2, II 11; 11 (auctor 384BC-322BC)
Τό δέ διά τί ὁ Μηδικός πόλεμος ἐγένετο Ἀθηναίοις; τίς αἰτία τοῦ πολεμεῖσθαι Ἀθηναίους; ὅτι εἰς Σάρδεις μετ᾿ Ἐρετριέων ἐνέβαλον· τοῦτο γάρ ἐκίνησε πρῶτον.
207Aristoteles, Analytica posteriora, 2, II 13; 19 (auctor 384BC-322BC)
Χρή δέ, ὅταν ὅλον τι πραγματεύηταί τις, διελεῖν τό γένος εἰς τά ἄτομα τῷ εἴδει τά πρῶτα, οἷον ἀριθμόν εἰς τριάδα καί δυάδα, εἶθ᾿ οὕτως ἐκείνων ὁρισμούς πειρᾶσθαι λαμβάνειν, οἷον εὐθείας γραμμῆς καί κύκλου καί ὀρθῆς γωνίας, μετά δέ τοῦτο λαβόντα τί τό γένος, οἷον πότερον τῶν ποσῶν ἢ τῶν ποιῶν, τά ἴδια πάθη θεωρεῖν διά τῶν κοινῶν πρώτων.
208Aristoteles, Analytica posteriora, 2, II 13; 24 (auctor 384BC-322BC)
Καίτοι δόξειέν γ᾿ ἂν οὐδέν, ἀλλ᾿ εὐθύς λαμβάνειν ἅπαντα, ὥσπερ ἂν εἰ ἐξ ἀρχῆς ἐλάμβανέ τις ἄνευ τῆς διαιρέσεως.
209Aristoteles, Analytica posteriora, 2, II 16; 1 (auctor 384BC-322BC)
Περί δ᾿ αἰτίου καί οὗ αἴτιον ἀπορήσειε μέν ἄν τις, ἆρα ὅτε ὑπάρχει τό αἰτιατόν, καί τό αἴτιον ὑπάρχει, ὥσπερ εἰ φυλλορροεῖ ἢ ἐκλείπει, καί τό αἴτιον τοῦ ἐκλείπειν ἢ φυλλορροεῖν ἔσται.
210Aristoteles, Analytica posteriora, 2, II 19; 2 (auctor 384BC-322BC)
Περί δέ τῶν ἀρχῶν, πῶς τε γίνονται γνώριμοι καί τίς ἡ γνωρίζουσα ἕξις, ἐντεῦθέν ἐστι δῆλον προαπορήσασι πρῶτον.
211Aristoteles, Analytica posteriora, 2, II 19; 4 (auctor 384BC-322BC)
Τῶν δ᾿ ἀμέσων τήν γνῶσιν, καί πότερον ἡ αὐτή ἐστιν ἢ οὐχ ἡ αὐτή, διαπορήσειεν ἄν τις, καί πότερον ἐπιστήμη ἑκατέρου ἢ οὔ, ἢ τοῦ μέν ἐπιστήμη τοῦ δ᾿ ἕτερόν τι γένος, καί πότερον οὐκ ἐνοῦσαι αἱ ἕξεις ἐγγίνονται ἢ ἐνοῦσαι λελήθασιν.
212Aristoteles, Analytica posteriora, 2, II 19; 12 (auctor 384BC-322BC)
Πολλῶν δέ τοιούτων γινομένων ἤδη διαφορά τις γίνεται, ὥστε τοῖς μέν γίνεσθαι λόγον ἐκ τῆς τῶν τοιούτων μονῆς, τοῖς δέ μή.
213Aristoteles, Analytica priora, 1, I 2; 1 (auctor 384BC-322BC)
Ἐπεί δέ πᾶσα πρότασίς ἐστιν ἢ τοῦ ὑπάρχειν ἢ τοῦ ἐξ ἀνάγκης ὑπάρχειν ἢ τοῦ ἐνδέχεσθαι ὑπάρχειν, τούτων δέ αἱ μέν καταφατικαί αἱ δέ ἀποφατικαί καθ᾿ ἑκάστην πρόσρησιν, πάλιν δέ τῶν καταφατικῶν καί ἀποφατικῶν αἱ μέν καθόλου αἱ δέ ἐν μέρει αἱ δέ ἀδιόριστοι, τήν μέν ἐν τῷ ὑπάρχειν καθόλου στερητικήν ἀνάγκη τοῖς ὅροις ἀντιστρέφειν, οἷον εἰ μηδεμία ἡδονή ἀγαθόν, οὐδ᾿ ἀγαθόν οὐδέν ἔσται ἡδονή· τήν δέ κατηγορικήν ἀντιστρέφειν μέν ἀναγκαῖον, οὐ μήν καθόλου ἀλλ᾿ ἐν μέρει, οἷον εἰ πᾶσα ἡδονή ἀγαθόν, καί ἀγαθόν τι εἶναι ἡδονήν· τῶν δέ ἐν μέρει τήν μέν καταφατικήν ἀντιστρέφειν ἀνάγκη κατά μέρος (εἰ γάρ ἡδονή τις ἀγαθόν, καί ἀγαθόν τι ἔσται ἡδονή), τήν δέ στερητικήν οὐκ ἀναγκαῖον· οὐ γάρ εἰ ἄνθρωπος μή ὑπάρχει τινί ζῴῳ, καί ζῷον οὐχ ὑπάρχει τινί ἀνθρώπῳ.
214Aristoteles, Analytica priora, 1, I 3; 8 (auctor 384BC-322BC)
Ἐν δέ τοῖς ἀποφατικοῖς οὐχ ὡσαύτως, ἀλλ᾿ ὅσα μέν ἐνδέχεσθαι λέγεται ἢ τῷ ἐξ ἀνάγκης μή ὑπάρχειν ἢ τῷ μή ἐξ ἀνάγκης ὑπάρχειν, ὁμοίως, οἷον εἴ τις φαίη τόν ἄνθρωπον ἐνδέχεσθαι μή εἶναι ἵππον ἢ τό λευκόν μηδενί ἱματίῳ ὑπάρχειν.
215Aristoteles, Analytica priora, 1, I 4; 2 (auctor 384BC-322BC)
Πρότερον δέ περί συλλογισμοῦ λεκτέον ἢ περί ἀποδείξεως διά τό καθόλου μᾶλλον εἶναι τόν συλλογισμόν· ἡ μέν γάρ ἀπόδειξις συλλογισμός τις, ὁ συλλογισμός δέ οὐ πᾶς ἀπόδειξις.
216Aristoteles, Analytica priora, 1, I 13; 14 (auctor 384BC-322BC)
Ταῦτα μέν οὖν διορισθήσεται μᾶλλον ἐν τοῖς ἑπομένοις· νῦν δέ λέγομεν πότε καί τίς ἔσται συλλογισμός ἐκ τῶν ἐνδεχομένων προτάσεων.
217Aristoteles, Analytica priora, 1, I 13; 16 (auctor 384BC-322BC)
Πρῶτον οὖν εἴπωμεν, εἰ καθ᾿ οὗ τό Γ τό Β ἐνδέχεται, καί καθ᾿ οὗ τό Β τό Α, τίς ἔσται καί ποῖος συλλογισμός· οὕτω γάρ αἱ προτάσεις ἀμφότεραι λαμβάνονται κατά τό ἐνδέχεσθαι, ὅταν δέ καθ᾿ οὗ τό Β ὑπάρχει τό Α ἐνδέχηται, ἡ μέν ὑπάρχουσα ἡ δ᾿ ἐνδεχομένη.
218Aristoteles, Analytica priora, 1, I 15; 15 (auctor 384BC-322BC)
Ὥσπερ οὖν εἴ τις θείη τό μέν Α τάς προτάσεις, τό δέ Β τό συμπέρασμα, συμβαίνοι ἂν οὐ μόνον ἀναγκαίου τοῦ Α ὄντος καί τό Β εἶναι ἀναγκαῖον, ἀλλά καί δυνατοῦ δυνατόν.
219Aristoteles, Analytica priora, 1, I 17; 9 (auctor 384BC-322BC)
Ἀλλά μήν οὐδ᾿ ἐκ τοῦ ἀδυνάτου δειχθήσεται ἀντιστρέφον, οἷον εἴ τις ἀξιώσειεν, ἐπεί ψεῦδος τό ἐνδέχεσθαι τό Β τῷ Α μηδενί ὑπάρχειν, ἀληθές τό μή ἐνδέχεσθαι μηδενί· φάσις γάρ καί ἀπόφασις.
220Aristoteles, Analytica priora, 1, I 17; 13 (auctor 384BC-322BC)
Εἰ οὖν τις ἀξιοίη, ἐπεί οὐκ ἐνδέχεται τό Γ τῷ Δ παντί ὑπάρχειν, ἐξ ἀνάγκης τινί μή ὑπάρχειν αὐτό, ψεῦδος ἂν λαμβάνοι· παντί γάρ ὑπάρχει, ἀλλ᾿ ὅτι ἐν ἐνίοις ἐξ ἀνάγκης ὑπάρχει, διά τοῦτό φαμεν οὐ παντί ἐνδέχεσθαι.
221Aristoteles, Analytica priora, 1, I 27; 9 (auctor 384BC-322BC)
Διαιρετέον δέ καί τῶν ἑπομένων ὅσα τε ἐν τῷ τί ἐστι καί ὅσα ὡς ἴδια καί ὅσα ὡς συμβεβηκότα κατηγορεῖται, καί τούτων ποῖα δοξαστικῶς καί ποῖα κατ᾿ ἀλήθειαν· ὅσῳ μέν γάρ ἂν πλειόνων τοιούτων εὐπορῇ τις, θᾶττον ἐντεύξεται συμπεράσματι, ὅσῳ δ᾿ ἂν ἀληθεστέρων, μᾶλλον ἀποδείξει.
222Aristoteles, Analytica priora, 1, I 32; 6 (auctor 384BC-322BC)
Σκεπτέον οὖν εἴ τι περίεργον εἴληπται καί τι τῶν ἀναγκαίων παραλέλειπται, καί τό μέν θετέον τό δ᾿ ἀφαιρετέον, ἕως ἂν ἔλθῃ τις εἰς τάς δύο προτάσεις· ἄνευ γάρ τούτων οὐκ ἔστιν ἀγαγεῖν τούς οὕτως ἠρωτημένους λόγους.
223Aristoteles, Analytica priora, 1, I 44; 3 (auctor 384BC-322BC)
Οἷον εἰ ὑποθέμενος, ἂν δύναμίς τις μία μή ᾖ τῶν ἐναντίων, μηδ᾿ ἐπιστήμην μίαν εἶναι, εἶτα διαλεχθείη ὅτι οὐκ ἔστι μία δύναμις τῶν ἐναντίων, οἷον τοῦ ὑγιεινοῦ καί τοῦ νοσώδους· ἅμα γάρ ἔσται τό αὐτό ὑγιεινόν καί νοσῶδες.
224Aristoteles, Analytica priora, 2, II 11; 1 (auctor 384BC-322BC)
Τί μέν οὖν ἐστί τό ἀντιστρέφειν καί πῶς ἐν ἑκάστῳ σχήματι καί τίς γίνεται συλλογισμός, φανερόν.
225Aristoteles, Analytica priora, 2, II 15; 8 (auctor 384BC-322BC)
Ὁμοίως δέ καί εἰ πᾶσαν λαβών σπουδαίαν τήν ἰατρικήν μή σπουδαίαν ἔλαβε· τῷ μέν γάρ Β παντί τό Α, τῷ δέ Γ οὐδενί, ὥστε ἡ τίς ἐπιστήμη οὐκ ἔσται ἐπιστήμη.
226Aristoteles, Analytica priora, 2, II 15; 16 (auctor 384BC-322BC)
Εἰ οὖν λάβοι πᾶσαν ἰατρικήν ἐπιστήμην καί μηδεμίαν ἰατρικήν ἐπιστήμην, τό Β παντί τῷ Α εἴληφε καί τό Γ οὐδενί, ὥστ᾿ ἔσται τις ἐπιστήμη οὐκ ἐπιστήμη.
227Aristoteles, Analytica priora, 2, II 15; 17 (auctor 384BC-322BC)
Ὁμοίως δέ καί ἂν μή καθόλου ληφθῇ ἡ Α Β πρότασις· εἰ γάρ ἐστί τις ἰατρική ἐπιστήμη καί πάλιν μηδεμία ἰατρική ἐπιστήμη, συμβαίνει ἐπιστήμην τινά μή εἶναι ἐπιστήμην.
228Aristoteles, Analytica priora, 2, II 16; 2 (auctor 384BC-322BC)
Τούτων μέν οὖν οὐδέν ἐστι τό αἰτεῖσθαι τό ἐξ ἀρχῆς· ἀλλ᾿ ἐπεί τά μέν δι᾿ αὑτῶν πέφυκε γνωρίζεσθαι τά δέ δι᾿ ἄλλων (αἱ μέν γάρ ἀρχαί δι᾿ αὑτῶν, τά δ᾿ ὑπό τάς ἀρχάς δι᾿ ἄλλων), ὅταν τό μή δι᾿ αὑτοῦ γνωστόν δι᾿ αὑτοῦ τις ἐπιχειρῇ δεικνύναι, τότ᾿ αἰτεῖται τό ἐξ ἀρχῆς.
229Aristoteles, Analytica priora, 2, II 16; 6 (auctor 384BC-322BC)
Εἰ οὖν τις ἀδήλου ὄντος ὅτι τό Α ὑπάρχει τῷ Γ, ὁμοίως δέ καί ὅτι τῷ Β, αἰτοῖτο τῷ Β ὑπάρχειν τό Α, οὔπω δῆλον εἰ τό ἐν ἀρχῇ αἰτεῖται, ἀλλ᾿ ὅτι οὐκ ἀποδείκνυσι, δῆλον· οὐ γάρ ἀρχή ἀποδείξεως τό ὁμοίως ἄδηλον.
230Aristoteles, Analytica priora, 2, II 17; 11 (auctor 384BC-322BC)
Ἢ πάλιν εἴ τις ἐπί τό ἄνω λαμβάνοι τό συνεχές, οἷον εἰ τό μέν Α τῷ Β, τῷ δέ Α τό Ε καί τῷ Ε τό Ζ, ψεῦδος δ᾿ εἴη τό ὑπάρχειν τῷ Α τό Ζ· καί γάρ οὕτως οὐδέν ἂν ἧττον εἴη τό ἀδύνατον ἀναιρεθείσης τῆς ἐξ ἀρχῆς ὑποθέσεως.
231Aristoteles, Analytica priora, 2, II 21; 4 (auctor 384BC-322BC)
Πάλιν εἴ τις ἀπατηθείη περί τά ἐκ τῆς αὐτῆς συστοιχίας, οἷον εἰ τό Α ὑπάρχει τῷ Β, τοῦτο δέ τῷ Γ καί τό Γ τῷ Δ, ὑπολαμβάνοι δέ τό Α παντί τῷ Β ὑπάρχειν καί πάλιν μηδενί τῷ Γ· ἅμα γάρ εἴσεταί τε καί οὐχ ὑπολήψεται ὑπάρχειν.
232Aristoteles, Analytica priora, 2, II 21; 13 (auctor 384BC-322BC)
Εἰ οὖν τις οἶδεν ὅτι τό Α, ᾧ τό Β, ὑπάρχει παντί, οἶδε καί ὅτι τῷ Γ.
233Aristoteles, Analytica priora, 2, II 21; 15 (auctor 384BC-322BC)
Ὑπολάβοι γάρ ἄν τις μή εἶναι τό Γ, εἰδώς ὅτι πᾶν τρίγωνον ἔχει δύο ὀρθάς, ὥσθ᾿ ἅμα εἴσεται καί ἀγνοήσει ταὐτόν.
234Aristoteles, Analytica priora, 2, II 21; 37 (auctor 384BC-322BC)
Ἆρ᾿ οὖν τοῦτο μέν ἀναγκαῖον, εἴ τις δώσει τό πρῶτον; ἀλλ᾿ ἴσως ἐκεῖνο ψεῦδος, τό ὑπολαβεῖν τινά κακῷ εἶναι τό ἀγαθῷ εἶναι, εἰ μή κατά συμβεβηκός· πολλαχῶς γάρ ἐγχωρεῖ τοῦθ᾿ ὑπολαμβάνειν.
235Aristoteles, Analytica priora, 2, II 27; 16 (auctor 384BC-322BC)
Τό δέ φυσιογνωμονεῖν δυνατόν ἐστιν, εἴ τις δίδωσιν ἅμα μεταβάλλειν τό σῶμα καί τήν ψυχήν, ὅσα φυσικά ἐστι παθήματα· μαθών γάρ ἴσως μουσικήν μεταβέβληκέ τι τήν ψυχήν, ἀλλ᾿ οὐ τῶν φύσει ἡμῖν ἐστί τοῦτο τό πάθος, ἀλλ᾿ οἷον ὀργαί καί ἐπιθυμίαι τῶν φύσει κινήσεων.
236Aristoteles, Athenaion Politeia, p2, 4, 3; 7 (auctor 384BC-322BC)
εἰ δέ τις τῶν βουλευτῶν, ὅταν ἕδρα βουλῆς ἢ ἐκκλησίας ᾖ, ἐκλείποι τὴν σύνοδον, ἀπέτινον ὁ μὲν πεντακοσιομέδιμνος τρεῖς δραχμάς, ὁ δὲ ἱππεὺς δύο, ζευγίτης δὲ μίαν.
237Aristoteles, Athenaion Politeia, p2, 12, 5; 20 (auctor 384BC-322BC)
εἰ γάρ τις ἄλλος, σολον φρ.
238Aristoteles, Athenaion Politeia, p2, 17, 2; 3 (auctor 384BC-322BC)
διὸ καὶ φανερῶς ληροῦσιν οἱ φάσκοντες ‖ ‖ ἐρώμενον εἶναι Πεισίστρατον Σόλωνος, καὶ στρατηγεῖν ἐν τῷ πρὸς Μεγαρέας πολέμῳ περὶ Σαλαμῖνος· οὐ γὰρ ἐνδέχεται ταῖς ἡλικίαις, ἐάν τις ἀναλογίζηται τὸν ἑκατέρου βίον καὶ ἐφ' οὗ ἀπέθανεν ἄρχοντος.
239Aristoteles, Athenaion Politeia, p2, 22, 6; 11 (auctor 384BC-322BC)
ἐπὶ μὲν οὖν ἔτη γ # τοὺς τῶν τυράννων φίλους ὠστράκιζον, ὧν χάριν ὁ νόμος ἐτέθη, μετὰ δὲ ταῦτα τῷ τετάρτῳ ἔτει καὶ τῶν ἄλλων εἴ τις δοκοίη μείζων εἶναι μεθίσταντο· καὶ πρῶτος ὠστρακίσθη τῶν ἄπωθεν τῆς τυραννίδος Ξάνθιππος ὁ Ἀρίφρονος.
240Aristoteles, Athenaion Politeia, p2, 29, 4; 6 (auctor 384BC-322BC)
ἐὰν δέ τις τούτων χάριν ἢ ζημιοῖ ἢ προσκαλῆται ἢ εἰσάγῃ εἰς δικαστήριον, ἔνδειξιν αὐτοῦ εἶναι καὶ ἀπαγωγὴν πρὸς τοὺς στρατηγούς, τοὺς δὲ στρατηγοὺς παραδοῦναι τοῖς ἕνδεκα θανάτῳ ζημιῶσαι.
241Aristoteles, Athenaion Politeia, p2, 39, 5; 11 (auctor 384BC-322BC)
τὰς δὲ ‖ ‖ δίκας τοῦ φόνου εἶναι κατὰ τὰ πάτρια, εἴ τίς τινα αὐτοχειρίᾳ ἔκτεινεν ἢ ἔτρωσεν.
242Aristoteles, Athenaion Politeia, p2, 40, 2; 2 (auctor 384BC-322BC)
καὶ δοκεῖ τοῦτό τε πολιτεύσασθαι καλῶς Ἀρχῖνος, καὶ μετὰ ταῦτα γραψάμενος τὸ ψήφισμα τὸ Θρασυβούλου παρανόμων, ἐν ᾧ μετεδίδου τῆς πολιτείας πᾶσι τοῖς ἐκ Πειραιέως συγκατελθοῦσι, ὧν ἔνιοι φανερῶς ἦσαν δοῦλοι, καὶ τρίτον, ἐπεί τις ἤρξατο τῶν κατεληλυθότων μνησικακεῖν, ἀπαγαγὼν τοῦτον ἐπὶ τὴν βουλὴν καὶ πείσας ἄκριτον ἀποκτεῖναι, λέγων ὅτι νῦν δείξουσιν, εἰ βούλονται τὴν δημοκρατίαν σῴζειν καὶ τοῖς ὅρκοις ἐμμένειν· ἀφέντας μὲν γὰρ τοῦτον προτρέψειν καὶ τοὺς ἄλλους, ἐὰν δ' ἀνέλωσιν, παράδειγμα ποιήσειν ἅπασιν.
243Aristoteles, Athenaion Politeia, p2, 42, 2; 5 (auctor 384BC-322BC)
μετὰ δὲ ταῦτα δοκιμάζει τοὺς ἐγγραφέντας ἡ βουλή, κἄν τις δόξῃ νεώτερος ὀκτωκαίδεκ' ἐτῶν εἶναι, ζημιοῖ τοὺς δημότας τοὺς ἐγγράψαντας.
