'φιλία' - search in All Authors, Showing 1 to 235 of 235 hits

1Aristoteles, Physica, 1, 6; 5
ὁμοίως δὲ καὶ ἄλλη ὁποιαοῦν ἐναντιότης· οὐ γὰρ ἡ φιλία τὸ νεῖκος συνάγει καὶ ποιεῖ τι ἐξ αὐτοῦ, οὐδὲ τὸ νεῖκος ἐξ ἐκείνης, ἀλλ' ἄμφω ἕτερόν τι τρίτον.
2Aristoteles, Physica, 8, 1; 3
εἰ δὴ ἐνδέχεταί ποτε μηδὲν κινεῖσθαι, διχῶς ἀνάγκη τοῦτο συμβαίνειν· ἢ γὰρ ὡς Ἀναξαγόρας λέγει (φησὶν γὰρ ἐκεῖνος, ὁμοῦ πάντων ὄντων καὶ ἠρεμούντων τὸν ἄπειρον χρό νον, κίνησιν ἐμποιῆσαι τὸν νοῦν καὶ διακρῖναι), ἢ ὡς Ἐμπε δοκλῆς ἐν μέρει κινεῖσθαι καὶ πάλιν ἠρεμεῖν, κινεῖσθαι μὲν ὅταν ἡ φιλία ἐκ πολλῶν ποιῇ τὸ ἓν ἢ τὸ νεῖκος πολλὰ ἐξ ἑνός, ἠρεμεῖν δ' ἐν τοῖς μεταξὺ χρόνοις, λέγων οὕτως ᾗ μὲν ἓν ἐκ πλεόνων μεμάθηκε φύεσθαι, ἠδὲ πάλιν διαφύντος ἑνὸς πλέον' ἐκτελέθουσιν, τῇ μὲν γίγνονταί τε καὶ οὔ σφισιν ἔμπεδος αἰών· ᾗ δὲ τάδ' ἀλλάσσοντα διαμπερὲς οὐδαμὰ λήγει, ταύτῃ δ' αἰὲν ἔασιν ἀκίνητοι κατὰ κύκλον.
3Aristoteles, Physica, 8, 1; 40
εἰ δὲ προσοριεῖται τὸ ἐν μέρει, λεκτέον ἐφ' ὧν οὕτως, ὥσπερ ὅτι ἔστιν τι ὃ συ νάγει τοὺς ἀνθρώπους, ἡ φιλία, καὶ φεύγουσιν οἱ ἐχθροὶ ἀλλήλους· τοῦτο γὰρ ὑποτίθεται καὶ ἐν τῷ ὅλῳ εἶναι· φαί νεται γὰρ ἐπί τινων οὕτως.
4Aristoteles, Physica, 8, 15; 2
διάκρι σις γὰρ καὶ σύγκρισις κινήσεις κατὰ τόπον εἰσίν, οὕτω δὲ κινοῦσιν ἡ φιλία καὶ τὸ νεῖκος· τὸ μὲν γὰρ διακρίνει, τὸ δὲ συγκρίνει αὐτῶν.
5Aristoteles, Athenaion Politeia, p2, 17, 4; 7 (auctor 384BC-322BC)
ὅθεν καὶ ἡ πρὸς τοὺς Ἀργείους ἐνέστη φιλία, καὶ συνεμαχέσαντο χίλιοι τὴν ἐπὶ Παλληνίδι μάχην, Ἡγησιστράτου κομίσαντος.
6Aristoteles, Athenaion Politeia, p2, 19, 4; 7 (auctor 384BC-322BC)
ἡ δὲ Πυθία προέφερεν αἰεὶ τοῖς Λακεδαιμονίοις χρηστηριαζομένοις ἐλευθεροῦν τὰς Ἀθήνας, εἰς τοῦθ' ἕως προύτρεψε τοὺς Σπαρτιάτας, καίπερ ὄντων ξένων αὐτοῖς τῶν Πεισιστρατιδῶν· συνεβάλλετο δὲ οὐκ ἐλάττω μοῖραν τῆς ὁρμῆς τοῖς Λάκωσιν ἡ πρὸς τοὺς Ἀργείους τοῖς Πεισιστρατίδαις ὑπάρχουσα φιλία.
7Aristoteles, De anima, 1, I 4; 9 (auctor 384BC-322BC)
Ἀπαιτήσειε δ’ ἄν τις τοῦτό γε καί παρ’ Ἐμπεδοκλέους· ἕκαστον γάρ αὐτῶν λόγῳ τινί φησιν εἶναι· πότερον οὖν ὁ λόγος ἐστίν ἡ ψυχή, ἢ μᾶλλον ἕτερόν τι οὖσα ἐγγίνεται τοῖς μέλεσιν; Ἔτι δέ πότερον ἡ φιλία τῆς τυχούσης αἰτία μίξεως ἢ τῆς κατά τόν λόγον; Καί αὕτη πότερον ὁ λόγος ἐστίν ἢ παρά τόν λόγον ἕτερόν τι; Ταῦτα μέν οὖν ἔχει τοιαύτας ἀπορίας· εἰ δ’ ἐστίν ἕτερον ἡ ψυχή τῆς μίξεως, τί δή ποτε ἅμα τῷ σαρκί εἶναι ἀναιρεῖται καί τῷ τοῖς ἄλλοις μορίοις τοῦ ζῴου; Πρός δέ τούτοις εἴπερ μή ἕκαστον τῶν μορίων ψυχήν ἔχει, εἰ μή ἐστιν ἡ ψυχή ὁ λόγος τῆς μίξεως, τί ἐστιν ὃ φθείρεται τῆς ψυχῆς ἀπολειπούσης; Ὅτι μέν οὖν οὔθ’ ἁρμονίαν οἷόν τ’ εἶναι τήν ψυχήν οὔτε κύκλῳ περιφέρεσθαι, δῆλον ἐκ τῶν εἰρημένων.
8Aristoteles, De anima, 3, III 6; 1 (auctor 384BC-322BC)
Ἡ μέν οὖν τῶν ἀδιαιρέτων νόησις ἐν τούτοις, περί ἃ οὐκ ἔστι τό ψεῦδος· ἐν οἷς δέ καί τό ψεῦδος καί τό ἀληθές, σύνθεσίς τις ἤδη νοημάτων ὥσπερ ἓν ὄντων, καθάπερ Ἐμπεδοκλῆς ἔφη ᾗ πολλῶν μέν κόρσαι ἀναύχενες ἐβλάστησαν, ἔπειτα συντίθεσθαι τῇ φιλίᾳ.
9Aristoteles, De generatione animalium, 3, 2; 25 (auctor 384BC-322BC)
τοῖς δὲ δὴ μάλιστα κοινωνοῦσι φρονήσεως καὶ πρὸς τελειωθέντα γίγνεται συνήθεια καὶ φιλία, καθάπερ τοῖς τε ἀνθρώποις καὶ τῶν τετραπόδων ἐνίοις, τοῖς δ' ὄρνισι μέχρι τοῦ γεννῆσαι καὶ ἐκθρέψαι· διόπερ καὶ μὴ ἐπῳάζουσαι αἱ θήλειαι ὅταν τέκωσι διατίθενται χεῖρον, ὥσπερ ἑνός τινος στερισκόμεναι τῶν συμφύτων.
10Aristoteles, De generatione et corruptione, 2, 6, 6; 14 (auctor 384BC-322BC)
Ἀλλὰ μὴν οὐδ´ ἡ φιλία καὶ τὸ νεῖκος· συγκρίσεως γὰρ 〈τὸ μέν〉, τὸ δὲ διακρίσεως αἴτιον.
11Aristoteles, De generatione et corruptione, 2, 6, 7; 20 (auctor 384BC-322BC)
Καίτοι τά γε στοιχεῖα διακρίνει οὐ τὸ νεῖκος, ἀλλ´ ἡ φιλία τὰ φύσει πρότερα τοῦ θεοῦ· θεοὶ δὲ καὶ ταῦτα.
12Aristoteles, De generatione et corruptione, 2, 6, 8; 21 (auctor 384BC-322BC)
Ἔτι δὲ περὶ κινήσεως ἁπλῶς λέγει· οὐ γὰρ ἱκανὸν εἰπεῖν διότι ἡ φιλία καὶ τὸ νεῖκος κινεῖ, εἰ μὴ τοῦτ´ ἦν φιλίᾳ εἶναι τὸ κινήσει τοιᾳδί, νείκει δὲ τὸ τοιᾳδί.
13Aristoteles, De generatione et corruptione, 2, 6, 9; 24 (auctor 384BC-322BC)
Ταύτην οὖν ἡ φιλία κινεῖ; ἢ οὔ; τοὐναντίον γὰρ τὴν γῆν ἄνω καὶ διακρίσει ἔοικεν, καὶ μᾶλλον τὸ νεῖκος αἴτιον τῆς κατὰ φύσιν κινήσεως ἢ ἡ φιλία.
14Aristoteles, De generatione et corruptione, 2, 6, 9; 25 (auctor 384BC-322BC)
Ὥστε καὶ ὅλως παρὰ φύσιν ἡ φιλία ἂν εἴη μᾶλλον.
15Aristoteles, De generatione et corruptione, 2, 6, 9; 26 (auctor 384BC-322BC)
Ἁπλῶς δὲ εἰ μὴ ἡ φιλία ἢ τὸ νεῖκος κινοῖ, αὐτῶν τῶν σωμάτων οὐδεμία κίνησίς ἐστιν οὐδὲ μονή· ἀλλ´ ἄτοπον.
16Aristoteles, De generatione et corruptione, 2, 6, 12; 29 (auctor 384BC-322BC)
Τί οὖν ἐστὶ τὸ κινοῦν πρῶτον καὶ αἴτιον τῆς κινήσεως; οὐ γὰρ δὴ ἡ φιλία καὶ τὸ νεῖκος, ἀλλά τινος κινήσεως ταῦτα αἴτια· εἰ δ´ ἔστιν, ἐκεῖνο ἀρχή· ἄτοπον δὲ καὶ εἰ ἡ ψυχὴ ἐκ τῶν στοιχείων ἢ ἕν τι αὐτῶν· αἱ γὰρ ἀλλοιώσεις αἱ τῆς ψυχῆς πῶς ἔσονται, οἷον τὸ μουσικὸν εἶναι καὶ πάλιν ἄμουσον, ἢ μνήμη ἢ λήθη; δῆλον γὰρ ὅτι εἰ μὲν πῦρ ἡ ψυχή, τὰ πάθη ὑπάρξει αὐτῇ ὅσα πυρὶ ᾗ πῦρ· εἰ δὲ μικτόν, τὰ σωματικά· τούτων δ´ οὐδὲν σωματικόν.
17Aristoteles, Ethica Eudemia, 2; 77 (auctor 384BC-322BC)
κολακεία ἀπέχθεια φιλία.
18Aristoteles, Ethica Eudemia, 3; 168 (auctor 384BC-322BC)
φιλία δὲ μεσότης ἔχθρας καὶ κολακείας· ὁ μὲν γὰρ εὐχερῶς ἅπαντα πρὸς τὰς ἐπιθυμίας ὁμιλῶν κόλαξ, ὁ δὲ πρὸς ἁπάσας ἀντικρούων ἀπεχθητικός, ὁ δὲ μὴ [τε] πρὸς ἅπασαν ἡδονὴν μήτ' ἀκολουθῶν μήτ' ἀντιτείνων, ἀλλὰ πρὸς τὸ φαινόμενον βέλτιστον, φίλος.
19Aristoteles, Ethica Eudemia, 7; 1 (auctor 384BC-322BC)
περὶ φιλίας, τί ἐστι καὶ ποῖόν τι, καὶ τίς ὁ φίλος, καὶ πότερον ἡ φιλία μοναχῶς λέγεται ἢ πλεοναχῶς, καὶ εἰ πλεοναχῶς, πόσα ἐστίν, ἔτι δὲ πῶς χρηστέον τῷ φίλῳ καὶ τί τὸ δίκαιον τὸ φιλικόν, ἐπισκεπτέον οὐθενὸς ἧττον τῶν περὶ τὰ ἤθη καλῶν καὶ αἱρετῶν.
20Aristoteles, Ethica Eudemia, 7; 3 (auctor 384BC-322BC)
ἔτι τὸ δίκαιον καὶ τὸ ἄδικον περὶ τοὺς φίλους εἶναι μάλιστα πάντες φαμέν, καὶ ὁ αὐτὸς δοκεῖ ἀνὴρ εἶναι καὶ ἀγαθὸς καὶ φίλος, καὶ φιλία ἠθική τις εἶναι ἕξις, καὶ ἐάν τις βούληται ποιῆσαι ὥστε μὴ ἀδικεῖν, ἀλλ' εἰς φίλους ποιῆσαι· οἱ γὰρ ἀληθινοὶ φίλοι οὐκ ἀδικοῦσιν.
21Aristoteles, Ethica Eudemia, 7; 4 (auctor 384BC-322BC)
ἀλλὰ μὴν καὶ ἐὰν δίκαιοι ὦσιν, οὐκ ἀδικήσουσιν· ἢ ταὐτὸν ἄρα ἢ ἐγγύς τι ἡ δικαιοσύνη καὶ ἡ φιλία.
22Aristoteles, Ethica Eudemia, 7; 21 (auctor 384BC-322BC)
539 ἔτι δὲ καὶ οἱ τόποι κεχωρισμένοι τῶν ἐναντίων, ἡ δὲ φιλία δοκεῖ συνάγειν· οἳ δὲ τὰ ἐναντία φίλα, καὶ Ἡράκλειτος ἐπιτιμᾷ τῷ ποιήσαντι ὡς ἔρις ἔκ τε θεῶν καὶ ἀνθρώπων ἀπόλοιτο, ηομ.
23Aristoteles, Ethica Eudemia, 7; 25 (auctor 384BC-322BC)
τοῖς μὲν γὰρ οὐκ ἐνδέχεσθαι δοκεῖ τοὺς φαύλους εἶναι φίλους, ἀλλὰ μόνον τοὺς ἀγαθούς· τοῖς δ' ἄτοπον εἰ μὴ φιλοῦσιν αἱ μητέρες τὰ τέκνα (φαίνεται δὲ καὶ ἐν τοῖς θηρίοις ἐνοῦσα φιλία· προαποθνήσκειν γοῦν αἱροῦνται τῶν τέκνων) · τοῖς δὲ τὸ χρήσιμον δοκεῖ φίλον εἶναι μόνον.
24Aristoteles, Ethica Eudemia, 7; 65 (auctor 384BC-322BC)
τούτων ἡ μὲν διὰ τὸ χρήσιμόν ἐστιν ἡ [διὰ] τῶν πλείστων φιλία (διὰ γὰρ τὸ χρήσιμοι εἶναι φιλοῦσιν ἀλλήλους, καὶ μέχρι τούτου, ὥσπερ ἡ παροιμία “ Γλαῦκ' ἐπίκουρος ἀνὴρ τὸν σοφὸν φίλον ἔσκε μάχηται, ” οὐκέτι γιγνώσκουσιν Ἀθηναῖοι Μεγαρῆας, φρ. ελεγ. αδεσποτα 6 (βεργK) ἡ δὲ δι' ἡδονὴν τῶν νέων (τούτου γὰρ αἴσθησιν ἔχουσιν· διὸ εὐμετάβολος φιλία ἡ τῶν νέων· μεταβαλλόντων γὰρ τὰ ἤθη κατὰ τὰς ἡλικίας μεταβάλλει καὶ τὸ ἡδύ) , ἡ δὲ κατ' ἀρετὴν τῶν βελτίστων.
25Aristoteles, Ethica Eudemia, 7; 66 (auctor 384BC-322BC)
φανερὸν δ' ἐκ τούτων ὅτι ἡ πρώτη φιλία ἡ τῶν ἀγαθῶν ἐστιν ἀντιφιλία καὶ ἀντιπροαίρεσις πρὸς ἀλλήλους.
