'χάριν' - search in All Authors, Showing 1 to 500 of 788 hits      Show next 288

1Adrianus I, Epistolae, 96, 1235C
Τοὺς οὖν παλαιοὺς τύπους καὶ τὰς σκιὰς, ὡς τῆς ἀληθείας σύμβολά τε καὶ προχαράγματα τῇ Ἐκκλησίᾳ παραδεδομένα [ἀλ. παραδεδομένους] κατασπαζόμενοι, τὴν χάριν προτιμῶμεν καὶ τὴν ἀλήθειαν, ὡς πλήρωμα νόμου ταύτην ὑποδεξάμενοι.
2Agapetus I, Epistolae, 66, 0047C
Ἠβουλόμεθα μὲν, ἀγαπητοὶ ἀδελφοὶ, διὰ τὴν τῆς ἡμετέρας ἀγάπης συνάφειαν, πάντας τοὺς τοῦ Κυρίου ἱερεῖς κατὰ τὴν ἀποστολικὴν παράδοσιν ἀνεπιλήπτους εὑρίσκεσθαι, καὶ μηδένα ἢ διὰ χάριν, ἢ διὰ φόβον, τῶν ἐκκλησιαστικῶν κανόνων ἐκκλίνειν· ἀλλ' ἐπεὶ πολλὰ πολλάκις παρακολουθεῖ, ἅ τινα μεταμέλειαν τίκτειν δύναται, καὶ νικᾷ τὰ πλημμελήματα τῶν ἁμαρτανόντων τὸ ἔλεος τοῦ Θεοῦ, καὶ διὰ τοῦτο ὑπερτίθεται ἡ τιμωρία, ὡς ἄν τόπον εὑρεῖν ἡ διόρθωσις δυνηθείη, παραινέσαι ἀναγκαῖον ἐκρίναμεν, ἵνα τὰ παραληφθέντα, κᾂν τὸ λοιπὸν, ἀπαράβατα φυλαχθείη· ἐχρῆν μὲν γὰρ τὴν ὑμετέραν ἀγάπην, μεμνημένην τῶν πατρικῶν παραδόσεων, μηδένα συγχωρεῖν τὰ κεκωλυμένα ποιεῖν, ἀλλὰ καὶ εἴ τις τολμηρὸς φανείη, πάσῃ δυνάμει ἐναντιοῦσθαι.
3Agapetus I, Epistolae, 66, 0059B
Καὶ γὰρ τούτου χάριν εἴς τε τὴν Ῥωμαίων πρὸς ἡμᾶς ἐξαπεστείλαμεν, καὶ τὴν ὑμετέραν δὲ εὐκταίαν εὐαγγελισθέντες παρουσίαν, ἐξεδεξάμεθα ταύτην, τοιαύτας παρὰ τοῦ εὐσεβεστάτου ἡμῶν βασιλέως ὑποσχέσεις δεζάμενοι, ὅτι τὰ παρ' ἡμῶν ἐπ αὐτοῖς κανονικῶς ψηφιζόμενα σπουδάζει ἡ αὐτοῦ εὐσέβεια παντὶ τρόπῳ πέρατι παραδοῦναι, καὶ τῆς χρονίας τούτων ταραχῆς πάντα τὸν κόσμον λοιπὸν ἐλευθερῶσαι, τὰς δὲ προσηγορίας τῶν εἰρημένων ἐπισκόπων, κληρικῶν, καὶ μοναχῶν, καιρῷ δέοντι ἐξονομάσομεν, παριστῶντες, πῶς οἱ μὲν τὰ Νεστορίου, οἱ δὲ τὰ Εὐτυχέος φρονοῦντες, ἐφ' ἑκάτερα διασπᾶν τὴν ἐκκλησίαν ἐπιχειροῦσιν.
4Agatho papa, Epistolae, 87, 1223D
» Πρὸς τούτοις ἀπολογητέον ἐστὶν ἡμῖν τοῖς ἐλαχίστοις οἰκέταις πρὸς τὴν εὐμένειαν τῶν γαληνοτάτων ἡμῶν δεσποτῶν χάριν τῆς βραδύτητος τῶν σταλέντων ἐκ τῆς ἡμετέρας συνόδου προσώπων, οὓς σταλῆναι διὰ τῆς σεβασμίας αὐτῆς σάκρας ἡ ὑμετέρα κορυφὴ παρεκελεύσατο.
5Agatho papa, Epistolae, 87, 1230B
Ἀγάθων ἐπίσκοπος τῆς ἁγίας τοῦ Θεοῦ καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας πόλεως Ῥώμης, ταύτῃ τῇ ἀναφορᾷ, ἅμα τῷ κοινῷ ὅλης τῆς συνόδου τοῦ ἀποστολικοῦ θρόνου, τῇ γενομένῃ χάριν τῆς ὀρθότητος τῆς ἀποστολικῆς ὁμολογίας, ὡς ἀνωτέρω περιέχεται, φρονῶν ὑπέγραψα.
6Agatho papa, Epistolae, 87, 1238B
Μανσούετος κατὰ Θεοῦ χάριν ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Μεδιολάνου, ταύτῃ τῇ ἀναφορᾷ, τῇ κοινῶς γενομένῃ παρὰ πάντων ἡμῶν ὑπὲρ τῆς ἀποστολικῆς ἡμῶν πίστεως συνῄνεσα, καὶ ὑπέγ.
7Agatho papa, Epistolae, 87, 1247C
Ἡ ἁγία καὶ οἰκουμενικὴ σύνοδος, ἡ κατὰ Θεοῦ χάριν καὶ πανευσεβὲς θέσπισμα τοῦ εὐσεβεστάτου καὶ πιστοτάτου μεγάλου βασιλέως Κωνσταντίνου συναχθεῖσα ἐν ταύτῃ τῇ Θεοφυλάκτῳ καὶ βασιλίδι Κωνσταντινουπόλει νέᾳ Ῥώμῃ ἐν τῷ σεκρέτῳ τοῦ θείου παλατίου τῷ οὕτως ἐπιλεγομένῳ Τρούλλῳ, τῷ ἁγιωτάτῳ καὶ μακαριωτάτῳ πάπᾳ τῆς πρεσβυτέρας Ῥώμης Ἀγάθωνι ἐν Κυρίῳ χαίρειν.
8Agatho papa, Epistolae, 87, 1250D
Ἀλλὰ καὶ πρὸς ἐπιστροφὴν μετανοίας ὅ, τε γαληνότατος βασιλεὺς καὶ ἡμεῖς διαφόρως τούτους προετρεψάμεθα· καὶ μεθ' ὅλης τῆς εὐσεβείας τὰ πάντα πεπράχαμεν, οὐδὲν πρὸς χάριν ἢ ἀπέχθειαν διαγενόμενοι [ἴσ., διεγειρόμενοι] καθὼς ὑμᾶς ἔνεστιν ἐκ τῶν ἤδη κεκινημένων ἐφ' ἑκάστῳ τῶν παρηκολουθηκότων καὶ ἐγγράφως ὑπομνηματισθέντων, τῶν καὶ ἐπὶ τοῦ παρόντος τῇ ὑμῶν ἐσταλμένων μακαριότητι, γνῶναι τὴν δύναμιν· εἶτα δὲ καὶ διὰ τῶν ἀναπληρωσάντων τὸ πρόσωπον τῆς ὑμετέρας ἁγιότητος Θεοδώρου καὶ Γεωργίου τῶν Θεοφιλεστάτων πρεσβυτέρων, καὶ Ἰωάννου τοῦ θεοσεβεστάτου διακόνου, καὶ Κωνσταντίνου τοῦ εὐλαβεστάτου ὑποδιακόνου τῶν ὑμετέρων πνευματικῶν τέκνων, καὶ ἠγαπημένων ἡμῖν ἀδελφῶν· καὶ τῶν ἐκ τῆς καθ' ὑμᾶς ἁγίας συνόδου σταλέντων ὁσιωτάτων ἐπισκόπων, ὀρθῶς καὶ χρηστῶς κατὰ τὴν ὑμῶν παίδευσιν ἐν τῷ πρώτῳ τῆς πίστεως σὺν ἡμῖν ἀγωνισαμένων κεφαλαίῳ.
9Agatho papa, Epistolae, 87, 1186B
Κᾂν εἰ γὰρ ἀναρίθμητα καὶ τῶν ἄλλων ἁγίων Πατέρων ὑπάρχωσι τὰ πονήματα, ὅμως ὀλίγας χρήσεις ἀπὸ τῶν βιβλίων τῶν Γραικῶν ἐν ταύτῃ μου τῇ μετρίᾳ ἀναφορᾷ ῥᾳθυμίας [ἴσ., βαρυθυμίας] χάριν ὑπετάξαμεν.
10Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0571C
Βεβαιότερον δέ μοι τοῦτον πεποίηκεν ἐκ τῆς πρεσβυτέρας Ῥώμης ἐπανελθὼν ὁ ὁσιώτατος πρεσβύτερος κύριος ἀββᾶς Ἀναστάσιος, ἀνὴρ, εἰ καί τις ἄλλος, ἀρετῇ τε θείᾳ καὶ φρονήσει κεκοσμημένος· καὶ φήσας ὡς πολὺς αὑτῷ λόγος κεκίνηται πρὸς τοὺς ἐκεῖσε τῆς μεγάλης ἐκκλησίας ἱερωτάτους ἄνδρας, διὰ τὴν πρὸς Σέργιον ἐξ αὐτῶν γραφεῖσαν ἐπιστολὴν, ὅτου χάριν καὶ πῶς αὐτῇ διερωτῶν ἐνετάγη τὸ ἓν θέλημα; καὶ εὗραν ἀσχαλῶντας ἐν τούτῳ, καὶ ἀπολογουμένους, καὶ πρὸς αὐτοῖς τὸν ταύτην ἐν λατίνοις ὑπαγορεύσαντα, κατὰ κέλευσιν αὐτοῦ κύριον ἀββᾶν Ἰωάννην τὸν ἁγιώτατον σύμπονον, ἰσχυριζόμενον, ὡς οὐδαμῶς ἐπίμνησιν ἐν αὐτῇ δι' ἀριθμοῦ πεποίηνται ἑνὸς τὸ παράπαν θελήματος, εἰ καὶ τοῦτο νῦν ἀνεπλάσθη παρὰ τῶν ταύτην ἐρμηνευσάντων εἰς τὴν Ἑλλάδα φωνήν.
11Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0573A
Ἀναγκαίως οὖν καὶ τοῦτο μαθὼν δεδήλωκά σοι, θεοτίμητε Πάτερ, ὡς ἂν διὰ πάντων φραξάμενος ἔχοις ὅπως διακρούσῃ τῶν ἐναντίων τὰς φάλαγγας, λόγῳ τε βάλλων εὐτόνος καὶ πίστει κατὰ κράτος υπερνικῶν, δόξαν τε τὴν τοῦ Μονογενοῦς ἐντεῦθεν εἰς ἀνάῤῥησιν ἔχων, καὶ διάδημα τὴν αὐτοῦ κατὰ χάριν κοινωνίαν καὶ ἕνωσιν.
12Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0609A
» Εἰ δὲ οἰκονομίας χάριν συναναιρεῖται τῇ κακοπιστίᾳ ἡ σωτὴριος πίστις, χωρισμὸς Θεοῦ παντελὴς, ἀλλ' οὐχ ἕνωσις Θεοῦ ἐστι τὸ τοιοῦτον εἶδος τῆς λέγομένης οἰκονομίας.
13Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0617B
Πάντες ἔμαθον τὰς πανουργίας αὐτοῦ, ἃ ἐποίησε πρὸς τὸ λαθεῖν· ποτὲ μὲν λέγων, ὅτι ἀδελφαὶ αὐτοῦ εἰσι, ποτὲ δὲ, ὅτι διὰ τὸ μὴ κοινωνῆσαι τῇ Ἐκκλησίᾳ Κωνσταντινουπόλεως ἐπῇρε αὐτὰς, ἵνα μὴ χρανθῶσι τῇ αἱρετικῇ κοινωνίᾳ Ἀλλὰ καὶ πάλιν ἐὰν λείψῃ αὐτῷ σπατάλη, καὶ εὔρῃ χῶραν μὴ γνωρίζουσαν αὐτὸν, τὰ αὐτὰ ποιεῖ, αἰσχροῦ κέρδους χάριν, καὶ ῥυπαρᾶς ἡδονῆς.
14Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0623A
Καὶ πρὸς τὸ γνῶναί σε, καὶ προσθήκην εὐχῆς τῷ Θεῷ ποιήσασθαι καὶ δεήσεως, ἐμφανῇ σοι τὰ δηλωθέντα πεποίηκα, παρακαλῶν τῷ κυρίῳ Θείῳ, καὶ τοῖς ἐκεῖ σὺν αὐτῷ Πατράσεν ἡμῶν ἁγίοις γνώριμα καταστῆσαι ταῦτα, τῆς αὐτῆς χάριν αἰτίας.
15Aristoteles, Physica, 2, 3; 2
ἐπεὶ γὰρ τοῦ εἰδέναι χάριν ἡ πραγματεία, εἰδέναι δὲ οὐ πρότερον οἰόμεθα ἕκαστον πρὶν ἂν λάβωμεν τὸ διὰ τί περὶ ἕκαστον (τοῦτο δ' ἐστὶ τὸ λαβεῖν τὴν πρώτην αἰτίαν), δῆλον ὅτι καὶ ἡμῖν τοῦτο ποιη τέον καὶ περὶ γενέσεως καὶ φθορᾶς καὶ πάσης τῆς φυσικῆς μεταβολῆς, ὅπως εἰδότες αὐτῶν τὰς ἀρχὰς ἀνάγειν εἰς αὐτὰς πειρώμεθα τῶν ζητουμένων ἕκαστον.
16Aristoteles, Analytica priora, 1, I 25; 15 (auctor 384BC-322BC)
Εἰ δέ μή οὕτως ἔχοι τό Γ πρός τό Δ ὥστε ποιεῖν συλλογισμόν, μάτην ἔσται εἰλημμένα, εἰ μή ἐπαγωγῆς ἢ κρύψεως ἤ τινος ἄλλου τῶν τοιούτων χάριν.
17Aristoteles, Analytica priora, 1, I 28; 33 (auctor 384BC-322BC)
Δῆλον δέ καί ὅτι ὁποῖα ταὐτά ληπτέον τά κατά τήν ἐπίσκεψιν, καί οὐχ ὁποῖα ἕτερα ἢ ἐναντία, πρῶτον μέν ὅτι τοῦ μέσου χάριν ἡ ἐπίβλεψις, τό δέ μέσον οὐχ ἕτερον ἀλλά ταὐτόν δεῖ λαβεῖν.
18Aristoteles, Athenaion Politeia, p2, 16, 3; 4 (auctor 384BC-322BC)
τοῦτο δ' ἐποίει δυοῖν χάριν, ἵνα μήτε ἐν τῷ ἄστει διατρίβωσιν, ἀλλὰ διεσπαρμένοι κατὰ τὴν χώραν, καὶ ὅπως εὐποροῦντες τῶν μετρίων καὶ πρὸς τοῖς ἰδίοις ὄντες, μήτ' ἐπιθυμῶσι μήτε σχολάζωσιν ἐπιμελεῖσθαι τῶν κοινῶν.
19Aristoteles, Athenaion Politeia, p2, 18, 6; 9 (auctor 384BC-322BC)
καὶ τέλος ὡς οὐκ ἐδύνατο πάντα ποιῶν ἀποθανεῖν, ἐπαγγειλάμενος ὡς ἄλλους μηνύσων πολλούς, καὶ πείσας αὑτῷ τὸν Ἱππίαν δοῦναι τὴν δεξιὰν πίστεως χάριν, ὡς ἔλαβεν ὀνειδίσας ὅτι τῷ φονεῖ τἀδελφοῦ τὴν δεξιὰν δέδωκε, οὕτω παρώξυνε τὸν Ἱππίαν, ὥσθ' ὑπὸ τῆς ὀργῆς οὐ κατέσχεν ἑαυτόν, ἀλλὰ σπασάμενος τὴν μάχαιραν διέφθειρεν αὐτόν.
20Aristoteles, Athenaion Politeia, p2, 22, 6; 11 (auctor 384BC-322BC)
ἐπὶ μὲν οὖν ἔτη γ # τοὺς τῶν τυράννων φίλους ὠστράκιζον, ὧν χάριν ὁ νόμος ἐτέθη, μετὰ δὲ ταῦτα τῷ τετάρτῳ ἔτει καὶ τῶν ἄλλων εἴ τις δοκοίη μείζων εἶναι μεθίσταντο· καὶ πρῶτος ὠστρακίσθη τῶν ἄπωθεν τῆς τυραννίδος Ξάνθιππος ὁ Ἀρίφρονος.
21Aristoteles, Athenaion Politeia, p2, 29, 4; 6 (auctor 384BC-322BC)
ἐὰν δέ τις τούτων χάριν ἢ ζημιοῖ ἢ προσκαλῆται ἢ εἰσάγῃ εἰς δικαστήριον, ἔνδειξιν αὐτοῦ εἶναι καὶ ἀπαγωγὴν πρὸς τοὺς στρατηγούς, τοὺς δὲ στρατηγοὺς παραδοῦναι τοῖς ἕνδεκα θανάτῳ ζημιῶσαι.
22Aristoteles, Athenaion Politeia, p2, 35, 3; 4 (auctor 384BC-322BC)
κατ' ἀρχὰς μὲν οὖν ταῦτ' ἐποίουν, καὶ τοὺς συκοφάντας καὶ τοὺς τῷ δήμῳ πρὸς χάριν ὁμιλοῦντας παρὰ τὸ βέλτιστον καὶ κακοπράγμονας ὄντας καὶ πονηροὺς ἀνῄρουν, ἐφ' οἷς ἔχαιρεν ἡ πόλις γιγνομένοις, ἡγούμενοι τοῦ βελτίστου χάριν ποιεῖν αὐτούς.
23Aristoteles, De anima, 1, I 3; 39 (auctor 384BC-322BC)
Ἀεί δέ δή τι νοήσει· δεῖ γάρ, εἴπερ ἀΐδιος ἡ περιφορά· τῶν μέν γάρ πρακτικῶν νοήσεων ἔστι πέρατα (πᾶσαι γάρ ἑτέρου χάριν), αἱ δέ θεωρητικαί τοῖς λόγοις ὁμοίως ὁρίζονται.
24Aristoteles, De caelo, 2, 5, 2; 5 (auctor 384BC-322BC)
Τὰς μὲν οὖν ἀκριβεστέρας ἀνάγκας, ὅταν τις ἐπιτύχῃ, τότε χάριν ἔχειν δεῖ τοῖς εὑρίσκουσι, νῦν δὲ τὸ φαινόμενον ῥητέον.
25Aristoteles, De divinatione per somnum, 2; 1 (auctor 384BC-322BC)
Ὅλως δ’ ἐπεὶ καὶ τῶν ἄλλων ζῴων ὀνειρώττει τινά, θεόπεμπτα μὲν οὐκ ἂν εἴη τὰ ἐνύπνια, οὐδὲ γέγονε τούτου χάριν, δαιμόνια μέντοι· ἡ γὰρ φύσις δαιμονία, ἀλλ’ οὐ θεία.
26Aristoteles, De generatione animalium, 1, 4; 4 (auctor 384BC-322BC)
λείπεται τοίνυν βελτίονός τινος χάριν.
27Aristoteles, De generatione animalium, 1, 15; 5 (auctor 384BC-322BC)
ἡ δὲ τῆς πλεκτάνης τοῦ ἄρρενος διὰ τοῦ αὐλοῦ δίεσις ἐπὶ τῶν πολυπόδων, ᾗ φασιν ὀχεύειν πλεκτάνῃ οἱ ἁλιεῖς, συμπλοκῆς χάριν ἐστὶν ἀλλ' οὐχ ὡς ὀργάνου χρησίμου πρὸς τὴν γένεσιν· ἔξω γάρ ἐστι τοῦ πόρου καὶ τοῦ σώματος.
28Aristoteles, De generatione animalium, 1, 15; 6 (auctor 384BC-322BC)
ἐνίοτε δὲ συνδυάζονται καὶ ἐπὶ τὰ πρανῆ τὰ μαλάκια· πότερον δὲ γενέσεως χάριν ἢ δι' ἄλλην αἰτίαν οὐθὲν ὦπταί πω.
29Aristoteles, De generatione animalium, 2, 4; 18 (auctor 384BC-322BC)
ἕνεκα δὲ τοῦ βελτίονος καὶ τοῦ τέλους ἡ φύσις καταχρῆται πρὸς τὸν τόπον τοῦτον τῆς γενέσεως χάριν ὅπως οἷον ἔμελλε τοιοῦτον γένηται ἕτερον· ἤδη γὰρ ὑπάρχει δυνάμει γε ὂν τοιοῦτον οἵουπέρ ἐστι σώματος ἀπόκρισις.
30Aristoteles, De generatione animalium, 2, 4; 22 (auctor 384BC-322BC)
τοῦτο δ' ἐστὶν ὁ τόπος ὁ περὶ τὸ ὑπόζωμα πᾶσι τοῖς ἔχουσιν· ἀρχὴ γὰρ τῆς φύσεως ἡ καρδία καὶ τὸ ἀνάλογον, τὸ δὲ κάτω προσθήκη καὶ τούτου χάριν.
31Aristoteles, De generatione animalium, 2, 4; 67 (auctor 384BC-322BC)
τούτου γὰρ χάριν ἐν ταῖς ὑστέραις μένει τὸ ζῷον, ἀλλ' οὐχ ὡς Δημόκριτός φησιν ἵνα διαπλάττηται τὰ μόρια κατὰ τὰ μόρια τῆς ἐχούσης.
32Aristoteles, De generatione animalium, 3, 2; 21 (auctor 384BC-322BC)
Γίγνεται μὲν οὖν ἐπῳαζούσης, ὥσπερ εἴρηται, τῆς ὄρνιθος ὁ νεοττός· οὐ μὴν ἀλλὰ κἂν ἡ ὥρα ᾖ εὔκρατος ἢ ὁ τόπος ἀλεεινὸς ἐν ᾧ ἂν κείμενα τυγχάνωσιν ἐκπέττεται καὶ τὰ τῶν ὀρνίθων καὶ τὰ τῶν τετραπόδων καὶ ᾠοτόκων-πάντα γὰρ εἰς τὴν γῆν ἐκτίκτει, καὶ συμπέττονται ὑπὸ τῆς ἐν τῇ γῇ θερμότητος· ὅσα δ' ἐπῳάζει φοιτῶντα τῶν ᾠοτόκων καὶ τετραπόδων ταῦτα ποιεῖ μᾶλλον φυλακῆς χάριν.
33Aristoteles, De generatione animalium, 3, 4; 7 (auctor 384BC-322BC)
αὐξάνεται μὲν οὖν τὰ ᾠὰ ἐξ ἀνάγκης μὲν διὰ ταύτην τὴν αἰτίαν (ἔχει γὰρ περίττωμα ζυμῶδες), χάριν δὲ τοῦ βελτίονος· ἐν ταῖς ὑστέραις γὰρ ἀδύνατον αὐτοῖς λαμβάνειν ὅλην τὴν αὔξησιν διὰ τὴν τῶν ζῴων πολυτοκίαν τούτων.
34Aristoteles, De generatione animalium, 3, 5; 22 (auctor 384BC-322BC)
Συμβάλλεται δὲ πρὸς τὴν ἀπάτην αὐτοῖς καὶ τὸ ταχὺν εἶναι τὸν συνδυασμὸν τῶν τοιούτων ἰχθύων ὥστε πολλοὺς λανθάνειν καὶ τῶν ἁλιέων· οὐθεὶς γὰρ αὐτῶν οὐθὲν τηρεῖ τοιοῦτον τοῦ γνῶναι χάριν, ἀλλ' ὅμως ὠμμένος ὁ συνδυασμός ἐστιν.
35Aristoteles, De generatione animalium, 3, 8; 8 (auctor 384BC-322BC)
τὰ μὲν οὖν καραβώδη τὰ θήλεα πρὸς αὑτὰ ποιεῖται τὸν τόκον (διόπερ μείζους ἔχει τὰς πλάκας τὰ θήλεα αὐτῶν ἢ τὰ ἄρρενα, φυλακῆς χάριν τῶν ᾠῶν), τὰ δὲ μαλάκια ἔξω.
36Aristoteles, De generatione animalium, 3, 10; 9 (auctor 384BC-322BC)
τίνος γὰρ χάριν; πάντα γὰρ ὅσα πραγματεύεται περὶ τὰ τέκνα περὶ τὸν φαινόμενον οἰκεῖον διαπονεῖται γόνον.
37Aristoteles, De generatione animalium, 4, 8; 1 (auctor 384BC-322BC)
Τὸ δὲ γάλα γίγνεται τοῖς θήλεσιν ὅσα ζῳοτοκεῖ ἐν αὑτοῖς χρήσιμον μὲν εἰς τὸν χρόνον τὸν τοῦ τόκου· τῆς γὰρ τροφῆς χάριν αὐτὸ τῆς θύραζε ἐποίησεν ἡ φύσις τοῖς ζῴοις ὥστ' οὔτ' ἐλλείπειν αὐτὸ ἐν τῷ χρόνῳ τούτῳ οὐθὲν οὔθ' ὑπερβάλλειν οὐθέν· ὅπερ καὶ φαίνεται συμπῖπτον ἂν μή τι γένηται παρὰ φύσιν.
38Aristoteles, De generatione animalium, 5, 8; 1 (auctor 384BC-322BC)
Περὶ δὲ ὀδόντων, ὅτι μὲν οὐχ ἑνὸς χάριν οὐδὲ πάντα τοῦ αὐτοῦ ἕνεκα τὰ ζῷα ἔχουσιν ἀλλὰ τὰ μὲν διὰ τὴν τροφὴν τὰ δὲ καὶ πρὸς ἀλκὴν καὶ πρὸς τὸν ἐν τῇ φωνῇ λόγον, εἴρηται πρότερον· διότι δ' οἱ μὲν πρόσθιοι γίγνονται πρότερον οἱ δὲ γόμφιοι ὕστερον, καὶ οὗτοι μὲν οὐκ ἐκπίπτουσιν ἐκεῖνοι δ' ἐκπίπτουσι καὶ φύονται πάλιν, τοῖς περὶ γενέσεως λόγοις τὴν αἰτίαν συγγενῆ δεῖ νομίζειν.