244Aristoteles, Athenaion Politeia, p2, 43, 3; 7 (auctor 384BC-322BC)
οἱ δὲ πρυτανεύοντες αὐτῶν πρῶτον μὲν συσσιτοῦσιν ἐν τῇ θόλῳ, λαμβάνοντες ἀργύριον παρὰ τῆς πόλεως, ἔπειτα συνάγουσιν καὶ τὴν βουλὴν καὶ τὸν δῆμον· τὴν μὲν οὖν βουλὴν ὅσαι ἡμέραι, πλὴν ἐάν τις ἀφέσιμος ᾖ, τὸν δὲ δῆμον τετράκις τῆς πρυτανείας ἑκάστης.
245Aristoteles, Athenaion Politeia, p2, 43, 5; 10 (auctor 384BC-322BC)
ἐπὶ δὲ τῆς ἕκτης πρυτανείας πρὸς τοῖς εἰρημένοις καὶ περὶ τῆς ὀστρακοφορίας ἐπιχειροτονίαν διδόασιν, εἰ δοκεῖ ποιεῖν ἢ μή, καὶ συκοφαντῶν προβολὰς τῶν Ἀθηναίων καὶ τῶν μετοίκων μέχρι τριῶν ἑκατέρων, κἄν τις ὑποσχόμενός τι μὴ ποιήσῃ τῷ δήμῳ.
246Aristoteles, Athenaion Politeia, p2, 46, 2; 4 (auctor 384BC-322BC)
ἐξετάζει δὲ καὶ τὰ οἰκοδομήματα τὰ δημόσια πάντα, κἄν τις ἀδικεῖν αὐτῇ δόξῃ, τῷ τε δήμῳ τοῦτον ἀποφαίνει, καὶ καταγνοῦσα παραδίδωσι δικαστηρίῳ.
247Aristoteles, Athenaion Politeia, p2, 48, 1; 2 (auctor 384BC-322BC)
κἄν τις ἐλλίπῃ καταβολήν, ἐνταῦθ' ἐγγέγραπται, καὶ διπλάσιον ἀνάγκη τὸ ἐλλειφθὲν καταβάλλειν ἢ δεδέσθαι, καὶ ταῦτα εἰσπράττειν ἡ βουλὴ καὶ δῆσαι κυρία κατὰ τοὺς νόμους ἐστίν.
248Aristoteles, Athenaion Politeia, p2, 48, 2; 3 (auctor 384BC-322BC)
τῇ μὲν οὖν προτεραίᾳ δέχονται τὰς πάσας καὶ μερίζουσι ταῖς ἀρχαῖς, τῇ δ' ὑστεραίᾳ τόν τε μερισμὸν εἰσφέρουσι γράψαντες ἐν σανίδι καὶ καταλέγουσιν ἐν τῷ βουλευτηρίῳ, καὶ προτιθέασιν ἐν τῇ βουλῇ, εἴ τίς τινα οἶδεν ἀδικοῦντα περὶ τὸν μερισμὸν ἢ ἄρχοντα ἢ ἰδιώτην, καὶ γνώμας ἐπιψηφίζουσιν, ἐάν τίς τι δοκῇ ἀδικεῖν.
249Aristoteles, Athenaion Politeia, p2, 48, 4; 5 (auctor 384BC-322BC)
κληροῦσι δὲ καὶ εὐθύνους ἕνα τῆς φυλῆς ἑκάστης, καὶ παρέδρους β # ἑκάστῳ τῶν εὐθύνων οἷς ἀναγκαῖόν ἐστι ταῖς ἀγοραῖς κατὰ τὸν ἐπώνυμον τὸν τῆς φυλῆς ἑκάστης καθῆσθαι, κἄν τις βούληταί τινι τῶν τὰς εὐθύνας ἐν τῷ δικαστηρίῳ δεδωκότων ἐντὸς γ # ἡμερῶν ἀφ' ἧς ἔδωκε τὰς εὐθύνας εὔθυναν ἄν τ' ἰδίαν ἄν τε δημοσίαν ἐμβαλέσθαι, γράψας εἰς πινάκιον λελευκωμένον τοὔνομα τό θ' αὑτοῦ καὶ τὸ τοῦ φεύγοντος, καὶ τὸ ἀδίκημ' ὅ τι ἂν ἐγκαλῇ, καὶ τίμημα ἐπιγραψάμενος ὅ τι ἂν αὐτῷ δοκῇ, δίδωσιν τῷ εὐθύνῳ· ὁ δὲ λαβὼν τοῦτο καὶ ἀνακρίνας, ἐὰν μὲν καταγνῷ, παραδίδωσιν τὰ μὲν ἴδια τοῖς δικασταῖς τοῖς κατὰ δήμους τοῖς τὴν φυλὴν ταύτην δικάζουσιν, τὰ δὲ δημόσια τοῖς θεσμοθέταις συναναγράφει.
250Aristoteles, Athenaion Politeia, p2, 49, 1; 1 (auctor 384BC-322BC)
δοκιμάζει δὲ καὶ τοὺς ἵππους ἡ βουλή, κἂν μέν τις καλὸν ἵππον ἔχων κακῶς δοκῇ τρέφειν, ζημιοῖ τῷ σίτῳ· τοῖς δὲ μὴ δυναμένοις ἀκολουθεῖν, ἢ μὴ θέλουσι μένειν ἀλλ' ἀνάγουσι, τροχὸν ἐπὶ τὴν γνάθον ἐπιβάλλει, καὶ ὁ τοῦτο παθὼν ἀδόκιμός ἐστι.
251Aristoteles, Athenaion Politeia, p2, 49, 2; 4 (auctor 384BC-322BC)
τοὺς δ' ἱππέας καταλέγουσι μὲν οἱ καταλογεῖς, οὓς ἂν ὁ δῆμος χειροτονήσῃ δέκα ἄνδρας· οὓς δ' ἂν καταλέξωσι, παραδιδόασι τοῖς ἱππάρχοις καὶ φυλάρχοις, οὗτοι δὲ παραλαβόντες εἰσφέρουσι τὸν κατάλογον εἰς τὴν βουλήν, καὶ τὸν πίνακ' ἀνοίξαντες, ἐν ᾧ κατασεσημασμένα τὰ ὀνόματα τῶν ἱππέων ἐστί, τοὺς μὲν ἐξομνυμένους τῶν πρότερον ἐγγεγραμμένων μὴ δυνατοὺς εἶναι τοῖς σώμασιν ἱππεύειν ἐξαλείφουσι, τοὺς δὲ κατειλεγμένους καλοῦσι, κἂν μέν τις ἐξομόσηται μὴ δύνασθαι τῷ σώματι ἱππεύειν ἢ τῇ οὐσίᾳ, τοῦτον ἀφιᾶσιν, τὸν δὲ μὴ ἐξομνύμενον διαχειροτονοῦσιν οἱ βουλευταί, πότερον ἐπιτήδειός ἐστιν ἱππεύειν ἢ οὔ.
252Aristoteles, Athenaion Politeia, p2, 52, 2; 4 (auctor 384BC-322BC)
εἰσὶ δ' ἔμμηνοι προικός, ἐάν τις ὀφείλων μὴ ἀποδῷ, κἄν τις ἐπὶ δραχμῇ δανεισάμενος ἀποστερῇ, κἄν τις ἐν ἀγορᾷ βουλόμενος ἐγράζεσθαι δανείσηται παρά τινος ἀφορμήν· ἔτι δ' αἰκείας καὶ ἐρανικὰς καὶ κοινωνικὰς καὶ ἀνδραπόδων καὶ ὑποζυγίων καὶ τριηραρχικὰς καὶ τραπεζιτικάς.
253Aristoteles, Athenaion Politeia, p2, 53, 5; 11 (auctor 384BC-322BC)
ὁ γὰρ νόμος, ἄν τις μὴ γένηται διαιτητὴς τῆς ἡλικίας αὐτῷ καθηκούσης, ἄτιμον εἶναι κελεύει, πλὴν ἐὰν τύχῃ ἀρχὴν ἄρχων τινὰ ἐν ἐκείνῳ τῷ ἐνιαυτῷ ἢ ἀποδημῶν· οὗτοι δ' ἀτελεῖς εἰσὶ μόνοι.
254Aristoteles, Athenaion Politeia, p2, 53, 6; 12 (auctor 384BC-322BC)
ἔστιν δὲ καὶ εἰσαγγέλλειν εἰς τοὺς διαιτητάς, ἐάν τις ἀδικηθῇ ὑπὸ τοῦ διαιτητοῦ, κἄν τινος καταγνῶσιν, ἀτιμοῦσθαι κελεύουσιν οἱ νόμοι.
255Aristoteles, Athenaion Politeia, p2, 54, 2; 5 (auctor 384BC-322BC)
ἂν δ' ἀδικεῖν καταγνῶσιν, ἀδικίου τιμῶσιν, ἀποτίνεται δὲ τοῦθ' ἁπλοῦν, ἐὰν πρὸ τῆς θ # πρυτανείας ἐκτείσῃ τις, εἰ δὲ μή, διπλοῦται.
256Aristoteles, Athenaion Politeia, p2, 55, 3; 5 (auctor 384BC-322BC)
ἐπερωτῶσιν δ', ὅταν δοκιμάζωσιν, πρῶτον μὲν 'τίς ‖ ‖ σοι πατὴρ καὶ πόθεν τῶν δήμων, καὶ τίς πατρὸς πατήρ, καὶ τίς μήτηρ, καὶ τίς μητρὸς πατὴρ καὶ πόθεν τῶν δήμων'· μετὰ δὲ ταῦτα εἰ ἔστιν αὐτῷ Ἀπόλλων Πατρῷος καὶ Ζεὺς Ἑρκεῖος, καὶ ποῦ ταῦτα τὰ ἱερά ἐστιν, εἶτα ἠρία εἰ ἔστιν καὶ ποῦ ταῦτα, ἔπειτα γονέας εἰ εὖ ποιεῖ, καὶ τὰ τέλη εἰ τελεῖ, καὶ τὰς στρατείας εἰ ἐστράτευται.
257Aristoteles, Athenaion Politeia, p2, 55, 4; 6 (auctor 384BC-322BC)
ταῦτα δ' ἀνερωτήσας, 'κάλει" 3 φησὶν 'τούτων τοὺς μάρτυρας" 3. ἐπειδὰν δὲ παράσχηται τοὺς μάρτυρας, ἐπερωτᾷ 'τούτου βούλεταί τις κατηγορεῖν'· κἂν μὲν ᾖ τις κατήγορος, δοὺς κατηγορίαν καὶ ἀπολογίαν, οὕτω δίδωσιν ἐν μὲν τῇ βουλῇ τὴν ἐπιχειροτονίαν, ἐν δὲ τῷ δικαστηρίῳ τὴν ψῆφον· ἐὰν δὲ μηδεὶς βούληται κατηγορεῖν, εὐθὺς δίδωσι τὴν ψῆφον· καὶ πρότερον μὲν εἷς ἐνέβαλλε τὴν ψῆφον, νῦν δ' ἀνάγκη πάντας ἐστὶ διαψηφίζεσθαι περὶ αὐτῶν, ἵνα ἄν τις πονηρὸς ὢν ἀπαλλάξῃ τοὺς κατηγόρους, ἐπὶ τοῖς δικασταῖς γένηται τοῦτον ἀποδοκιμάσαι.
258Aristoteles, Athenaion Politeia, p2, 56, 2; 2 (auctor 384BC-322BC)
καὶ ὁ μὲν ἄρχων εὐθὺς εἰσελθὼν πρῶτον μὲν κηρύττει, ὅσα τις εἶχεν πρὶν αὐτὸν εἰσελθεῖν εἰς τὴν ἀρχήν, ταῦτ' ἔχειν καὶ κρατεῖν μέχρι ἀρχῆς τέλους.
259Aristoteles, Athenaion Politeia, p2, 56, 3; 4 (auctor 384BC-322BC)
ἔπειτα παραλαβὼν τοὺς χορηγούς, τοὺς ἐνηνεγμένους ὑπὸ τῶν φυλῶν εἰς Διονύσια ἀνδράσιν καὶ παισὶν καὶ κωμῳδοῖς, καὶ εἰς Θαργήλια ἀνδράσιν καὶ παισίν (εἰσὶ δ' οἱ μὲν εἰς Διονύσια κατὰ φυλάς, εἰς Θαργήλια δὲ δυεῖν φυλαῖν εἷς· παρέχει δ' ἐν μέρει ἑκατέρα τῶν φυλῶν) , τούτοις τὰς ἀντιδόσεις ποιεῖ καὶ τὰς σκήψεις εἰσάγει, ἐάν τις ἢ λελῃτουργηκέναι φῇ πρότερον ταύτην τὴν λῃτουργίαν, ἢ ἀτελὴς εἶναι λελῃτουργηκὼς ἑτέραν λῃτουργίαν καὶ τῶν χρόνων αὐτῷ τῆς ἀτελείας μὴ ἐξεληλυθότων, ἢ τὰ ἔτη μὴ γεγονέναι· δεῖ γὰρ τὸν τοῖς παισὶν χορηγοῦντα ὑπὲρ τετταράκοντα ἔτη γεγονέναι.
260Aristoteles, Athenaion Politeia, p2, 56, 6; 10 (auctor 384BC-322BC)
γραφαὶ δὲ καὶ δίκαι λαγχάνονται πρὸς αὐτόν, ἃς ἀνακρίνας εἰς τὸ δικαστήριον εἰσάγει, γονέων κακώσεως (αὗται δ' εἰσὶν ἀζήμιοι τῷ βουλομένῳ διώκειν) , ὀρφανῶν κακώσεως (αὗται δ' εἰσὶ κατὰ τῶν ἐπιτρόπων) , ἐπικλήρου κακώσεως (αὗται δ' εἰσὶ κατὰ τῶν ἐπιτρόπων καὶ τῶν συνοικούντων) , οἴκου ὀρφανικοῦ κακώσεως (εἰσὶ δὲ καὶ αὗται κατὰ τῶν ἐπιτρόπων) , παρανοίας, ἐάν τις αἰτιᾶταί τινα παρανοοῦντα τὰ ὑπάρχοντα ἀπολλύναι, εἰς δατητῶν αἵρεσιν, ἐάν τις μὴ θέλῃ κοινὰ τὰ ὄντα νέμεσθαι, εἰς ἐπιτροπῆς κατάστασιν, εἰς ἐπιτροπῆς διαδικασίαν, εἰς ἐμφανῶν κατάστασιν, ἐπίτροπον αὑτὸν ἐγγράψαι, κλήρων καὶ ἐπικλήρων ἐπιδικασίαι.
261Aristoteles, Athenaion Politeia, p2, 56, 7; 13 (auctor 384BC-322BC)
μισθοῖ δὲ καὶ τοὺς οἴκους τῶν ὀρφανῶν καὶ τῶν ἐπικλήρων, ἕως ἄν τις τετταρακαιδεκέτις γένηται, καὶ τὰ ἀποτιμήματα λαμβάνει, καὶ τοὺς ἐπιτρόπους, ἐὰν μὴ διδῶσι τοῖς παισὶ τὸν σῖτον, οὗτος εἰσπράττει.
262Aristoteles, Athenaion Politeia, p2, 57, 2; 6 (auctor 384BC-322BC)
γραφαὶ δὲ λαγχάνονται πρὸς αὐτὸν ἀσεβείας, κἄν τις ἰερωσύνης ἀμφισβητῇ πρός τινα.
263Aristoteles, Athenaion Politeia, p2, 57, 3; 10 (auctor 384BC-322BC)
τῶν δ' ἀκουσίων καὶ βουλεύσεως, κἂν οἰκέτην ἀποκτείνῃ τις ἢ μέτοικον ἢ ξένον, οἱ ἐπὶ Παλλαδίῳ.
264Aristoteles, Athenaion Politeia, p2, 57, 3; 11 (auctor 384BC-322BC)
ἐὰν δ' ἀποκτεῖναι μέν τις ὁμολογῇ, φῇ δὲ κατὰ τοὺς νόμους, οἷον μοιχὸν λαβών, ἢ ἐν πολέμῳ ἀγνοήσας, ἢ ἐν ἄθλῳ ἀγωνιζόμενος, τούτῳ ἐπὶ Δελφινίῳ δικάζουσιν· ἐὰν δὲ φεύγων φυγὴν ὧν αἴδεσίς ἐστιν, αἰτίαν ἔχῃ ἀποκτεῖναι ἢ τρῶσαί τινα, τούτῳ δ' ἐν Φρεάτου δικάζουσιν, ὁ δ' ἀπολογεῖται προσορμισάμενος ἐν πλοίῳ.
265Aristoteles, Athenaion Politeia, p2, 59, 3; 3 (auctor 384BC-322BC)
εἰσὶ δὲ καὶ γραφαὶ πρὸς αὐτοὺς ὧν παράστασις τίθεται, ξενίας καὶ δωροξενίας, ἄν τις δῶρα δοὺς ἀποφύγῃ τὴν ξενίαν, καὶ συκοφαντίας καὶ δώρων καὶ ψευδεγγραφῆς καὶ ψευδοκλητείας καὶ βουλεύσεως καὶ ἀγραφίου καὶ μοιχείας.
266Aristoteles, Athenaion Politeia, p2, 59, 5; 5 (auctor 384BC-322BC)
εἰσάγουσι δὲ καὶ δίκας ἰδίας, ἐμπορικὰς καὶ μεταλλικάς, καὶ δούλων, ἄν τις τὸν ἐλεύθερον κακῶς λέγῃ.
267Aristoteles, Athenaion Politeia, p2, 60, 2; 5 (auctor 384BC-322BC)
πρότερον δ' ἐπώλει τὸν καρπὸν ἡ πόλις· καὶ εἴ τις ἐξορύξειεν ἐλαίαν μορίαν ἢ κατάξειεν, ἔκρινεν ἡ ἐξ Ἀρείου πάγου βουλή, καὶ εἴ του καταγνοίη, θανάτῳ τοῦτον ἐζημίουν.
268Aristoteles, Athenaion Politeia, p2, 63, 3; 5 (auctor 384BC-322BC)
ἐὰν δέ τις δικάζῃ οἷς μὴ ἔξεστιν, ἐνδείκνυται καὶ εἰς τὸ δικαστήριον εἰσάγεται· ἐὰν δ' ἁλῷ, προστιμῶσιν αὐτῷ οἱ δικασταί, ὅ τι ἂν δοκῇ ἄξιος εἶναι παθεῖν ἢ ἀποτεῖσαι.
269Aristoteles, Athenaion Politeia, p2, 64, 4; 13 (auctor 384BC-322BC)
ὁ δὲ ἄρχων ἐπειδὰν ἴδῃ, ἐμβάλλει τὸ πινάκιον αὐτοῦ εἰς τὸ κιβώτιον, ὅπου ἂν ᾖ ἐπιγεγραμμένον τὸ αὐτὸ στοιχεῖον ὅπερ ἐν τῇ βαλάνῳ, ἵν' εἰς οἷον ἂν λάχῃ εἰσίῃ καὶ μὴ εἰς οἷον ἂν βούληται, μηδὲ ᾖ συναγαγεῖν εἰς δικαστήριον οὓς ἂν βούληταί τις.
270Aristoteles, Athenaion Politeia, p2, 68, 3; 4 (auctor 384BC-322BC)
εἰσὶ δὲ ἀμφορεῖς δύο κείμενοι ἐν τῷ δικαστηρίῳ, ὁ μὲν χαλκοῦς, ὁ δὲ ξύλινος, διαιρετοὶ ὅπως μὴ λάθῃ ὑποβάλλων τις ψήφους, εἰς οὓς ψηφίζονται οἱ δικασταί, ὁ μὲν χαλκοῦς κύριος, ὁ δὲ ξύλινος ἄκυρος, ἔχων ὁ χαλκοῦς ἐπίθημα διερρινημένον, ὥστ' αὐτὴν μόνην χωρεῖν τὴν ψῆφον, ἵνα μὴ δύο ὁ αὐτὸς ἐμβάλλῃ.
271Aristoteles, Categoriae, 1; 2 (auctor 384BC-322BC)
Τούτων γὰρ ὄνομα μόνον κοινόν, ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος· ἂν γάρ τις ἀποδιδῷ τί ἐστιν αὐτῶν ἑκατέρῳ τὸ ζῴῳ εἶναι, ἴδιον ἑκατέρου λόγον ἀποδώσει.
272Aristoteles, Categoriae, 1; 4 (auctor 384BC-322BC)
Ὁ γὰρ ἄνθρωπος καὶ ὁ βοῦς κοινῷ ὀνόματι προσαγορεύεται ζῷον, καὶ ὁ λόγος δὲ τῆς οὐσίας ὁ αὐτός· ἐὰν γὰρ ἀποδιδῷ τις τὸν ἑκατέρου λόγον, τί ἐστιν αὐτῶν ἑκατέρῳ τὸ ζῴῳ εἶναι, τὸν αὐτὸν λόγον ἀποδώσει.