26Aristoteles, Ethica Eudemia, 7; 68 (auctor 384BC-322BC)
αὕτη μὲν οὖν ἐν ἀνθρώποις μόνον ὑπάρχει φιλία (μόνον γὰρ αἰσθάνεται προαιρέσεως) · αἱ δ' ἄλλαι καὶ ἐν τοῖς θηρίοις, καὶ τὸ χρήσιμον ἐπὶ μικρόν τι φαίνεται ἐνυπάρχον καὶ πρὸς ἄνθρωπον τοῖς ἡμέροις καὶ πρὸς ἄλληλα, οἷον τὸν τροχίλον φησὶν Ἡρόδοτος τῷ κροκοδείλῳ, καὶ ὡς οἱ μάντεις τὰς συνεδρείας καὶ διεδρείας λέγουσιν.
27Aristoteles, Ethica Eudemia, 7; 74 (auctor 384BC-322BC)
ἣ δ' ἐστὶ μέν, ὥσπερ εἴρηται, φιλία, οὐκ ἐκείνη δέ, ἀλλ' ἀπ' ἐκείνης.
28Aristoteles, Ethica Eudemia, 7; 76 (auctor 384BC-322BC)
λείπεται τοίνυν οὕτως, ὅτι ἔστι μὲν ὡς μόνη ἡ πρώτη φιλία, ἔστι δὲ ὡς πᾶσαι, οὔτε ὡς ὁμώνυμοι καὶ ὡς ἔτυχον ἔχουσαι πρὸς ἑαυτάς, οὔτε καθ' ἓν εἶδος, ἀλλὰ μᾶλλον πρὸς ἕν.
29Aristoteles, Ethica Eudemia, 7; 84 (auctor 384BC-322BC)
ὥστ' ἐπειδὴ ἡ πρώτη φιλία κατ' ἀρετήν, ἔσονται καὶ αὐτοὶ ἁπλῶς ἀγαθοί.
30Aristoteles, Ethica Eudemia, 7; 91 (auctor 384BC-322BC)
ἐνταῦθα γὰρ ἐπιστατέον, καὶ σκεπτέον πότερόν ἐστιν ἄνευ ἡδονῆς φιλία, καὶ τί διαφέρει, καὶ ἐν ποτέρῳ ποτ' ἐστὶ τὸ φιλεῖν, [καὶ] πότερον ὅτι ἀγαθός, κἂν εἰ μὴ ἡδύς, ἀλλ' οὐ διὰ τοῦτο, διχῶς δὴ λεγομένου τοῦ φιλεῖν, πότερον ὅτι ἀγαθὸν τὸ κατ' ἐνέργειαν οὐκ ἄνευ ἡδονῆς φαίνεται.
31Aristoteles, Ethica Eudemia, 7; 96 (auctor 384BC-322BC)
εἰ δὲ τὸ κατ' ἐνέργειαν φιλεῖν μεθ' ἡδονῆς ἀντιπροαίρεσις τῆς ἀλλήλων γνωρίσεως, δῆλον ὅτι καὶ ὅλως ἡ φιλία ἡ πρώτη ἀντιπροαίρεσις τῶν ἁπλῶς ἀγαθῶν καὶ ἡδέων, ὅτι ἀγαθὰ καὶ ἡδέα.
32Aristoteles, Ethica Eudemia, 7; 97 (auctor 384BC-322BC)
ἔστι δ' αὕτη ἡ φιλία ἕξις ἀφ' ἧς ἡ τοιαύτη προαίρεσις.
33Aristoteles, Ethica Eudemia, 7; 103 (auctor 384BC-322BC)
ὥστ' ἂν μὴ χαίρῃ ᾗ ἀγαθός, οὐχ ἡ πρώτη φιλία.
34Aristoteles, Ethica Eudemia, 7; 106 (auctor 384BC-322BC)
αὕτη μὲν οὖν ἡ πρώτη φιλία, ἣν πάντες ὁμολογοῦσιν· αἱ δ' ἄλλαι δι' αὐτὴν καὶ δοκοῦσι καὶ ἀμφισβητοῦνται.
35Aristoteles, Ethica Eudemia, 7; 107 (auctor 384BC-322BC)
βέβαιον γάρ τι δοκεῖ ἡ φιλία· μόνη δ' αὕτη βέβαιος.
36Aristoteles, Ethica Eudemia, 7; 109 (auctor 384BC-322BC)
οὐκ ἔστι δ' ἄνευ πίστεως φιλία βέβαιος· ἡ δὲ πίστις οὐκ ἄνευ χρόνου.
37Aristoteles, Ethica Eudemia, 7; 113 (auctor 384BC-322BC)
οὐδ' ἄνευ χρόνου φίλος, ἀλλὰ βούλονται φίλοι, καὶ μάλιστα λανθάνει ἡ τοιαύτη ἕξις ὡς φιλία.
38Aristoteles, Ethica Eudemia, 7; 117 (auctor 384BC-322BC)
ἅμα δὲ φανερὸν ὅτι οὐδ' ἐν τοῖς φαύλοις αὕτη ἡ φιλία· ἄπιστος γὰρ ὁ φαῦλος καὶ κακοήθης πρὸς πάντας· αὑτῷ γὰρ μετρεῖ τοὺς ἄλλους.
39Aristoteles, Ethica Eudemia, 7; 122 (auctor 384BC-322BC)
οὐ γίνεται ἄρ' ἡ φιλία ἡ πρώτη ἐν πολλοῖς, ὅτι χαλεπὸν πολλῶν πεῖραν λαβεῖν· ἑκάστῳ γὰρ ἂν ἔδει συζῆσαι.
40Aristoteles, Ethica Eudemia, 7; 127 (auctor 384BC-322BC)
ἐκ δὴ τούτων φανερὸν ὅτι ὀρθῶς λέγεται ὅτι ἡ φιλία τῶν βεβαίων, ὥσπερ ἡ εὐδαιμονία τῶν αὐτάρκων.
41Aristoteles, Ethica Eudemia, 7; 138 (auctor 384BC-322BC)
ἡ μὲν οὖν πρώτη φιλία, καὶ δι' ἣν αἱ ἄλλαι λέγονται, ἡ κατ' ἀρετὴν ἐστί, καὶ δι' ἡδονὴν τὴν ἀρετῆς, ὥσπερ εἴρηται πρότερον· αἱ δ' ἄλλαι ἐγγίνονται φιλίαι καὶ ἐν παισὶ καὶ θηρίοις καὶ τοῖς φαύλοις.
42Aristoteles, Ethica Eudemia, 7; 149 (auctor 384BC-322BC)
τρία μὲν οὖν εἴδη ταῦτα φιλίας· ἐν πᾶσι δὲ τούτοις κατ' ἰσότητά πως λέγεται ἡ φιλία.
43Aristoteles, Ethica Eudemia, 7; 187 (auctor 384BC-322BC)
διὸ ἐὰν μὴ συμβάλλωσιν οἱ φαῦλοι, οὐ φίλοι ἑαυτοῖς, ἀλλὰ διίστανται· ἡ δ' οὐ βέβαιος φιλία οὐ φιλία.
44Aristoteles, Ethica Eudemia, 7; 194 (auctor 384BC-322BC)
ἔστι δέ πως καὶ ἡ τοῦ ἐναντίου φιλία τοῦ ἀγαθοῦ.
45Aristoteles, Ethica Eudemia, 7; 207 (auctor 384BC-322BC)
ἔστι γάρ πως κατὰ ἀναλογίαν αὕτη ἡ φιλία, ἁπλῶς δ' οὔ.
46Aristoteles, Ethica Eudemia, 7; 228 (auctor 384BC-322BC)
ὥστε καὶ ἡ αὐτοῦ πρὸς αὑτὸν φιλία ἀνάγεται πρὸς τὴν τοῦ ἀγαθοῦ.
47Aristoteles, Ethica Eudemia, 7; 236 (auctor 384BC-322BC)
ἔοικε δ' ἡ φιλία ἡ πρὸς αὑτὸν τῇ κατὰ συγγένειαν· οὐθέτερον γὰρ ἐφ' αὑτοῖς λῦσαι, ἀλλὰ κἂν διαφέρωνται, ὅμως οὗτοι μὲν ἔτι συγγενεῖς, ὃ δὲ ἔτι εἷς, ἕως ἂν ζῇ.
48Aristoteles, Ethica Eudemia, 7; 241 (auctor 384BC-322BC)
εἴτε γὰρ ὅτι χρήσιμον, βούλεται αὐτῷ τἀγαθά, οὐ δι' ἐκεῖνον ἀλλὰ δι' αὑτὸν βούλοιτ' ἄν, δοκεῖ δὲ ὥσπερ . . . καὶ ἡ εὔνοια οὐκ αὐτοῦ εὔνοια τοῦ εὐνοϊζομένου εἶναι, ἀλλὰ τοῦ ᾧ εὐνοεῖ· εἰ δὴ ἦν ἐν τῇ τοῦ ἡδέος φιλίᾳ, κἂν τοῖς ἀψύχοις εὐνόουν.
49Aristoteles, Ethica Eudemia, 7; 245 (auctor 384BC-322BC)
ἀρχομένῳ γὰρ ἔοικεν ὁ εὐνοῶν μόνον, διὸ ἀρχὴ φιλίας, ἀλλ' οὐ φιλία.
50Aristoteles, Ethica Eudemia, 7; 249 (auctor 384BC-322BC)
ἔοικε δὲ καὶ ἡ ὁμονοία οὐχ ἁπλῶς λέγεσθαι, ὥσπερ οὐδ' ἡ φιλία· ἀλλ' ἣ μὲν πρώτη καὶ φύσει σπουδαία, διὸ οὐκ ἔστι τοὺς φαύλους ὁμονοεῖν, ἑτέρα δὲ καθ' ἣν καὶ οἱ φαῦλοι ὁμονοοῦσιν, ὅταν τῶν αὐτῶν τὴν προαίρεσιν καὶ τὴν ἐπιθυμίαν ἔχωσιν.
51Aristoteles, Ethica Eudemia, 7; 253 (auctor 384BC-322BC)
καὶ ἔστιν ἡ ὁμόνοια φιλία πολιτική.
52Aristoteles, Ethica Eudemia, 7; 261 (auctor 384BC-322BC)
καὶ περὶ μὲν φιλίας τῆς πρὸς αὑτὸν καὶ τῆς ἐν πλείοσι διωρίσθω τὸν τρόπον τοῦτον· δοκεῖ δὲ τό τε δίκαιον εἶναι ἴσον τι καὶ ἡ φιλία ἐν ἰσότητι, εἰ μὴ μάτην λέγεται ἰσότης [ἡ] φιλότης.
53Aristoteles, Ethica Eudemia, 7; 271 (auctor 384BC-322BC)
κατ' ἀριθμὸν μὲν γὰρ ἡ δημοκρατικὴ κοινωνία καὶ ἡ ἑταιρικὴ φιλία, τῷ γὰρ αὐτῷ ὅρῳ μετρεῖται· κατ' ἀναλογίαν δὲ ἡ ἀριστοκρατικὴ ἀρίστη καὶ βασιλική.
54Aristoteles, Ethica Eudemia, 7; 273 (auctor 384BC-322BC)
καὶ ἡ φιλία δὲ ὁμοίως πατρὸς καὶ παιδός, καὶ ἐν ταῖς κοινωνίαις ὁ αὐτὸς τρόπος.
55Aristoteles, Ethica Eudemia, 7; 278 (auctor 384BC-322BC)
μάλιστα δὲ δίκαιον τὸ ἐν τῇ τῶν χρησίμων φιλίᾳ, διὰ τὸ τοῦτ' εἶναι τὸ πολιτικὸν δίκαιον.
56Aristoteles, Ethica Eudemia, 7; 286 (auctor 384BC-322BC)
ὁ γὰρ ἄνθρωπος οὐ μόνον πολιτικὸν ἀλλὰ καὶ οἰκονομικὸν ζῷον, καὶ οὐχ ὥσπερ τἆλλά ποτε συνδυάζεται καὶ τῷ τυχόντι [καὶ] θήλει καὶ ἄρρενι ἀλλ' αἱ διὰ δύμον αὐλικόν, ἀλλὰ κοινωνικὸν ἄνθρωπος ζῷον πρὸς οὓς φύσει συγγένεια ἐστίν· καὶ κοινωνία τοίνυν καὶ δίκαιόν τι, καὶ εἰ μὴ πόλις εἴη· οἰκία δ' ἐστί τις φιλία.
57Aristoteles, Ethica Eudemia, 7; 287 (auctor 384BC-322BC)
δεσπότου μὲν οὖν καὶ δούλου ἥπερ καὶ τέχνης καὶ ὀργάνων καὶ ψυχῆς καὶ σώματος, αἱ δὲ τοιαῦται οὔτε φιλίαι οὔτε δικαιοσύναι, ἀλλ' ἀνάλογον, ὥσπερ καὶ τὸ ὑγιεινὸν οὐ δίκαιον, ἀλλ' ἀνάλογον· γυναικὸς δὲ καὶ ἀνδρὸς φιλία ὡς χρήσιμον καὶ κοινωνία· πατρὸς δὲ καὶ υἱοῦ ἡ αὐτὴ ἥπερ θεοῦ πρὸς ἄνθρωπον καὶ τοῦ εὖ ποιήσαντος πρὸς τὸν παθόντα καὶ ὅλως τοῦ φύσει ἄρχοντος πρὸς τὸν φύσει ἀρχόμενον· ἣ δὲ τῶν ἀδελφῶν πρὸς ἀλλήλους ἑταιρικὴ μάλιστα ἡ κατ' ἰσότητα.
58Aristoteles, Ethica Eudemia, 7; 298 (auctor 384BC-322BC)
δόξειε δ' ἂν οὕτως ἐλαττοῦσθαι ὁ ὑπερέχων καὶ λειτουργία ἡ φιλία καὶ ἡ κοινωνία.
59Aristoteles, Ethica Eudemia, 7; 302 (auctor 384BC-322BC)
ἡ δὲ κατ' ἴσα φιλία ἐστὶν ἡ πολιτική.
60Aristoteles, Ethica Eudemia, 7; 305 (auctor 384BC-322BC)
αδεσποτα 6 (βεργK) καὶ οἱ πολῖται, ὅταν μὴ χρήσιμοι ἀλλήλοις, ἀλλ' ἐκ χειρὸς εἰς χεῖρα ἡ φιλία· ἔστι δὲ ἐνταῦθα καὶ ἄρχον καὶ ἀρχόμενον οὔτε τὸ φυσικὸν οὔτε τὸ βασιλικόν, ἀλλὰ τὸ ἐν τῷ μέρει, οὐδὲ τούτου ἕνεκα ὅπως εὖ ποιῇ ὁ θεός, ἀλλ' ἵνα ἴσον ᾖ τοῦ ἀγαθοῦ καὶ τῆς λειτουργίας.
61Aristoteles, Ethica Eudemia, 7; 306 (auctor 384BC-322BC)
κατ' ἰσότητα δὴ βούλεται εἶναι ἡ πολιτικὴ φιλία.
62Aristoteles, Ethica Eudemia, 7; 311 (auctor 384BC-322BC)
ωδ 371 ὅταν μὲν οὖν καθ' ὁμολογίαν ᾖ ἡ πολιτικὴ αὕτη φιλία, [καὶ] νομική· ὅταν δ' ἐπιτρέπωσιν αὐτοῖς, ἠθικὴ βούλεται εἶναι φιλία καὶ ἑταιρική.
63Aristoteles, Ethica Eudemia, 7; 312 (auctor 384BC-322BC)
διὸ μάλιστα ἔγκλημα ἐν ταύτῃ τῇ φιλίᾳ· αἴτιον δ' ὅτι παρὰ φύσιν.
64Aristoteles, Ethica Eudemia, 7; 317 (auctor 384BC-322BC)
ἔστι δὲ ἐν ταύτῃ τῇ φιλίᾳ τὰ ἐγκλήματα ἀμφιβάλλοντα αὐτοῖς ἀμφότερα, πῶς ἑκάτερος ἐγκαλεῖ, ὅταν ἠθικῶς ἀλλὰ μὴ νομικῶς πιστεύσωσιν.