39Aristoteles, De generatione animalium, 5, 8; 15 (auctor 384BC-322BC)
Ἐκπίπτουσι δὲ γενόμενοι τοῦ μὲν βελτίονος χάριν, ὅτι ταχὺ ἀμβλύνεται τὸ ὀξύ· δεῖ οὖν ἑτέρους διαδέχεσθαι πρὸς τὸ ἔργον.
40Aristoteles, De generatione animalium, 5, 8; 21 (auctor 384BC-322BC)
Δημόκριτος δὲ τὸ οὗ ἕνεκεν ἀφεὶς λέγειν πάντα ἀνάγει εἰς ἀνάγκην οἷς χρῆται ἡ φύσις-οὖσι μὲν τοιούτοις, οὐ μὴν ἀλλ' ἕνεκά τινος οὖσι καὶ τοῦ περὶ ἕκαστον βελτίονος χάριν.
41Aristoteles, De incessu animalium, 16, 3; 8 (auctor 384BC-322BC)
Τούτου δ' αἴτιον ἡ σκληρότης τῶν ποδῶν, καὶ ὅτι οὐ χρῶνται νεύσεως χάριν αὐτοῖς ἀλλὰ πορείας· πεζεύοντα γὰρ διατελοῦσι.
42Aristoteles, De incessu animalium, 17, 1; 1 (auctor 384BC-322BC)
Ἀλλὰ τῶν μὲν ἄλλων βλαισοῦνται τὰ κῶλα διὰ τὸ μαλακὰ εἶναι, τῶν δὲ καράβων ὄντων σκληροδέρμων οἱ πόδες εἰσὶν ἐπὶ τῷ νεῖν καὶ οὐ τοῦ βαδίζειν χάριν· τῶν δὲ καρκίνων ἡ κάμψις εἰς τὸ πλάγιον, καὶ οὐ βεβλαίσωται ὥσπερ τοῖς τε ᾠοτόκοις τῶν τετραπόδων καὶ τοῖς ἀναίμοις καὶ πολύποσι διὰ τὸ σκληρόδερμα εἶναι τὰ κῶλα καὶ ὀστρακώδη, ὄντι οὐ νευστικῷ καὶ τρωγλοδύτῃ· πρὸς τῇ γῇ γὰρ ὁ βίος.
43Aristoteles, De interpretatione, 13; 23 (auctor 384BC-322BC)
Ἀλλὰ τοῦτο μὲν τούτου χάριν εἴρηται, ὅτι οὐ πᾶσα δύναμις τῶν ἀντικειμένων, οὐδ᾿ ὅσαι λέγονται κατὰ τὸ αὐτὸ εἶδος.
44Aristoteles, De iuventute et senectute De vita et morte, 3; 10 (auctor 384BC-322BC)
Ὥστ’ ἀνάγκη καὶ τῆς αἰσθητικῆς καὶ τῆς θρεπτικῆς ψυχῆς ἐν τῇ καρδίᾳ τὴν ἀρχὴν εἶναι τοῖς ἐναίμοις· τὰ γὰρ τῶν ἄλλων μορίων ἔργα περὶ τὴν τροφὴν τοῦ ταύτης ἔργου χάριν ἐστί· δεῖ γὰρ τὸ κύριον πρὸς τὸ οὗ ἕνεκα διατελεῖν, ἀλλ’ οὐκ ἐν τοῖς τούτου ἕνεκα, οἷον ἰατρὸς πρὸς τὴν ὑγίειαν.
45Aristoteles, De partibus animalium, 1, 1, 38; 90 (auctor 384BC-322BC)
Δεικτέον δ´ οὕτως, οἷον ὅτι ἔστι μὲν ἡ ἀναπνοὴ τουδὶ χάριν, τοῦτο δὲ γίγνεται διὰ τάδε ἐξ ἀνάγκης.
46Aristoteles, De partibus animalium, 1, 5, 3; 3 (auctor 384BC-322BC)
Ἔχει δ´ ἑκάτερα χάριν.
47Aristoteles, De partibus animalium, 1, 5, 7; 12 (auctor 384BC-322BC)
Ὁμοίως τε δεῖ νομίζειν τὸν περὶ οὑτινοσοῦν τῶν μορίων ἢ τῶν σκευῶν διαλεγόμενον μὴ περὶ τῆς ὕλης ποιεῖσθαι τὴν μνήμην, μηδὲ ταύτης χάριν, ἀλλὰ τῆς ὅλης μορφῆς, οἷον καὶ περὶ οἰκίας, ἀλλὰ μὴ πλίνθων καὶ πηλοῦ καὶ ξύλων· καὶ τὸν περὶ φύσεως περὶ τῆς συνθέσεως καὶ τῆς ὅλης οὐσίας, ἀλλὰ μὴ περὶ τούτων ἃ μὴ συμβαίνει χωριζόμενά ποτε τῆς οὐσίας αὐτῶν.
48Aristoteles, De partibus animalium, 1, 5, 10; 19 (auctor 384BC-322BC)
Οὐ γὰρ ἡ πρίσις τοῦ πρίονος χάριν γέγονεν, ἀλλ´ ὁ πρίων τῆς πρίσεως· χρῆσις γάρ τις ἡ πρίσις ἐστίν.
49Aristoteles, De partibus animalium, 2, 4, 6; 18 (auctor 384BC-322BC)
Ἰχὼρ δ´ ἐστὶ τὸ ὑδατῶδες τοῦ αἵματος διὰ τὸ μήπω πεπέφθαι ἢ διεφθάρθαι, ὥστε ὁ μὲν ἐξ ἀνάγκης ἰχώρ, ὁ δ´ αἵματος χάριν ἐστίν.
50Aristoteles, De partibus animalium, 2, 7, 5; 12 (auctor 384BC-322BC)
Ἐπεὶ δ´ ἅπαντα δεῖται τῆς ἐναντίας ῥοπῆς, ἵνα τυγχάνῃ τοῦ μετρίου καὶ τοῦ μέσου (τὴν γὰρ οὐσίαν ἔχει τοῦτο καὶ τὸν λόγον, τῶν δ´ ἄκρων ἑκάτερον οὐκ ἔχει χωρίς), διὰ ταύτην τὴν αἰτίαν πρὸς τὸν τῆς καρδίας τόπον καὶ τὴν ἐν αὐτῇ θερμότητα μεμηχάνηται τὸν ἐγκέφαλον ἡ φύσις, καὶ τούτου χάριν ὑπάρχει τοῦτο τὸ μόριον τοῖς ζῴοις, τὴν φύσιν ἔχον κοινὴν ὕδατος καὶ γῆς.
51Aristoteles, De partibus animalium, 2, 7, 16; 27 (auctor 384BC-322BC)
Τὰ μὲν οὖν τῆς τροφῆς περιττώματα περὶ τὴν τῆς τροφῆς σκέψιν καὶ θεωρίαν οἰκείους ἔχει τοὺς λόγους, τίσι τε τῶν ζῴων ὑπάρχει καὶ διὰ τίνας αἰτίας, τὰ δὲ περὶ σπέρματος καὶ γάλακτος ἐν τοῖς περὶ γενέσεως· τὸ μὲν γὰρ ἀρχὴ γενέσεως αὐτῶν ἐστι, τὸ δὲ χάριν γενέσεως.
52Aristoteles, De partibus animalium, 2, 8, 3; 4 (auctor 384BC-322BC)
Κατὰ δὲ τὴν αἴσθησιν φανερὸν πάντα τἆλλα τούτου χάριν ὄντα, λέγω δ´ οἷον ὀστᾶ καὶ δέρμα καὶ νεῦρα καὶ φλέβες, ἔτι δὲ τρίχες καὶ τὸ τῶν ὀνύχων γένος, καὶ εἴ τι τοιοῦτον ἕτερόν ἐστιν.
53Aristoteles, De partibus animalium, 2, 9, 2; 4 (auctor 384BC-322BC)
Ὀστοῦν τε γὰρ εἴ τι κεχωρισμένον ἦν, τό τ´ ἔργον οὐκ ἂν ἐποίει οὗ χάριν ἡ τῶν ὀστῶν ἐστι φύσις (οὔτε γὰρ ἂν κάμψεως ἦν αἴτιον οὔτ´ ὀρθότητος οὐδεμιᾶς μὴ συνεχὲς ὂν ἀλλὰ διαλεῖπον), ἔτι τ´ ἔβλαπτεν ἂν ὥσπερ ἄκανθά τις ἢ βέλος ἐνὸν ταῖς σαρξίν.
54Aristoteles, De partibus animalium, 2, 9, 7; 14 (auctor 384BC-322BC)
Τοῖς μὲν οὖν ἄλλοις ὕπεστιν ὀστᾶ τοῖς σαρκώδεσι μορίοις, τοῖς μὲν κινουμένοις διὰ κάμψιν τούτου χάριν, τοῖς δ´ ἀκινήτοις φυλακῆς ἕνεκεν, οἷον αἱ συγκλείουσαι πλευραὶ τὸ στῆθος σωτηρίας χάριν τῶν περὶ τὴν καρδίαν σπλάγχνων· τὰ δὲ περὶ τὴν κοιλίαν ἀνόστεα πᾶσιν, ὅπως μὴ κωλύῃ τὴν ἀνοίδησιν τὴν ἀπὸ τῆς τροφῆς γινομένην τοῖς ζῴοις ἐξ ἀνάγκης καὶ τοῖς θήλεσι τὴν ἐν αὐτοῖς τῶν ἐμβρύων αὔξησιν.
55Aristoteles, De partibus animalium, 2, 9, 14; 28 (auctor 384BC-322BC)
Πάντα δὲ ταῦτα βοηθείας ἔχουσι χάριν τὰ ζῷα· τὰ γὰρ ἐξ αὐτῶν συνεστηκότα ὅλα καὶ συνώνυμα τοῖς μορίοις, οἷον ὁπλή τε ὅλη καὶ κέρας ὅλον, μεμηχάνηται πρὸς τὴν σωτηρίαν ἑκάστοις.
56Aristoteles, De partibus animalium, 2, 10, 9; 18 (auctor 384BC-322BC)
Ἧι καὶ δῆλον ὅτι οὐ τῆς τοῦ ἐγκεφάλου αἰσθήσεως χάριν ἄσαρκος ἡ κεφαλή ἐστιν· τὸ γὰρ ὄπισθεν οὐκ ἔχει ἐγκέφαλον, ἄσαρκον δ´ ὁμοίως.
57Aristoteles, De partibus animalium, 2, 13, 2; 4 (auctor 384BC-322BC)
Τοῦ μὲν οὖν εὖ ἕνεκα λεπτὸν τὸ δέρμα τὸ περὶ τὴν κόρην ἐστί, τῆς δὲ σωτηρίας χάριν τὰ βλέφαρα· καὶ διὰ τοῦτο σκαρδαμύσσει τε πάντα καὶ μάλιστ´ ἄνθρωπος, πάντα μὲν ὅπως τὰ προσπίπτοντα τοῖς βλεφάροις κωλύωσι (καὶ τοῦτο οὐκ ἐκ προαιρέσεως, ἀλλ´ ἡ φύσις ἐποίησε), πλειστάκις δ´ ὁ ἄνθρωπος διὰ τὸ λεπτοδερμότατος εἶναι.
58Aristoteles, De partibus animalium, 2, 14, 2; 5 (auctor 384BC-322BC)
Σκέπης γὰρ χάριν αἱ τρίχες ὑπάρχουσι τοῖς ἔχουσιν· τοῖς μὲν οὖν τετράποσι τὰ πρανῆ δεῖται μᾶλλον τῆς σκέπης, τὰ δὲ πρόσθια τιμιώτερα μέν, ἀλλ´ ἀλεάζει διὰ τὴν κάμψιν· τοῖς δ´ ἀνθρώποις ἐπεὶ ἐξ ἴσου διὰ τὴν ὀρθότητα τὰ πρόσθια τοῖς ὀπισθίοις, τοῖς τιμιωτέροις ὑπέγραψεν ἡ φύσις τὴν βοήθειαν· ἀεὶ γὰρ ἐκ τῶν ἐνδεχομένων αἰτία τοῦ βελτίονός ἐστιν.
59Aristoteles, De partibus animalium, 2, 15, 1; 1 (auctor 384BC-322BC)
Αἱ δ´ ὀφρύες καὶ αἱ βλεφαρίδες ἀμφότεραι βοηθείας χάριν εἰσίν, αἱ μὲν ὀφρύες τῶν καταβαινόντων ὑγρῶν, ὅπως ἀποστέγωσιν οἷον ἀπογείσωμα τῶν ἀπὸ τῆς κεφαλῆς ὑγρῶν, αἱ δὲ βλεφαρίδες τῶν πρὸς τὰ ὄμματα προσπιπτόντων ἕνεκεν, οἷον τὰ χαρακώματα ποιοῦσί τινες πρὸ τῶν ἐρυμάτων.
60Aristoteles, De partibus animalium, 2, 16, 5; 8 (auctor 384BC-322BC)
Τούτους γὰρ τὰ πολυδάκτυλα τῶν τετραπόδων ἀντὶ χειρῶν ἔχουσιν, ἀλλ´ οὐ μόνον ἕνεχ´ ὑποστάσεως τοῦ βάρους· οἱ δ´ ἐλέφαντες τῶν πολυδακτύλων εἰσί, καὶ οὔτε διχαλοὺς ἔχουσιν οὔτε μώνυχας τοὺς πόδας· ἐπεὶ δὲ τὸ μέγεθος πολὺ καὶ τὸ βάρος τὸ τοῦ σώματος, διὰ τοῦτο μόνον ἐρείσματός εἰσι χάριν, καὶ διὰ τὴν βραδυτῆτα καὶ τὴν ἀφυΐαν τῆς κάμψεως οὐ χρήσιμον πρὸς ἄλλο οὐδέν.
61Aristoteles, De partibus animalium, 2, 17, 11; 22 (auctor 384BC-322BC)
Ἐπεὶ δὲ τῆς τροφῆς χάριν τῆς ἐν τοῖς χυμοῖς ἐστιν εἰς αἴσθησιν μὲν τὸ γλωττοειδὲς μόριον, οὐ πάντῃ δ´ ὁμοίως ἀλλὰ τῷ ἄκρῳ μάλιστα, διὰ τοῦτο τοῖς ἰχθύσι τοῦτ´ ἀφώρισται μόνον.
62Aristoteles, De partibus animalium, 3, 1, 1; 2 (auctor 384BC-322BC)
Τοῖς μὲν οὖν ἄλλοις ἡ τῶν ὀδόντων φύσις κοινὴ μὲν ἐπὶ τὴν τῆς τροφῆς ἐργασίαν ὑπάρχει, χωρὶς δὲ κατὰ γένη τοῖς μὲν ἀλκῆς χάριν, καὶ ταύτης διῃρημένης, ἐπί τε τὸ ποιεῖν καὶ τὸ μὴ πάσχειν· τὰ μὲν γὰρ ἀμφοῖν ἕνεκεν ἔχει, καὶ τοῦ μὴ παθεῖν καὶ τοῦ ποιεῖν, οἷον ὅσα σαρκοφάγα τῶν ἀγρίων τὴν φύσιν ἐστίν, τὰ δὲ βοηθείας χάριν, ὥσπερ πολλὰ τῶν ἀγρίων καὶ τῶν ἡμέρων.
63Aristoteles, De partibus animalium, 3, 1, 4; 7 (auctor 384BC-322BC)
Ἔνια δὲ τῶν ζῴων, ὥσπερ εἴπομεν, τροφῆς χάριν ἔχει μόνον.
64Aristoteles, De partibus animalium, 3, 1, 10; 30 (auctor 384BC-322BC)
Ὅσα μὲν γὰρ τροφῆς καὶ ἀναπνοῆς καὶ λόγου χάριν, συστομώτερα, τῶν δὲ βοηθείας χάριν τὰ μὲν καρχαρόδοντα πάντα ἀνερρωγότα.
65Aristoteles, De partibus animalium, 3, 2, 1; 4 (auctor 384BC-322BC)
Βοηθείας γὰρ καὶ ἀλκῆς χάριν ἔχουσι τὰ ζῳοτόκα, ὃ τῶν ἄλλων τῶν λεγομένων ἔχειν κέρας οὐδενὶ συμβέβηκεν· οὐδὲν γὰρ χρῆται τοῖς κέρασιν οὔτ´ ἀμυνόμενον οὔτε πρὸς τὸ κρατεῖν, ἅπερ ἰσχύος ἐστὶν ἔργα.
66Aristoteles, De partibus animalium, 3, 3, 1; 3 (auctor 384BC-322BC)
ἀλλὰ μόνα τὰ ἔχοντα ὧν χάριν ὁ αὐχὴν πέφυκεν· ταῦτα δ´ ἐστὶν ὅ τε φάρυγξ καὶ ὁ καλούμενος οἰσοφάγος.
67Aristoteles, De partibus animalium, 3, 4, 16; 40 (auctor 384BC-322BC)
Ἔστι δ´ ἀνόστεος πάντων ὅσα καὶ ἡμεῖς τεθεάμεθα, πλὴν τῶν ἵππων καὶ γένους τινὸς βοῶν· τούτοις δὲ διὰ τὸ μέγεθος οἷον ἐρείσματος χάριν ὀστοῦν ὕπεστι, καθάπερ καὶ τοῖς ὅλοις σώμασιν.
68Aristoteles, De partibus animalium, 3, 5, 2; 3 (auctor 384BC-322BC)
Ὅτι μὲν οὖν τοῦ αἵματος χάριν εἰσί, πρότερον εἴρηται· τό τε γὰρ ὑγρὸν ἅπαν ἀγγείου δεῖται, καὶ τὸ φλεβῶν γένος ἀγγεῖον, τὸ δ´ αἷμα ἐν ταύταις· διότι δὲ δύο καὶ ἀπὸ μιᾶς ἀρχῆς καθ´ ἅπαν τὸ σῶμα διατείνουσι, λέγωμεν.
69Aristoteles, De partibus animalium, 3, 6, 8; 16 (auctor 384BC-322BC)
Ὅλως μὲν οὖν ὁ πλεύμων ἐστὶν ἀναπνοῆς χάριν, ἄναιμος δὲ καὶ τοιοῦτος γένους τινὸς ἕνεκεν ζῴων· ἀλλ´ ἀνώνυμον τὸ κοινὸν ἐπ´ αὐτῶν, καὶ οὐχ ὥσπερ ὁ ὄρνις ὠνόμασται ἐπί τινος γένους.
70Aristoteles, De partibus animalium, 3, 7, 3; 10 (auctor 384BC-322BC)
Τούτου δ´ αἴτιον ὅτι ἐν μὲν τοῖς ἐξ ἀνάγκης ἔχουσι σπλῆνα δόξειεν ἂν οἷον νόθον εἶναι ἧπαρ ὁ σπλήν, ἐν δὲ τοῖς μὴ ἐξ ἀνάγκης ἔχουσιν, ἀλλὰ πάμμικρον ὥσπερ σημείου χάριν, ἐναργῶς διμερὲς τὸ ἧπάρ ἐστιν, καὶ τὸ μὲν εἰς τὰ δεξιά, τὸ δ´ ἔλαττον εἰς τἀριστερὰ βούλεται τὴν θέσιν ἔχειν.
71Aristoteles, De partibus animalium, 3, 7, 6; 15 (auctor 384BC-322BC)
Ἔστι δὲ σπλάγχνα τὰ κάτω τοῦ ὑποζώματος κοινῇ μὲν πάντα τῶν φλεβῶν χάριν, ὅπως οὖσαι μετέωροι μένωσι τῷ τούτων συνδέσμῳ πρὸς τὸ σῶμα.
72Aristoteles, De partibus animalium, 3, 7, 8; 18 (auctor 384BC-322BC)
Καρδία μὲν οὖν καὶ ἧπαρ πᾶσιν ἀναγκαῖα τοῖς ζῴοις, ἡ μὲν διὰ τὴν τῆς θερμότητος ἀρχήν (δεῖ γὰρ εἶναί τινα οἷον ἑστίαν, ἐν ᾗ κείσεται τῆς φύσεως τὸ ζωπυροῦν, καὶ τοῦτο εὐφύλακτον, ὥσπερ ἀκρόπολις οὖσα τοῦ σώματος), τὸ δ´ ἧπαρ τῆς πέψεως χάριν.
73Aristoteles, De partibus animalium, 3, 7, 11; 24 (auctor 384BC-322BC)
Οἷς δὲ ὀλίγη περίττωσις γίνεται, καθάπερ τοῖς ὀρνέοις καὶ τοῖς ἰχθύσι, τὰ μὲν οὐ μέγαν ἔχει, τὰ δὲ σημείου χάριν.
74Aristoteles, De partibus animalium, 3, 7, 13; 28 (auctor 384BC-322BC)
Οἱ δὲ νεφροὶ τοῖς ἔχουσιν οὐκ ἐξ ἀνάγκης, ἀλλὰ τοῦ εὖ καὶ καλῶς ἕνεκεν ὑπάρχουσιν· τῆς γὰρ περιττώσεως χάριν τῆς εἰς τὴν κύστιν ἀθροιζομένης εἰσὶ κατὰ τὴν ἰδίαν φύσιν, ἐν ὅσοις πλεῖον ὑπόστημα γίνεται τὸ τοιοῦτον, ὅπως βέλτιον ἀποδιδῷ ἡ κύστις τὸ αὑτῆς ἔργον.
75Aristoteles, De partibus animalium, 3, 8, 3; 4 (auctor 384BC-322BC)
Διόπερ ὅσα πλεύμονα ἔχει τοιοῦτον ἅπαντ´ ἔχει κύστιν· ὅσα δὲ μὴ τοιοῦτον, ἀλλ´ ἢ ὀλιγόποτά ἐστι διὰ τὸ τὸν πλεύμονα ἔχειν σομφόν, ἢ ὅλως τὸ ὑγρὸν προσφέρεται οὐ ποτοῦ χάριν ἀλλὰ τροφῆς, οἷον τὰ ἔντομα καὶ οἱ ἰχθύες, ἔτι δὲ πτερωτά ἐστιν ἢ λεπιδωτὰ ἢ φολιδωτά, ταῦτα δι´ ὀλιγότητά τε τῆς τοῦ ὑγροῦ προσφορᾶς καὶ διὰ τὸ τρέπεσθαι εἰς ταῦτα τὸ περιγιγνόμενον τοῦ περιττώματος οὐδὲν ἔχει τούτων κύστιν, πλὴν αἱ χελῶναι τῶν φολιδωτῶν.
76Aristoteles, De partibus animalium, 3, 9, 2; 5 (auctor 384BC-322BC)
Καταχρῆται γὰρ ἡ φύσις ἅμα τῶν τε φλεβῶν χάριν καὶ πρὸς τὴν τοῦ ὑγροῦ περιττώματος ἔκκρισιν· φέρει γὰρ εἰς αὐτοὺς πόρος ἐκ τῆς μεγάλης φλεβός.
77Aristoteles, De partibus animalium, 3, 10, 2; 6 (auctor 384BC-322BC)
Τούτου δ´ αἴτιον ὅτι τοῦ διορισμοῦ χάριν ἐστὶ τοῦ τε περὶ τὴν κοιλίαν τόπου καὶ τοῦ περὶ τὴν καρδίαν, ὅπως ἡ τῆς αἰσθητικῆς ψυχῆς ἀρχὴ ἀπαθὴς ᾖ καὶ μὴ ταχὺ καταλαμβάνηται διὰ τὴν ἀπὸ τῆς τροφῆς γινομένην ἀναθυμίασιν καὶ τὸ πλῆθος τῆς ἐπεισάκτου θερμότητος.
78Aristoteles, De partibus animalium, 3, 13, 1; 2 (auctor 384BC-322BC)
Αἴτιον δ´ ὅτι τὴν φύσιν ἔχει κοινωνοῦσαν ταῖς φλεψί, καὶ τὰ μὲν τῶν φλεβῶν χάριν, τὰ δ´ οὐκ ἄνευ φλεβῶν ἐστιν.
79Aristoteles, De partibus animalium, 4, 2, 2; 3 (auctor 384BC-322BC)
Διόπερ οἱ λέγοντες τὴν φύσιν τῆς χολῆς αἰσθήσεώς τινος εἶναι χάριν, οὐ καλῶς λέγουσι.
80Aristoteles, De partibus animalium, 4, 5, 4; 12 (auctor 384BC-322BC)
Ὀδόντας δὲ τὰ μὲν ἔχει τούτων, ἀλλοιοτέρους δέ, καθάπερ τό τε τῶν μυρμήκων καὶ τὸ τῶν μελιττῶν γένος, τὰ δ´ οὐκ ἔχει, ὅσα ὑγρᾷ χρῆται τῇ τροφῇ· πολλὰ γὰρ τῶν ἐντόμων οὐ τροφῆς ἔχει χάριν τοὺς ὀδόντας ἀλλ´ ἀλκῆς.
81Aristoteles, De partibus animalium, 4, 6, 6; 20 (auctor 384BC-322BC)
Ὅσα δὲ μὴ ἔστιν αὐτῶν ἐμπροσθόκεντρα, ὀδόντας ἔχει τὰ μὲν ἐδωδῆς χάριν, τὰ δὲ τοῦ λαμβάνειν καὶ προσάγεσθαι τὴν τροφήν, οἷον οἵ τε μύρμηκες καὶ τὸ τῶν μελιττῶν πασῶν γένος.
82Aristoteles, De partibus animalium, 4, 8, 2; 5 (auctor 384BC-322BC)
Ταύτας δ´ οὐ πορείας ἔχουσι χάριν, ἀλλὰ πρὸς τὸ λαβεῖν καὶ κατασχεῖν ἀντὶ χειρῶν.
83Aristoteles, De partibus animalium, 4, 8, 7; 18 (auctor 384BC-322BC)
Τοῦτο δ´ ἀτάκτως ἔχουσιν, ὅτι πεπήρωνται, καὶ οὐ χρῶνται ἐφ´ ὃ πεφύκασιν, ἀλλὰ πορείας χάριν.