273Aristoteles, Categoriae, 2; 3 (auctor 384BC-322BC)
Τῶν ὄντων τὰ μὲν καθ᾿ ὑποκειμένου τινὸς λέγεται, ἐν ὑποκειμένῳ δὲ οὐδενί ἐστιν, οἷον ἄνθρωπος καθ᾿ ὑποκειμένου μὲν λέγεται τοῦ τινὸς ἀνθρώπου, ἐν ὑποκειμένῳ δὲ οὐδενί ἐστι· τὰ δὲ ἐν ὑποκειμένῳ μέν ἐστι, καθ᾿ ὑποκειμένου δὲ οὐδενὸς λέγεται (ἐν ὑποκειμένῳ δὲ λέγω, ὃ ἔν τινι μὴ ὡς μέρος ὑπάρχον ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστίν), οἷον ἡ τὶς γραμματικὴ ἐν ὑποκειμένῳ μέν ἐστι τῇ ψυχῇ, καθ᾿ ὑποκειμένου δ᾿ οὐδενὸς λέγεται, καὶ τὸ τὶ λευκὸν ἐν ὑποκειμένῳ μὲν τῷ σώματί ἐστιν (ἅπαν γὰρ χρῶμα ἐν σώματι), καθ᾿ ὑποκειμένου δὲ οὐδενὸς λέγεται· τὰ δὲ καθ᾿ ὑποκειμένου τε λέγεται καὶ ἐν ὑποκειμένῳ ἐστίν, οἷον ἡ ἐπιστήμη ἐν ὑποκειμένῳ μέν ἐστι τῇ ψυχῇ, καθ᾿ ὑποκειμένου δὲ λέγεται τῆς γραμματικῆς· τὰ δὲ οὔτ᾿ ἐν ὑποκειμένῳ ἐστὶν οὔτε καθ᾿ ὑποκειμένου τινὸς λέγεται, οἷον ὁ τὶς ἄνθρωπος καὶ ὁ τὶς ἵππος· οὐδὲν γὰρ τῶν τοιούτων οὔτε ἐν ὑποκειμένῳ ἐστὶν οὔτε καθ᾿ ὑποκειμένου λέγεται.
274Aristoteles, Categoriae, 2; 4 (auctor 384BC-322BC)
Ἁπλῶς δὲ τὰ ἄτομα καὶ ἓν ἀριθμῷ κατ᾿ οὐδενὸς ὑποκειμένου λέγεται, ἐν ὑποκειμένῳ δὲ ἔνια οὐδὲν κωλύει εἶναι· ἡ γάρ τις γραμματικὴ τῶν ἐν ὑποκειμένῳ μέν ἐστι, καθ᾿ ὑποκειμένου δὲ οὐδενὸς λέγεται.
275Aristoteles, Categoriae, 3; 1 (auctor 384BC-322BC)
Ὅταν ἕτερον καθ᾿ ἑτέρου κατηγορῆται ὡς καθ᾿ ὑποκειμένου, ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, πάντα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται, οἷον ἄνθρωπος κατὰ τοῦ τινὸς ἀνθρώπου κατηγορεῖται, τὸ δὲ ζῷον κατὰ τοῦ ἀνθρώπου· οὐκοῦν καὶ κατὰ τοῦ τινὸς ἀνθρώπου κατηγορηθήσεται τὸ ζῷον· ὁ γάρ τις ἄνθρωπος καὶ ἄνθρωπός ἐστι καὶ ζῷον.
276Aristoteles, Categoriae, 5; 1 (auctor 384BC-322BC)
Οὐσία δέ ἐστιν ἡ κυριώτατά τε καὶ πρώτως καὶ μάλιστα λεγομένη, ἣ μήτε καθ᾿ ὑποκειμένου τινὸς λέγεται μήτ᾿ ἐν ὑποκειμένῳ τινί ἐστιν, οἷον ὁ τὶς ἄνθρωπος ἢ ὁ τὶς ἵππος.
277Aristoteles, Categoriae, 5; 2 (auctor 384BC-322BC)
Δεύτεραι δὲ οὐσίαι λέγονται, ἐν οἷς εἴδεσιν αἱ πρώτως οὐσίαι λεγόμεναι ὑπάρχουσι, ταῦτά τε καὶ τὰ τῶν εἰδῶν τούτων γένη, οἷον ὁ τὶς ἄνθρωπος ἐν εἴδει μὲν ὑπάρχει τῷ ἀνθρώπῳ, γένος δὲ τοῦ εἴδους ἐστὶ τὸ ζῷον· δεύτεραι οὖν αὗται λέγονται οὐσίαι, οἷον ὅ τε ἄνθρωπος καὶ τὸ ζῷον.
278Aristoteles, Categoriae, 5; 4 (auctor 384BC-322BC)
Καὶ ὁ λόγος δὲ ὁ τοῦ ἀνθρώπου κατὰ τοῦ τινὸς ἀνθρώπου κατηγορηθήσεται· ὁ γάρ τις ἄνθρωπος καὶ ἄνθρωπός ἐστι καὶ ζῷον.
279Aristoteles, Categoriae, 5; 13 (auctor 384BC-322BC)
Ἑὰν γὰρ ἀποδιδῷ τις τὴν πρώτην οὐσίαν τί ἐστι, γνωριμώτερον καὶ οἰκειότερον ἀποδώσει τὸ εἶδος ἀποδιδοὺς ἤπερ τὸ γένος, οἷον τὸν τινὰ ἄνθρωπον ἀποδιδοὺς γνωριμώτερον ἂν ἀποδοίη ἄνθρωπον ἢ ζῷον ἀποδιδούς· τὸ μὲν γὰρ ἴδιον μᾶλλον τοῦ τινὸς ἀνθρώπου, τὸ δὲ κοινότερον.
280Aristoteles, Categoriae, 5; 19 (auctor 384BC-322BC)
Ὡσαύτως δὲ καὶ τῶν πρώτων οὐσιῶν οὐδὲν μᾶλλον ἕτερον ἑτέρου οὐσία ἐστίν· οὐδὲν γὰρ μᾶλλον ὁ τὶς ἄνθρωπος οὐσία ἢ ὁ τὶς βοῦς.
281Aristoteles, Categoriae, 5; 21 (auctor 384BC-322BC)
Τὸν γάρ τινα ἄνθρωπον ἐὰν ἀποδιδῷ τις τί ἐστι, τὸ μὲν εἶδος ἢ τὸ γένος ἀποδιδοὺς οἰκείως ἀποδώσει καὶ γνωριμώτερον ποιήσει ἄνθρωπον ἢ ζῷον ἀποδιδούς· τῶν δ᾿ ἄλλων ὅ τι ἂν ἀποδιδῷ τις, ἀλλοτρίως ἔσται ἀποδεδωκώς, οἷον λευκόν ἢ τρέχει ἢ ὁτιοῦν τῶν τοιούτων ἀποδιδούς.
282Aristoteles, Categoriae, 5; 55 (auctor 384BC-322BC)
Οὐκ ἴδιον δὲ τοῦτο τῆς οὐσίας, ἀλλὰ καὶ ἐπ᾿ ἄλλων πολλῶν, οἷον ἐπὶ τοῦ ποσοῦ· τῷ γὰρ διπήχει ἢ τριπήχει οὐδέν ἐστιν ἐναντίον, οὐδέ γε τοῖς δέκα, οὐδὲ τῶν τοιούτων οὐδενί, εἰ μή τις τὸ πολὺ τῷ ὀλίγῳ φαίη ἐναντίον εἶναι ἢ τὸ μέγα τῷ μικρῷ.
283Aristoteles, Categoriae, 5; 63 (auctor 384BC-322BC)
Μάλιστα δὲ ἴδιον τῆς οὐσίας δοκεῖ εἶναι τὸ ταὐτὸν καὶ ἓν ἀριθμῷ ὂν τῶν ἐναντίων εἶναι δεκτικόν, οἷον ἐπὶ μὲν τῶν ἄλλων οὐκ αν ἔχοι τις τὸ τοιοῦτο προενεγκεῖν, ὅσα μή εἰσιν οὐσίαι, ὃ ἓν ἀριθμῷ ὂν τῶν ἐναντίων δεκτικόν ἐστιν, οἷον τὸ χρῶμα, ὅ ἐστιν ἓν καὶ ταὐτὸν τῷ ἀριθμῷ, οὐκ ἀριθμῷ οὐκ ἔσται φαύλη καὶ σπουδαία· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων, ὅσα μή εἰσιν οὐσίαι.
284Aristoteles, Categoriae, 5; 64 (auctor 384BC-322BC)
Ἡ δέ γε οὐσία ἓν καὶ ταὐτὸν ἀριθμῷ ὂν δεκτικὸν τῶν ἐναντίων ἐστίν, οἷον ὁ τὶς ἄνθρωπος, εἶς καὶ ὁ αὐτὸς ὤν, ὁτὲ μὲν λευκὸς ὁτὲ δὲ μέλας γίνεται, καὶ θερμὸς καὶ ψυχρός, καὶ φαῦλος καὶ σπουδαῖος.
285Aristoteles, Categoriae, 5; 65 (auctor 384BC-322BC)
Ἐπὶ δὲ τῶν ἄλλων οὐδενὸς φαίνεται τὸ τοιοῦτον, εἰ μή τις ἐνίσταιτο τὸν λόγον καὶ τὴν δόξαν φάσκων τῶν ἐναντίων εἷναι δεκτικά.
286Aristoteles, Categoriae, 5; 67 (auctor 384BC-322BC)
Ὡσαύτως δὲ καὶ ἐπὶ τῆς δόξης· εἰ γάρ τις ἀληθῶς δοξάζοι τὸ καθῆσθαί τινα, ἀναστάντος αὐτοῦ ψευδῶς δοξάσει, τὴν αὐτὴν ἔχων περὶ αὐτοῦ δόξαν.
287Aristoteles, Categoriae, 5; 68 (auctor 384BC-322BC)
Εἰ δέ τις καὶ τοῦτο παραδέχοιτο, ἀλλὰ τῷ γε τρόπῳ διαφέρει.
288Aristoteles, Categoriae, 5; 74 (auctor 384BC-322BC)
Εἰ δέ τις καὶ ταῦτα παραδέχοιτο, τὸν λόγον καὶ τὴν δόξαν δεκτικὰ τῶν ἐναντίων εἶναι, οὐκ ἔστιν ἀληθὲς τοῦτο.
289Aristoteles, Categoriae, 6; 16 (auctor 384BC-322BC)
Ἐπὶ δέ γε τοῦ ἀριθμοῦ οὐκ ἂν ἔχοι τις ἐπιδεῖξαι ὡς τὰ μόρια αὐτοῦ θέσιν τινὰ ἔχει πρὸς ἄλληλα ἢ κεῖταί που, ἢ ποῖά γε πρὸς ἄλληλα συνάπτει τῶν μορίων.
290Aristoteles, Categoriae, 6; 23 (auctor 384BC-322BC)
Οἷον ἐὰν ἀποδιδῷ τις πόση τις ἡ πρᾶξίς ἐστι, τῷ χρόνῳ ὁριεῖ, ἐνιαυσιαίαν ἢ οὕτω πως ἀποδιδούς.
291Aristoteles, Categoriae, 6; 27 (auctor 384BC-322BC)
Ἐπὶ μὲν γὰρ τῶν ἀφωρισμένων φανερὸν ὅτι οὐδέν ἐστιν ἐναντίον, οἷον τῷ διπήχει ἢ τριπήχει ἢ τῇ ἐπιφανείᾳ ἢ τῶν τοιούτων τινί· οὐδὲν γάρ ἐστιν αὐτοῖς ἐναντίον, εἰ μὴ ἄρα τὸ πολὺ τῷ ὀλίγῳ φαίη τις εἶναι ἐναντίον ἢ τὸ μέγα τῷ μικρῷ.
292Aristoteles, Categoriae, 6; 33 (auctor 384BC-322BC)
Ἔτι ἐάν τε τιθῇ τις ταῦτα ποσὰ εἶναι ἐάν τε μὴ τιθῇ, οὐκ ἔστιν αὐτοῖς ἐναντίον οὐδέν· ὃ γὰρ μή ἐστιν αὐτὸ καθ᾿ αὑτὸ λαβεῖν ἀλλὰ πρὸς ἕτερον ἀναφέρεται, πῶς ἂν φαίη τις τούτῳ τι ἐναντίον; ἔτι δὲ εἰ ἔσται τὸ μέγα καὶ τὸ μικρὸν ἐναντία, συμβήσεται τὸ αὐτὸ ἅμα τὰ ἐναντία ἐπιδέχεσθαι καὶ αὐτὰ ἑαυτοῖς εἶναι ἐναντία.
293Aristoteles, Categoriae, 6; 43 (auctor 384BC-322BC)
Ὥστε εἰ καὶ μὴ τῶν πρός τι ταῦτά τις ἐρεῖ ἀλλὰ τοῦ ποσοῦ, οὐδὲν ἐναντίον ἕξει.
294Aristoteles, Categoriae, 7; 22 (auctor 384BC-322BC)
Οὕτω δὲ ῥᾷστα ἂν ἴσως τις λάβοι οἷς μὴ κεῖται ὀνόματα, εἰ ἀπὸ τῶν πρώτων καὶ τοῖς πρὸς αὐτὰ ἀντιστρέφουσι τιθείη τὰ ὀνόματα, ὥσπερ ἐπὶ τῶν προειρημένων ἀπὸ τοῦ πτεροῦ τὸ πτερωτὸν καὶ ἀπὸ τοῦ πηδαλίου τὸ πηδαλιωτόν.
295Aristoteles, Categoriae, 7; 36 (auctor 384BC-322BC)
Ὡς γὰρ ἐπὶ τὸ πολὺ προϋπαρχόντων τῶν πραγμάτων τὰς ἐπιστήμας λαμβάνομεν· ἐπ᾿ ὀλίγων γὰρ ἂν ἢ ἐπ᾿ οὐδενὸς ἴδοι τις ἂν ἅμα τῷ ἐπιστητῷ τὴν ἐπιστήμην γινομένην.
296Aristoteles, Categoriae, 7; 47 (auctor 384BC-322BC)
Ὁ γάρ τις ἄνθρωπος οὐ λέγεται τινός τις ἄνθρωπος, οὐδὲ ὁ τὶς βοῦς τινός τις βοῦς.
297Aristoteles, Categoriae, 7; 48 (auctor 384BC-322BC)
Ὡσαύτως δὲ καὶ τὰ μέρη· ἡ γάρ τις χεὶρ οὐ λέγεται τινός τις χεὶρ ἀλλά τινος χείρ, καὶ ἡ τὶς κεφαλὴ οὐ λέγεται τινός τις κεφαλὴ ἀλλά τινος κεφαλή.
298Aristoteles, Categoriae, 7; 53 (auctor 384BC-322BC)
Ἐκ δὲ τούτων δῆλόν ἐστιν ὅτι ἐάν τις εἰδῇ τι ὡρισμένως τῶν πρός τι, κἀκεῖνο πρὸς ὃ λέγεται ὡρισμένως εἴσεται.
299Aristoteles, Categoriae, 7; 55 (auctor 384BC-322BC)
Εἰ γὰρ οἶδέ τις τόδε τι ὅτι ἔστι τῶν πρός τι, ἔστι δὲ τὸ εἶναι τοῖς πρός τι ταὐτὸν τῷ πρός τί πως ἔχειν, κἀκεῖνο οἶδε πρὸς ὃ τοῦτό πως ἔχει· εἰ γὰρ οὐκ οἶδεν ὅλως πρὸς ὃ τοῦτό πως ἔχει, οὐδ᾿ εἰ πρός τί πως ἔχει εἴσεται.
300Aristoteles, Categoriae, 7; 60 (auctor 384BC-322BC)
Ὥστε φανερὸν ὅτι ἀναγκαῖόν ἐστιν, ὃ ἂν εἰδῇ τις τῶν πρός τι ἀφωρισμένως, κἀκεῖνο πρὸς ὃ λέγεται ἀφωρισμένως εἰδέναι.
301Aristoteles, Categoriae, 8; 5 (auctor 384BC-322BC)
Τοιαῦται δὲ αἵ τε ἐπιστῆμαι καὶ αἱ ἀρεταί· ἥ τε γὰρ ἐπιστήμη δοκεῖ τῶν παραμονίμων εἶναι καὶ δυσκινήτων, ἐὰν καὶ μετρίως τις ἐπιστήμην λάβῃ, ἐάν περ μὴ μεγάλη μεταβολὴ γένηται ὑπὸ νόσου ἢ ἄλλου τινὸς τοιούτου· ὡσαύτως δὲ καὶ ἡ ἀρετή, οἷον ἡ δικαιοσύνη καὶ ἡ σωφροσύνη καὶ ἕκαστον τῶν τοιούτων, οὐκ εὐκίνητον δοκεῖ εἶναι οὐδ᾿ εὐμετάβολον.
302Aristoteles, Categoriae, 8; 6 (auctor 384BC-322BC)
Διαθέσεις δὲ λέγονται ἅ ἐστιν εὐκίνητα καὶ ταχὺ μεταβάλλοντα, οἷον θερμότης καὶ κατάψυξις καὶ νόσος καὶ ὑγίεια καὶ ὅσα ἄλλα τοιαῦτα· διάκειται μὲν γάρ πως κατὰ ταύτας ὁ ἄνθρωπος, ταχὺ δὲ μεταβάλλει ἐκ θερμοῦ ψυχρὸς γενόμενος καὶ ἐκ τοῦ ὑγιαίνειν εἰς τὸ νοσεῖν, ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων, εἰ μή τις καὶ αὐτῶν τούτων τυγχάνοι διὰ χρόνου πλῆθος ἤδη πεφυσιωμένη καὶ ἀνίατος ἢ πάνυ δυσκίνητος οὖσα, ἣν ἄν τις ἴσως ἕξιν ἤδη προσαγορεύοι.
303Aristoteles, Categoriae, 8; 20 (auctor 384BC-322BC)
Ὅτι μὲν οὖν γίνονται διὰ πάθος πολλαὶ μεταβολαὶ χρωμάτων, δῆλον· αἰσχυνθεὶς γάρ τις ἐρυθρὸς ἐγένετο καὶ φοβηθεὶς ὠχρὸς καὶ ἕκαστον τῶν τοιούτων· ὥστε καὶ εἴ τις φύσει τῶν τοιούτων τι παθῶν πέπονθεν ἔκ τινων φυσικῶν συμπτωμάτων, τὴν ὁμοίαν χροιὰν εἰκός ἐστιν ἔχειν αὐτόν· ἥτις γὰρ νῦν ἐν τῷ αἰσχυνθῆναι διάθεσις τῶν περὶ τὸ σῶμα ἐγένετο, καὶ κατὰ φυσικὴν σύστασιν ἡ αὐτὴ γένοιτ᾿ ἄν, ὥστε φύσει καὶ τὴν χροιὰν ὁμοίαν γίγνεσθαι.
304Aristoteles, Categoriae, 8; 29 (auctor 384BC-322BC)
Ὅσα δὲ ἀπὸ ταχὺ ἀποκαθισταμένων γίνεται, πάθη λέγεται, οἷον εἰ λυπούμενός τις ὀργιλώτερός ἐστιν· οὐδὲ γὰρ λέγεται ὀργίλος ὁ ἐν τῷ τοιούτῳ πάθει ὀργιλώτερος ὤν, ἀλλὰ μᾶλλον πεπονθέναι τι.
305Aristoteles, Categoriae, 8; 36 (auctor 384BC-322BC)
Ἴσως μὲν οὖν καὶ ἄλλος ἄν τις φανείη τρόπος ποιότητος, ἀλλ᾿ οἵ γε μάλιστα λεγόμενοι σχεδὸν οὗτοί εἰσιν.
306Aristoteles, Categoriae, 8; 52 (auctor 384BC-322BC)
Δικαιοσύνη γὰρ δικαιοσύνης εἰ λέγεται μᾶλλον καὶ ἦττον, ἀπορήσειεν ἄν τις· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων διαθέσεων.
307Aristoteles, Categoriae, 8; 61 (auctor 384BC-322BC)
Οὐ δεῖ δὲ ταράττεσθαι, μή τις ἡμᾶς φήσῃ ὑπὲρ ποιότητος τὴν πρόθεσιν ποιησαμένους πολλὰ τῶν πρός τι συγκαταριθμεῖσθαι· τὰς γὰρ ἕξεις καὶ διαθέσεις τῶν πρός τι εἶναι ἐλέγομεν.
308Aristoteles, Categoriae, 10; 23 (auctor 384BC-322BC)
Στέρησις γάρ τίς ἡ τυφλότης ἐστὶν, τὸ δὲ τυφλὸν εἶναι ἐστερῆσθαι, οὐ στέρησίς ἐστιν.
309Aristoteles, Categoriae, 10; 50 (auctor 384BC-322BC)
Οὔτε γὰρ τυφλὸς γενόμενός τις πάλιν ἀνέβλεψεν, οὔτε φαλακρὸς ὢν πάλιν κομήτης ἐγένετο, οὔτε νωδὸς ὢν ὀδόντας ἔφυσεν.
310Aristoteles, Categoriae, 11; 3 (auctor 384BC-322BC)
Ἐπ᾿ ὀλίγων δ᾿ ἂν τὸ τοιοῦτον ἴδοι τις, ἐπὶ δὲ τῶν πλείστων ἀεὶ τῷ κακῷ τὸ ἀγαθὸν ἐναντίον ἐστίν.
311Aristoteles, Categoriae, 14; 8 (auctor 384BC-322BC)
Τῇ δὲ λοιπῇ τῶν ἀποδοθεισῶν κινήσεων οὐ ῥᾴδιον ἀποδοῦναι τί ποτέ ἐστιν ἐναντίον, ἔοικε δὲ οὐδὲν εἶναι αὐτῇ ἐναντίον, εἰ μή τις καὶ ἐπὶ ταύτης τὴν κατὰ τὸ ποιὸν ἠρεμίαν ἀντιτιθείη ἢ τὴν εἰς τὸ ἐναντίον τοῦ ποιοῦ μεταβολήν, καθάπερ καὶ ἐπὶ τῆς κατὰ τόπον μεταβολῆς τὴν κατὰ τόπον ἠρεμίαν ἢ τὴν εἰς τὸν ἐναντίον τόπον μεταβολήν· ἔστι γὰρ ἡ ἀλλοίωσις μεταβολὴ κατὰ τὸ ποιόν.
312Aristoteles, Categoriae, 15; 3 (auctor 384BC-322BC)
Ἢ ὡς ποσόν, οἷον ὃ τυγχάνει τις ἔχων μέγεθος· λέγεται γὰρ τρίπηχυ μέγεθος ἔχειν ἢ τετράπηχυ.
