'τροφή' - search in All Authors, Showing 1 to 240 of 240 hits

1Agatho papa, Epistolae, 87, 1219C
Ὅθεν ὅλος ὁ βίος ἡμῶν μεριμνῶν ἐστι πεπληρωμένος, οὕστινας περικυκλοῖ ἡ τῶν ἐθνῶν χεὶρ, καὶ ἐκ τοῦ σωματικοῦ καμάτου ἡ τροφή ἐστι, καθὸ ἡ παλαιὰ διακράτησις τῶν Ἐκκλησιῶν κατ' ὀλίγον ταῖς διαφόροις συμφοραῖς ἐκλείψασα ὑπέπεσε.
2Aristoteles, Physica, 8, 6; 22
τούτου δ' αἴτιον τὸ περιέχον καὶ πολλὰ τῶν εἰσιόντων, οἷον ἐνίων ἡ τροφή· πεττομένης μὲν γὰρ καθεύδουσιν, διακρινομένης δ' ἐγείρονται καὶ κινοῦσιν ἑαυτούς, τῆς πρώτης ἀρχῆς ἔξωθεν οὔσης, διὸ οὐκ ἀεὶ κινοῦνται συνεχῶς ὑφ' αὑ τῶν· ἄλλο γὰρ τὸ κινοῦν, αὐτὸ κινούμενον καὶ μεταβάλλον πρὸς ἕκαστον τῶν κινούντων ἑαυτά.
3Aristoteles, Physica, 8, 8; 4
ἀδύνατον γὰρ αὔξησιν εἶναι ἀλλοιώσεως μὴ προϋπαρχούσης· τὸ γὰρ αὐξανόμενον ἔστιν μὲν ὡς ὁμοίῳ αὐ ξάνεται, ἔστιν δ' ὡς ἀνομοίῳ· τροφὴ γὰρ λέγεται τῷ ἐναν τίῳ τὸ ἐναντίον.
4Aristoteles, Athenaion Politeia, p2, 25, 1; 1 (auctor 384BC-322BC)
ἡ μὲν οὖν τροφὴ τῷ δήμῳ διὰ τούτων ἐγίγνετο.
5Aristoteles, De anima, 2, II 4; 5 (auctor 384BC-322BC)
Ἧς ἐστίν ἔργα γεννῆσαι καί τροφῇ χρῆσθαι· φυσικώτατον γάρ τῶν ἔργων τοῖς ζῶσιν, ὅσα τέλεια καί μή πηρώματα, ἢ τήν γένεσιν αὐτομάτην ἔχει, τό ποιῆσαι ἕτερον οἷον αὐτό, ζῷον μέν ζῷον, φυτόν δέ φυτόν, ἵνα τοῦ ἀεί καί τοῦ θείου μετέχωσιν ᾗ δύνανται· πάντα γάρ ἐκείνου ὀρέγεται, κἀκείνου ἕνεκα πράττει ὅσα πράττει κατά φύσιν.
6Aristoteles, De anima, 2, II 4; 26 (auctor 384BC-322BC)
Δοκεῖ δ’ εἶναι ἡ τροφή τό ἐναντίον τῷ ἐναντίῳ, οὐ πᾶν δέ παντί, ἀλλ’ ὅσα τῶν ἐναντίων μή μόνον γένεσιν ἐξ ἀλλήλων ἔχουσιν ἀλλά καί αὔξησιν· γίνεται γάρ πολλά ἐξ ἀλλήλων, ἀλλ’ οὐ πάντα ποσά, οἷον ὑγιές ἐκ κάμνοντος.
7Aristoteles, De anima, 2, II 4; 27 (auctor 384BC-322BC)
Φαίνεται δ’ οὐδ’ ἐκεῖνα τόν αὐτόν τρόπον ἀλλήλοις εἶναι τροφή, ἀλλά τό μέν ὕδωρ τῷ πυρί τροφή, τό δέ πῦρ οὐ τρέφει τό ὕδωρ.
8Aristoteles, De anima, 2, II 4; 28 (auctor 384BC-322BC)
Ἐν μέν οὖν τοῖς ἁπλοῖς σώμασι ταῦτ’ εἶναι δοκεῖ μάλιστα τό μέν τροφή τό δέ τρεφόμενον.
9Aristoteles, De anima, 2, II 4; 30 (auctor 384BC-322BC)
Ἔτι πάσχει τι ἡ τροφή ὑπό τοῦ τρεφομένου, ἀλλ’ οὐ τοῦτο ὑπό τῆς τροφῆς, ὥσπερ οὐδ’ ὁ τέκτων ὑπό τῆς ὕλης, ἀλλ’ ὑπ’ ἐκείνου αὕτη· ὁ δέ τέκτων μεταβάλλει μόνον εἰς ἐνέργειαν ἐξ ἀργίας.
10Aristoteles, De anima, 2, II 4; 31 (auctor 384BC-322BC)
Πότερον δ’ ἐστίν ἡ τροφή τό τελευταῖον προσγινόμενον ἢ τό πρῶτον, ἔχει διαφοράν.
11Aristoteles, De anima, 2, II 4; 34 (auctor 384BC-322BC)
Ἐπεί δ’ οὐθέν τρέφεται μή μετέχον ζωῆς, τό ἔμψυχον ἂν εἴη σῶμα τό τρεφόμενον, ᾗ ἔμψυχον, ὥστε καί ἡ τροφή πρός ἔμψυχόν ἐστι καί οὐ κατά συμβεβηκός.
12Aristoteles, De anima, 2, II 4; 35 (auctor 384BC-322BC)
Ἔστι δ’ ἕτερον τροφῇ καί αὐξητικῷ εἶναι· ᾗ μέν γάρ ποσόν τι τό ἔμψυχον, αὐξητικόν, ᾗ δέ τόδε τι καί οὐσία, τροφή· σώζει γάρ τήν οὐσίαν, καί μέχρι τούτου ἐστίν ἕως ἂν καί τρέφηται· καί γενέσεως ποιητικόν οὐ τοῦ τρεφομένου, ἀλλ’ οἷον τό τρεφόμενον· ἤδη γάρ ἐστιν αὐτή ἡ οὐσία, γεννᾷ δ’ οὐθέν αὐτό ἑαυτό, ἀλλά σώζει.
13Aristoteles, De anima, 2, II 4; 36 (auctor 384BC-322BC)
Ὥσθ’ ἡ μέν τοιαύτη τῆς ψυχῆς ἀρχή δύναμίς ἐστιν οἵα σώζειν τό ἔχον αὐτήν ᾗ τοιοῦτον, ἡ δέ τροφή παρασκευάζει ἐνεργεῖν.
14Aristoteles, De anima, 2, II 4; 38 (auctor 384BC-322BC)
Ἐπεί δ’ ἐστί τρία, τό τρεφόμενον καί ᾧ τρέφεται καί τό τρέφον, τό μέν τρέφον ἐστίν ἡ πρώτη ψυχή, τό δέ τρεφόμενον τό ἔχον αὐτήν σῶμα, ᾧ δέ τρέφεται, ἡ τροφή.
15Aristoteles, De anima, 2, II 4; 42 (auctor 384BC-322BC)
Τύπῳ μέν οὖν ἡ τροφή τί ἐστιν εἴρηται· διασαφητέον δ’ ἐστίν ὕστερον περί αὐτῆς ἐν τοῖς οἰκείοις λόγοις.
16Aristoteles, De anima, 3, III 12; 15 (auctor 384BC-322BC)
Διό καί ἡ γεῦσίς ἑστιν ὥσπερ ἁφή τις· τροφῆς γάρ ἐστιν, ἡ δέ τροφή τό σῶμα τό ἁπτόν.
17Aristoteles, De anima, 3, III 13; 16 (auctor 384BC-322BC)
Τάς δ’ ἄλλας αἰσθήσεις ἔχει τό ζῷον, ὥσπερ εἴρηται, οὐ τοῦ εἶναι ἕνεκα ἀλλά τοῦ εὖ, οἷον ὄψιν, ἐπεί ἐν ἀέρι καί ὕδατι, ὅπως ὁρᾷ, ὅλως δ’ ἐπεί ἐν διαφανεῖ, γεῦσίν τε διά τό ἡδύ καί λυπηρόν, ἵνα αἰσθάνηται τό ἐν τροφῇ καί ἐπιθυμῇ καί κινῆται, ἀκοήν δέ ὅπως σημαίνῃ τι αὑτῷ, γλῶτταν δέ ὅπως σημαίνῃ τι ἑτέρῳ.
18Aristoteles, De caelo, 4, 3, 5; 20 (auctor 384BC-322BC)
Καὶ γὰρ ἡ τροφή, ὅταν τὸ κωλῦον, καὶ τὸ ὑγιαστόν, ὅταν τὸ ἐπίσχον μὴ ᾖ, φέρεται εὐθύς.
19Aristoteles, De generatione animalium, 1, 18; 67 (auctor 384BC-322BC)
ἡ δὲ τροφὴ φανερῶς ἐπείσακτον.
20Aristoteles, De generatione animalium, 1, 18; 78 (auctor 384BC-322BC)
τῆς μὲν οὖν πρώτης ροφῆς περίττωμα φλέγμα καὶ εἴ τι ἄλλο τοιοῦτον· καὶ γὰρ τὸ φλέγμα τῆς χρησίμου τροφῆς περίττωμά ἐστιν· σημεῖον δ' ὅτι μιγνύμενον τροφῇ καθαρᾷ τρέφει καὶ πονοῦσι καταναλίσκεται.
21Aristoteles, De generatione animalium, 1, 18; 89 (auctor 384BC-322BC)
(ὀλίγοις δέ τισιν ἐν μικρῷ χρόνῳ κατὰ τὰς ἡλικίας κουφίζει τοῦτ' ἀπιὸν ὅταν πλεονάσῃ, καθάπερ ἡ πρώτη τροφὴ ἂν ὑπερβάλλῃ τῷ πλήθει· καὶ γὰρ ταύτης ἀπιούσης τὰ σώματ' εὐημερεῖ μᾶλλον. ἔτι ὅταν συναπίῃ ἄλλα περιττώματα· οὐ γὰρ μόνον σπέρμα τὸ ἀπιὸν ἀλλὰ καὶ ἕτεραι μεμιγμέναι δυνάμεις τούτοις συναπέρχονται, αὗται δὲ νοσώδεις, -διὸ ἐνίων γε καὶ ἄγονόν ποτε γίγνεται τὸ ἀποχωροῦν διὰ τὸ ὀλίγον ἔχειν τὸ σπερματικόν. ἀλλὰ τοῖς πλείστοις καὶ ὡς ἐπὶ τὸ πολὺ εἰπεῖν συμβαίνει ἐκ τῶν ἀφροδισιασμῶν ἔκλυσις καὶ ἀδυναμία μᾶλλον διὰ τὴν εἰρημένην αἰτίαν.) ἔτι οὐκ ἐνυπάρχει σπέρμα οὔτ' ἐν τῇ πρώτῃ ἡλικίᾳ οὔτ' ἐν τῷ γήρᾳ οὔτ' ἐν ταῖς ἀρρωστίαις, ἐν μὲν τῷ κάμνειν διὰ τὴν ἀδυναμίαν, ἐν δὲ τῷ γήρᾳ διὰ τὸ μὴ πέττειν τὸ ἱκάνον τὴν φύσιν, νέοις δ' οὖσι διὰ τὴν αὔξησιν· φθάνει γὰρ ἀναλισκόμενον πᾶν· ἐν ἔτεσι γὰρ πέντε σχεδὸν ἐπί γε τῶν ἀνθρώπων ἥμισυ λαμβάνειν δοκεῖ τὸ σῶμα τοῦ μεγέθους τοῦ ἐν τῷ ἄλλῳ χρόνῳ γιγνομένου ἅπαντος.
22Aristoteles, De generatione animalium, 1, 18; 100 (auctor 384BC-322BC)
Ἔτι ὁ πόρος ὁ αὐτὸς τῷ περιττώματι καὶ τῷ σπέρματι· καὶ ὅσοις μὲν ἀμφοῖν γίγνεται περίττωμα, καὶ τῆς ὑγρᾶς καὶ τῆς ξηρᾶς τροφῆς, ᾗπερ ἡ τοῦ ὑγροῦ ταύτῃ καὶ ἡ τῆς γονῆς γίγνεται ἀπόκρισις (ὑγροῦ γὰρ περίττωμά ἐστιν· ἡ γὰρ τροφὴ πάντων ὑγρὰ μᾶλλον), οἷς δὲ μή ἐστιν αὕτη, κατὰ τὴν τῆς ξηρᾶς ὑποστάσεως ἀποχώρησιν.
23Aristoteles, De generatione animalium, 1, 19; 3 (auctor 384BC-322BC)
Ὅτι μὲν οὖν ἐστιν ἐσχάτη τροφὴ τὸ αἷμα τοῖς ἐναίμοις, τοῖς δ' ἀναίμοις τὸ ἀνάλογον, εἴρηται πρότερον· ἐπεὶ δὲ καὶ ἡ γονὴ περίττωμά ἐστι τροφῆς καὶ τῆς ἐσχάτης, ἤτοι αἷμα ἂν εἴη ἢ τὸ ἀνάλογον ἢ ἐκ τούτων τι.
24Aristoteles, De generatione animalium, 1, 20; 11 (auctor 384BC-322BC)
ἔστι γὰρ τὰ καταμήνια σπέρμα οὐ καθαρὸν ἀλλὰ δεόμενον ἐργασίας, ὥσπερ ἐν τῇ περὶ τοὺς καρποὺς γενέσει, ὅταν ᾖ μήπω διηττημένη, ἔνεστι μὲν ἡ τροφή, δεῖται δ' ἐργασίας πρὸς τὴν κάθαρσιν.
25Aristoteles, De generatione animalium, 1, 20; 12 (auctor 384BC-322BC)
διὸ καὶ μιγνυμένη ἐκείνη μὲν τῇ γονῇ, αὕτη δὲ καθαρᾷ τροφῇ, ἡ μὲν γεννᾷ ἡ δὲ τρέφει.
26Aristoteles, De generatione animalium, 1, 23; 3 (auctor 384BC-322BC)
καὶ τοῦτο καλῶς λέγει Ἐμπεδοκλῆς ποιήσας· οὕτω δ' ᾠοτοκεῖ μακρὰ δένδρεα· πρῶτον ἐλαίας ... τό τε γὰρ ᾠὸν κύημά ἐστι, καὶ ἔκ τινος αὐτοῦ γίγνεται τὸ ζῷον, τὸ δὲ λοιπὸν τροφή, καὶ ἐκ τοῦ σπέρματος ἐκ μέρους γίγνεται τὸ φυόμενον, τὸ δὲ λοιπὸν τροφὴ γίγνεται τῷ βλαστῷ καὶ τῇ ῥίζῃ τῇ πρώτῃ.
27Aristoteles, De generatione animalium, 2, 1; 17 (auctor 384BC-322BC)
διαφέρει δ' ᾠὸν καὶ σκώληξ· ᾠὸν μὲν γάρ ἐστιν ἐξ οὗ γίγνεται τὸ γιγνόμενον ἐκ μέρους (τὸ δὲ λοιπόν ἐστι τροφὴ τῷ γιγνομένῳ), σκώληξ δ' ἐξ οὗ τὸ γιγνόμενον ὅλου ὅλον γίγνεται.
28Aristoteles, De generatione animalium, 2, 4; 5 (auctor 384BC-322BC)
Ὅσα δὲ θύραζε μὲν ζῳοτοκεῖ ἐν αὑτοῖς δ' ᾠοτοκεῖ τὸ πρῶτον, ὅταν γεννήσῃ τὸ ᾠὸν τέλειον, τούτων ἐνίων μὲν ἀπολύεται τὸ ᾠὸν ὥσπερ τῶν θύραζε ᾠοτοκούντων καὶ τὸ ζῷον ἐκ τοῦ ᾠοῦ γίγνεται ἐν τῷ θήλει, ἐνίων δ' ὅταν καταναλωθῇ ἡ ἐν τῷ ᾠῷ τροφὴ τελειοῦται ἀπὸ τῆς ὑστέρας, καὶ διὰ τοῦτο οὐκ ἀπολύεται τὸ ᾠὸν ἀπὸ τῆς ὑστέρας.
29Aristoteles, De generatione animalium, 2, 4; 60 (auctor 384BC-322BC)
τροφὴ δὲ ζῴου ἡ ἐσχάτη αἷμα καὶ τὸ ἀνάλογον, τούτων δ' ἀγγεῖον αἱ φλέβες· διὸ ἡ καρδία καὶ τούτων ἀρχή.
30Aristoteles, De generatione animalium, 2, 4; 69 (auctor 384BC-322BC)
Ἀπορήσειε δ' ἄν τις εἰ τὸ αἷμα μὲν τροφή ἐστιν, ἡ δὲ καρδία πρώτη γίγνεται ἔναιμος οὖσα, [τὸ δ' αἷμα τροφή,] ἡ δὲ τροφὴ θύραθεν, πόθεν εἰσῆλθεν ἡ πρώτη τροφή; ἢ τοῦτ' οὐκ ἀληθὲς ὡς πᾶσα θύραθεν, ἀλλ' εὐθὺς ὥσπερ ἐν τοῖς τῶν φυτῶν σπέρμασιν ἔνεστί τι τοιοῦτον τὸ φαινόμενον πρῶτον γαλακτῶδες, οὕτω καὶ ἐν τῇ ὕλῃ τῶν ζῴων τὸ περίττωμα τῆς συστάσεως τροφή ἐστιν.
31Aristoteles, De generatione animalium, 2, 6; 33 (auctor 384BC-322BC)
διὰ μὲν οὖν τῶν φλεβῶν καὶ τῶν ἐν ἑκάστοις πόρων διαπιδύουσα ἡ τροφή, καθάπερ ἐν τοῖς ὠμοῖς κεραμίοις τὸ ὕδωρ, γίγνονται σάρκες ἢ τὸ ταύταις ἀνάλογον ὑπὸ τοῦ ψυχροῦ συνιστάμεναι, διὸ καὶ λύονται ὑπὸ πυρός.
32Aristoteles, De generatione animalium, 3, 1; 12 (auctor 384BC-322BC)
διὸ καὶ τῶν ἀλεκτορίδων αἱ Ἀδριανικαὶ πολυτοκώταταί εἰσιν· διὰ γὰρ μικρότητα τοῦ σώματος εἰς τὴν τέκνωσιν καταναλίσκεται ἡ τροφή.
33Aristoteles, De generatione animalium, 3, 1; 14 (auctor 384BC-322BC)
ἔτι δὲ καὶ ἡ τῶν σκελῶν λεπτότης καὶ ἀσθένεια συμβάλλεται πρὸς τὸ τὴν φύσιν τῶν τοιούτων ὀχευτικὴν εἶναι καὶ πολύγονον, καθάπερ καὶ ἐπὶ τῶν ἀνθρώπων· ἡ γὰρ εἰς τὰ κῶλα τροφὴ τρέπεται τοῖς τοιούτοις εἰς περίττωμα σπερματικόν· ὃ γὰρ ἐκεῖθεν ἀφαιρεῖ ἡ φύσις προστίθησιν ἐνταῦθα.