84Aristoteles, De partibus animalium, 4, 9, 3; 10 (auctor 384BC-322BC)
Τὰ δὲ λοιπὰ μόρια τούτων τε χάριν καὶ ἕνεκα τῆς κινήσεως προσέθηκεν ἡ φύσις, οἷον τά τε πρόσθια κῶλα καὶ τὰ ὄπισθεν.
85Aristoteles, De partibus animalium, 4, 10, 3; 5 (auctor 384BC-322BC)
Ἔστι δ´ ἡ μὲν κεφαλὴ μάλιστα τοῦ ἐγκεφάλου χάριν· ἀνάγκη γὰρ τοῦτο τὸ μόριον ἔχειν τοῖς ἐναίμοις, καὶ ἐν ἀντικειμένῳ τόπῳ τῆς καρδίας, διὰ τὰς εἰρημένας πρότερον αἰτίας.
86Aristoteles, De partibus animalium, 4, 10, 5; 9 (auctor 384BC-322BC)
Ἡ μὲν οὖν κεφαλὴ τούτων χάριν ἐστίν, ὁ δ´ αὐχὴν τῆς ἀρτηρίας χάριν· πρόβλημα γάρ ἐστι, καὶ σῴζει ταύτην καὶ τὸν οἰσοφάγον κύκλῳ περιέχων.
87Aristoteles, De partibus animalium, 4, 12, 16; 49 (auctor 384BC-322BC)
Ἐξ ἀνάγκης μὲν οὖν ταῦτα συμβαίνει διὰ ταύτας τὰς αἰτίας· ὡς δὲ διὰ τὸ βέλτιον ἔχουσι τοιούτους τοὺς πόδας τοῦ βίου χάριν, ἵνα ζῶντες ἐν ὑγρῷ καὶ τῶν πτερῶν ἀχρείων ὄντων τοὺς πόδας χρησίμους ἔχωσι πρὸς τὴν νεῦσιν.
88Aristoteles, De somno et vigilia, 3; 4 (auctor 384BC-322BC)
Εἴρηται δὲ περὶ τούτων ἐν τοῖς περὶ τροφῆς· νῦν δ’ ἀναληπτέον ὑπὲρ αὐτῶν τούτου χάριν, ὅπως τὰς ἀρχὰς τῆς κινήσεως θεωρήσωμεν, καὶ τί πάσχοντος τοῦ μορίου τοῦ αἰσθητικοῦ συμβαίνει ἡ ἐγρήγορσις καὶ ὁ ὕπνος.
89Aristoteles, De sophisticis elenchis, 11; 9 (auctor 384BC-322BC)
Οἱ μέν οὖν τῆς νίκης αὐτῆς χάριν τοιοῦτοι ἐριστικοί ἄνθρωποι καί φιλέριδες δοκοῦσιν εἶναι, οἱ δέ δόξης χάριν τῆς εἰς χρηματισμόν σοφιστικοί· ἡ γάρ σοφιστική ἐστιν, ὥσπερ εἴπομεν, χρηματιστική τις ἀπό σοφίας φαινομένης, διό φαινομένης ἀποδείξεως ἐφίενται.
90Aristoteles, De sophisticis elenchis, 15; 7 (auctor 384BC-322BC)
Ὅλως δέ πάντα τά πρός τήν κρύψιν λεχθέντα πρότερον χρήσιμα καί πρός τούς ἀγωνιστικούς λόγους· ἡ γάρ κρύψις ἐστί τοῦ λαθεῖν χάριν, τό δέ λαθεῖν τῆς ἀπάτης.
91Aristoteles, De sophisticis elenchis, 17; 4 (auctor 384BC-322BC)
Ἀλλ᾿ οὐδενός ἄλλου χάριν προσδιαιρετέον ἀλλ᾿ ἢ ὅτι τό συμπέρασμα φαίνεται ἐλεγχοειδές.
92Aristoteles, De sophisticis elenchis, 33; 40 (auctor 384BC-322BC)
Εἰ δέ φαίνεται θεασαμένοις ὑμῖν ὡς ἐκ τοιούτων ἐξ ἀρχῆς ὑπαρχόντων ἔχειν ἡ μέθοδος ἱκανῶς παρά τάς ἄλλας πραγματείας τάς ἐκ παραδόσεως ηὐξημένας, λοιπόν ἂν εἴη πάντων ὑμῶν ἢ τῶν ἠκροαμένων ἔργον τοῖς μέν παραλελειμμένοις τῆς μεθόδου συγγνώμην τοῖς δ᾿ εὑρημένοις πολλήν ἔχειν χάριν.
93Aristoteles, Ethica Eudemia, 1; 20 (auctor 384BC-322BC)
διῃρημένων δὲ τῶν βίων, καὶ τῶν μὲν οὐδ' ἀμφισβητούντων τῆς τοιαύτης εὐημερίας, ἀλλ' ὡς τῶν ἀναγκαίων χάριν σπουδαζομένων, οἷον τῶν περὶ τὰς τέχνας τὰς φορτικὰς καὶ τῶν περὶ χρηματισμὸν καὶ τὰς βαναύσους (λέγω δὲ φορτικὰς μὲν τὰς πρὸς δόξαν πραγματευομένας μόνον, βαναύσους δὲ τὰς ἑδραίας καὶ μισθαρνικάς, χρηματιστικὰς δὲ τὰς πρὸς ἀγορὰς μὲν καὶ πράσεις καπηλικάς) , τῶν δ' εἰς ἀγωγὴν εὐδαιμονικὴν ταττομένων τριῶν ὄντων, τῶν καὶ πρότερον ῥηθέντων ἀγαθῶν ὡς μεγίστων τοῖς ἀνθρώποις, ἀρετῆς καὶ φρονήσεως καὶ ἡδονῆς, τρεῖς ὁρῶμεν καὶ βίους ὄντας, οὓς οἱ ἐπ' ἐξουσίας τυγχάνοντες προαιροῦνται ζῆν ἅπαντες, πολιτικὸν φιλόσοφον ἀπολαυστικόν.
94Aristoteles, Ethica Eudemia, 1; 28 (auctor 384BC-322BC)
ὅλως δ' εἴ τις ἅπαντα συναγάγοι ὅσα πράττουσι μὲν καὶ πάσχουσιν ἅπαντες, ἑκόντες μέντοι μηθὲν αὐτῶν διὰ τὸ μηδ' αὐτοῦ χάριν, καὶ προσθείη χρόνου πλῆθος ἀπέραντόν τι, οὐ μᾶλλον ἕνεκ' ἄν τις τούτων ἕλοιτο ζῆν ἢ μὴ ζῆν.
95Aristoteles, Ethica Eudemia, 1; 36 (auctor 384BC-322BC)
αἱροῦνται γοῦν οὐ μόνον ἔνιοι δόξης χάριν αὐτάς, ἀλλὰ καὶ μὴ μέλλοντες εὐδοκιμήσειν.
96Aristoteles, Ethica Eudemia, 1; 37 (auctor 384BC-322BC)
ἀλλ' οἱ πολλοὶ τῶν πολιτικῶν οὐκ ἀληθῶς τυγχάνουσι τῆς προσηγορίας· οὐ γάρ εἰσι πολιτικοὶ κατὰ τὴν ἀλήθειαν· ὁ μὲν γὰρ πολιτικὸς τῶν καλῶν ἐστι πράξεων προαιρετικὸς αὐτῶν χάριν, οἱ δὲ πολλοὶ χρημάτων καὶ πλεονεξίας ἕνεκεν ἅπτονται τοῦ ζῆν οὕτως.
97Aristoteles, Ethica Eudemia, 1; 66 (auctor 384BC-322BC)
ἐπειδὴ δὲ διχῶς λέγεται τὸ πρακτόν (καὶ γὰρ ὧν ἕνεκα πράττομεν καὶ ἃ τούτων ἕνεκα μετέχει πράξεως, οἷον καὶ τὴν ὑγίειαν καὶ τὸν πλοῦτον τίθεμεν τῶν πρακτῶν, καὶ τὰ τούτων πραττόμενα χάριν, τά θ' ὑγιεινὰ καὶ τὰ χρηματιστικά) , δῆλον ὅτι καὶ τὴν εὐδαιμονίαν τῶν ἀνθρώπῳ πρακτῶν ἄριστον θετέον.
98Aristoteles, Ethica Eudemia, 2; 68 (auctor 384BC-322BC)
εἰλήφθω δὴ παραδείγματος χάριν, καὶ θεωρείσθω ἕκαστον ἐκ τῆς ὑπογραφῆς.
99Aristoteles, Ethica Eudemia, 3; 159 (auctor 384BC-322BC)
οἷον εἰ εἰς γάμον δαπανῶν τις τοῦ ἀγαπητοῦ, πλούσιος ὤν, δοκεῖ πρέπειν ἑαυτῷ τοιαύτην κατασκευὴν οἷον ἀγαθοδαιμονιστὰς ἑστιῶντι, οὗτος μὲν μικροπρεπής, ὁ δὲ τοιούτους δεχόμενος ἐκείνως μὴ δόξης χάριν μηδὲ δι' ἐξουσίαν ὅμοιος τῷ σαλάκωνι, ὁ δὲ κατ' ἀξίαν καὶ ὡς ὁ λόγος, μεγαλοπρεπής· τὸ γὰρ πρέπον κατ' ἀξίαν ἐστίν· οὐθὲν γὰρ πρέπει τῶν παρὰ τὴν ἀξίαν.
100Aristoteles, Ethica Eudemia, 7; 276 (auctor 384BC-322BC)
διὰ γὰρ τὸ μὴ αὐταρκεῖν δοκοῦσι συνελθεῖν, ἐπεὶ συνῆλθόν γ' ἂν καὶ τοῦ συζῆν χάριν.
101Aristoteles, Ethica Nicomachea, 1, 1; 5 (auctor 384BC-322BC)
ὅσαι δ' εἰσὶ τῶν τοιούτων ὑπὸ μίαν τινὰ δύναμιν, καθάπερ ὑπὸ τὴν ἱππικὴν χαλινοποιικὴ καὶ ὅσαι ἄλλαι τῶν ἱππικῶν ὀργάνων εἰσίν, αὕτη δὲ καὶ πᾶσα πολεμικὴ πρᾶξις ὑπὸ τὴν στρατηγικήν, κατὰ τὸν αὐτὸν δὴ τρόπον ἄλλαι ὑφ' ἑτέρας· ἐν ἁπάσαις δὲ τὰ τῶν ἀρχιτεκτονικῶν τέλη πάντων ἐστὶν αἱρετώτερα τῶν ὑπ' αὐτά· τούτων γὰρ χάριν κἀκεῖνα διώκεται.
102Aristoteles, Ethica Nicomachea, 1, 3; 11 (auctor 384BC-322BC)
ὁ δὲ χρηματιστὴς βίαιός τις ἐστίν, καὶ ὁ πλοῦτος δῆλον ὅτι οὐ τὸ ζητούμενον ἀγαθόν· χρήσιμον γὰρ καὶ ἄλλου χάριν.
103Aristoteles, Ethica Nicomachea, 1, 5; 3 (auctor 384BC-322BC)
τί οὖν ἑκάστης τἀγαθόν· ἢ οὗ χάριν τὰ λοιπὰ πράττεται· τοῦτο δ' ἐν ἰατρικῇ μὲν ὑγίεια, ἐν στρατηγικῇ δὲ νίκη, ἐν οἰκοδομικῇ δ' οἰκία, ἐν ἄλλῳ δ' ἄλλο, ἐν ἁπάσῃ δὲ πράξει καὶ προαιρέσει τὸ τέλος· τούτου γὰρ ἕνεκα τὰ λοιπὰ πράττουσι πάντες.
104Aristoteles, Ethica Nicomachea, 1, 5; 9 (auctor 384BC-322BC)
τοιοῦτον δ' ἡ εὐδαιμονία μάλιστ' εἶναι δοκεῖ· ταύτην γὰρ αἱρούμεθα ἀεὶ δι' αὐτὴν καὶ οὐδέποτε δι' ἄλλο, τιμὴν δὲ καὶ ἡδονὴν καὶ νοῦν καὶ πᾶσαν ἀρετὴν αἱρούμεθα μὲν καὶ δι' αὐτά (μηθενὸς γὰρ ἀποβαίνοντος ἑλοίμεθ' ἂν ἕκαστον αὐτῶν) , αἱρούμεθα δὲ καὶ τῆς εὐδαιμονίας χάριν, διὰ τούτων ὑπολαμβάνοντες εὐδαιμονήσειν.
105Aristoteles, Ethica Nicomachea, 1, 5; 10 (auctor 384BC-322BC)
τὴν δ' εὐδαιμονίαν οὐδεὶς αἱρεῖται τούτων χάριν, οὐδ' ὅλως δι' ἄλλο.
106Aristoteles, Ethica Nicomachea, 1, 12; 9 (auctor 384BC-322BC)
ἔοικε δ' οὕτως ἔχειν καὶ διὰ τὸ εἶναι ἀρχή· ταύτης γὰρ χάριν τὰ λοιπὰ πάντα πάντες πράττομεν, τὴν ἀρχὴν δὲ καὶ τὸ αἴτιον τῶν ἀγαθῶν τίμιόν τι καὶ θεῖον τίθεμεν.
107Aristoteles, Ethica Nicomachea, 1, 13; 8 (auctor 384BC-322BC)
θεωρητέον δὴ καὶ τῷ πολιτικῷ περὶ ψυχῆς, θεωρητέον δὲ τούτων χάριν, καὶ ἐφ' ὅσον ἱκανῶς ἔχει πρὸς τὰ ζητούμενα· τὸ γὰρ ἐπὶ πλεῖον ἐξακριβοῦν ἐργωδέστερον ἴσως ἐστὶ τῶν προκειμένων.
108Aristoteles, Ethica Nicomachea, 3, 1; 16 (auctor 384BC-322BC)
εἰ δέ τις τὰ ἡδέα καὶ τὰ καλὰ φαίη βίαια εἶναι (ἀναγκάζειν γὰρ ἔξω ὄντα) , πάντα ἂν εἴη αὐτῷ βίαια· τούτων γὰρ χάριν πάντες πάντα πράττουσιν.
109Aristoteles, Ethica Nicomachea, 4, 13; 15 (auctor 384BC-322BC)
οἱ μὲν οὖν δόξης χάριν ἀλαζονευόμενοι τὰ τοιαῦτα προσποιοῦνται ἐφ' οἷς ἔπαινος ἢ εὐδαιμονισμός, οἱ δὲ κέρδους, ὧν καὶ ἀπόλαυσίς ἐστι τοῖς πέλας καὶ διαλαθεῖν ἔστι μὴ ὄντα, οἷον μάντιν σοφὸν ἰατρόν.
110Aristoteles, Ethica Nicomachea, 6, 13; 3 (auctor 384BC-322BC)
εἰ δὲ μὴ τούτων χάριν φρόνιμον ῥητέον ἀλλὰ τοῦ γίνεσθαι, τοῖς οὖσι σπουδαίοις οὐθὲν ἂν εἴη χρήσιμος· ἔτι δ' οὐδὲ τοῖς μὴ ἔχουσιν· οὐδὲν γὰρ διοίσει αὐτοὺς ἔχειν ἢ ἄλλοις ἔχουσι πείθεσθαι, ἱκανῶς τ' ἔχοι ἂν ἡμῖν ὥσπερ καὶ περὶ τὴν ὑγίειαν· βουλόμενοι γὰρ ὑγιαίνειν ὅμως οὐ μανθάνομεν ἰατρικήν.
111Aristoteles, Ethica Nicomachea, 6, 13; 17 (auctor 384BC-322BC)
ἡ δ' ἕξις τῷ ὄμματι τούτῳ γίνεται τῆς ψυχῆς οὐκ ἄνευ ἀρετῆς, ὡς εἴρηταί τε καὶ ἔστι δῆλον· οἱ γὰρ συλλογισμοὶ τῶν πρακτῶν ἀρχὴν ἔχοντές εἰσιν, ἐπειδὴ τοιόνδε τὸ τέλος καὶ τὸ ἄριστον, ὁτιδήποτε ὄν (ἔστω γὰρ λόγου χάριν τὸ τυχόν) · τοῦτο δ' εἰ μὴ τῷ ἀγαθῷ, οὐ φαίνεται· διαστρέφει γὰρ ἡ μοχθηρία καὶ διαψεύδεσθαι ποιεῖ περὶ τὰς πρακτικὰς ἀρχάς.
112Aristoteles, Ethica Nicomachea, 8, 11; 9 (auctor 384BC-322BC)
αἱ δὲ κοινωνίαι πᾶσαι μορίοις ἐοίκασι τῆς πολιτικῆς· συμπορεύονται γὰρ ἐπί τινι συμφέροντι, καὶ ποριζόμενοί τι τῶν εἰς τὸν βίον· καὶ ἡ πολιτικὴ δὲ κοινωνία τοῦ συμφέροντος χάριν δοκεῖ καὶ ἐξ ἀρχῆς συνελθεῖν καὶ διαμένειν· τούτου γὰρ καὶ οἱ νομοθέται στοχάζονται, καὶ δίκαιόν φασιν εἶναι τὸ κοινῇ συμφέρον.
113Aristoteles, Ethica Nicomachea, 8, 14; 18 (auctor 384BC-322BC)
τοῖς μὲν οὖν ἄλλοις ἐπὶ τοσοῦτον ἡ κοινωνία ἐστίν, οἱ δ' ἄνθρωποι οὐ μόνον τῆς τεκνοποιίας χάριν συνοικοῦσιν, ἀλλὰ καὶ τῶν εἰς τὸν βίον· εὐθὺς γὰρ διῄρηται τὰ ἔργα, καὶ ἔστιν ἕτερα ἀνδρὸς καὶ γυναικός· ἐπαρκοῦσιν οὖν ἀλλήλοις, εἰς τὸ κοινὸν τιθέντες τὰ ἴδια.
114Aristoteles, Ethica Nicomachea, 9, 2; 1 (auctor 384BC-322BC)
ἀπορίαν δ' ἔχει καὶ τὰ τοιαῦτα, οἷον πότερον δεῖ πάντα τῷ πατρὶ ἀπονέμειν καὶ πείθεσθαι, ἢ κάμνοντα μὲν ἰατρῷ πιστεύειν, στρατηγὸν δὲ χειροτονητέον τὸν πολεμικόν· ὁμοίως δὲ φίλῳ μᾶλλον ἢ σπουδαίῳ ὑπηρετητέον, καὶ εὐεργέτῃ ἀνταποδοτέον χάριν μᾶλλον ἢ ἑταίρῳ προετέον, ἐὰν ἄμφω μὴ ἐνδέχηται.
115Aristoteles, Ethica Nicomachea, 9, 4; 2 (auctor 384BC-322BC)
τιθέασι γὰρ φίλον τὸν βουλόμενον καὶ πράττοντα τἀγαθὰ ἢ τὰ φαινόμενα ἐκείνου ἕνεκα, ἢ τὸν βουλόμενον εἶναι καὶ ζῆν τὸν φίλον αὐτοῦ χάριν· ὅπερ αἱ μητέρες πρὸς τὰ τέκνα πεπόνθασι, καὶ τῶν φίλων οἱ προσκεκρουκότες.
116Aristoteles, Ethica Nicomachea, 9, 4; 5 (auctor 384BC-322BC)
πρὸς ἑαυτὸν δὲ τούτων ἕκαστον τῷ ἐπιεικεῖ ὑπάρχει (τοῖς δὲ λοιποῖς, ᾗ τοιοῦτοι ὑπολαμβάνουσιν εἶναι· ἔοικε δέ, καθάπερ εἴρηται, μέτρον ἑκάστων ἡ ἀρετὴ καὶ ὁ σπουδαῖος εἶναι) · οὗτος γὰρ ὁμογνωμονεῖ ἑαυτῷ, καὶ τῶν αὐτῶν ὀρέγεται κατὰ πᾶσαν τὴν ψυχήν· καὶ βούλεται δὴ ἑαυτῷ τἀγαθὰ καὶ τὰ φαινόμενα καὶ πράττει (τοῦ γὰρ ἀγαθοῦ τἀγαθὸν διαπονεῖν) καὶ ἑαυτοῦ ἕνεκα (τοῦ γὰρ διανοητικοῦ χάριν, ὅπερ ἕκαστος εἶναι δοκεῖ) · καὶ ζῆν δὲ βούλεται ἑαυτὸν καὶ σῴζεσθαι, καὶ μάλιστα τοῦτο ᾧ φρονεῖ.
117Aristoteles, Ethica Nicomachea, 9, 8; 2 (auctor 384BC-322BC)
ἐπιτιμῶσι γὰρ τοῖς ἑαυτοὺς μάλιστ' ἀγαπῶσι, καὶ ὡς ἐν αἰσχρῷ φιλαύτους ἀποκαλοῦσι, δοκεῖ τε ὁ μὲν φαῦλος ἑαυτοῦ χάριν πάντα πράττειν, καὶ ὅσῳ ἂν μοχθηρότερος ᾖ, τοσούτῳ μᾶλλον – ἐγκαλοῦσι δὴ αὐτῷ οἷον ὅτι οὐδὲν ἀφ' ἑαυτοῦ πράττει – ὁ δ' ἐπιεικὴς διὰ τὸ καλόν, καὶ ὅσῳ ἂν βελτίων ᾖ, μᾶλλον διὰ τὸ καλόν, καὶ φίλου ἕνεκα, τὸ δ' αὑτοῦ παρίησιν.
118Aristoteles, Ethica Nicomachea, 9, 12; 2 (auctor 384BC-322BC)
καὶ ὅ ποτ' ἐστὶν ἑκάστοις τὸ εἶναι ἢ οὗ χάριν αἱροῦνται τὸ ζῆν, ἐν τούτῳ μετὰ τῶν φίλων βούλονται διάγειν· διόπερ οἳ μὲν συμπίνουσιν, οἳ δὲ συγκυβεύουσιν, ἄλλοι δὲ συγγυμνάζονται καὶ συγκυνηγοῦσιν ἢ συμφιλοσοφοῦσιν, ἕκαστοι ἐν τούτῳ συνημερεύοντες ὅ τι περ μάλιστ' ἀγαπῶσι τῶν ἐν τῷ βίῳ· συζῆν γὰρ βουλόμενοι μετὰ τῶν φίλων, ταῦτα ποιοῦσι καὶ τούτων κοινωνοῦσιν οἷς οἴονται συζῆν.
119Aristoteles, Ethica Nicomachea, 9, 13; 7 (auctor 384BC-322BC)
εἰ μὲν οὖν ἑκάτερος τοῦτο ἐβούλετο, ἱκανῶς ἂν εἶχεν· εἰ δ' ὃ μὲν τέρψιν ὃ δὲ κέρδος, καὶ ὃ μὲν ἔχει ὃ δὲ μή, οὐκ ἂν εἴη τὰ κατὰ τὴν κοινωνίαν καλῶς· ὧν γὰρ δεόμενος τυγχάνει, τούτοις καὶ προσέχει, κἀκείνου γε χάριν ταῦτα δώσει.
120Aristoteles, Ethica Nicomachea, 10, 2; 3 (auctor 384BC-322BC)
οὐχ ἧττον δ' ᾤετ' εἶναι φανερὸν ἐκ τοῦ ἐναντίου· τὴν γὰρ λύπην καθ' αὑτὸ πᾶσι φευκτὸν εἶναι, ὁμοίως δὴ τοὐναντίον αἱρετόν· μάλιστα δ' εἶναι αἱρετὸν ὃ μὴ δι' ἕτερον μηδ' ἑτέρου χάριν αἱρούμεθα· τοιοῦτο δ' ὁμολογουμένως εἶναι τὴν ἡδονήν· οὐδένα γὰρ ἐπερωτᾶν τίνος ἕνεκα ἥδεται, ὡς καθ' αὑτὴν οὖσαν αἱρετὴν τὴν ἡδονήν.
121Aristoteles, Ethica Nicomachea, 10, 6; 12 (auctor 384BC-322BC)
οὐκ ἐν παιδιᾷ ἄρα ἡ εὐδαιμονία· καὶ γὰρ ἄτοπον τὸ τέλος εἶναι παιδιάν, καὶ πραγματεύεσθαι καὶ κακοπαθεῖν τὸν βίον ἅπαντα τοῦ παίζειν χάριν.
122Aristoteles, Ethica Nicomachea, 10, 6; 14 (auctor 384BC-322BC)
σπουδάζειν δὲ καὶ πονεῖν παιδιᾶς χάριν ἠλίθιον φαίνεται καὶ λίαν παιδικόν.
123Aristoteles, Ethica Nicomachea, 10, 10; 10 (auctor 384BC-322BC)
διόπερ οἴονταί τινες τοὺς νομοθετοῦντας δεῖν μὲν παρακαλεῖν ἐπὶ τὴν ἀρετὴν καὶ προτρέπεσθαι τοῦ καλοῦ χάριν, ὡς ἐπακουσομένων τῶν ἐπιεικῶς τοῖς ἔθεσι προηγμένων, ἀπειθοῦσι δὲ καὶ ἀφυεστέροις οὖσι κολάσεις τε καὶ τιμωρίας ἐπιτιθέναι, τοὺς δ' ἀνιάτους ὅλως ἐξορίζειν· τὸν μὲν γὰρ ἐπιεικῆ πρὸς τὸ καλὸν ζῶντα τῷ λόγῳ πειθαρχήσειν, τὸν δὲ φαῦλον ἡδονῆς ὀρεγόμενον λύπῃ κολάζεσθαι ὥσπερ ὑποζύγιον.
124Aristoteles, Historia animalium, 1, I 6; 14 (auctor 384BC-322BC)
Ταῦτα μέν οὖν τοῦτον τόν τρόπον εἴρηται νῦν ὡς ἐν τύπῳ, γεύματος χάριν περί ὅσων καί ὅσα θεωρητέον· δι’ ἀκριβείας δ’ ὕστερον ἐροῦμεν, ἵνα πρῶτον τάς ὑπαρχούσας διαφοράς καί τά συμβεβηκότα πᾶσι λάβωμεν.