65Aristoteles, Ethica Eudemia, 7; 329 (auctor 384BC-322BC)
αἴτιον δὲ τοῦ μάχεσθαι, διότι καλλίων μὲν ἡ ἠθικὴ φιλία, ἀναγκαιοτέρα δὲ ἡ χρησίμη.
66Aristoteles, Ethica Eudemia, 7; 380 (auctor 384BC-322BC)
τὸ δὴ συζῆν αἱρεῖσθαι δόξειε μὲν ἂν εἶναι σκοπουμένοις πως εὔηθες (ἐπὶ τῶν κοινῶν πρῶτον καὶ τοῖς ἄλλοις ζῴοις, οἷον τοῦ συνεσθίειν ἢ τοῦ συμπίνειν· τί γὰρ διαφέρει τὸ πλησίον οὖσι ταῦτα συμβαίνειν ἢ χωρίς, ἂν ἀφέλῃς τὸν λόγον· ἀλλὰ μὴν καὶ τοῦ λόγου κοινωνεῖν τοῦ τυχόντος ἕτερον τοιοῦτον· ἅμα τε οὔτε διδάσκειν οὔτε μανθάνειν τοῖς αὐταρκέσι φίλοις οἷόν τε· μανθάνων μὲν γὰρ αὐτὸς οὐκ ἔχει ὡς δεῖ, διδάσκοντος δ' ὁ φίλος, ἡ δ' ὁμοιότης φιλία) · ἀλλὰ μὴν φαίνεταί γε, καὶ πάντες ἥδιον τῶν ἀγαθῶν μετὰ τῶν φίλων κοινωνοῦμεν, καθ' ὅσον ἐπιβάλλει ἕκαστον καὶ οὗ δύναται ἀρίστου, ἀλλὰ τούτων τῷ μὲν ἡδονῆς σωματικῆς, τῷ δὲ θεωρίας μουσικῆς, τῷ δὲ φιλοσοφίας.
67Aristoteles, Ethica Eudemia, 7; 383 (auctor 384BC-322BC)
ὅθεν καὶ ὁ ἔρως δοκεῖ φιλίᾳ ὅμοιον εἶναι· τοῦ γὰρ συζῆν ὀρέγεται ὁ ἐρῶν, ἀλλ' οὐχ ᾗ μάλιστα δεῖ, ἀλλὰ κατ' αἴσθησιν.
68Aristoteles, Ethica Nicomachea, 2, 7; 20 (auctor 384BC-322BC)
περὶ δὲ τὸ ἡδὺ τὸ μὲν ἐν παιδιᾷ ὁ μὲν μέσος εὐτράπελος καὶ ἡ διάθεσις εὐτραπελία, ἡ δ' ὑπερβολὴ βωμολοχία καὶ ὁ ἔχων αὐτὴν βωμολόχος, ὁ δ' ἐλλείπων ἄγροικός τις καὶ ἡ ἕξις ἀγροικία· περὶ δὲ τὸ λοιπὸν ἡδὺ τὸ ἐν τῷ βίῳ ὁ μὲν ὡς δεῖ ἡδὺς ὢν φίλος καὶ ἡ μεσότης φιλία, ὁ δ' ὑπερβάλλων, εἰ μὲν οὐδενὸς ἕνεκα, ἄρεσκος, εἰ δ' ὠφελείας τῆς αὑτοῦ, κόλαξ, ὁ δ' ἐλλείπων καὶ ἐν πᾶσιν ἀηδὴς δύσερίς τις καὶ δύσκολος.
69Aristoteles, Ethica Nicomachea, 4, 12; 2 (auctor 384BC-322BC)
ὅτι μὲν οὖν αἱ εἰρημέναι ἕξεις ψεκταί εἰσιν, οὐκ ἄδηλον, καὶ ὅτι ἡ μέση τούτων ἐπαινετή, καθ' ἣν ἀποδέξεται ἃ δεῖ καὶ ὡς δεῖ, ὁμοίως δὲ καὶ δυσχερανεῖ· ὄνομα δ' οὐκ ἀποδέδοται αὐτῇ τι, ἔοικε δὲ μάλιστα φιλίᾳ.
70Aristoteles, Ethica Nicomachea, 8, 2; 4 (auctor 384BC-322BC)
τὰ μὲν οὖν φυσικὰ τῶν ἀπορημάτων ἀφείσθω (οὐ γὰρ οἰκεῖα τῆς παρούσης σκέψεως) · ὅσα δ' ἐστὶν ἀνθρωπικὰ καὶ ἀνήκει εἰς τὰ ἤθη καὶ τὰ πάθη, ταῦτ' ἐπισκεψώμεθα, οἷον πότερον ἐν πᾶσι γίνεται φιλία ἢ οὐχ οἷόν τε μοχθηροὺς ὄντας φίλους εἶναι, καὶ πότερον ἓν εἶδος τῆς φιλίας ἐστὶν ἢ πλείω.
71Aristoteles, Ethica Nicomachea, 8, 2; 13 (auctor 384BC-322BC)
τριῶν δ' ὄντων δι' ἃ φιλοῦσιν, ἐπὶ μὲν τῇ τῶν ἀψύχων φιλήσει οὐ λέγεται φιλία· οὐ γάρ ἐστιν ἀντιφίλησις, οὐδὲ βούλησις ἐκείνῳ ἀγαθοῦ (γελοῖον γὰρ ἴσως τῷ οἴνῳ βούλεσθαι τἀγαθά, ἀλλ' εἴπερ, σῴζεσθαι βούλεται αὐτόν, ἵνα αὐτὸς ἔχῃ) · τῷ δὲ φίλῳ φασὶ δεῖν βούλεσθαι τἀγαθὰ ἐκείνου ἕνεκα.
72Aristoteles, Ethica Nicomachea, 8, 3; 9 (auctor 384BC-322BC)
ἀπολυθέντος οὖν δι' ὃ φίλοι ἦσαν, διαλύεται καὶ ἡ φιλία, ὡς οὔσης τῆς φιλίας πρὸς ἐκεῖνα.
73Aristoteles, Ethica Nicomachea, 8, 3; 10 (auctor 384BC-322BC)
μάλιστα δ' ἐν τοῖς πρεσβύταις ἡ τοιαύτη δοκεῖ φιλία γίνεσθαι (οὐ γὰρ τὸ ἡδὺ οἱ τηλικοῦτοι διώκουσιν ἀλλὰ τὸ ὠφέλιμον) , καὶ τῶν ἐν ἀκμῇ καὶ νέων ὅσοι τὸ συμφέρον διώκουσιν.
74Aristoteles, Ethica Nicomachea, 8, 3; 13 (auctor 384BC-322BC)
ἡ δὲ τῶν νέων φιλία δι' ἡδονὴν εἶναι δοκεῖ· κατὰ πάθος γὰρ οὗτοι ζῶσι, καὶ μάλιστα διώκουσι τὸ ἡδὺ αὑτοῖς καὶ τὸ παρόν· τῆς ἡλικίας δὲ μεταπιπτούσης καὶ τὰ ἡδέα γίνεται ἕτερα.
75Aristoteles, Ethica Nicomachea, 8, 3; 14 (auctor 384BC-322BC)
διὸ ταχέως γίνονται φίλοι καὶ παύονται· ἅμα γὰρ τῷ ἡδεῖ ἡ φιλία μεταπίπτει, τῆς δὲ τοιαύτης ἡδονῆς ταχεῖα ἡ μεταβολή.
76Aristoteles, Ethica Nicomachea, 8, 4; 1 (auctor 384BC-322BC)
τελεία δ' ἐστὶν ἡ τῶν ἀγαθῶν φιλία καὶ κατ' ἀρετὴν ὁμοίων· οὗτοι γὰρ τἀγαθὰ ὁμοίως βούλονται ἀλλήλοις ᾗ ἀγαθοί, ἀγαθοὶ δ' εἰσὶ καθ' αὑτούς.
77Aristoteles, Ethica Nicomachea, 8, 4; 2 (auctor 384BC-322BC)
οἱ δὲ βουλόμενοι τἀγαθὰ τοῖς φίλοις ἐκείνων ἕνεκα μάλιστα φίλοι· δι' αὑτοὺς γὰρ οὕτως ἔχουσι, καὶ οὐ κατὰ συμβεβηκός· διαμένει οὖν ἡ τούτων φιλία ἕως ἂν ἀγαθοὶ ὦσιν, ἡ δ' ἀρετὴ μόνιμον.
78Aristoteles, Ethica Nicomachea, 8, 4; 5 (auctor 384BC-322BC)
ἡ τοιαύτη δὲ φιλία μόνιμος εὐλόγως ἐστίν· συνάπτει γὰρ ἐν αὐτῇ πάνθ' ὅσα τοῖς φίλοις δεῖ ὑπάρχειν.
79Aristoteles, Ethica Nicomachea, 8, 4; 6 (auctor 384BC-322BC)
πᾶσα γὰρ φιλία δι' ἀγαθόν ἐστιν ἢ δι' ἡδονήν, ἢ ἁπλῶς ἢ τῷ φιλοῦντι, καὶ καθ' ὁμοιότητά τινα· ταύτῃ δὲ πάνθ' ὑπάρχει τὰ εἰρημένα καθ' αὑτούς· † ταύτῃ γὰρ ὅμοια † καὶ τὰ λοιπά, τό τε ἁπλῶς ἀγαθὸν καὶ ἡδὺ ἁπλῶς ἐστίν, μάλιστα δὲ ταῦτα φιλητά· καὶ τὸ φιλεῖν δὴ καὶ ἡ φιλία ἐν τούτοις μάλιστα καὶ ἀρίστη.
80Aristoteles, Ethica Nicomachea, 8, 4; 9 (auctor 384BC-322BC)
οἱ δὲ ταχέως τὰ φιλικὰ πρὸς ἀλλήλους ποιοῦντες βούλονται μὲν φίλοι εἶναι, οὐκ εἰσὶ δέ, εἰ μὴ καὶ φιλητοί, καὶ τοῦτ' ἴσασιν· βούλησις μὲν γὰρ ταχεῖα φιλίας γίνεται, φιλία δ' οὔ.
81Aristoteles, Ethica Nicomachea, 8, 5; 5 (auctor 384BC-322BC)
οὐ γὰρ ἐπὶ τοῖς αὐτοῖς ἥδονται οὗτοι, ἀλλ' ὃ μὲν ὁρῶν ἐκεῖνον, ὃ δὲ θεραπευόμενος ὑπὸ τοῦ ἐραστοῦ· ληγούσης δὲ τῆς ὥρας ἐνίοτε καὶ ἡ φιλία λήγει (τῷ μὲν γὰρ οὐκ ἔστιν ἡδεῖα ἡ ὄψις, τῷ δ' οὐ γίνεται ἡ θεραπεία) · πολλοὶ δ' αὖ διαμένουσιν, ἐὰν ἐκ τῆς συνηθείας τὰ ἤθη στέρξωσιν, ὁμοήθεις ὄντες.
82Aristoteles, Ethica Nicomachea, 8, 5; 9 (auctor 384BC-322BC)
καὶ μόνη δὲ ἡ τῶν ἀγαθῶν φιλία ἀδιάβλητός ἐστιν· οὐ γὰρ ῥᾴδιον οὐδενὶ πιστεῦσαι περὶ τοῦ ἐν πολλῷ χρόνῳ ὑφ' αὑτοῦ δεδοκιμασμένου· καὶ τὸ πιστεύειν ἐν τούτοις, καὶ τὸ μηδέποτ' ἂν ἀδικῆσαι, καὶ ὅσα ἄλλα ἐν τῇ ὡς ἀληθῶς φιλίᾳ ἀξιοῦται.
83Aristoteles, Ethica Nicomachea, 8, 7; 1 (auctor 384BC-322BC)
μάλιστα μὲν οὖν ἐστὶ φιλία ἡ τῶν ἀγαθῶν, καθάπερ πολλάκις εἴρηται· δοκεῖ γὰρ φιλητὸν μὲν καὶ αἱρετὸν τὸ ἁπλῶς ἀγαθὸν ἢ ἡδύ, ἑκάστῳ δὲ τὸ αὑτῷ τοιοῦτον· ὁ δ' ἀγαθὸς τῷ ἀγαθῷ δι' ἄμφω ταῦτα.
84Aristoteles, Ethica Nicomachea, 8, 7; 2 (auctor 384BC-322BC)
ἔοικε δ' ἡ μὲν φίλησις πάθει, ἡ δὲ φιλία ἕξει· ἡ γὰρ φίλησις οὐχ ἧττον πρὸς τὰ ἄψυχά ἐστιν, ἀντιφιλοῦσι δὲ μετὰ προαιρέσεως, ἡ δὲ προαίρεσις ἀφ' ἕξεως· καὶ τἀγαθὰ βούλονται τοῖς φιλουμένοις ἐκείνων ἕνεκα, οὐ κατὰ πάθος ἀλλὰ καθ' ἕξιν.
85Aristoteles, Ethica Nicomachea, 8, 7; 5 (auctor 384BC-322BC)
ἐν δὲ τοῖς στρυφνοῖς καὶ πρεσβυτικοῖς ἧττον γίνεται ἡ φιλία, ὅσῳ δυσκολώτεροί εἰσι καὶ ἧττον ταῖς ὁμιλίαις χαίρουσιν· ταῦτα γὰρ δοκεῖ μάλιστ' εἶναι φιλικὰ καὶ ποιητικὰ φιλίας.
86Aristoteles, Ethica Nicomachea, 8, 7; 11 (auctor 384BC-322BC)
τούτων δὲ μᾶλλον ἔοικε φιλίᾳ ἡ διὰ τὸ ἡδύ, ὅταν ταὐτὰ ἀπ' ἀμφοῖν γίνηται καὶ χαίρωσιν ἀλλήλοις ἢ τοῖς αὐτοῖς, οἷαι τῶν νέων εἰσὶν αἱ φιλίαι· μᾶλλον γὰρ ἐν ταύταις τὸ ἐλευθέριον.
87Aristoteles, Ethica Nicomachea, 8, 8; 6 (auctor 384BC-322BC)
ταὐτὰ μὲν δὴ οὔτε γίνεται ἑκατέρῳ παρὰ θατέρου οὔτε δεῖ ζητεῖν· ὅταν δὲ γονεῦσι μὲν τέκνα ἀπονέμῃ ἃ δεῖ τοῖς γεννήσασι, γονεῖς δὲ [υἱέσιν] ἃ δεῖ τοῖς τέκνοις, μόνιμος ἡ τῶν τοιούτων καὶ ἐπιεικὴς ἔσται φιλία.
88Aristoteles, Ethica Nicomachea, 8, 9; 1 (auctor 384BC-322BC)
οὐχ ὁμοίως δὲ τὸ ἴσον ἔν τε τοῖς δικαίοις καὶ ἐν τῇ φιλίᾳ φαίνεται ἔχειν· ἔστι γὰρ ἐν μὲν τοῖς δικαίοις ἴσον πρώτως τὸ κατ' ἀξίαν, τὸ δὲ κατὰ ποσὸν δευτέρως, ἐν δὲ τῇ φιλίᾳ τὸ μὲν κατὰ ποσὸν πρώτως, τὸ δὲ κατ' ἀξίαν δευτέρως.
89Aristoteles, Ethica Nicomachea, 8, 9; 11 (auctor 384BC-322BC)
τῷ φιλεῖσθαι δὲ καθ' αὑτὸ χαίρουσιν· διὸ δόξειεν ἂν κρεῖττον εἶναι τοῦ τιμᾶσθαι, καὶ ἡ φιλία καθ' αὑτὴν αἱρετὴ εἶναι.
90Aristoteles, Ethica Nicomachea, 8, 10; 1 (auctor 384BC-322BC)
μᾶλλον δὲ τῆς φιλίας οὔσης ἐν τῷ φιλεῖν, καὶ τῶν φιλοφίλων ἐπαινουμένων, φίλων ἀρετὴ τὸ φιλεῖν ἔοικεν, ὥστ' ἐν οἷς τοῦτο γίνεται κατ' ἀξίαν, οὗτοι μόνιμοι φίλοι καὶ ἡ τούτων φιλία.