34Aristoteles, De generatione animalium, 3, 1; 21 (auctor 384BC-322BC)
Ὅτι δὲ τοῖς πολυγόνοις τρέπεται εἰς τὸ σπέρμα ἡ τροφὴ φανερὸν ἐκ τῶν συμβαινόντων.
35Aristoteles, De generatione animalium, 3, 1; 22 (auctor 384BC-322BC)
τῶν τε γὰρ δένδρων τὰ πολλὰ πολυκαρπήσαντα λίαν ἐξαυαίνεται μετὰ τὴν φοράν, ὅταν μὴ ὑπολειφθῇ τῷ σώματι τροφή, καὶ τὰ ἐπέτεια ταὐτὸ πάσχειν ἔοικεν, οἷον τά τε χεδροπὰ καὶ ὁ σῖτος καὶ τἆλλα τὰ τοιαῦτα· τὴν γὰρ τροφὴν ἀναλίσκουσιν εἰς τὸ σπέρμα πᾶσαν· ἔστι γὰρ πολύσπερμον τὸ γένος αὐτῶν.
36Aristoteles, De generatione animalium, 3, 2; 19 (auctor 384BC-322BC)
τοῖς μὲν γὰρ ζῳοτοκουμένοις ἐν ἄλλῳ μορίῳ γίγνεται ἡ τροφή, τὸ καλούμενον γάλα ἐν τοῖς μαστοῖς· τοῖς δ' ὄρνισι τοῦτο ποιεῖ ἡ φύσις ἐν τοῖς ᾠοῖς, τοὐναντίον μέντοι ἢ οἵ τε ἄνθρωποι οἴονται καὶ Ἀλκμαίων φησὶν ὁ Κροτωνιάτης.
37Aristoteles, De generatione animalium, 3, 2; 20 (auctor 384BC-322BC)
οὐ γὰρ τὸ λευκόν ἐστι γάλα ἀλλὰ τὸ ὠχρόν· τοῦτο γάρ ἐστιν ἡ τροφὴ τοῖς νεοττοῖς-οἱ δ' οἴονται τὸ λευκὸν διὰ τὴν ὁμοιότητα τοῦ χρώματος.
38Aristoteles, De generatione animalium, 3, 2; 31 (auctor 384BC-322BC)
τὸ μὲν γὰρ ὠχρὸν ἐν τοῖς πάγοις πήγνυται, θερμαινόμενον δὲ ὑγραίνεται· διὸ καὶ συμπεττόμενον ἐν τῇ γῇ ἢ ὑπὸ τοῦ ἐπῳάζειν ὑγραίνεται, καὶ τοιοῦτον ὂν γίγνεται τροφὴ τοῖς συνισταμένοις ζῴοις.
39Aristoteles, De generatione animalium, 3, 2; 34 (auctor 384BC-322BC)
ἐκ τούτου γὰρ συνίσταται τὸ ζῷον, τὸ δ' ὠχρὸν τροφὴ γίγνεται, καὶ τοῖς ἀεὶ συνισταμένοις τῶν μορίων ἐντεῦθεν ἡ αὔξησις.
40Aristoteles, De generatione animalium, 3, 2; 43 (auctor 384BC-322BC)
ἐν μὲν οὖν τοῖς ζῳοτοκουμένοις ἡ ὑστέρα ἐν τῇ μητρί ἐστιν, ἐν δὲ τοῖς ᾠοτοκουμένοις ἀνάπαλιν, ὥσπερ ἂν εἴ τις εἴποι τὴν μητέρα ἐν τῇ ὑστέρᾳ εἶναι· τὸ γὰρ ἀπὸ τῆς μητρὸς γιγνόμενον, ἡ τροφή, τὸ ὠχρόν ἐστιν.
41Aristoteles, De generatione animalium, 3, 10; 8 (auctor 384BC-322BC)
ἔτι δὲ τὸ μὲν μέλι κομίζειν εὔλογον (τροφὴ γάρ), τὸ δὲ τὸν γόνον ἀλλότριον ὄντα καὶ μὴ τροφὴν ἄτοπον.
42Aristoteles, De generatione animalium, 3, 11; 21 (auctor 384BC-322BC)
ἐπεὶ δὲ παραπλησίαν ἔχει τὴν δύναμιν ἡ τροφὴ καὶ τὸ ταύτης περίττωμα, τῶν κηριαζόντων ὁμοίαν εἰκός ἐστιν εἶναι τῇ ἐξ ἀρχῆς συστάσει οὐσίαν· διόπερ εὔλογον γίγνεσθαι καὶ ἐκ ταύτης.
43Aristoteles, De generatione animalium, 3, 11; 36 (auctor 384BC-322BC)
τροφὴ δ' ἐστὶ τοῖς μὲν ὕδωρ καὶ γῆ, τοῖς δὲ τὰ ἐκ τούτων, ὥσθ' ὅπερ ἡ ἐν τοῖς ζῴοις θερμότης ἐκ τῆς τροφῆς ἀπεργάζεται, τοῦθ' ἡ τῆς ὥρας ἐν τῷ περιέχοντι θερμότης ἐκ θαλάττης καὶ γῆς συγκρίνει πέττουσα καὶ συνίστησιν.
44Aristoteles, De generatione animalium, 3, 11; 38 (auctor 384BC-322BC)
ἡ μὲν οὖν τῶν φυτῶν τῶν ἀπὸ ταὐτομάτου γιγνομένων σύστασις ὁμοειδής ἐστιν· ἔκ τινος γὰρ μορίου γίγνεται, καὶ τὸ μὲν ἀρχὴ τὸ δὲ τροφὴ γίγνεται ἡ πρώτη τοῖς ἐκφυομένοις.
45Aristoteles, De generatione animalium, 3, 11; 45 (auctor 384BC-322BC)
ἐπὶ τὰ ἄνω γὰρ καὶ τὴν ἀρχὴν αὐξάνονται οἱ σκώληκες· ἐν τῷ κάτω γὰρ ἡ τροφὴ τοῖς ἄνω.
46Aristoteles, De generatione animalium, 3, 11; 47 (auctor 384BC-322BC)
αἴτιον δ' ὅτι καὶ ὕστερον ἡ τροφὴ ἐν τῷ μορίῳ τῷ ὑπὸ τὸ ὑπόζωμα γίγνεται πᾶσιν.
47Aristoteles, De generatione animalium, 4, 2; 13 (auctor 384BC-322BC)
διαφέρει δὲ καὶ χώρα χώρας εἰς ταῦτα καὶ ὕδωρ ὕδατος διὰ τὰς αὐτὰς αἰτίας· ποιὰ γάρ τις ἡ τροφὴ γίγνεται μάλιστα καὶ τοῦ σώματος ἡ διάθεσις διά τε τὴν κρᾶσιν τοῦ περιεστῶτος ἀέρος καὶ τῶν εἰσιόντων, μάλιστα δὲ διὰ τὴν τοῦ ὕδατος τροφήν· τοῦτο γὰρ πλεῖστον εἰσφέρονται, καὶ ἐν πᾶσίν ἐστι τροφὴ τοῦτο, καὶ ἐν τοῖς ξηροῖς.
48Aristoteles, De generatione animalium, 4, 4; 41 (auctor 384BC-322BC)
αἴτιον δ' αὐτὸ τὸ θαυμαζόμενον τοῦ μὴ θαυμάζειν· διὰ γὰρ τὸ μέγεθος οὐ πολυτοκοῦσιν· ἡ γὰρ τροφὴ καταναλίσκεται τοῖς τοιούτοις εἰς τὴν αὔξησιν τοῦ σώματος-τοῖς δ' ἐλάττοσιν ἀπὸ τοῦ μεγέθους ἡ φύσις ἀφελοῦσα πρὸς τὸ περίττωμα προστίθησι τὸ σπερματικὸν τὴν ὑπεροχήν.
49Aristoteles, De generatione animalium, 4, 4; 84 (auctor 384BC-322BC)
ἤδη δὲ καὶ ὁ τῆς ξηρᾶς τροφῆς πόρος συμπεφυκὼς ἐπί τινων ζῴων γέγονε, καὶ προβάτων καὶ ἄλλων, ἐπεὶ καὶ βοῦς ἐν Περίνθῳ ἐγένετο ᾗ διὰ τῆς κύστεως λεπτὴ διηθουμένη τροφὴ διεχώρει, καὶ ἀνατμηθέντος τοῦ ἀρχοῦ ταχὺ πάλιν συνεφύετο, καὶ οὐκ ἐπεκράτουν διαιροῦντες.
50Aristoteles, De generatione animalium, 4, 8; 3 (auctor 384BC-322BC)
εὐλόγως δὲ συμβαίνει καὶ διὰ τὴν ἐξ ἀνάγκης αἰτίαν πεπεμμένον εἰς τοὺς τελευταίους χρόνους· τὸ μὲν γὰρ πρῶτον ἡ τοῦ τοιούτου περιττώματος ἀπόκρισις εἰς τὴν τῶν ἐμβρύων ἀναλίσκεται γένεσιν· πάντων δ' ἡ τροφὴ τὸ γλυκύτατον καὶ πεπεμμένον, ὥστ' ἀφαιρουμένης τῆς τοιαύτης δυνάμεως ἀνάγκη τὸ λοιπὸν ἁλμυρὸν γίγνεσθαι καὶ δύσχυμον.
51Aristoteles, De generatione animalium, 4, 8; 17 (auctor 384BC-322BC)
ἔστι δ' ἑκάστοις τοιοῦτος ὁ τῶν μαστῶν τόπος δι' ἀμφοτέρας τὰς αἰτίας ἕνεκά τε τοῦ βελτίστου γεγονὼς τοιοῦτος καὶ ἐξ ἀνάγκης· ἐνταῦθα δὲ ἤδη συνίσταται καὶ γίγνεται πεπεμμένη τροφὴ τοῖς ζῴοις.
52Aristoteles, De generatione animalium, 4, 8; 26 (auctor 384BC-322BC)
Καλῶς δὲ διώρισται τοῖς χρόνοις καὶ ἡ γένεσις ἡ τῶν ζῴων· ὅταν γὰρ διὰ τὸ μέγεθος μηκέτι ἱκανὴ ᾖ τῷ κυουμένῳ ἡ διὰ τοῦ ὀμφαλοῦ τροφή, ἅμα τὸ γάλα γίγνεται χρήσιμον πρὸς τὴν γιγνομένην τροφήν, καὶ οὐκ εἰσιούσης διὰ τοῦ ὀμφαλοῦ τροφῆς συμπίπτουσιν αὗται αἱ φλέβες περὶ ἃς ὁ καλούμενος ὀμφαλός ἐστι χιτών, καὶ διὰ ταῦτα καὶ τότε συμβαίνει θύραζε ἡ ἔξοδος.
53Aristoteles, De generatione animalium, 5, 4; 10 (auctor 384BC-322BC)
ὥστε καὶ ἡ ἐν ταῖς θριξὶ τοιαύτη οὖσα τροφὴ οὐ πεττομένη σήπεται, καὶ γίγνεται ἡ καλουμένη πολιά.
54Aristoteles, De generatione animalium, 5, 8; 20 (auctor 384BC-322BC)
τὸ δὲ πρόσθιον διὰ τὴν λεπτότητα ταχὺ λαμβάνει τέλος, καὶ οὐ γίγνεται περίττωμα ἐν αὐτῷ ἀλλ' εἰς τὴν αὔξησιν ἀναλίσκεται ἡ τροφὴ τὴν οἰκείαν.
55Aristoteles, De generatione et corruptione, 1, 5, 11; 32 (auctor 384BC-322BC)
Ἀπορήσειε δ´ ἄν τις καὶ τί ἐστι τὸ αὐξανόμενον, πότερον ᾧ προστίθεταί τι, οἷον εἰ τὴν κνήμην αὐξάνει, αὕτη μείζων, ᾧ δὲ αὐξάνει, ἡ τροφή, οὔ.
56Aristoteles, De generatione et corruptione, 1, 5, 12; 45 (auctor 384BC-322BC)
Μεῖζον μέντοι τὸ ὅλον γέγονε προσελθόντος μέν τινος, ὃ καλεῖται τροφὴ καὶ ἐναντίον, μεταβάλλοντος δὲ εἰς τὸ αὐτὸ εἶδος, οἷον εἰ ξηρῷ προσίοι ὑγρόν, προσελθὸν δὲ μεταβάλοι καὶ γένοιτο ξηρόν· ἔστι μὲν γὰρ ὡς τὸ ὅμοιον ὁμοίῳ αὐξάνεται, ἔστι δ´ ὡς ἀνομοίῳ.
57Aristoteles, De generatione et corruptione, 1, 5, 17; 57 (auctor 384BC-322BC)
Ἧι μὲν οὖν δυνάμει τὸ συναμφότερον, οἷον ποσὴ σάρξ, ταύτῃ μὲν αὔξει· καὶ γὰρ ποσὴν δεῖ γενέσθαι καὶ σάρκα· ᾗ δὲ μόνον σάρξ, τρέφει· ταύτῃ γὰρ διαφέρει τροφὴ καὶ αὔξησις τῷ λόγῳ.
58Aristoteles, De generatione et corruptione, 1, 5, 17; 58 (auctor 384BC-322BC)
Διὸ τρέφεται μὲν ἕως ἂν σώζηται καὶ φθῖνον, αὐξάνεται δὲ οὐκ ἀεί, καὶ ἡ τροφὴ τῇ αὐξήσει τὸ αὐτὸ μέν, τὸ δ´ εἶναι ἄλλο· ᾗ μὲν γάρ ἐστι τὸ προσιὸν δυνάμει ποσὴ σάρξ, ταύτῃ μὲν αὐξητικὸν σαρκός, ᾗ δὲ μόνον δυνάμει σάρξ, τροφή.
59Aristoteles, De generatione et corruptione, 2, 8, 4; 5 (auctor 384BC-322BC)
Μαρτυρεῖν δ´ ἔοικε καὶ ἡ τροφὴ ἑκάστων· ἅπαντα μὲν γὰρ τρέφεται τοῖς αὐτοῖς ἐξ ὧνπέρ ἐστιν, ἅπαντα δὲ πλείοσι τρέφεται.
60Aristoteles, De generatione et corruptione, 2, 8, 5; 7 (auctor 384BC-322BC)
Ἐπεὶ δ´ ἐστὶν ἡ μὲν τροφὴ τῆς ὕλης, τὸ δὲ τρεφόμενον συνειλημμένον τῇ ὕλῃ ἡ μορφὴ καὶ τὸ εἶδος, εὔλογον ἤδη τὸ μόνον τῶν ἁπλῶν σωμάτων τρέφεσθαι τὸ πῦρ ἁπάντων ἐξ ἀλλήλων γινομένων, ὥσπερ καὶ οἱ πρότεροι λέγουσιν· μόνον γάρ ἐστι καὶ μάλιστα τοῦ εἴδους τὸ πῦρ διὰ τὸ πεφυκέναι φέρεσθαι πρὸς τὸν ὅρον.
61Aristoteles, De incessu animalium, 4, 3; 8 (auctor 384BC-322BC)
Αἱ γὰρ ῥίζαι εἰσὶ τὸ ἄνω τοῖς φυτοῖς· ἐκεῖθεν γὰρ ἡ τροφὴ διαδίδοται τοῖς φυομένοις, καὶ λαμβάνει ταύταις αὐτήν, καθάπερ τὰ ζῷα τοῖς στόμασιν.
62Aristoteles, De incessu animalium, 5, 4; 6 (auctor 384BC-322BC)
Αἴτιον δ' ὅτι τὰ μὲν ἀκίνητα, πρὸς τὴν τροφὴν δὲ τὸ ἄνω, ἡ δὲ τροφὴ ἐκ τῆς γῆς.
63Aristoteles, De iuventute et senectute De vita et morte, 1; 6 (auctor 384BC-322BC)
Ἐπεὶ οὖν τῶν ἰδίων αἰσθητηρίων ἕν τι κοινόν ἐστιν αἰσθητήριον, εἰς ὃ τὰς κατ’ ἐνέργειαν αἰσθήσεις ἀναγκαῖον ἀπαντᾶν, τοῦτο δ’ ἂν εἴη μέσον τοῦ πρόσθεν καλουμένου καὶ ὄπισθεν (ἔμπροσθεν μὲν γὰρ λέγεται ἐφ’ ὅ ἐστιν ἡμῖν ἡ αἴσθησις, ὄπισθεν δὲ τὸ ἀντικείμενον), ἔτι δὲ διῃρημένου τοῦ σώματος τῶν μὲν ζώντων πάντων τῷ τ’ ἄνω καὶ κάτω (πάντα γὰρ ἔχει τὸ ἄνω καὶ τὸ κάτω, ὥστε καὶ τὰ φυτά), δῆλον ὅτι τὴν θρεπτικὴν ἀρχὴν ἔχοι ἂν μέσῳ τούτων· καθ’ ὃ μὲν γὰρ εἰσέρχεται μόριον ἡ τροφή, ἄνω καλοῦμεν, πρὸς αὐτὸ βλέποντες ἀλλ’ οὐ πρὸς τὸ περιέχον ὅλον, κάτω δὲ καθ’ ὃ τὸ περίττωμα ἀφίησι τὸ πρῶτον.
64Aristoteles, De iuventute et senectute De vita et morte, 3; 7 (auctor 384BC-322BC)
Ἡ δὲ καρδία ὅτι ἐστὶν ἀρχὴ τῶν φλεβῶν, ἐν τοῖς περὶ τὰ μέρη τῶν ζῴων εἴρηται πρότερον· καὶ ὅτι τὸ αἷμα τοῖς ἐναίμοις ἐστὶ τελευταία τροφή, ἐξ οὗ γίνεται τὰ μόρια.
65Aristoteles, De iuventute et senectute De vita et morte, 6; 2 (auctor 384BC-322BC)
Καὶ γὰρ ἡ τροφὴ ποιεῖ κατάψυξιν εἰσιοῦσα, καθάπερ καὶ τοῖς ἀνθρώποις τὸ πρῶτον προσενεγκαμένοις· αἱ δὲ νηστεῖαι θερμαίνουσι καὶ δίψας ποιοῦσιν· ἀκίνητος γὰρ ὢν ὁ ἀὴρ ἀεὶ θερμαίνεται, τῆς δὲ τροφῆς εἰσιούσης καταψύχει κινούμενος, ἕως ἂν λάβῃ τὴν πέψιν.