313Aristoteles, De anima, 1, I 1; 5 (auctor 384BC-322BC)
Καί γάρ ὄντος κοινοῦ τοῦ ζητήματος πολλοῖς ἑτέροις, λέγω δέ τοῦ περί τήν οὐσίαν καί τοῦ τί ἐστι, τάχ’ ἄν τῳ δόξειε μία τις εἶναι μέθοδος κατά πάντων περί ὧν βουλόμεθα γνῶναι τήν οὐσίαν, ὥσπερ καί τῶν κατά συμβεβηκός ἰδίων ἀπόδειξιν, ὥστε ζητητέον ἂν εἴη τήν μέθοδον ταύτην.
314Aristoteles, De anima, 1, I 1; 6 (auctor 384BC-322BC)
Εἰ δέ μή ἐστι μία τις καί κοινή μέθοδος περί τό τί ἐστιν, ἔτι χαλεπώτερον γίνεται τό πραγματευθῆναι· δεήσει γάρ λαβεῖν περί ἕκαστον τίς ὁ τρόπος, ἐάν δέ φανερόν ᾖ, πότερον ἀπόδειξίς τίς ἐστιν ἢ διαίρεσις ἢ καί τις ἄλλη μέθοδος.
315Aristoteles, De anima, 1, I 1; 8 (auctor 384BC-322BC)
Πρῶτον δ’ ἴσως ἀναγκαῖον διελεῖν ἐν τίνι τῶν γενῶν καί τί ἐστι, λέγω δέ πότερον τόδε τι καί οὐσία ἢ ποιόν ἢ ποσόν ἢ καί τις ἄλλη τῶν διαιρεθεισῶν κατηγοριῶν, ἔτι δέ πότερον τῶν ἐν δυνάμει ὄντων ἢ μᾶλλον ἐντελέχειά τις· διαφέρει γάρ οὔ τι σμικρόν.
316Aristoteles, De anima, 1, I 1; 15 (auctor 384BC-322BC)
Εἰ δέ τά ἔργα πρότερον, πάλιν ἄν τις ἀπορήσειεν εἰ τά ἀντικείμενα πρότερον τούτων ζητητέον, οἷον τό αἰσθητόν τοῦ αἰσθητικοῦ καί τό νοητόν τοῦ νοητικοῦ.
317Aristoteles, De anima, 1, I 1; 19 (auctor 384BC-322BC)
Μάλιστα δ’ ἔοικεν ἴδιον τό νοεῖν· εἰ δ’ ἐστί καί τοῦτο φαντασία τις ἢ μή ἄνευ φαντασίας, οὐκ ἐνδέχοιτ’ ἂν οὐδέ τοῦτ’ ἄνευ σώματος εἶναι.
318Aristoteles, De anima, 1, I 1; 25 (auctor 384BC-322BC)
Ὥστε οἱ ὅροι τοιοῦτοι οἷον τό ὀργίζεσθαι κίνησίς τις τοῦ τοιουδί σώματος ἢ μέρους ἢ δυνάμεως ὑπό τοῦδε ἕνεκα τοῦδε.
319Aristoteles, De anima, 1, I 1; 30 (auctor 384BC-322BC)
Τίς οὖν ὁ φυσικός τούτων; Πότερον ὁ περί τήν ὕλην, τόν δέ λόγον ἀγνοῶν, ἢ ὁ περί τόν λόγον μόνον; Ἢ μᾶλλον ὁ ἐξ ἀμφοῖν; Ἐκείνων δέ δή τίς ἑκάτερος; Ἢ οὐκ ἔστι τις ὁ περί τά πάθη τῆς ὕλης τά μή χωριστά, μηδ’ ᾗ χωριστά, ἀλλ’ ὁ φυσικός περί ἅπανθ’ ὅσα τοῦ τοιουδί σώματος καί τῆς τοιαύτης ὕλης ἔργα καί πάθη· ὁπόσα δέ μή ᾖ τοιαῦτα, ἄλλος, καί περί τινῶν μέν τεχνίτης, ἐάν τύχῃ, οἷον τέκτων ἢ ἰατρός, τῶν δέ μή χωριστῶν μέν, ᾗ δέ μή τοιούτου σώματος πάθη καί ἐξ ἀφαιρέσεως, ὁ μαθηματικός, ᾗ δέ κεχωρισμένα, ὁ πρῶτος φιλόσοφος.
320Aristoteles, De anima, 1, I 2; 13 (auctor 384BC-322BC)
Ὁμοίως δέ καί Ἀναξαγόρας ψυχήν εἶναι λέγει τήν κινοῦσαν, καί εἴ τις ἄλλος εἴρηκεν ὡς τό πᾶν ἐκίνησε νοῦς, οὐ μήν παντελῶς γ’ ὥσπερ Δημόκριτος.
321Aristoteles, De anima, 1, I 2; 39 (auctor 384BC-322BC)
Πάντα γάρ τά στοιχεῖα κριτήν εἴληφε, πλήν τῆς γῆς· ταύτην δ’ οὐθείς ἀποπέφανται, πλήν εἴ τις αὐτήν εἴρηκεν ἐκ πάντων εἶναι τῶν στοιχείων ἢ πάντα.
322Aristoteles, De anima, 1, I 3; 20 (auctor 384BC-322BC)
Τήν δέ ψυχήν μάλιστα φαίη τις ἂν ὑπό τῶν αἰσθητῶν κινεῖσθαι, εἴπερ κινεῖται.
323Aristoteles, De anima, 1, I 3; 36 (auctor 384BC-322BC)
Εἰ δ’ ἱκανόν θιγεῖν ὁτῳοῦν τῶν μορίων, τί δεῖ κύκλῳ κινεῖσθαι ἢ καί ὅλως μέγεθος ἔχειν; Εἰ δ’ ἀναγκαῖον νοῆσαι τῷ ὅλῳ κύκλῳ θιγόντα, τίς ἐστιν ἡ τοῖς μορίοις θίξις; Ἔτι δέ πῶς νοήσει τό μεριστόν ἀμερεῖ καί τό ἀμερές μεριστῷ; Ἀναγκαῖον δέ τόν νοῦν εἶναι τόν κύκλον τοῦτον.
324Aristoteles, De anima, 1, I 3; 53 (auctor 384BC-322BC)
Παραπλήσιον δέ λέγουσιν ὥσπερ εἴ τις φαίη τήν τεκτονικήν εἰς αὐλούς ἐνδύεσθαι· δεῖ γάρ τήν μέν τέχνην χρῆσθαι τοῖς ὀργάνοις, τήν δέ ψυχήν τῷ σώματι.
325Aristoteles, De anima, 1, I 4; 1 (auctor 384BC-322BC)
Καί ἄλλη δέ τις δόξα παραδέδοται περί ψυχῆς, πιθανή μέν πολλοῖς οὐδεμιᾶς ἧττον τῶν λεγομένων, λόγους δ’ ὥσπερ εὐθύνας δεδωκυῖα καί τοῖς ἐν κοινῷ γινομένοις λόγοις· ἁρμονίαν γάρ τινα αὐτήν λέγουσι· καί γάρ τήν ἁρμονίαν κρᾶσιν καί σύνθεσιν ἐναντίων εἶναι, καί τό σῶμα συγκεῖσθαι ἐξ ἐναντίων.
326Aristoteles, De anima, 1, I 4; 2 (auctor 384BC-322BC)
Καίτοι γε ἡ μέν ἁρμονία λόγος τίς ἐστι τῶν μιχθέντων ἢ σύνθεσις, τήν δέ ψυχήν οὐδέτερον οἷόν τ’ εἶναι τούτων.
327Aristoteles, De anima, 1, I 4; 5 (auctor 384BC-322BC)
Φανερώτατον δ’ εἴ τις ἀποδιδόναι πειραθείη τά πάθη καί τά ἔργα τῆς ψυχῆς ἁρμονίᾳ τινί· χαλεπόν γάρ ἐφαρμόζειν.
328Aristoteles, De anima, 1, I 4; 9 (auctor 384BC-322BC)
Ἀπαιτήσειε δ’ ἄν τις τοῦτό γε καί παρ’ Ἐμπεδοκλέους· ἕκαστον γάρ αὐτῶν λόγῳ τινί φησιν εἶναι· πότερον οὖν ὁ λόγος ἐστίν ἡ ψυχή, ἢ μᾶλλον ἕτερόν τι οὖσα ἐγγίνεται τοῖς μέλεσιν; Ἔτι δέ πότερον ἡ φιλία τῆς τυχούσης αἰτία μίξεως ἢ τῆς κατά τόν λόγον; Καί αὕτη πότερον ὁ λόγος ἐστίν ἢ παρά τόν λόγον ἕτερόν τι; Ταῦτα μέν οὖν ἔχει τοιαύτας ἀπορίας· εἰ δ’ ἐστίν ἕτερον ἡ ψυχή τῆς μίξεως, τί δή ποτε ἅμα τῷ σαρκί εἶναι ἀναιρεῖται καί τῷ τοῖς ἄλλοις μορίοις τοῦ ζῴου; Πρός δέ τούτοις εἴπερ μή ἕκαστον τῶν μορίων ψυχήν ἔχει, εἰ μή ἐστιν ἡ ψυχή ὁ λόγος τῆς μίξεως, τί ἐστιν ὃ φθείρεται τῆς ψυχῆς ἀπολειπούσης; Ὅτι μέν οὖν οὔθ’ ἁρμονίαν οἷόν τ’ εἶναι τήν ψυχήν οὔτε κύκλῳ περιφέρεσθαι, δῆλον ἐκ τῶν εἰρημένων.
329Aristoteles, De anima, 1, I 4; 11 (auctor 384BC-322BC)
Εὐλογώτερον δ’ ἀπορήσειεν ἄν τις περί αὐτῆς ὡς κινουμένης, εἰς τά τοιαῦτα ἀποβλέψας.
330Aristoteles, De anima, 1, I 4; 13 (auctor 384BC-322BC)
Ὅθεν οἰηθείη τις ἂν αὐτήν κινεῖσθαι· τό δ’ οὐκ ἔστιν ἀναγκαῖον· εἰ γάρ καί ὅτι μάλιστα τό λυπεῖσθαι ἢ χαίρειν ἢ διανοεῖσθαι κινήσεις εἰσί, καί ἕκαστον κινεῖσθαι τούτων, τό δέ κινεῖσθαί ἐστιν ὑπό τῆς ψυχῆς, οἷον τό ὀργίζεσθαι ἢ φοβεῖσθαι τῷ τήν καρδίαν ὡδί κινεῖσθαι, τό δέ διανοεῖσθαι ἢ τοιοῦτον ἴσως ἢ ἕτερόν τι· τούτων δέ συμβαίνει τά μέν κατά φοράν τινῶν κινουμένων, τά δέ κατ’ ἀλλοίωσιν.
331Aristoteles, De anima, 1, I 4; 15 (auctor 384BC-322BC)
Τό δέ λέγειν ὀργίζεσθαι τήν ψυχήν ὅμοιον κἂν εἴ τις λέγοι τήν ψυχήν ὑφαίνειν ἢ οἰκοδομεῖν· βέλτιον γάρ ἴσως μή λέγειν τήν ψυχήν ἐλεεῖν ἢ μανθάνειν ἢ διανοεῖσθαι, ἀλλά τόν ἄνθρωπον τῇ ψυχῇ.
332Aristoteles, De anima, 1, I 4; 17 (auctor 384BC-322BC)
Ὁ δέ νοῦς ἔοικεν ἐγγίνεσθαι οὐσία τις οὖσα, καί οὐ φθείρεσθαι.
333Aristoteles, De anima, 1, I 4; 26 (auctor 384BC-322BC)
Ἔτι δ’ ἀριθμοῦ μέν ἐάν ἀφέλῃ τις ἀριθμόν ἢ μονάδα, λείπεται ἄλλος ἀριθμός· τά δέ φυτά καί τῶν ζῴων πολλά διαιρούμενα ζῇ, καί δοκεῖ τήν αὐτήν ψυχήν ἔχειν τῷ εἴδει.
334Aristoteles, De anima, 1, I 4; 30 (auctor 384BC-322BC)
Ἑνδέχεται δέ δή πως μονάδα ταύτην εἶναι· δεῖ γάρ ὑπάρχειν τινά αὐτῇ διαφοράν πρός τάς ἄλλας· στιγμῆς δέ μοναδικῆς τίς ἂν εἴη διαφορά πλήν θέσις; Εἰ μέν οὖν εἰσίν ἕτεραι αἱ ἐν τῷ σώματι μονάδες καί αἱ στιγμαί, ἐν τῷ αὐτῷ ἔσονται αἱ μονάδες· καθέξει γάρ χώραν στιγμῆς.
335Aristoteles, De anima, 1, I 5; 1 (auctor 384BC-322BC)
Συμβαίνει δέ, καθάπερ εἴπομεν, τῇ μέν ταὐτό λέγειν τοῖς σῶμά τι λεπτομερές αὐτήν τιθεῖσι, τῇ δ’, ὥσπερ Δημόκριτος κινεῖσθαί φησιν ὑπό τῆς ψυχῆς, ἴδιον τό ἄτοπον· εἴ περ γάρ ἐστιν ἡ ψυχή ἐν παντί τῷ αἰσθανομένῳ σώματι, ἀναγκαῖον ἐν τῷ αὐτῷ δύο εἶναι σώματα, εἰ σῶμά τι ἡ ψυχή· τοῖς δ’ ἀριθμόν λέγουσιν, ἐν τῇ μιᾷ στιγμῇ πολλάς στιγμάς ἢ πᾶν σῶμα ψυχήν ἔχειν, εἰ μή διαφέρων τις ἀριθμός ἐγγίνεται καί ἄλλος τις τῶν ὑπαρχουσῶν ἐν τῷ σώματι στιγμῶν.
336Aristoteles, De anima, 1, I 5; 4 (auctor 384BC-322BC)
Δῆλον δ’ εἴ τις ἐπιχειρήσειεν ἐκ τοῦ λόγου τούτου τά πάθη καί τά ἔργα τῆς ψυχῆς ἀποδιδόναι, οἷον λογισμούς, αἰσθήσεις, ἡδονάς, λύπας, ὅσα ἄλλα τοιαῦτα· ὥσπερ γάρ εἴπομεν πρότερον, οὐδέ μαντεύσασθαι ῥᾴδιον ἐξ αὐτῶν.
337Aristoteles, De anima, 1, I 5; 13 (auctor 384BC-322BC)
Τοῦτο δ’ ὅτι ἀδύνατον, οὐθέν δεῖ λέγειν· τίς γάρ ἂν ἀπορήσειεν εἰ ἔνεστιν ἐν τῇ ψυχῇ λίθος ἢ ἄνθρωπος; Ὁμοίως δέ καί τό ἀγαθόν καί τό μή ἀγαθόν.
338Aristoteles, De anima, 1, I 5; 26 (auctor 384BC-322BC)
Ἀπορήσειε δ’ ἄν τις καί τί ποτ’ ἐστί τό ἑνοποιοῦν αὐτά· ὕλῃ γάρ ἔοικε τά γε στοιχεῖα· κυριώτατον γάρ ἐκεῖνο τό συνέχον ὅ τί ποτ’ ἐστίν· τῆς δέ ψυχῆς εἶναί τι κρεῖττον καί ἄρχον ἀδύνατον· ἀδυνατώτερον δ’ ἔτι τοῦ νοῦ· εὔλογον γάρ τοῦτον εἶναι προγενέστατον καί κύριον κατά φύσιν, τά δέ στοιχεῖά φασι πρῶτα τῶν ὄντων εἶναι.
339Aristoteles, De anima, 1, I 5; 30 (auctor 384BC-322BC)
Εἰ δέ τις καί ταῦτα παραχωρήσειε, καί θείη τόν νοῦν μέρος τι τῆς ψυχῆς, ὁμοίως δέ καί τό αἰσθητικόν, οὐδ’ ἂν οὕτω λέγοιεν καθόλου περί πάσης ψυχῆς οὐδέ περί ὅλης οὐδέ μιᾶς.
340Aristoteles, De anima, 1, I 5; 37 (auctor 384BC-322BC)
Τοῦτο δ’ ἔχει τινάς ἀπορίας· διά τίνα γάρ αἰτίαν ἐν μέν τῷ ἀέρι ἢ τῷ πυρί οὖσα ἡ ψυχή οὐ ποιεῖ ζῷον, ἐν δέ τοῖς μικτοῖς, καί ταῦτα βελτίων ἐν τούτοις εἶναι δοκοῦσα; Ἐπιζητήσειε γάρ ἄν τις καί διά τίν’ αἰτίαν ἡ ἐν τῷ ἀέρι ψυχή τῆς ἐν τοῖς ζῴοις βελτίων ἐστί καί ἀθανατωτέρα.
341Aristoteles, De anima, 1, I 5; 49 (auctor 384BC-322BC)
Ἀπορήσειε δ’ ἄν τις καί περί τῶν μορίων αὐτῆς, τίν’ ἔχει δύναμιν ἕκαστον ἐν τῷ σώματι.
342Aristoteles, De anima, 1, I 5; 55 (auctor 384BC-322BC)
Ἔοικε δέ καί ἡ ἐν τοῖς φυτοῖς ἀρχή ψυχή τις εἶναι· μόνης γάρ ταύτης κοινωνεῖ καί ζῷα καί φυτά.
343Aristoteles, De anima, 2, II 1; 1 (auctor 384BC-322BC)
Τά μέν δή ὑπό τῶν πρότερον παραδεδομένα περί ψυχῆς εἰρήσθω· πάλιν δ’ ὥσπερ ἐξ ὑπαρχῆς ἐπανίωμεν, πειρώμενοι διορίσαι τί ἐστι ψυχή καί τίς ἂν εἴη κοινότατος λόγος αὐτῆς.
344Aristoteles, De anima, 2, II 2; 24 (auctor 384BC-322BC)
Τούτων δ’ ἡ μέν ἐπιστήμη τε καί ὑγίεια μορφή καί εἶδός τι καί λόγος καί οἷον ἐνέργεια τοῦ δεκτικοῦ, ἡ μέν τοῦ ἐπιστημονικοῦ, ἡ δέ τοῦ ὑγιαστικοῦ (δοκεῖ γάρ ἐν τῷ πάσχοντι καί διατιθεμένῳ ἡ τῶν ποιητικῶν ὑπάρχειν ἐνέργεια), ἡ ψυχή δέ τοῦτο ᾧ ζῶμεν καί αἰσθανόμεθα καί διανοούμεθα πρώτως, ὥστε λόγος τις ἂν εἴη καί εἶδος, ἀλλ’ οὐχ ὕλη καί τό ὑποκείμενον.
345Aristoteles, De anima, 2, II 2; 28 (auctor 384BC-322BC)
Ὅτι μέν οὖν ἐντελέχειά τίς ἐστι καί λόγος τοῦ δύναμιν ἔχοντος εἶναι τοιούτου, φανερόν ἐκ τούτων.
346Aristoteles, De anima, 2, II 3; 16 (auctor 384BC-322BC)
Ὥστε καθ’ ἕκαστον ζητητέον, τίς ἑκάστου ψυχή, οἷον τίς φυτοῦ καί τίς ἀνθρώπου ἢ θηρίου.
347Aristoteles, De anima, 2, II 4; 17 (auctor 384BC-322BC)
Ἔστι δέ καί ἀλλοίωσις καί αὔξησις κατά ψυχήν· ἡ μέν γάρ αἴσθησις ἀλλοίωσίς τις εἶναι δοκεῖ, αἰσθάνεται δ’ οὐθέν ὃ μή ἔχει ψυχήν.
348Aristoteles, De anima, 2, II 4; 23 (auctor 384BC-322BC)
Διό καί ἐν τοῖς φυτοῖς καί ἐν τοῖς ζῴοις ὑπολάβοι τις ἂν τοῦτο εἶναι τό ἐργαζόμενον.
349Aristoteles, De anima, 2, II 5; 2 (auctor 384BC-322BC)
Ἡ δ’ αἴσθησις ἐν τῷ κινεῖσθαί τε καί πάσχειν συμβαίνει, καθάπερ εἴρηται· δοκεῖ γάρ ἀλλοίωσίς τις εἶναι.
350Aristoteles, De anima, 2, II 5; 10 (auctor 384BC-322BC)
Πρῶτον μέν οὖν ὡς τοῦ αὐτοῦ ὄντος τοῦ πάσχειν καί τοῦ κινεῖσθαι καί τοῦ ἐνεργεῖν λέγωμεν· καί γάρ ἔστιν ἡ κίνησις ἐνέργειά τις, ἀτελής μέντοι, καθάπερ ἐν ἑτέροις εἴρηται.
351Aristoteles, De anima, 2, II 5; 17 (auctor 384BC-322BC)
Οὐκ ἔστι δ’ ἁπλοῦν οὐδέ τό πάσχειν, ἀλλά τό μέν φθορά τις ὑπό τοῦ ἐναντίου, τό δέ σωτηρία μᾶλλον τοῦ δυνάμει ὄντος ὑπό τοῦ ἐντελεχείᾳ ὄντος καί ὁμοίου, οὕτως ὡς δύναμις ἔχει πρός ἐντελέχειαν· θεωροῦν γάρ γίγνεται τό ἔχον τήν ἐπιστήμην, ὅπερ ἢ οὐκ ἔστιν ἀλλοιοῦσθαι (εἰς αὐτό γάρ ἡ ἐπίδοσις καί εἰς ἐντελέχειαν) ἢ ἕτερον γένος ἀλλοιώσεως.
