'φθόγγος' - search in All Authors, Showing 1 to 17 of 17 hits

1Aristoteles, Physica, 8, 2; 9
τοῦτο μὲν γὰρ ἴσως ἀναγκαῖον, εἴπερ μὴ ἀεὶ μίαν καὶ τὴν αὐτὴν εἶναι δυνατὸν τὴν τοῦ αὐτοῦ καὶ ἑνὸς κίνησιν· λέγω δ' οἷον πότερον τῆς μιᾶς χορδῆς εἷς καὶ ὁ αὐτὸς φθόγγος, ἢ ἀεὶ ἕτερος, ὁμοίως ἐχούσης καὶ κινου μένης.
2Aristoteles, De sensu et sensibilibus, 1; 219 (auctor 384BC-322BC)
Ἐπεὶ οὖν τὰ μὲν πάθη ὡς εἴδη λεκτέον, ὑπάρχει δὲ συνέχεια ἀεὶ ἐν τούτοις, ληπτέον ὅτι τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ ἕτερον· καὶ διὰ τοῦτο τὸ μυριοστημόριον λανθάνει τῆς κέγχρου ὁρωμένης, καίτοι ἡ ὄψις ἐπελήλυθεν, καὶ ὁ ἐν τῇ διέσει φθόγγος λανθάνει, καίτοι συνεχοῦς ὄντος ἀκούει τοῦ μέλους παντός.
3Aristoteles, Physica, 8, 2; 9 (auctor 384BC-322BC)
τοῦτο μὲν γὰρ ἴσως ἀναγκαῖον, εἴπερ μὴ ἀεὶ μίαν καὶ τὴν αὐτὴν εἶναι δυνατὸν τὴν τοῦ αὐτοῦ καὶ ἑνὸς κίνησιν· λέγω δ' οἷον πότερον τῆς μιᾶς χορδῆς εἷς καὶ ὁ αὐτὸς φθόγγος, ἢ ἀεὶ ἕτερος, ὁμοίως ἐχούσης καὶ κινουμένης.
4Aristoteles, Problemata, 11; 165 (auctor 384BC-322BC)
Διὰ τί ἑνός τε καὶ πολλῶν φθεγγομένων ἅμα οὔτε ἴσος ὁ φθόγγος, οὔτε ἐπὶ πλεῖον γεγωνόσιν ὡς κατὰ λόγον εἰς τὸ πόρρω; ἢ ὅτι ἕκαστος τὸν καθ' αὑτὸν ἀέρα προωθεῖ, ἀλλ' οὐ τὸν αὐτόν, πλὴν ἐπὶ μικρόν; ὅμοιον δὴ συμβαίνει ὥσπερ ἂν εἰ πολλοὶ μὲν εἶεν οἱ βάλλοντες, ἕκαστος μέντοι λίθῳ ἑτέρῳ, ἢ οἵ γε πλεῖστοι.
5Aristoteles, Problemata, 19; 24 (auctor 384BC-322BC)
ἢ ὅτι ὥσπερ ὁ αὐτὸς εἶναι δοκεῖ φθόγγος, διὰ τὸ ἀνάλογον ἰσότης ἐπὶ φθόγγων; τὸ δὲ ἴσον τοῦ ἑνός.
6Aristoteles, Problemata, 19; 37 (auctor 384BC-322BC)
αἱ δὲ ἐν τῷ διὰ πέντε καὶ διὰ τεττάρων οὐκ ἔχουσιν οὕτως, ὥστε οὐκ ἐμφαίνεται ὁ τῆς ἀντιφώνου φθόγγος· οὐ γάρ ἐστιν ὁ αὐτός.
7Aristoteles, Problemata, 19; 113 (auctor 384BC-322BC)
ταῖς μὲν οὖν ἄλλαις ὁ τῆς νεάτης φθόγγος ἀλλότριός ἐστι καὶ λήγων καὶ ἀρχόμενος, τῇ δὲ ὑπάτῃ λήγων ὁ αὐτός.
8Aristoteles, Problemata, 19; 121 (auctor 384BC-322BC)
ἡ μὲν οὖν ᾠδὴ καὶ ὁ αὐλὸς μίγνυνται αὑτοῖς δι' ὁμοιότητα (πνεύματι γὰρ ἄμφω γίνεται)· ὁ δὲ τῆς λύρας φθόγγος, ἐπειδὴ οὐ πνεύματι γίνεται ἢ ἧττον αἰσθητὸν ἢ ὁ τῶν αὐλῶν, ἀμικτότερός ἐστι τῇ φωνῇ· ποιῶν δὲ διαφορὰν τῇ αἰσθήσει ἧττον ἡδύνει, καθάπερ ἐπὶ τῶν χυμῶν εἴρηται.