66Aristoteles, De longitudine et brevitate vitae, 3; 10 (auctor 384BC-322BC)
Διὸ ἡ ἐλάττων φλὸξ κατακάεται ὑπὸ τῆς πολλῆς κατὰ συμβεβηκός, ὅτι ἡ τροφὴ ἣν ἐκείνη ἐν πολλῷ χρόνῳ ἀναλίσκει τὸν καπνόν, ταύτην ἡ πολλὴ φλὸξ ταχύ.
67Aristoteles, De partibus animalium, 2, 2, 4; 5 (auctor 384BC-322BC)
Τὰ μὲν γὰρ ὡς ὕλη τῶν μερῶν τῶν ἀνομοιομερῶν ἐστιν (ἐκ τούτων γὰρ συνέστηκεν ἕκαστον τῶν ὀργανικῶν μερῶν, ἐξ ὀστῶν καὶ νεύρων καὶ σαρκῶν καὶ ἄλλων τοιούτων συμβαλλομένων τὰ μὲν εἰς τὴν οὐσίαν τὰ δ´ εἰς τὴν ἐργασίαν), τὰ δὲ τροφὴ τούτοις τῶν ὑγρῶν ἐστι (πάντα γὰρ ἐξ ὑγροῦ λαμβάνει τὴν αὔξησιν), τὰ δὲ περιττώματα συμβέβηκεν εἶναι τούτων, οἷον τήν τε τῆς ξηρᾶς τροφῆς ὑπόστασιν καὶ τὴν τῆς ὑγρᾶς τοῖς ἔχουσι κύστιν.
68Aristoteles, De partibus animalium, 2, 3, 7; 12 (auctor 384BC-322BC)
Ἐπεὶ δ´ ἀνάγκη πᾶν τὸ αὐξανόμενον λαμβάνειν τροφήν, ἡ δὲ τροφὴ πᾶσιν ἐξ ὑγροῦ καὶ ξηροῦ, καὶ τούτων ἡ πέψις γίνεται καὶ ἡ μεταβολὴ διὰ τῆς τοῦ θερμοῦ δυνάμεως, καὶ τὰ ζῷα πάντα καὶ τὰ φυτά, κἂν εἰ μὴ δι´ ἄλλην αἰτίαν, ἀλλὰ διὰ ταύτην ἀναγκαῖον ἔχειν ἀρχὴν θερμοῦ φυσικήν, καὶ ταύτην ὥσπερ † ... αἱ ἐργασίαι τῆς τροφῆς πλειόνων εἰσὶ μορίων.
69Aristoteles, De partibus animalium, 2, 3, 8; 13 (auctor 384BC-322BC)
Ἡ μὲν γὰρ πρώτη φανερὰ τοῖς ζῴοις λειτουργία διὰ τοῦ στόματος οὖσα καὶ τῶν ἐν τούτῳ μορίων, ὅσων ἡ τροφὴ δεῖται διαιρέσεως.
70Aristoteles, De partibus animalium, 2, 3, 11; 19 (auctor 384BC-322BC)
Ἐπεὶ δὲ πάσης τροφῆς ἐστί τι δεκτικὸν καὶ τῶν γινομένων περιττωμάτων, αἱ δὲ φλέβες οἷον ἀγγεῖον αἵματός εἰσι, φανερὸν ὅτι τὸ αἷμα ἡ τελευταία τροφὴ τοῖς ζῴοις τοῖς ἐναίμοις ἐστί, τοῖς δ´ ἀναίμοις τὸ ἀνάλογον.
71Aristoteles, De partibus animalium, 2, 3, 13; 23 (auctor 384BC-322BC)
Οὐδ´ ἡ τροφὴ καθάπερ σάρξ· αὕτη γὰρ θιγγανομένη ποιεῖ αἴσθησιν.
72Aristoteles, De partibus animalium, 2, 4, 6; 16 (auctor 384BC-322BC)
Πολλῶν δ´ ἐστὶν αἰτία ἡ τοῦ αἵματος φύσις καὶ κατὰ τὸ ἦθος τοῖς ζῴοις καὶ κατὰ τὴν αἴσθησιν, εὐλόγως· ὕλη γάρ ἐστι παντὸς τοῦ σώματος· ἡ γὰρ τροφὴ ὕλη, τὸ δ´ αἷμα ἡ ἐσχάτη τροφή.
73Aristoteles, De partibus animalium, 2, 6, 4; 7 (auctor 384BC-322BC)
Ὅτι δ´ ἡ τροφὴ πᾶσιν αἷμα, εἴρηται πρότερον.
74Aristoteles, De partibus animalium, 2, 6, 5; 9 (auctor 384BC-322BC)
Καὶ ἐν τοῖς δὴ τὰ ὀστᾶ πυκνὰ ἔχουσι καὶ ἰσχυρὰ εὐλόγως ἐν τοῖς μὲν οὐκ ἔνεστι, τοῖς δ´ ὀλίγος ἔνεστιν· εἰς γὰρ τὰ ὀστᾶ ἀναλίσκεται ἡ τροφή.
75Aristoteles, De partibus animalium, 2, 9, 9; 18 (auctor 384BC-322BC)
Διὸ τὰ τῶν ἀρρένων σκληρότερα ἢ τὰ τῶν θηλειῶν, καὶ τὰ τῶν σαρκοφάγων (ἡ τροφὴ γὰρ διὰ μάχης τούτοις), ὥσπερ τὰ τοῦ λέοντος· οὕτω γὰρ ἔχει ταῦτα σκληρὰν τὴν φύσιν ὥστ´ ἐξάπτεσθαι τυπτομένων καθάπερ ἐκ λίθων πῦρ.
76Aristoteles, De partibus animalium, 2, 9, 17; 34 (auctor 384BC-322BC)
Ἔτι δὲ περὶ γονῆς καὶ γάλακτος ἀπελίπομεν ἐν τῇ περὶ τῶν ὑγρῶν καὶ ὁμοιομερῶν θεωρίᾳ· τοῖς γὰρ περὶ γενέσεως λόγοις ἁρμόττουσαν ἔχει τὴν σκέψιν· τὸ μὲν γὰρ αὐτῶν ἀρχή, τὸ δὲ τροφὴ τῶν γινομένων ἐστίν.
77Aristoteles, De partibus animalium, 3, 1, 8; 21 (auctor 384BC-322BC)
Τούτου δ´ αἴτιον ὅτι ἀναγκαῖον ἐν ὑγροῖς οὖσι παρεισδέχεσθαι τὸ ὑγρὸν ἅμα τῇ τροφῇ, καὶ τοῦτο ταχέως ἐκπέμπειν.
78Aristoteles, De partibus animalium, 3, 1, 9; 27 (auctor 384BC-322BC)
Ἡ γὰρ φύσις αὐτὴ καθ´ αὑτήν, ὥσπερ εἴπομεν, τοῖς κοινοῖς πάντων μορίοις εἰς πολλὰ τῶν ἰδίων καταχρῆται, οἷον καὶ ἐπὶ τοῦ στόματος ἡ μὲν τροφὴ πάντων κοινόν, ἡ δ´ ἀλκή τινων ἴδιον καὶ ὁ λόγος ἑτέρων, ἔτι δὲ τὸ ἀναπνεῖν οὐ πάντων κοινόν.
79Aristoteles, De partibus animalium, 3, 2, 13; 31 (auctor 384BC-322BC)
Διὸ τῶν κερατοφόρων οὐδέν ἐστιν ἄμφωδον· ἄνω γὰρ οὐκ ἔχει τοὺς προσθίους ὀδόντας· ἀφελοῦσα γὰρ ἐντεῦθεν ἡ φύσις τοῖς κέρασι προσέθηκε, καὶ ἡ διδομένη τροφὴ εἰς τοὺς ὀδόντας τούτους εἰς τὴν τῶν κεράτων αὔξησιν ἀναλίσκεται.
80Aristoteles, De partibus animalium, 3, 3, 1; 6 (auctor 384BC-322BC)
Ὁ δ´ οἰσοφάγος ἐστὶ δι´ οὗ ἡ τροφὴ πορεύεται εἰς τὴν κοιλίαν· ὥσθ´ ὅσα μὴ ἔχει αὐχένα, οὐδ´ οἰσοφάγον ἐπιδήλως ἔχουσιν.
81Aristoteles, De partibus animalium, 3, 5, 10; 19 (auctor 384BC-322BC)
Εἴρηται γὰρ ὅτι πᾶν τὸ κοινὸν γῆς καὶ ὕδατος παχύνεται πεσσόμενον, ἡ δὲ τροφὴ καὶ τὸ αἷμα μικτὸν ἐξ ἀμφοῖν.
82Aristoteles, De partibus animalium, 3, 14, 6; 10 (auctor 384BC-322BC)
Ἅμα δὲ καὶ ἐπεὶ ἡ τροφὴ ἀκανθώδης, τὴν δὲ γλῶτταν ἀνάγκη σαρκώδη εἶναι, πρὸς σκληρότητα τοῦ οὐρανοῦ κατακέχρηται τῷ ἐκ τῶν ὀδόντων γεώδει ἡ φύσις.
83Aristoteles, De partibus animalium, 3, 14, 11; 19 (auctor 384BC-322BC)
Αἴτιον δ´ ὅτι ἡ τροφὴ πᾶσι τούτοις εὐλέαντος, ὥστε συμβαίνειν διὰ ταῦτα τῶν τοιούτων τὰς κοιλίας εἶναι ὑγρὰς διὰ τὴν ἀπεψίαν καὶ τὴν τροφήν.
84Aristoteles, De partibus animalium, 4, 2, 6; 20 (auctor 384BC-322BC)
Ἐναντίον τε γὰρ τῇ τροφῇ τὸ περίττωμα βούλεται εἶναι καὶ τῷ γλυκεῖ τὸ πικρόν, καὶ τὸ αἷμα γλυκὺ τὸ ὑγιαῖνον.
85Aristoteles, De partibus animalium, 4, 4, 2; 4 (auctor 384BC-322BC)
Ἐπεὶ γὰρ ἀναγκαῖον τὰ ζῷα τροφὴν λαμβάνειν θύραθεν, καὶ πάλιν ἐκ ταύτης γίνεσθαι τὴν ἐσχάτην τροφήν, ἐξ ἧς ἤδη διαδίδοται εἰς τὰ μόρια (τοῦτο δὲ τοῖς μὲν ἀναίμοις ἀνώνυμον, τοῖς δ´ ἐναίμοις αἷμα καλεῖται), δεῖ τι εἶναι δι´ οὗ εἰς τὰς φλέβας ἐκ τῆς κοιλίας οἷον διὰ ῥιζῶν πορεύσεται ἡ τροφή.
86Aristoteles, De partibus animalium, 4, 5, 4; 12 (auctor 384BC-322BC)
Ὀδόντας δὲ τὰ μὲν ἔχει τούτων, ἀλλοιοτέρους δέ, καθάπερ τό τε τῶν μυρμήκων καὶ τὸ τῶν μελιττῶν γένος, τὰ δ´ οὐκ ἔχει, ὅσα ὑγρᾷ χρῆται τῇ τροφῇ· πολλὰ γὰρ τῶν ἐντόμων οὐ τροφῆς ἔχει χάριν τοὺς ὀδόντας ἀλλ´ ἀλκῆς.
87Aristoteles, De partibus animalium, 4, 5, 37; 114 (auctor 384BC-322BC)
Ἱκανὴ γὰρ τροφὴ τῷ σώματι ἡ ἐκ τοῦ σώματος ὑπομένουσα ὑγρότης, καθάπερ τοῖς ἐφημέροις ζῴοις (γίνεται δὲ ταῦτα περὶ τὸν Πόντον), πλὴν ἐκεῖνα μὲν ζῇ μιᾶς ἡμέρας χρόνον, ταῦτα δὲ πλειόνων μὲν ἡμερῶν, ὀλίγων δὲ τούτων.
88Aristoteles, De partibus animalium, 4, 10, 37; 93 (auctor 384BC-322BC)
Ὁ μὲν οὖν ἄνθρωπος ἰσχία τ´ ἔχει τὰ σκέλη σαρκώδη διὰ τὴν εἰρημένην αἰτίαν, καὶ διὰ ταῦτα ἄκερκον (ἥ τε γὰρ ἐκεῖ τροφὴ πορευομένη εἰς ταῦτα ἀναλίσκεται, καὶ διὰ τὸ ἔχειν ἰσχία ἀφῄρηται ἡ τῆς οὐρᾶς ἀναγκαία χρῆσις), τὰ δὲ τετράποδα καὶ τἆλλα ζῷα ἐξ ἐναντίας· νανώδεσι γὰρ οὖσι πρὸς τὸ ἄνω τὸ βάρος καὶ τὸ σωματῶδες ἐπίκειται πᾶν, ἀφῃρημένον ἀπὸ τῶν κάτωθεν· διόπερ ἀνίσχια καὶ σκληρὰ τὰ σκέλη ἔχουσιν.
89Aristoteles, De partibus animalium, 4, 11, 13; 41 (auctor 384BC-322BC)
Ἔχει δ´ οὐδὲ ταῦτα οὔτ´ ἄλλο τῶν μὴ ζῳοτοκούντων ἐν αὑτοῖς οὐδὲν γάλα, διότι ᾠοτοκοῦσιν, ἐν δὲ τῷ ᾠῷ ἐγγίνεται ἡ γαλακτώδης ὑπάρχουσα ἐν τοῖς ζῳοτόκοις τροφή.
90Aristoteles, De partibus animalium, 4, 12, 18; 54 (auctor 384BC-322BC)
Ἐπεὶ δὲ οὐ πτητικὰ μέν, ἐκ τῆς δ´ αὐτῆς ὕλης ἐστὶ πάντα, ἡ εἰς τὸ οὐροπύγιον αὐτοῖς τροφὴ εἰς τὰ σκέλη καταναλισκομένη ταῦτα ηὔξησεν.
91Aristoteles, De sensu et sensibilibus, 1; 127 (auctor 384BC-322BC)
Ὅτι δ’ οὐ παντὸς ξηροῦ ἀλλὰ τοῦ τροφίμου οἱ χυμοὶ ἢ πάθος εἰσὶν ἢ στέρησις, δεῖ λαβεῖν ἐντεῦθεν, ὅτι οὔτε τὸ ξηρὸν ἄνευ τοῦ ὑγροῦ οὔτε τὸ ὑγρὸν ἄνευ τοῦ ξηροῦ· τροφὴ γὰρ οὐδὲν αὐτῶν τοῖς ζῴοις, ἀλλὰ τὸ μεμιγμένον.
92Aristoteles, De sensu et sensibilibus, 1; 177 (auctor 384BC-322BC)
Διοριστέον δὲ πῶς ἔστι καὶ πῶς οὐκ ἔστιν· τὸ μὲν γάρ ἐστι κατὰ τοὺς χυμοὺς τεταγμένον αὐτῶν, ὥσπερ εἴπομεν, καὶ τὸ ἡδὺ καὶ τὸ λυπηρὸν κατὰ συμβεβηκὸς ἔχουσιν· διὰ γὰρ τὸ τοῦ θρεπτικοῦ πάθη εἶναι, ἐπιθυμούντων μὲν ἡδεῖαι αἱ ὀσμαὶ τούτων εἰσί, πεπληρωμένοις δὲ καὶ μηδὲν δεομένοις οὐχ ἡδεῖαι, οὐδ’ ὅσοις μὴ καὶ ἡ τροφὴ ἡ ἔχουσα τὰς ὀσμὰς ἡδεῖα, οὐδὲ τούτοις.
93Aristoteles, De sensu et sensibilibus, 1; 183 (auctor 384BC-322BC)
Τοῦτο δὲ ποιεῖ φανερῶς· ἡ μὲν γὰρ τροφὴ ἡδεῖα οὖσα, καὶ ἡ ξηρὰ καὶ ἡ ὑγρά, πολλάκις νοσώδης ἐστίν, ἡ δ’ ἀπὸ τῆς ὀσμῆς τῆς καθ’ αὑτὴν εὐώδους ὁπωσοῦν ἔχουσιν ὠφέλιμος ὡς εἰπεῖν ἀεί.
94Aristoteles, De somno et vigilia, 3; 2 (auctor 384BC-322BC)
Φανερὸν δὴ ὅτι ἐπεὶ ἀναγκαῖον τῷ ζῴῳ, ὅταν αἴσθησιν ἔχῃ, τότε πρῶτον τροφήν τε λαμβάνειν καὶ αὔξησιν, τροφὴ δ’ ἐστὶ πᾶσιν ἡ ἐσχάτη τοῖς μὲν ἐναίμοις ἡ τοῦ αἵματος φύσις τοῖς δ’ ἀναίμοις τὸ ἀνάλογον, τόπος δὲ τοῦ αἵματος αἱ φλέβες, τούτων δ’ ἀρχὴ ἡ καρδία· φανερὸν δὲ τὸ λεχθὲν ἐκ τῶν ἀνατομῶν.
95Aristoteles, De somno et vigilia, 3; 16 (auctor 384BC-322BC)
Ἔτι δ’ ἐκ κόπων ἐνίων· ὁ μὲν γὰρ κόπος συντηκτικόν, τὸ δὲ σύντηγμα γίνεται ὥσπερ τροφὴ ἄπεπτος, ἂν μὴ ψυχρὸν ᾖ.
96Aristoteles, Ethica Eudemia, 2; 47 (auctor 384BC-322BC)
– ὑποκείσθω δὴ πρῶτον ἡ βελτίστη διάθεσις ὑπὸ τῶν βελτίστων γίγνεσθαι, καὶ πράττεσθαι ἄριστα περὶ ἕκαστον ἀπὸ τῆς ἑκάστου ἀρετῆς, οἷον πόνοι τε ἄριστοι καὶ τροφὴ ἀφ' ὧν γίνεται εὐεξία, καὶ ἀπὸ τῆς εὐεξίας πονοῦσιν ἄριστα· ἔτι πᾶσαν διάθεσιν ὑπὸ τῶν αὐτῶν γίγνεσθαι καὶ φθείρεσθαι πὼς προσφερομένων, ὥσπερ ὑγίεια ὑπὸ τροφῆς καὶ πόνων καὶ ὥρας.
97Aristoteles, Ethica Eudemia, 2; 105 (auctor 384BC-322BC)
αἴτιον δὲ τῆς ἐναντιώσεως, ὅτι οὐκ ἀεὶ ἐπὶ ταὐτὰ τῆς ἀνισότητος ἢ ὁμοιότητος πρὸς τὸ μέσον, ἀλλ' ὁτὲ μὲν θᾶττον ἂν μεταβαίη ἀπὸ τῆς ὑπερβολῆς ἐπὶ τὴν μέσην ἕξιν, ὁτὲ δ' ἀπὸ τῆς ἐλλείψεως, ἧς ὃσ πλέον ἀπέχει, οὗτος δοκεῖ ἐναντιώτερος εἶναι, οἷον καὶ περὶ τὸ σῶμα ἐν μὲν τοῖς πόνοις ὑγιεινότερον ἡ ὑπερβολὴ τῆς ἐλλείψεως καὶ ἐγγύτερον τοῦ μέσου, ἐν δὲ τῇ τροφῇ ἡ ἔλλειψις ὑπερβολῆς.