91Aristoteles, Ethica Nicomachea, 8, 10; 6 (auctor 384BC-322BC)
ἐξ ἐναντίων δὲ μάλιστα μὲν δοκεῖ ἡ διὰ τὸ χρήσιμον γίνεσθαι φιλία, οἷον πένης πλουσίῳ, ἀμαθὴς εἰδότι· οὗ γὰρ τυγχάνει τις ἐνδεὴς ὤν, τούτου ἐφιέμενος ἀντιδωρεῖται ἄλλο.
92Aristoteles, Ethica Nicomachea, 8, 11; 1 (auctor 384BC-322BC)
ἔοικε δέ, καθάπερ ἐν ἀρχῇ εἴρηται, περὶ ταὐτὰ καὶ ἐν τοῖς αὐτοῖς εἶναι ἥ τε φιλία καὶ τὸ δίκαιον.
93Aristoteles, Ethica Nicomachea, 8, 11; 2 (auctor 384BC-322BC)
ἐν ἁπάσῃ γὰρ κοινωνίᾳ δοκεῖ τι δίκαιον εἶναι, καὶ φιλία δέ· προσαγορεύουσι γοῦν ὡς φίλους τοὺς σύμπλους καὶ τοὺς συστρατιώτας, ὁμοίως δὲ καὶ τοὺς ἐν ταῖς ἄλλαις κοινωνίαις.
94Aristoteles, Ethica Nicomachea, 8, 11; 3 (auctor 384BC-322BC)
καθ' ὅσον δὲ κοινωνοῦσιν, ἐπὶ τοσοῦτόν ἐστι φιλία· καὶ γὰρ τὸ δίκαιον.
95Aristoteles, Ethica Nicomachea, 8, 11; 4 (auctor 384BC-322BC)
καὶ ἡ παροιμία « κοινὰ τὰ φίλων, » ὀρθῶς· ἐν κοινωνίᾳ γὰρ ἡ φιλία.
96Aristoteles, Ethica Nicomachea, 8, 11; 8 (auctor 384BC-322BC)
αὔξεσθαι δὲ πέφυκεν ἅμα τῇ φιλίᾳ καὶ τὸ δίκαιον, ὡς ἐν τοῖς αὐτοῖς ὄντα καὶ ἐπ' ἴσον διήκοντα.
97Aristoteles, Ethica Nicomachea, 8, 12; 21 (auctor 384BC-322BC)
τιμοκρατικῇ δ' ἔοικεν ἡ τῶν ἀδελφῶν· ἴσοι γάρ, πλὴν ἐφ' ὅσον ταῖς ἡλικίαις διαλλάττουσιν· διόπερ ἂν πολὺ ταῖς ἡλικίαις διαφέρωσιν, οὐκέτι ἀδελφικὴ γίνεται ἡ φιλία.
98Aristoteles, Ethica Nicomachea, 8, 13; 7 (auctor 384BC-322BC)
ἔοικε δὲ καὶ τὰς πόλεις συνέχειν ἡ φιλία, καὶ οἱ νομοθέται μᾶλλον περὶ αὐτὴν σπουδάζειν ἢ τὴν δικαιοσύνην· ἡ γὰρ ὁμόνοια ὅμοιόν τι τῇ φιλίᾳ ἔοικεν εἶναι, ταύτης δὲ μάλιστ' ἐφίενται καὶ τὴν στάσιν ἔχθραν οὖσαν μάλιστα ἐξελαύνουσιν· καὶ φίλων μὲν ὄντων οὐδὲν δεῖ δικαιοσύνης, δίκαιοι δ' ὄντες προσδέονται φιλίας, καὶ τῶν δικαίων τὸ μάλιστα φιλικὸν εἶναι δοκεῖ.
99Aristoteles, Ethica Nicomachea, 8, 13a; 1 (auctor 384BC-322BC)
καθ' ἑκάστην δὲ τῶν πολιτειῶν φιλία φαίνεται, ἐφ' ὅσον καὶ τὸ δίκαιον, βασιλεῖ μὲν πρὸς τοὺς βασιλευομένους ἐν ὑπεροχῇ εὐεργεσίας· εὖ γὰρ ποιεῖ τοὺς βασιλευομένους, εἴπερ ἀγαθὸς ὢν ἐπιμελεῖται αὐτῶν, ἵν' εὖ πράττωσιν, ὥσπερ νομεὺς προβάτων· ὅθεν καὶ Ὅμηρος τὸν Ἀγαμέμνονα ποιμένα λαῶν εἶπεν.
100Aristoteles, Ethica Nicomachea, 8, 13a; 5 (auctor 384BC-322BC)
καὶ τὸ δίκαιον δὴ ἐν τούτοις οὐ ταὐτὸ ἀλλὰ τὸ κατ' ἀξίαν· οὕτω γὰρ καὶ ἡ φιλία.
101Aristoteles, Ethica Nicomachea, 8, 13a; 6 (auctor 384BC-322BC)
καὶ ἀνδρὸς δὲ πρὸς γυναῖκα ἡ αὐτὴ φιλία καὶ ἐν ἀριστοκρατίᾳ· κατ' ἀρετὴν γάρ, καὶ τῷ ἀμείνονι πλέον ἀγαθόν, καὶ τὸ ἁρμόζον ἑκάστῳ· οὕτω δὲ καὶ τὸ δίκαιον.
102Aristoteles, Ethica Nicomachea, 8, 13a; 8 (auctor 384BC-322BC)
ἔοικε δὲ ταύτῃ καὶ ἡ κατὰ τὴν τιμοκρατικήν· ἴσοι γὰρ οἱ πολῖται βούλονται καὶ ἐπιεικεῖς εἶναι· ἐν μέρει δὴ τὸ ἄρχειν, καὶ ἐξ ἴσου· οὕτω δὴ καὶ ἡ φιλία.
103Aristoteles, Ethica Nicomachea, 8, 13a; 9 (auctor 384BC-322BC)
ἐν δὲ ταῖς παρεκβάσεσιν, ὥσπερ καὶ τὸ δίκαιον ἐπὶ μικρόν ἐστιν, οὕτω καὶ ἡ φιλία, καὶ ἥκιστα ἐν τῇ χειρίστῃ· ἐν τυραννίδι γὰρ οὐδὲν ἢ μικρὸν φιλίας.
104Aristoteles, Ethica Nicomachea, 8, 13a; 10 (auctor 384BC-322BC)
ἐν οἷς γὰρ μηδὲν κοινόν ἐστι τῷ ἄρχοντι καὶ ἀρχομένῳ, οὐδὲ φιλία· οὐδὲ γὰρ δίκαιον· οἷον τεχνίτῃ πρὸς ὄργανον καὶ ψυχῇ πρὸς σῶμα καὶ δεσπότῃ πρὸς δοῦλον· ὠφελεῖται μὲν γὰρ πάντα ταῦτα ὑπὸ τῶν χρωμένων, φιλία δ' οὐκ ἔστι πρὸς τὰ ἄψυχα οὐδὲ δίκαιον.
105Aristoteles, Ethica Nicomachea, 8, 13a; 13 (auctor 384BC-322BC)
ᾗ μὲν οὖν δοῦλος, οὐκ ἔστι φιλία πρὸς αὐτόν, ᾗ δ' ἄνθρωπος· δοκεῖ γὰρ εἶναί τι δίκαιον παντὶ ἀνθρώπῳ πρὸς πάντα τὸν δυνάμενον κοινωνῆσαι νόμου καὶ συνθήκης· καὶ φιλία δή, καθ' ὅσον ἄνθρωπος.
106Aristoteles, Ethica Nicomachea, 8, 14; 1 (auctor 384BC-322BC)
ἐν κοινωνίᾳ μὲν οὖν πᾶσα φιλία ἐστίν, καθάπερ εἴρηται.
107Aristoteles, Ethica Nicomachea, 8, 14; 14 (auctor 384BC-322BC)
ἔστι δ' ἡ μὲν πρὸς γονεῖς φιλία τέκνοις, καὶ ἀνθρώποις πρὸς θεούς, ὡς πρὸς ἀγαθὸν καὶ ὑπερέχον· εὖ γὰρ πεποιήκασι τὰ μέγιστα· τοῦ γὰρ εἶναι καὶ τραφῆναι αἴτιοι, καὶ γενομένοις τοῦ παιδευθῆναι· ἔχει δὲ καὶ τὸ ἡδὺ καὶ τὸ χρήσιμον ἡ τοιαύτη φιλία μᾶλλον τῶν ὀθνείων, ὅσῳ καὶ κοινότερος ὁ βίος αὐτοῖς ἐστίν.
108Aristoteles, Ethica Nicomachea, 8, 14; 17 (auctor 384BC-322BC)
ἀνδρὶ δὲ καὶ γυναικὶ φιλία δοκεῖ κατὰ φύσιν ὑπάρχειν· ἄνθρωπος γὰρ τῇ φύσει συνδυαστικὸν μᾶλλον ἢ πολιτικόν, ὅσῳ πρότερον καὶ ἀναγκαιότερον οἰκία πόλεως, καὶ τεκνοποιία κοινότερον τοῖς ζῴοις.
109Aristoteles, Ethica Nicomachea, 8, 14; 19 (auctor 384BC-322BC)
διὰ ταῦτα δὲ καὶ τὸ χρήσιμον εἶναι δοκεῖ καὶ τὸ ἡδὺ ἐν ταύτῃ τῇ φιλίᾳ.
110Aristoteles, Ethica Nicomachea, 8, 15; 2 (auctor 384BC-322BC)
γίνεται δὲ τὰ ἐγκλήματα καὶ αἱ μέμψεις ἐν τῇ κατὰ τὸ χρήσιμον φιλίᾳ ἢ μόνῃ ἢ μάλιστα, εὐλόγως.
111Aristoteles, Ethica Nicomachea, 8, 16; 1 (auctor 384BC-322BC)
διαφέρονται δὲ καὶ ἐν ταῖς καθ' ὑπεροχὴν φιλίαις· ἀξιοῖ γὰρ ἑκάτερος πλέον ἔχειν, ὅταν δὲ τοῦτο γίνηται, διαλύεται ἡ φιλία.
112Aristoteles, Ethica Nicomachea, 8, 16; 3 (auctor 384BC-322BC)
οἴονται γάρ, καθάπερ ἐν χρημάτων κοινωνίᾳ πλεῖον λαμβάνουσιν οἱ συμβαλλόμενοι πλεῖον, οὕτω δεῖν καὶ ἐν τῇ φιλίᾳ.
113Aristoteles, Ethica Nicomachea, 8, 16; 9 (auctor 384BC-322BC)
τὸ δυνατὸν γὰρ ἡ φιλία ἐπιζητεῖ, οὐ τὸ κατ' ἀξίαν· οὐδὲ γὰρ ἔστιν ἐν πᾶσι, καθάπερ ἐν ταῖς πρὸς τοὺς θεοὺς τιμαῖς καὶ τοὺς γονεῖς· οὐδεὶς γὰρ τὴν ἀξίαν ποτ' ἂν ἀποδοίη, εἰς δύναμιν δὲ ὁ θεραπεύων ἐπιεικὴς εἶναι δοκεῖ.
114Aristoteles, Ethica Nicomachea, 9, 4; 10 (auctor 384BC-322BC)
τῷ δὴ πρὸς αὑτὸν ἕκαστα τούτων ὑπάρχειν τῷ ἐπιεικεῖ, πρὸς δὲ τὸν φίλον ἔχειν ὥσπερ πρὸς αὑτόν (ἔστι γὰρ ὁ φίλος ἄλλος αὐτός) , καὶ ἡ φιλία τούτων εἶναί τι δοκεῖ, καὶ φίλοι οἷς ταῦθ' ὑπάρχει.
115Aristoteles, Ethica Nicomachea, 9, 4; 11 (auctor 384BC-322BC)
πρὸς αὑτὸν δὲ πότερον ἔστιν ἢ οὐκ ἔστι φιλία, ἀφείσθω ἐπὶ τοῦ παρόντος· δόξειε δ' ἂν ταύτῃ εἶναι φιλία, ᾗ ἐστὶ δύο ἢ πλείω, ἐκ τῶν εἰρημένων, καὶ ὅτι ἡ ὑπερβολὴ τῆς φιλίας τῇ πρὸς αὑτὸν ὁμοιοῦται.
116Aristoteles, Ethica Nicomachea, 9, 5; 1 (auctor 384BC-322BC)
ἡ δ' εὔνοια φιλικῷ μὲν ἔοικεν, οὐ μὴν ἔστι γε φιλία· γίνεται γὰρ εὔνοια καὶ πρὸς ἀγνῶτας καὶ λανθάνουσα, φιλία δ' οὔ.
117Aristoteles, Ethica Nicomachea, 9, 6; 5 (auctor 384BC-322BC)
πολιτικὴ δὴ φιλία φαίνεται ἡ ὁμόνοια, καθάπερ καὶ λέγεται· περὶ τὰ συμφέροντα γάρ ἐστι καὶ τὰ εἰς τὸν βίον ἥκοντα.
118Aristoteles, Ethica Nicomachea, 9, 12; 1 (auctor 384BC-322BC)
ἆρ' οὖν, ὥσπερ τοῖς ἐρῶσι τὸ ὁρᾶν ἀγαπητότατόν ἐστι καὶ μᾶλλον αἱροῦνται ταύτην τὴν αἴσθησιν ἢ τὰς λοιπὰς ὡς κατὰ ταύτην μάλιστα τοῦ ἔρωτος ὄντος καὶ γινομένου, οὕτω καὶ τοῖς φίλοις αἱρετώτατόν ἐστι τὸ συζῆν· κοινωνία γὰρ ἡ φιλία, καὶ ὡς πρὸς ἑαυτὸν ἔχει, οὕτω καὶ πρὸς τὸν φίλον· περὶ αὑτὸν δ' ἡ αἴσθησις ὅτι ἔστιν αἱρετή, καὶ περὶ τὸν φίλον δή· ἡ δ' ἐνέργεια γίνεται αὐτῆς ἐν τῷ συζῆν, ὥστ' εἰκότως τούτου ἐφίενται.
119Aristoteles, Ethica Nicomachea, 9, 12; 3 (auctor 384BC-322BC)
γίνεται οὖν ἡ μὲν τῶν φαύλων φιλία μοχθηρά (κοινωνοῦσι γὰρ φαύλων ἀβέβαιοι ὄντες, καὶ μοχθηροὶ δὲ γίνονται ὁμοιούμενοι ἀλλήλοις) , ἡ δὲ τῶν ἐπιεικῶν ἐπιεικής, συναυξανομένη ταῖς ὁμιλίαις· δοκοῦσι δὲ καὶ βελτίους γίνεσθαι ἐνεργοῦντες καὶ διορθοῦντες ἀλλήλους· ἀπομάττονται γὰρ παρ' ἀλλήλων οἷς ἀρέσκονται, ὅθεν « ἐσθλῶν μὲν γὰρ ἄπ' ἐσθλά.
120Aristoteles, Ethica Nicomachea, 9, 13; 14 (auctor 384BC-322BC)
ἐν οἷς δὲ μὴ γίνεται διομολογία τῆς ὑπουργίας, οἱ μὲν δι' αὐτοὺς προϊέμενοι εἴρηται ὅτι ἀνέγκλητοι (τοιαύτη γὰρ ἡ κατ' ἀρετὴν φιλία) , τὴν ἀμοιβήν τε ποιητέον κατὰ τὴν προαίρεσιν (αὕτη γὰρ τοῦ φίλου καὶ τῆς ἀρετῆς) · οὕτω δ' ἔοικε καὶ τοῖς φιλοσοφίας κοινωνήσασιν· οὐ γὰρ πρὸς χρήμαθ' ἡ ἀξία μετρεῖται, τιμή τ' ἰσόρροπος οὐκ ἂν γένοιτο, ἀλλ' ἴσως ἱκανόν, καθάπερ καὶ πρὸς θεοὺς καὶ πρὸς γονεῖς, τὸ ἐνδεχόμενον.