125Aristoteles, Historia animalium, 2, II 1; 66 (auctor 384BC-322BC)
Πάντα δέ ὅσα κερατοφόρα, τετράποδά ἐστιν, εἰ μή τι κατά μεταφοράν λέγεται ἔχειν κέρας καί λόγου χάριν, ὥσπερ τούς περί Θήβας ὄφεις οἱ Αἰγύπτιοί φασιν, ἔχοντας ἐπανάστασιν ὅσον προφάσεως χάριν.
126Aristoteles, Historia animalium, 2, II 8; 16 (auctor 384BC-322BC)
Διατελεῖ δέ τόν πλείω χρόνον τετράπουν ὂν μᾶλλον ἢ ὀρθόν· καί οὔτ’ ἰσχία ἔχει ὡς τετράπουν ὂν οὔτε κέρκον ὡς δίπουν, πλήν μικράν τό ὅλον, ὅσον σημείου χάριν.
127Aristoteles, Historia animalium, 4, IV 8; 32 (auctor 384BC-322BC)
Τούς δέ πολύπους φασίν ὀπτήσαντες εἰς τούς κύρτους ἐντιθέναι οὐδενός ἄλλου χάριν ἢ τῆς κνίσης.
128Aristoteles, Historia animalium, 8, VIII 2; 13 (auctor 384BC-322BC)
Τά μέν γάρ δέχεται τό ὕδωρ καί ἀφίησι διά τήν αὐτήν αἰτίαν δι’ ἥνπερ τά ἀναπνέοντα τόν ἀέρα, καταψύξεως χάριν, τά δέ διά τήν τροφήν· ἀνάγκη γάρ ἐν ὑγρῷ λαμβάνοντα ταύτην καί τό ὑγρόν ἅμα δέχεσθαι, καί δεχόμενα ὄργανον ἔχειν ᾧ ἐκπέμψει.
129Aristoteles, Historia animalium, 8, VIII 20; 15 (auctor 384BC-322BC)
Ἃ δ’ ἐμβάλλουσιν εἰς τροφήν αὐταῖς, τοῦ σταθμοῦ φασί χάριν εἶναι πρός τό πλέον ἕλκειν.
130Aristoteles, Historia animalium, 9, IX 5; 7 (auctor 384BC-322BC)
Οἱ μέν οὖν ἐνιαύσιοι οὐ φύουσι κέρατα, πλήν ὥσπερ σημείου χάριν ἀρχήν τινα· τοῦτο δ’ ἐστί βραχύ καί δασύ.
131Aristoteles, Historia animalium, 9, IX 37; 3 (auctor 384BC-322BC)
Ὁ μέν γάρ βάτραχος τοῖς πρό τῶν ὀφθαλμῶν ἀποκρεμαμένοις, ὦν τό μέν μῆκός ἐστι τριχοειδές, ἐπ’ ἄκρου δέ στρογγύλον, ὥσπερ προσκείμενον ἑκατέρῳ δελέατος χάριν· ὅταν οὖν ἐν τοῖς ἀμμώδεσιν ἢ θολώδεσιν ἀναταράξας κρύψῃ ἑαυτόν, ἐπαίρει τά τριχώδη, κοπτόντων δέ τῶν ἰχθυδίων συγκατάγει μέχριπερ ἂν πρός τό στόμα προσαγάγῃ.
132Aristoteles, Historia animalium, 9, IX 37; 28 (auctor 384BC-322BC)
Τῶν δέ μαλακίων πανουργότατον μέν ἡ σηπία, καί μόνον χρῆται τῷ θόλῳ κρύψεως χάριν, καί οὐ μόνον φοβουμένη· ὁ δέ πολύπους καί ἡ τευθίς διά φόβον ἀφίησι τόν θόλον.
133Aristoteles, Historia animalium, 9, IX 37; 30 (auctor 384BC-322BC)
Ἡ δέ σηπία, ὥσπερ εἴρηται, τῷ τε θόλῳ πολλάκις χρῆται κρύψεως χάριν, καί προδείξασα εἰς τό πρόσθεν ἀναστρέφεται εἰς τόν θόλον· ἔτι δέ θηρεύει τοῖς μακροῖς τοῖς ἀποτείνουσιν οὐ μόνον τά μικρά τῶν ἰχθυδίων, ἀλλά καί κεστρέας πολλάκις.
134Aristoteles, Historia animalium, 9, IX 40; 4 (auctor 384BC-322BC)
Δῆλον δέ ποιοῦσιν, ὅταν τά κηρία ἐπιχειρῶσιν οἱ μελιττουργοί ἐξαιρεῖν· θυμιώμεναι γάρ καί σφόδρα πονοῦσαι ὑπό τοῦ καπνοῦ τότε μάλιστα τό μέλι ἐσθίουσιν, ἐν δέ τῷ ἄλλῳ χρόνῳ οὐ σφόδρα ὁρῶνται, ὡς φειδόμεναι καί ἀποτιθέμεναι τροφῆς χάριν.
135Aristoteles, Historia animalium, 9, IX 48; 3 (auctor 384BC-322BC)
Καί τοῖς μικροῖς δελφῖσιν ἀκολουθεῖ τις ἀεί τῶν μεγάλων φυλακῆς χάριν.
136Aristoteles, Historia animalium, 9, IX 48; 6 (auctor 384BC-322BC)
Μάλιστα δέ τοῦτ’ αὐτοῖς συμβαίνει, ὅταν διώκωσί τινα ἰχθύν τροφῆς χάριν· τότε γάρ, ἐάν ἀποφεύγῃ, συνακολουθοῦσιν εἰς βυθόν διά τό πεινῆν, ὅταν δ’ αὐτοῖς μακρά γίνηται ἡ ἀναστροφή, κατέχουσι τό πνεῦμα ὥσπερ ἀναλογισάμενοι, καί συστρέψαντες ἑαυτούς φέρονται ὥσπερ τόξευμα, τῇ ταχυτῆτι τό μῆκος διελθεῖν βουλόμενοι πρός τήν ἀναπνοήν, καί ὑπεράλλονται τούς ἱστούς, ἐάν παρατυγχάνῃ που πλοῖον.
137Aristoteles, Magna moralia, 2, 11, 33; 62 (auctor 384BC-322BC)
οἷον εἰ ὃ μὲν δι' ἡδονὴν φίλος ἐστὶν ὃ δὲ διὰ τὸ συμφέρον, ἐνταῦθα ἡ ἀμφισβήτησις οὔτε γὰρ ὁ τῷ συμφέροντι ὑπερέχων ἀξίαν οἴεται τὴν ἡδονὴν ἀντικαταλλάττεσθαι τοῦ συμφέροντος, οὔτε ὁ τῇ ἡδονῇ ὑπερέχων ἀξίαν τῆς ἡδονῆς ἐν τῷ συμφέροντι χάριν ἀπολαμβάνειν.
138Aristoteles, Magna moralia, 2, 12, 3; 2 (auctor 384BC-322BC)
καὶ διὰ τί ποτε ὁ πατὴρ τὸν υἱὸν μᾶλλον φιλεῖ ἢ ὁ υἱὸς τὸν πατέρα; πότερον οὖν, ὡς ἔνιοι λέγοντες ὀρθῶς πρός γε τοὺς πολλούς, ὅτι ὁ μὲν πατὴρ εὐεργέτηκέν πως τὸν υἱόν, ὁ δ' υἱὸς χάριν ὀφείλει τῆς εὐερ γεσίας; αὕτη μὲν οὖν ἡ αἰτία [καὶ] ἐν τῇ κατὰ τὸ συμφέρον φιλίᾳ δόξειεν ἂν ὑπάρχειν ὥσπερ δὲ καὶ κατὰ τὰς ἐπιστήμας ὁρῶμεν ἔχον, οὕτω πως ἔχει καὶ ἐνταῦθα.
139Aristoteles, Metaphysica, 1, 2; 3 (auctor 384BC-322BC)
ὑπολαμβάνομεν δὴ πρῶτον μὲν ἐπίστασθαι πάντα τὸν σοφὸν ὡς ἐνδέχεται, μὴ καθ' ἕκαστον ἔχοντα ἐπιστήμην αὐτῶν· εἶτα τὸν τὰ χαλεπὰ γνῶναι δυνάμενον καὶ μὴ ῥᾴδια ἀνθρώπῳ γιγνώσκειν, τοῦτον σοφόν (τὸ γὰρ αἰσθάνεσθαι πάντων κοινόν, διὸ ῥᾴδιον καὶ οὐδὲν σοφόν) · ἔτι τὸν ἀκριβέστερον καὶ τὸν διδασκαλικώτερον τῶν αἰτιῶν σοφώτερον εἶναι περὶ πᾶσαν ἐπιστήμην· καὶ τῶν ἐπιστημῶν δὲ τὴν αὑτῆς ἕνεκεν καὶ τοῦ εἰδέναι χάριν αἱρετὴν οὖσαν μᾶλλον εἶναι σοφίαν ἢ τὴν τῶν ἀποβαινόντων ἕνεκεν, καὶ τὴν ἀρχικωτέραν τῆς ὑπηρετούσης μᾶλλον σοφίαν· οὐ γὰρ δεῖν ἐπιτάττεσθαι τὸν σοφὸν ἀλλ' ἐπιτάττειν, καὶ οὐ τοῦτον ἑτέρῳ πείθεσθαι, ἀλλὰ τούτῳ τὸν ἧττον σοφόν.
140Aristoteles, Metaphysica, 1, 5; 5 (auctor 384BC-322BC)
ἀλλ' οὗ δὴ χάριν ἐπερχόμεθα, τοῦτό ἐστιν ὅπως λάβωμεν καὶ παρὰ τούτων τίνας εἶναι τιθέασι τὰς ἀρχὰς καὶ πῶς εἰς τὰς εἰρημένας ἐμπίπτουσιν αἰτίας.
141Aristoteles, Metaphysica, 1, 9; 44 (auctor 384BC-322BC)
οὐδὲ δὴ ὅπερ ταῖς ἐπιστήμαις ὁρῶμεν ὂν αἴτιον, δι' ὃ καὶ πᾶς νοῦς καὶ πᾶσα φύσις ποιεῖ, οὐδὲ ταύτης τῆς αἰτίας, ἥν φαμεν εἶναι μίαν τῶν ἀρχῶν, οὐθὲν ἅπτεται τὰ εἴδη, ἀλλὰ γέγονε τὰ μαθήματα τοῖς νῦν ἡ φιλοσοφία, φασκόντων ἄλλων χάριν αὐτὰ δεῖν πραγματεύεσθαι.
142Aristoteles, Metaphysica, 2, 1; 4 (auctor 384BC-322BC)
οὐ μόνον δὲ χάριν ἔχειν δίκαιον τούτοις ὧν ἄν τις κοινώσαιτο ταῖς δόξαις, ἀλλὰ καὶ τοῖς ἐπιπολαιότερον ἀποφηναμένοις· καὶ γὰρ οὗτοι συνεβάλοντό τι· τὴν γὰρ ἕξιν προήσκησαν ἡμῶν· εἰ μὲν γὰρ Τιμόθεος μὴ ἐγένετο, πολλὴν ἂν μελοποιίαν οὐκ εἴχομεν· εἰ δὲ μὴ Φρῦνις, Τιμόθεος οὐκ ἂν ἐγένετο.
143Aristoteles, Metaphysica, 3, 1; 3 (auctor 384BC-322BC)
διὸ δεῖ τὰς δυσχερείας τεθεωρηκέναι πάσας πρότερον, τούτων τε χάριν καὶ διὰ τὸ τοὺς ζητοῦντας ἄνευ τοῦ διαπορῆσαι πρῶτον ὁμοίους εἶναι τοῖς ποῖ δεῖ βαδίζειν ἀγνοοῦσι, καὶ πρὸς τούτοις οὐδ' εἴ ποτε τὸ ζητούμενον εὕρηκεν ἢ μὴ γιγνώσκειν· τὸ γὰρ τέλος τούτῳ μὲν οὐ δῆλον τῷ δὲ προηπορηκότι δῆλον.
144Aristoteles, Metaphysica, 3, 4; 15 (auctor 384BC-322BC)
εἰ μὲν γὰρ αἱ αὐταί, πῶς τὰ μὲν φθαρτὰ τὰ δὲ ἄφθαρτα, καὶ διὰ τίν' αἰτίαν· οἱ μὲν οὖν περὶ Ἡσίοδον καὶ πάντες ὅσοι θεολόγοι μόνον ἐφρόντισαν τοῦ πιθανοῦ τοῦ πρὸς αὑτούς, ἡμῶν δ' ὠλιγώρησαν (θεοὺς γὰρ ποιοῦντες τὰς ἀρχὰς καὶ ἐκ θεῶν γεγονέναι, τὰ μὴ γευσάμενα τοῦ νέκταρος καὶ τῆς ἀμβροσίας θνητὰ γενέσθαι φασίν, δῆλον ὡς ταῦτα τὰ ὀνόματα γνώριμα λέγοντες αὑτοῖς· καίτοι περὶ αὐτῆς τῆς προσφορᾶς τῶν αἰτίων τούτων ὑπὲρ ἡμᾶς εἰρήκασιν· εἰ μὲν γὰρ χάριν ἡδονῆς αὐτῶν θιγγάνουσιν, οὐθὲν αἴτια τοῦ εἶναι τὸ νέκταρ καὶ ἡ ἀμβροσία, εἰ δὲ τοῦ εἶναι, πῶς ἂν εἶεν ἀΐδιοι δεόμενοι τροφῆς) · ἀλλὰ περὶ μὲν τῶν μυθικῶς σοφιζομένων οὐκ ἄξιον μετὰ σπουδῆς σκοπεῖν· παρὰ δὲ τῶν δι' ἀποδείξεως λεγόντων δεῖ πυνθάνεσθαι διερωτῶντας τί δή ποτ' ἐκ τῶν αὐτῶν ὄντα τὰ μὲν ἀΐδια τὴν φύσιν ἐστὶ τὰ δὲ φθείρεται τῶν ὄντων.
145Aristoteles, Metaphysica, 4, 5; 3 (auctor 384BC-322BC)
ὅσοι μὲν γὰρ ἐκ τοῦ ἀπορῆσαι ὑπέλαβον οὕτως, τούτων εὐΐατος ἡ ἄγνοια (οὐ γὰρ πρὸς τὸν λόγον ἀλλὰ πρὸς τὴν διάνοιαν ἡ ἀπάντησις αὐτῶν) · ὅσοι δὲ λόγου χάριν λέγουσι, τούτων δ' ἔλεγχος ἴασις τοῦ ἐν τῇ φωνῇ λόγου καὶ τοῦ ἐν τοῖς ὀνόμασιν.
146Aristoteles, Metaphysica, 4, 5; 49 (auctor 384BC-322BC)
ἀλλ' ἴσως διὰ τοῦτ' ἀνάγκη λέγειν τοῖς μὴ δι' ἀπορίαν ἀλλὰ λόγου χάριν λέγουσιν, ὅτι οὐκ ἔστιν ἀληθὲς τοῦτο ἀλλὰ τούτῳ ἀληθές.
147Aristoteles, Metaphysica, 7, 11; 16 (auctor 384BC-322BC)
τούτου γὰρ χάριν καὶ περὶ τῶν αἰσθητῶν οὐσιῶν πειρώμεθα διορίζειν, ἐπεὶ τρόπον τινὰ τῆς φυσικῆς καὶ δευτέρας φιλοσοφίας ἔργον ἡ περὶ τὰς αἰσθητὰς οὐσίας θεωρία· οὐ γὰρ μόνον περὶ τῆς ὕλης δεῖ γνωρίζειν τὸν φυσικὸν ἀλλὰ καὶ τῆς κατὰ τὸν λόγον, καὶ μᾶλλον.
148Aristoteles, Metaphysica, 9, 8; 12 (auctor 384BC-322BC)
ἀλλὰ μὴν καὶ οὐσίᾳ γε, πρῶτον μὲν ὅτι τὰ τῇ γενέσει ὕστερα τῷ εἴδει καὶ τῇ οὐσίᾳ πρότερα (οἷον ἀνὴρ παιδὸς καὶ ἄνθρωπος σπέρματος· τὸ μὲν γὰρ ἤδη ἔχει τὸ εἶδος τὸ δ' οὔ) , καὶ ὅτι ἅπαν ἐπ' ἀρχὴν βαδίζει τὸ γιγνόμενον καὶ τέλος (ἀρχὴ γὰρ τὸ οὗ ἕνεκα, τοῦ τέλους δὲ ἕνεκα ἡ γένεσις) , τέλος δ' ἡ ἐνέργεια, καὶ τούτου χάριν ἡ δύναμις λαμβάνεται.
149Aristoteles, Metaphysica, 12, 8; 7 (auctor 384BC-322BC)
ὅτι μὲν οὖν πλείους τῶν φερομένων αἱ φοραί, φανερὸν τοῖς καὶ μετρίως ἡμμένοις (πλείους γὰρ ἕκαστον φέρεται μιᾶς τῶν πλανωμένων ἄστρων) · πόσαι δ' αὗται τυγχάνουσιν οὖσαι, νῦν μὲν ἡμεῖς ἃ λέγουσι τῶν μαθηματικῶν τινὲς ἐννοίας χάριν λέγομεν, ὅπως ᾖ τι τῇ διανοίᾳ πλῆθος ὡρισμένον ὑπολαβεῖν· τὸ δὲ λοιπὸν τὰ μὲν ζητοῦντας αὐτοὺς δεῖ τὰ δὲ πυνθανομένους παρὰ τῶν ζητούντων, ἄν τι φαίνηται παρὰ τὰ νῦν εἰρημένα τοῖς ταῦτα πραγματευομένοις, φιλεῖν μὲν ἀμφοτέρους, πείθεσθαι δὲ τοῖς ἀκριβεστέροις.
150Aristoteles, Metaphysica, 12, 8; 15 (auctor 384BC-322BC)
εἰ γὰρ πᾶν τὸ φέρον τοῦ φερομένου χάριν πέφυκε καὶ φορὰ πᾶσα φερομένου τινός ἐστιν, οὐδεμία φορὰ αὑτῆς ἂν ἕνεκα εἴη οὐδ' ἄλλης φορᾶς, ἀλλὰ τῶν ἄστρων ἕνεκα.
151Aristoteles, Metaphysica, 12, 8; 16 (auctor 384BC-322BC)
εἰ γὰρ ἔσται φορὰ φορᾶς ἕνεκα, καὶ ἐκείνην ἑτέρου δεήσει χάριν εἶναι· ὥστ' ἐπειδὴ οὐχ οἷόν τε εἰς ἄπειρον, τέλος ἔσται πάσης φορᾶς τῶν φερομένων τι θείων σωμάτων κατὰ τὸν οὐρανόν.
152Aristoteles, Metaphysica, 13, 1; 3 (auctor 384BC-322BC)
ἐπεὶ δὲ οἱ μὲν δύο ταῦτα γένη ποιοῦσι, τάς τε ἰδέας καὶ τοὺς μαθηματικοὺς ἀριθμούς, οἱ δὲ μίαν φύσιν ἀμφοτέρων, ἕτεροι δέ τινες τὰς μαθηματικὰς μόνον οὐσίας εἶναί φασι, σκεπτέον πρῶτον μὲν περὶ τῶν μαθηματικῶν, μηδεμίαν προστιθέντας φύσιν ἄλλην αὐτοῖς, οἷον πότερον ἰδέαι τυγχάνουσιν οὖσαι ἢ οὔ, καὶ πότερον ἀρχαὶ καὶ οὐσίαι τῶν ὄντων ἢ οὔ, ἀλλ' ὡς περὶ μαθηματικῶν μόνον εἴτ' εἰσὶν εἴτε μὴ εἰσί, καὶ εἰ εἰσὶ πῶς εἰσίν· ἔπειτα μετὰ ταῦτα χωρὶς περὶ τῶν ἰδεῶν αὐτῶν ἁπλῶς καὶ ὅσον νόμου χάριν· τεθρύληται γὰρ τὰ πολλὰ καὶ ὑπὸ τῶν ἐξωτερικῶν λόγων, ἔτι δὲ πρὸς ἐκείνην δεῖ τὴν σκέψιν ἀπαντᾶν τὸν πλείω λόγον, ὅταν ἐπισκοπῶμεν εἰ αἱ οὐσίαι καὶ αἱ ἀρχαὶ τῶν ὄντων ἀριθμοὶ καὶ ἰδέαι εἰσίν· μετὰ γὰρ τὰς ἰδέας αὕτη λείπεται τρίτη σκέψις.
153Aristoteles, Meteorologica, 1, I 13; 28 (auctor 384BC-322BC)
Ὁμοίως δέ καί τούς ἄλλους ποταμούς εὕροι τις ἂν ῥέοντας· ἀλλά μαρτυρίου χάριν τούτους εἴπομεν· ἐπεί καί ὅσοι αὐτῶν ῥέουσιν ἐξ ἑλῶν, τά ἕλη ὑπ’ ὄρη κεῖσθαι συμβαίνει πάντα σχεδόν ἢ τόπους ὑψηλούς ἐκ προσαγωγῆς.
154Aristoteles, Meteorologica, 2, II 1; 2 (auctor 384BC-322BC)
Οἱ μέν οὖν ἀρχαῖοι καί διατρίβοντες περί τάς θεολογίας ποιοῦσιν αὐτῆς πηγάς, ἵν’ αὐτοῖς ὦσιν ἀρχαί καί ῥίζαι γῆς καί θαλάττης· τραγικώτερον γάρ οὕτω καί σεμνότερον ὑπέλαβον ἴσως εἶναι τό λεγόμενον, ὡς μέγα τι τοῦ παντός τοῦτο μόριον ὄν· καί τόν λοιπόν οὐρανόν ὅλον περί τοῦτον συστῆναι τόν τόπον καί τούτου χάριν ὡς ὄντα τιμιώτατον καί ἀρχήν.
155Aristoteles, Oeconomica, 1; 23 (auctor 384BC-322BC)
ἐν μὲν οὖν τοῖς ἄλλοις ζῴοις ἀλόγως τοῦτο ὑπάρχει, καὶ ἐφ' ὅσον μετέχουσι τῆς φύσεως, ἐπὶ τοσοῦτον, καὶ τεκνοποιίας μόνον χάριν· ἐν δὲ τοῖς ἡμέροις καὶ φρονιμωτέροις διήρθρωται μᾶλλον (φαίνονται γὰρ μᾶλλον βοήθειαι γινόμεναι καὶ εὔνοιαι καὶ συνεργίαι ἀλλήλοις) , ἐν ἀνθρώπῳ δὲ μάλιστα, ὅτι οὐ μόνον τοῦ εἶναι ἀλλὰ καὶ τοῦ εὖ εἶναι συνεργὰ ἀλλήλοις τὸ θῆλυ καὶ τὸ ἄρρεν ἐστί.
156Aristoteles, Physica, 2, 3; 2 (auctor 384BC-322BC)
ἐπεὶ γὰρ τοῦ εἰδέναι χάριν ἡ πραγματεία, εἰδέναι δὲ οὐ πρότερον οἰόμεθα ἕκαστον πρὶν ἂν λάβωμεν τὸ διὰ τί περὶ ἕκαστον (τοῦτο δ' ἐστὶ τὸ λαβεῖν τὴν πρώτην αἰτίαν), δῆλον ὅτι καὶ ἡμῖν τοῦτο ποιητέον καὶ περὶ γενέσεως καὶ φθορᾶς καὶ πάσης τῆς φυσικῆς μεταβολῆς, ὅπως εἰδότες αὐτῶν τὰς ἀρχὰς ἀνάγειν εἰς αὐτὰς πειρώμεθα τῶν ζητουμένων ἕκαστον.
157Aristoteles, Politica, 1, 1252A; 1 (auctor 384BC-322BC)
ἐπειδὴ πᾶσαν πόλιν ὁρῶμεν κοινωνίαν τινὰ οὖσαν καὶ πᾶσαν κοινωνίαν ἀγαθοῦ τινος ἕνεκεν συνεστηκυῖαν (τοῦ γὰρ εἶναι δοκοῦντος ἀγαθοῦ χάριν πάντα πράττουσι πάντες) , δῆλον ὡς πᾶσαι μὲν ἀγαθοῦ τινος στοχάζονται, μάλιστα δὲ καὶ τοῦ κυριωτάτου πάντων ἡ πασῶν κυριωτάτη καὶ πάσας περιέχουσα τὰς ἄλλας.
158Aristoteles, Politica, 1; 108 (auctor 384BC-322BC)
ὥστε ὁμοίως δῆλον ὅτι καὶ γενομένοις οἰητέον τά τε φυτὰ τῶν ζῴων ἕνεκεν εἶναι καὶ τὰ ἄλλα ζῷα τῶν ἀνθρώπων χάριν, τὰ μὲν ἥμερα καὶ διὰ τὴν χρῆσιν καὶ διὰ τὴν τροφήν, τῶν δ' ἀγρίων, εἰ μὴ πάντα, ἀλλὰ τά γε πλεῖστα τῆς τροφῆς καὶ ἄλλης βοηθείας ἕνεκεν, ἵνα καὶ ἐσθὴς καὶ ἄλλα ὄργανα γίνηται ἐξ αὐτῶν.
159Aristoteles, Politica, 1; 157 (auctor 384BC-322BC)
μεταβολῆς γὰρ ἐγένετο χάριν, ὁ δὲ τόκος αὐτὸ ποιεῖ πλέον (ὅθεν καὶ τοὔνομα τοῦτ' εἴληφεν· ὅμοια γὰρ τὰ τικτόμενα τοῖς γεννῶσιν αὐτά ἐστιν, ὁ δὲ τόκος γίνεται νόμισμα ἐκ νομίσματος) · ὥστε καὶ μάλιστα παρὰ φύσιν οὗτος τῶν χρηματισμῶν ἐστιν.