98Aristoteles, Ethica Eudemia, 8; 80 (auctor 384BC-322BC)
οὔτε γὰρ ἄφρων οὔτ' ἄδικος ἢ ἀκόλαστος ὢν οὐδὲν ἂν ὀνήσειε χρώμενος αὐτοῖς, ὥσπερ οὐδ' ὁ κάμνων τῇ τοῦ ὑγιαίνοντος τροφῇ χρώμενος οὐδ' ὁ ἀσθενὴς καὶ ἀνάπηρος τοῖς τοῦ ὑγιοῦς καὶ τοῖς τοῦ ὁλοκλήρου κόσμοις.
99Aristoteles, Ethica Nicomachea, 1, 4; 5 (auctor 384BC-322BC)
ἔτι δ' ἐπεὶ τῶν κατὰ μίαν ἰδέαν μία καὶ ἐπιστήμη, καὶ τῶν ἀγαθῶν ἁπάντων ἦν ἂν μία τις ἐπιστήμη· νῦν δ' εἰσὶ πολλαὶ καὶ τῶν ὑπὸ μίαν κατηγορίαν, οἷον καιροῦ, ἐν πολέμῳ μὲν γὰρ στρατηγικὴ ἐν νόσῳ δ' ἰατρική, καὶ τοῦ μετρίου ἐν τροφῇ μὲν ἰατρικὴ ἐν πόνοις δὲ γυμναστική.
100Aristoteles, Ethica Nicomachea, 5, 8; 16 (auctor 384BC-322BC)
ἐφ' ὃ τὸ νόμισμ' ἐλήλυθε, καὶ γίνεταί πως μέσον· πάντα γὰρ μετρεῖ, ὥστε καὶ τὴν ὑπεροχὴν καὶ τὴν ἔλλειψιν, πόσα ἄττα δὴ ὑποδήματ' ἴσον οἰκίᾳ ἢ τροφῇ.
101Aristoteles, Ethica Nicomachea, 5, 8; 25 (auctor 384BC-322BC)
γεωργὸς α, τροφὴ γ, σκυτοτόμος β, τὸ ἔργον αὐτοῦ τὸ ἰσασμένον δ.
102Aristoteles, Ethica Nicomachea, 9, 10; 3 (auctor 384BC-322BC)
καὶ οἱ πρὸς ἡδονὴν δὲ ἀρκοῦσιν ὀλίγοι, καθάπερ ἐν τῇ τροφῇ τὸ ἥδυσμα.
103Aristoteles, Ethica Nicomachea, 10, 5; 23 (auctor 384BC-322BC)
καὶ ἐφ' ἑκάστῳ δὲ θεωροῦντι τοῦτ' ἂν φανείη· ἑτέρα γὰρ ἵππου ἡδονὴ καὶ κυνὸς καὶ ἀνθρώπου, καθάπερ Ἡράκλειτός φησιν ὄνους σύρματ' ἂν ἑλέσθαι μᾶλλον ἢ χρυσόν· ἥδιον γὰρ χρυσοῦ τροφὴ ὄνοις.
104Aristoteles, Historia animalium, 1, I 1; 48 (auctor 384BC-322BC)
Καί τά μέν σαρκοφάγα, τά δέ καρποφάγα, τά δέ παμφάγα, τά δέ ἰδιότροφα, οἷον τό τῶν μελιττῶν γένος καί τό τῶν ἀραχνῶν· τά μέν γάρ μέλιτι καί τισιν ἄλλοις ὀλίγοις τῶν γλυκέων χρῆται τροφῇ, οἱ δ’ ἀράχναι ἀπό τῆς τῶν μυιῶν θήρας ζῶσιν, τά δ’ ἰχθύσι χρῶνται τροφῇ.
105Aristoteles, Historia animalium, 1, I 5; 3 (auctor 384BC-322BC)
Καλεῖται δ’ ᾠόν μέν τῶν κυημάτων τῶν τελείων, ἐξ οὗ γίγνεται τό γινόμενον ζῷον, ἐκ μορίου τήν ἀρχήν, τό δ’ ἄλλο τροφή τῷ γινομένῳ ἐστίν· σκώληξ δ’ ἐστίν ἐξ οὗ ὅλου ὅλον γίνεται τό ζῷον, διαρθρουμένου καί αὐξανομένου τοῦ κυήματος.
106Aristoteles, Historia animalium, 2, II 17; 28 (auctor 384BC-322BC)
Ἐν τούτῳ καί ἡ τροφή ἐγγίνεται, χωρίς δ’ οὐκ ἔχει ἀγγεῖον.
107Aristoteles, Historia animalium, 2, II 17; 57 (auctor 384BC-322BC)
Οἱ μέν γάρ ἔχουσι πρό τῆς κοιλίας πρόλοβον, οἷον ἀλεκτρυών, φάττα, περιστερά, πέρδιξ· ἔστι δ’ ὁ πρόλοβος δέρμα κοῖλον καί μέγα, ἐν ᾧ ἡ τροφή πρώτη εἰσιοῦσα ἄπεπτός ἐστιν.
108Aristoteles, Historia animalium, 4, IV 11; 6 (auctor 384BC-322BC)
Οὔτε γάρ ζῳοτοκεῖ ἄνευ ᾠοτοκίας οὐδέν τῶν τοιούτων, ᾠόν δ’ οὐδεμία πώποτε ὦπται ἔχουσα· ὅσα τε ζῳοτοκεῖ, ἐν τῇ ὑστέρᾳ ἔχει καί προσπεφυκότα, ἀλλ’ οὐκ ἐν τῇ γαστρί· ἐπέττετο γάρ ἂν ὥσπερ ἡ τροφή.
109Aristoteles, Historia animalium, 5, V 16; 10 (auctor 384BC-322BC)
Σημεῖον δέ· ὅταν γάρ ληφθῶσι, φαίνονται μεστοί ἰλύος· ὅπερ συμβαίνει καί τοῖς ἄλλοις τοῖς φυομένοις ἀπό τῆς προσφύσεως οὖσα ἡ τροφή.
110Aristoteles, Historia animalium, 6, VI 3; 10 (auctor 384BC-322BC)
Ἡ μέν οὖν ἀρχή τοῦ νεοττοῦ ἐστίν ἐκ τοῦ λευκοῦ, ἡ δέ τροφή διά τοῦ ὀμφαλοῦ ἐκ τοῦ ὠχροῦ.
111Aristoteles, Historia animalium, 6, VI 10; 12 (auctor 384BC-322BC)
Καί ἠ τροφή δ’ ὁμοία γίνεται τοῖς ἰχθυδίοις ἐν τῇ κοιλίᾳ ὥσπερ τοῖς τῶν ὀρνίθων νεοττοῖς, ἡ μέν λευκή ἡ δ’ ὠχρά.
112Aristoteles, Historia animalium, 6, VI 10; 23 (auctor 384BC-322BC)
Ἡ δέ τροφή ἀνατεμνομένου, κἂν μηκέτ’ ἔχῃ τό ᾠόν, ᾠώδης.
113Aristoteles, Historia animalium, 7, VII 1; 8 (auctor 384BC-322BC)
Τά δέ λευκά καί παιδίοις γίνεται νέοις οὖσι πάμπαν, μᾶλλον δ’ ἂν ὑγρᾷ χρῶνται τροφῇ· καί κωλύει τήν αὔξην, καί τά σώματα ἰσχναίνει τῶν παιδίων.
114Aristoteles, Historia animalium, 8, VIII 2; 29 (auctor 384BC-322BC)
Ἔχει δ’ ὥσπερ τά ὄστρεα, ᾗ ὑποχωρεῖ ἔξω ἡ τροφή, πόρον.
115Aristoteles, Historia animalium, 8, VIII 2; 74 (auctor 384BC-322BC)
Τροφῇ δέ καί οἱ ποτάμιοι χρῶνται ἀλλήλους τ’ ἐσθίοντες καί βοτάνας καί ῥίζας, κἄν τι ἐν τῷ βορβόρῳ λάβωσιν.
116Aristoteles, Historia animalium, 8, VIII 11; 3 (auctor 384BC-322BC)
Ἡ δέ μέλιττα μόνον πρός οὐδέν προσίζει σαπρόν, οὐδέ χρῆται τροφῇ οὐδεμιᾷ ἀλλ’ ἢ τῇ γλυκύν ἐχούσῃ χυμόν· καί ὕδωρ δ’ ἥδιστα εἰς ἑαυτάς λαμβάνουσιν, ὅπου ἂν καθαρόν ἀναπηδᾷ.
117Aristoteles, Historia animalium, 9, IX 1; 13 (auctor 384BC-322BC)
Πόλεμος μέν οὖν πρός ἄλληλα τοῖς ζῴοις ἐστίν, ὅσα τούς αὐτούς τε κατέχει τόπους καί ἀπό τῶν αὐτῶν ποιεῖται τήν ζωήν· ἐάν γάρ ᾖ σπάνιος ἡ τροφή, καί πρός ἄλληλα τά ὁμόφυλα μάχεται, ἐπεί καί τάς φώκας φασί πολεμεῖν τάς περί τόν αὐτόν τόπον, καί ἄρρενι ἄρρενα καί θηλείᾳ θήλειαν, ἕως ἂν ἀποκτείνῃ ἢ ἐκβληθῇ θάτερον ὑπό θατέρου· καί τά σκυμνία ὡσαύτως πάντα.
118Aristoteles, Historia animalium, 9, IX 1; 14 (auctor 384BC-322BC)
Ἔτι δέ τοῖς ὠμοφάγοις ἅπαντα πολεμεῖ, καί ταῦτα τοῖς ἄλλοις· ἀπό γάρ τῶν ζῴων ἡ τροφή αὐτοῖς· ὅθεν καί τάς διεδρίας καί τάς συνεδρίας οἱ μάντεις λαμβάνουσι, δίεδρα μέν τά πολέμια τιθέντες, σύνεδρα δέ τά εἰρηνοῦντα πρός ἄλληλα.
119Aristoteles, Historia animalium, 9, IX 1; 27 (auctor 384BC-322BC)
Ἰκτῖνος δέ καί κόραξ· ὑφαιρεῖται γάρ τοῦ κόρακος ὁ ἰκτῖνος ὅ τι ἂν ἔχῃ διά τό κρείττων εἶναι τοῖς ὄνυξι καί τῇ πτήσει, ὥστε ἡ τροφή ποιεῖ πολεμίους καί τούτους.
120Aristoteles, Historia animalium, 9, IX 31; 1 (auctor 384BC-322BC)
Οἱ δέ κόρακες ἐν τοῖς μικροῖς χωρίοις, καί ὅπου μή ἱκανή τροφή πλείοσι, δύο μόνοι γίνονται· καί τούς ἑαυτῶν νεοττούς, ὅταν οἷοί τ’ ὦσιν ἤδη πέτεσθαι, τό μέν πρῶτον ἐκβάλλουσιν, ὕστερον δέ καί ἐκ τοῦ τόπου ἐκδιώκουσιν.
121Aristoteles, Historia animalium, 9, IX 37; 19 (auctor 384BC-322BC)
Ἅπαντα δέ καί τά πλωτά καί τά μόνιμα τούτους νέμεται τούς τόπους ἐν οἷς ἂν φυῶσι, καί τούς ὁμοίους τούτοις· ἡ γάρ οἰκεία τροφή ἑκάστων ἐν τούτοις ἐστίν.
122Aristoteles, Historia animalium, 9, IX 40; 3 (auctor 384BC-322BC)
Οἱ μέν οὖν μύρμηκες θηρεύουσι μέν οὐδέν, τά δέ πεποιημένα συλλέγουσιν· οἱ δ’ ἀράχναι ποιοῦσι μέν οὐδέν οὐδ’ ἀποτίθενται, θηρεύουσι δέ μόνον τήν τροφήν· τῶν δ’ ἐννέα γενῶν τῶν εἰρημένων περί μέν τῶν λοιπῶν ὕστερον λεχθήσεται, αἱ δέ μέλιτται θηρεύουσι μέν οὐδέν, αὐταί δέ ποιοῦνται καί ἀποτίθενται· ἔστι γάρ αὐταῖς τό μέλι τροφή.
123Aristoteles, Historia animalium, 9, IX 40; 5 (auctor 384BC-322BC)
Ἔστι δ’ αὐταῖς καί ἄλλη τροφή, ἣν καλοῦσί τινες κήρινθον· ἔστι δέ τοῦτο ὑποδεέστερον καί γλυκύτητα συκώδη ἔχον, κομίζουσι δέ τοῦτο τοῖς σκέλεσι καθάπερ καί τόν κηρόν.
124Aristoteles, Historia animalium, 9, IX 40; 66 (auctor 384BC-322BC)
Τροφῇ δέ χρῶνται μέλιτι καί θέρους καί χειμῶνος· τίθενται δέ καί ἄλλην τροφήν ἐμφερῆ τῷ κηρῷ τήν σκληρότητα, ἣν ὀνομάζουσί τινες σανδαράκην.
125Aristoteles, Historia animalium, 9, IX 41; 21 (auctor 384BC-322BC)
Τροφῇ δέ χρῶνται μέν καί ἀπ’ ἀνθῶν τινῶν καί καρπῶν, τήν δέ πλείστην ἀπό ζῳοφαγίας.
126Aristoteles, Historia animalium, 9, IX 42; 2 (auctor 384BC-322BC)
Τροφῇ μέν οὖν χρῶνται τῇ εἰρημένῃ, ἔχουσι δ’ ἡγεμόνας ὥσπερ αἱ μέλιτται καί οἱ σφῆκες· καί οἱ ἡγεμόνες οὗτοι μείζονές εἰσι τῷ μεγέθει κατά λόγον πρός τάς ἀνθρήνας ἢ ὁ τῶν σφηκῶν πρός τούς σφῆκας καί ὁ τῶν μελιττῶν πρός τάς μελίττας.
127Aristoteles, Metaphysica, 5, 5; 1 (auctor 384BC-322BC)
ἀναγκαῖον λέγεται οὗ ἄνευ οὐκ ἐνδέχεται ζῆν ὡς συναιτίου (οἷον τὸ ἀναπνεῖν καὶ ἡ τροφὴ τῷ ζῴῳ ἀναγκαῖον, ἀδύνατον γὰρ ἄνευ τούτων εἶναι) , καὶ ὧν ἄνευ τὸ ἀγαθὸν μὴ ἐνδέχεται ἢ εἶναι ἢ γενέσθαι, ἢ τὸ κακὸν ἀποβαλεῖν ἢ στερηθῆναι (οἷον τὸ πιεῖν τὸ φάρμακον ἀναγκαῖον ἵνα μὴ κάμνῃ, καὶ τὸ πλεῦσαι εἰς Αἴγιναν ἵνα ἀπολάβῃ τὰ χρήματα) .
128Aristoteles, Meteorologica, 2, II 3; 15 (auctor 384BC-322BC)
Φαίνεται δέ τό αἴτιον ταὐτό καί περί τό εἰς τήν κύστιν περίττωμα συλλεγόμενον· καί γάρ ἐκεῖνο πικρόν καί ἁλμυρόν γίνεται τοῦ πινομένου καί τοῦ ἐν τῇ τροφῇ ὑγροῦ γλυκέος ὄντος.
129Aristoteles, Meteorologica, 4, IV 2; 7 (auctor 384BC-322BC)
Καί ἡ ἀρχή τῆς τελειώσεως ὑπό θερμότητος τῆς οἰκείας συμβαίνει, κἂν διά τινος τῶν ἐκτός βοηθείας συνεπιτελεσθῇ, οἷον ἡ τροφή συμπέττεται διά λουτρῶν καί ἄλλων τοιούτων· ἀλλ’ ἥ γε ἀρχή ἡ ἐν αὐτῷ θερμότης ἐστίν.
130Aristoteles, Oeconomica, 1; 19 (auctor 384BC-322BC)
ἔτι δὲ καὶ τῶν κατὰ φύσιν· φύσει γὰρ ἀπὸ τῆς μητρὸς ἡ τροφὴ πᾶσίν ἐστιν, ὥστε καὶ τοῖς ἀνθρώποις ἀπὸ τῆς γῆς.
131Aristoteles, Oeconomica, 1; 44 (auctor 384BC-322BC)
λείπεται δὴ ἔργα παρέχειν καὶ τροφὴν ἱκανήν· ἀμίσθων γὰρ οὐχ οἷόν τε ἄρχειν, δούλῳ δὲ μισθὸς τροφή.
132Aristoteles, Oeconomica, 1; 46 (auctor 384BC-322BC)
διόπερ δεῖ ποιεῖσθαι σκέψιν καὶ διανέμειν τε καὶ ἀνιέναι κατ' ἀξίαν ἕκαστα, καὶ τροφὴν καὶ ἐσθῆτα καὶ ἀργίαν καὶ κολάσεις, λόγῳ καὶ ἔργῳ μιμουμένους τὴν τῶν ἰατρῶν δύναμιν ἐν φαρμάκου λόγῳ, προσθεωροῦντας ὅτι ἡ τροφὴ οὐ φάρμακον διὰ τὸ συνεχές.
133Aristoteles, Physica, 8, 6; 23 (auctor 384BC-322BC)
τούτου δ' αἴτιον τὸ περιέχον καὶ πολλὰ τῶν εἰσιόντων, οἷον ἐνίων ἡ τροφή· πεττομένης μὲν γὰρ καθεύδουσιν, διακρινομένης δ' ἐγείρονται καὶ κινοῦσιν ἑαυτούς, τῆς πρώτης ἀρχῆς ἔξωθεν οὔσης, διὸ οὐκ ἀεὶ κινοῦνται συνεχῶς ὑφ' αὑτῶν· ἄλλο γὰρ τὸ κινοῦν, αὐτὸ κινούμενον καὶ μεταβάλλον πρὸς ἕκαστον τῶν κινούντων ἑαυτά.
134Aristoteles, Physica, 8, 7; 4 (auctor 384BC-322BC)
ἀδύνατον γὰρ αὔξησιν εἶναι ἀλλοιώσεως μὴ προϋπαρχούσης· τὸ γὰρ αὐξανόμενον ἔστιν μὲν ὡς ὁμοίῳ αὐξάνεται, ἔστιν δ' ὡς ἀνομοίῳ· τροφὴ γὰρ λέγεται τῷ ἐναντίῳ τὸ ἐναντίον.