9Aristoteles, Problemata, 19; 138 (auctor 384BC-322BC)
Διὰ τί τῶν τὴν συμφωνίαν ποιούντων φθόγγων ἐν τῷ βαρυτέρῳ τὸ μαλακώτερον; ἢ ὅτι τὸ μέλος τῇ μὲν αὑτοῦ φύσει μαλακόν ἐστι καὶ ἠρεμαῖον, τῇ δὲ τοῦ ῥυθμοῦ μίξει τραχὺ καὶ κινητικόν; ἐπεὶ δὲ ὁ μὲν βαρὺς φθόγγος μαλακὸς καὶ ἠρεμαῖός ἐστιν, ὁ δὲ ὀξὺς κινητικός, καὶ τῶν ταὐτὸ μέλος ἐχόντων εἴη ἂν μαλακώτερος ὁ βαρύτερος ἐν ταὐτῷ μέλει μᾶλλον· ἦν γὰρ τὸ μέλος αὐτῷ μαλακόν.
10Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 18; 5
εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ·
11Biblia, Novum testamentum graece, Rom, 10; 18
ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν; μενοῦνγε, Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
12Censorinus, De die natali liber ad Q. Caerellium, 10; 6 (auctor fl.238)
Discrimen vero, quo alter φθόγγος acutior est, alter gravior, appellatur διάστημα.
13Leo III, Epistolae 2, 102, 1048C
» Καὶ ἐπειδὴ ἡ καθ, ἡμᾶς τοῦ Εὐαγγελίου καθαρὰ καὶ ἀκίβδηλος πίστις, καὶ ὑπὲρ ἣν οὐκ ἔστιν ἑτέρα, οὕτε Ῥωμαϊκοῖς ὅροις συστελλομένη περιγράφεται, οὔτε πέρασι περικοσμίοις ὁρίζεται, ἐπὶ τοσοῦτον δὲ μᾶλλον ὑπερήπλωται καὶ ὑπερκέχυται, καὶ προφητικαῖς καὶ ἀποστολικαῖς φωναῖς παρορμώμενος φάναι· « Εἰς πᾶσαν τὴν γῆν ὁ τοῦ θείου κηρύγματος φθόγγος ἐξελήλυθε καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τῶν κηρυσσόντων τὰ ῥήματα.
14Petrus Lombardus, Commentaria in Psalmos, 191, 0215A (auctor c.1096-1164)
Et quidem in omnem terram exivit sonus eorum, φθόγγος αὐτων Profecto nimis suis versionibus recens natis, derogant praedicationi apostolicae, quae toti mundo quodam tonitru statim insonuit.
15Plato, Menexenus, p1, 235; 3 (auctor c.425BC-347BC)
καί μοι αὕτη ἡ σεμνότης παραμένει ἡμέρας πλείω ἢ τρεῖς· οὕτως ἔναυλος ὁ λόγος τε καὶ ὁ φθόγγος παρὰ τοῦ λέγοντος ἐνδύεται εἰς τὰ ὦτα, ὥστε μόγις τετάρτῃ ἢ πέμπτῃ ἡμέρᾳ ἀναμιμνῄσκομαι ἐμαυτοῦ καὶ αἰσθάνομαι οὗ γῆς εἰμι, τέως δὲ οἶμαι μόνον οὐκ ἐν μακάρων νήσοις οἰκεῖν· οὕτως ἡμῖν οἱ ῥήτορες δεξιοί εἰσιν.
16Plotinus, Enneades, 3, 2, 17; 11 (auctor c.205-270)
Καὶ ὡς ὁ φθόγγος καὶ τὸ σχῆμα παρ᾽ αὐτοῦ καλὸν ἢ αἰσχρὸν καὶ ἢ κόσμον προσέθηκεν, ὡς δόξειεν ἄν, εἰς τὸ ποίημα ἢ προσθεὶς τὴν αὐτοῦ τῆς φωνῆς κάκην οὐκ ἐποίησε μὲν τὸ δρᾶμα ἕτερον ἢ οἷον ἦν, αὐτὸς δὲ ἀσχήμων ἐφάνη, ὁ δὲ ποιητὴς τοῦ δράματος ἀπέπεμψε κατ᾽ ἀξίαν ἀτιμάσας καὶ τοῦτο ἔργον ποιῶν ἀγαθοῦ κριτοῦ, τὸν δὲ ἤγαγεν εἰς μείζους τιμὰς καί, εἰ ἔχοι, ἐπὶ τὰ καλλίω δράματα, τὸν δ᾽ ἕτερον, εἴ που εἶχε χείρονα, τοῦτον τὸν τρόπον εἰσελθοῦσα εἰς τόδε τὸ πᾶν ποίημα καὶ μέρος ἑαυτὴν ποιησαμένη τοῦ δράματος εἰς ὑπόκρισιν τὸ εὖ ἢ τὸ κακῶς εἰσενεγκαμένη παρ᾽ αὐτῆς καὶ ἐν τῇ εἰσόδῳ συνταχθεῖσα καὶ τὰ ἄλλα πάντα χωρὶς ἑαυτῆς καὶ τῶν ἔργων αὐτῆς λαβοῦσα δίκας τε καὶ τιμὰς αὖ ἔχει.
17Plotinus, Enneades, 3, 2, 17; 15 (auctor c.205-270)
Καὶ τὸ κακῶς αὐταῖς ἐν καλῷ κατὰ τὸ πᾶν κείσεται καὶ τὸ παρὰ φύσιν τῷ παντὶ κατὰ φύσιν καὶ οὐδὲν ἧττον φθόγγος ἐλάττων.