160Aristoteles, Politica, 2; 11 (auctor 384BC-322BC)
ἕτερον γὰρ συμμαχία καὶ πόλις· τὸ μὲν γὰρ τῷ ποσῷ χρήσιμον, κἂν ᾖ τὸ αὐτὸ τῷ εἴδει (βοηθείας γὰρ χάριν ἡ συμμαχία πέφυκεν) , ὥσπερ ἂν εἰ σταθμὸς πλεῖον ἑλκύσειε, ἐξ ὧν δὲ δεῖ ἓν γενέσθαι εἴδει διαφέρειν (διοίσει δὲ τῷ τοιούτῳ καὶ πόλις ἔθνους, ὅταν μὴ κατὰ κώμας ὦσι κεχωρισμένοι τὸ πλῆθος, ἀλλ' οἷον Ἀρκάδες) .
161Aristoteles, Politica, 2; 288 (auctor 384BC-322BC)
εἰ δὲ δεῖ βλέπειν καὶ πρὸς εὐπορίαν χάριν σχολῆς, φαῦλον τὸ τὰς μεγίστας ὠνητὰς εἶναι τῶν ἀρχῶν, τήν τε βασιλείαν καὶ τὴν στρατηγίαν.
162Aristoteles, Politica, 3; 12 (auctor 384BC-322BC)
ἔστω δὴ διορισμοῦ χάριν ἀόριστος ἀρχή.
163Aristoteles, Politica, 3; 64 (auctor 384BC-322BC)
τὰ μὲν οὖν ἔργα τῶν ἀρχομένων οὕτως οὐ δεῖ τὸν ἀγαθὸν οὐδὲ τὸν πολιτικὸν οὐδὲ τὸν πολίτην τὸν ἀγαθὸν μανθάνειν, εἰ μή ποτε χρείας χάριν αὐτῷ πρὸς αὑτόν· (οὐ γὰρ ἔτι συμβαίνει γίνεσθαι τὸν μὲν δεσπότην τὸν δὲ δοῦλον) .
164Aristoteles, Politica, 3; 92 (auctor 384BC-322BC)
ἀλλ' ἐστὶν ὅπου τὸ τοιοῦτον ἐπικεκρυμμένον ἐστίν, ἀπάτης χάριν τῶν συνοικούντων ἐστίν.
165Aristoteles, Politica, 3; 99 (auctor 384BC-322BC)
ὑποθετέον δὴ πρῶτον τίνος χάριν συνέστηκε πόλις, καὶ τῆς ἀρχῆς εἴδη πόσα τῆς περὶ ἄνθρωπον καὶ τὴν κοινωνίαν τῆς ζωῆς.
166Aristoteles, Politica, 3, 1279A; 105 (auctor 384BC-322BC)
ἡ δὲ τέκνων ἀρχὴ καὶ γυναικὸς [καὶ τῆς οἰκίας πάσης, ἣν δὴ καλοῦμεν οἰκονομικήν] ἤτοι τῶν ἀρχομένων χάριν ἐστὶν ἢ κοινοῦ τινὸς ἀμφοῖν, καθ' αὑτὸ μὲν τῶν ἀρχομένων, ὥσπερ ὁρῶμεν καὶ τὰς ἄλλας τέχνας, οἷον ἰατρικὴν καὶ γυμναστικήν, κατὰ συμβεβηκὸς δὲ κἂν αὐτῶν εἶεν.
167Aristoteles, Politica, 3; 132 (auctor 384BC-322BC)
εἰ μὲν γὰρ τῶν κτημάτων χάριν ἐκοινώνησαν καὶ συνῆλθον, τοσοῦτον μετέχουσι τῆς πόλεως ὅσον περ καὶ τῆς κτήσεως, ὥσθ' ὁ τῶν ὀλιγαρχικῶν λόγος δόξειεν ἂν ἰσχύειν (οὐ γὰρ εἶναι δίκαιον ἴσον μετέχειν τῶν ἑκατὸν μνῶν τὸν εἰσενέγκαντα μίαν μνᾶν τῷ δόντι τὸ λοιπὸν πᾶν, οὔτε τῶν ἐξ ἀρχῆς οὔτε τῶν ἐπιγινομένων) · εἰ δὲ μήτε τοῦ ζῆν μόνον ἕνεκεν ἀλλὰ μᾶλλον τοῦ εὖ ζῆν (καὶ γὰρ ἂν δούλων καὶ τῶν ἄλλων ζῴων ἦν πόλις· νῦν δ' οὐκ ἔστι, διὰ τὸ μὴ μετέχειν εὐδαιμονίας μηδὲ τοῦ ζῆν κατὰ προαίρεσιν) , μήτε συμμαχίας ἕνεκεν, ὅπως ὑπὸ μηδενὸς ἀδικῶνται, μήτε διὰ τὰς ἀλλαγὰς καὶ τὴν χρῆσιν τὴν πρὸς ἀλλήλους – καὶ γὰρ ἂν Τυρρηνοὶ καὶ Καρχηδόνιοι, καὶ πάντες οἷς ἔστι σύμβολα πρὸς ἀλλήλους, ὡς μιᾶς ἂν πολῖται πόλεως ἦσαν· εἰσὶ γοῦν αὐτοῖς συνθῆκαι περὶ τῶν εἰσαγωγίμων καὶ σύμβολα περὶ τοῦ μὴ ἀδικεῖν καὶ γραφαὶ περὶ συμμαχίας.
168Aristoteles, Politica, 3; 135 (auctor 384BC-322BC)
ᾗ καὶ φανερὸν ὅτι δεῖ περὶ ἀρετῆς ἐπιμελὲς εἶναι τῇ γ' ὡς ἀληθῶς ὀνομαζομένῃ πόλει, μὴ λόγου χάριν.
169Aristoteles, Politica, 3; 143 (auctor 384BC-322BC)
φανερὸν τοίνυν ὅτι ἡ πόλις οὐκ ἔστι κοινωνία τόπου, καὶ τοῦ μὴ ἀδικεῖν σφᾶς αὐτοὺς καὶ τῆς μεταδόσεως χάριν· ἀλλὰ ταῦτα μὲν ἀναγκαῖον ὑπάρχειν, εἴπερ ἔσται πόλις, οὐ μὴν οὐδ' ὑπαρχόντων τούτων ἁπάντων ἤδη πόλις, ἀλλ' ἡ τοῦ εὖ ζῆν κοινωνία καὶ ταῖς οἰκίαις καὶ τοῖς γένεσι, ζωῆς τελείας χάριν καὶ αὐτάρκους.
170Aristoteles, Politica, 3; 147 (auctor 384BC-322BC)
τέλος μὲν οὖν πόλεως τὸ εὖ ζῆν, ταῦτα δὲ τοῦ τέλους χάριν.
171Aristoteles, Politica, 3; 149 (auctor 384BC-322BC)
τῶν καλῶν ἄρα πράξεων χάριν θετέον εἶναι τὴν πολιτικὴν κοινωνίαν ἀλλ' οὐ τοῦ συζῆν.
172Aristoteles, Politica, 3; 302 (auctor 384BC-322BC)
οἱ μὲν γὰρ οὐδὲν διὰ φιλίαν παρὰ τὸν λόγον ποιοῦσιν, ἀλλ' ἄρνυνται τὸν μισθὸν τοὺς κάμνοντας ὑγιάσαντες· οἱ δ' ἐν ταῖς πολιτικαῖς ἀρχαῖς πολλὰ πρὸς ἐπήρειαν καὶ χάριν εἰώθασι πράττειν, ἐπεὶ καὶ τοὺς ἰατροὺς ὅταν ὑποπτεύωσι πιστευθέντας τοῖς ἐχθροῖς διαφθείρειν διὰ κέρδος, τότε τὴν ἐκ τῶν γραμμάτων θεραπείαν ζητήσαιεν ἂν μᾶλλον.
173Aristoteles, Politica, 4; 41 (auctor 384BC-322BC)
φησὶ γὰρ ὁ Σωκράτης ἐκ τεττάρων τῶν ἀναγκαιοτάτων πόλιν συγκεῖσθαι, λέγει δὲ τούτους ὑφάντην καὶ γεωργὸν καὶ σκυτοτόμον καὶ οἰκοδόμον· πάλιν δὲ προστίθησιν, ὡς οὐκ αὐτάρκων τούτων, χαλκέα καὶ τοὺς ἐπὶ τοῖς ἀναγκαίοις βοσκήμασιν, ἔτι δ' ἔμπορόν τε καὶ κάπηλον· καὶ ταῦτα πάντα γίνεται πλήρωμα τῆς πρώτης πόλεως, ὡς τῶν ἀναγκαίων τε χάριν πᾶσαν πόλιν συνεστηκυῖαν, ἀλλ' οὐ τοῦ καλοῦ μᾶλλον, ἴσον τε δεομένην σκυτέων τε καὶ γεωργῶν.
174Aristoteles, Politica, 4; 175 (auctor 384BC-322BC)
ἔστι δ' ὅσα προφάσεως χάριν ἐν ταῖς πολιτείαις σοφίζονται πρὸς τὸν δῆμον πέντε τὸν ἀριθμόν, περὶ ἐκκλησίαν, περὶ τὰς ἀρχάς, περὶ δικαστήρια, περὶ ὅπλισιν, περὶ γυμνασίαν· περὶ ἐκκλησίαν μὲν τὸ ἐξεῖναι ἐκκλησιάζειν πᾶσι, ζημίαν δὲ ἐπικεῖσθαι τοῖς εὐπόροις ἐὰν μὴ ἐκκλησιάζωσιν, ἢ μόνοις ἢ μείζω πολλῷ, περὶ δὲ τὰς ἀρχὰς τὸ τοῖς μὲν ἔχουσι τίμημα μὴ ἐξεῖναι ἐξόμνυσθαι, τοῖς δ' ἀπόροις ἐξεῖναι, καὶ περὶ τὰ δικαστήρια τοῖς μὲν εὐπόροις εἶναι ζημίαν ἂν μὴ δικάζωσι, τοῖς δ' ἀπόροις ἄδειαν, ἢ τοῖς μὲν μεγάλην τοῖς δὲ μικράν, ὥσπερ ἐν τοῖς Χαρώνδου νόμοις.
175Aristoteles, Politica, 5, 1308A; 117 (auctor 384BC-322BC)
μίαν μὲν οὖν φυλακὴν ταύτην πρὸς τὴν ἀρχὴν δεῖ ποιεῖσθαι· ἔπειτα μὴ πιστεύειν τοῖς σοφίσματος χάριν πρὸς τὸ πλῆθος συγκειμένοις, ἐξελέγχεται γὰρ ὑπὸ τῶν ἔργων (ποῖα δὲ λέγομεν τῶν πολιτειῶν σοφίσματα, πρότερον εἴρηται) .
176Aristoteles, Politica, 5; 142 (auctor 384BC-322BC)
οἱ δ' οἰόμενοι ταύτην εἶναι μίαν ἀρετὴν ἕλκουσιν εἰς τὴν ὑπερβολήν, ἀγνοοῦντες ὅτι, καθάπερ ῥὶς ἔστι παρεκβεβηκυῖα μὲν τὴν εὐθύτητα τὴν καλλίστην πρὸς τὸ γρυπὸν ἢ τὸ σιμόν, ἀλλ' ὅμως ἔτι καλὴ καὶ χάριν ἔχουσα πρὸς τὴν ὄψιν, οὐ μὴν ἀλλ' ἐὰν ἐπιτείνῃ τις ἔτι μᾶλλον εἰς τὴν ὑπερβολήν, πρῶτον μὲν ἀποβαλεῖ τὴν μετριότητα τοῦ μορίου, τέλος δ' οὕτως ὥστε μηδὲ ῥῖνα ποιήσει φαίνεσθαι διὰ τὴν ὑπεροχὴν καὶ τὴν ἔλλειψιν τῶν ἐναντίων, τὸν αὐτὸν δὲ τρόπον ἔχει καὶ περὶ τῶν ἄλλων μορίων, συμβαίνει δὴ τοῦτο καὶ περὶ τὰς [ἄλλας] πολιτείας.
177Aristoteles, Politica, 5, 1311A; 165 (auctor 384BC-322BC)
βούλεται δ' ὁ βασιλεὺς εἶναι φύλαξ, ὅπως οἱ μὲν κεκτημένοι τὰς οὐσίας μηθὲν ἄδικον πάσχωσιν, ὁ δὲ δῆμος μὴ ὑβρίζηται μηθέν· ἡ δὲ τυραννίς, ὥσπερ εἴρηται πολλάκις, πρὸς οὐδὲν ἀποβλέπει κοινόν, εἰ μὴ τῆς ἰδίας ὠφελείας χάριν.
178Aristoteles, Politica, 5; 175 (auctor 384BC-322BC)
τῆς δ' ὕβρεως οὔσης πολυμεροῦς, ἕκαστον αὐτῶν αἴτιον γίγνεται τῆς ὀργῆς· τῶν δ' ὀργιζομένων σχεδὸν οἱ πλεῖστοι τιμωρίας χάριν ἐπιτίθενται, ἀλλ' οὐχ ὑπεροχῆς.
179Aristoteles, Politica, 5; 178 (auctor 384BC-322BC)
οἷον καὶ ἡ Κραταίου εἰς Ἀρχέλαον· αἰεὶ γὰρ βαρέως εἶχε πρὸς τὴν ὁμιλίαν, ὥστε ἱκανὴ καὶ ἐλάττων ἂν ἐγένετο πρόφασις – ἢ διότι τῶν θυγατέρων οὐδεμίαν ἔδωκεν ὁμολογήσας αὐτῷ, ἀλλὰ τὴν μὲν προτέραν, κατεχόμενος ὑπὸ πολέμου πρὸς Σίρραν καὶ Ἀρράβαιον, ἔδωκε τῷ βασιλεῖ τῷ τῆς Ἐλιμείας, τὴν δὲ νεωτέραν τῷ υἱεῖ Ἀμύντᾳ, οἰόμενος οὕτως ἂν ἐκεῖνον ἥκιστα διαφέρεσθαι καὶ τὸν ἐκ τῆς Κλεοπάτρας· ἀλλὰ τῆς γε ἀλλοτριότητος ὑπῆρχεν ἀρχὴ τὸ βαρέως φέρειν πρὸς τὴν ἀφροδισιαστικὴν χάριν.
180Aristoteles, Politica, 7; 37 (auctor 384BC-322BC)
δῆλον ἄρα ὅτι πάσας τὰς πρὸς τὸν πόλεμον ἐπιμελείας καλὰς μὲν θετέον, οὐχ ὡς τέλος δὲ πάντων ἀκρότατον, ἀλλ' ἐκείνου χάριν ταύτας.
181Aristoteles, Politica, 7; 53 (auctor 384BC-322BC)
ἀλλὰ τὸν πρακτικὸν οὐκ ἀναγκαῖον εἶναι πρὸς ἑτέρους, καθάπερ οἴονταί τινες, οὐδὲ τὰς διανοίας εἶναι μόνας ταύτας πρακτικάς, τὰς τῶν ἀποβαινόντων χάριν γιγνομένας ἐκ τοῦ πράττειν, ἀλλὰ πολὺ μᾶλλον τὰς αὐτοτελεῖς καὶ τὰς αὑτῶν ἕνεκεν θεωρίας καὶ διανοήσεις· ἡ γὰρ εὐπραξία τέλος, ὥστε καὶ πρᾶξίς τις.
182Aristoteles, Politica, 7; 88 (auctor 384BC-322BC)
αὑτῇ γὰρ ἐμπορικήν, ἀλλ' οὐ τοῖς ἄλλοις, δεῖ εἶναι τὴν πόλιν· οἱ δὲ παρέχοντες σφᾶς αὐτοὺς πᾶσιν ἀγορὰν προσόδου χάριν ταῦτα πράττουσιν· ἣν δὲ μὴ δεῖ πόλιν τοιαύτης μετέχειν πλεονεξίας, οὐδ' ἐμπόριον δεῖ κεκτῆσθαι τοιοῦτον.
183Aristoteles, Politica, 7; 114 (auctor 384BC-322BC)
ὅταν δ' ᾖ τὸ μὲν τούτου ἕνεκεν τὸ δ' οὗ ἕνεκεν, οὐθέν [ἔν] γε τούτοις κοινὸν ἀλλ' ἢ τῷ μὲν ποιῆσαι τῷ δὲ λαβεῖν· λέγω δ' οἷον ὀργάνῳ τε παντὶ πρὸς τὸ γιγνόμενον ἔργον καὶ τοῖς δημιουργοῖς· οἰκίᾳ γὰρ πρὸς οἰκοδόμον οὐθέν ἐστιν ὃ γίγνεται κοινόν, ἀλλ' ἔστι τῆς οἰκίας χάριν ἡ τῶν οἰκοδόμων τέχνη.
184Aristoteles, Politica, 7; 119 (auctor 384BC-322BC)
πρῶτον μὲν οὖν ὑπάρχειν δεῖ τροφήν, ἔπειτα τέχνας (πολλῶν γὰρ ὀργάνων δεῖται τὸ ζῆν) , τρίτον δὲ ὅπλα (τοὺς γὰρ κοινωνοῦντας ἀναγκαῖον καὶ ἐν αὑτοῖς ἔχειν ὅπλα πρός τε τὴν ἀρχήν, τῶν ἀπειθούντων χάριν, καὶ πρὸς τοὺς ἔξωθεν ἀδικεῖν ἐπιχειροῦντας) , ἔτι χρημάτων τινὰ εὐπορίαν, ὅπως ἔχωσι καὶ πρὸς τὰς καθ' αὑτοὺς χρείας καὶ πρὸς τὰσ πολεμικάς, πέμπτον δὲ καὶ πρῶτον τὴν περὶ τὸ θεῖον ἐπιμέλειαν, ἣν καλοῦσιν ἱερατείαν, ἕκτον δὲ τὸν ἀριθμὸν καὶ πάντων ἀναγκαιότατον κρίσιν περὶ τῶν συμφερόντων καὶ τῶν δικαίων τῶν πρὸς ἀλλήλους.
185Aristoteles, Politica, 7; 215 (auctor 384BC-322BC)
(ἔστι δὲ ἀρχή, καθάπερ ἐν τοῖς πρώτοις εἴρηται λόγοις, ἡ μὲν τοῦ ἄρχοντος χάριν ἡ δὲ τοῦ ἀρχομένου. τούτων δὲ τὴν μὲν δεσποτικὴν εἶναί φαμεν, τὴν δὲ τῶν ἐλευθέρων. διαφέρει δ' ἔνια τῶν ἐπιταττομένων οὐ τοῖς ἔργοις ἀλλὰ τῷ τίνος ἕνεκα. διὸ πολλὰ τῶν εἶναι δοκούντων διακονικῶν ἔργων καὶ τῶν νέων τοῖς ἐλευθέροις καλὸν διακονεῖν· πρὸς γὰρ τὸ καλὸν καὶ τὸ μὴ καλὸν οὐχ οὕτω διαφέρουσιν αἱ πράξεις καθ' αὑτὰς ὡς ἐν τῷ τέλει καὶ τῷ τίνος ἕνεκεν.) ἐπεὶ δὲ πολίτου καὶ ἄρχοντος τὴν αὐτὴν ἀρετὴν εἶναί φαμεν καὶ τοῦ ἀρίστου ἀνδρός, τὸν δ' αὐτὸν ἀρχόμενόν τε δεῖν γίγνεσθαι πρότερον καὶ ἄρχοντα ὕστερον, τοῦτ' ἂν εἴη τῷ νομοθέτῃ πραγματευτέον, ὅπως ἄνδρες ἀγαθοὶ γίγνωνται, καὶ διὰ τίνων ἐπιτηδευμάτων, καὶ τί τὸ τέλος τῆς ἀρίστης ζωῆς.
186Aristoteles, Politica, 7; 223 (auctor 384BC-322BC)
περὶ ὧν ἀνάγκη τὴν αὐτὴν αἵρεσιν εἶναι καὶ τοῖς τῆς ψυχῆς μέρεσι καὶ ταῖς πράξεσιν αὐτῶν, πόλεμον μὲν εἰρήνης χάριν, ἀσχολίαν δὲ σχολῆς, τὰ δ' ἀναγκαῖα καὶ χρήσιμα τῶν καλῶν ἕνεκεν.
187Aristoteles, Politica, 7, 1334A; 236 (auctor 384BC-322BC)
ταὐτὰ γὰρ ἄριστα καὶ ἰδίᾳ καὶ κοινῇ, τόν τε νομοθέτην ἐμποιεῖν δεῖ ταῦτα ταῖς ψυχαῖς τῶν ἀνθρώπων· τήν τε τῶν πολεμικῶν ἄσκησιν οὐ τούτου χάριν δεῖ μελετᾶν, ἵνα καταδουλώσωνται τοὺς ἀναξίους, ἀλλ' ἵνα πρῶτον μὲν αὐτοὶ μὴ δουλεύσωσιν ἑτέροις, ἔπειτα ὅπως ζητῶσι τὴν ἡγεμονίαν τῆς ὠφελείας ἕνεκα τῶν ἀρχομένων, ἀλλὰ μὴ πάντων δεσποτείας· τρίτον δὲ τὸ δεσπόζειν τῶν ἀξίων δουλεύειν.
188Aristoteles, Politica, 7; 278 (auctor 384BC-322BC)
ὥστε τέτταρσιν ἢ πέντε ἔτεσιν ὑπερβάλλοντα τὴν ἡλικίαν ταύτην ἀφεῖσθαι δεῖ τῆς εἰς τὸ φανερὸν γεννήσεως· τὸ δὲ λοιπὸν ὑγιείας χάριν ἤ τινος ἄλλης τοιαύτης αἰτίας φαίνεσθαι δεῖ ποιουμένους τὴν ὁμιλίαν.
189Aristoteles, Politica, 7; 295 (auctor 384BC-322BC)
ὅλως μὲν οὖν αἰσχρολογίαν ἐκ τῆς πόλεως, ὥσπερ ἄλλο τι, δεῖ τὸν νομοθέτην ἐξορίζειν (ἐκ τοῦ γὰρ εὐχερῶς λέγειν ὁτιοῦν τῶν αἰσχρῶν γίνεται καὶ τὸ ποιεῖν σύνεγγυς) · μάλιστα μὲν οὖν ἐκ τῶν νέων, ὅπως μήτε λέγωσι μήτε ἀκούωσι μηδὲν τοιοῦτον· ἐὰν δέ τις φαίνηταί τι λέγων ἢ πράττων τῶν ἀπηγορευμένων, τὸν μὲν ἐλεύθερον μὲν μήπω δὲ κατακλίσεως ἠξιωμένον ἐν τοῖς συσσιτίοις ἀτιμίαις κολάζειν καὶ πληγαῖς, τὸν δὲ πρεσβύτερον τῆς ἡλικίας ταύτης ἀτιμίαις ἀνελευθέροις ἀνδραποδωδίας χάριν.
190Aristoteles, Politica, 8; 13 (auctor 384BC-322BC)
ἔχει δὲ πολλὴν διαφορὰν καὶ τὸ τίνος ἕνεκεν πράττει τις ἢ μανθάνει· τὸ μὲν γὰρ αὑτοῦ χάριν ἢ φίλων ἢ δι' ἀρετὴν οὐκ ἀνελεύθερον, ὁ δὲ ταὐτὸ τοῦτο πράττων δι' ἄλλους πολλάκις θητικὸν καὶ δουλικὸν δόξειεν ἂν πράττειν.
191Aristoteles, Politica, 8; 15 (auctor 384BC-322BC)
νῦν μὲν γὰρ ὡς ἡδονῆς χάριν οἱ πλεῖστοι μετέχουσιν αὐτῆς· οἱ δ' ἐξ ἀρχῆς ἔταξαν ἐν παιδείᾳ διὰ τὸ τὴν φύσιν αὐτὴν ζητεῖν, ὅπερ πολλάκις εἴρηται, μὴ μόνον ἀσχολεῖν ὀρθῶς ἀλλὰ καὶ σχολάζειν δύνασθαι καλῶς.
192Aristoteles, Politica, 8; 19 (auctor 384BC-322BC)
εἰ δὲ τοῦτο ἀδύνατον, καὶ μᾶλλον ἐν ταῖς ἀσχολίαις χρηστέον ταῖς παιδιαῖς (ὁ γὰρ πονῶν δεῖται τῆς ἀναπαύσεως, ἡ δὲ παιδιὰ χάριν ἀναπαύσεώς ἐστιν· τὸ δ' ἀσχολεῖν συμβαίνει μετὰ πόνου καὶ συντονίας) , διὰ τοῦτο δεῖ παιδιὰς εἰσάγεσθαι καιροφυλακοῦντας τὴν χρῆσιν, ὡς προσάγοντας φαρμακείας χάριν.
193Aristoteles, Politica, 8; 24 (auctor 384BC-322BC)
ὥστε φανερὸν ὅτι δεῖ καὶ πρὸς τὴν ἐν τῇ διαγωγῇ [σχολὴν] μανθάνειν ἄττα καὶ παιδεύεσθαι, καὶ ταῦτα μὲν τὰ παιδεύματα καὶ ταύτας τὰς μαθήσεις ἑαυτῶν εἶναι χάριν, τὰς δὲ πρὸς τὴν ἀσχολίαν ὡς ἀναγκαίας καὶ χάριν ἄλλων.
194Aristoteles, Politica, 8; 45 (auctor 384BC-322BC)
οὔτε γὰρ τίνα ἔχει δύναμιν ῥᾴδιον περὶ αὐτῆς διελεῖν, οὔτε τίνος δεῖ χάριν μετέχειν αὐτῆς, πότερον παιδιᾶς ἕνεκα καὶ ἀναπαύσεως, καθάπερ ὕπνου καὶ μέθης (ταῦτα γὰρ καθ' αὑτὰ μὲν οὐδὲ τῶν σπουδαίων, ἀλλ' ἡδέα, καὶ ἀναπαύει μέριμναν, ὥς φησιν Εὐριπίδης· διὸ καὶ τάττουσιν αὐτὴν καὶ χρῶνται πᾶσι τούτοις ὁμοίως, ὕπνῳ καὶ μέθῃ καὶ μουσικῇ· τιθέασι δὲ καὶ τὴν ὄρχησιν ἐν τούτοις) , ἢ μᾶλλον οἰητέον πρὸς ἀρετήν τι τείνειν τὴν μουσικήν, ὡς δυναμένην, καθάπερ ἡ γυμναστικὴ τὸ σῶμα ποιόν τι παρασκευάζει, καὶ τὴν μουσικὴν τὸ ἦθος ποιόν τι ποιεῖν, ἐθίζουσαν δύνασθαι χαίρειν ὀρθῶς, ἢ πρὸς διαγωγήν τι συμβάλλεται καὶ πρὸς φρόνησιν (καὶ γὰρ τοῦτο τρίτον θετέον τῶν εἰρημένων) .