135Aristoteles, Politica, 1; 103 (auctor 384BC-322BC)
οἱ μὲν οὖν ἀργότατοι νομάδες εἰσίν (ἡ γὰρ ἀπὸ τῶν ἡμέρων τροφὴ ζῴων ἄνευ πόνου γίνεται σχολάζουσιν· ἀναγκαίου δ' ὄντος μεταβάλλειν τοῖς κτήνεσι διὰ τὰς νομὰς καὶ αὐτοὶ ἀναγκάζονται συνακολουθεῖν, ὥσπερ γεωργίαν ζῶσαν γεωργοῦντες) · οἱ δ' ἀπὸ θήρας ζῶσι, καὶ θήρας ἕτεροι ἑτέρας, οἷον οἱ μὲν ἀπὸ λῃστείας, οἱ δ' ἀφ' ἁλιείας, ὅσοι λίμνας καὶ ἕλη καὶ ποταμοὺς ἢ θάλατταν τοιαύτην προσοικοῦσιν, οἱ δ' ἀπ' ὀρνίθων ἢ θηρίων ἀγρίων· τὸ δὲ πλεῖστον γένος τῶν ἀνθρώπων ἀπὸ τῆς γῆς ζῇ καὶ τῶν ἡμέρων καρπῶν.
136Aristoteles, Politica, 1; 154 (auctor 384BC-322BC)
φύσεως γάρ ἐστιν ἔργον τροφὴν τῷ γεννηθέντι παρέχειν· παντὶ γάρ, ἐξ οὗ γίνεται, τροφὴ τὸ λειπόμενόν ἐστι.
137Aristoteles, Politica, 3; 174 (auctor 384BC-322BC)
πάντες μὲν γὰρ ἔχουσι συνελθόντες ἱκανὴν αἴσθησιν, καὶ μιγνύμενοι τοῖς βελτίοσι τὰς πόλεις ὠφελοῦσιν, καθάπερ ἡ μὴ καθαρὰ τροφὴ μετὰ τῆς καθαρᾶς τὴν πᾶσαν ποιεῖ χρησιμωτέραν τῆς ὀλίγης· χωρὶς δ' ἕκαστος ἀτελὴς περὶ τὸ κρίνειν ἐστίν.
138Aristoteles, Politica, 7; 113 (auctor 384BC-322BC)
ἐπεὶ δ' ὥσπερ τῶν ἄλλων τῶν κατὰ φύσιν συνεστώτων οὐ ταῦτά ἐστι μόρια τῆς ὅλης συστάσεως ὧν ἄνευ τὸ ὅλον οὐκ ἂν εἴη, δῆλον ὡς οὐδὲ πόλεως μέρη θετέον ὅσα ταῖς πόλεσιν ἀναγκαῖον ὑπάρχειν, οὐδ' ἄλλης κοινωνίας οὐδεμιᾶς ἐξ ἧς ἕν τι τὸ γένος (ἓν γάρ τι καὶ κοινὸν εἶναι δεῖ καὶ ταὐτὸ τοῖς κοινωνοῖς, ἄν τε ἴσον ἄν τε ἄνισον μεταλαμβάνωσιν) · οἷον εἴτε τροφὴ τοῦτό ἐστιν εἴτε χώρας πλῆθος εἴτ' ἄλλο τι τῶν τοιούτων ἐστίν.
139Aristoteles, Politica, 7; 271 (auctor 384BC-322BC)
χρὴ δὲ καὶ τὰς ἐγκύους ἐπιμελεῖσθαι τῶν σωμάτων, μὴ ῥᾳθυμούσας μηδ' ἀραιᾷ τροφῇ χρωμένας.
140Aristoteles, Politica, 7; 281 (auctor 384BC-322BC)
φαίνεται δὲ διά τε τῶν ἄλλων ζῴων ἐπισκοποῦσι, καὶ διὰ τῶν ἐθνῶν οἷς ἐπιμελές ἐστιν ἄγειν εἰς τὴν πολεμικὴν ἕξιν, ἡ τοῦ γάλακτος πλήθουσα τροφὴ μάλιστ' οἰκεία τοῖς σώμασιν, ἡ ἀοινοτέρα δὲ διὰ τὰ νοσήματα.
141Aristoteles, Problemata, 1, 13; 1 (auctor 384BC-322BC)
Ἢ ὅτι τοῦτο γίνεται τροφή, καὶ ἔχοντες καὶ ἀπολελαυκότες τοῦ ὕδατος ἀπέρχονται, τοῦ δὲ ἀέρος οὐδέν; Ἔτι ὕδατος μὲν πολλὰ εἴδη ἐστὶ καὶ διάφορα καθ´ αὑτά, ἀέρος δὲ οὔ, ὥστε καὶ τοῦτο αἴτιον.
142Aristoteles, Problemata, 1, 15; 4 (auctor 384BC-322BC)
Ἔτι δὲ ὥσπερ ἡ ποικίλη τροφὴ νοσώδης (ταραχώδης γὰρ καὶ οὐ μία πέψις), οὕτω συμβαίνει μεταβάλλουσι τὸ ὕδωρ ποικίλῃ πόματος χρῆσθαι τῇ τροφῇ· καὶ ἡ τοιαύτη τροφὴ κυριωτέρα τῆς ξηρᾶς ἐστὶ τῷ πλεῖστον εἶναι καὶ ἐξ αὐτῶν τῶν σιτίων τὸ ὑγρὸν γίνεσθαι τροφήν.
143Aristoteles, Problemata, 1, 42; 2 (auctor 384BC-322BC)
Ὅταν γὰρ εἰς τὴν κοιλίαν εἰσέλθωσι καὶ διαχυθῶσι, φέρονται καθ´ οὕσπερ ἡ τροφὴ πόρους εἰς τὰς φλέβας, οὐ πεφθέντα δὲ ἀλλὰ κρατήσαντα ἐκπίπτει φέροντα τὰ ἐμπόδια αὐτοῖς· καὶ καλεῖται τοῦτο κάθαρσις.
144Aristoteles, Problemata, 1, 42; 7 (auctor 384BC-322BC)
Στρυφνότης δὲ καὶ πικρότης συμβέβηκε τοῖς φαρμάκοις καὶ δυσωδία τῷ ἐναντίον εἶναι τῇ τροφῇ τὸ φάρμακον.
145Aristoteles, Problemata, 1, 42; 8 (auctor 384BC-322BC)
Τὸ μὲν γὰρ πεφθὲν ὑπὸ τῆς φύσεως, τοῦτο προσφύεται τοῖς σώμασι καὶ καλεῖται τροφή· τὸ δὲ μὴ πεφυκὸς κρατεῖσθαι, εἰσιὸν δὲ εἰς τὰς φλέβας καὶ δι´ ὑπερβολὴν θερμότητος ἢ ψυχρότητος ταράττον, αὕτη δὲ φαρμάκου φύσις ἐστίν.
146Aristoteles, Problemata, 1, 45; 1 (auctor 384BC-322BC)
Ἢ ὅτι ὡς μᾶλλον αἰσθάνηται; τὰ γὰρ συνήθη ὥσπερ ἐπὶ τῶν ἐδεσμάτων οὐκέτι φάρμακα ἀλλὰ τροφὴ γίνεται, οὕτω καὶ ἐπὶ τῶν τοιούτων.
147Aristoteles, Problemata, 3, 11; 2 (auctor 384BC-322BC)
Ἔτι δὲ τὸ σπέρμα ἐκ τροφῆς, τροφὴ δὲ πᾶσα πέττεται· ἧς πληρωθέντες ὁρμητικοί εἰσι πρὸς τὰ ἀφροδίσια.
148Aristoteles, Problemata, 3, 26; 3 (auctor 384BC-322BC)
Ἕτεροι δὲ τοῦτον τὸν τρόπον διαιτώμενοι, καὶ τρίψεσι χρώμενοι καὶ τροφῇ κρέασι, πρὸς ἀποπληκτικὰς ἀρρωστίας ἤλασαν· οἷς τρόμοι μὲν διὰ τὴν ἀκινησίαν ἧττον ἐνέπιπτον, πόνος δὲ ἰσχυρὸς καὶ τὸ μὴ δύνασθαι ἡσυχάζειν.
149Aristoteles, Problemata, 3, 26; 12 (auctor 384BC-322BC)
Τροφὴ μὲν γὰρ ὑγρὸν τῷ θερμῷ, τὸ δὲ γῆρας ψυχρόν.
150Aristoteles, Problemata, 4, 27; 1 (auctor 384BC-322BC)
Ἢ ὅτι ἔστιν ἑκάστῃ περιττώσει τόπος εἰς ὃν πέφυκεν ἀποκρίνεσθαι κατὰ φύσιν, καὶ πόνου ἐγγινομένου τὸ πνεῦμα ἐξιὸν ἀνοιδεῖν ποιεῖ, καὶ συνεκκρίνει αὐτήν, οἷον τὸ μὲν οὖρον εἰς κύστιν, ἡ δ´ ἐξικμασμένη τροφὴ εἰς κοιλίαν, τὸ δὲ δάκρυον εἰς ὄμματα, μύξαι δ´ εἰς μυκτῆρας, αἷμα δὲ εἰς φλέβας.
151Aristoteles, Problemata, 4, 32; 4 (auctor 384BC-322BC)
Διὰ ταὐτὸ δὲ καὶ οἱ ὄρνιθες λάγνοι καὶ οἱ χωλοί· ἡ γὰρ τροφὴ ἀμφοτέροις κάτω μὲν ὀλίγη διὰ τὴν ἀναπηρίαν τῶν σκελῶν, εἰς δὲ τὸν ἄνω τόπον ἔρχεται καὶ εἰς σπέρμα συγκρίνεται.
152Aristoteles, Problemata, 5, 9; 1 (auctor 384BC-322BC)
Καίτοι ὅλως ὁ δρόμος κατασπᾶν δοκεῖ κάτω τὰ περιττώματα, ὥσπερ ὁ περίπατος· διὸ καὶ παχύνονται τὰ σκέλη οἱ πολλὰ περιπατοῦντες, ὅτι εἰς τὰ κάτω ὑπονοστεῖ ἄνωθεν καὶ ἡ τροφὴ καὶ τὰ περιττώματα.
153Aristoteles, Problemata, 8, 9; 1 (auctor 384BC-322BC)
Ἢ διότι ἡ μὲν βουλιμία γίνεται δι´ ἔνδειαν τῆς ξηρᾶς τροφῆς, ἐν δὲ τῷ ψύχει καὶ τῷ χειμῶνι συστελλομένου τοῦ ἐντὸς θερμοῦ εἰς ἐλάττω τοῦτο θᾶττον ὑπολείπει ἡ ἐντὸς τροφή· τούτου δὲ γινομένου μᾶλλον βουλιμιᾶν εἰκός.
154Aristoteles, Problemata, 8, 9; 2 (auctor 384BC-322BC)
Ἡ δ´ ἐν τῇ βουλιμίᾳ ἔκλυσις καὶ ἀδυναμία γίνεται συντήξεως γινομένης ἐν τῷ σώματι διὰ τὴν τοῦ θερμοῦ ἄθροισιν, ἧς ῥυείσης μὲν εἰς τὸν τῶν σιτίων τόπον αὐτὴ τροφὴ γίνεται τῷ σώματι, ἐὰν δ´ ἐπὶ τὰς ἀρχὰς τῆς ἀναπνοῆς ἔλθῃ, ἀφωνία καὶ ἀδυναμία συμβαίνει, ἀφωνία μὲν διὰ τὸ ἐμφράττεσθαι τὸν τοῦ πνεύματος πόρον, ἀδυναμία δὲ διὰ τὴν τοῦ σώματος ἀτροφίαν καὶ σύντηξιν.
155Aristoteles, Problemata, 10; 19 (auctor 384BC-322BC)
δύο δὴ τὰ αἴτια· ἢ γὰρ ὁ τόπος ἢ ἡ τροφή.
156Aristoteles, Problemata, 10; 20 (auctor 384BC-322BC)
ὁ μὲν οὖν τόπος, ἐὰν ᾖ στενός, ἡ δὲ τροφή, ἐὰν ᾖ ὀλίγη, ὥσπερ καὶ ἤδη γεγενημένων πειρῶνται μικροὺς ποιεῖν, οἷον οἱ τὰ κυνίδια τρέφοντες ἐν τοῖς ὀρτυγοτροφείοις.
157Aristoteles, Problemata, 10; 60 (auctor 384BC-322BC)
Διὰ τί αἱ μὲν τῶν προβάτων τρίχες ὅσῳ ἂν μακρότεραι ὦσι, σκληρότεραι γίνονται, αἱ δὲ τῶν ἀνθρώπων μαλακώτεραι; ἢ ὅτι αἱ τῶν προβάτων, οἵαν εἴρηται τροφὴν ἔχουσαι, μακρὰν τῆς ἀρχῆς ἀπαρτώμεναι ἀτροφώτεραί εἰσι, καὶ ῥᾳδίως ἐξ αὐτῶν ἐξατμίζεται ὑπὸ τοῦ θερμοῦ ἡ ἐνυπάρχουσα τροφὴ δι' εὐπεψίαν; ξηραινόμεναι δὲ ξηρότεραι γίνονται· τὸ γὰρ ὑγρὸν μαλακόν.
158Aristoteles, Problemata, 10; 67 (auctor 384BC-322BC)
διὰ τὸ αὐτὸ δὲ καὶ οἱ χωλοὶ ἄνδρες· ἡ γὰρ τροφὴ αὐτοῖς ὀλίγη μὲν κάτω ἀφικνεῖται διὰ τὴν ἀναπηρίαν τῶν σκελῶν, εἰς δὲ τὸν ἐπάνω τόπον ἔρχεται πολλή, καὶ εἰς σπέρμα συγκρίνεται.
159Aristoteles, Problemata, 10; 68 (auctor 384BC-322BC)
Διὰ τί ὁ ἄνθρωπος χαίτην οὐκ ἔχει; ἢ διότι πώγωνα ἔχει, ὥστε ἡ ἐκεῖ ἀπελθοῦσα τροφὴ τῆς τοιαύτης περιττώσεως εἰς τὰς σιαγόνας ἔρχεται; Διὰ τί πάντα τὰ ζῷα ἀρτίους τοὺς πόδας ἔχει; ἢ ὅτι οὐκ ἐνδέχεται κινεῖσθαι μὴ ἑστηκότος τινός, ἂν μὴ ἅλληται; ἐπεὶ τοίνυν ἐκ δυοῖν τινοῖν κίνησιν ἀνάγκη τῇ πορείᾳ εἶναι, ἔκ τε κινήσεως καὶ στάσεως, ταῦτα δὲ δύο, καὶ ἄρτια ἤδη.
160Aristoteles, Problemata, 10; 189 (auctor 384BC-322BC)
Διὰ τί ποτε ὁ μὲν ἄνθρωπος πλείω τὴν ὑποχώρησιν ποιεῖται τὴν ὑγρὰν τῆς ξηρᾶς, οἱ δὲ ἵπποι καὶ οἱ ὄνοι τὴν ξηράν; ἢ διότι ταῦτα μὲν τὰ ζῷα πλείονι τροφῇ χρῆται τῇ ξηρᾷ, ὁ δὲ ἄνθρωπος ὑγρᾷ μᾶλλον ἢ τῇ ξηρᾷ; πᾶσα δὲ περίττωσις ἀπὸ τῆς τροφῆς ἐστί, καὶ ἀπὸ τῆς πλείονος πλείω.
161Aristoteles, Problemata, 10; 190 (auctor 384BC-322BC)
τὰ μὲν οὖν τῇ ὑγρᾷ μᾶλλον, τὰ δὲ τῇ ξηρᾷ πλείονι τροφῇ χρῆται· διότι τὰ μὲν τῶν ζῴων ἐστὶ φύσει ξηρά, τὰ δὲ ὑγρά.
162Aristoteles, Problemata, 10; 193 (auctor 384BC-322BC)
ὅσων οὖν τὸ αἷμα ἔνθερμόν ἐστι, καὶ ἀνδρεῖα καὶ θυμοειδῆ· τὸ δὲ αἷμα τροφή.
163Aristoteles, Problemata, 20; 14 (auctor 384BC-322BC)
αἰτία δὲ ἡ τροφὴ πλείων γινομένη διὰ τὸ μήτε ἀποπνεῖσθαι μήτε ξηραίνεσθαι· τὸ γὰρ ἀποστέγον κωλύει ταῦτα πάσχειν.
164Aristoteles, Problemata, 20; 24 (auctor 384BC-322BC)
Διὰ τί, ἐάν τις ῥαφανίδων, ὅταν μάλιστα ἀκμάζωσι τοῦ χειμῶνος, ἀποτεμὼν τὰ φύλλα περισάξῃ τὴν γῆν καὶ καταπατήσῃ ὥστε ἀποστέγειν τὸ ὕδωρ, αὗται ἐν τῷ θέρει γίνονται ἄπλετοι τὸ πάχος; ἢ ὅτι τοῦ μὲν μὴ φθείρεσθαι τὸ περισεσάχθαι αἴτιον, κωλῦον τὸ ὕδωρ σήπειν; ἡ δὲ τροφή, ἣν ἄνω ἀφίει εἰς τὸν βλαστόν, εἰσέρχεται εἰς αὐτήν, ὥστε ἀνάγκη αὐτὴν μείζω γίνεσθαι ἢ ἀφιέναι παραβλαστάνουσαν ἄλλας ῥίζας, ὥσπερ τὰ κρόμμυα; καὶ γὰρ ταῦτα, ἐὰν μή τις ἐκτίλῃ ἐπέτεια ἀλλ' ἐάσῃ τὸν χειμῶνα, πολλαπλάσια γίνεται.
165Aristoteles, Problemata, 20; 43 (auctor 384BC-322BC)
Διὰ τί γλήχων καὶ τὰ λείρια καὶ τὰ κρόμμυα τὰ κρεμάμενα ὑπὸ τὰς τροπὰς ἀνθεῖ; ἢ ἐνυπάρχει αὐτοῖς τροφὴ ἄπεπτος, ἣ τοῦ μὲν χειμῶνος οὐ πέττεται διὰ τὸ ψῦχος, ὑπὸ δὲ τὰς τροπὰς πεττομένης διὰ τὴν ὥραν ἡ αὔξησις γίνεται; αὕτη δὲ διὰ τὸ μὴ ἔχειν ἐπίρρυσιν ταχὺ μαραίνεται.
166Aristoteles, Problemata, 20; 58 (auctor 384BC-322BC)
Διὰ τί τῶν περικαρπίων τὰ μὲν πικρότερα τὰ πρὸς τὴν ῥίζαν ἔχει, οἷον σίκυοι, τὰ δὲ πρὸς τὸ ἄκρον τὸ ἄνω, οἷον αἱ βάλανοι; ἢ ὅτι τῶν μὲν ταύτῃ ἄπεπτος ἡ τροφὴ διὰ τὸ ἐπιρρεῖν κατὰ τὴν ῥίζαν ἀεί· τὰ δὲ ξηρὰ φύσει ἐστίν, ὥστε ἀπαγομένου τοῦ γλυκέος ἐκ τοῦ ἄκρου καὶ πεπεμμένου ἤδη ξηραίνεται, καὶ λείπεται τὸ πικρὸν ὥσπερ οἱ ἅλες; ξηραινόμενον δὲ μᾶλλον πικρὸν γίνεται, καθάπερ ἐλαῖαι καὶ βάλανοι παλαιούμεναι πικραὶ γίνονται.