121Aristoteles, Magna moralia, 1, 16, 2; 6 (auctor 384BC-322BC)
ἔδωκε μὲν γὰρ φιλίᾳ, διήμαρτεν δὲ τούτου διὸ οὐχ ἑκούσιον ἐδόκει εἶναι, ὅτι τὴν δόσιν τοῦ φίλτρου οὐ μετὰ διανοίας τοῦ ἀπολέσθαι αὐτὸν ἐδίδου.
122Aristoteles, Magna moralia, 1, 31, 1; 1 (auctor 384BC-322BC)
Φιλία δ' ἐστὶν μεσότης κολακείας καὶ ἔχθρας, ἔστιν δὲ περὶ πράξεις καὶ λόγους ὁ μὲν γὰρ κόλαξ ἐστὶν ὁ πλείω τῶν προσηκόντων καὶ ὄντων προστιθείς, ὁ δὲ ἀπεχθητικὸς ἐχθρὸς καὶ τῶν ὑπαρχόντων περιαιρῶν.
123Aristoteles, Magna moralia, 2, 11, 2; 3 (auctor 384BC-322BC)
πότερον γάρ ἐστιν ἡ φιλία ἐν τοῖς ὁμοίοις, ὥσπερ δοκεῖ καὶ λέγεται; καὶ γὰρ "κολοιός" φασι "παρὰ κολοιὸν ἱζάνει," καὶ αἰεί τοι τὸν ὅμοιον ἄγει θεὸς ὡς τὸν ὅμοιον.
124Aristoteles, Magna moralia, 2, 11, 3; 5 (auctor 384BC-322BC)
πάλιν δ' αὖ δοκεῖ ἄλλοις τισὶν ἐν τοῖς ἐναντίοις μᾶλλον ἐγγίνεσθαι ἡ φιλία.
125Aristoteles, Magna moralia, 2, 11, 6; 10 (auctor 384BC-322BC)
Ἔτι δὲ καὶ τὰ τοιαῦτα ἀπορεῖται, πότερον ἔσται ὁ σπουδαῖος τῷ φαύλῳ φίλος; ἢ οὔ; ἡ μὲν γὰρ φιλία ἐν πίστει καὶ βεβαιότητι, ὁ δὲ φαῦλος ἥκιστα τοιοῦτος καὶ ὁ φαῦλος τῷ φαύλῳ, ἢ οὐδὲ τοῦτο; Πρῶτον μὲν οὖν διοριστέον ἂν εἴη ὑπὲρ φιλίας ποίας σκοποῦμεν.
126Aristoteles, Magna moralia, 2, 11, 6; 11 (auctor 384BC-322BC)
ἔστι γάρ, ὡς οἴονται, φιλία καὶ πρὸς θεὸν καὶ τὰ ἄψυχα, οὐκ ὀρθῶς.
127Aristoteles, Magna moralia, 2, 11, 7; 12 (auctor 384BC-322BC)
τὴν γὰρ φιλίαν ἐνταῦθά φαμεν εἶναι οὗ ἐστὶ τὸ ἀντιφιλεῖ σθαι, ἡ δὲ πρὸς θεὸν φιλία οὔτε ἀντιφιλεῖσθαι δέχεται, οὔθ' ὅλως τὸ φιλεῖν ἄτοπον γὰρ ἂν εἴη εἴ τις φαίη φιλεῖν τὸν Δία οὐδὲ δὴ παρὰ τῶν ἀψύχων ἐνδέχεται ἀντιφιλεῖσθαι.
128Aristoteles, Magna moralia, 2, 11, 7; 13 (auctor 384BC-322BC)
φιλία μέντοι καὶ πρὸς τὰ ἄψυχα ἐστίν, οἷον οἶνον ἢ ἄλλο δὴ τῶν τοιούτων.
129Aristoteles, Magna moralia, 2, 11, 12; 20 (auctor 384BC-322BC)
ἡ μὲν οὖν τῶν σπουδαίων φιλία ἐστίν, ὅταν ἀντιφιλῶσιν ἀλλήλους φιλοῦσι δὲ ἀλλήλους, ᾗ φιλητοί φιλητοὶ δέ, ᾗ ἀγαθοί.
130Aristoteles, Magna moralia, 2, 11, 13; 23 (auctor 384BC-322BC)
ἀλλ' οὐκ ἔσται γε κατὰ τὸ φιλητὸν ἡ τοιαύτη φιλία.
131Aristoteles, Magna moralia, 2, 11, 19; 31 (auctor 384BC-322BC)
ὁ δὴ τοιοῦτος λόγος ζητεῖ τὴν κατὰ τὸ συμφέρον φιλίαν ᾗ γὰρ προσδεῖται ὁ ἕτερος τοῦ ἑτέρου, ταύτῃ ὄντες φίλοι ἐν τῇ κατὰ τὸ συμφέρον φιλίᾳ εἰσίν.
132Aristoteles, Magna moralia, 2, 11, 19; 32 (auctor 384BC-322BC)
ἀλλὰ ἑτέρα διώρισται ἡ κατὰ τὸ συμφέρον φιλία καὶ ἡ κατ' ἀρετὴν καὶ ἡδονήν.
133Aristoteles, Magna moralia, 2, 11, 21; 37 (auctor 384BC-322BC)
Βεβαιοτάτη μὲν οὖν καὶ μονιμωτάτη καὶ καλλίστη ἡ ἐν τοῖς σπουδαίοις φιλία, ἡ κατ' ἀρετὴν καὶ τἀγαθὸν οὖσα, εἰκότως.
134Aristoteles, Magna moralia, 2, 11, 22; 38 (auctor 384BC-322BC)
ἡ μὲν γὰρ ἀρετὴ ἀμετάπτωτον, δι' ἣν ἡ φιλία, ὥστε εἰκὸς τὴν φιλίαν τὴν τοιαύτην ἀμετάπτωτον εἶναι, τὸ δὲ συμφέρον οὐδέποτε ταὐτόν διὸ ἡ διὰ τὸ συμφέρον φιλία οὐ βεβαία, ἀλλὰ τῷ συμφέροντι συμμεταπίπτει ὁμοίως καὶ ἡ κατὰ τὴν ἡδονήν.
135Aristoteles, Magna moralia, 2, 11, 22; 39 (auctor 384BC-322BC)
Ἡ μὲν οὖν τῶν βελτίστων φιλία ἡ κατ' ἀρετὴν γινομένη ἐστίν, ἡ δὲ τῶν πολλῶν ἡ κατὰ τὸ συμφέρον, ἡ δὲ κατὰ τὴν ἡδονὴν ἐν τοῖς φορτικοῖς καὶ τυχοῦσιν.
136Aristoteles, Magna moralia, 2, 11, 24; 41 (auctor 384BC-322BC)
ὅταν γὰρ ἡ φιλία λάβῃ τὴν ἡδονὴν ἀρχήν, δι' ἣν φίλοι εἰσίν, ἢ τὸ συμφέρον, ἅμα ταῦτ' ἀπολείπει καὶ ἡ φιλία οὐ διαμένει.
137Aristoteles, Magna moralia, 2, 11, 24; 42 (auctor 384BC-322BC)
πολλάκις δὲ μένει μὲν ἡ φιλία, κακῶς δ' ἐχρήσατο τῷ φίλῳ, διὸ ἀγανακτοῦσιν ἔστι δὲ οὐδὲ τοῦτο ἄλογον.
138Aristoteles, Magna moralia, 2, 11, 24; 43 (auctor 384BC-322BC)
οὐ γὰρ δι' ἀρετὴν ἡ φιλία σοι πρὸς τοῦτον ὑπῆρχεν, διὸ οὐδ' ἄτοπον μηδὲν ποιεῖν αὐτὸν τῶν κατ' ἀρετήν.
139Aristoteles, Magna moralia, 2, 11, 26; 49 (auctor 384BC-322BC)
Πότερον δὲ καὶ δεῖ ἐν τῇ τῶν σπουδαίων φιλίᾳ τὴν ἡδονὴν εἶναι, ἢ οὐ δεῖ; ἄτοπον γὰρ τὸ μὴ φάναι δεῖν.
140Aristoteles, Magna moralia, 2, 11, 28; 51 (auctor 384BC-322BC)
Ἐπεὶ δὲ διῄρηνται αἱ φιλίαι εἰς τρία εἴδη, καὶ ἐν ταύταις ἠπορεῖτο, πότερον ἐν ἰσότητι ἡ φιλία ἐγγίνεται ἢ ἐν ἀνισότητι ἔστιν οὖν κατ' ἀμφότερα.
141Aristoteles, Magna moralia, 2, 11, 28; 52 (auctor 384BC-322BC)
ἡ μὲν γὰρ καθ' ὁμοιότητα ἡ τῶν σπουδαίων καὶ ἡ τελεία φιλία ἡ δὲ κατ' ἀνομοιότητα ἡ κατὰ τὸ συμφέρον.
142Aristoteles, Magna moralia, 2, 11, 29; 54 (auctor 384BC-322BC)
γίνεται οὖν ἐν τοῖς ἀνομοίοις φιλία κατὰ τὸ συμφέρον διὸ καὶ Εὐριπίδης ἐρᾷ μὲν ὄμβρου γαῖ', ὅταν ξηρὸν πέδον ὡς ἐναντίοις οὖσιν τούτοις ἐγγίγνεται φιλία ἡ διὰ τὸ συμφέρον.
143Aristoteles, Magna moralia, 2, 11, 30; 57 (auctor 384BC-322BC)
δῆλον οὖν ὅτι καὶ ἐν τοῖς ἐναντιωτάτοις φιλία ἐγγίνεται διὰ τὸ συμφέρον.
144Aristoteles, Magna moralia, 2, 11, 33; 60 (auctor 384BC-322BC)
οὐ μὴν ἀλλ' ἐπὶ μὲν τῶν τοιούτων ὧν τὸ αὐτό ἐστι τέλος τῆς φιλίας, οἷον εἰ ἀμφότεροι κατὰ τὸ συμφέρον ἀλλήλοις φίλοι ἢ κατὰ τὸ ἡδὺ ἢ κατ' ἀρετήν, εὔδηλος ἡ ἔλλειψις ἡ παρὰ τοῦ ἑτέρου, ἐὰν οὖν πλείω ἀγαθὰ σύ μοι ποιῇς ἢ ἐγὼ σοί, οὐδ' ἀμφισβητῶ ἔτι μὴ οὐ δεῖν σε μᾶλλον ὑπ' ἐμοῦ φιλεῖσθαι ἐν ᾗ δὲ φιλίᾳ μὴ διὰ ταὐτὸ φίλοι ἐσμέν, μᾶλλον αἱ διαφοραί.
145Aristoteles, Magna moralia, 2, 11, 41; 73 (auctor 384BC-322BC)
οὐκ ἔστιν δὲ ἡ ἐπὶ τούτων γινομένη φιλία πάντα ταῦτα ἔχουσα πολλάκις γὰρ ἄλλῳ μὲν εἶναι βουλόμεθα τἀγαθά, συζῆν μέντοι μετ' ἄλλου.
146Aristoteles, Magna moralia, 2, 11, 41; 74 (auctor 384BC-322BC)
ἀλλὰ ταῦτα πότερον φιλίας δεῖ εἰπεῖν, ἢ τῆς τελείας φιλίας τῆς κατ' ἀρετὴν πάθη; ἐν ἐκείνῃ γὰρ τῇ φιλίᾳ πάντα ταῦτα ἐνυπάρχει καὶ γὰρ συζῆν μετ' οὐδενὸς ἄλλου ἂν θέλοιμεν (καὶ γὰρ τὸ ἡδὺ καὶ τὸ συμφέρον, καὶ ἡ ἀρετὴ τῷ σπουδαίῳ ὑπάρχει) καὶ τἀγαθὰ τούτῳ μάλιστα βουλοίμεθ' ἄν, καὶ τὸ ζῆν καὶ τὸ εὖ ζῆν οὐκ ἄλλῳ τινὶ ἢ τούτῳ.
147Aristoteles, Magna moralia, 2, 11, 42; 75 (auctor 384BC-322BC)
Πότερον δ' ἐστὶν αὐτῷ [φιλία] καὶ πρὸς αὑτὸν φιλία, ἢ οὔ, νῦν μὲν ἀφείσθω, ὕστερον δ' ἐροῦμεν.
148Aristoteles, Magna moralia, 2, 11, 43; 78 (auctor 384BC-322BC)
διὸ δόξειεν ἂν οὕτως εἶναι αὑτῷ πρὸς αὐτὸν φιλία.
149Aristoteles, Magna moralia, 2, 11, 47; 83 (auctor 384BC-322BC)
Ἐχόμενον δ' ἂν εἴη νῦν τοῦτ' εἰπεῖν, πότερόν ἐστι πρὸς αὑτὸν φιλία, ἢ οὔ.
150Aristoteles, Magna moralia, 2, 11, 48; 84 (auctor 384BC-322BC)
ἐπεὶ δ' οὖν ὁρῶμεν, ὥσπερ καὶ μικρὸν ἐπάνω ἐλέγομεν, ὅτι ἐκ μὲν τῶν καθ' ἕκαστα τὸ φιλεῖν γνωρίζεται τὰ δὲ καθ' ἕκαστα αὐτοὶ αὑτοῖς ἂν μάλιστα βουλοίμεθα (καὶ γὰρ τἀγαθὰ καὶ τὸ εἶναι καὶ τὸ εὖ εἶναι ὁμοιοπαθέστατοι δ' αὐτοῖς ἡμῖν ἐσμέν καὶ συζῆν δὲ μεθ' ἑαυτῶν μάλιστα βουλόμεθα) ὥστ' εἰ μὲν ἐκ τῶν καθ' ἕκαστα γνωρίζεται ἡ φιλία, τὰ δὲ καθ' ἕκαστα ἡμῖν αὐτοῖς ἂν βουλοίμεθα ὑπάρχειν, δῆλόν ἐστιν ὡς ἔστι πρὸς αὑτοὺς φιλία, ὥσπερ καὶ τὴν ἀδικίαν ἔφαμεν πρὸς αὑτὸν εἶναι.
151Aristoteles, Magna moralia, 2, 11, 49; 86 (auctor 384BC-322BC)
ὁμοίως οὖν τούτῳ καὶ ἡ φιλία δόξειεν ἂν εἶναι πρὸς αὑτόν.
152Aristoteles, Magna moralia, 2, 11, 49; 87 (auctor 384BC-322BC)
ἐπειδὴ γὰρ ὁ φίλος ἐστίν, ὡς φαμέν, ὅταν βουλώμεθα σφόδρα φίλον εἰπεῖν, μία φαμὲν ψυχὴ ἡ ἐμὴ καὶ ἡ τούτου ἐπεὶ οὖν ἐστι τῆς ψυχῆς πλείω μέρη, τότ' ἔσται μία ψυχή, ὅταν συμφωνῶσι πρὸς ἄλληλα ὅ τε λόγος καὶ τὰ πάθη (οὕτω γὰρ μία ἔσται) ὥστε μιᾶς γενομένης ἔσται πρὸς αὑτὸν φιλία.
153Aristoteles, Magna moralia, 2, 11, 50; 88 (auctor 384BC-322BC)
Αὕτη δ' ἔσται ἡ πρὸς αὑτὸν φιλία ἐν τῷ σπουδαίῳ τούτῳ γὰρ μόνῳ τὰ τῆς ψυχῆς εὖ ἔχουσιν μέρη πρὸς ἄλληλα τῷ μὴ διαφέρεσθαι, ἐπεὶ ὅ γε φαῦλος οὐδέποτ' ἐστὶν αὐτὸς αὑτῷ φίλος, μάχεται γὰρ ἀεὶ ἑαυτῷ.