195Aristoteles, Politica, 8; 47 (auctor 384BC-322BC)
ἀλλ' ἴσως ἂν δόξειεν ἡ τῶν παίδων σπουδὴ παιδιᾶς εἶναι χάριν ἀνδράσι γενομένοις καὶ τελειωθεῖσιν.
196Aristoteles, Politica, 8; 54 (auctor 384BC-322BC)
ἥ τε γὰρ παιδιὰ χάριν ἀναπαύσεώς ἐστι, τὴν δ' ἀνάπαυσιν ἀναγκαῖον ἡδεῖαν εἶναι (τῆς γὰρ διὰ τῶν πόνων λύπης ἰατρεία τίς ἐστιν) , καὶ τὴν διαγωγὴν ὁμολογουμένως δεῖ μὴ μόνον ἔχειν τὸ καλὸν ἀλλὰ καὶ τὴν ἡδονήν (τὸ γὰρ εὐδαιμονεῖν ἐξ ἀμφοτέρων τούτων ἐστίν) · τὴν δὲ μουσικὴν πάντες εἶναί φαμεν τῶν ἡδίστων, καὶ ψιλὴν οὖσαν καὶ μετὰ μελῳδίας (φησὶ γοῦν καὶ Μουσαῖος εἶναι « βροτοῖς ἥδιστον ἀείδειν » · διὸ καὶ εἰς τὰς συνουσίας καὶ διαγωγὰς εὐλόγως παραλαμβάνουσιν αὐτὴν ὡς δυναμένην εὐφραίνειν) , ὥστε καὶ ἐντεῦθεν ἄν τις ὑπολάβοι παιδεύεσθαι δεῖν αὐτὴν τοὺς νεωτέρους.
197Aristoteles, Politica, 8; 57 (auctor 384BC-322BC)
τό τε γὰρ τέλος οὐθενὸς τῶν ἐσομένων χάριν αἱρετόν, καὶ αἱ τοιαῦται τῶν ἡδονῶν οὐθενός εἰσι τῶν ἐσομένων ἕνεκεν, ἀλλὰ τῶν γεγονότων, οἷον πόνων καὶ λύπης.
198Aristoteles, Politica, 8, 1341A; 74 (auctor 384BC-322BC)
πρῶτον μὲν γάρ, ἐπεὶ τοῦ κρίνειν χάριν μετέχειν δεῖ τῶν ἔργων, διὰ τοῦτο χρὴ νέους μὲν ὄντας χρῆσθαι τοῖς ἔργοις, πρεσβυτέρους δὲ γενομένους τῶν μὲν ἔργων ἀφεῖσθαι, δύνασθαι δὲ τὰ καλὰ κρίνειν καὶ χαίρειν ὀρθῶς διὰ τὴν μάθησιν τὴν γενομένην ἐν τῇ νεότητι· περὶ δὲ τῆς ἐπιτιμήσεως ἥν τινες ἐπιτιμῶσιν ὡς ποιούσης τῆς μουσικῆς βαναύσους, οὐ χαλεπὸν λῦσαι σκεψαμένους μέχρι τε πόσου τῶν ἔργων κοινωνητέον τοῖς πρὸς ἀρετὴν παιδευομένοις πολιτικήν, καὶ ποίων μελῶν καὶ ποίων ῥυθμῶν κοινωνητέον, ἔτι δὲ ἐν ποίοις ὀργάνοις τὴν μάθησιν ποιητέον, καὶ γὰρ τοῦτο διαφέρειν εἰκός.
199Aristoteles, Politica, 8; 89 (auctor 384BC-322BC)
ἐπεὶ δὲ τῶν τε ὀργάνων καὶ τῆς ἐργασίας ἀποδοκιμάζομεν τὴν τεχνικὴν παιδείαν (τεχνικὴν δὲ τίθεμεν τὴν πρὸς τοὺς ἀγῶνας· ἐν ταύτῃ γὰρ ὁ πράττων οὐ τῆς αὑτοῦ μεταχειρίζεται χάριν ἀρετῆς, ἀλλὰ τῆς τῶν ἀκουόντων ἡδονῆς, καὶ ταύτης φορτικῆς, διόπερ οὐ τῶν ἐλευθέρων κρίνομεν εἶναι τὴν ἐργασίαν, ἀλλὰ θητικωτέραν· καὶ βαναύσους δὴ συμβαίνει γίγνεσθαι· πονηρὸς γὰρ ὁ σκοπὸς πρὸς ὃν ποιοῦνται τὸ τέλος· ὁ γὰρ θεατὴς φορτικὸς ὢν μεταβάλλειν εἴωθε τὴν μουσικήν, ὥστε καὶ τοὺς τεχνίτας τοὺς πρὸς αὐτὸν μελετῶντας αὐτούς τε ποιούς τινας ποιεῖ καὶ τὰ σώματα διὰ τὰς κινήσεις) , σκεπτέον δή τι περί τε τὰς ἁρμονίας καὶ τοὺς ῥυθμούς, καὶ πρὸς παιδείαν πότερον πάσαις χρηστέον ταῖς ἁρμονίαις καὶ πᾶσι τοῖς ῥυθμοῖς ἢ διαιρετέον, ἔπειτα τοῖς πρὸς παιδείαν διαπονοῦσι πότερον τὸν αὐτὸν διορισμὸν θήσομεν ἢ [τρίτον] δεῖ τινα ἕτερον.
200Aristoteles, Politica, 8, 1342A; 91 (auctor 384BC-322BC)
ἐπεὶ δὲ τὴν διαίρεσιν ἀποδεχόμεθα τῶν μελῶν ὡς διαιροῦσί τινες τῶν ἐν φιλοσοφίᾳ, τὰ μὲν ἠθικὰ τὰ δὲ πρακτικὰ τὰ δ' ἐνθουσιαστικὰ τιθέντες, καὶ τῶν ἁρμονιῶν τὴν φύσιν τὴν πρὸς ἕκαστα τούτων οἰκείαν, ἄλλην πρὸς ἄλλο μέρος, τιθέασι, φαμὲν δ' οὐ μιᾶς ἕνεκεν ὠφελείας τῇ μουσικῇ χρῆσθαι δεῖν ἀλλὰ καὶ πλειόνων χάριν (καὶ γὰρ παιδείας ἕνεκεν καὶ καθάρσεως – τί δὲ λέγομεν τὴν κάθαρσιν, νῦν μὲν ἁπλῶς, πάλιν δ' ἐν τοῖς περὶ ποιητικῆς ἐροῦμεν σαφέστερον – τρίτον δὲ πρὸς διαγωγὴν πρὸς ἄνεσίν τε καὶ πρὸς τὴν τῆς συντονίας ἀνάπαυσιν) , φανερὸν ὅτι χρηστέον μὲν πάσαις ταῖς ἁρμονίαις, οὐ τὸν αὐτὸν δὲ τρόπον πάσαις χρηστέον, ἀλλὰ πρὸς μὲν τὴν παιδείαν ταῖς ἠθικωτάταις, πρὸς δὲ ἀκρόασιν ἑτέρων χειρουργούντων καὶ ταῖς πρακτικαῖς καὶ ταῖς ἐνθουσιαστικαῖς.
201Aristoteles, Problemata, 3, 5; 2 (auctor 384BC-322BC)
Πολλοῖς δ´ ἤδη χρωμένοις μόνον ἀκράτῳ τροφῆς χάριν τρόμοι ἰσχυροὶ συνέβησαν, ὥστε ἀπορρίπτειν τοὺς θλίβοντας, καὶ τῷ θερμῷ ὕδατι λουόμενοι ἀναισθήτως εἶχον.
202Aristoteles, Problemata, 3, 26; 2 (auctor 384BC-322BC)
Πολλοῖς δ´ ἤδη χρωμένοις μόνῳ ἀκράτῳ τροφῆς χάριν τρόμοι τε ἰσχυροὶ συνέβησαν, ὥστε ἀπορρίπτειν τοὺς θλίβοντας, καὶ τῷ θερμῷ ὕδατι λουόμενοι ἀναισθήτως εἶχον.
203Aristoteles, Problemata, 22; 18 (auctor 384BC-322BC)
Διὰ τί τὰ τραγήματα ἐδεστέον; ἢ ἕνεκα τοῦ πιεῖν ἱκανόν; οὐ γὰρ μόνον ποτέον τῆς δίψης χάριν τῆς ἐπὶ τοῖς σιτίοις, ἀλλὰ καὶ μετὰ τὸ σιτίον.
204Aristoteles, Problemata, 29; 7 (auctor 384BC-322BC)
ἔτι τῶν μὲν ἡ δόσις φυλακῆς καὶ ἀποδόσεως χάριν, τῶν δὲ καὶ ὠφελείας· ἧττον δὲ ἀγανακτοῦμεν ἀποβάλλοντες, εἰ κέρδος θηρεύομεν, οἷον οἱ ἁλιεῖς τὰ δελέατα· προφανὴς γὰρ ὁ κίνδυνος.
205Aristoteles, Problemata, 29; 49 (auctor 384BC-322BC)
ἔτι δὲ οἱ μὲν ἐν τοῖς οὕτω κοινοῖς οὖσι τῷ βουλομένῳ εἰσιέναι κλέπτοντες καταφανεῖς ἅπασι γίνονται ὅτι φανεροί εἰσιν, ὥστε περιγενόμενοι οὐδὲ καρπισμοῦ ἔτι χάριν ἐπιεικεῖς εἶναι δοκεῖν βούλονται, ὡς μάτην αὐτοῖς ὂν πρὸς τοὺς γνόντας πλάττεσθαι ὅτι ἐπιεικεῖς εἰσίν· καταφανῶς οὖν ἤδη πονηροὶ διατελοῦσιν ὄντες.
206Aristoteles, Problemata, 32; 14 (auctor 384BC-322BC)
ἄτοπον οὖν εἰ μὴ δύνανται τυγχάνειν ἀναπνοῆς καταψύξεως χάριν· ἀλλ' ἔοικε τοῦτο ἀναγκαιότερον εἶναι.
207Aristoteles, Rhetorica, 1, 1, 10; 10 (auctor 384BC-322BC)
ἐνταῦθα μὲν γὰρ ὁ κριτὴς περὶ οἰκείων κρίνει, ὥστ' οὐδὲν ἄλλο δεῖ πλὴν ἀποδεῖξαι ὅτι οὕτως ἔχει ὥς φησιν ὁ συμβουλεύων· ἐν δὲ τοῖς δικανικοῖς οὐχ ἱκανὸν τοῦτο, ἀλλὰ πρὸ ἔργου ἐστὶν ἀναλαβεῖν τὸν ἀκροατήν· περὶ ἀλλοτρίων γὰρ ἡ κρίσις, ὥστε πρὸς τὸ αὑτῶν σκοπούμενοι καὶ πρὸς χάριν ἀκροώμενοι διδόασι τοῖς ἀμφισβητοῦσιν, ἀλλ' οὐ κρίνουσιν.
208Aristoteles, Rhetorica, 1, 5, 2; 1 (auctor 384BC-322BC)
σχεδὸν δὲ καὶ ἰδίᾳ ἑκάστῳ καὶ κοινῇ πᾶσι σκοπός τις ἔστιν οὗ στοχαζόμενοι καὶ αἱροῦνται καὶ φεύγουσιν· καὶ τοῦτ' ἐστὶν ἐν κεφαλαίῳ εἰπεῖν ἥ τ' εὐδαιμονία καὶ τὰ μόρια αὐτῆς· ὥστε παραδείγματος χάριν λάβωμεν τί ἐστιν ὡς ἁπλῶς εἰπεῖν ἡ εὐδαιμονία, καὶ ἐκ τίνων τὰ μόρια ταύτης· περὶ γὰρ ταύτης καὶ τῶν εἰς ταύτην συντεινόντων καὶ τῶν ἐναντίων ταύτῃ αἵ τε προτροπαὶ καὶ αἱ ἀποτροπαὶ πᾶσαί εἰσιν· τὰ μὲν γὰρ παρασκευάζοντα ταύτην ἢ τῶν μορίων τι, ἢ μεῖζον ἀντ' ἐλάττονος ποιοῦντα, δεῖ πράττειν, τὰ δὲ φθείροντα ἢ ἐμποδίζοντα ἢ τὰ ἐναντία ποιοῦντα μὴ πράττειν.
209Aristoteles, Rhetorica, 1, 9, 2; 2 (auctor 384BC-322BC)
ἐπεὶ δὲ συμβαίνει καὶ χωρὶς σπουδῆς καὶ μετὰ σπουδῆς ἐπαινεῖν πολλάκις οὐ μόνον ἄνθρωπον ἢ θεὸν ἀλλὰ καὶ ἄψυχα καὶ τῶν ἄλλων ζῴων τὸ τυχόν, τὸν αὐτὸν τρόπον καὶ περὶ τούτων ληπτέον τὰς προτάσεις, ὥστε ὅσον παραδείγματος χάριν εἴπωμεν καὶ περὶ τούτων.
210Aristoteles, Rhetorica, 1, 11, 16; 28 (auctor 384BC-322BC)
τοιοῦτοι δ' οἱ ἐγγὺς μᾶλλον τῶν πόρρω, καὶ οἱ συνήθεις καὶ οἱ πολῖται τῶν ἄπωθεν, καὶ οἱ ὄντες τῶν μελλόντων, καὶ οἱ φρόνιμοι ἀφρόνων, καὶ πολλοὶ ὀλίγων· μᾶλλον γὰρ εἰκὸς ἀληθεύειν τοὺς εἰρημένους τῶν ἐναντίων· ἐπεὶ ὧν τις πολὺ καταφρονεῖ, ὥσπερ παιδίων ἢ θηρίων, οὐδὲν μέλει τῆς τούτων τιμῆς ἢ τῆς δόξης αὐτῆς γε τῆς δόξης χάριν, ἀλλ' εἴπερ, δι' ἄλλο τι.
211Aristoteles, Rhetorica, 1, 13, 12; 16 (auctor 384BC-322BC)
ἐπεὶ δὲ τῶν δικαίων καὶ τῶν ἀδίκων ἦν δύο εἴδη (τὰ μὲν γὰρ γεγραμμένα τὰ δ' ἄγραφα) , περὶ ὧν μὲν οἱ νόμοι ἀγορεύουσιν εἴρηται, τῶν δ' ἀγράφων δύο ἔστιν εἴδη· ταῦτα δ' ἐστὶν τὰ μὲν καθ' ὑπερβολὴν ἀρετῆς καὶ κακίας, ἐφ' οἷς ὀνείδη καὶ ἔπαινοι καὶ ἀτιμίαι, καὶ τιμαὶ καὶ δωρεαί (οἷον τὸ χάριν ἔχειν τῷ ποιήσαντι εὖ καὶ ἀντευποιεῖν τὸν εὖ ποιήσαντα, καὶ βοηθητικὸν εἶναι τοῖς φίλοις, καὶ ὅσα ἄλλα τοιαῦτα) , τὰ δὲ τοῦ ἰδίου νόμου καὶ γεγραμμένου ἔλλειμμα.
212Aristoteles, Rhetorica, 2, 2, 23; 34 (auctor 384BC-322BC)
καὶ τοῖς χάριν μὴ ἀποδιδοῦσιν· παρὰ τὸ προσῆκον γὰρ ἡ ὀλιγωρία.
213Aristoteles, Rhetorica, 2, 6, 17; 17 (auctor 384BC-322BC)
ἃ μὲν οὖν αἰσχύνονται, ταῦτ' ἐστὶ καὶ τὰ τοιαῦτα· ἐπεὶ δὲ περὶ ἀδοξίας φαντασία ἐστὶν ἡ αἰσχύνη, καὶ ταύτης αὐτῆς χάριν ἀλλὰ μὴ τῶν ἀποβαινόντων, οὐδεὶς δὲ τῆς δόξης φροντίζει ἀλλ' ἢ διὰ τοὺς δοξάζοντας, ἀνάγκη τούτους αἰσχύνεσθαι ὧν λόγον ἔχει· λόγον δὲ ἔχει τῶν θαυμαζόντων, καὶ οὓς θαυμάζει, καὶ ὑφ' ὧν βούλεται θαυμάζεσθαι, καὶ πρὸς οὓς φιλοτιμεῖται, καὶ ὧν μὴ καταφρονεῖ τῆς δόξης· θαυμάζεσθαι μὲν οὖν βούλονται ὑπὸ τούτων καὶ θαυμάζουσι τούτους ὅσοι τι ἔχουσιν ἀγαθὸν τῶν τιμίων, ἢ παρ' ὧν τυγχάνουσιν δεόμενοι σφόδρα τινὸς ὧν ἐκεῖνοι κύριοι, οἷον οἱ ἐρῶντες· φιλοτιμοῦνται δὲ πρὸς τοὺς ὁμοίους· φροντίζουσι δ' ὡς ἀληθευόντων τῶν φρονίμων, τοιοῦτοι δ' οἵ τε πρεσβύτεροι καὶ οἱ πεπαιδευμένοι.
214Aristoteles, Rhetorica, 2, 7, 1; 1 (auctor 384BC-322BC)
τίσιν δὲ χάριν ἔχουσι καὶ ἐπὶ τίσιν καὶ πῶς αὐτοὶ ἔχοντες, ὁρισαμένοις τὴν χάριν δῆλον ἔσται.
215Aristoteles, Rhetorica, 2, 7, 2; 2 (auctor 384BC-322BC)
ἔστω δὴ χάρις, καθ' ἣν ὁ ἔχων λέγεται χάριν ἔχειν, ὑπουργία τῷ δεομένῳ μὴ ἀντί τινος, μηδ' ἵνα τι αὐτῷ τῷ ὑπουργοῦντι ἀλλ' ἵνα τι ἐκείνῳ· μεγάλη δὲ ἂν ᾖ σφόδρα δεόμενος, ἢ μεγάλων καὶ χαλεπῶν, ἢ ἐν καιροῖς τοιούτοις, ἢ μόνος ἢ πρῶτος ἢ μάλιστα.
216Aristoteles, Rhetorica, 2, 7, 5; 6 (auctor 384BC-322BC)
φανερὸν δὲ καὶ ὅθεν ἀφαιρεῖσθαι ἐνδέχεται τὴν χάριν καὶ ποιεῖν ἀχαρίστους· ἢ γὰρ ὅτι αὑτῶν ἕνεκα ὑπηρετοῦσιν ἢ ὑπηρέτησαν (τοῦτο δ' οὐκ ἦν χάρις) , ἢ ὅτι ἀπὸ τύχης συνέπεσεν ἢ συνηναγκάσθησαν, ἢ ὅτι ἀπέδωκαν ἀλλ' οὐκ ἔδωκαν, εἴτε εἰδότες εἴτε μή· ἀμφοτέρως γὰρ τὸ ἀντί τινος, ὥστε οὐδ' οὕτως ἂν εἴη χάρις.
217Aristoteles, Rhetorica, 2, 23, 1; 3 (auctor 384BC-322BC)
εἴ περ γὰρ οὐδὲ τοῖς κακῶς δεδρακόσιν ἀκουσίως δίκαιον εἰς ὀργὴν πεσεῖν οὐδ' ἂν ἀναγκασθείς τις εὖ δράσῃ τινά, προσῆκον εἶναι τῷδ' ὀφείλεσθαι χάριν.
218Aristoteles, Rhetorica, 3, 14, 12; 35 (auctor 384BC-322BC)
τούτων δὲ ἕνεκα προοιμίου δεῖται, ἢ κόσμου χάριν, ὡς αὐτοκάβδαλα φαίνεται ἐὰν μὴ ἔχῃ.
219Aristoteles, Topica, 3, III 2; 8 (auctor 384BC-322BC)
Ἔνστασις, εἴ που θάτερον θατέρου χάριν· οὐδέν γάρ αἱρετώτερα τά ἄμφω τοῦ ἑνός, οἷον τό ὑγιάζεσθαι καί ἡ ὑγίεια τῆς ὑγιείας, ἐπειδή τό ὑγιάζεσθαι τῆς ὑγιείας ἕνεκεν αἱρούμεθα.
220Aristoteles, Topica, 3, III 3; 21 (auctor 384BC-322BC)
Ἔτι διελέσθαι ποσαχῶς τό αἱρετόν λέγεται καί τίνων χάριν, οἷον τοῦ συμφέροντος ἢ τοῦ καλοῦ ἢ τοῦ ἡδέος· τό γάρ πρός ἅπαντα ἢ πρός τά πλείω χρήσιμον αἱρετώτερον ἂν ὑπάρχοι τοῦ μή ὁμοίως.
221Aristoteles, Topica, 5, V 2; 15 (auctor 384BC-322BC)
Διά τοῦτο δ᾿ οὐ χρηστέον ἐστίν οὔτ᾿ ὀνόματι πλεοναχῶς λεγομένῳ οὔτε λόγῳ τῷ τό ἴδιον σημαίνοντι, διότι τό πλεοναχῶς λεγόμενον ἀσαφές ποιεῖ τό ῥηθέν, ἀποροῦντος τοῦ μέλλοντος ἐπιχειρεῖν πότερον λέγει τῶν πλεοναχῶς λεγομένων· τό γάρ ἴδιον τοῦ μαθεῖν χάριν ἀποδίδοται.
222Aristoteles, Topica, 5, V 3; 2 (auctor 384BC-322BC)
Τοῦ γάρ μαθεῖν χάριν ἀποδίδοται τό ἴδιον· αὐτό μέν οὖν αὑτῷ ὁμοίως ἄγνωστόν ἐστι, τό δέ τι τῶν αὐτοῦ ὕστερον· οὔκουν ἐστί γνωριμώτερον.
223Aristoteles, Topica, 6, VI 1; 11 (auctor 384BC-322BC)
Ἔστι δέ τοῦ μή καλῶς μέρη δύο, ἓν μέν τό ἀσαφεῖ τῇ ἑρμηνείᾳ κεχρῆσθαι (δεῖ γάρ τόν ὁριζόμενον ὡς ἐνδέχεται σαφεστάτῃ τῇ ἑρμηνείᾳ κεχρῆσθαι, ἐπειδή τοῦ γνωρίσαι χάριν ἀποδίδοται ὁ ὁρισμός), δεύτερον δ᾿, εἰ ἐπί πλεῖον εἴρηκε τόν λόγον τοῦ δέοντος· πᾶν γάρ τό προσκείμενον ἐν τῷ ὁρισμῷ περίεργον.
224Aristoteles, Topica, 6, VI 4; 3 (auctor 384BC-322BC)
Ἐπεί γάρ ὁ ὅρος ἀποδίδοται τοῦ γνωρίσαι χάριν τό λεχθέν, γνωρίζομεν δ᾿ οὐκ ἐκ τῶν τυχόντων ἀλλ᾿ ἐκ τῶν προτέρων καί γνωριμωτέρων, καθάπερ ἐν ταῖς ἀποδείξεσιν (οὕτω γάρ πᾶσα διδασκαλία καί μάθησις ἔχει), φανερόν ὅτι ὁ μή διά τοιούτων ὁριζόμενος οὐχ ὥρισται.
225Aristoteles, Topica, 6, VI 8; 6 (auctor 384BC-322BC)
Τέλος δ᾿ ἐν ἑκάστῳ τό βέλτιστον ἢ οὗ χάριν τἆλλα.
226Aristoteles, Topica, 6, VI 8; 7 (auctor 384BC-322BC)
Ῥητέον δή ἢ τό βέλτιστον ἢ τό ἔσχατον, οἷον τήν ἐπιθυμίαν οὐχ ἡδέος ἀλλ᾿ ἡδονῆς· ταύτης γάρ χάριν καί τό ἡδύ αἱρούμεθα.
227Aristoteles, Topica, 6, VI 11; 14 (auctor 384BC-322BC)
Εἰ δέ μή ὄνομα ἀντ᾿ ὀνόματος ἀλλά λόγον ἀντ᾿ ὀνόματος μεταλαμβάνει, δῆλον ὅτι τῆς διαφορᾶς μᾶλλον ἢ τοῦ γένους ὁρισμόν ἀποδοτέον, ἐπειδή τοῦ γνωρίσαι χάριν ὁ ὁρισμός ἀποδίδοται· ἧττον γάρ ἡ διαφορά τοῦ γένους γνώριμον.
228Aristoteles, Topica, 8, VIII 1; 6 (auctor 384BC-322BC)
Αἱ δέ παρά ταύτας λαμβανόμεναι τέτταρές εἰσιν· ἢ γάρ ἐπαγωγῆς χάριν τοῦ δοθῆναι τό καθόλου, ἢ εἰς ὄγκον τοῦ λόγου, ἢ πρός κρύψιν τοῦ συμπεράσματος, ἢ πρός τό σαφέστερον εἶναι τόν λόγον.
229Aristoteles, Topica, 8, VIII 1; 8 (auctor 384BC-322BC)
Εἰσί δ᾿ αἱ πρός κρύψειν ἀγῶνος χάριν· ἀλλ᾿ ἐπειδή πᾶσα ἡ τοιαύτη πραγματεία πρός ἕτερόν ἐστιν, ἀνάγκη καί ταύταις χρῆσθαι.
230Aristoteles, Topica, 8, VIII 1; 12 (auctor 384BC-322BC)
Τάς δέ παρά ταύτας εἰρημένας ληπτέον μέν τούτων χάριν, ἑκάστῃ δ᾿ ὧδε χρηστέον, ἐπάγοντα μέν ἀπό τῶν καθ᾿ ἕκαστον ἐπί τό καθόλου καί τῶν γνωρίμων ἐπί τά ἄγνωστα· γνώριμα δέ μᾶλλον τά κατά τήν αἴσθησιν, ἢ ἁπλῶς ἢ τοῖς πολλοῖς.