352Aristoteles, De anima, 2, II 6; 6 (auctor 384BC-322BC)
Τά μέν οὖν τοιαῦτα λέγεται ἴδια ἑκάστου, κοινά δέ κίνησις, ἠρεμία, ἀριθμός, σχῆμα, μέγεθος· τά γάρ τοιαῦτα οὐδεμιᾶς ἐστίν ἴδια, ἀλλά κοινά πάσαις· καί γάρ ἁρῇ κίνησίς τίς ἐστιν αἰσθητή καί ὄψει.
353Aristoteles, De anima, 2, II 7; 16 (auctor 384BC-322BC)
Καί οὐκ ὀρθῶς Ἐμπεδοκλῆς, οὐδ’ εἴ τις ἄλλος οὕτως εἴρηκεν, ὡς φερομένου τοῦ φωτός καί γιγνομένου ποτέ μεταξύ τῆς γῆς καί τοῦ περιέχοντος, ἡμᾶς δέ λανθάνοντος· τοῦτο γάρ ἐστι καί παρά τήν ἐν τῷ λόγῳ ἀλήθειαν καί παρά τά φαινόμενα· ἐν μικρῷ μέν γάρ διαστήματι λάθοι ἄν, ἀπ’ ἀνατολῆς δ’ ἐπί δυσμάς τό λανθάνειν μέγα λίαν τό αἴτημα.
354Aristoteles, De anima, 2, II 7; 23 (auctor 384BC-322BC)
Σημεῖον δέ τούτου φανερόν· ἐάν γάρ τις θῇ τό ἔχον χρῶμα ἐπ’ αὐτήν τήν ὄψιν, οὐκ ὄψεται· ἀλλά τό μέν χρῶμα κινεῖ τό διαφανές, οἷον τόν ἀέρα, ὑπό τούτου δέ συνεχοῦς ὄντος κινεῖται τό αἰσθητήριον.
355Aristoteles, De anima, 2, II 7; 28 (auctor 384BC-322BC)
Ὁ δ’ αὐτός λόγος καί περί ψόφου καί ὀσμῆς ἐστίν· οὐθέν γάρ αὐτῶν ἁπτόμενον τοῦ αἰσθητηρίου ποιεῖ τήν αἴσθησιν, ἀλλ’ ὑπό μέν ὀσμῆς καί ψόφου τό μεταξύ κινεῖται, ὑπό δέ τούτου τῶν αἰσθητηρίων ἑκάτερον· ὅταν δ’ ἐπ’ αὐτό τις ἐπιθῇ τό αἰσθητήριον τό ψοφοῦν ἢ τό ὄζον, οὐδεμίαν αἴσθησιν ποιήσει.
356Aristoteles, De anima, 2, II 8; 2 (auctor 384BC-322BC)
Ἔστι δέ διττός ὁ ψόφος· ὁ μέν γάρ ἐνέργειά τις, ὁ δέ δύναμις· τά μέν γάρ οὔ φαμεν ἔχειν ψόφον, οἷον σπόγγον, ἔρια, τά δ’ ἔχειν, οἷον χαλκόν καί ὅσα στερεά καί λεῖα, ὅτι δύναται ψοφῆσαι.
357Aristoteles, De anima, 2, II 8; 11 (auctor 384BC-322BC)
Διό ἐάν ταχέως καί σφοδρῶς πληγῇ, ψοφεῖ· δεῖ γάρ φθάσαι τήν κίνησιν τοῦ ῥαπίζοντος τήν θρύψιν τοῦ ἀέρος, ὥσπερ ἂν εἰ σωρόν ἢ ὁρμαθόν ψάμμου τύπτοι τις φερόμενον ταχύ.
358Aristoteles, De anima, 2, II 8; 26 (auctor 384BC-322BC)
Καί διά τοῦτό φασιν ἀκούειν τῷ κενῷ καί ἠχοῦντι, ὅτι ἀκούομεν τῷ ἔχοντι ὡρισμένον τόν ἀέρα, Πότερον δέ ψοφεῖ τό τυπτόμενον ἢ τό τύπτον; ἢ καί ἄμφω, τρόπον δ’ ἕτερον· ἔστι γάρ ὁ ψόφος κίνησις τοῦ δυναμένου κινεῖσθαι τόν τρόπον τοῦτον ὅνπερ τά ἀφαλλόμενα ἀπό τῶν λείων, ὅταν τις κρούσῃ.
359Aristoteles, De anima, 2, II 8; 33 (auctor 384BC-322BC)
Ἡ δέ φωνή ψόφος τίς ἐστιν ἐμψύχου· τῶν γάρ ἀψύχων οὐθέν φωνεῖ, ἀλλά καθ’ ὁμοιότητα λέγεται φωνεῖν, οἷον αὐλός καί λύρα καί ὅσα ἄλλα τῶν ἀψύχων ἀπότασιν ἔχει καί μέλος καί διάλεκτον· ἔοικε γάρ ὅτι καί ἡ φωνή ταῦτ’ ἔχει, πολλά δέ τῶν ζῴων οὐκ ἔχουσι φωνήν, οἷον τά τε ἄναιμα καί τῶν ἐναίμων ἰχθύες.
360Aristoteles, De anima, 2, II 8; 34 (auctor 384BC-322BC)
Καί τοῦτ’ εὐλόγως, εἴπερ ἀέρος κίνησίς τίς ἐστιν ὁ ψόφος.
361Aristoteles, De anima, 2, II 8; 43 (auctor 384BC-322BC)
Οὐ γάρ πᾶς ζῴου ψόφος φωνή, καθάπερ εἴπομεν (ἔστι γάρ καί τῇ γλώττῃ ψοφεῖν καί ὡς οἱ βήττοντες), ἀλλά δεῖ ἔμψυχόν τε εἶναι τό τύπτον καί μετά φαντασίας τινός· σημαντικός γάρ δή τις ψόφος ἐστίν ἡ φωνή, καί οὐ τοῦ ἀναπνεομένου ἀέρος, ὥσπερ ἡ βήξ· ἀλλά τούτῳ τύπτει τόν ἐν τῇ ἀρτηρίᾳ πρός αὐτήν.
362Aristoteles, De anima, 2, II 10; 8 (auctor 384BC-322BC)
Δοκεῖ δ’ εἶναι ἀρχή τό ποτόν καί ἄποτον· γεῦσις γάρ τις ἀμφότερα· ἀλλά τό μέν φαύλη καί φθαρτική τῆς γεύσεως, τό δέ κατά φύσιν.
363Aristoteles, De anima, 2, II 10; 12 (auctor 384BC-322BC)
Σημεῖον δέ τό μήτε κατάξηρον οὖσαν τήν γλῶτταν αἰσθάνεσθαι μήτε λίαν ὑγράν· αὕτη γάρ ἁφή γίνεται τοῦ πρώτου ὑγροῦ, ὥσπερ ὅταν προγευματίσας τις ἰσχυροῦ χυμοῦ γεύηται ἑτέρου· καί οἷον τοῖς κάμνουσι πικρά πάντα φαίνεται διά τό τῇ γλώττῃ πλήρει τοιαύτης ὑγρότητος αἰσθάνεσθαι.
364Aristoteles, De anima, 2, II 11; 9 (auctor 384BC-322BC)
Καί γάρ νῦν εἴ τις περί τήν σάρκα περιτείνειεν οἷον ὑμένα ποιήσας, ὁμοίως τήν αἴσθησιν εὐθέως ἁψάμενος ἐνσημαίνει· καίτοι δῆλον ὡς οὐκ ἔστιν ἐν τούτῳ τό αἰσθητήριον· εἰ δέ καί συμφυές γένοιτο, θᾶττον ἔτι διικνοῖτ’ ἂν ἡ αἴσθησις.
365Aristoteles, De anima, 2, II 11; 10 (auctor 384BC-322BC)
Διό τό τοιοῦτο μόριον τοῦ σώματος ἔοικεν οὕτως ἔχειν ὥσπερ ἂν εἰ κύκλῳ ἡμῖν περιεπεφύκει ὁ ἀήρ· ἐδοκοῦμεν γάρ ἂν ἑνί τινι αἰσθάνεσθαι καί ψόφου καί χρώματος καί ὀσμῆς, καί μία τις αἴσθησις εἶναι ὄψις ἀκοή ὄσφρησις.
366Aristoteles, De anima, 2, II 11; 16 (auctor 384BC-322BC)
Ἀπορήσειε δ’ ἄν τις, εἰ πᾶν σῶμα βάθος ἔχει· τοῦτο δ’ ἐστί τό τρίτον μέγεθος· ὧν δ’ ἐστί δύο σωμάτων μεταξύ σῶμά τι, οὐκ ἐνδέχεται ταῦτα ἀλλήλων ἅπτεσθαι.
367Aristoteles, De anima, 2, II 11; 28 (auctor 384BC-322BC)
Αὐτοῦ δέ τοῦ αἰσθητηρίου ἁπτομένου οὔτ’ ἐκεῖ οὔτ’ ἐνταῦθα γένοιτ’ ἂν αἴσθησις, οἷον εἴ τις σῶμα τό λευκόν ἐπί τοῦ ὄμματος θείη τό ἔσχατον.
368Aristoteles, De anima, 2, II 12; 3 (auctor 384BC-322BC)
Ἔστι μέν οὖν ταὐτόν, τό δ’ εἶναι ἕτερον· μέγεθος μέν γάρ ἄν τι εἴη τό αἰσθανόμενον· οὐ μήν τό γε αἰσθητικῷ εἶναι, οὐδ’ ἡ αἴσθησις μέγεθός ἐστιν, ἀλλά λόγος τις καί δύναμις ἐκείνου.
369Aristoteles, De anima, 2, II 12; 6 (auctor 384BC-322BC)
Ἀπορήσειε δ’ ἄν τις εἰ πάθοι ἄν τι ὑπ’ ὀσμῆς τό ἀδύνατον ὀσφρανθῆναι, ἢ ὑπό χρώματος τό μή δυνάμενον ἰδεῖν· ὁμοίως δέ καί ἐπί τῶν ἄλλων.
370Aristoteles, De anima, 3, III 1; 1 (auctor 384BC-322BC)
Ὅτι δ’ οὐκ ἔστιν αἴσθησις ἑτέρα παρά τάς πέντε (λέγω δέ ταύτας ὄψιν, ἀκοήν, ὄσφρησιν, γεῦσιν, ἁφήν), ἐκ τῶνδε πιστεύσειεν ἄν τις.
371Aristoteles, De anima, 3, III 1; 2 (auctor 384BC-322BC)
Εἰ γάρ παντός οὗ ἐστίν αἴσθησις ἁφή, καί νῦν αἴσθησιν ἔχομεν (πάντα γάρ τά τοῦ ἁπτοῦ ᾗ ἁπτόν πάθη τῇ ἁφῇ ἡμῖν αἰσθητά ἐστιν), ἀνάγκη τ’, εἴπερ ἐκλείπει τις αἴσθησις, καί αἰσθητήριόν τι ἡμῖν ἐκλείπειν· καί ὅσων μέν αὐτῶν ἁπτόμενοι αἰσθανόμεθα, τῇ ἁφῇ αἰσθητά ἐστιν, ἣν τυγχάνομεν ἔχοντες· ὅσα δέ διά τῶν μεταξύ, καί μή αὐτῶν ἁπτόμενοι τοῖς ἁπλοῖς, λέγω δ’ οἷον ἀέρι καί ὕδατι.
372Aristoteles, De anima, 3, III 1; 19 (auctor 384BC-322BC)
Ζητήσειε δ’ ἄν τις τίνος ἕνεκα πλείους ἔχομεν αἰσθήσεις, ἀλλ’ οὐ μίαν μόνην.
373Aristoteles, De anima, 3, III 2; 4 (auctor 384BC-322BC)
Ἔτι δ’ εἰ καί ἑτέρα εἴη τῆς ὄψεως αἴσθησις, ἢ εἰς ἄπειρον εἶσιν ἢ αὐτή τις ἔσται αὑτῆς.
374Aristoteles, De anima, 3, III 2; 6 (auctor 384BC-322BC)
Ἔχει δ’ ἀπορίαν· εἰ γάρ τό τῇ ὄψει αἰσθάνεσθαί ἐστιν ὁρᾶν, ὁρᾶται δέ χρῶμα ἢ τό ἔχον, εἰ ὄψεταί τις τό ὁρῶν, καί χρῶμα ἕξει τό ὁρῶν πρῶτον.
375Aristoteles, De anima, 3, III 2; 11 (auctor 384BC-322BC)
Ὅταν δ’ ἐνεργῇ τό δυνάμενον ἀκούειν καί ψοφῇ τό δυνάμενον ψοφεῖν, τότε ἡ κατ’ ἐνέργειαν ἀκοή ἅμα γίνεται καί ὁ κατ’ ἐνέργειαν ψόφος, ὧν εἴπειεν ἄν τις τό μέν εἶναι ἄκουσιν τό δέ ψόφησιν.
376Aristoteles, De anima, 3, III 2; 21 (auctor 384BC-322BC)
Εἰ δ’ ἡ συμφωνία φωνή τίς ἐστιν, ἡ δέ φωνή καί ἡ ἀκοή ἔστιν ὡς ἕν ἐστι καί ἔστιν ὡς οὐχ ἓν τό αὐτό, λόγος δ’ ἡ συμφωνία, ἀνάγκη καί τήν ἀκοήν λόγον τινά εἶναι.
377Aristoteles, De anima, 3, III 3; 13 (auctor 384BC-322BC)
Εἰ δή ἐστιν ἡ φαντασία καθ’ ἣν λέγομεν φάντασμά τι ἡμῖν γίγνεσθαι καί μή εἴ τι κατά μεταφοράν λέγομεν, μία τίς ἐστι τούτων δύναμις ἤ ἕξις, καθ’ ἣν κρίνομεν καί ἀληθεύομεν ἢ ψευδόμεθα.
378Aristoteles, De anima, 3, III 3; 32 (auctor 384BC-322BC)
Ἀλλ’ ἐπειδή ἐστι κινηθέντος τουδί κινεῖσθαι ἕτερον ὑπό τούτου, ἡ δέ φαντασία κίνησίς τις δοκεῖ εἶναι καί οὐκ ἄνευ αἰσθήσεως γίγνεσθαι ἀλλ’ αἰσθανομένοις καί ὧν αἴσθησις ἐστίν, ἔστι δέ γίνεσθαι κίνησιν ὑπό τῆς ἐνεργείας τῆς αἰσθήσεως, καί ταύτην ὁμοίαν ἀνάγκη εἶναι τῇ αἰσθήσει, εἴη ἂν αὕτη ἡ κίνησις οὔτε ἄνευ αἰσθήσεως ἐνδεχομένη οὔτε μή αἰσθανομένοις ὑπάρχειν, καί πολλά κατ’ αὐτήν καί ποιεῖν καί πάσχειν τό ἔχον, καί εἶναι καί ἀληθῆ καί ψευδῆ.
379Aristoteles, De anima, 3, III 4; 6 (auctor 384BC-322BC)
Διό οὐδέ μεμῖχθαι εὔλογον αὐτόν τῷ σώματι· ποιός τις γάρ ἂν γίγνοιτο, ψυχρός ἢ θερμός, ἢ κἂν ὄργανόν τι εἴη, ὥσπερ τῷ αἰσθητικῷ· νῦν δ’ οὐθέν ἐστιν.
380Aristoteles, De anima, 3, III 4; 12 (auctor 384BC-322BC)
Τῷ μέν οὖν αἰσθητικῷ τό θερμόν καί τό ψυχρόν κρίνει, καί ὧν λόγος τις ἡ σάρξ· ἄλλῳ δέ ἤτοι χωριστῷ, ἢ ὡς ἡ κεκλασμένη ἔχει πρός αὑτήν ὅταν ἐκταθῇ, τό σαρκί εἶναι κρίνει.
381Aristoteles, De anima, 3, III 4; 16 (auctor 384BC-322BC)
Ἀπορήσειε δ’ ἄν τις, εἰ ὁ νοῦς ἁπλοῦν ἐστί καί ἀπαθές καί μηθενί μηθέν ἔχει κοινόν, ὥσπερ φησίν Ἀναξαγόρας, πῶς νοήσει, εἰ τό νοεῖν πάσχειν τί ἐστιν.
382Aristoteles, De anima, 3, III 5; 2 (auctor 384BC-322BC)
Καί ἔστιν ὁ μέν τοιοῦτος νοῦς τῷ πάντα γίνεσθαι, ὁ δέ τῷ πάντα ποιεῖν, ὡς ἕξις τις, οἷον τό φῶς· τρόπον γάρ τινα καί τό φῶς ποιεῖ τά δυνάμει ὄντα χρώματα ἐνεργείᾳ χρώματα.
383Aristoteles, De anima, 3, III 6; 1 (auctor 384BC-322BC)
Ἡ μέν οὖν τῶν ἀδιαιρέτων νόησις ἐν τούτοις, περί ἃ οὐκ ἔστι τό ψεῦδος· ἐν οἷς δέ καί τό ψεῦδος καί τό ἀληθές, σύνθεσίς τις ἤδη νοημάτων ὥσπερ ἓν ὄντων, καθάπερ Ἐμπεδοκλῆς ἔφη ᾗ πολλῶν μέν κόρσαι ἀναύχενες ἐβλάστησαν, ἔπειτα συντίθεσθαι τῇ φιλίᾳ.
384Aristoteles, De anima, 3, III 7; 18 (auctor 384BC-322BC)
Τά δέ ἐν ἀφαιρέσει λεγόμενα νοεῖ ὥσπερ ἂν εἰ τό σιμόν, ᾗ μέν σιμόν, οὐ κεχωρισμένως, ᾗ δέ κοῖλον, εἴ τις ἐνόει ἐνεργείᾳ, ἄνευ τῆς σαρκός ἂν ἐνόει ἐν ᾗ τό κοῖλον.
385Aristoteles, De anima, 3, III 9; 3 (auctor 384BC-322BC)
Τρόπον γάρ τινα ἄπειρα φαίνεται, καί οὐ μόνον ἅ τινες λέγουσι διορίζοντες, λογιστικόν καί θυμικόν καί ἐπιθυμητικόν, οἱ δέ τό λόγον ἔχον καί τό ἄλογον· κατά γάρ τάς διαφοράς δι’ ἃς ταῦτα χωρίζουσι, καί ἄλλα φανεῖται μόρια μείζω διάστασιν ἔχοντα τούτων, περί ὧν καί νῦν εἴρηται, τό τε θρεπτικόν, ὃ καί τοῖς φυτοῖς ὑπάρχει καί πᾶσι τοῖς ζῴοις, καί τό αἰσθητικόν, ὃ οὔτε ὡς ἄλογον οὔτε ὡς λόγον ἔχον θείη ἄν τις ῥᾳδίως.
386Aristoteles, De anima, 3, III 9; 4 (auctor 384BC-322BC)
Ἔτι δέ τό φανταστικόν, ὃ τῷ μέν εἶναι πάντων ἕτερον, τινί δέ τούτων ταὐτόν ἢ ἕτερον, ἔχει πολλήν ἀπορίαν, εἴ τις θήσει κεχωρισμένα μόρια τῆς ψυχῆς.
387Aristoteles, De anima, 3, III 10; 1 (auctor 384BC-322BC)
Φαίνεται δέ γε δύο ταῦτα κινοῦντα, ἢ ὄρεξις ἢ νοῦς, εἴ τις τήν φαντασίαν τιθείη ὡς νόησίν τινα· πολλά γάρ παρά τήν ἐπιστήμην ἀκολουθοῦσι ταῖς φαντασίαις, καί ἐν τοῖς ἄλλοις ζῴοις οὐ νόησις οὐδέ λογισμός ἐστιν, ἀλλά φαντασία.
388Aristoteles, De anima, 3, III 10; 10 (auctor 384BC-322BC)
Ἡ δ’ ὄρεξις κινεῖ παρά τόν λογισμόν· ἡ γάρ ἐπιθυμία ὄρεξίς τις ἐστίν.
389Aristoteles, De anima, 3, III 10; 18 (auctor 384BC-322BC)
Ἐπειδή δ’ ἐστί τρία, ἓν μέν τό κινοῦν, δεύτερον δ’ ᾧ κινεῖ, τρίτον τό κινούμενον· τό δέ κινοῦν διττόν, τό μέν ἀκίνητον, τό δέ κινοῦν καί κινούμενον· ἔστι δέ τό μέν ἀκίνητον τό πρακτόν ἀγαθόν, τό δέ κινοῦν καί κινούμενον τό ὀρεκτικόν (κινεῖται γάρ τό κινούμενον ᾗ ὀρέγεται, καί ἡ κίνησις ὄρεξίς τίς ἐστιν ᾗ ἐνέργεια), τό δέ κινούμενον τό ζῷον· ᾧ δέ κινεῖ ὀργάνῳ ἡ ὄρεξις, ἤδη τοῦτο σωματικόν ἐστιν· διό ἐν τοῖς κοινοῖς σώματος καί ψυχῆς ἔργοις θεωρητέον περί αὐτοῦ.
390Aristoteles, De anima, 3, III 12; 15 (auctor 384BC-322BC)
Διό καί ἡ γεῦσίς ἑστιν ὥσπερ ἁφή τις· τροφῆς γάρ ἐστιν, ἡ δέ τροφή τό σῶμα τό ἁπτόν.