154Aristoteles, Magna moralia, 2, 11, 53; 91 (auctor 384BC-322BC)
Ἔστιν δὲ φιλία καὶ ἐν ἰσότητι, οἷον ἡ μὲν τῶν ἑταίρων ἐν ἰσότητι ἀριθμῷ καὶ δυνάμει ἀγαθοῦ (οὐδέτερος γὰρ αὐτῶν ἐστιν ἄξιος θατέρου πλέον ἔχειν οὔτε κατ' ἀριθμὸν ἀγαθῶν οὔτε κατὰ δύναμιν οὔτε κατὰ μέγεθος, ἀλλὰ τὸ ἴσον ἴσοι γάρ τινες ἐθέλουσιν εἶναι οἱ ἑταῖροι) ἐν ἀνισότητι δὲ ἡ πατρὸς πρὸς υἱόν, καὶ ἀρχομένου καὶ ἄρχοντος, καὶ κρείττονος καὶ χείρονος, καὶ γυναικὸς καὶ ἀνδρός, καὶ ἁπλῶς ἐν οἷς ἐστιν ὁ τὴν τοῦ χείρονος καὶ κρείττονος τάξιν ἔχων ἐν τῇ φιλίᾳ.
155Aristoteles, Magna moralia, 2, 11, 53; 92 (auctor 384BC-322BC)
αὕτη γάρ ἐστιν ἡ ἐν ἀνισότητι φιλία κατὰ λόγον.
156Aristoteles, Magna moralia, 2, 12, 3; 2 (auctor 384BC-322BC)
καὶ διὰ τί ποτε ὁ πατὴρ τὸν υἱὸν μᾶλλον φιλεῖ ἢ ὁ υἱὸς τὸν πατέρα; πότερον οὖν, ὡς ἔνιοι λέγοντες ὀρθῶς πρός γε τοὺς πολλούς, ὅτι ὁ μὲν πατὴρ εὐεργέτηκέν πως τὸν υἱόν, ὁ δ' υἱὸς χάριν ὀφείλει τῆς εὐερ γεσίας; αὕτη μὲν οὖν ἡ αἰτία [καὶ] ἐν τῇ κατὰ τὸ συμφέρον φιλίᾳ δόξειεν ἂν ὑπάρχειν ὥσπερ δὲ καὶ κατὰ τὰς ἐπιστήμας ὁρῶμεν ἔχον, οὕτω πως ἔχει καὶ ἐνταῦθα.
157Aristoteles, Magna moralia, 2, 12, 4; 3 (auctor 384BC-322BC)
λέγω δ' οἷον [ἐστιν] ἔστι μὲν ὧν τὸ αὐτὸ τέλος τε καὶ ἐνέργεια, καὶ οὐκ ἄλλο τι παρὰ τὴν ἐνέργειαν τέλος, οἷον τῷ αὐλητῇ ἡ αὐτὴ ἐνέργεια καὶ τέλος (τὸ γὰρ αὐλεῖν καὶ τέλος αὐτῷ ἐστι καὶ ἐνέργεια), ἀλλ' οὐ τῇ οἰκοδομικῇ (καὶ γὰρ ἕτερον τέλος παρὰ τὴν ἐνέργειαν) ἔστιν οὖν ἡ φιλία ἐνέργειά τις, οὐδὲν δέ ἐστιν ἄλλο τέλος παρὰ τὴν ἐνέργειαν τοῦ φιλεῖν, ἀλλὰ τοῦτο αὐτό.
158Aristoteles, Magna moralia, 2, 12, 7; 8 (auctor 384BC-322BC)
οἷον ἡ εὔνοια φιλία δοκεῖ.
159Aristoteles, Magna moralia, 2, 12, 8; 9 (auctor 384BC-322BC)
ἁπλῶς μὲν οὖν οὐκ ἂν δόξειεν εἶναι ἡ εὔνοια φιλία (πολλοῖς γὰρ πολλάκις ἢ ἀπὸ τοῦ ἰδεῖν ἢ ἀπὸ τοῦ ἀκοῦσαί τι ὑπέρ τινος ἀγαθὸν εὖνοι γινόμεθα ἆρ' οὖν ἤδη καὶ φίλοι; ἢ οὔ; οὐ γὰρ εἴ τις ἦν Δαρείῳ εὔνους ἐν Πέρσαις ὄντι, ὥσπερ ἴσως ἦν, εὐθέως καὶ φιλία ἦν αὐτῷ πρὸς Δαρεῖον) ἀλλ' ἀρχὴ μὲν ἄν ποτε φιλίας ἡ εὔνοια δόξειεν εἶναι, γένοιτο δ' ἂν ἡ εὔνοια φιλία, εἰ προσλάβοι βούλησιν τοῦ τἀγαθὰ δυνατὸς ὢν πρᾶξαι πράττειν ἐκείνου ἕνεκεν ᾧ ἐστιν εὔνους.
160Aristoteles, Magna moralia, 2, 12, 10; 11 (auctor 384BC-322BC)
οὐκ ἔστιν δὲ χωρὶς τῆς φιλίας ἡ εὔνοια, ἀλλ' ἐν τῷ αὐτῷ διὸ δοκεῖ φιλία εἶναι.
161Aristoteles, Magna moralia, 2, 12, 11; 12 (auctor 384BC-322BC)
Ἡ δ' ὁμόνοιά ἐστιν μὲν σύνεγγυς τῇ φιλίᾳ, ἐὰν τὴν ὁμόνοιαν λάβῃς τὴν κυρίως λεγομένην.
162Aristoteles, Magna moralia, 2, 13, 1; 1 (auctor 384BC-322BC)
Ἐπεὶ δ' ἐστίν, ὡς φαμέν, αὐτῷ πρὸς αὑτὸν φιλία, πότερον ὁ σπουδαῖος ἔσται φίλαυτος ἢ οὔ; ἔστιν δὲ φίλαυτος ὁ αὑτοῦ ἕνεκεν πάντα πράττων ἐν τοῖς κατὰ τὸ λυσιτελές.
163Aristoteles, Magna moralia, 2, 16, 3; 5 (auctor 384BC-322BC)
ἐλλείπων οὖν τῷ φιλεῖν δι' ἀδυναμίαν καὶ ἐγκλήματ' ἄν τις ἔχοι δικαίως, καὶ οὐκ ἂν εἴη φίλος, μὴ φιλῶν γε ἀλλ' ἢ τῷ γε λόγῳ ἡ δὲ φιλία οὐ τοῦτο βούλεται.
164Aristoteles, Magna moralia, 2, 17, 1; 2 (auctor 384BC-322BC)
ἔστι δ' οὐκ ἐν ἁπάσῃ φιλίᾳ ἡ σκέψις, ἀλλ' ἐν ᾗ μάλιστα ἐγκαλοῦσιν ἀλλήλοις οἱ φίλοι.
165Aristoteles, Magna moralia, 2, 17, 2; 3 (auctor 384BC-322BC)
οὐκ ἐγκαλοῦσι δὲ ἐν ταῖς ἄλλαις ὁμοίως, οἷον ἐν τῇ πατρὸς πρὸς υἱὸν οὐκ ἔστιν ἔγκλημα τοιοῦτον οἷον ἀξιοῦσιν ἐν ἐνίαις, ὥσπερ ἐγὼ σοί, οὕτως καὶ σὺ ἐμοί, εἰ δὲ μή, ἐνταῦθα τὸ σφοδρὸν ἔγκλημα ἐν δὲ ἀνίσοις φίλοις οὐκ ἔστι τὸ ἴσον, ἔστι δὲ ἡ πατρὸς πρὸς υἱὸν φιλία ἐν ἀνίσῳ, ὁμοίως ἡ γυναικὸς πρὸς ἄνδρα ἢ οἰκέτου πρὸς δεσπότην, καὶ ὅλως δὲ χείρονος καὶ βελτίονος.
166Aristoteles, Magna moralia, 2, 17, 2; 5 (auctor 384BC-322BC)
ἀλλ' ἐν τοῖς ἴσοις φίλοις καὶ ἐν τῇ τοιαύτῃ φιλίᾳ τὸ τοιοῦτον ἔγκλημα.
167Aristoteles, Magna moralia, 2, 17, 2; 6 (auctor 384BC-322BC)
ὥστε σκεπτέον ἂν εἴη τὸ πῶς δεῖ χρῆσθαι φίλῳ ἐν τῇ ἐν ἴσοις φίλοις φιλίᾳ.
168Aristoteles, Metaphysica, 1, 4; 9 (auctor 384BC-322BC)
πολλαχοῦ γοῦν αὐτῷ ἡ μὲν φιλία διακρίνει τὸ δὲ νεῖκος συγκρίνει.
169Aristoteles, Metaphysica, 12, 10; 17 (auctor 384BC-322BC)
κατὰ πότερον οὖν φιλία· ἄτοπον δὲ καὶ τὸ ἄφθαρτον εἶναι τὸ νεῖκος· τοῦτο δ' ἐστὶν αὐτῷ ἡ τοῦ κακοῦ φύσις.
170Aristoteles, Physica, 1, 6; 5 (auctor 384BC-322BC)
ὁμοίως δὲ καὶ ἄλλη ὁποιαοῦν ἐναντιότης· οὐ γὰρ ἡ φιλία τὸ νεῖκος συνάγει καὶ ποιεῖ τι ἐξ αὐτοῦ, οὐδὲ τὸ νεῖκος ἐξ ἐκείνης, ἀλλ' ἄμφω ἕτερόν τι τρίτον.
171Aristoteles, Physica, 8, 1; 2 (auctor 384BC-322BC)
εἰ δὴ ἐνδέχεταί ποτε μηδὲν κινεῖσθαι, διχῶς ἀνάγκη τοῦτο συμβαίνειν· ἢ γὰρ ὡς Ἀναξαγόρας λέγει (φησὶν γὰρ ἐκεῖνος, ὁμοῦ πάντων ὄντων καὶ ἠρεμούντων τὸν ἄπειρον χρόνον, κίνησιν ἐμποιῆσαι τὸν νοῦν καὶ διακρῖναι), ἢ ὡς Ἐμπεδοκλῆς ἐν μέρει κινεῖσθαι καὶ πάλιν ἠρεμεῖν, κινεῖσθαι μὲν ὅταν ἡ φιλία ἐκ πολλῶν ποιῇ τὸ ἓν ἢ τὸ νεῖκος πολλὰ ἐξ ἑνός, ἠρεμεῖν δ' ἐν τοῖς μεταξὺ χρόνοις, λέγων οὕτως ᾗ μὲν ἓν ἐκ πλεόνων μεμάθηκε φύεσθαι, ἠδὲ πάλιν διαφύντος ἑνὸς πλέον' ἐκτελέθουσιν, τῇ μὲν γίγνονταί τε καὶ οὔ σφισιν ἔμπεδος αἰών· ᾗ δὲ τάδ' ἀλλάσσοντα διαμπερὲς οὐδαμὰ λήγει, ταύτῃ δ' αἰὲν ἔασιν ἀκίνητοι κατὰ κύκλον.
172Aristoteles, Physica, 8, 1; 37 (auctor 384BC-322BC)
εἰ δὲ προσοριεῖται τὸ ἐν μέρει, λεκτέον ἐφ' ὧν οὕτως, ὥσπερ ὅτι ἔστιν τι ὃ συνάγει τοὺς ἀνθρώπους, ἡ φιλία, καὶ φεύγουσιν οἱ ἐχθροὶ ἀλλήλους· τοῦτο γὰρ ὑποτίθεται καὶ ἐν τῷ ὅλῳ εἶναι· φαίνεται γὰρ ἐπί τινων οὕτως.
173Aristoteles, Physica, 8, 9; 14 (auctor 384BC-322BC)
διάκρισις γὰρ καὶ σύγκρισις κινήσεις κατὰ τόπον εἰσίν, οὕτω δὲ κινοῦσιν ἡ φιλία καὶ τὸ νεῖκος· τὸ μὲν γὰρ διακρίνει, τὸ δὲ συγκρίνει αὐτῶν.
174Aristoteles, Politica, 1; 86 (auctor 384BC-322BC)
ὅτι μὲν οὖν ἔχει τινὰ λόγον ἡ ἀμφισβήτησις, καὶ οὐκ εἰσί τινες οἱ μὲν φύσει δοῦλοι οἱ δ' ἐλεύθεροι, δῆλον, καὶ ὅτι ἔν τισι διώρισται τὸ τοιοῦτον, ὧν συμφέρει τῷ μὲν τὸ δουλεύειν τῷ δὲ τὸ δεσπόζειν [καὶ δίκαιον], καὶ δεῖ τὸ μὲν ἄρχεσθαι τὸ δ' ἄρχειν ἣν πεφύκασιν ἀρχὴν ἄρχειν, ὥστε καὶ δεσπόζειν, τὸ δὲ κακῶς ἀσυμφόρως ἐστὶν ἀμφοῖν (τὸ γὰρ αὐτὸ συμφέρει τῷ μέρει καὶ τῷ ὅλῳ, καὶ σώματι καὶ ψυχῇ, ὁ δὲ δοῦλος μέρος τι τοῦ δεσπότου, οἷον ἔμψυχόν τι τοῦ σώματος κεχωρισμένον δὲ μέρος· διὸ καὶ συμφέρον ἐστί τι καὶ φιλία δούλῳ καὶ δεσπότῃ πρὸς ἀλλήλους τοῖς φύσει τούτων ἠξιωμένοις, τοῖς δὲ μὴ τοῦτον τὸν τρόπον, ἀλλὰ κατὰ νόμον καὶ βιασθεῖσι, τοὐναντίον) .
175Aristoteles, Politica, 2, 1262B; 35 (auctor 384BC-322BC)
ἔοικε δὲ μᾶλλον τοῖς γεωργοῖς εἶναι χρήσιμον τὸ κοινὰς εἶναι τὰς γυναῖκας καὶ τοὺς παῖδας ἢ τοῖς φύλαξιν· ἧττον γὰρ ἔσται φιλία κοινῶν ὄντων τῶν τέκνων καὶ τῶν γυναικῶν, δεῖ δὲ τοιούτους εἶναι τοὺς ἀρχομένους πρὸς τὸ πειθαρχεῖν καὶ μὴ νεωτερίζειν.
176Aristoteles, Politica, 3; 146 (auctor 384BC-322BC)
τὸ δὲ τοιοῦτον φιλίας ἔργον· ἡ γὰρ τοῦ συζῆν προαίρεσις φιλία.
177Aristoteles, Politica, 5; 139 (auctor 384BC-322BC)
ἀπορήσειε δ' ἄν τις, ἂν δύναμις ὑπάρχῃ καὶ τῆς πολιτείας φιλία, τί δεῖ τῆς ἀρετῆς· ποιήσει γὰρ τὰ συμφέροντα καὶ τὰ δύο.
178Aristoteles, Rhetorica, 1, 6, 12; 13 (auctor 384BC-322BC)
φίλος καὶ φιλία· καὶ γὰρ καθ' αὑτὸν αἱρετὸς ὁ φίλος καὶ ποιητικὸς πολλῶν.
179Aristoteles, Rhetorica, 3, 7, 11; 15 (auctor 384BC-322BC)
τὰ δὲ ὀνόματα τὰ διπλᾶ καὶ [τὰ] ἐπίθετα πλείω καὶ τὰ ξένα μάλιστα ἁρμόττει λέγοντι παθητικῶς· συγγνώμη γὰρ ὀργιζομένῳ κακὸν φάναι οὐρανόμηκες, ἢ πελώριον εἰπεῖν, καὶ ὅταν ἔχῃ ἤδη τοὺς ἀκροατὰς καὶ ποιήσῃ ἐνθουσιάσαι ἢ ἐπαίνοις ἢ ψόγοις ἢ ὀργῇ ἢ φιλίᾳ, οἷον καὶ Ἰσοκράτης ποιεῖ ἐν τῷ Πανηγυρικῷ ἐπὶ τέλει « φήμην δὲ καὶ μνήμην » καὶ « οἵτινες ἔτλησαν » · φθέγγονται γὰρ τὰ τοιαῦτα ἐνθουσιάζοντες, ὥστε καὶ ἀποδέχονται δηλονότι ὁμοίως ἔχοντες.
180Aristoteles, Topica, 2, II 7; 21 (auctor 384BC-322BC)
Σκεπτέον οὖν εἰ καί τό ἐναντίον ἐν τῷ θυμοειδεῖ, ἡ φιλία· εἰ γάρ μή, ἀλλ᾿ ἐν τῷ ἐπιθυμητικῷ ἐστίν ἡ φιλία, οὐκ ἂν ἕποιτο μῖσος ὀργῇ.