231Aristoteles, Topica, 8, VIII 1; 24 (auctor 384BC-322BC)
Ἔτι τό προτείνειν μή ὡς δι᾿ αὐτό ἀλλ᾿ ἄλλου χάριν προτείνοντα· εὐλαβοῦνται γάρ τά πρός τήν θέσιν χρήσιμα.
232Aristoteles, Topica, 8, VIII 5; 1 (auctor 384BC-322BC)
Ἐπεί δ᾿ ἐστίν ἀδιόριστα τοῖς γυμνασίας καί πείρας ἕνεκα τούς λόγους ποιουμένοις· οὐ γάρ οἱ αὐτοί σκοποί τοῖς διδάσκουσιν ἢ μανθάνουσι καί τοῖς ἀγωνιζομένοις, οὐδέ τούτοις τε καί τοῖς διατρίβουσι μετ᾿ ἀλλήλων σκέψεως χάριν.
233Aristoteles, Topica, 8, VIII 5; 3 (auctor 384BC-322BC)
Ἐν δέ ταῖς διαλεκτικαῖς συνόδοις τοῖς μή ἀγῶνος χάριν ἀλλά πείρας καί σκέψεως τούς λόγους ποιουμένοις οὐ διήρθρωταί πω τίνος δεῖ στοχάζεσθαι τόν ἀποκρινόμενον καί ὁποῖα διδόναι καί ποῖα μή πρός τό καλῶς ἢ μή καλῶς φυλάττειν τήν θέσιν.
234Aristoteles, Topica, 8, VIII 8; 1 (auctor 384BC-322BC)
Ἐπεί δέ πᾶσα πρότασις συλλογιστική ἢ τούτων τίς ἐστιν ἐξ ὧν ὁ συλλογισμός ἤ τινος τούτων ἕνεκα, δῆλον δ᾿ ὅταν ἑτέρου χάριν λαμβάνηται τῷ πλείω τά ὅμοια ἐρωτᾶν (ἢ γάρ δι᾿ ἐπαγωγῆς ἢ δι᾿ ὁμοιότητος ὡς ἐπί τό πολύ τό καθόλου λαμβάνουσιν), τά μέν οὖν καθ᾿ ἕκαστα πάντα θετέον, ἂν ᾖ ἀληθῆ καί ἔνδοξα, πρός δέ τό καθόλου πειρατέον ἔνστασιν φέρειν· τό γάρ ἄνευ ἐνστάσεως, ἢ οὔσης ἢ δοκούσης, κωλύειν τόν λόγον δυσκολαίνειν ἐστίν.
235Aristoteles, Topica, 8, VIII 9; 4 (auctor 384BC-322BC)
Οὐ γάρ ὡς λόγου χάριν ὑπέχοντα ἀλλ᾿ ὡς τά δοκοῦντα λέγοντα μισοῦσιν.
236Aristoteles, Topica, 8, VIII 11; 4 (auctor 384BC-322BC)
Ἔτι δ᾿ ἐπεί γυμνασίας καί πείρας χάριν ἀλλ᾿ οὐ διδασκαλίας οἱ τοιοῦτοι τῶν λόγων, δῆλον ὡς οὐ μόνον τἀληθῆ συλλογιστέον ἀλλά καί ψεῦδος, οὐδέ δι᾿ ἀληθῶν ἀεί ἀλλ᾿ ἐνίοτε καί ψευδῶν.
237Aristoteles, Topica, 8, VIII 14; 24 (auctor 384BC-322BC)
Ἐκ τούτων γάρ ἡ δύναμις, τό δέ γυμνάζεσθαι δυνάμεως χάριν, καί μάλιστα περί τάς προτάσεις καί ἐνστάσεις· ἔστι γάρ ὡς ἁπλῶς εἰπεῖν διαλεκτικός ὁ προτατικός καί ἐνστατικός.
238Aulus Gellius, Noctes Atticae, 1, 11, 7; 6 (auctor c.125–c.180)
Sed ipsius illius egregii scriptoris uti verbis libet, quae et dignitate et fide graviora sunt: καί μετά ταῦτα ἡ ξύνοδος ἦν· ἀργεῖοι μέν καί οἱ σύμμαχοι ἐντόνως καί ὀργῇ χωροῦντες, λακεδαιμόνιοι δέ βραδέως καί ὑπό αὐλητῶν πολλῶν, νόμου ἐγκαθεστώτων, οὐ τοῦ θείου χάριν, ἀλλ' ἵνα ὁμαλῶς μετά ῥυθμοῦ βαίνοντες προσέλθοιεν καί μή διασπασθείη αὐτοῖς ἡ τάξις, ὅπερ φιλεῖ τά μεγάλα στρατόπεδα ἐν ταῖς προσόδοις ποιεῖν Cretenses quoque proelia ingredi solitos memoriae datum est praecinente ac praemoderante cithara gressibus; Alyattes autem, rex terrae Lydiae, more atque luxu barbarico praeditus, cum bellum Milesiis faceret, ut Herodotus in Historiis tradit, concinentes habuit fistulatores et fidicines atque feminas etiam tibicinas in exercitu atque in procinctu habuit, lascivientium delicias conviviorum.
239Aulus Gellius, Noctes Atticae, 9, 3, 6; 11 (auctor c.125–c.180)
πολλήν οὖν τοῖς θεοῖς ἔχω χάριν, οὐχ οὕτως ἐπί τῇ γενέσει τοῦ παιδός, ὡς ἐπί τῷ κατά τήν σήν ἡλικίαν αὐτόν γεγονέναι· ἐλπίζω γάρ αὐτόν ὑπό σοῦ τραφέντα καί παιδευθέντα ἄξιον ἔσεσθαι καί ἡμῶν καί τῆς τῶν πραγμάτων διαδοχῆς.
240Aulus Gellius, Noctes Atticae, 10, 22, 11; 9 (auctor c.125–c.180)
φιλοσοφίας μέν, ὅσον παιδείας χάριν, καλόν μετέχειν, καί οὐκ αἰσχρόν μειρακίῳ ὄντι φιλοσοφεῖν· ἐπειδάν δέ ἤδη πρεσβύτερος ὢν ἄνθρωπος ἔτι φιλοσοφῇ, καταγέλαστον, ὦ σώκρατες, τό χρῆηα γίγνεται , καί ἔγωγε ὁμοιότατον πάσχω πρός τούς φιλοσοφοῦντας, ὥσπερ πρός τούς ψελλιζομένους καί παίζοντας .
241Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 6; 8
Νωε δὲ εὗρεν χάριν ἐναντίον κυρίου τοῦ θεοῦ.
242Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 18; 3
καὶ εἶπεν Κύριε, εἰ ἄρα εὗρον χάριν ἐναντίον σου, μὴ παρέλθῃς τὸν παῖδά σου·
243Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 30; 27
εἶπεν δὲ αὐτῷ Λαβαν Εἰ εὗρον χάριν ἐναντίον σου, οἰωνισάμην ἄν· εὐλόγησεν γάρ με ὁ θεὸς τῇ σῇ εἰσόδῳ.
244Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 32; 6
καὶ ἐγένοντό μοι βόες καὶ ὄνοι καὶ πρόβατα καὶ παῖδες καὶ παιδίσκαι, καὶ ἀπέστειλα ἀναγγεῖλαι τῷ κυρίῳ μου Ησαυ, ἵνα εὕρῃ ὁ παῖς σου χάριν ἐναντίον σου.
245Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 33; 8
καὶ εἶπεν Τί ταῦτά σοί ἐστιν, πᾶσαι αἱ παρεμβολαὶ αὗται, αἷς ἀπήντηκα; ὁ δὲ εἶπεν Ἵνα εὕρῃ ὁ παῖς σου χάριν ἐναντίον σου, κύριε.
246Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 33; 10
εἶπεν δὲ Ιακωβ Εἰ εὕρηκα χάριν ἐναντίον σου, δέξαι τὰ δῶρα διὰ τῶν ἐμῶν χειρῶν· ἕνεκεν τούτου εἶδον τὸ πρόσωπόν σου, ὡς ἄν τις ἴδοι πρόσωπον θεοῦ, καὶ εὐδοκήσεις με·
247Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 33; 15
εἶπεν δὲ Ησαυ Καταλείψω μετὰ σοῦ ἀπὸ τοῦ λαοῦ τοῦ μετ’ ἐμοῦ. ὁ δὲ εἶπεν Ἵνα τί τοῦτο; ἱκανὸν ὅτι εὗρον χάριν ἐναντίον σου, κύριε.
248Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 34; 11
εἶπεν δὲ Συχεμ πρὸς τὸν πατέρα αὐτῆς καὶ πρὸς τοὺς ἀδελφοὺς αὐτῆς Εὕροιμι χάριν ἐναντίον ὑμῶν, καὶ ὃ ἐὰν εἴπητε, δώσομεν.
249Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 39; 4
καὶ εὗρεν Ιωσηφ χάριν ἐναντίον τοῦ κυρίου αὐτοῦ, εὐηρέστει δὲ αὐτῷ, καὶ κατέστησεν αὐτὸν ἐπὶ τοῦ οἴκου αὐτοῦ καὶ πάντα, ὅσα ἦν αὐτῷ, ἔδωκεν διὰ χειρὸς Ιωσηφ.
250Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 39; 21
Καὶ ἦν κύριος μετὰ Ιωσηφ καὶ κατέχεεν αὐτοῦ ἔλεος καὶ ἔδωκεν αὐτῷ χάριν ἐναντίον τοῦ ἀρχιδεσμοφύλακος,
251Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 43; 14
ὁ δὲ θεός μου δῴη ὑμῖν χάριν ἐναντίον τοῦ ἀνθρώπου, καὶ ἀποστείλαι τὸν ἀδελφὸν ὑμῶν τὸν ἕνα καὶ τὸν Βενιαμιν· ἐγὼ μὲν γάρ, καθὰ ἠτέκνωμαι, ἠτέκνωμαι.
252Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 47; 25
καὶ εἶπαν Σέσωκας ἡμᾶς, εὕρομεν χάριν ἐναντίον τοῦ κυρίου ἡμῶν καὶ ἐσόμεθα παῖδες Φαραω.
253Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 47; 29
ἤγγισαν δὲ αἱ ἡμέραι Ισραηλ τοῦ ἀποθανεῖν, καὶ ἐκάλεσεν τὸν υἱὸν αὐτοῦ Ιωσηφ καὶ εἶπεν αὐτῷ Εἰ εὕρηκα χάριν ἐναντίον σου, ὑπόθες τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου καὶ ποιήσεις ἐπ’ ἐμὲ ἐλεημοσύνην καὶ ἀλήθειαν τοῦ μή με θάψαι ἐν Αἰγύπτῳ,
254Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 50; 4
Ἐπειδὴ δὲ παρῆλθον αἱ ἡμέραι τοῦ πένθους, ἐλάλησεν Ιωσηφ πρὸς τοὺς δυνάστας Φαραω λέγων Εἰ εὗρον χάριν ἐναντίον ὑμῶν, λαλήσατε περὶ ἐμοῦ εἰς τὰ ὦτα Φαραω λέγοντες
255Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 3; 21
καὶ δώσω χάριν τῷ λαῷ τούτῳ ἐναντίον τῶν Αἰγυπτίων· ὅταν δὲ ἀποτρέχητε, οὐκ ἀπελεύσεσθε κενοί·
256Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 11; 3
κύριος δὲ ἔδωκεν τὴν χάριν τῷ λαῷ αὐτοῦ ἐναντίον τῶν Αἰγυπτίων, καὶ ἔχρησαν αὐτοῖς· καὶ ὁ ἄνθρωπος Μωϋσῆς μέγας ἐγενήθη σφόδρα ἐναντίον τῶν Αἰγυπτίων καὶ ἐναντίον Φαραω καὶ ἐναντίον πάντων τῶν θεραπόντων αὐτοῦ.
257Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 12; 36
καὶ κύριος ἔδωκεν τὴν χάριν τῷ λαῷ αὐτοῦ ἐναντίον τῶν Αἰγυπτίων, καὶ ἔχρησαν αὐτοῖς· καὶ ἐσκύλευσαν τοὺς Αἰγυπτίους.
258Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 33; 12
Καὶ εἶπεν Μωϋσῆς πρὸς κύριον Ἰδοὺ σύ μοι λέγεις Ἀνάγαγε τὸν λαὸν τοῦτον· σὺ δὲ οὐκ ἐδήλωσάς μοι ὃν συναποστελεῖς μετ’ ἐμοῦ· σὺ δέ μοι εἶπας Οἶδά σε παρὰ πάντας, καὶ χάριν ἔχεις παρ’ ἐμοί.
259Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 33; 13
εἰ οὖν εὕρηκα χάριν ἐναντίον σου, ἐμφάνισόν μοι σεαυτόν· γνωστῶς ἴδω σε, ὅπως ἂν ὦ εὑρηκὼς χάριν ἐναντίον σου, καὶ ἵνα γνῶ ὅτι λαός σου τὸ ἔθνος τὸ μέγα τοῦτο.
260Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 33; 16
καὶ πῶς γνωστὸν ἔσται ἀληθῶς ὅτι εὕρηκα χάριν παρὰ σοί, ἐγώ τε καὶ ὁ λαός σου, ἀλλ’ ἢ συμπορευομένου σου μεθ’ ἡμῶν; καὶ ἐνδοξασθήσομαι ἐγώ τε καὶ ὁ λαός σου παρὰ πάντα τὰ ἔθνη, ὅσα ἐπὶ τῆς γῆς ἐστιν.
261Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 33; 17
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Καὶ τοῦτόν σοι τὸν λόγον, ὃν εἴρηκας, ποιήσω· εὕρηκας γὰρ χάριν ἐνώπιόν μου, καὶ οἶδά σε παρὰ πάντας.
262Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 34; 9
καὶ εἶπεν Εἰ εὕρηκα χάριν ἐνώπιόν σου, συμπορευθήτω ὁ κύριός μου μεθ’ ἡμῶν· ὁ λαὸς γὰρ σκληροτράχηλός ἐστιν, καὶ ἀφελεῖς σὺ τὰς ἁμαρτίας ἡμῶν καὶ τὰς ἀνομίας ἡμῶν, καὶ ἐσόμεθα σοί.
263Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 11; 11
καὶ εἶπεν Μωϋσῆς πρὸς κύριον Ἵνα τί ἐκάκωσας τὸν θεράποντά σου, καὶ διὰ τί οὐχ εὕρηκα χάριν ἐναντίον σου ἐπιθεῖναι τὴν ὁρμὴν τοῦ λαοῦ τούτου ἐπ’ ἐμέ;
264Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 32; 5
καὶ ἔλεγον Εἰ εὕρομεν χάριν ἐνώπιόν σου, δοθήτω ἡ γῆ αὕτη τοῖς οἰκέταις σου ἐν κατασχέσει, καὶ μὴ διαβιβάσῃς ἡμᾶς τὸν Ιορδάνην.
265Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 24; 1
Ἐὰν δέ τις λάβῃ γυναῖκα καὶ συνοικήσῃ αὐτῇ, καὶ ἔσται ἐὰν μὴ εὕρῃ χάριν ἐναντίον αὐτοῦ, ὅτι εὗρεν ἐν αὐτῇ ἄσχημον πρᾶγμα, καὶ γράψει αὐτῇ βιβλίον ἀποστασίου καὶ δώσει εἰς τὰς χεῖρας αὐτῆς καὶ ἐξαποστελεῖ αὐτὴν ἐκ τῆς οἰκίας αὐτοῦ,
266Biblia, Biblia graeca iuxta LXX interpretes, Idc, 6; 17
καὶ εἶπεν πρὸς αὐτὸν Γεδεων Καὶ εἰ εὗρον χάριν ἐν ὀφθαλμοῖς σου, καὶ ποιήσεις μοι σημεῖον ὅτι σὺ λαλεῖς μετ’ ἐμοῦ·
267Biblia, Biblia graeca iuxta LXX interpretes, Ruth, 2; 2
καὶ εἶπεν Ρουθ ἡ Μωαβῖτις πρὸς Νωεμιν Πορευθῶ δὴ εἰς ἀγρὸν καὶ συνάξω ἐν τοῖς στάχυσιν κατόπισθεν οὗ ἐὰν εὕρω χάριν ἐν ὀφθαλμοῖς αὐτοῦ. εἶπεν δὲ αὐτῇ Πορεύου, θύγατερ.
268Biblia, Biblia graeca iuxta LXX interpretes, Ruth, 2; 10
καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτῆς καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν καὶ εἶπεν πρὸς αὐτόν Τί ὅτι εὗρον χάριν ἐν ὀφθαλμοῖς σου τοῦ ἐπιγνῶναί με; καὶ ἐγώ εἰμι ξένη.
269Biblia, Biblia graeca iuxta LXX interpretes, Ruth, 2; 13
ἡ δὲ εἶπεν Εὕροιμι χάριν ἐν ὀφθαλμοῖς σου, κύριε, ὅτι παρεκάλεσάς με καὶ ὅτι ἐλάλησας ἐπὶ καρδίαν τῆς δούλης σου, καὶ ἰδοὺ ἐγὼ ἔσομαι ὡς μία τῶν παιδισκῶν σου.
270Biblia, Biblia graeca iuxta LXX interpretes, 1Rg, 1; 18
καὶ εἶπεν Εὗρεν ἡ δούλη σου χάριν ἐν ὀφθαλμοῖς σου. καὶ ἐπορεύθη ἡ γυνὴ εἰς τὴν ὁδὸν αὐτῆς καὶ εἰσῆλθεν εἰς τὸ κατάλυμα αὐτῆς καὶ ἔφαγεν μετὰ τοῦ ἀνδρὸς αὐτῆς καὶ ἔπιεν, καὶ τὸ πρόσωπον αὐτῆς οὐ συνέπεσεν ἔτι.
271Biblia, Biblia graeca iuxta LXX interpretes, 1Rg, 16; 22
καὶ ἀπέστειλεν Σαουλ πρὸς Ιεσσαι λέγων Παριστάσθω δὴ Δαυιδ ἐνώπιον ἐμοῦ, ὅτι εὗρεν χάριν ἐν ὀφθαλμοῖς μου.
272Biblia, Biblia graeca iuxta LXX interpretes, 1Rg, 20; 3
καὶ ἀπεκρίθη Δαυιδ τῷ Ιωναθαν καὶ εἶπεν Γινώσκων οἶδεν ὁ πατήρ σου ὅτι εὕρηκα χάριν ἐν ὀφθαλμοῖς σου, καὶ εἶπεν Μὴ γνώτω τοῦτο Ιωναθαν, μὴ οὐ βούληται· ἀλλὰ ζῇ κύριος καὶ ζῇ ἡ ψυχή σου, ὅτι, καθὼς εἶπον, ἐμπέπλησται ἀνὰ μέσον μου καὶ τοῦ θανάτου.
273Biblia, Biblia graeca iuxta LXX interpretes, 1Rg, 20; 29
καὶ εἶπεν Ἐξαπόστειλον δή με, ὅτι θυσία τῆς φυλῆς ἡμῖν ἐν τῇ πόλει, καὶ ἐνετείλαντο πρός με οἱ ἀδελφοί μου, καὶ νῦν εἰ εὕρηκα χάριν ἐν ὀφθαλμοῖς σου, διασωθήσομαι δὴ καὶ ὄψομαι τοὺς ἀδελφούς μου· διὰ τοῦτο οὐ παραγέγονεν ἐπὶ τὴν τράπεζαν τοῦ βασιλέως.
274Biblia, Biblia graeca iuxta LXX interpretes, 1Rg, 25; 8
ἐρώτησον τὰ παιδάριά σου, καὶ ἀπαγγελοῦσίν σοι. καὶ εὑρέτωσαν τὰ παιδάρια χάριν ἐν ὀφθαλμοῖς σου, ὅτι ἐφ’ ἡμέραν ἀγαθὴν ἥκομεν· δὸς δὴ ὃ ἐὰν εὕρῃ ἡ χείρ σου τῷ υἱῷ σου τῷ Δαυιδ.
275Biblia, Biblia graeca iuxta LXX interpretes, 1Rg, 27; 5
καὶ εἶπεν Δαυιδ πρὸς Αγχους Εἰ δὴ εὕρηκεν ὁ δοῦλός σου χάριν ἐν ὀφθαλμοῖς σου, δότωσαν δή μοι τόπον ἐν μιᾷ τῶν πόλεων τῶν κατ’ ἀγρὸν καὶ καθήσομαι ἐκεῖ· καὶ ἵνα τί κάθηται ὁ δοῦλός σου ἐν πόλει βασιλευομένῃ μετὰ σοῦ;
276Biblia, Biblia graeca iuxta LXX interpretes, 2Rg, 14; 22
καὶ ἔπεσεν Ιωαβ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν καὶ εὐλόγησεν τὸν βασιλέα, καὶ εἶπεν Ιωαβ Σήμερον ἔγνω ὁ δοῦλός σου ὅτι εὗρον χάριν ἐν ὀφθαλμοῖς σου, κύριέ μου βασιλεῦ, ὅτι ἐποίησεν ὁ κύριός μου ὁ βασιλεὺς τὸν λόγον τοῦ δούλου αὐτοῦ.
277Biblia, Biblia graeca iuxta LXX interpretes, 2Rg, 14a; 22
καὶ ἔπεσεν Ιωαβ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν καὶ εὐλόγησεν τὸν βασιλέα, καὶ εἶπεν Ιωαβ Σήμερον ἔγνω ὁ δοῦλός σου ὅτι εὗρον χάριν ἐν ὀφθαλμοῖς σου, κύριέ μου βασιλεῦ, ὅτι ἐποίησεν ὁ κύριός μου ὁ βασιλεὺς τὸν λόγον τοῦ δούλου αὐτοῦ.
278Biblia, Biblia graeca iuxta LXX interpretes, 2Rg, 15; 25
καὶ εἶπεν ὁ βασιλεὺς τῷ Σαδωκ Ἀπόστρεψον τὴν κιβωτὸν τοῦ θεοῦ εἰς τὴν πόλιν· ἐὰν εὕρω χάριν ἐν ὀφθαλμοῖς κυρίου, καὶ ἐπιστρέψει με καὶ δείξει μοι αὐτὴν καὶ τὴν εὐπρέπειαν αὐτῆς·
279Biblia, Biblia graeca iuxta LXX interpretes, 2Rg, 15a; 25
καὶ εἶπεν ὁ βασιλεὺς τῷ Σαδωκ Ἀπόστρεψον τὴν κιβωτὸν τοῦ θεοῦ εἰς τὴν πόλιν· ἐὰν εὕρω χάριν ἐν ὀφθαλμοῖς κυρίου, καὶ ἐπιστρέψει με καὶ δείξει μοι αὐτὴν καὶ τὴν εὐπρέπειαν αὐτῆς·
280Biblia, Biblia graeca iuxta LXX interpretes, 2Rg, 16; 4
καὶ εἶπεν ὁ βασιλεὺς τῷ Σιβα Ἰδοὺ σοὶ πάντα, ὅσα ἐστὶν τῷ Μεμφιβοσθε. καὶ εἶπεν Σιβα προσκυνήσας Εὕροιμι χάριν ἐν ὀφθαλμοῖς σου, κύριέ μου βασιλεῦ.
281Biblia, Biblia graeca iuxta LXX interpretes, 2Rg, 16a; 4
καὶ εἶπεν ὁ βασιλεὺς τῷ Σιβα Ἰδοὺ σοὶ πάντα, ὅσα ἐστὶν τῷ Μεμφιβοσθε. καὶ εἶπεν Σιβα προσκυνήσας Εὕροιμι χάριν ἐν ὀφθαλμοῖς σου, κύριέ μου βασιλεῦ.
282Biblia, Biblia graeca iuxta LXX interpretes, 3Rg, 11; 19
καὶ εὗρεν Αδερ χάριν ἐναντίον Φαραω σφόδρα, καὶ ἔδωκεν αὐτῷ γυναῖκα ἀδελφὴν τῆς γυναικὸς αὐτοῦ, ἀδελφὴν Θεκεμινας τὴν μείζω·
283Biblia, Biblia graeca iuxta LXX interpretes, 2Par, 7; 21
καὶ ὁ οἶκος οὗτος ὁ ὑψηλός, πᾶς ὁ διαπορευόμενος αὐτὸν ἐκστήσεται καὶ ἐρεῖ Χάριν τίνος ἐποίησεν κύριος τῇ γῇ ταύτῃ καὶ τῷ οἴκῳ τούτῳ;
284Biblia, Biblia graeca iuxta LXX interpretes, Esd, 6; 5
καὶ ἔσχοσαν χάριν ἐπισκοπῆς γενομένης ἐπὶ τὴν αἰχμαλωσίαν παρὰ τοῦ κυρίου οἱ πρεσβύτεροι τῶν Ιουδαίων
285Biblia, Biblia graeca iuxta LXX interpretes, Esd, 8; 4
καὶ ἔδωκεν αὐτῷ ὁ βασιλεὺς δόξαν, εὑρόντος χάριν ἐναντίον αὐτοῦ ἐπὶ πάντα τὰ ἀξιώματα αὐτοῦ.
286Biblia, Biblia graeca iuxta LXX interpretes, Tob, 1; 13
καὶ ἔδωκέν μοι ὁ ὕψιστος χάριν καὶ μορφὴν ἐνώπιον Ενεμεσσαρου, καὶ ἠγόραζον αὐτῷ πάντα τὰ πρὸς τὴν χρῆσιν·
287Biblia, Biblia graeca iuxta LXX interpretes, Tob, 2; 14
καὶ λέγει μοι αὐτή Δόσει δέδοταί μοι ἐπὶ τῷ μισθῷ. καὶ οὐκ ἐπίστευον αὐτῇ καὶ ἔλεγον ἀποδοῦναι τοῖς κυρίοις καὶ προσηρυθρίων χάριν τούτου πρὸς αὐτήν· εἶτα ἀποκριθεῖσα λέγει μοι Καὶ ποῦ εἰσιν αἱ ἐλεημοσύναι σου; ποῦ εἰσιν αἱ δικαιοσύναι σου; ἰδὲ ταῦτα μετὰ σοῦ γνωστά ἐστιν. –
288Biblia, Biblia graeca iuxta LXX interpretes, Idt, 8; 19
ὧν χάριν ἐδόθησαν εἰς ῥομφαίαν καὶ εἰς διαρπαγὴν οἱ πατέρες ἡμῶν καὶ ἔπεσον πτῶμα μέγα ἐνώπιον τῶν ἐχθρῶν ἡμῶν.