167Aristoteles, Problemata, 20; 63 (auctor 384BC-322BC)
συνεχὲς δὲ οὐκέτι, ὅτι οὐκ ἐπιρρεῖ ἄλλη τροφή.
168Aristoteles, Problemata, 20; 70 (auctor 384BC-322BC)
τροφὴ δὲ τοῖς λαχάνοις τὸ ὑγρόν, καὶ οἱ χυμοὶ ἐντεῦθεν.
169Aristoteles, Problemata, 20; 93 (auctor 384BC-322BC)
τὰ δὲ ἄγρια πάντα πυκνοφυλλότερα· διὰ γὰρ τὸ ἧττον πέττειν τὸν καρπὸν εἰς τὰ φύλλα ἡ τροφὴ τρέπεται.
170Aristoteles, Problemata, 21; 5 (auctor 384BC-322BC)
Διὰ τί ἡ ἐκ τοῦ πυροῦ τροφὴ μάλιστα ἁρμόττει τοῖς σώμασι καὶ μᾶλλον τρόφιμος ἢ ἡ ἐκ τῶν κριθῶν; ἢ διότι μετρίαν ἔχει γλισχρότητα; δεῖ δὲ τὴν τροφὴν ἔχειν τοῦτο· προσφῦναι γὰρ δεῖ καὶ προσκολληθῆναι τῷ σώματι· οὗ αἴτιον τὸ γλίσχρον.
171Aristoteles, Problemata, 21; 31 (auctor 384BC-322BC)
Διὰ τί τῆς τροφῆς καὶ τῆς ξηρᾶς καὶ τῆς ὑγρᾶς ἐνίοις δυνάμεθα πολὺν χρόνον χρῆσθαι, οἷον τῇ γινομένῃ τροφῇ ἐξ ἀλφίτων καὶ ἀλεύρων καὶ τοῖς οἴνοις τοῖς αὐστηροῖς καὶ ὕδατι, τοῖς δὲ οὐ δυνάμεθα, καὶ ταῦτα ἡδίοσιν οὖσιν; ἢ ὅτι τὰ μέν ἐστι τῶν προσφερομένων ἐπιπολαστικὰ καὶ τρόφιμα, ὥστε καὶ ὅταν κενωθῶσι, τῆς πρώτης τροφῆς ἀναλωθείσης ἔτι ἔνεστιν ἐν τῷ σώματι πολλὴ δύναμις, ὡς μὲν πρὸς τὴν πρώτην ἐργασίαν τοῦ σώματος πεφθεῖσα, ὡς δὲ πρὸς τὸ τέλος καὶ τὴν ἐκ διαδοχῆς γινομένην ἄπεπτος; τοιαῦτα δέ ἐστι καὶ τῶν ἡδέων τὰ πλεῖστα.
172Aristoteles, Problemata, 22; 12 (auctor 384BC-322BC)
τὰ δὲ γλυκέα ἅπαντά ἐστι τροφή, καὶ ἀπὸ μικρῶν τοιούτων πολλὴν λαμβάνει τὸ σῶμα.
173Aristoteles, Problemata, 28; 4 (auctor 384BC-322BC)
ἔτι δὲ καὶ συντηκτικοὶ γίνονται, εἰωθότες τροφῇ χρῆσθαι δαψιλεῖ τῇ ἰδίᾳ· μὴ λαμβάνοντες γὰρ τὴν εἰωθυῖαν ὥσπερ ὅλως μὴ λαμβάνοντες διατίθενται.
174Aristoteles, Problemata, 28; 5 (auctor 384BC-322BC)
οὐ μὴν ἀλλὰ καὶ τὰ περιττώματα τροφῇ μεμιγμένα πολλῇ ἀφανίζεται, αὐτὰ δὲ ἐπιπολάζει μόνα ὄντα, καὶ φέρεται εἰς ὄμματα ἢ πνεύμονα· προσενεγκαμένοις δὲ τροφὴν κατακεραννύμενα ὑδαρῆ γίνεται καὶ ἀβλαβῆ.
175Aristoteles, Problemata, 37; 7 (auctor 384BC-322BC)
ἢ ὅτι ὀγκοτέρα τῆς τροφῆς γίνεται ἡ σὰρξ διὰ τὴν θερμασίαν; ἅπαν γὰρ τὸ θερμὸν ἐπισπαστικὸν τοῦ ὑγροῦ ἐστίν, ἡ δ' εἰς τὴν σάρκα διαδιδομένη τροφὴ ὑγρά ἐστι, καὶ ἐπιδέχεται τὴν τροφὴν μᾶλλον διὰ τὴν ἀραίωσιν· ἀραιοτέρα γὰρ γινομένη μᾶλλον δύναται δέχεσθαι ὥσπερ σπογγιά.
176Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 4; 12
τὰ φύλλα αὐτοῦ ὡραῖα, καὶ ὁ καρπὸς αὐτοῦ πολύς, καὶ τροφὴ πάντων ἐν αὐτῷ· καὶ ὑποκάτω αὐτοῦ κατεσκήνουν τὰ θηρία τὰ ἄγρια, καὶ ἐν τοῖς κλάδοις αὐτοῦ κατῴκουν τὰ ὄρνεα τοῦ οὐρανοῦ, καὶ ἐξ αὐτοῦ ἐτρέφετο πᾶσα σάρξ.
177Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 4; 21
καὶ τὰ φύλλα αὐτοῦ εὐθαλῆ καὶ ὁ καρπὸς αὐτοῦ πολὺς καὶ τροφὴ πᾶσιν ἐν αὐτῷ, ὑποκάτω αὐτοῦ κατῴκουν τὰ θηρία τὰ ἄγρια καὶ ἐν τοῖς κλάδοις αὐτοῦ κατεσκήνουν τὰ ὄρνεα τοῦ οὐρανοῦ,
178Biblia, Biblia graeca iuxta LXX interpretes, 1Mac, 6; 57
καὶ κατέσπευδεν καὶ ἐπένευσεν τοῦ ἀπελθεῖν καὶ εἶπεν πρὸς τὸν βασιλέα καὶ τοὺς ἡγεμόνας τῆς δυνάμεως καὶ τοὺς ἄνδρας Ἐκλείπομεν καθ’ ἡμέραν, καὶ ἡ τροφὴ ἡμῖν ὀλίγη, καὶ ὁ τόπος οὗ παρεμβάλλομέν ἐστιν ὀχυρός, καὶ ἐπίκειται ἡμῖν τὰ τῆς βασιλείας·
179Biblia, Novum testamentum graece, Mt, 3; 4
Αὐτὸς δὲ ὁ Ἰωάννης εἶχεν τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, ἡ δὲ τροφὴ ἦν αὐτοῦ ἀκρίδες καὶ μέλι ἄγριον.
180Biblia, Novum testamentum graece, Hebr, 5; 14
τελείων δέ ἐστιν ἡ στερεὰ τροφή, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ.
181Coelestinus I, Epistolae et decreta, 50, 0452A
Γέγονε δὲ αὐτῷ καὶ τοῦτο τροφὴ τῆς κατ' ἐμοῦ λύπης, καὶ ὡς ἐχθρῷ μάχεται, οὐδὲν ἕτερον ἔχων ἐγκαλεῖν, ἣ ὅτι μόνον οὐκ ἀνέχομαι τὰ ἶσα φρονεῖν αὐτῷ.
182Desiderius Erasmus, Adagia, Chiliades, 1, 788; 1 (opus 1508)
Θεῶν τροφή, id est Deorum cibus.
183Desiderius Erasmus, Adagia, Chiliades, 4, 3738; 1 (opus 1508)
Aristoteles libro Moralium Nicomachiorum decimo, disputans non eamdem omnibus esse voluptatem, cum aliis rebus delectetur canis, aliis equus, aliis homo, citat Heraclitum, qui dixerit ὄνους σύρματ’ ἅν ἑλέσθαι μᾶλλον ἥ χρυσόν· ἥδιον γάρ χρυσοῦ τροφή ὄνοις, id est asinos stramenta malle quam aurum, quod asinis pabulum auro sit iucundius.
184Dositheus, Hermeneumata Leidensia, I; 1 (auctor c.350)
ἔτι πλέον aut amplius καὶ μεῖζον et maius καὶ ἐλευθεριώτερον et liberius καὶ πληρέστερον et plenius καὶ ὑπέρμεστον et cumulatius δαψιλέστερον γάρ largius enim καὶ προηλκυσμένως et prolixius ἄλλως aliter εὐθέως statim / mox ἐξαῦτις continuo παραχρῆμα protinus πάραυτα confestim ἐσπουδασμένως properantius ὡρίμως mature θίξει tactu στιγμή punctus ταχύτερον celerius ταχύ cito πάλιν iterum ἄνωθεν denuo εὐκοσμία decor Ἀφροδίσια Veneralia πυνθάνεται interrogat πλούσιος dives πένης pauper ἀποδώσω οὖν reddam ergo τὰ λοιπά cetera κατὰ στοιχεῖον per litteras πράσσω ago πράσσεις ages πράσσει aget πρᾶξον age ἔπρασσον agebam ἔπρασσες agebas ἔπρασσεν agebat ἔπρασσον agebant πράξω agam πράξῃς agas πράξῃ agat πράξωσιν agant ἐπράξαμεν agebamus ἐπράσσετε agebatis ἔπρασσον agebam ἐπράσσομεν agebamus πράσσετε agetis πράσσουσιν agunt πράξωμεν agamus πράξατε agite πραξάτωσαν agant κατηγορήσω accusabo κατηγορήσεις accusabis κατηγορήσει accusabit πίνω bibo πίνεις bibes πίνει bibet πίνωσιν bibant πίετε bibete ἔπινον bibebam ἔπινες bibebas ἔπινεν bibebat ἐπίνομεν bibebamus πεπώκειν biberam πεπώκεις biberas πεπώκει biberat πεπώκεσαν bibebant πίωμεν bibamus πίετε bibetis πίονται bibent ᾄδω canto ᾄδεις cantas ᾄδει cantat ᾄδουσιν cantant ᾆσον canta ᾖδον cantabam ᾔδες cantabas ᾔδεν cantabat ᾔσαν cantabant ᾔσαμεν cantavimus ᾔσατε cantastis ᾔσαν cantarunt χαρίζομαι dono χαρίζῃ donas χαρίζεται donat χαρίζονται donant χάρισαι dona ἐχαριζόμην donabam ἐχαρίζου donabas εὐκόπως facile ἐραστής amator ἐπιθυμεῖ concupiscit / desiderat ἐπιμέλως diligenter ἐπιθές inpone εἰκών imago εὐκόπως facile ζημία damnum ζυγόν iugum ζεύγη paria ζεῦξον iunge ζήτημα quaestio ζωγραφία pictura ζῶσιν vivent ζωμός ius ζώνη semicinctium ζηλότυπος zelotypus ζητεῖται quaeritur σβέσον extingue ἠγόρασα emi ἠθέλησα volui ἠθέλησεν voluit ἡτοίμασα paravi ἠγέρθην surrexi ἦρα sustuli ἡμέτερον nostrum ἤδη iam ᾔτησεν poposcit ἦλθεν venit ἤνεγκεν attulit ἥρπασεν rapuit ἠσπάσατο salutavit ἤκουσεν audiit ἥψατο tetigit θέλεις vis θιγγάνει tangit θορυβεῖται turbatur θεωρεῖ spectat θεραπεύει curat θερμαίνει calfacit θεός deus θόρυβος tumultus θῶμεν ponamus θυρωρός ostiarius θυμαντικός animosus θάλλουσιν florent θηλυκόν femininum θαυμάζω miror ἵνα τί ut quid ἱκανοδότης satisdator ἰξευτής aucupator ἰχνευτής vestigator ἰξός viscum ἴχνος vestigium ἱδρώς sudor ἱκεσία supplicatio / praefatio ἱδεῖν videre ἴσος aequalis ἱδέ vide ἴδιον suum / proprium καλῶς bene κακῶς male κρατεῖ tenet κράζει clamat κλαίει plorat κλάννει frangit κνήθει scalpit κλείει claudit κωλύει vetat κλέπτης fur κοιμᾶται dormit κέρδος lucrum κυβευτής stlactarius κερδαίνει lucratur κατέλειψεν reliquit καινόν novum λαλῶ loquor λαμβάνω accipio λάχωμεν micemus λουώμεθα lavemus λῦσον solve λέγει dicit λόγος verbum λοιδορεῖ maledicit λίαν valde λαμπρόν limpidum / clarum λῃσταί latrones λίθος lapis μανθάνει discet μέλλει incipet / futurum est μολύνει inquinat μένει habitat / manet μαίνεται insanit μισεῖ odet μῦθος fabula μήνυσον nuntia μένομεν manemus μνημεῖον monumentum μάγειρος cocus νύξ nox νικῶ vinco νικᾷ vincit νοεῖ intellexit ναυαγός naufragus νεκρός mortuus νωθρός infirmus νουνεχής sensatus νόμος lex ξένος hospes ξενίζεται hospitatur ξενία hospitium ξύλα ligna ξῦσον rade ξένοι hospites ξαίνει carminat ξυλοκοπεῖ defustat οὐκ οἶδα nescio οὐδέν nihil οὐδέποτε numquam ὀφείλω debeo ὀρθόν rectum ὄνομα nomen οὐκοῦν ergo οὐδέπω necdum ὁμοῦ pariter οὐκ ἀκούω non audio ὁλόκληρον integrum οὐκ ἔξεστιν non licet περιπατεῖ ambulat πράσσει agit ποιεῖ facit παλαίει luctatur παίζει ludet πλύνει lavat πειράζει temptat πίσσα pix πισσοῖ picat πρωί mane πιστός fidelis πόλις civitas πατεῖ calcat προάγει antecedet πολλά multa πρόνοια providentia προβλέπει providet ῥίπτω proicio ῥιγῶ algeo ῥαίνω spargo ῥήσσω adlido ῥάπτω cuso ῥυφῶ sorbeo ῥοῖζος ictus ῥέγχω sterto ῥύομαι exuo ῥῆμα verbum σιῶπα tace σῆσον cerne σεῖσον move σύρισον sibila στρῶσον sterne σῦρον trahe σφῖγξον stringe συνδοῦλος conservus συνελεύθερος conlibertus σύγκλητος senatus συμφωνεῖ convenit σύγκοινος communis victor σποδός cinis συνστρατιώτης conmilito σιγή silentium συκοφάντης calumniator τηρεῖ servat τρυπᾷ pertundit τρίβει fricat τύπτει ferit τορύνη tudicula τρέφει pascit τρώγει manducat τίκτει parit τροφή cibus τοιουτότροπον hocmodis τοῦτο μέντοι hoc tamen τοσούτῳ tanto τί ἐστιν quid est τότε tunc ταῦτα ista τεθήτω ponatur ὕπαγε duc te ὑγιής integer ὑγιαίνει valet ὑλακτεῖ latrat ὑφαίνουσιν texent ὑπηρετοῦσιν ministrant ὑπόδησον calcia ὑπόλυσον exculcia ὑπὲρ τὸ δέον superfluum ὑμεῖς vos ὑποκάθισον subsede ὑπέστρεψεν redivit ὑπήκοος dicto obaudiens ὑποκάτω subter ὑποτεθῇ supponatur ὑψηλόν altum ὑποφέρω suffero φρόνιμος sapiens φρονεῖ sapit φίλος amicus φίλη amica φιλεῖ amat φίλησον basia φθονεῖ invidet φροντίζει curat φροντιστής curator φεύγει fugit φοβεῖται timet φυσᾷ sufflat φθειρίζει peduculat φρίσσει horret φείδεται parcet φήμη fama φιλοπονία studium χαίρει gaudet χωλαίνει clodicat χρᾶται utitur χρηννύει commodat χρονίζει tardat χυλός sucus χυτόν fusile χῶμα rudera Χάριτες Gratiae χρηστός suavis χρήσιμον utile χωρεῖ capet χρῆσον commoda ψῆφοι calculi ψηφιστής calculator ψηφίζει computat ψευστής mendax ψεύδεται mentitur ψοφεῖ crepat ψέγει vituperat ψάλλει nablizat ψύλλος pulix ψυλλίζει pulicat ψυχή anima ψωμός buccilla ψῖχες micae ὧραι horae ὧδε hic ὡς θερμόν ἐστιν dum calidum est ὡφελεῖ prodest ὡς ἄρτι δύναμαι quomodo modo possum ὡς δοκεῖ quomodo putat ὡς ἂν καθίσῃ quomodo sederit ὡπλισμένος armatus ὠμόν crudum ὤμοσεν iuravit ἕως ὧδε usque hic ὠλίσθησεν lapsus est ὠδίνει parturit ὠργίσθη indignatus est ὠνήσατο emit ὡσαύτως identidem ὥπλισεν armavit ὠνομάσθη nominatus est ὤμοσαν iuraverunt ἐπληρώθη τὸ α' impletum est primum μετὰ τῶν ἑρμηνειῶν interpretamentorum
185Dositheus, Hermeneumata Leidensia, III, 2; 144 (auctor c.350)
Καὶ ὁ ἀρουραῖος πρὸς τὸν ἀστικόν˙ „Σὺ μέν, ἔφη, ταύτης ἀπόλαυε τῆς τροφῆς μετὰ τοσούτων ἐδεσμάτων, ἐγὼ δὲ χαίρω τῇ μετὰ ἀδείας ἐλευθερίας τροφῇ.
186Flauius Sosipater Charisius, Ars, p. 55, l. 20 (auctor c.362)
quae autem per us exeunt et genetiuum similem nominatiuo habent et sunt quarti ordinis, haec infra ostenduntur, quibus exceptis reliqua per i proferentur, uelut hic acus ῥαφίς acus, hic artus τὰμέλη artus; sed singulari numero artus τὸμέλος non dicimus: aduentus παρουσία aduentus, accentus προσῳδία accentus, arcus τόξον ψαλίς arcus, aestus καῦμα aestus, caestus μύρμηξ πύκτου caestus, casus πτῶσις casus, contextus συνάφεια contextus, colus ἠ λακάτη colus, commeatus * commeatus, currus ὄχημα currus, cultus τιμή cultus, domus οἰκία domus, ductus ἀγωγός ductus, fructus καρπὸς κρεμάμενος fructus, fetus γέννημα fetus, gradus βαθμός gradus, habitus σχῆμα habitus, ictus πληγή ictus, iactus βολή iactus, impetus ὁρμή impetus, lacus λίμνη κρήνη lacus, manus χείρ manus, magistratus ἀρχή magistratus, nutus νεῦμα nutus, occasus δύσις occasus, obtutus * ὀφθαλμῶν obtutus, partus τοκετός partus, passus βῆμα ἀνδρός passus, portus λιμήν portus, porticus στοά porticus, principatus πρωτία principatus, prospectus ἄποψις prospectus, quaestus, quercus δρῦς quercus, risus μειδίαμα risus, ritus ἔθος ritus, saltus νάπη saltus, senatus σύγκλητος senatus, sexus * sexus, sinus κόλπος sinus, situs θέσις χωρογραφία situs, status κατάστασις status, sumptus δαπάνη sumptus, tractus ἕλκυσμα tractus, tribus φυλή tribus, uersus στίχος uersus, uictus τροφή uictus, uultus εἶδος χαρακτήρ πρόσωπον uultus.