391Aristoteles, De anima, 3, III 12; 21 (auctor 384BC-322BC)
Ὥσ περ γάρ τό κινοῦν κατά τόπον μέχρι τοῦ μεταβάλλειν ποιεῖ, καί τό ὦσαν ἕτερον ποιεῖ ὥστε ὠθεῖν, καί ἔστι διά μέσου ἡ κίνησις, καί δή τό μέν πρῶτον κινοῦν ὠθεῖ οὐκ ὠθούμενον, τό δ’ ἔσχατον μόνον ὠθεῖται οὐκ ὦσαν, τό δέ μέσον ἄμφω, πολλά δέ μέσα, οὕτως ἐπ’ ἀλλοιώσεως, πλήν ὅτι μένοντος ἐν τῷ αὐτῷ τόπῳ ἀλλοιοῖ, οἷον εἰ εἰς κηρόν βάψειέ τις, μέχρι τούτου ἐκινήθη, ἕως ἔβαψεν· λίθος δέ οὐδέν, ἀλλ’ ὕδωρ μέχρι πόρρω.
392Aristoteles, De arte poetica, 1; 7 (auctor 384BC-322BC)
Οὐδέν γάρ ἂν ἔχοιμεν ὀνομάσαι κοινόν τούς Σώφρονος καί Ξενάρχου μίμους καί τούς Σωκρατικούς λόγους, οὐδέ εἴ τις διά τριμέτρων ἢ ἐλεγείων ἢ τῶν ἄλλων τινῶν τῶν τοιούτων ποιοῖτο τήν μίμησιν· πλήν οἱ ἄνθρωποί γε συνάπτοντες τῷ μέτρῳ τό ποιεῖν ἐλεγειοποιούς τούς δέ ἐποποιούς ὀνομάζουσιν, οὐχ ὡς τούς κατά μίμησιν ποιητάς ἀλλά κοινῇ κατά τό μέτρον προσαγορεύοντες.
393Aristoteles, De arte poetica, 1; 10 (auctor 384BC-322BC)
Ὁμοίως δέ κἂν εἴ τις ἅπαντα τά μέτρα μιγνύων ποιοῖτο τήν μίμησιν, καθάπερ Χαιρήμων ἐποίησε Κένταυρον μικτήν ῥαψῳδίαν ἐξ ἁπάντων τῶν μέτρων, οὐκ ἤδη καί ποιητήν προσαγορευτέον.
394Aristoteles, De arte poetica, 2; 4 (auctor 384BC-322BC)
Ὁμοίως δέ καί περί τούς διθυράμβους καί περί τούς νόμους, ὡς Πέρσας καί Κύκλωπας Τιμόθεος καί Φιλόξενος, μιμήσαιτο ἄν τις.
395Aristoteles, De arte poetica, 3; 1 (auctor 384BC-322BC)
Ἔτι δέ τούτων τρίτη διαφορά τό ὡς ἕκαστα τούτων μιμήσαιτο ἄν τις.
396Aristoteles, De arte poetica, 5; 5 (auctor 384BC-322BC)
Τίς δέ πρόσωπα ἀπέδωκεν ἢ προλόγους ἢ πλήθη ὑποκριτῶν καί ὅσα τοιαῦτα, ἠγνόηται.
397Aristoteles, De arte poetica, 6; 8 (auctor 384BC-322BC)
Ἀνάγκη οὖν πάσης τραγῳδίας μέρη εἶναι ἕξ, καθ᾿ἃ ποιά τις ἐστίν ἡ τραγῳδία· ταῦτα δ᾿ ἐστί μῦθος καί ἤθη καί λέξις καί διάνοια καί ὄψις καί μελοποιία.
398Aristoteles, De arte poetica, 6; 11 (auctor 384BC-322BC)
Μέγιστον δέ τούτων ἐστίν ἡ τῶν πραγμάτων σύστασις· ἡ γάρ τραγῳδία μίμησίς ἐστιν οὐκ ἀνθρώπων ἀλλά πράξεως καί βίου καί εὐδαιμονίας καί κακοδαιμονίας· καί γάρ ἡ εὐδαιμονία ἐν πράξει ἐστί, καί τό τέλος πρᾶξίς τις ἐστίν, οὐ ποιότης.
399Aristoteles, De arte poetica, 6; 17 (auctor 384BC-322BC)
Ἔτι ἐάν τις ἐφεξῆς θῇ ῥήσεις ἠθικάς καί λέξεις καί διανοίας εὖ πεποιημένας, οὐ ποιήσει ὃ ἦν τῆς τραγῳδίας ἔργον, ἀλλά πολύ μᾶλλον ἡ καταδεεστέροις τούτοις κεχρημένη τραγῳδία, ἔχουσα δέ μῦθον καί σύστασιν πραγμάτων.
400Aristoteles, De arte poetica, 6; 21 (auctor 384BC-322BC)
Παραπλήσιον γάρ ἐστι καί ἐπί τῇς γραφικῆς· εἰ γάρ τις ἐναλείψειε τοῖς καλλίστοις φαρμάκοις χύδην, οὐκ ἂν ὁμοίως εὐφράνειεν καί λευκογραφήσας εἰκόνα.
401Aristoteles, De arte poetica, 6; 25 (auctor 384BC-322BC)
Ἔστι δέ ἦθος μέν τό τοιοῦτον ὃ δηλοῖ τήν προαίρεσιν ὁποία τις· διόπερ οὐκ ἔχουσιν ἦθος τῶν λόγων ἐν οἷς μηδ᾿ ὅλως ἔστιν ὅ τι προαιρεῖται ἢ φεύγει ὁ λέγων.
402Aristoteles, De arte poetica, 9; 2 (auctor 384BC-322BC)
Ὁ γάρ ἱστορικός καί ὁ ποιητής οὐ τῷ ἢ ἔμμετρα λέγειν ἢ ἄμετρα διαφέρουσιν· εἴη γάρ ἂν τά Ἡροδότου εἰς μέτρα τεθῆναι, καί οὐδέν ἧττον ἂν εἴη ἱστορία τις μετά μέτρου ἢ ἄνευ μέτρων· ἀλλά τούτῳ διαφέρει, τῷ τόν μέν τά γενόμενα λέγειν, τόν δέ οἷα ἂν γένοιτο.
403Aristoteles, De arte poetica, 11; 5 (auctor 384BC-322BC)
Εἰσί μέν οὗν καί ἄλλαι ἀναγνωρίσεις· καί γάρ πρός ἄψυχα καί τά τυχόντα ἔστιν ὅτε, ὥσπερ εἴρηται, συμβαίνει, καί εἰ πέπραγέ τις ἢ μή πέπραγεν, ἔστιν ἀναγωρίσαι· ἀλλ᾿ ἡ μάλιστα τοῦ μύθου καί ἡ μάλιστα τῆς πράξεως ἡ εἰρημένη ἐστίν.
404Aristoteles, De arte poetica, 11; 8 (auctor 384BC-322BC)
Ἐπεί δ᾿ ἡ ἀναγνώρισις τινῶν ἐστίν ἀναγνώρισις, αἱ μέν θατέρου πρός τόν ἕτερον μόνον, ὅταν ᾖ δῆλος ἕτερος τίς ἐστιν, ὁτέ δ᾿ ἀμφοτέρους δεῖ ἀναγνωρίσαι, οἷον ἡ μέν Ἰφιγένεια τῷ Ὀρέστῃ ἀνεγνωρίσθη ἐκ τῆς πέμψεως τῆς ἐπιστολῆς, ἐκείνῳ δέ πρός τήν Ἰφιγένειαν ἄλλης ἔδει ἀναγνωρίσεως.
405Aristoteles, De arte poetica, 14; 2 (auctor 384BC-322BC)
Δεῖ γάρ καί ἄνευ τοῦ ὁρᾶν οὕτω συνεστάναι τόν μῦθον ὥστε τόν ἀκούοντα τά πράγματα γινόμενα καί φρίττειν καί ἐλεεῖν ἐκ τῶν συμβαινόντων· ἅπερ ἂν πάθοι τις ἀκούων τόν τοῦ Οἰδίποδος μῦθον.
406Aristoteles, De arte poetica, 15; 7 (auctor 384BC-322BC)
Τέταρτον δέ τό ὁμαλόν· κἂν γάρ ἀνώμαλός τις ᾖ ὁ τήν μίμησιν παρέχων καί τοιοῦτον ἦθος ὑποτιθείς, ὅμως ὁμαλῶς ἀνώμαλον δεῖ εἶναι.
407Aristoteles, De arte poetica, 16; 9 (auctor 384BC-322BC)
Τετάρτη δέ ἡ ἐκ συλλογισμοῦ, οἷον ἐν Χοηφόροις, ὅτι ὅμοιός τις ἐλήλυθεν, ὅμοιος δέ οὐθείς ἀλλ᾿ ἢ Ὀρέστης· οὗτος ἄρα ἐλήλυθεν.
408Aristoteles, De arte poetica, 16; 13 (auctor 384BC-322BC)
Ἔστι δέ τις καί συνθετή ἐκ παραλογισμοῦ τοῦ θεάτρου, οἷον ἐν τῷ Ὀδυσσεῖ τῷ ψευδαγγέλῳ· τό μέν γάρ τόξον ἔφη γνώσεσθαι ὃ οὐχ ἑωράκει, ὁ δέ, ὡς δι᾿ ἐκείνου ἀναγνωριοῦντος, διά τούτου ἐποίησε παραλογισμόν.
409Aristoteles, De arte poetica, 18; 10 (auctor 384BC-322BC)
Ἐποποιικόν δέ λέγω τό πολύμυθον, οἷον εἴ τις τόν τῆς Ἰλιάδος ὅλον ποιοῖ μῦθον.
410Aristoteles, De arte poetica, 19; 9 (auctor 384BC-322BC)
Τί γάρ ἄν τις ὑπολάβοι ἡμαρτῆσθαι ἃ Πρωταγόρας ἐπιτιμᾷ, Ὅτι εὔχεσθαι οἰόμενος ἐπιτάττει εἰπών Μῆνιν ἄειδε θεά; Τό γάρ κελεῦσαι, φησί, ποιεῖν τι ἢ μή ἐπίταξίς ἐστιν.
411Aristoteles, De arte poetica, 22; 5 (auctor 384BC-322BC)
Ἀλλ᾿ ἄν τις ἅπαντα τοιαῦτα ποιήσῃ, ἢ αἴνιγμα ἔσται ἢ βαρβαρισμός.
412Aristoteles, De arte poetica, 22; 12 (auctor 384BC-322BC)
Ὥστε οὐκ ὀρθῶς ψέγουσιν οἱ ἐπιτιμῶντες τῷ τοιούτῳ τρόπῳ τῆς διαλέκτου καί διακωμῳδοῦντες τόν ποιητήν, οἷον Εὐκλείδης ὁ ἀρχαῖος, ὡς ῥᾴδιον ποιεῖν, εἴ τις δώσει ἐκτείνειν ἐφ᾿ ὁπόσον βούλεται, ἰαμβοποιήσας ἐν αὐτῇ τῇ λέξει· ἠτίχαριν εἶδον Μαραθῶνάδε βαδίζοντα, καί οὐκ ἂν γεράμενος τόν ἐκείνου ἐλλέβορον.
413Aristoteles, De arte poetica, 22; 15 (auctor 384BC-322BC)
Καί ἐπί τῆς γλώττης δέ καί ἐπί τῶν μεταφορῶν καί ἐπί τῶν ἄλλων ἰδεῶν μετατιθείς ἄν τις τά κύρια ὀνόματα κατίδοι ὅτι ἀληθῆ λέγομεν· οἷον τό αὐτό ποιήσαντος ἰαμβεῖον Αἰσχύλου καί Εὐριπίδου, ἓν δέ μόνον ὄνομα μεταθέντος, ἀντί κυρίου εἰωθότος γλῶτταν, τό μέν φαίνεται καλόν τό δ᾿ εὐτελές.
414Aristoteles, De arte poetica, 22; 17 (auctor 384BC-322BC)
Καί νῦν δέ μ᾿ ἐών ὀλίγος τε καί οὐτιδανός καί ἄκικυς, εἴ τις λέγοι τά κύρια μετατιθείς νῦν δέ μ᾿ ἐών μικρός τε καί ἀσθενικός καί ἀειδής.
415Aristoteles, De arte poetica, 22; 26 (auctor 384BC-322BC)
Καί ἐν μέν τοῖς ἡρωϊκοῖς ἅπαντα χρήσιμα τά εἰρημένα· ἐν δέ τοῖς ἰαμβείοις, διά τό ὅτι μάλιστα λέξιν μιμεῖσθαι, ταῦτα ἁρμόττει τῶν ὀνομάτων ὅσοις κἂν ἐν λόγοις τις χρήσαιτο· ἔστι δέ τά τοιαῦτα τό κύριον καί μεταφορά καί κόσμος.
416Aristoteles, De arte poetica, 24; 13 (auctor 384BC-322BC)
Εἰ γάρ τις ἐν ἄλλῳ τινί μέτρῳ διηγηματικήν μίμησιν ποιοῖτο ἢ ἐν πολλοῖς, ἀπρεπές ἂν φαίνοιτο· τό γάρ ἡρωϊκόν στασιμώτατον καί ὀγκωδέστατον τῶν μέτρων ἐστίν, διό καί γλώττας καί μεταφοράς δέχεται μάλιστα· περιττή γάρ καί ἡ διηγηματική μίμησις τῶν ἄλλων.
417Aristoteles, De arte poetica, 24; 15 (auctor 384BC-322BC)
Ἔτι δέ ἀτοπώτερον εἰ μιγνύοι τις αὐτά, ὥσπερ Χαιρήμων.
418Aristoteles, De arte poetica, 25; 2 (auctor 384BC-322BC)
Ἐπεί γάρ ἐστι μιμητής ὁ ποιητής, ὥσπερ ἂν εἰ ζωγράφος ἤ τις ἄλλος εἰκονοποιός, ἀνάγκη μιμεῖσθαι τριῶν ὄντων τόν ἀριθμόν ἕν τι ἀεί· ἢ γάρ οἷα ἦν ἢ ἔστιν, ἢ οἷα φασί καί δοκεῖ, ἢ οἷα εἶναι δεῖ.
419Aristoteles, De arte poetica, 25; 31 (auctor 384BC-322BC)
Τό δέ ποσαχῶς ἐνδέχεται ὡδί πως μάλιστ᾿ ἄν τις ὑπολάβοι κατά τήν καταντικρύ ἢ ὡς Γλαύκων λέγει, ὅτι ἔνιοι ἀλόγως προϋπολαμβάνουσι, καί αὐτοί καταψηφισάμενοι συλλογίζονται, καί ὡς εἰρηκότες ὅτι δοκεῖ ἐπιτιμῶσιν, ἂν ὑπεναντίον ᾖ τῇ αὐτῶν οἰήσει.
420Aristoteles, De arte poetica, 26; 1 (auctor 384BC-322BC)
Πότερον δέ βελτίων ἡ ἐποποιική μίμησις ἢ ἡ τραγική, διαπορήσειεν ἄν τις.
421Aristoteles, De arte poetica, 26; 11 (auctor 384BC-322BC)
Ἔτι ἡ τραγῳδία καί ἄνευ κινήσεως ποιεῖ τό αὑτῆς, ὥσπερ ἡ ἐποποιία· διά γάρ τοῦ ἀναγινώσκειν φανερά ὁποία τις ἐστίν.
422Aristoteles, De arte poetica, 26; 15 (auctor 384BC-322BC)
Ἔτι τῷ ἐν ἐλάττονι μήκει τό τέλος τῆς μιμήσεως εἶναι· τό γάρ ἀθροώτερον ἥδιον ἢ πολλῷ κεκραμένον τῷ χρόνῳ, λέγω δέ οἷον εἴ τις τόν Οἰδίπουν θείη τόν Σοφοκλέους ἐν ἔπεσιν ὅσοις ἡ Ἰλιάς.
423Aristoteles, De caelo, 1, 1, 2; 9 (auctor 384BC-322BC)
Ἐκεῖνοι δὲ διὰ τὸ μηθὲν μὲν ἄλλο παρὰ τὴν τῶν αἰσθητῶν οὐσίαν ὑπολαμβάνειν εἶναι, τοιαύτας δέ τινας νοῆσαι πρῶτοι φύσεις, εἴπερ ἔσται τις γνῶσις ἢ φρόνησις, οὕτω μετήνεγκαν ἐπὶ ταῦτα τοὺς ἐκεῖθεν λόγους.
424Aristoteles, De caelo, 1, 2, 1; 3 (auctor 384BC-322BC)
Ἀλλὰ μὴν εἰ παρὰ φύσιν ἐστί τις κίνησις, ἀνάγκη εἶναι καὶ κατὰ φύσιν, παρ´ ἣν αὕτη· καὶ εἰ πολλαὶ αἱ παρὰ φύσιν, τὴν κατὰ φύσιν μίαν· κατὰ φύσιν μὲν γὰρ ἁπλῶς, παρὰ φύσιν δ´ ἔχει πολλὰς ἕκαστον.
425Aristoteles, De caelo, 1, 2, 3; 8 (auctor 384BC-322BC)
Διὸ καὶ Λευκίππῳ καὶ Δημοκρίτῳ, τοῖς λέγουσιν ἀεὶ κινεῖσθαι τὰ πρῶτα σώματα ἐν τῷ κενῷ καὶ τῷ ἀπείρῳ, λεκτέον τίνα κίνησιν καὶ τίς ἡ κατὰ φύσιν αὐτῶν κίνησις.
426Aristoteles, De caelo, 1, 2, 4; 12 (auctor 384BC-322BC)
Εἰ δὲ κατὰ φύσιν ἐκινεῖτο, ἀνάγκη κόσμον εἶναι, ἐάν τις βούληται θεωρεῖν ἐπιστήσας· τό τε γὰρ πρῶτον κινοῦν ἀνάγκη κινεῖν ἑαυτὸ κινούμενον κατὰ φύσιν, καὶ τὰ κινούμενα μὴ βίᾳ, ἐν τοῖς οἰκείοις ἠρεμοῦντα τόποις, ποιεῖν ἥνπερ ἔχουσι νῦν τάξιν, τὰ μὲν βάρος ἔχοντα ἐπὶ τὸ μέσον, τὰ δὲ κουφότητα ἔχοντα ἀπὸ τοῦ μέσου· ταύτην δ´ ὁ κόσμος ἔχει τὴν διάταξιν.
427Aristoteles, De caelo, 1, 2, 5; 13 (auctor 384BC-322BC)
Ἔτι δὲ τοσοῦτον ἐπανέροιτ´ ἄν τις, πότερον οὐχ οἷόν τ´ ἦν κινούμενα ἀτάκτως καὶ μίγνυσθαι τοιαύτας μίξεις ἔνια, ἐξ ὧν συνίσταται τὰ κατὰ φύσιν συνιστάμενα σώματα, λέγω δ´ οἷον ὀστᾶ καὶ σάρκας, καθάπερ Ἐμπεδοκλῆς φησὶ γίνεσθαι ἐπὶ τῆς φιλότητος· λέγει γὰρ ὡς -πολλαὶ μὲν κόρσαι ἀναύχενες ἐβλάστησαν.
428Aristoteles, De caelo, 1, 2, 6; 14 (auctor 384BC-322BC)
Τοῖς δ´ ἄπειρα ἐν ἀπείρῳ τὰ κινούμενα ποιοῦσιν, εἰ μὲν ἓν τὸ κινοῦν, ἀνάγκη μίαν φέρεσθαι φοράν, ὥστ´ οὐκ ἀτάκτως κινηθήσεται, εἰ δ´ ἄπειρα τὰ κινοῦντα, καὶ τὰς φορὰς ἀναγκαῖον ἀπείρους εἶναι· εἰ γὰρ πεπερασμέναι, τάξις τις ἔσται· οὐ γὰρ τῷ μὴ φέρεσθαι εἰς τὸ αὐτὸ ἡ ἀταξία συμβαίνει· οὐδὲ γὰρ νῦν εἰς τὸ αὐτὸ φέρεται πάντα, ἀλλὰ τὰ συγγενῆ μόνον.
429Aristoteles, De caelo, 1, 2, 9; 21 (auctor 384BC-322BC)
Ὅτι μὲν οὖν ἐστι φυσική τις κίνησις ἑκάστου τῶν σωμάτων, ἣν οὐ βίᾳ κινοῦνται οὐδὲ παρὰ φύσιν, φανερὸν ἐκ τούτων.
430Aristoteles, De caelo, 1, 2, 10; 28 (auctor 384BC-322BC)
Ἐπεὶ γὰρ δύναμίς τις ἡ κινοῦσα, τὸ δ´ ἔλαττον καὶ τὸ κουφότερον ὑπὸ τῆς αὐτῆς δυνάμεως πλεῖον κινηθήσεται, κεκινήσθω τὸ μὲν ἐφ´ ᾧ τὸ Α, τὸ ἀβαρές, τὴν ΓΕ, τὸ δ´ ἐφ´ ᾧ τὸ Β, τὸ βάρος ἔχον, ἐν τῷ ἴσῳ χρόνῳ τὴν ΓΔ.
431Aristoteles, De caelo, 1, 3, 2; 6 (auctor 384BC-322BC)
Τοῦτο δ´ ἔσται φανερὸν ὑποθεμένοις τίς ἐστιν ἡ τοῦ στοιχείου φύσις.
432Aristoteles, De caelo, 1, 3, 3; 11 (auctor 384BC-322BC)
Ὁμοίως δ´ οὐδ´ εἰ ἕν τι μόνον εἴη τοιοῦτον, οὐδ´ ἐν ἐκείνῳ· οὐ γὰρ εἰ ἔσται σὰρξ ἢ ὀστοῦν ἢ τῶν ἄλλων ὁτιοῦν, οὔπω φατέον ἐνυπάρχειν δυνάμει, ἀλλὰ προσθεωρητέον τίς ὁ τρόπος τῆς γενέσεως.