181Aristoteles, Topica, 3, III 1; 30 (auctor 384BC-322BC)
Ἔτι τό κάλλιον καθ᾿ αὑτό καί τιμιώτερον καί ἐπαινετώτερον, οἷον φιλία πλούτου καί δικαιοσύνη ἰσχύος.
182Aristoteles, Topica, 3, III 3; 10 (auctor 384BC-322BC)
Ἔτι οὗ ἡ ὑπερβολή τῆς ὑπερβολῆς αἱρετωτέρα, καί αὐτό αἱρετώτερον, οἷον φιλία χρημάτων· αἱρετωτέρα γάρ ἡ τῆς φιλίας ὑπερβολή τῆς τῶν χρημάτων.
183Aristoteles, Topica, 4, IV 5; 12 (auctor 384BC-322BC)
Ὁμοίως δέ καί εἰ ἡ φιλία ἐν τῷ ἐπιθυμητικῷ, οὐκ ἂν εἴη βούλησίς τις· πᾶσα γάρ βούλησις ἐν τῷ λογιστικῷ.
184Biblia, Biblia graeca iuxta LXX interpretes, Prv, 5; 19
ἔλαφος φιλίας καὶ πῶλος σῶν χαρίτων ὁμιλείτω σοι, ἡ δὲ ἰδία ἡγείσθω σου καὶ συνέστω σοι ἐν παντὶ καιρῷ ἐν γὰρ τῇ ταύτης φιλίᾳ συμπεριφερόμενος πολλοστὸς ἔσῃ.
185Biblia, Biblia graeca iuxta LXX interpretes, Prv, 10; 12
μῖσος ἐγείρει νεῖκος, πάντας δὲ τοὺς μὴ φιλονεικοῦντας καλύπτει φιλία.
186Biblia, Biblia graeca iuxta LXX interpretes, Prv, 25; 10
a χάρις καὶ φιλία ἐλευθεροῖ, ἃς τήρησον σεαυτῷ, ἵνα μὴ ἐπονείδιστος γένῃ, ἀλλὰ φύλαξον τὰς ὁδούς σου εὐσυναλλάκτως.
187Biblia, Biblia graeca iuxta LXX interpretes, Sap, 8; 18
καὶ ἐν φιλίᾳ αὐτῆς τέρψις ἀγαθὴ καὶ ἐν πόνοις χειρῶν αὐτῆς πλοῦτος ἀνεκλιπὴς καὶ ἐν συγγυμνασίᾳ ὁμιλίας αὐτῆς φρόνησις καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγων αὐτῆς, περιῄειν ζητῶν ὅπως λάβω αὐτὴν εἰς ἐμαυτόν.
188Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 9; 8
ἀπόστρεψον ὀφθαλμὸν ἀπὸ γυναικὸς εὐμόρφου καὶ μὴ καταμάνθανε κάλλος ἀλλότριον· ἐν κάλλει γυναικὸς πολλοὶ ἐπλανήθησαν, καὶ ἐκ τούτου φιλία ὡς πῦρ ἀνακαίεται.
189Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 25; 1
Ἐν τρισὶν ὡραίσθην καὶ ἀνέστην ὡραία ἔναντι κυρίου καὶ ἀνθρώπων· ὁμόνοια ἀδελφῶν, καὶ φιλία τῶν πλησίον, καὶ γυνὴ καὶ ἀνὴρ ἑαυτοῖς συμπεριφερόμενοι.
190Biblia, Biblia graeca iuxta LXX interpretes, 1Mac, 10; 26
ἐπεὶ συνετηρήσατε τὰς πρὸς ἡμᾶς συνθήκας καὶ ἐνεμείνατε τῇ φιλίᾳ ἡμῶν καὶ οὐ προσεχωρήσατε τοῖς ἐχθροῖς ἡμῶν, ἠκούσαμεν καὶ ἐχάρημεν.
191Biblia, Novum testamentum graece, Iac, 4; 4
μοιχαλίδες, οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ θεοῦ ἐστιν; ὃς ἐὰν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ θεοῦ καθίσταται.
192Coelestinus I, Epistolae et decreta, 50, 0514D
Τοῦτον ἀπαγγελθέντων, καὶ φανεροῦ γεγονότος ἀπό τε τοῦ βράδους καὶ ἐκ τῶν παρ' αὐτοῦ μηνυθέντων, ὅτι παραιτεῖται τὸ συνέδριον, ἢ τῇ Νεστορίου φιλίᾳ χαριζόμενος, ἢ καὶ ὅτι κληρικὸς γέγονε τῆς ὑπ' αὐτὸν ἐκκλησίας, ἢ καὶ ταῖς τινων ὑπὲρ αὐτοῦ παρακλήσεσιν εἴκων, συνήδρευσεν ἡ ἁγία σύνοδος ἐν τῇ μεγάλῃ τῇ κατὰ τὴν Ἐφεσον Ἔκκλησίᾳ, τῇ ἐπίκλην Μαρίᾳ.
193Constantinus I, Epistolae, 8, 0499C (auctor c.272–337)
ὑμεῖς τε αὐτοὶ καθάπερ τὰς ἑαυτῶν ψυχὰς ἐκκαθῄραντες, αὖθις ἀλλήλους ἐπίγνωτε· ἡδίων γὰρ πολλάκις φιλία γίνεται μετὰ τὴν τῆς ἔχθρας ὑπόθεσιν, αὖθις εἰς καταλλαγὴν ἐπανελθοῦσα.
194Desiderius Erasmus, Adagia, Chiliades, 1, 423; 1 (opus 1508)
Φύτρης φιλία, id est Ollae amicitia.
195Desiderius Erasmus, Adagia, Chiliades, 1, 423; 9 (opus 1508)
Effertur ad hunc modum paroemia: Ζεῖ χύτρα ζῆ φιλία, id est Fervet olla, vivit amicitia.
196Desiderius Erasmus, Adagia, Chiliades, 2, 1276; 1 (opus 1508)
Aristoteles libro Moralium Eudemiorum septimo sententiam hanc velut e medio sumptam refert, amicitiam esse stabilium et felicitatem eorum, qui sua sorte contenti sunt: Ὀρθῶς λέγεται ὅτι ἡ φιλία τῶν βεβαίων, ὥσπερ ἡ εὐδαιμονία τῶν αὐτάρκων.
197Desiderius Erasmus, Adagia, Chiliades, 2, 1553; 5 (opus 1508)
Suidas ex Lysia citat haec verba: Ὤιμην δ’ ἔγωγε τοιαύτῃ φιλίᾳ συνηρμόσθαι, ὥστε μηδ’ ἅν τήν Ἐμπεδοκλέους ἔχθραν ἐμποδών ἡμῖν γενέσθαι, id est Ego sane putabam nos eiusmodi necessitudine copulatos esse, ut ne Empedoclis quidem simultas nobis possit obstare.
198Desiderius Erasmus, Adagia, Chiliades, 3, 2606; 1 (opus 1508)
Σό προσωπεῖον ἀφελεῖν τῆ φιλίᾳ, id est Amicitiae personam detrahere, dicimur, cum aperte quae sentimus animo tum facimus tum loquimur apud amicos et, quicquid in pectore clausum est, id prae nobis ferimus.
199Desiderius Erasmus, Adagia, Chiliades, 4, 3392; 4 (opus 1508)
Utitur Plutarchus, in libello quem inscripsit Ἐρωτικόν, in philosophos qui sub praetextu philosophiae libidini suae serviunt: Πρόφασις μέν οὖν φιλία καί ἀρετή.
200Duditius Andreas, Andreas Dudithius. Lectori S.P.d., 5; 542 (auctor 1533-1589)
Atheniensem ita facit respondentem: οὐ γὰρ τοσοῦτον ἡμᾶς βλάπτει ἡ ἔχθρα ὑμῶν, ὅσον ἡ φιλία μὲν ἀσθενείας, τὸ δὲ μῖσος δυνάμεως παράδειγμα τοῖς ἀρχομένοις  δηλούμενον.
201Flacius Illyricus Matthias, Clavis scripturae sacrae pars secunda, 6, p169; 3 (auctor 1520-1575)
Quae disputatio quanquam et arrogantiae crimen apud male iudicantes nobis iniurere posset, aut etiam invidiam conciliare, quod nos fere soli contra aliorum iudicia sentientes, quasi plus caeteris sapere videri voluerimus: tamen cum Philosophorum princeps indicet, ϕιλοσόϕους ἄνδρας δεῖν ἐπί σωτηρίᾳ τῆς ἀληθείας καί τά οἰκεῖα ἀναιρεῖν, et ὅσιον εἶναι προτιμᾷν τῇ ϕιλίᾳ τήν ἀλήθειαν : nos autem Christianos homines non solum τά οἰκεῖα ἀναιρεῖν , sed et fortunarum omnium, vitae, famaeque discrimen ἐπί ἀληθείας σωτηρίᾳ adire conveniat: volui et ego, cum viderem rem non parvi momenti, ut postea indicabo, in hac quaestione verti, de eo negotio, quod in rem fore putabam, commonere.
202Leo II, Epistolae, 96, 0395B
» Εἴπερ οὖν οἱ τὴν εὐαγγελίκην τρίβον ἰχνηλατεύειν προαιρούμενοι, καὶ τῆς ἀποστολικῆς ἱεραρχίας τὸ ἀξίωμα κληρωσάμενοι πάντα περιφρονοῦσι, καὶ πάσχουσι, καὶ τὸν ἔσχατον, εἰ τύχοι, διὰ τὴν πρὸς Θεὸν φιλίαν φιλοῦσι κατακριθῆναι θάνατον, τί οὐκ ἄν καὶ παθεῖν καὶ δρᾶσαι προθυμηθήσονται, ὅτε τὴν πίστιν πολεμουμένην κατίδοιεν δι' ἧς ἡ πρὸς Θεὸν φιλία πορίζεται· ὅτε Ἐκκλησίαν πορθουμένην αἱρετικαῖς προσβολαῖς κατοπτεύουσιν; ὅτε τὴν ἀλήθειαν τῷ ψεύδει βαλλομένην συναίσθονται, ἆρα τὸ πολεμεῖν καὶ ἐκδικεῖν ἀφέντες τοῖς πολεμίοις καταλλαγήσονται, καὶ τῆς εὐαγγελικῆς ἐντολῆς ἐπιλήσονται; καὶ πῶς ἀνεύθυνον τοῦτο καὶ ἀτιμώρητον; Οὐδαμῶς· οὐκοῦν ἀναλαβόντες τὴν πανοπλίαν τοῦ Πνεύματος τοῖς παραταξαμένοις ἀνθοπλίζονται.
203Markos monachos, Florilegium et opuscula, Florilegium, 1; 13 (auctor fl.1260)
Εἶτα ἐντρεπτικώτερον φάσκει· μοιχοὶ καὶ μοιχαλίδες, οὐκ οἴδατε, ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ θεοῦ ἐστιν; ῝Ος ἂν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ θεοῦ καθίσταται {Iac 4,4}.
204Markos monachos, Florilegium et opuscula, Florilegium, 8; 9 (auctor fl.1260)
Οἱ πόλεμοι συνεχεῖς, οἱ φόνοι ἐπάλληλοι, ἡ ἀπληστία τυραννεῖ, ἡ πλεονεξία δυναστεύει, τὸ ψεῦδος ὑπεραίρεται, ἡ πρὸς ἀλλήλους πίστις ἔφυγεν, ἡ ἀλήθεια τὴν γῆν κατέλιπεν, ἡ φιλία μέχρι τραπέζης περιώρισται, αἱ προσηγορίαι ὑποψίας πεπλήρωνται, ἡ γῆ λοιπὸν τὰ κακὰ βαστάζειν οὐ δύναται, ὁ ἀὴρ μέχρι αὐτοῦ τοῦ αἰθέρος μολύνεται· καθάπερ γὰρ ἐν ζόφῳ θαλαττίῳ ὧδε κἀκεῖσε τὸ ἀνθρώπινον περιφέρεται.
205Masenius Iacobus, Palaestra Styli Romani, 3, 3, 9; 22 (auctor 1606-1681)
Χύτρας φιλία .
206Plato, Alcibiades, p1, 126; 9 (auctor c.425BC-347BC)
Σωκράτης τί δὲ δή· πόλις τίνος παραγιγνομένου καὶ ἀπογιγνομένου βελτίων τε γίγνεται καὶ ἄμεινον θεραπεύεται καὶ διοικεῖται· Ἀλκιβιάδης ἐμοὶ μὲν δοκεῖ, ὦ Σώκρατες, ὅταν φιλία μὲν αὐτοῖς γίγνηται πρὸς ἀλλήλους, τὸ μισεῖν δὲ καὶ στασιάζειν ἀπογίγνηται.
207Plato, Alcibiades, p1, 127; 7 (auctor c.425BC-347BC)
Σωκράτης οὐδ' ἄρα φιλία, εἴπερ ἡ φιλία ὁμόνοια ἦν.
208Plato, Alcibiades, p1, 127; 14 (auctor c.425BC-347BC)
Σωκράτης πῶς λέγεις, φιλίας μὴ παρούσης, ἧς ἔφαμεν ἐγγιγνομένης εὖ οἰκεῖσθαι τὰς πόλεις, ἄλλως δ' οὔ· Ἀλκιβιάδης ἀλλά μοι δοκεῖ καὶ κατὰ τοῦτ' αὐτοῖς φιλία ἐγγίγνεσθαι, ὅτι τὰ αὑτῶν ἑκάτεροι πράττουσιν.
209Plato, Alcibiades, p1, 127; 15 (auctor c.425BC-347BC)
Σωκράτης οὐκ ἄρτι γε· νῦν δὲ πῶς αὖ λέγεις· ὁμονοίας μὴ ἐγγιγνομένης φιλία ἐγγίγνεται· ἢ οἷόν θ' ὁμόνοιαν ἐγγίγνεσθαι [περὶ τούτων] ὧν οἱ μὲν ἴσασι περὶ τούτων, οἱ δ' οὔ· Ἀλκιβιάδης ἀδύνατον.
210Plato, Alcibiades, p1, 127; 16 (auctor c.425BC-347BC)
Σωκράτης δίκαια δὲ πράττουσιν ἢ ἄδικα, ὅταν τὰ αὑτῶν ἕκαστοι πράττωσιν· Ἀλκιβιάδης δίκαια· πῶς γὰρ οὔ· Σωκράτης τὰ δίκαια οὖν πραττόντων ἐν τῇ πόλει τῶν πολιτῶν φιλία οὐκ ἐγγίγνεται πρὸς ἀλλήλους· Ἀλκιβιάδης ἀνάγκη αὖ μοι δοκεῖ εἶναι, ὦ Σώκρατες.
211Plato, Convivium, p1, 179; 9 (auctor c.425BC-347BC)
τούτου δὲ καὶ ἡ Πελίου θυγάτηρ Ἄλκηστις ἱκανὴν μαρτυρίαν παρέχεται ὑπὲρ τοῦδε τοῦ λόγου εἰς τοὺς Ἕλληνας, ἐθελήσασα μόνη ὑπὲρ τοῦ αὑτῆς ἀνδρὸς ἀποθανεῖν, ὄντων αὐτῷ πατρός τε καὶ μητρός, οὓς ἐκείνη τοσοῦτον ὑπερεβάλετο τῇ φιλίᾳ διὰ τὸν ἔρωτα, ὥστε ἀποδεῖξαι αὐτοὺς ἀλλοτρίους ὄντας τῷ ὑεῖ καὶ ὀνόματι μόνον προσήκοντας, καὶ τοῦτ' ἐργασαμένη τὸ ἔργον οὕτω καλὸν ἔδοξεν ἐργάσασθαι οὐ μόνον ἀνθρώποις ἀλλὰ καὶ θεοῖς, ὥστε πολλῶν πολλὰ καὶ καλὰ ἐργασαμένων εὐαριθμήτοις δή τισιν ἔδοσαν τοῦτο γέρας οἱ θεοί, ἐξ Ἅιδου ἀνεῖναι πάλιν τὴν ψυχήν, ἀλλὰ τὴν ἐκείνης ἀνεῖσαν ἀγασθέντες τῷ ἔργῳ· οὕτω καὶ θεοὶ τὴν περὶ τὸν ἔρωτα σπουδήν τε καὶ ἀρετὴν μάλιστα τιμῶσιν.