187Flauius Sosipater Charisius, Ars, p. 450, l. 34 (auctor c.362)
cibus τροφή.
188Flauius Sosipater Charisius, Ars, p. 452, l. 70 (auctor c.362)
hic uictus ἡ τροφή.
189Gregorius I, Dialogi, 77, 0298C (auctor 540-604)
Εἰ μὴ δὲ συχνοτέρως οἱ ἀδελφοὶ τῇ τροφῇ με παρεμυθοῦντο, τὸ ζωτικόν μοι πνεῦμα ἐκ βάθρων ἀνασπάσεσθαι ἤμελλε.
190Herodotus, Historiae, 2, 65, 5; 6 (auctor c.484BC-425BC)
τροφὴ μὲν δὴ αὐτοῖσι τοιαύτη ἀποδέδεκται· τὸ δ' ἄν τις τῶν θηρίων τούτων ἀποκτείνῃ, ἢν μὲν ἑκών, θάνατος ἡ ζημίη, ἢν δὲ ἀέκων, ἀποτίνει ζημίην τὴν ἂν οἱ ἱρέες τάξωνται.
191Ioannes Scotus Erigena, Commentarius in Evangelium secundum Ioannem, 122, 0305C (auctor 810-877)
Ἀκρὶς quippe interpretatur locusta, μελὶ mel, τροφὴ esca; ἀκριδομελιτροφὸς itaque locustas et mel silvestre comedens interpretatur.
192Leo I, Epistolae, 54, 1166A (auctor 440-461)
Καὶ δίχα μὲν τῆς τοῦ λόγου δυνάμεως, οὐκ ἂν ἐγένετο τῶν τε ἀσθενούντων ἡ ῥῶσις, καὶ τῶν τεθνεώτων ἡ ζωοποίησις, δίχα δὲ τῆς ἀληθείας τῆς σαρκὸς, οὔτε τροφὴ τῷ νηστεύοντι, οὔτε μὴν ὕπνος ἀναγκαῖος ὑπῆρχεν τῷ κοπιάσαντι.
193Markos monachos, Florilegium et opuscula, Florilegium, 20; 4 (auctor fl.1260)
Οὐκ ἦν ἐκείνοις στέγη, οὐκ ἀποθήκη, οὐ κλίνη, οὐ τράπεζα, μηλωτὴ τὸ ἔνδυμα καὶ τρίχες, σχέδιος ἡ τῆς ἐνεστώσης ἡμέρας τροφὴ καὶ ἡ ἐπιοῦσα ἀμέριμνος· προέλαβον γὰρ τῇ κατὰ πρόθεσιν φιλοσοφίᾳ τὴν ὕστερον τοῦ κυρίου εὐαγγελικὴν παραίνεσιν.
194Markos monachos, Florilegium et opuscula, Florilegium, 27; 50 (auctor fl.1260)
Οὐαὶ τῷ τρυφῶντι· ὅτι χρόνον ὀλίγον ὡς μόσχος, καὶ σκωλήκων τροφὴ γενήσεται ὅσον οὔπω.
195Markos monachos, Florilegium et opuscula, Florilegium, 39; 15 (auctor fl.1260)
Κρεῖσσον τροφὴ σύμμετρος ἀπορουμένη Ἢ δεῖπνον λαμπρόν, ὅπερ ἔπλασεν ὄναρ.
196Markos monachos, Florilegium et opuscula, Sermo C, 2; 2 (auctor fl.1260)
Τροφὴ δὲ μονοειδὴς καὶ ταύτῃ μὴ ἄμετρος· υἱέ, γάρ φησιν, ἀνθρώπου, σταθμῷ τὸν ἄρτον σου φάγεσαι καὶ μέτρῳ τὸ ὕδωρ σου πίεσαι {cf. Ez 4,16}.
197Plato, Alcibiades, p1, 121; 4 (auctor c.425BC-347BC)
εἰ δὲ καὶ τοὺς προγόνους σε δέοι καὶ τὴν πατρίδα Εὐρυσάκους ἐπιδεῖξαι Σαλαμῖνα ἢ τὴν Αἰακοῦ τοῦ ἔτι προτέρου Αἴγιναν Ἀρτοξέρξῃ τῷ Ξέρξου, πόσον ἂν οἴει γέλωτα ὀφλεῖν· ἀλλ' ὅρα μὴ τοῦ τε γένους ὄγκῳ ἐλαττώμεθα τῶν ἀνδρῶν καὶ τῇ ἄλλῃ τροφῇ.
198Plato, Epinomis, p1, 975; 4 (auctor c.425BC-347BC)
ἵλεῳ δ' ἡμῖν οἱ πρόσθεν εἴησάν τε καὶ εἰσίν – οἵτινες μὲν γὰρ οὖν † ἐλέγομεν, πρῶτοι χαιρέτωσαν – ἡ δ' οὖν ἀλφίτων τε καὶ ἀλεύρων ποίησις ἅμα καὶ τροφὴ καλὴ μὲν καὶ ἀγαθή, σοφὸν δὲ ἄνδρα τελέως οὐκ ἐθελήσει ποτὲ ἀπεργάσασθαι· τοῦτο γὰρ αὐτό, ἡ τῆς ποιήσεως ἐπίκλησις, τῶν ποιουμένων αὐτῶν δυσχέρειαν ἀπεργάζοιτ' ἄν.
199Plato, Epinomis, p1, 992; 2 (auctor c.425BC-347BC)
οὐ γὰρ ἄνευ γε τούτων μήποτέ τις ἐν πόλεσιν εὐδαίμων γένηται φύσις, ἀλλ' οὗτος ὁ τρόπος, αὕτη ἡ τροφή, ταῦτα τὰ μαθήματα· εἴτε χαλεπὰ εἴτε ῥᾴδια, ταύτῃ πορευτέον.
200Plato, Euthyphro, p1, 14; 1 (auctor c.425BC-347BC)
Σωκράτης καὶ γὰρ οἱ στρατηγοί, ὦ φίλε· ἀλλ' ὅμως τὸ κεφάλαιον αὐτῶν ῥᾳδίως ἂν εἴποις, ὅτι νίκην ἐν τῷ πολέμῳ ἀπεργάζονται· ἢ οὔ·γ Εὐθύφρων πῶς δ' οὔ· Σωκράτης πολλὰ δέ γ', οἶμαι, καὶ καλὰ καὶ οἱ γεωργοί· ἀλλ' ὅμως τὸ κεφάλαιον αὐτῶν ἐστιν τῆς ἀπεργασίας ἡ ἐκ τῆς γῆς τροφή.
201Plato, Gorgias, p1, 524; 5 (auctor c.425BC-347BC)
οἷον εἴ τινος μέγα ἦν τὸ σῶμα φύσει ἢ τροφῇ ἢ ἀμφότερα ζῶντος, τούτου καὶ ἐπειδὰν ἀποθάνῃ ὁ νεκρὸς μέγας, καὶ εἰ παχύς, παχὺς καὶ ἀποθανόντος, καὶ τἆλλα οὕτως· καὶ εἰ αὖ ἐπετήδευε κομᾶν, κομήτης τούτου καὶ ὁ νεκρός.
202Plato, Hipparchus, p1, 230; 19 (auctor c.425BC-347BC)
Σωκράτης ἐπειδὴ τοίνυν κέρδη μὲν ὁμοίως ἐστὶν ἀμφότερα καὶ κερδαλέα, τουτὶ δὴ δεῖ ἡμᾶς ἐπισκέψασθαι, διὰ τί ποτε ἀμφότερα αὐτὰ κέρδος καλεῖς, τί ταὐτὸν ἐν ἀμφοτέροις ὁρῶν· ὥσπερ ἂν εἰ [ἃ] σύ με ἠρώτας τὰ νυνδή, διὰ τί ποτε καὶ τὸ ἀγαθὸν σιτίον καὶ τὸ κακὸν σιτίον ὁμοίως ἀμφότερα σιτία καλῶ, εἶπον ἄν σοι διότι ἀμφότερα ξηρὰ τροφὴ σώματός ἐστιν, διὰ τοῦτο ἔγωγε· τοῦτο γὰρ εἶναι σιτίον κἂν σύ που ἡμῖν ὁμολογοῖς.
203Plato, Hipparchus, p1, 230; 21 (auctor c.425BC-347BC)
Σωκράτης καὶ περὶ ποτοῦ οὖν ὁ αὐτὸς ἂν τρόπος εἴη τῆς ἀποκρίσεως, ὅτι τῇ τοῦ σώματος ὑγρᾷ τροφῇ, ἐάντε χρηστὴ
204Plato, Leges, 1a, 667; 6 (auctor c.425BC-347BC)
Ἀθηναῖος οὐκοῦν πρῶτον μὲν δεῖ τόδε γε ὑπάρχειν ἅπασιν ὅσοις συμπαρέπεταί τις χάρις, ἢ τοῦτο αὐτὸ μόνον αὐτοῦ τὸ σπουδαιότατον εἶναι, ἤ τινα ὀρθότητα, ἢ τὸ τρίτον ὠφελίαν· οἷον δὴ λέγω ἐδωδῇ μὲν καὶ πόσει καὶ συμπάσῃ τροφῇ παρέπεσθαι μὲν τὴν χάριν, ἣν ἡδονὴν ἂν προσείποιμεν· ἣν δὲ ὀρθότητά τε καὶ ὠφελίαν, ὅπερ ὑγιεινὸν τῶν προσφερομένων λέγομεν ἑκάστοτε, τοῦτ' αὐτὸ εἶναι ἐν αὐτοῖς καὶ τὸ ὀρθότατον.
205Plato, Leges, 1b, 678; 11 (auctor c.425BC-347BC)
Κλεινίας πῶς· Ἀθηναῖος πρῶτον μὲν ἠγάπων καὶ ἐφιλοφρονοῦντο ἀλλήλους δι' ἐρημίαν, ἔπειτα οὐ περιμάχητος ἦν αὐτοῖς ἡ τροφή.
206Plato, Leges, 1b, 695; 1 (auctor c.425BC-347BC)
αὐτοὺς δὲ οἷς ταῦτα παραδώσειν ἔμελλεν ἠγνόει τὴν πατρῴαν οὐ παιδευομένους τέχνην, οὖσαν Περσικήν – ποιμένων ὄντων Περσῶν, τραχείας χώρας ἐκγόνων – σκληρὰν καὶ ἱκανὴν ποιμένας ἀπεργάζεσθαι μάλα ἰσχυροὺς καὶ δυναμένους θυραυλεῖν καὶ ἀγρυπνεῖν καὶ εἰ στρατεύεσθαι δέοι στρατεύεσθαι· διεφθαρμένην δὲ παιδείαν ὑπὸ τῆς λεγομένης εὐδαιμονίας τὴν Μηδικὴν περιεῖδεν ὑπὸ γυναικῶν τε καὶ εὐνούχων παιδευθέντας αὑτοῦ τοὺς ὑεῖς, ὅθεν ἐγένοντο οἵους ἦν αὐτοὺς εἰκὸς γενέσθαι, τροφῇ ἀνεπιπλήκτῳ τραφέντας.
207Plato, Leges, 1d, 735; 4 (auctor c.425BC-347BC)
πᾶσαν ἀγέλην ποιμὴν καὶ βουκόλος τροφεύς τε ἵππων καὶ ὅσα ἄλλα τοιαῦτα παραλαβών, οὐκ ἄλλως μή ποτε ἐπιχειρήσει θεραπεύειν ἢ πρῶτον μὲν τὸν ἑκάστῃ προσήκοντα καθαρμὸν καθαρεῖ τῇ συνοικήσει, διαλέξας δὲ τά τε ὑγιῆ καὶ τὰ μὴ καὶ τὰ γενναῖα καὶ ἀγεννῆ, τὰ μὲν ἀποπέμψει πρὸς ἄλλας τινὰς ἀγέλας, τὰ δὲ θεραπεύσει, διανοούμενος ὡς μάταιος ἂν ὁ πόνος εἴη καὶ ἀνήνυτος περί τε σῶμα καὶ ψυχάς, ἃς φύσις καὶ πονηρὰ τροφὴ διεφθαρκυῖα προσαπόλλυσιν τὸ τῶν ὑγιῶν καὶ ἀκηράτων ἠθῶν τε καὶ σωμάτων γένος ἐν ἑκάστοις τῶν κτημάτων, ἄν τις τὰ ὑπάρχοντα μὴ διακαθαίρηται.
208Plato, Leges, 1e, 777; 9 (auctor c.425BC-347BC)
δύο δὴ λείπεσθον μόνω μηχανά, μήτε πατριώτας ἀλλήλων εἶναι τοὺς μέλλοντας ῥᾷον δουλεύσειν, ἀσυμφώνους τε εἰς δύναμιν ὅτι μάλιστα, τρέφειν δ' αὐτοὺς ὀρθῶς, μὴ μόνον ἐκείνων ἕνεκα, πλέον δὲ αὑτῶν προτιμῶντας· ἡ δὲ τροφὴ τῶν τοιούτων μήτε τινὰ ὕβριν ὑβρίζειν εἰς τοὺς οἰκέτας, ἧττον δέ, εἰ δυνατόν, ἀδικεῖν ἢ τοὺς ἐξ ἴσου.
209Plato, Leges, 1f, 789; 2 (auctor c.425BC-347BC)
Ἀθηναῖος οὐκοῦν τότε δεῖται πλείστων πόνων, ὅταν ἡ πλείστη τροφὴ προσγίγνηται τοῖς σώμασι.
210Plato, Leges, 1f, 798; 1 (auctor c.425BC-347BC)
τούτοις, φίλα τε καὶ συνήθη καὶ γνώριμα γενόμενα ἁπάσῃ ταύτῃ τῇ διαίτῃ πρὸς ἡδονὴν καὶ ὑγίειαν ἄριστα διάγει, καὶ ἄν ποτ' ἄρα ἀναγκασθῇ μεταβάλλειν αὖθις ἡντινοῦν τῶν εὐδοκίμων διαιτῶν, τό γε κατ' ἀρχὰς συνταραχθεὶς ὑπὸ νόσων μόγις ποτὲ κατέστη, τὴν συνήθειαν τῇ τροφῇ πάλιν ἀπολαβών, ταὐτὸν δὴ δεῖ νομίζειν τοῦτο γίγνεσθαι καὶ περὶ τὰς τῶν ἀνθρώπων διανοίας τε ἅμα καὶ τὰς τῶν ψυχῶν φύσεις.
211Plato, Leges, 1g, 834; 4 (auctor c.425BC-347BC)
τὸ δὲ μετὰ ταῦτα ἵππων δὴ περὶ ἀγῶνος γίγνοιτο ἑξῆς ἂν νομοθετούμενα· ἵππων δὲ ἡμῖν χρεία μὲν οὔτε τις πολλῶν οὔτε πολλή, κατά γε δὴ Κρήτην, ὥστε ἀναγκαῖον καὶ τὰς σπουδὰς ἐλάττους γίγνεσθαι τάς τε ἐν τῇ τροφῇ καὶ τὰς περὶ ἀγωνίαν αὐτῶν.
212Plato, Leges, 1j, 918; 8 (auctor c.425BC-347BC)
Κλεινίας πῶς λέγεις· Ἀθηναῖος ὦ φίλε Κλεινία, σμικρὸν γένος ἀνθρώπων καὶ φύσει ὀλίγον καὶ ἄκρᾳ τροφῇ τεθραμμένον, ὅταν εἰς χρείας τε καὶ ἐπιθυμίας τινῶν ἐμπίπτῃ, καρτερεῖν πρὸς τὸ μέτριον δυνατόν ἐστιν, καὶ ὅταν ἐξῇ χρήματα λαβεῖν πολλά, νήφει καὶ πρότερον αἱρεῖται τοῦ πολλοῦ τὸ τοῦ μέτρου ἐχόμενον· τὰ δὲ τῶν ἀνθρώπων πλήθη πᾶν τοὐναντίον ἔχει τούτοις, δεόμενά τε ἀμέτρως δεῖται καὶ ἐξὸν κερδαίνειν τὰ μέτρια, ἀπλήστως αἱρεῖται κερδαίνειν, διὸ πάντα τὰ περὶ τὴν καπηλείαν καὶ ἐμπορίαν καὶ πανδοκείαν γένη διαβέβληταί τε καὶ ἐν αἰσχροῖς γέγονεν ὀνείδεσιν.
213Plato, Leges, 1k, 961; 1 (auctor c.425BC-347BC)
Ἀθηναῖος ἆρ' οὐκ εἴπομεν ὅτι δεῖ σύλλογον ἡμῖν ἐν τῇ πόλει γίγνεσθαι τοιόνδε τινά· δέκα μὲν τῶν νομοφυλάκων τοὺς πρεσβυτάτους ἀεί, τοὺς δὲ τἀριστεῖα εἰληφότας ἅπαντας δεῖν εἰς ταὐτὸ συλλέγεσθαι τούτοις, ἔτι δὲ τοὺς ἐκδημήσαντας ἐπὶ ζήτησιν εἴ τί που πρὸς τὴν νομοφυλακίαν γίγνοιτο ἓν καίριον ἀκοῦσαι καὶ σωθέντας οἴκαδε, δόξαι, τούτοις αὐτοῖς διαβασανισθέντας, τοῦ συλλόγου ἀξιοκοινωνήτους εἶναι· πρὸς τούτοις δὲ ἕνα ἕκαστον δεῖν προσλαμβάνειν τῶν νέων, μὴ ἔλαττον ἢ τριάκοντ' ἔτη γεγονότα, πρῶτον δὲ αὐτὸν κρίναντα ἐπάξιον εἶναι φύσει καὶ τροφῇ, τὸν νέον οὕτως εἰς τοὺς ἄλλους εἰσφέρειν, καὶ ἐὰν μὲν δόξῃ καὶ τοῖς ἄλλοις, προσλαμβάνειν, εἰ δὲ μή, ἀπόρρητον εἶναι τὴν γεγονυῖαν κρίσιν τοῖς τε ἄλλοις δὴ καὶ μάλιστ' αὐτῷ τῷ ἀποκριθέντι· δεῖν δὲ ὄρθριον εἶναι τὸν σύλλογον, ἡνίκ' ἂν τῶν ἄλλων πράξεων ἰδίων τε καὶ κοινῶν καὶ μάλιστ' ᾖ τις σχολὴ παντί.