433Aristoteles, De caelo, 1, 4, 2; 5 (auctor 384BC-322BC)
Ἔτι δ´ οὐδ´ οὕτως λαμβάνοντας τὸ στοιχεῖον ἀνάγκη ποιεῖν ἄπειρα· πάντα γὰρ ταὐτὰ ἀποδοθήσεται καὶ πεπερασμένων ὄντων, ἐάν τις λάβῃ· τὸ αὐτὸ γὰρ ποιήσει, κἂν δύο ἢ τρία μόνον ᾖ τοιαῦτα, καθάπερ ἐγχειρεῖ καὶ Ἐμπεδοκλῆς.
434Aristoteles, De caelo, 1, 4, 9; 19 (auctor 384BC-322BC)
Ἔτι δ´ εἰ ἑκάστῳ μὲν τῶν στοιχείων ἐστί τις οἰκεία κίνησις, καὶ ἡ τοῦ ἁπλοῦ σώματος ἁπλῆ, μή εἰσι δ´ αἱ ἁπλαῖ κινήσεις ἄπειροι διὰ τὸ μήτε τὰς ἁπλᾶς φορὰς πλείους εἶναι δυοῖν μήτε τοὺς τόπους ἀπείρους, οὐκ ἂν εἴη οὐδ´ οὕτως ἄπειρα τὰ στοιχεῖα.
435Aristoteles, De caelo, 1, 4, 2; 27 (auctor 384BC-322BC)
Οὕτω δὲ διοριζομένοις ἅπαντα συμβήσεται λέγειν πρός τι, καὶ οὐκ ἔσται ἁπλῶς τὸ μὲν πῦρ τὸ δ´ ὕδωρ τὸ δ´ ἀήρ, ἀλλὰ τὸ αὐτὸ πρὸς μὲν τόδε πῦρ, πρὸς δέ τι ἄλλο ἀήρ, ὅπερ συμβαίνει καὶ τοῖς πλείω μὲν τὰ στοιχεῖα λέγουσι, μεγέθει δὲ καὶ μικρότητι διαφέρειν φάσκουσιν· ἐπεὶ γὰρ τῷ ποσῷ διώρισται ἕκαστον, ἔσται τις λόγος πρὸς ἄλληλα τῶν μεγεθῶν, ὥστε τὰ τοῦτον ἔχοντα τὸν λόγον πρὸς ἄλληλα ἀνάγκη τὸ μὲν ἀέρα εἶναι τὸ δὲ πῦρ τὸ δὲ γῆν τὸ δ´ ὕδωρ, διὰ τὸ ἐνυπάρχειν ἐν τοῖς μείζοσι τοὺς τῶν ἐλαττόνων λόγους.
436Aristoteles, De caelo, 1, 7, 1; 1 (auctor 384BC-322BC)
Πάλιν οὖν ἐπισκεπτέον τίς ὁ τρόπος τῆς ἐξ ἀλλήλων γενέσεως, πότερον ὡς Ἐμπεδοκλῆς λέγει καὶ Δημόκριτος, ἢ ὡς οἱ εἰς τὰ ἐπίπεδα διαλύοντες, ἢ ἔστιν ἄλλος τις τρόπος παρὰ τούτους.
437Aristoteles, De caelo, 1, 8, 3; 8 (auctor 384BC-322BC)
Ὥστ´ ἐάν τις ἀκριβολογεῖσθαι βούληται καὶ μὴ ἐκ παρόδου τοὺς λόγους ἀποδέχεσθαι τοὺς τοιούτους, ἀναιροῦντας ὄψεται τὴν γένεσιν ἐκ τῶν ὄντων.
438Aristoteles, De caelo, 1, 8, 7; 14 (auctor 384BC-322BC)
(Δημοκρίτῳ δὲ καὶ ἡ σφαῖρα, ὡς γωνία τις οὖσα, τέμνει ὡς εὐκίνητον).
439Aristoteles, De caelo, 1, 8, 9; 20 (auctor 384BC-322BC)
Τὸ μὲν οὖν τέμνειν καὶ διαιρεῖν ἔστω κατὰ λόγον συμβαῖνον τῷ σχήματι· τὸ δ´ ἐξ ἀνάγκης τὴν πυραμίδα ποιεῖν πυραμίδας ἢ τὴν σφαῖραν σφαίρας παντελῶς ἄλογον, καὶ ὅμοιον ὥσπερ εἴ τις ἀξιοίη τὴν μάχαιραν εἰς μαχαίρας διαιρεῖν ἢ τὸν πρίονα εἰς πρίονας.
440Aristoteles, De caelo, 2, 2, 2; 4 (auctor 384BC-322BC)
Εἰ δὲ δεῖ καὶ τῷ οὐρανῷ προσάπτειν τι τῶν τοιούτων, καὶ τὸ πρῶτον, καθάπερ εἴπομεν, ἐν τοῖς ζῴοις ὑπάρχον εὔλογον ὑπάρχειν ἐν αὐτῷ· τριῶν γὰρ ὄντων ἕκαστον οἷον ἀρχή τις ἐστίν.
441Aristoteles, De caelo, 2, 2, 5; 13 (auctor 384BC-322BC)
Διὸ καὶ τῶν Πυθαγορείων ἄν τις θαυμάσειεν ὅτι δύο μόνας ταύτας ἀρχὰς ἔλεγον, τὸ δεξιὸν καὶ τὸ ἀριστερόν, τὰς δὲ τέτταρας παρέλιπον οὐθὲν ἧττον κυρίας οὔσας· οὐθὲν γὰρ ἐλάττω διαφορὰν ἔχει τὰ ἄνω πρὸς τὰ κάτω καὶ τὰ ἔμπροσθεν πρὸς τὰ ὄπισθεν ἢ τὰ δεξιὰ πρὸς τὰ ἀριστερὰ ἐν ἅπασι τοῖς ζῴοις.
442Aristoteles, De caelo, 2, 2, 7; 19 (auctor 384BC-322BC)
Οὐ δεῖ γὰρ ἀπορεῖν διὰ τὸ σφαιροειδὲς εἶναι τὸ σχῆμα τοῦ παντός, ὅπως ἔσται τούτου τὸ μὲν δεξιὸν τὸ δὲ ἀριστερὸν ὁμοίων γ´ ὄντων τῶν μορίων ἁπάντων καὶ κινουμένων τὸν ἅπαντα χρόνον, ἀλλὰ νοεῖν ὥσπερ ἂν εἴ τις, ἐν οἷς ἔχει τὸ δεξιὸν πρὸς τὸ ἀριστερὸν διαφορὰν καὶ τοῖς σχήμασιν, εἶτα περιθείη σφαῖραν· ἕξει μὲν γὰρ τὴν δύναμιν διαφέρουσαν, δόξει δ´ οὔ, διὰ τὴν ὁμοιότητα τοῦ σχήματος.
443Aristoteles, De caelo, 2, 3, 1; 10 (auctor 384BC-322BC)
Ὕστερον δὲ τὸ παρὰ φύσιν τοῦ κατὰ φύσιν, καὶ ἔκστασίς τίς ἐστιν ἐν τῇ γενέσει τὸ παρὰ φύσιν τοῦ κατὰ φύσιν.
444Aristoteles, De caelo, 2, 4, 3; 8 (auctor 384BC-322BC)
Ἔτι δὲ καὶ οἱ διαιροῦντες εἰς ἐπίπεδα καὶ ἐξ ἐπιπέδων τὰ σώματα γεννῶντες μεμαρτυρηκέναι φαίνονται τούτοις· μόνην γὰρ τῶν στερεῶν οὐ διαιροῦσι τὴν σφαῖραν ὡς οὐκ ἔχουσαν πλείους ἐπιφανείας ἢ μίαν· ἡ γὰρ εἰς τὰ ἐπίπεδα διαίρεσις οὐχ ὡς ἂν τέμνων τις εἰς τὰ μέρη διέλοι τὸ ὅλον, τοῦτον διαιρεῖται τὸν τρόπον, ἀλλ´ ὡς εἰς ἕτερα τῷ εἴδει.
445Aristoteles, De caelo, 2, 4, 9; 22 (auctor 384BC-322BC)
Λάβοι δ´ ἄν τις καὶ ἐκ τῶν περὶ τὸ μέσον ἱδρυμένων σωμάτων ταύτην τὴν πίστιν.
446Aristoteles, De caelo, 2, 5, 2; 4 (auctor 384BC-322BC)
Οὐ μὴν δίκαιόν γε πᾶσιν ὁμοίως ἐπιτιμᾶν, ἀλλ´ ὁρᾶν δεῖ τὴν αἰτίαν τοῦ λέγειν τίς ἐστιν, ἔτι δὲ πῶς ἔχων τῷ πιστεύειν, πότερον ἀνθρωπίνως ἢ καρτερώτερον.
447Aristoteles, De caelo, 2, 5, 2; 5 (auctor 384BC-322BC)
Τὰς μὲν οὖν ἀκριβεστέρας ἀνάγκας, ὅταν τις ἐπιτύχῃ, τότε χάριν ἔχειν δεῖ τοῖς εὑρίσκουσι, νῦν δὲ τὸ φαινόμενον ῥητέον.
448Aristoteles, De caelo, 2, 6, 5; 16 (auctor 384BC-322BC)
Ἔτι δ´ εἴ τις λάβοι εἶναί τινα χρόνον ἐλάχιστον, οὗ οὐκ ἐνδέχεται ἐν ἐλάττονι κινηθῆναι τὸν οὐρανόν (ὥσπερ γὰρ οὐδὲ κιθαρίσαι οὐδὲ βαδίσαι ἐν ὁτῳοῦν χρόνῳ δυνατόν, ἀλλ´ ἔστιν ἑκάστης πράξεως ὡρισμένος ὁ ἐλάχιστος χρόνος κατὰ τὸ μὴ ὑπερβάλλειν, οὕτως οὐδὲ κινηθῆναι τὸν οὐρανὸν ἐν ὁτῳοῦν χρόνῳ δυνατόν)· εἰ οὖν τοῦτ´ ἀληθές, οὐκ ἂν εἴη ἀεὶ ἐπίτασις τῆς φορᾶς (εἰ δὲ μὴ ἐπίτασις, οὐδ´ ἄνεσις· ὁμοίως γὰρ ἄμφω καὶ θάτερον), εἴπερ τῷ αὐτῷ τε ἐπιτείνει τάχει ἢ μείζονι, καὶ ἄπειρον χρόνον.
449Aristoteles, De caelo, 2, 11, 1; 1 (auctor 384BC-322BC)
Τὸ δὲ σχῆμα τῶν ἄστρων ἑκάστου σφαιροειδὲς μάλιστ´ ἄν τις εὐλόγως ὑπολάβοι.
450Aristoteles, De caelo, 2, 12, 1; 1 (auctor 384BC-322BC)
Δυοῖν δ´ ἀπορίαιν οὔσαιν, περὶ ὧν εἰκότως ἂν ὁστισοῦν ἀπορήσειε, πειρατέον λέγειν τὸ φαινόμενον, αἰδοῦς ἀξίαν εἶναι νομίζοντας τὴν προθυμίαν μᾶλλον ἢ θράσους, εἴ τις διὰ τὸ φιλοσοφίας διψῆν καὶ μικρὰς εὐπορίας ἀγαπᾷ περὶ ὧν τὰς μεγίστας ἔχομεν ἀπορίας.
451Aristoteles, De caelo, 2, 12, 2; 7 (auctor 384BC-322BC)
Τοῦτό τε δὴ δικαίως ἀπορήσειεν ἄν τις, καὶ διὰ τίνα ποτ´ αἰτίαν ἐν μὲν τῇ πρώτῃ φορᾷ τοσοῦτόν ἐστιν ἄστρων πλῆθος ὥστε τῶν ἀναριθμήτων εἶναι δοκεῖν τὴν πᾶσαν τάξιν, τῶν δ´ ἄλλων ἓν χωρὶς ἕκαστον, δύο δ´ ἢ πλείω οὐ φαίνεται ἐν τῇ αὐτῇ ἐνδεδεμένα φορᾷ.
452Aristoteles, De caelo, 2, 12, 4; 16 (auctor 384BC-322BC)
Τῶν δ´ ἄλλων ζῴων ἐλάττους, τῶν δὲ φυτῶν μικρά τις καὶ μία ἴσως· ἢ γὰρ ἕν τί ἐστιν οὗ τύχοι ἄν, ὥσπερ καὶ ἄνθρωπος, ἢ καὶ τὰ πολλὰ πάντα πρὸ ὁδοῦ ἐστι πρὸς τὸ ἄριστον.
453Aristoteles, De caelo, 2, 12, 8; 22 (auctor 384BC-322BC)
Περὶ δὲ τῆς ἀπορίας ὅτι κατὰ μὲν τὴν πρώτην μίαν οὖσαν φορὰν πολὺ πλῆθος συνέστηκεν ἄστρων, τῶν δ´ ἄλλων χωρὶς ἕκαστον εἴληφεν ἰδίας κινήσεις, δι´ ἓν μὲν ἄν τις πρῶτον εὐλόγως οἰηθείη τοῦθ´ ὑπάρχειν· νοῆσαι γὰρ δεῖ τῆς ζωῆς καὶ τῆς ἀρχῆς ἑκάστης πολλὴν ὑπεροχὴν εἶναι τῆς πρώτης πρὸς τὰς ἄλλας, εἴη δ´ ἂν ἥδε συμβαίνουσα κατὰ λόγον· ἡ μὲν γὰρ πρώτη μία οὖσα πολλὰ κινεῖ τῶν σωμάτων τῶν θείων, αἱ δὲ πολλαὶ οὖσαι ἓν μόνον ἑκάστη· τῶν γὰρ πλανωμένων ἓν ὁτιοῦν πλείους φέρεται φοράς.
454Aristoteles, De caelo, 2, 13, 6; 19 (auctor 384BC-322BC)
Τὸ μὲν οὖν ἀπορῆσαι πᾶσιν ἀναγκαῖον ἐπελθεῖν· τάχα γὰρ ἀλυποτέρας διανοίας τὸ μὴ θαυμάζειν πῶς ποτε μικρὸν μὲν μόριον τῆς γῆς, ἂν μετεωρισθὲν ἀφεθῇ, φέρεται καὶ μένειν οὐκ ἐθέλει, καὶ τὸ πλεῖον ἀεὶ θᾶττον, πᾶσαν δὲ τὴν γῆν εἴ τις ἀφείη μετεωρίσας, οὐκ ἂν φέροιτο.
455Aristoteles, De caelo, 2, 13, 6; 21 (auctor 384BC-322BC)
Ἀλλὰ μὴν κἂν εἴ τις τῶν φερομένων μορίων αὐτῆς, πρὶν πεσεῖν, ὑφαιροίη τὴν γῆν, οἰσθήσεται κάτω μηθενὸς ἀντερείσαντος.
456Aristoteles, De caelo, 2, 13, 7; 22 (auctor 384BC-322BC)
Ὥστε τὸ μὲν ἀπορεῖν εἰκότως ἐγένετο φιλοσόφημα πᾶσιν· τὸ δὲ τὰς περὶ τούτου λύσεις μὴ μᾶλλον ἀτόπους εἶναι δοκεῖν τῆς ἀπορίας, θαυμάσειεν ἄν τις.
457Aristoteles, De caelo, 2, 13, 12; 38 (auctor 384BC-322BC)
Ἐξ ἀρχῆς γὰρ διοριστέον πότερόν ἐστί τις τοῖς σώμασι φύσει κίνησις ἢ οὐδεμία, καὶ πότερον φύσει μὲν οὐκ ἔστι, βίᾳ δ´ ἔστιν.
458Aristoteles, De caelo, 2, 13, 13; 41 (auctor 384BC-322BC)
Ἀλλὰ μὴν εἴ γέ ἐστι κίνησίς τις κατὰ φύσιν, οὐκ ἂν ἡ βίαιος εἴη φορὰ μόνον οὐδ´ ἠρέμησις· ὥστ´ εἰ βίᾳ νῦν ἡ γῆ μένει, καὶ συνῆλθεν ἐπὶ τὸ μέσον φερομένη διὰ τὴν δίνησιν· ταύτην γὰρ τὴν αἰτίαν πάντες λέγουσιν ἐκ τῶν ἐν τοῖς ὑγροῖς καὶ περὶ τὸν ἀέρα συμβαινόντων· ἐν τούτοις γὰρ ἀεὶ φέρεται τὰ μείζω καὶ βαρύτερα πρὸς τὸ μέσον τῆς δίνης.
459Aristoteles, De caelo, 2, 13, 16; 45 (auctor 384BC-322BC)
Ἔτι δὲ πρὸς Ἐμπεδοκλέα κἂν ἐκεῖνό τις εἴπειεν.
460Aristoteles, De caelo, 2, 13, 16; 46 (auctor 384BC-322BC)
Ὅτε γὰρ τὰ στοιχεῖα διειστήκει χωρὶς ὑπὸ τοῦ νείκους, τίς αἰτία τῇ γῇ τῆς μονῆς ἦν; Οὐ γὰρ δὴ καὶ τότε αἰτιάσεται τὴν δίνην.
461Aristoteles, De caelo, 2, 14, 3; 7 (auctor 384BC-322BC)
Ἔτι δ´ ἡ φορὰ τῶν μορίων καὶ ὅλης αὐτῆς ἡ κατὰ φύσιν ἐπὶ τὸ μέσον τοῦ παντός ἐστιν· διὰ τοῦτο γὰρ καὶ τυγχάνει κειμένη νῦν ἐπὶ τοῦ κέντρου· διαπορήσειε δ´ ἄν τις, ἐπεὶ ταὐτὸν ἀμφοτέρων ἐστὶ τὸ μέσον, πρὸς πότερον φέρεται τὰ βάρος ἔχοντα καὶ τὰ μόρια τῆς γῆς κατὰ φύσιν· πότερον ὅτι τοῦ παντός ἐστι μέσον, ἢ διότι τῆς γῆς.
462Aristoteles, De caelo, 2, 14, 10; 25 (auctor 384BC-322BC)
Ὃ γὰρ ἄν τις ἀπορήσειε, τὴν αὐτὴν ἔχει τούτοις λύσιν· εἰ γὰρ οὔσης ἐπὶ τοῦ μέσου καὶ σφαιροειδοῦς τῆς γῆς πολλαπλάσιον βάρος ἐπιγένοιτο πρὸς θάτερον ἡμισφαίριον, οὐκ ἔσται τὸ αὐτὸ μέσον τοῦ ὅλου καὶ τὸ τῆς γῆς· ὥστε ἢ οὐ μενεῖ ἐπὶ τοῦ μέσου, ἢ εἴπερ, ἠρεμήσει γε καὶ μὴ τὸ μέσον ἔχουσα, ᾗ πέφυκε κινεῖσθαι καὶ νῦν.
463Aristoteles, De caelo, 2a, 1, 2; 9 (auctor 384BC-322BC)
Ἐκεῖνοι δὲ διὰ τὸ μηθὲν μὲν ἄλλο παρὰ τὴν τῶν αἰσθητῶν οὐσίαν ὑπολαμβάνειν εἶναι, τοιαύτας δέ τινας νοῆσαι πρῶτοι φύσεις, εἴπερ ἔσται τις γνῶσις ἢ φρόνησις, οὕτω μετήνεγκαν ἐπὶ ταῦτα τοὺς ἐκεῖθεν λόγους.
464Aristoteles, De caelo, 2a, 2, 1; 3 (auctor 384BC-322BC)
Ἀλλὰ μὴν εἰ παρὰ φύσιν ἐστί τις κίνησις, ἀνάγκη εἶναι καὶ κατὰ φύσιν, παρ´ ἣν αὕτη· καὶ εἰ πολλαὶ αἱ παρὰ φύσιν, τὴν κατὰ φύσιν μίαν· κατὰ φύσιν μὲν γὰρ ἁπλῶς, παρὰ φύσιν δ´ ἔχει πολλὰς ἕκαστον.
465Aristoteles, De caelo, 2a, 2, 3; 8 (auctor 384BC-322BC)
Διὸ καὶ Λευκίππῳ καὶ Δημοκρίτῳ, τοῖς λέγουσιν ἀεὶ κινεῖσθαι τὰ πρῶτα σώματα ἐν τῷ κενῷ καὶ τῷ ἀπείρῳ, λεκτέον τίνα κίνησιν καὶ τίς ἡ κατὰ φύσιν αὐτῶν κίνησις.
466Aristoteles, De caelo, 2a, 2, 4; 12 (auctor 384BC-322BC)
Εἰ δὲ κατὰ φύσιν ἐκινεῖτο, ἀνάγκη κόσμον εἶναι, ἐάν τις βούληται θεωρεῖν ἐπιστήσας· τό τε γὰρ πρῶτον κινοῦν ἀνάγκη κινεῖν ἑαυτὸ κινούμενον κατὰ φύσιν, καὶ τὰ κινούμενα μὴ βίᾳ, ἐν τοῖς οἰκείοις ἠρεμοῦντα τόποις, ποιεῖν ἥνπερ ἔχουσι νῦν τάξιν, τὰ μὲν βάρος ἔχοντα ἐπὶ τὸ μέσον, τὰ δὲ κουφότητα ἔχοντα ἀπὸ τοῦ μέσου· ταύτην δ´ ὁ κόσμος ἔχει τὴν διάταξιν.
467Aristoteles, De caelo, 2a, 2, 5; 13 (auctor 384BC-322BC)
Ἔτι δὲ τοσοῦτον ἐπανέροιτ´ ἄν τις, πότερον οὐχ οἷόν τ´ ἦν κινούμενα ἀτάκτως καὶ μίγνυσθαι τοιαύτας μίξεις ἔνια, ἐξ ὧν συνίσταται τὰ κατὰ φύσιν συνιστάμενα σώματα, λέγω δ´ οἷον ὀστᾶ καὶ σάρκας, καθάπερ Ἐμπεδοκλῆς φησὶ γίνεσθαι ἐπὶ τῆς φιλότητος· λέγει γὰρ ὡς -πολλαὶ μὲν κόρσαι ἀναύχενες ἐβλάστησαν.