212Plato, Convivium, p1, 182; 6 (auctor c.425BC-347BC)
ἔργῳ δὲ τοῦτο ἔμαθον καὶ οἱ ἐνθάδε τύραννοι· ὁ γὰρ Ἀριστογείτονος ἔρως καὶ ἡ Ἁρμοδίου φιλία βέβαιος γενομένη κατέλυσεν αὐτῶν τὴν ἀρχήν.
213Plato, Convivium, p1, 192; 6 (auctor c.425BC-347BC)
ὅταν μὲν οὖν καὶ αὐτῷ ἐκείνῳ ἐντύχῃ τῷ αὑτοῦ ἡμίσει καὶ ὁ παιδεραστὴς καὶ ἄλλος πᾶς, τότε καὶ θαυμαστὰ ἐκπλήττονται φιλίᾳ τε καὶ οἰκειότητι καὶ ἔρωτι, οὐκ ἐθέλοντες ὡς ἔπος εἰπεῖν χωρίζεσθαι ἀλλήλων οὐδὲ σμικρὸν χρόνον.
214Plato, Convivium, p1, 195; 10 (auctor c.425BC-347BC)
ἐγὼ δὲ Φαίδρῳ πολλὰ ἄλλα ὁμολογῶν τοῦτο οὐχ ὁμολογῶ, ὡς Ἔρως Κρόνου καὶ Ἰαπετοῦ ἀρχαιότερός ἐστιν, ἀλλά φημι νεώτατον αὐτὸν εἶναι θεῶν καὶ ἀεὶ νέον, τὰ δὲ παλαιὰ πράγματα περὶ θεούς, ἃ Ἡσίοδος καὶ Παρμενίδης λέγουσιν, Ἀνάγκῃ καὶ οὐκ Ἔρωτι γεγονέναι, εἰ ἐκεῖνοι ἀληθῆ ἔλεγον· οὐ γὰρ ἂν ἐκτομαὶ οὐδὲ δεσμοὶ ἀλλήλων ἐγίγνοντο καὶ ἄλλα πολλὰ καὶ βίαια, εἰ Ἔρως ἐν αὐτοῖς ἦν, ἀλλὰ φιλία καὶ εἰρήνη, ὥσπερ νῦν, ἐξ οὗ Ἔρως τῶν θεῶν βασιλεύει.
215Plato, Gorgias, p1, 507; 13 (auctor c.425BC-347BC)
οὔτε γὰρ ἂν ἄλλῳ ἀνθρώπῳ προσφιλὴς ἂν εἴη ὁ τοιοῦτος οὔτε θεῷ· κοινωνεῖν γὰρ ἀδύνατος, ὅτῳ δὲ μὴ ἔνι κοινωνία, φιλία οὐκ ἂν εἴη.
216Plato, Leges, 1a, 653; 5 (auctor c.425BC-347BC)
παιδείαν δὴ λέγω τὴν παραγιγνομένην πρῶτον παισὶν ἀρετήν· ἡδονὴ δὴ καὶ φιλία καὶ λύπη καὶ μῖσος ἂν ὀρθῶς ἐν ψυχαῖς ἐγγίγνωνται μήπω δυναμένων λόγῳ λαμβάνειν, λαβόντων δὲ τὸν λόγον, συμφωνήσωσι τῷ λόγῳ ὀρθῶς εἰθίσθαι ὑπὸ τῶν προσηκόντων ἐθῶν, αὕτη 'σθ' ἡ συμφωνία σύμπασα μὲν ἀρετή, τὸ δὲ περὶ τὰς ἡδονὰς καὶ λύπας τεθραμμένον αὐτῆς ὀρθῶς ὥστε μισεῖν μὲν ἃ χρὴ μισεῖν εὐθὺς ἐξ ἀρχῆς μέχρι τέλους, στέργειν δὲ ἃ χρὴ στέργειν, τοῦτ' αὐτὸ ἀποτεμὼν τῷ λόγῳ καὶ παιδείαν προσαγορεύων, κατά γε τὴν ἐμὴν ὀρθῶς ἂν προσαγορεύοις.
217Plato, Leges, 1b, 693; 7 (auctor c.425BC-347BC)
δεῖ δὴ οὖν καὶ ἀναγκαῖον μεταλαβεῖν ἀμφοῖν τούτοιν, εἴπερ ἐλευθερία τ' ἔσται καὶ φιλία μετὰ φρονήσεως· ὃ δὴ βούλεται ἡμῖν ὁ λόγος προστάττειν, λέγων ὡς οὐκ ἄν ποτε τούτων πόλις ἄμοιρος γενομένη πολιτευθῆναι δύναιτ' ἂν καλῶς.
218Plato, Leges, 1b, 697; 8 (auctor c.425BC-347BC)
τούτου δὲ φθαρέντος, οὔθ' ἡ τῶν ἀρχόντων βουλὴ ὑπὲρ ἀρχομένων καὶ τοῦ δήμου βουλεύεται, ἀλλ' ἕνεκα τῆς αὑτῶν ἀρχῆς, ἄν τι καὶ σμικρὸν πλέον ἑκάστοτε ἡγῶνται ἔσεσθαί σφισιν, ἀναστάτους μὲν πόλεις, ἀνάστατα δὲ ἔθνη φίλια πυρὶ καταφθείραντες, ἐχθρῶς τε καὶ ἀνηλεήτως μισοῦντες μισοῦνται· ὅταν τε εἰς χρείαν τοῦ μάχεσθαι περὶ ἑαυτῶν τοὺς δήμους ἀφικνῶνται, οὐδὲν κοινὸν ἐν αὐτοῖς αὖ μετὰ προθυμίας τοῦ ἐθέλειν κινδυνεύειν καὶ μάχεσθαι ἀνευρίσκουσιν, ἀλλὰ κεκτημένοι μυριάδας ἀπεράντους λογισμῷ, ἀχρήστους εἰς πόλεμον πάσας κέκτηνται, καὶ καθάπερ ἐνδεεῖς ἀνθρώπων μισθούμενοι, ὑπὸ μισθωτῶν καὶ ὀθνείων ἀνθρώπων ἡγοῦνταί ποτε σωθήσεσθαι.
219Plato, Leges, 1b, 698; 6 (auctor c.425BC-347BC)
καὶ πρὸς τούτοις δὴ τὸ μέγεθος τοῦ στόλου κατά τε γῆν καὶ κατὰ θάλατταν γενόμενον, φόβον ἄπορον ἐμβαλόν, δουλείαν ἔτι μείζονα ἐποίησεν ἡμᾶς τοῖς τε ἄρχουσιν καὶ τοῖς νόμοις δουλεῦσαι, καὶ διὰ πάντα ταῦθ' ἡμῖν συνέπεσε πρὸς ἡμᾶς αὐτοὺς σφόδρα φιλία.
220Plato, Leges, 1g, 837; 4 (auctor c.425BC-347BC)
Ἀθηναῖος φιλία τοίνυν ἡ μὲν ἀπὸ ἐναντίων δεινὴ καὶ ἀγρία καὶ τὸ κοινὸν οὐ πολλάκις ἔχουσα ἐν ἡμῖν, ἡ δ' ἐκ τῶν ὁμοίων ἥμερός τε καὶ κοινὴ διὰ βίου· μεικτὴ δὲ ἐκ τούτων γενομένη πρῶτον μὲν καταμαθεῖν οὐ ῥᾳδία, τί ποτε βούλοιτ' ἂν αὑτῷ γενέσθαι τὸν τρίτον ἔρωτά τις ἔχων τοῦτον, ἔπειτα εἰς τοὐναντίον ὑπ' ἀμφοῖν ἑλκόμενος ἀπορεῖ, τοῦ μὲν κελεύοντος τῆς ὥρας ἅπτεσθαι, τοῦ δὲ ἀπαγορεύοντος.
221Plato, Lysis, p1, 216; 5 (auctor c.425BC-347BC)
εἶεν, ἦν δ' ἐγώ· οὐκ ἀλλόκοτον, ὦ Μενέξενε· καὶ ἡμῖν εὐθὺς ἅσμενοι ἐπιπηδήσονται οὗτοι οἱ πάσσοφοι ἄνδρες, οἱ ἀντιλογικοί, καὶ ἐρήσονται εἰ οὐκ ἐναντιώτατον ἔχθρα φιλίᾳ· οἷς τί ἀποκρινούμεθα· ἢ οὐκ ἀνάγκη ὁμολογεῖν ὅτι ἀληθῆ λέγουσιν· ἀνάγκη.
222Plato, Lysis, p1, 221; 21 (auctor c.425BC-347BC)
πῶς δ' οὔ· τοῦ οἰκείου δή, ὡς ἔοικεν, ὅ τε ἔρως καὶ ἡ φιλία καὶ ἡ ἐπιθυμία τυγχάνει οὖσα, ὡς φαίνεται, ὦ Μενέξενέ τε καὶ Λύσι.
223Plato, Parmenides, p1, 128; 2 (auctor c.425BC-347BC)
μανθάνω, εἰπεῖν τὸν Σωκράτη, ὦ Παρμενίδη, ὅτι Ζήνων ὅδε οὐ μόνον τῇ ἄλλῃ σου φιλίᾳ βούλεται ᾠκειῶσθαι, ἀλλὰ καὶ τῷ συγγράμματι.
224Plato, Phaedrus, p1, 256; 6 (auctor c.425BC-347BC)
ταῦτα τοσαῦτα, ὦ παῖ, καὶ θεῖα οὕτω σοι δωρήσεται ἡ παρ' ἐραστοῦ φιλία· ἡ δὲ ἀπὸ τοῦ μὴ ἐρῶντος οἰκειότης, σωφροσύνῃ θνητῇ κεκραμένη, θνητά τε καὶ φειδωλὰ οἰκονομοῦσα, ἀνελευθερίαν ὑπὸ πλήθους ἐπαινουμένην ὡς ἀρετὴν
225Plato, Phaedrus, p1, 279; 5 (auctor c.425BC-347BC)
Σωκράτης οὐκοῦν εὐξαμένῳ πρέπει τοῖσδε πορεύεσθαι· Φαῖδρος τί μήν· Σωκράτης ὦ φίλε Πάν τε καὶ ἄλλοι ὅσοι τῇδε θεοί, δοίητέ μοι καλῷ γενέσθαι τἄνδοθεν· ἔξωθεν δὲ ὅσα ἔχω, τοῖς ἐντὸς εἶναί μοι φίλια.
226Plato, Politicus, p1, 306; 14 (auctor c.425BC-347BC)
Νεώτερος Σωκράτης πῶς λέγεις· Ξένος οὐκ εἰωθότα λόγον οὐδαμῶς· πάντα γὰρ οὖν δὴ ἀλλήλοις τά γε τῆς ἀρετῆς μόρια λέγεταί που φίλια.
227Plato, Politicus, p1, 311; 7 (auctor c.425BC-347BC)
Νεώτερος Σωκράτης πῶς γὰρ οὔ· Ξένος τοῦτο δὴ τέλος ὑφάσματος εὐθυπλοκίᾳ συμπλακὲν γίγνεσθαι φῶμεν πολιτικῆς πράξεως τὸ τῶν ἀνδρείων καὶ σωφρόνων ἀνθρώπων ἦθος, ὁπόταν ὁμονοίᾳ καὶ φιλίᾳ κοινὸν συναγαγοῦσα αὐτῶν τὸν βίον ἡ βασιλικὴ τέχνη, πάντων μεγαλοπρεπέστατον ὑφασμάτων καὶ ἄριστον ἀποτελέσασα [ὥστ' εἶναι κοινόν] τούς τ' ἄλλους ἐν ταῖς πόλεσι πάντας δούλους καὶ ἐλευθέρους ἀμπίσχουσα, συνέχῃ τούτῳ τῷ πλέγματι, καὶ καθ' ὅσον εὐδαίμονι προσήκει γίγνεσθαι πόλει τούτου μηδαμῇ μηδὲν ἐλλείπουσα ἄρχῃ τε καὶ ἐπιστατῇ.
228Plato, Respublica, 1c, 442; 9 (auctor c.425BC-347BC)
τί δέ· σώφρονα οὐ τῇ φιλίᾳ καὶ συμφωνίᾳ τῇ αὐτῶν τούτων, ὅταν τό τε ἄρχον καὶ τὼ ἀρχομένω τὸ λογιστικὸν ὁμοδοξῶσι δεῖν ἄρχειν καὶ μὴ στασιάζωσιν αὐτῷ· σωφροσύνη γοῦν, ἦ δ' ὅς, οὐκ ἄλλο τί ἐστιν ἢ τοῦτο, πόλεώς τε καὶ ἰδιώτου.
229Plato, Respublica, 1i, 595; 5 (auctor c.425BC-347BC)
πῇ δή, ἔφη, διανοούμενος λέγεις· ῥητέον, ἦν δ' ἐγώ· καίτοι φιλία γέ τίς με καὶ αἰδὼς ἐκ παιδὸς ἔχουσα περὶ Ὁμήρου ἀποκωλύει λέγειν.
230Plato, Sophistes, p1, 242; 15 (auctor c.425BC-347BC)
Ἰάδες δὲ καὶ Σικελαί τινες ὕστερον Μοῦσαι συνενόησαν ὅτι συμπλέκειν ἀσφαλέστατον ἀμφότερα καὶ λέγειν ὡς τὸ ὂν πολλά τε καὶ ἕν ἐστιν, ἔχθρᾳ δὲ καὶ φιλίᾳ συνέχεται.
231Plato, Timaeus, p1, 54; 3 (auctor c.425BC-347BC)
διότι δέ, λόγος πλείων· ἀλλὰ τῷ τοῦτο ἐλέγξαντι καὶ ἀνευρόντι δὴ οὕτως ἔχον κεῖται φίλια τὰ ἆθλα.
232Plotinus, Enneades, 3, 2, 2; 1 (auctor c.205-270)
Ὑφίσταται γοῦν ἐκ τοῦ κόσμου τοῦ ἀληθινοῦ ἐκείνου καὶ ἑνὸς κόσμος οὗτος οὐχ εἷς ἀληθῶς· πολὺς γοῦν καὶ εἰς πλῆθος μεμερισμένος καὶ ἄλλο ἀπ᾽ ἄλλου ἀφεστηκὸς καὶ ἀλλότριον γεγενημένον καὶ οὐκέτι φιλία μόνον, ἀλλὰ καὶ ἔχθρα τῇ διαστάσει καὶ ἐν τῇ ἐλλείψει ἐξ ἀνάγκης πολέμιον ἄλλο ἄλλῳ.
233Plotinus, Enneades, 4, 4, 40; 2 (auctor c.205-270)
Καὶ γὰρ μηδενὸς μηχανωμένου ἄλλου πολλὰ ἕλκεται καὶ γοητεύεται· καὶ ἡ ἀληθινὴ μαγεία ἡ ἐν τῷ παντὶ φιλία καὶ τὸ νεῖκος αὖ.
234Plotinus, Enneades, 5, 1, 9; 3 (auctor c.205-270)
Τῷ δὲ Ἐμπεδοκλεῖ τὸ νεῖκος μὲν διαιρεῖ, ἡ δὲ φιλία τὸ ἕν – ἀσώματον δὲ καὶ αὐτὸς τοῦτο – τὰ δὲ στοιχεῖα ὡς ὕλη.
235Plotinus, Enneades, 6, 7, 14; 5 (auctor c.205-270)
Ἡ δὲ διαίρεσις ἔγκειται οὐ συγκεχυμένων, καίτοι εἰς ἓν ὄντων, ἀλλ᾽ ἔστιν ἡ λεγομένη ἐν τῷ παντὶ φιλία τοῦτο, οὐχ ἡ ἐν τῷδε τῷ παντί· μιμεῖται γὰρ αὕτη ἐκ διεστηκότων οὖσα φίλη· ἡ δὲ ἀληθὴς πάντα ἓν εἶναι καὶ μήποτε διακριθῆναι.