214Plato, Menexenus, p1, 238; 6 (auctor c.425BC-347BC)
πολιτεία γὰρ τροφὴ ἀνθρώπων ἐστίν, καλὴ μὲν ἀγαθῶν, ἡ δὲ ἐναντία κακῶν.
215Plato, Phaedrus, p1, 248; 3 (auctor c.425BC-347BC)
θόρυβος οὖν καὶ ἅμιλλα καὶ ἱδρὼς ἔσχατος γίγνεται, οὗ δὴ κακίᾳ ἡνιόχων πολλαὶ μὲν χωλεύονται, πολλαὶ δὲ πολλὰ πτερὰ θραύονται· πᾶσαι δὲ πολὺν ἔχουσαι πόνον ἀτελεῖς τῆς τοῦ ὄντος θέας ἀπέρχονται, καὶ ἀπελθοῦσαι τροφῇ δοξαστῇ χρῶνται.
216Plato, Phaedrus, p1, 272; 9 (auctor c.425BC-347BC)
Σωκράτης φασὶ τοίνυν οὐδὲν οὕτω ταῦτα δεῖν σεμνύνειν οὐδ' ἀνάγειν ἄνω μακρὰν περιβαλλομένους· παντάπασι γάρ, ὃ καὶ κατ' ἀρχὰς εἴπομεν τοῦδε τοῦ λόγου, ὅτι οὐδὲν ἀληθείας μετέχειν δέοι δικαίων ἢ ἀγαθῶν πέρι πραγμάτων, ἢ καὶ ἀνθρώπων γε τοιούτων φύσει ὄντων ἢ τροφῇ, τὸν μέλλοντα ἱκανῶς ῥητορικὸν ἔσεσθαι.
217Plato, Politicus, p1, 262; 2 (auctor c.425BC-347BC)
καί μοι δοκεῖ τῶν μὲν ἀνθρώπων ἑτέρα τις εἶναι, τῶν δ' αὖ θηρίων ἄλλη τροφή.
218Plato, Respublica, 1b, 401; 5 (auctor c.425BC-347BC)
ἆρ' οὖν, ἦν δ' ἐγώ, ὦ Γλαύκων, τούτων ἕνεκα κυριωτάτη ἐν μουσικῇ τροφή, ὅτι μάλιστα καταδύεται εἰς τὸ ἐντὸς τῆς ψυχῆς ὅ τε ῥυθμὸς καὶ ἁρμονία, καὶ ἐρρωμενέστατα ἅπτεται αὐτῆς φέροντα τὴν εὐσχημοσύνην, καὶ ποιεῖ εὐσχήμονα, ἐάν τις ὀρθῶς τραφῇ, εἰ δὲ μή, τοὐναντίον· καὶ ὅτι αὖ τῶν παραλειπομένων καὶ μὴ καλῶς δημιουργηθέντων ἢ μὴ καλῶς φύντων ὀξύτατ' ἂν αἰσθάνοιτο ὁ ἐκεῖ τραφεὶς ὡς ἔδει, καὶ ὀρθῶς δὴ δυσχεραίνων τὰ μὲν καλὰ ἐπαινοῖ καὶ χαίρων καὶ καταδεχόμενος εἰς τὴν ψυχὴν τρέφοιτ' ἂν ἀπ' αὐτῶν καὶ
219Plato, Respublica, 1b, 402; 1 (auctor c.425BC-347BC)
γίγνοιτο καλός τε κἀγαθός, τὰ δ' αἰσχρὰ ψέγοι τ' ἂν ὀρθῶς καὶ μισοῖ ἔτι νέος ὤν, πρὶν λόγον δυνατὸς εἶναι λαβεῖν, ἐλθόντος δὲ τοῦ λόγου ἀσπάζοιτ' ἂν αὐτὸν γνωρίζων δι' οἰκειότητα μάλιστα ὁ οὕτω τραφείς· ἐμοὶ γοῦν δοκεῖ, ἔφη, τῶν τοιούτων ἕνεκα ἐν μουσικῇ εἶναι ἡ τροφή.
220Plato, Respublica, 1c, 424; 3 (auctor c.425BC-347BC)
καὶ μήν, εἶπον, πολιτεία ἐάνπερ ἅπαξ ὁρμήσῃ εὖ, ἔρχεται ὥσπερ κύκλος αὐξανομένη· τροφὴ γὰρ καὶ παίδευσις χρηστὴ σῳζομένη φύσεις ἀγαθὰς ἐμποιεῖ, καὶ αὖ φύσεις χρησταὶ τοιαύτης παιδείας ἀντιλαμβανόμεναι ἔτι βελτίους τῶν προτέρων φύονται, εἴς τε τἆλλα καὶ εἰς τὸ γεννᾶν, ὥσπερ καὶ ἐν τοῖς ἄλλοις ζῴοις.
221Plato, Respublica, 1c, 445; 14 (auctor c.425BC-347BC)
τοῦτο μὲν τοίνυν, ἦν δ' ἐγώ, ἓν εἶδος λέγω· οὔτε γὰρ ἂν πλείους οὔτε εἷς ἐγγενόμενοι κινήσειεν ἂν τῶν ἀξίων λόγου νόμων τῆς πόλεως, τροφῇ τε καὶ παιδείᾳ χρησάμενος ᾗ διήλθομεν.
222Plato, Respublica, 1d, 458; 8 (auctor c.425BC-347BC)
σὺ μὲν τοίνυν, ἦν δ' ἐγώ, ὁ νομοθέτης αὐτοῖς, ὥσπερ τοὺς ἄνδρας ἐξέλεξας, οὕτω καὶ τὰς γυναῖκας ἐκλέξας παραδώσεις καθ' ὅσον οἷόν τε ὁμοφυεῖς· οἱ δέ, ἅτε οἰκίας τε καὶ συσσίτια κοινὰ ἔχοντες, ἰδίᾳ δὲ οὐδενὸς οὐδὲν τοιοῦτον κεκτημένου, ὁμοῦ δὴ ἔσονται, ὁμοῦ δὲ ἀναμεμειγμένων καὶ ἐν γυμνασίοις καὶ ἐν τῇ ἄλλῃ τροφῇ ὑπ' ἀνάγκης οἶμαι τῆς ἐμφύτου ἄξονται πρὸς τὴν ἀλλήλων μεῖξιν.
223Plato, Respublica, 1d, 465; 15 (auctor c.425BC-347BC)
ἥ τε γὰρ τῶνδε νίκη καλλίων, ἥ τ' ἐκ τοῦ δημοσίου τροφὴ τελεωτέρα.
224Plato, Respublica, 1d, 465; 16 (auctor c.425BC-347BC)
νίκην τε γὰρ νικῶσι συμπάσης τῆς πόλεως σωτηρίαν, τροφῇ τε καὶ τοῖς ἄλλοις πᾶσιν ὅσων βίος δεῖται αὐτοί τε καὶ παῖδες ἀναδοῦνται, καὶ γέρα δέχονται παρὰ τῆς αὑτῶν πόλεως ζῶντές τε καὶ τελευτήσαντες ταφῆς ἀξίας μετέχουσιν.
225Plato, Respublica, 1e, 491; 13 (auctor c.425BC-347BC)
πῶς δ' οὔ· ἔχει δὴ οἶμαι λόγον τὴν ἀρίστην φύσιν ἐν ἀλλοτριωτέρᾳ οὖσαν τροφῇ κάκιον ἀπαλλάττειν τῆς φαύλης.
226Plato, Respublica, 1e, 491; 15 (auctor c.425BC-347BC)
οὐκοῦν, ἦν δ' ἐγώ, ὦ Ἀδείμαντε, καὶ τὰς ψυχὰς οὕτω φῶμεν τὰς εὐφυεστάτας κακῆς παιδαγωγίας τυχούσας διαφερόντως κακὰς γίγνεσθαι· ἢ οἴει τὰ μεγάλα ἀδικήματα καὶ τὴν ἄκρατον πονηρίαν ἐκ φαύλης ἀλλ' οὐκ ἐκ νεανικῆς φύσεως τροφῇ διολομένης γίγνεσθαι, ἀσθενῆ δὲ φύσιν μεγάλων οὔτε ἀγαθῶν οὔτε κακῶν αἰτίαν ποτὲ ἔσεσθαι· οὔκ, ἀλλά, ἦ δ' ὅς, οὕτως.
227Plato, Respublica, 1e, 495; 3 (auctor c.425BC-347BC)
ὁρᾷς οὖν, ἦν δ' ἐγώ, ὅτι οὐ κακῶς ἐλέγομεν ὡς ἄρα καὶ αὐτὰ τὰ τῆς φιλοσόφου φύσεως μέρη, ὅταν ἐν κακῇ τροφῇ γένηται, αἴτια τρόπον τινὰ τοῦ ἐκπεσεῖν ἐκ τοῦ ἐπιτηδεύματος, καὶ τὰ λεγόμενα ἀγαθά, πλοῦτοί τε καὶ πᾶσα ἡ τοιαύτη παρασκευή· οὐ γάρ, ἀλλ' ὀρθῶς, ἔφη, ἐλέχθη.
228Plato, Theages, p1, 121; 9 (auctor c.425BC-347BC)
καὶ γὰρ ἐμοὶ ἡ τοῦ ὑέος τουτουΐ, εἴτε φυτείαν εἴτε παιδοποιίαν δεῖ αὐτὴν ὀνομάζειν, πάντων ῥᾴστη γέγονεν, ἡ δὲ τροφὴ δύσκολός τε καὶ ἀεὶ ἐν φόβῳ περὶ αὐτοῦ δεδιότι.
229Plato, Timaeus, p1, 19; 5 (auctor c.425BC-347BC)
ἡδέως γὰρ ἄν του λόγῳ διεξιόντος ἀκούσαιμ' ἂν ἄθλους οὓς πόλις ἀθλεῖ, τούτους αὐτὴν ἀγωνιζομένην πρὸς πόλεις ἄλλας, πρεπόντως εἴς τε πόλεμον ἀφικομένην καὶ ἐν τῷ πολεμεῖν τὰ προσήκοντα ἀποδιδοῦσαν τῇ παιδείᾳ καὶ τροφῇ κατά τε τὰς ἐν τοῖς ἔργοις πράξεις καὶ κατὰ τὰς ἐν τοῖς λόγοις διερμηνεύσεις πρὸς ἑκάστας τῶν πόλεων.
230Plato, Timaeus, p1, 20; 1 (auctor c.425BC-347BC)
ἅμα ἀμφοτέρων φύσει καὶ τροφῇ μετέχον.
231Plato, Timaeus, p1, 44; 4 (auctor c.425BC-347BC)
ἂν μὲν οὖν δὴ καὶ συνεπιλαμβάνηταί τις ὀρθὴ τροφὴ παιδεύσεως, ὁλόκληρος ὑγιής τε παντελῶς, τὴν μεγίστην ἀποφυγὼν νόσον, γίγνεται· καταμελήσας δέ, χωλὴν τοῦ βίου διαπορευθεὶς ζωήν, ἀτελὴς καὶ ἀνόητος εἰς Ἅιδου πάλιν ἔρχεται.
232Plato, Timaeus, p1, 70; 4 (auctor c.425BC-347BC)
τὸ δὲ δὴ σίτων τε καὶ ποτῶν ἐπιθυμητικὸν τῆς ψυχῆς καὶ ὅσων ἔνδειαν διὰ τὴν τοῦ σώματος ἴσχει φύσιν, τοῦτο εἰς τὸ μεταξὺ τῶν τε φρενῶν καὶ τοῦ πρὸς τὸν ὀμφαλὸν ὅρου κατῴκισαν, οἷον φάτνην ἐν ἅπαντι τούτῳ τῷ τόπῳ τῇ τοῦ σώματος τροφῇ τεκτηνάμενοι· καὶ κατέδησαν δὴ τὸ τοιοῦτον ἐνταῦθα ὡς θρέμμα ἄγριον, τρέφειν δὲ συνημμένον ἀναγκαῖον, εἴπερ τι μέλλοι ποτὲ θνητὸν ἔσεσθαι γένος.
233Plato, Timaeus, p1, 73; 1 (auctor c.425BC-347BC)
τὸ θνητὸν τελευτῷ, ταῦτα προορώμενοι τῇ τοῦ περιγενησομένου πώματος ἐδέσματός τε ἕξει τὴν ὀνομαζομένην κάτω κοιλίαν ὑποδοχὴν ἔθεσαν, εἵλιξάν τε πέριξ τὴν τῶν ἐντέρων γένεσιν, ὅπως μὴ ταχὺ διεκπερῶσα ἡ τροφὴ ταχὺ πάλιν τροφῆς ἑτέρας δεῖσθαι τὸ σῶμα ἀναγκάζοι, καὶ παρέχουσα ἀπληστίαν, διὰ γαστριμαργίαν ἀφιλόσοφον καὶ ἄμουσον πᾶν ἀποτελοῖ τὸ γένος, ἀνυπήκοον τοῦ θειοτάτου τῶν παρ' ἡμῖν.
234Plato, Timaeus, p1, 84; 1 (auctor c.425BC-347BC)
τὸ δὲ δὴ σάρκας ὀστοῖς συνδοῦν ὁπότ' ἂν νοσήσῃ, καὶ μηκέτι αὐτὸ ἐξ ἰνῶν † αἷμα καὶ νεύρων ἀποχωριζόμενον ὀστῷ μὲν τροφή, σαρκὶ δὲ πρὸς ὀστοῦν γίγνηται δεσμός, ἀλλ' ἐκ λιπαροῦ καὶ λείου καὶ γλίσχρου τραχὺ καὶ ἁλμυρὸν αὐχμῆσαν ὑπὸ κακῆς διαίτης γένηται, τότε ταῦτα πάσχον πᾶν τὸ τοιοῦτον καταψήχεται μὲν αὐτὸ πάλιν ὑπὸ τὰς σάρκας καὶ τὰ νεῦρα, ἀφιστάμενον ἀπὸ τῶν ὀστῶν, αἱ δ' ἐκ τῶν ῥιζῶν συνεκπίπτουσαι τά τε νεῦρα γυμνὰ καταλείπουσι καὶ μεστὰ ἅλμης· αὐταὶ δὲ πάλιν εἰς τὴν αἵματος φορὰν ἐμπεσοῦσαι τὰ πρόσθεν ῥηθέντα νοσήματα πλείω ποιοῦσιν.
235Plotinus, Enneades, 1, 8, 8; 3 (auctor c.205-270)
Γενομένη γὰρ κυρία τοῦ εἰς αὐτὴν ἐμφαντασθέντος φθείρει αὐτὸ καὶ διόλλυσι τὴν αὐτῆς παραθεῖσα φύσιν ἐναντίαν οὖσαν, οὐ τῷ θερμῷ τὸ ψυχρὸν προσφέρουσα, ἀλλὰ τῷ εἴδει τοῦ θερμοῦ τὸ αὐτῆς ἀνείδεον προσάγουσα καὶ τὴν ἀμορφίαν τῇ μορφῇ καὶ ὑπερβολὴν καὶ ἔλλειψιν τῷ μεμετρημένῳ, ἕως ἂν αὐτὸ ποιήσῃ αὐτῆς, ἀλλὰ μὴ αὐτοῦ ἔτι εἶναι, ὥσπερ ἐν τροφῇ ζώιων τὸ εἰσενεχθὲν μηκέτι εἶναι ὅπερ προσελήλυθεν, ἀλλ᾽ αἷμα κυνὸς καὶ πᾶν κύνιον, καὶ χυμοὶ πάντες ἅπερ τοῦ δεξαμένου ἐκείνου.
236Plotinus, Enneades, 4, 4, 21; 5 (auctor c.205-270)
Οὐ γὰρ δὴ τῷ ἐπιθυμητικῷ ἡ τροφὴ ἢ θερμότης καὶ ὑγρότης οὐδὲ κίνησις οὐδὲ κούφισις κενουμένου οὐδὲ πλήρωσις μεστουμένου, ἀλλ᾽ ἐκείνου πάντα.
237Plotinus, Enneades, 5, 8, 4; 1 (auctor c.205-270)
- καὶ γὰρ τὸ ῥεῖα ζώειν ἐκεῖ – καὶ ἀλήθεια δὲ αὐτοῖς καὶ γενέτειρα καὶ τροφὸς καὶ οὐσία καὶ τροφή, καὶ ὁρῶσι τὰ πάντα, οὐχ οἷς γένεσις πρόσεστιν, ἀλλ᾽ οἷς οὐσία, καὶ ἑαυτοὺς ἐν ἄλλοις· διαφανῆ γὰρ πάντα καὶ σκοτεινὸν οὐδὲ ἀντίτυπον οὐδέν, ἀλλὰ πᾶς παντὶ φανερὸς εἰς τὸ εἴσω καὶ πάντα· φῶς γὰρ φωτί.
238Ps Aristoteles, De respiratione, 8; 1 (opus c.300BC)
Ἐπεὶ δὲ εἴρηται πρότερον ὅτι τὸ ζῆν καὶ ἡ τῆς ψυχῆς ἕξις μετὰ θερμότητός τινός ἐστιν· οὐδὲ γὰρ ἡ πέψις, δι’ ἧς ἡ τροφὴ γίνεται τοῖς ζῴοις, οὔτ’ ἄνευ ψυχῆς οὔτ’ ἄνευ θερμότητός ἐστιν· πυρὶ γὰρ ἐργάζεται πάντα.
239Ps Aristoteles, De respiratione, 8; 5 (opus c.300BC)
Ἡ τροφὴ μὲν γὰρ ἐξ ἧς ἤδη γίνεται τὰ μόρια τοῖς ζῴοις, ἡ τοῦ αἵματος φύσις ἐστίν.
240Ps Aristoteles, De respiratione, 11; 4 (opus c.300BC)
Πρὸς δὲ τὸ τὴν τροφὴν μὴ διακωλύειν παραπλησίως τοῖς τ’ ἀναπνέουσι συμβαίνει καὶ τοῖς δεχομένοις τὸ ὑγρόν· οὔτε γὰρ ἀναπνέοντες ἅμα καταδέχονται τὴν τροφήν· εἰ δὲ μή, συμβαίνει πνίγεσθαι παρεισιούσης τῆς τροφῆς ἢ τῆς ὑγρᾶς ἢ τῆς ξηρᾶς ἐπὶ τὸν πνεύμονα διὰ τῆς ἀρτηρίας· πρότερον γὰρ κεῖται ἡ ἀρτηρία τοῦ οἰσοφάγου, δι’ οὖ ἡ τροφὴ πορεύεται εἰς τὴν καλουμένην κοιλίαν.