468Aristoteles, De caelo, 2a, 2, 6; 14 (auctor 384BC-322BC)
Τοῖς δ´ ἄπειρα ἐν ἀπείρῳ τὰ κινούμενα ποιοῦσιν, εἰ μὲν ἓν τὸ κινοῦν, ἀνάγκη μίαν φέρεσθαι φοράν, ὥστ´ οὐκ ἀτάκτως κινηθήσεται, εἰ δ´ ἄπειρα τὰ κινοῦντα, καὶ τὰς φορὰς ἀναγκαῖον ἀπείρους εἶναι· εἰ γὰρ πεπερασμέναι, τάξις τις ἔσται· οὐ γὰρ τῷ μὴ φέρεσθαι εἰς τὸ αὐτὸ ἡ ἀταξία συμβαίνει· οὐδὲ γὰρ νῦν εἰς τὸ αὐτὸ φέρεται πάντα, ἀλλὰ τὰ συγγενῆ μόνον.
469Aristoteles, De caelo, 2a, 2, 9; 21 (auctor 384BC-322BC)
Ὅτι μὲν οὖν ἐστι φυσική τις κίνησις ἑκάστου τῶν σωμάτων, ἣν οὐ βίᾳ κινοῦνται οὐδὲ παρὰ φύσιν, φανερὸν ἐκ τούτων.
470Aristoteles, De caelo, 2a, 2, 10; 28 (auctor 384BC-322BC)
Ἐπεὶ γὰρ δύναμίς τις ἡ κινοῦσα, τὸ δ´ ἔλαττον καὶ τὸ κουφότερον ὑπὸ τῆς αὐτῆς δυνάμεως πλεῖον κινηθήσεται, κεκινήσθω τὸ μὲν ἐφ´ ᾧ τὸ Α, τὸ ἀβαρές, τὴν ΓΕ, τὸ δ´ ἐφ´ ᾧ τὸ Β, τὸ βάρος ἔχον, ἐν τῷ ἴσῳ χρόνῳ τὴν ΓΔ.
471Aristoteles, De caelo, 2a, 3, 2; 6 (auctor 384BC-322BC)
Τοῦτο δ´ ἔσται φανερὸν ὑποθεμένοις τίς ἐστιν ἡ τοῦ στοιχείου φύσις.
472Aristoteles, De caelo, 2a, 3, 3; 11 (auctor 384BC-322BC)
Ὁμοίως δ´ οὐδ´ εἰ ἕν τι μόνον εἴη τοιοῦτον, οὐδ´ ἐν ἐκείνῳ· οὐ γὰρ εἰ ἔσται σὰρξ ἢ ὀστοῦν ἢ τῶν ἄλλων ὁτιοῦν, οὔπω φατέον ἐνυπάρχειν δυνάμει, ἀλλὰ προσθεωρητέον τίς ὁ τρόπος τῆς γενέσεως.
473Aristoteles, De caelo, 2a, 4, 2; 5 (auctor 384BC-322BC)
Ἔτι δ´ οὐδ´ οὕτως λαμβάνοντας τὸ στοιχεῖον ἀνάγκη ποιεῖν ἄπειρα· πάντα γὰρ ταὐτὰ ἀποδοθήσεται καὶ πεπερασμένων ὄντων, ἐάν τις λάβῃ· τὸ αὐτὸ γὰρ ποιήσει, κἂν δύο ἢ τρία μόνον ᾖ τοιαῦτα, καθάπερ ἐγχειρεῖ καὶ Ἐμπεδοκλῆς.
474Aristoteles, De caelo, 2a, 4, 9; 19 (auctor 384BC-322BC)
Ἔτι δ´ εἰ ἑκάστῳ μὲν τῶν στοιχείων ἐστί τις οἰκεία κίνησις, καὶ ἡ τοῦ ἁπλοῦ σώματος ἁπλῆ, μή εἰσι δ´ αἱ ἁπλαῖ κινήσεις ἄπειροι διὰ τὸ μήτε τὰς ἁπλᾶς φορὰς πλείους εἶναι δυοῖν μήτε τοὺς τόπους ἀπείρους, οὐκ ἂν εἴη οὐδ´ οὕτως ἄπειρα τὰ στοιχεῖα.
475Aristoteles, De caelo, 2a, 4, 2; 27 (auctor 384BC-322BC)
Οὕτω δὲ διοριζομένοις ἅπαντα συμβήσεται λέγειν πρός τι, καὶ οὐκ ἔσται ἁπλῶς τὸ μὲν πῦρ τὸ δ´ ὕδωρ τὸ δ´ ἀήρ, ἀλλὰ τὸ αὐτὸ πρὸς μὲν τόδε πῦρ, πρὸς δέ τι ἄλλο ἀήρ, ὅπερ συμβαίνει καὶ τοῖς πλείω μὲν τὰ στοιχεῖα λέγουσι, μεγέθει δὲ καὶ μικρότητι διαφέρειν φάσκουσιν· ἐπεὶ γὰρ τῷ ποσῷ διώρισται ἕκαστον, ἔσται τις λόγος πρὸς ἄλληλα τῶν μεγεθῶν, ὥστε τὰ τοῦτον ἔχοντα τὸν λόγον πρὸς ἄλληλα ἀνάγκη τὸ μὲν ἀέρα εἶναι τὸ δὲ πῦρ τὸ δὲ γῆν τὸ δ´ ὕδωρ, διὰ τὸ ἐνυπάρχειν ἐν τοῖς μείζοσι τοὺς τῶν ἐλαττόνων λόγους.
476Aristoteles, De caelo, 2a, 7, 1; 1 (auctor 384BC-322BC)
Πάλιν οὖν ἐπισκεπτέον τίς ὁ τρόπος τῆς ἐξ ἀλλήλων γενέσεως, πότερον ὡς Ἐμπεδοκλῆς λέγει καὶ Δημόκριτος, ἢ ὡς οἱ εἰς τὰ ἐπίπεδα διαλύοντες, ἢ ἔστιν ἄλλος τις τρόπος παρὰ τούτους.
477Aristoteles, De caelo, 2a, 8, 3; 8 (auctor 384BC-322BC)
Ὥστ´ ἐάν τις ἀκριβολογεῖσθαι βούληται καὶ μὴ ἐκ παρόδου τοὺς λόγους ἀποδέχεσθαι τοὺς τοιούτους, ἀναιροῦντας ὄψεται τὴν γένεσιν ἐκ τῶν ὄντων.
478Aristoteles, De caelo, 2a, 8, 7; 14 (auctor 384BC-322BC)
(Δημοκρίτῳ δὲ καὶ ἡ σφαῖρα, ὡς γωνία τις οὖσα, τέμνει ὡς εὐκίνητον).
479Aristoteles, De caelo, 2a, 8, 9; 20 (auctor 384BC-322BC)
Τὸ μὲν οὖν τέμνειν καὶ διαιρεῖν ἔστω κατὰ λόγον συμβαῖνον τῷ σχήματι· τὸ δ´ ἐξ ἀνάγκης τὴν πυραμίδα ποιεῖν πυραμίδας ἢ τὴν σφαῖραν σφαίρας παντελῶς ἄλογον, καὶ ὅμοιον ὥσπερ εἴ τις ἀξιοίη τὴν μάχαιραν εἰς μαχαίρας διαιρεῖν ἢ τὸν πρίονα εἰς πρίονας.
480Aristoteles, De caelo, 4, 1, 1; 1 (auctor 384BC-322BC)
Περὶ δὲ βαρέος καὶ κούφου, τί τ´ ἐστὶν ἑκάτερον καὶ τίς ἡ φύσις αὐτῶν, σκεπτέον, καὶ διὰ τίν´ αἰτίαν ἔχουσι τὰς δυνάμεις ταύτας.
481Aristoteles, De caelo, 4, 1, 2; 3 (auctor 384BC-322BC)
(Ταῖς δὲ ἐνεργείαις ὀνόματ´ αὐτῶν οὐ κεῖται, πλὴν εἴ τις οἴοιτο τὴν ῥοπὴν εἶναι τοιοῦτον.) Διὰ δὲ τὸ τὴν φυσικὴν μὲν εἶναι πραγματείαν περὶ κίνησιν, ταῦτα δ´ ἔχειν ἐν ἑαυτοῖς οἷον ζώπυρ´ ἄττα κινήσεως, πάντες μὲν χρῶνται ταῖς δυνάμεσιν αὐτῶν, οὐ μὴν διωρίκασί γε, πλὴν ὀλίγων.
482Aristoteles, De caelo, 4, 2, 14; 38 (auctor 384BC-322BC)
Ὡσαύτως δὲ συμβαίνει κἄν τις ἄλλως διορίζῃ, μεγέθει καὶ σμικρότητι ποιῶν βαρύτερα καὶ κουφότερα θάτερα τῶν ἑτέρων, κἂν ἄλλον ὁντινοῦν τρόπον κατασκευάζων, μόνον δὲ τὴν αὐτὴν ὕλην ἅπασιν ἀποδιδούς, ἢ πλείους μὲν ὑπεναντίας δὲ μόνον.
483Aristoteles, De caelo, 4, 3, 2; 5 (auctor 384BC-322BC)
Εἰ οὖν εἰς τὸ ἄνω καὶ τὸ κάτω κινητικὸν μὲν τὸ βαρυντικὸν καὶ τὸ κουφιστικόν, κινητὸν δὲ τὸ δυνάμει βαρὺ καὶ κοῦφον, τὸ δ´ εἰς τὸν αὑτοῦ τόπον φέρεσθαι ἕκαστον τὸ εἰς τὸ αὑτοῦ εἶδός ἐστι φέρεσθαι (καὶ ταύτῃ μᾶλλον ἄν τις ὑπολάβοι ὃ ἔλεγον οἱ ἀρχαῖοι, ὅτι τὸ ὅμοιον φέροιτο πρὸς τὸ ὅμοιον.
484Aristoteles, De caelo, 4, 3, 2; 6 (auctor 384BC-322BC)
Τοῦτο γὰρ οὐ συμβαίνει πάντως· οὐ γὰρ ἐάν τις μεταθῇ τὴν γῆν οὗ νῦν ἡ σελήνη, οἰσθήσεται τῶν μορίων ἕκαστον πρὸς αὐτήν, ἀλλ´ ὅπου περ καὶ νῦν.
485Aristoteles, De caelo, 4, 5, 4; 7 (auctor 384BC-322BC)
Ἄνω δ´ εἰς τὴν τοῦ πυρός, ἀναιρουμένου τοῦ πυρός, οὐκ οἰσθήσεται ὁ ἀήρ, εἰ μὴ βίᾳ, ὥσπερ καὶ τὸ ὕδωρ σπᾶται, ὅταν γένηται τὸ ἐπίπεδον ἓν καὶ θᾶττον σπάσῃ τις ἄνω τῆς φορᾶς, ἣν φέρεται τὸ ὕδωρ κάτω.
486Aristoteles, De caelo, 4, 5, 5; 17 (auctor 384BC-322BC)
Ὁμοίως δὲ καὶ ἐπὶ τοῦ κούφου, ἐὰν ἐκεῖνο ποιῇ τις ὑπερέχειν τῇ ὕλῃ.
487Aristoteles, De caelo, 4, 5, 6; 18 (auctor 384BC-322BC)
Ἐὰν δὲ δύο, τὰ μεταξὺ πῶς ἔσται ποιοῦντα ἃ ποιεῖ ἀήρ τε καὶ ὕδωρ; (Οἷον εἴ τις φαίη εἶναι τὸ κενὸν καὶ πλῆρες· τὸ μὲν οὖν πῦρ κενόν, διὸ ἄνω, τὴν δὲ γῆν πλῆρες, διὸ κάτω· ἀέρα δὲ πλεῖον πυρὸς ἔχειν, ὕδωρ δὲ γῆς).
488Aristoteles, De divinatione per somnum, 1; 2 (auctor 384BC-322BC)
Τὸ μὲν γὰρ πάντας ἢ πολλοὺς ὑπολαμβάνειν ἔχειν τι σημειῶδες τὰ ἐνύπνια παρέχεται πίστιν ὡς ἐξ ἐμπειρίας λεγόμενον, καὶ τὸ περὶ ἐνίων εἶναι τὴν μαντικὴν ἐν τοῖς ἐνυπνίοις οὐκ ἄπιστον· ἔχει γάρ τινα λόγον, διὸ καὶ περὶ τῶν ἄλλων ἐνυπνίων ὁμοίως ἄν τις οἰηθείη.
489Aristoteles, De generatione animalium, 1, 1; 1 (auctor 384BC-322BC)
Ἐπεὶ δὲ περὶ τῶν ἄλλων μορίων εἴρηται τῶν ἐν τοῖς ζῴοις καὶ κοινῇ καὶ καθ' ἕκαστον γένος περὶ τῶν ἰδίων χωρίς, τίνα τρόπον διὰ τὴν τοιαύτην αἰτίαν ἐστὶν ἕκαστον, λέγω δὲ ταύτην τὴν ἕνεκά του· ὑπόκεινται γὰρ αἰτίαι τέτταρες, τό τε οὗ ἕνεκα ὡς τέλος καὶ ὁ λόγος τῆς οὐσίας (ταῦτα μὲν οὖν ὡς ἕν τι σχεδὸν ὑπολαβεῖν δεῖ), τρίτον δὲ καὶ τέταρτον ἡ ὕλη καὶ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως-περὶ μὲν οὖν τῶν ἄλλων εἴρηται (ὁ τε γὰρ λόγος καὶ τὸ οὗ ἕνεκα ὡς τέλος ταὐτὸν καὶ ἡ ὕλη τοῖς ζῴοις τὰ μέρη· παντὶ μὲν τῷ ὅλῳ τὰ ἀνομοιομερῆ, τοῖς δ' ἀνομοιομερέσι τὰ ὁμοιομερῆ, τούτοις δὲ τὰ καλούμενα στοιχεῖα τῶν σωμάτων), λοιπὸν δὲ τῶν μὲν μορίων τὰ πρὸς τὴν γένεσιν συντελοῦντα τοῖς ζῴοις περὶ ὧν οὐθὲν διώρισται πρότερον, περὶ αἰτίας δὲ τῆς κινούσης τίς ἀρχή.
490Aristoteles, De generatione animalium, 1, 1; 7 (auctor 384BC-322BC)
καὶ τοῦτο συμβέβηκεν εὐλόγως· εἰ γὰρ ὅσα μὴ γίγνεται ἐκ ζῴων, ἐκ τούτων ἐγίγνετο ζῷα συνδυαζομένων, εἰ μὲν ὁμογενῆ, καὶ τὴν ἐξ ἀρχῆς τοιαύτην ἔδει τῶν τεκνωσάντων εἶναι γένεσιν (τοῦτο δ' εὐλόγως ἀξιοῦμεν· φαίνεται γὰρ συμβαῖνον οὕτως ἐπὶ τῶν ἄλλων ζῴων), εἰ δ' ἀνόμοια μὲν δυνάμενα δὲ συνδυάζεσθαι, πάλιν ἐκ τούτων ἑτέρα τις ἂν ἐγίγνετο φύσις καὶ πάλιν ἄλλη τις ἐκ τούτων, καὶ τοῦτ' ἐπορεύετ' ἂν εἰς ἄπειρον.
491Aristoteles, De generatione animalium, 1, 2; 2 (auctor 384BC-322BC)
καθάπερ γὰρ εἴπομεν τῆς γενέσεως ἀρχὰς ἄν τις οὐχ ἥκιστα θείη τὸ θῆλυ καὶ τὸ ἄρρεν, τὸ μὲν ἄρρεν ὡς τῆς κινήσεως καὶ τῆς γενέσεως ἔχον τὴν ἀρχήν, τὸ δὲ θῆλυ ὡς ὕλης.
492Aristoteles, De generatione animalium, 1, 2; 3 (auctor 384BC-322BC)
τοῦτο δὲ μάλιστ' ἄν τις πιστεύσειε θεωρῶν πῶς γίγνεται τὸ σπέρμα καὶ πόθεν· ἐκ τούτου μὲν γὰρ τὰ φύσει γιγνόμενα συνίσταται, τοῦτο δὲ πῶς ἀπὸ τοῦ θήλεος καὶ τοῦ ἄρρενος συμβαίνει γίγνεσθαι δεῖ μὴ λανθάνειν.
493Aristoteles, De generatione animalium, 1, 2; 13 (auctor 384BC-322BC)
φανερὸν οὖν ὅτι ἀρχή τις οὖσα φαίνεται τὸ θῆλυ καὶ τὸ ἄρρεν· πολλὰ γοῦν συμμεταβάλλει μεταβαλλόντων ᾗ θῆλυ καὶ ἄρρεν, ὡς ἀρχῆς μεταπιπτούσης.
494Aristoteles, De generatione animalium, 1, 4; 1 (auctor 384BC-322BC)
Περὶ δὲ τῆς ἐν τοῖς ἄρρεσι διαφορᾶς τῶν σπερματικῶν ὀργάνων εἴ τις μέλλει θεωρήσειν τὰς αἰτίας δι' ἅς εἰσιν, ἀνάγκη λαβεῖν πρῶτον τίνος ἕνεκεν ἡ τῶν ὄρχεών ἐστι σύστασις.
495Aristoteles, De generatione animalium, 1, 4; 8 (auctor 384BC-322BC)
οἱ δ' ὄρχεις εἰσὶ πρὸς τοῦτο μεμηχανημένοι· τοῦ γὰρ σπερματικοῦ περιττώματος στασιμωτέραν ποιοῦσι τὴν κίνησιν, ἐν μὲν τοῖς ζῳοτόκοις οἷον ἵπποις τε καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις καὶ ἐν ἀνθρώποις σώζοντες τὴν ἐπαναδίπλωσιν (ὃν δὲ τρόπον ἔχει αὕτη ἐκ τῶν ἱστοριῶν τῶν περὶ τὰ ζῷα δεῖ θεωρεῖν)· οὐθὲν γάρ εἰσι μόριον τῶν πόρων οἱ ὄρχεις ἀλλὰ πρόσκεινται-καθάπερ τὰς λαιὰς προσάπτουσιν αἱ ὑφαίνουσαι τοῖς ἱστοῖς-ἀφαιρουμένων γὰρ αὐτῶν ἀνασπῶνται οἱ πόροι ἐντός, ὥστ' οὐ δύνανται γεννᾶν τὰ ἐκτεμνόμενα, ἐπεὶ εἰ μὴ ἀνεσπῶντο ἐδύναντο ἄν, - καὶ ἤδη ταῦρός τις μετὰ τὴν ἐκτομὴν εὐθέως ὀχεύσας ἐπλήρωσε διὰ τὸ μήπω τοὺς πόρους ἀνεσπάσθαι.
496Aristoteles, De generatione animalium, 1, 8; 1 (auctor 384BC-322BC)
Τοῖς δὲ θήλεσι τὰ περὶ τὰς ὑστέρας ἀπορήσειεν ἄν τις ὃν τρόπον ἔχει· πολλαὶ γὰρ ὑπεναντιώσεις ὑπάρχουσιν αὐτοῖς.
497Aristoteles, De generatione animalium, 1, 17; 3 (auctor 384BC-322BC)
ἔτι δὲ καὶ τὰ προϊέμενα σπέρμα τί συμβάλλεται διὰ τοῦ σπέρματος πρὸς τὴν γένεσιν σκεπτέον καὶ ὅλως τίς ἐστιν ἡ τοῦ σπέρματος φύσις καὶ ἡ τῶν καλουμένων καταμηνίων, ὅσα ταύτην τὴν ὑγρότητα προΐεται τῶν ζῴων.
498Aristoteles, De generatione animalium, 1, 17; 7 (auctor 384BC-322BC)
ἔστι δὲ σχεδὸν οἷς ἄν τις χρήσαιτο τεκμηρίοις, [ὡς ἀφ' ἑκάστου τῶν μορίων ἀπιόντος τοῦ σπέρματος] τέτταρα, πρῶτον μὲν ἡ σφοδρότης τῆς ἡδονῆς· μᾶλλον γὰρ ἡδὺ πλέον ταὐτὸ γιγνόμενον πάθος, πλέον δὲ τὸ πᾶσι τοῖς μορίοις ἢ τὸ ἑνὶ ἢ ὀλίγοις συμβαῖνον αὐτῶν.
499Aristoteles, De generatione animalium, 1, 18; 6 (auctor 384BC-322BC)
πολλὰ δὲ τὰ μὲν οὐκ ἔχει, τὰ δὲ καὶ ἀφέλοι τις ἄν, τὰ δὲ προσφύεται.
500Aristoteles, De generatione animalium, 1, 18; 10 (auctor 384BC-322BC)
εἰ δ' ἀπ' ἀμφοτέρων, τίς ὁ τρόπος ἂν εἴη τῆς γενέσεως; σύγκειται γὰρ ἐκ τῶν ὁμοιομερῶν τὰ ἀνομοιομερῆ ὥστε τὸ ἀπὸ τούτων ἀπιέναι τὸ ἀπ' ἐκείνων ἂν εἴη ἀπιέναι καὶ τῆς συνθέσεως· ὥσπερ κἂν εἰ ἀπὸ τοῦ γεγραμμένου· ὀνόματος ἀπῄει τι, εἰ μὲν ἀπὸ παντός, κἂν ἀπὸ τῶν συλλαβῶν ἑκάστης, εἰ δ' ἀπὸ τούτων, ἀπὸ τῶν στοιχείων καὶ τῆς συνθέσεως.