'φυσικός' - search in All Authors, Showing 1 to 7 of 7 hits

1Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0669B
Κᾀμοὶ γὰρ, ἵνα τρανώσω παραδείγματι τὸ περὶ σωτῆρος λεχθὲν· ὁ φυσικὸς μου λόγος συγγενής ἐστι καὶ κατάλληλος ὄντι λογικῳ τε καὶ νοερῷ τὴν ψυχὴν, ἧς κατὰ φύσιν ἐστὶν αὐτοκίνητος ἐνέργειά τε καὶ πρώτη δύναμις, ἀεικίνητος, ὁ λόγος φυσικῶς αὑτῆς πηγαζόμενος· ὃν ῥηματίσας τε καὶ γραμμαῖς εὖ χαράξας, γλώσσῃ μὲν ὀργανικῶς, ὅτε χρὴ προφέρω, καὶ γράμμασι τεχνικῶς διὰ τῶν ἀνομοίων μὴ τραπὲντα δεικνὺς αὐτὸν ἐξακουόμενον.
2Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0669B
Οὐ γὰρ γλώσσης καὶ γραμμάτων ὁ φυσικός μου λόγος ἐστι· κᾂν δι' αὐτῶν αὐτοῦ ποιοῦμαι τὴν προφοράν.
3Aristoteles, De anima, 1, I 1; 27 (auctor 384BC-322BC)
Διαφερόντως δ’ ἂν ὁρίσαιντο φυσικός τε καί διαλεκτικός ἕκαστον αὐτῶν, οἷον ὀργή τί ἐστίν· ὁ μέν γάρ ὄρεξιν ἀντιλυπήσεως ἤ τι τοιοῦτον, ὁ δέ ζέσιν τοῦ περί καρδίαν αἵματος καί θερμοῦ.
4Aristoteles, De anima, 1, I 1; 30 (auctor 384BC-322BC)
Τίς οὖν ὁ φυσικός τούτων; Πότερον ὁ περί τήν ὕλην, τόν δέ λόγον ἀγνοῶν, ἢ ὁ περί τόν λόγον μόνον; Ἢ μᾶλλον ὁ ἐξ ἀμφοῖν; Ἐκείνων δέ δή τίς ἑκάτερος; Ἢ οὐκ ἔστι τις ὁ περί τά πάθη τῆς ὕλης τά μή χωριστά, μηδ’ ᾗ χωριστά, ἀλλ’ ὁ φυσικός περί ἅπανθ’ ὅσα τοῦ τοιουδί σώματος καί τῆς τοιαύτης ὕλης ἔργα καί πάθη· ὁπόσα δέ μή ᾖ τοιαῦτα, ἄλλος, καί περί τινῶν μέν τεχνίτης, ἐάν τύχῃ, οἷον τέκτων ἢ ἰατρός, τῶν δέ μή χωριστῶν μέν, ᾗ δέ μή τοιούτου σώματος πάθη καί ἐξ ἀφαιρέσεως, ὁ μαθηματικός, ᾗ δέ κεχωρισμένα, ὁ πρῶτος φιλόσοφος.
5Aristoteles, Ethica Nicomachea, 6, 9; 5 (auctor 384BC-322BC)
αἴτιον δ' ὅτι καὶ τῶν καθ' ἕκαστά ἐστιν ἡ φρόνησις, ἃ γίνεται γνώριμα ἐξ ἐμπειρίας, νέος δ' ἔμπειρος οὐκ ἔστιν· πλῆθος γὰρ χρόνου ποιεῖ τὴν ἐμπειρίαν· ἐπεὶ καὶ τοῦτ' ἄν τις σκέψαιτο, διὰ τί δὴ μαθηματικὸς μὲν παῖς γένοιτ' ἄν, σοφὸς δ' ἢ φυσικὸς οὔ.
6Aristoteles, Metaphysica, 2, 3; 7 (auctor 384BC-322BC)
διόπερ οὐ φυσικὸς ὁ τρόπος· ἅπασα γὰρ ἴσως ἡ φύσις ἔχει ὕλην.
7Dionysius Exiguus Incertus, De inventione capitis Ioannis Baptistae, 67, 0446B (auctor c.470–c.544)
Τρεῖς καὶ οἱ δοθέντες τούτῳ νόμοι πρὸς ἐπανόρθωσιν, φυσικὸς ἅμα καὶ γραπτὸς, καὶ ὁ τῆς χάριτος· ἐν τρισὶ θεωρίαις καὶ ὁ νοῦς ἀνάγει τὴν ἔφεσιν· ὁρατῇ, φημι, καὶ νοητῇ, καὶ τῇ ὑπὲρ τὴν νόησιν.