289Biblia, Biblia graeca iuxta LXX interpretes, Idt, 8; 23
ὅτι οὐ κατευθυνθήσεται ἡ δουλεία ἡμῶν εἰς χάριν, ἀλλ’ εἰς ἀτιμίαν θήσει αὐτὴν κύριος ὁ θεὸς ἡμῶν.
290Biblia, Biblia graeca iuxta LXX interpretes, Idt, 10; 8
Ὁ θεὸς τῶν πατέρων ἡμῶν δῴη σε εἰς χάριν καὶ τελειώσαι τὰ ἐπιτηδεύματά σου εἰς γαυρίαμα υἱῶν Ισραηλ καὶ ὕψωμα Ιερουσαλημ.
291Biblia, Biblia graeca iuxta LXX interpretes, Est, 2; 9
καὶ ἤρεσεν αὐτῷ τὸ κοράσιον καὶ εὗρεν χάριν ἐνώπιον αὐτοῦ, καὶ ἔσπευσεν αὐτῇ δοῦναι τὸ σμῆγμα καὶ τὴν μερίδα καὶ τὰ ἑπτὰ κοράσια τὰ ἀποδεδειγμένα αὐτῇ ἐκ βασιλικοῦ καὶ ἐχρήσατο αὐτῇ καλῶς καὶ ταῖς ἅβραις αὐτῆς ἐν τῷ γυναικῶνι·
292Biblia, Biblia graeca iuxta LXX interpretes, Est, 2; 15
ἐν δὲ τῷ ἀναπληροῦσθαι τὸν χρόνον Εσθηρ τῆς θυγατρὸς Αμιναδαβ ἀδελφοῦ πατρὸς Μαρδοχαίου εἰσελθεῖν πρὸς τὸν βασιλέα οὐδὲν ἠθέτησεν ὧν αὐτῇ ἐνετείλατο ὁ εὐνοῦχος ὁ φύλαξ τῶν γυναικῶν· ἦν γὰρ Εσθηρ εὑρίσκουσα χάριν παρὰ πάντων τῶν βλεπόντων αὐτήν.
293Biblia, Biblia graeca iuxta LXX interpretes, Est, 2; 17
καὶ ἠράσθη ὁ βασιλεὺς Εσθηρ, καὶ εὗρεν χάριν παρὰ πάσας τὰς παρθένους, καὶ ἐπέθηκεν αὐτῇ τὸ διάδημα τὸ γυναικεῖον.
294Biblia, Biblia graeca iuxta LXX interpretes, Est, 5; 8
εἰ εὗρον χάριν ἐνώπιον τοῦ βασιλέως, ἐλθάτω ὁ βασιλεὺς καὶ Αμαν ἐπὶ τὴν αὔριον εἰς τὴν δοχήν, ἣν ποιήσω αὐτοῖς, καὶ αὔριον ποιήσω τὰ αὐτά.
295Biblia, Biblia graeca iuxta LXX interpretes, Est, 6; 3
εἶπεν δὲ ὁ βασιλεύς Τίνα δόξαν ἢ χάριν ἐποιήσαμεν τῷ Μαρδοχαίῳ; καὶ εἶπαν οἱ διάκονοι τοῦ βασιλέως Οὐκ ἐποίησας αὐτῷ οὐδέν.
296Biblia, Biblia graeca iuxta LXX interpretes, Est, 7; 3
καὶ ἀποκριθεῖσα εἶπεν Εἰ εὗρον χάριν ἐνώπιον τοῦ βασιλέως, δοθήτω ἡ ψυχή μου τῷ αἰτήματί μου καὶ ὁ λαός μου τῷ ἀξιώματί μου·
297Biblia, Biblia graeca iuxta LXX interpretes, Est, 8; 5
καὶ εἶπεν Εσθηρ Εἰ δοκεῖ σοι καὶ εὗρον χάριν, πεμφθήτω ἀποστραφῆναι τὰ γράμματα τὰ ἀπεσταλμένα ὑπὸ Αμαν τὰ γραφέντα ἀπολέσθαι τοὺς Ιουδαίους, οἵ εἰσιν ἐν τῇ βασιλείᾳ σου·
298Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 83; 12
ὅτι ἔλεον καὶ ἀλήθειαν ἀγαπᾷ κύριος ὁ θεός, χάριν καὶ δόξαν δώσει· κύριος οὐ στερήσει τὰ ἀγαθὰ τοὺς πορευομένους ἐν ἀκακίᾳ.
299Biblia, Biblia graeca iuxta LXX interpretes, Prv, 3; 3
ἐλεημοσύναι καὶ πίστεις μὴ ἐκλιπέτωσάν σε, ἄφαψαι δὲ αὐτὰς ἐπὶ σῷ τραχήλῳ, καὶ εὑρήσεις χάριν·
300Biblia, Biblia graeca iuxta LXX interpretes, Prv, 3; 34
κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσιν χάριν.
301Biblia, Biblia graeca iuxta LXX interpretes, Prv, 7; 5
ἵνα σε τηρήσῃ ἀπὸ γυναικὸς ἀλλοτρίας καὶ πονηρᾶς, ἐάν σε λόγοις τοῖς πρὸς χάριν ἐμβάληται.
302Biblia, Biblia graeca iuxta LXX interpretes, Prv, 11; 27
τεκταινόμενος ἀγαθὰ ζητεῖ χάριν ἀγαθήν· ἐκζητοῦντα δὲ κακά, καταλήμψεται αὐτόν.
303Biblia, Biblia graeca iuxta LXX interpretes, Prv, 12; 2
κρείσσων ὁ εὑρὼν χάριν παρὰ κυρίῳ, ἀνὴρ δὲ παράνομος παρασιωπηθήσεται.
304Biblia, Biblia graeca iuxta LXX interpretes, Prv, 13; 15
σύνεσις ἀγαθὴ δίδωσιν χάριν, τὸ δὲ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς, ὁδοὶ δὲ καταφρονούντων ἐν ἀπωλείᾳ.
305Biblia, Biblia graeca iuxta LXX interpretes, Prv, 15; 17
κρείσσων ξενισμὸς λαχάνων πρὸς φιλίαν καὶ χάριν ἢ παράθεσις μόσχων μετὰ ἔχθρας.
306Biblia, Biblia graeca iuxta LXX interpretes, Prv, 17; 17
εἰς πάντα καιρὸν φίλος ὑπαρχέτω σοι, ἀδελφοὶ δὲ ἐν ἀνάγκαις χρήσιμοι ἔστωσαν· τούτου γὰρ χάριν γεννῶνται.
307Biblia, Biblia graeca iuxta LXX interpretes, Prv, 30; 7
δύο αἰτοῦμαι παρὰ σοῦ, μὴ ἀφέλῃς μου χάριν πρὸ τοῦ ἀποθανεῖν με·
308Biblia, Biblia graeca iuxta LXX interpretes, Sap, 18; 2
ὅτι δ’ οὐ βλάπτουσιν προηδικημένοι, ηὐχαρίστουν καὶ τοῦ διενεχθῆναι χάριν ἐδέοντο.
309Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 3; 18
ὅσῳ μέγας εἶ, τοσούτῳ ταπείνου σεαυτόν, καὶ ἔναντι κυρίου εὑρήσεις χάριν·
310Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 7; 33
χάρις δόματος ἔναντι παντὸς ζῶντος, καὶ ἐπὶ νεκρῷ μὴ ἀποκωλύσῃς χάριν.
311Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 8; 19
παντὶ ἀνθρώπῳ μὴ ἔκφαινε σὴν καρδίαν, καὶ μὴ ἀναφερέτω σοι χάριν.
312Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 17; 22
ἐλεημοσύνη ἀνδρὸς ὡς σφραγὶς μετ’ αὐτοῦ, καὶ χάριν ἀνθρώπου ὡς κόρην συντηρήσει.
313Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 19; 25
ἔστιν πανουργία ἀκριβὴς καὶ αὕτη ἄδικος, καὶ ἔστιν διαστρέφων χάριν τοῦ ἐκφᾶναι κρίμα.
314Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 20; 23
ἔστιν χάριν αἰσχύνης ἐπαγγελλόμενος φίλῳ, καὶ ἐκτήσατο αὐτὸν ἐχθρὸν δωρεάν.
315Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 24; 17
ἐγὼ ὡς ἄμπελος ἐβλάστησα χάριν, καὶ τὰ ἄνθη μου καρπὸς δόξης καὶ πλούτου.
316Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 27; 1
χάριν διαφόρου πολλοὶ ἥμαρτον, καὶ ὁ ζητῶν πληθῦναι ἀποστρέψει ὀφθαλμόν.
317Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 29; 7
πολλοὶ οὐ χάριν πονηρίας ἀπέστρεψαν, ἀποστερηθῆναι δωρεὰν εὐλαβήθησαν.
318Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 29; 9
χάριν ἐντολῆς ἀντιλαβοῦ πένητος καὶ κατὰ τὴν ἔνδειαν αὐτοῦ μὴ ἀποστρέψῃς αὐτὸν κενόν.
319Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 30; 6
ἐναντίον ἐχθρῶν κατέλιπεν ἔκδικον καὶ τοῖς φίλοις ἀνταποδιδόντα χάριν.
320Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 31; 6
πολλοὶ ἐδόθησαν εἰς πτῶμα χάριν χρυσίου, καὶ ἐγενήθη ἡ ἀπώλεια αὐτῶν κατὰ πρόσωπον αὐτῶν.
321Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 31; 17
παῦσαι πρῶτος χάριν παιδείας καὶ μὴ ἀπληστεύου, μήποτε προσκόψῃς·
322Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 32; 2
καὶ πᾶσαν τὴν χρείαν σου ποιήσας ἀνάπεσε, ἵνα εὐφρανθῇς δι’ αὐτοὺς καὶ εὐκοσμίας χάριν λάβῃς στέφανον.
323Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 34; 12
πλεονάκις ἕως θανάτου ἐκινδύνευσα καὶ διεσώθην τούτων χάριν.
324Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 35; 2
ἀνταποδιδοὺς χάριν προσφέρων σεμίδαλιν, καὶ ὁ ποιῶν ἐλεημοσύνην θυσιάζων αἰνέσεως.
325Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 35; 4
μὴ ὀφθῇς ἐν προσώπῳ κυρίου κενός· πάντα γὰρ ταῦτα χάριν ἐντολῆς.
326Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 37; 5
ἑταῖρος φίλῳ συμπονεῖ χάριν γαστρός, ἔναντι πολέμου λήμψεται ἀσπίδα.
327Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 38; 14
καὶ γὰρ αὐτοὶ κυρίου δεηθήσονται, ἵνα εὐοδώσῃ αὐτοῖς ἀνάπαυσιν καὶ ἴασιν χάριν ἐμβιώσεως.
328Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 38; 17
πίκρανον κλαυθμὸν καὶ θέρμανον κοπετὸν καὶ ποίησον τὸ πένθος κατὰ τὴν ἀξίαν αὐτοῦ ἡμέραν μίαν καὶ δύο χάριν διαβολῆς καὶ παρακλήθητι λύπης ἕνεκα·
329Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 40; 22
χάριν καὶ κάλλος ἐπιθυμήσει ὀφθαλμὸς καὶ ὑπὲρ ἀμφότερα χλόην σπόρου.
330Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 41; 27
καὶ ἔσῃ αἰσχυντηρὸς ἀληθινῶς καὶ εὑρίσκων χάριν ἔναντι παντὸς ἀνθρώπου.
331Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 45; 1
Καὶ ἐξήγαγεν ἐξ αὐτοῦ ἄνδρα ἐλέους εὑρίσκοντα χάριν ἐν ὀφθαλμοῖς πάσης σαρκὸς ἠγαπημένον ὑπὸ θεοῦ καὶ ἀνθρώπων Μωυσῆν, οὗ τὸ μνημόσυνον ἐν εὐλογίαις·
332Biblia, Biblia graeca iuxta LXX interpretes, Bar, 1; 12
καὶ δώσει κύριος ἰσχὺν ἡμῖν καὶ φωτίσει τοὺς ὀφθαλμοὺς ἡμῶν, καὶ ζησόμεθα ὑπὸ τὴν σκιὰν Ναβουχοδονοσορ βασιλέως Βαβυλῶνος καὶ ὑπὸ τὴν σκιὰν Βαλτασαρ υἱοῦ αὐτοῦ καὶ δουλεύσομεν αὐτοῖς ἡμέρας πολλὰς καὶ εὑρήσομεν χάριν ἐναντίον αὐτῶν.
333Biblia, Biblia graeca iuxta LXX interpretes, Bar, 2; 14
εἰσάκουσον, κύριε, τῆς προσευχῆς ἡμῶν καὶ τῆς δεήσεως ἡμῶν καὶ ἐξελοῦ ἡμᾶς ἕνεκεν σοῦ καὶ δὸς ἡμῖν χάριν κατὰ πρόσωπον τῶν ἀποικισάντων ἡμᾶς,
334Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 12; 24
ὅτι οὐκ ἔσται ἔτι πᾶσα ὅρασις ψευδὴς καὶ μαντευόμενος τὰ πρὸς χάριν ἐν μέσῳ τῶν υἱῶν Ισραηλ,
335Biblia, Biblia graeca iuxta LXX interpretes, Dan, 1; 9
καὶ ἔδωκε κύριος τῷ Δανιηλ τιμὴν καὶ χάριν ἐναντίον τοῦ ἀρχιευνούχου.
336Biblia, Biblia graeca iuxta LXX interpretes, Dan, 2; 13
καὶ ἐδογματίσθη πάντας ἀποκτεῖναι, ἐζητήθη δὲ ὁ Δανιηλ καὶ πάντες οἱ μετ’ αὐτοῦ χάριν τοῦ συναπολέσθαι.
337Biblia, Biblia graeca iuxta LXX interpretes, 1Mac, 3; 29
καὶ εἶδεν ὅτι ἐξέλιπεν τὸ ἀργύριον ἐκ τῶν θησαυρῶν καὶ οἱ φόροι τῆς χώρας ὀλίγοι χάριν τῆς διχοστασίας καὶ πληγῆς, ἧς κατεσκεύασεν ἐν τῇ γῇ τοῦ ἆραι τὰ νόμιμα, ἃ ἦσαν ἀφ’ ἡμερῶν τῶν πρώτων,
338Biblia, Biblia graeca iuxta LXX interpretes, 1Mac, 6; 13
ἔγνων ὅτι χάριν τούτων εὗρέν με τὰ κακὰ ταῦτα· καὶ ἰδοὺ ἀπόλλυμαι λύπῃ μεγάλῃ ἐν γῇ ἀλλοτρίᾳ.
339Biblia, Biblia graeca iuxta LXX interpretes, 1Mac, 6; 24
καὶ περιεκάθηντο ἐπ’ αὐτὴν οἱ υἱοὶ τοῦ λαοῦ ἡμῶν χάριν τούτου καὶ ἠλλοτριοῦντο ἀφ’ ἡμῶν· πλὴν ὅσοι εὑρίσκοντο ἐξ ἡμῶν, ἐθανατοῦντο, καὶ αἱ κληρονομίαι ἡμῶν διηρπάζοντο.
340Biblia, Biblia graeca iuxta LXX interpretes, 1Mac, 6; 59
καὶ στήσωμεν αὐτοῖς τοῦ πορεύεσθαι τοῖς νομίμοις αὐτῶν ὡς τὸ πρότερον· χάριν γὰρ τῶν νομίμων αὐτῶν, ὧν διεσκεδάσαμεν, ὠργίσθησαν καὶ ἐποίησαν ταῦτα πάντα.
341Biblia, Biblia graeca iuxta LXX interpretes, 1Mac, 9; 10
καὶ εἶπεν Ιουδας Μὴ γένοιτο ποιῆσαι τὸ πρᾶγμα τοῦτο, φυγεῖν ἀπ’ αὐτῶν, καὶ εἰ ἤγγικεν ὁ καιρὸς ἡμῶν, καὶ ἀποθάνωμεν ἐν ἀνδρείᾳ χάριν τῶν ἀδελφῶν ἡμῶν καὶ μὴ καταλίπωμεν αἰτίαν τῇ δόξῃ ἡμῶν.
342Biblia, Biblia graeca iuxta LXX interpretes, 1Mac, 10; 60
καὶ ἐπορεύθη μετὰ δόξης εἰς Πτολεμαίδα καὶ ἀπήντησεν τοῖς δυσὶν βασιλεῦσι· καὶ ἔδωκεν αὐτοῖς ἀργύριον καὶ χρυσίον καὶ τοῖς φίλοις αὐτῶν καὶ δόματα πολλὰ καὶ εὗρεν χάριν ἐνώπιον αὐτῶν.
343Biblia, Biblia graeca iuxta LXX interpretes, 1Mac, 11; 11
καὶ ἐψόγισεν αὐτὸν χάριν τοῦ ἐπιθυμῆσαι αὐτὸν τῆς βασιλείας αὐτοῦ·
344Biblia, Biblia graeca iuxta LXX interpretes, 1Mac, 11; 24
καὶ λαβὼν ἀργύριον καὶ χρυσίον καὶ ἱματισμὸν καὶ ἕτερα ξένια πλείονα καὶ ἐπορεύθη πρὸς τὸν βασιλέα εἰς Πτολεμαίδα καὶ εὗρεν χάριν ἐναντίον αὐτοῦ.
345Biblia, Biblia graeca iuxta LXX interpretes, 1Mac, 11; 33
τῷ ἔθνει τῶν Ιουδαίων φίλοις ἡμῶν καὶ συντηροῦσιν τὰ πρὸς ἡμᾶς δίκαια ἐκρίναμεν ἀγαθὸν ποιῆσαι χάριν τῆς ἐξ αὐτῶν εὐνοίας πρὸς ἡμᾶς.
346Biblia, Biblia graeca iuxta LXX interpretes, 1Mac, 12; 45
καὶ νῦν ἀπόστειλον αὐτοὺς εἰς τοὺς οἴκους αὐτῶν, ἐπίλεξαι δὲ σεαυτῷ ἄνδρας ὀλίγους, οἵτινες ἔσονται μετὰ σοῦ, καὶ δεῦρο μετ’ ἐμοῦ εἰς Πτολεμαίδα, καὶ παραδώσω σοι αὐτὴν καὶ τὰ λοιπὰ ὀχυρώματα καὶ τὰς δυνάμεις τὰς λοιπὰς καὶ πάντας τοὺς ἐπὶ τῶν χρειῶν, καὶ ἐπιστρέψας ἀπελεύσομαι· τούτου γὰρ χάριν πάρειμι.
347Biblia, Biblia graeca iuxta LXX interpretes, 1Mac, 13; 4
τούτου χάριν ἀπώλοντο οἱ ἀδελφοί μου πάντες χάριν τοῦ Ισραηλ, καὶ κατελείφθην ἐγὼ μόνος.
348Biblia, Biblia graeca iuxta LXX interpretes, 1Mac, 13; 6
πλὴν ἐκδικήσω περὶ τοῦ ἔθνους μου καὶ περὶ τῶν ἁγίων καὶ περὶ τῶν γυναικῶν καὶ τέκνων ὑμῶν, ὅτι συνήχθησαν πάντα τὰ ἔθνη ἐκτρῖψαι ἡμᾶς ἔχθρας χάριν.
349Biblia, Biblia graeca iuxta LXX interpretes, 1Mac, 14; 25
Ὡς δὲ ἤκουσεν ὁ δῆμος τῶν λόγων τούτων, εἶπαν Τίνα χάριν ἀποδώσομεν Σιμωνι καὶ τοῖς υἱοῖς αὐτοῦ;
350Biblia, Biblia graeca iuxta LXX interpretes, 2Mac, 1; 14
ὡς γὰρ συνοικήσων αὐτῇ παρεγένετο εἰς τὸν τόπον ὅ τε Ἀντίοχος καὶ οἱ σὺν αὐτῷ φίλοι χάριν τοῦ λαβεῖν τὰ χρήματα πλείονα εἰς φερνῆς λόγον
351Biblia, Biblia graeca iuxta LXX interpretes, 2Mac, 4; 16
ὧν καὶ χάριν περιέσχεν αὐτοὺς χαλεπὴ περίστασις, καὶ ὧν ἐζήλουν τὰς ἀγωγὰς καὶ καθ’ ἅπαν ἤθελον ἐξομοιοῦσθαι, τούτους πολεμίους καὶ τιμωρητὰς ἔσχον·
352Biblia, Biblia graeca iuxta LXX interpretes, 2Mac, 7; 33
εἰ δὲ χάριν ἐπιπλήξεως καὶ παιδείας ὁ ζῶν κύριος ἡμῶν βραχέως ἐπώργισται, καὶ πάλιν καταλλαγήσεται τοῖς ἑαυτοῦ δούλοις.
353Biblia, Biblia graeca iuxta LXX interpretes, 2Mac, 15; 39
καθάπερ γὰρ οἶνον κατὰ μόνας πίνειν, ὡσαύτως δὲ καὶ ὕδωρ πάλιν πολέμιον· ὃν δὲ τρόπον οἶνος ὕδατι συγκερασθεὶς ἡδὺς καὶ ἐπιτερπῆ τὴν χάριν ἀποτελεῖ, οὕτως καὶ τὸ τῆς κατασκευῆς τοῦ λόγου τέρπει τὰς ἀκοὰς τῶν ἐντυγχανόντων τῇ συντάξει. ἐνταῦθα δὲ ἔσται ἡ τελευτή.
354Biblia, Biblia graeca iuxta LXX interpretes, 3Mac, 5; 20
τὴν ὠμότητα χείρονα Φαλάριδος ἐσχηκὼς ἔφη τῷ τῆς σήμερον ὕπνῳ χάριν ἔχειν αὐτούς· ἀνυπερθέτως δὲ εἰς τὴν ἐπιτελοῦσαν ἡμέραν κατὰ τὸ ὅμοιον ἑτοίμασον τοὺς ἐλέφαντας ἐπὶ τὸν τῶν ἀθεμίτων Ιουδαίων ἀφανισμόν.
355Biblia, Biblia graeca iuxta LXX interpretes, 3Mac, 5; 41
ὧν χάριν ἡ πόλις διὰ τὴν προσδοκίαν ὀχλεῖ καὶ πληθύουσα συστροφαῖς ἤδη καὶ κινδυνεύει πολλάκις διαρπασθῆναι.
356Biblia, Biblia graeca iuxta LXX interpretes, 3Mac, 6; 36
καὶ κοινὸν ὁρισάμενοι περὶ τούτων θεσμὸν ἐπὶ πᾶσαν τὴν παροικίαν αὐτῶν εἰς γενεὰς τὰς προειρημένας ἡμέρας ἄγειν ἔστησαν εὐφροσύνους, οὐ πότου χάριν καὶ λιχνείας, σωτηρίας δὲ τῆς διὰ θεὸν γενομένης αὐτοῖς.
357Biblia, Novum testamentum graece, Lc, 1; 30
καὶ εἶπεν ὁ ἄγγελος αὐτῇ, Μὴ φοβοῦ, Μαριάμ, εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ·
358Biblia, Novum testamentum graece, Lc, 7; 47
οὗ χάριν, λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησεν πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ.
359Biblia, Novum testamentum graece, Lc, 17; 9
μὴ ἔχει χάριν τῷ δούλῳ ὅτι ἐποίησεν τὰ διαταχθέντα;
360Biblia, Novum testamentum graece, Io, 1; 16
ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος·
361Biblia, Novum testamentum graece, Act, 2; 47
αἰνοῦντες τὸν θεὸν καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν. ὁ δὲ κύριος προσετίθει τοὺς σῳζομένους καθ’ ἡμέραν ἐπὶ τὸ αὐτό.
362Biblia, Novum testamentum graece, Act, 7; 10
καὶ ἐξείλατο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ χάριν καὶ σοφίαν ἐναντίον Φαραὼ βασιλέως Αἰγύπτου, καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπ’ Αἴγυπτον καὶ [ἐφ] ὅλον τὸν οἶκον αὐτοῦ.
363Biblia, Novum testamentum graece, Act, 7; 46
ὃς εὗρεν χάριν ἐνώπιον τοῦ θεοῦ καὶ ᾐτήσατο εὑρεῖν σκήνωμα τῷ οἴκῳ Ἰακώβ.
364Biblia, Novum testamentum graece, Act, 11; 23
ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριν [τὴν] τοῦ θεοῦ ἐχάρη καὶ παρεκάλει πάντας τῇ προθέσει τῇ καρδίας προσμένειν τῷ κυρίῳ,
365Biblia, Novum testamentum graece, Act, 25; 3
αἰτούμενοι χάριν κατ’ αὐτοῦ ὅπως μεταπέμψηται αὐτὸν εἰς Ἰερουσαλήμ, ἐνέδραν ποιοῦντες ἀνελεῖν αὐτὸν κατὰ τὴν ὁδόν.
366Biblia, Novum testamentum graece, Act, 25; 9
ὁ Φῆστος δὲ θέλων τοῖς Ἰουδαίοις χάριν καταθέσθαι ἀποκριθεὶς τῷ Παύλῳ εἶπεν, Θέλεις εἰς Ἱεροσόλυμα ἀναβὰς ἐκεῖ περὶ τούτων κριθῆναι ἐπ’ ἐμοῦ;
367Biblia, Novum testamentum graece, Rom, 1; 5
δι’ οὗ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν πᾶσιν τοῖς ἔθνεσιν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ,
368Biblia, Novum testamentum graece, Rom, 4; 4
τῷ δὲ ἐργαζομένῳ ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν ἀλλὰ κατὰ ὀφείλημα·
369Biblia, Novum testamentum graece, Rom, 4; 16
διὰ τοῦτο ἐκ πίστεως, ἵνα κατὰ χάριν, εἰς τὸ εἶναι βεβαίαν τὴν ἐπαγγελίαν παντὶ τῷ σπέρματι, οὐ τῷ ἐκ τοῦ νόμου μόνον ἀλλὰ καὶ τῷ ἐκ πίστεως Ἀβραάμ [ὅς ἐστιν πατὴρ πάντων ἡμῶν,
370Biblia, Novum testamentum graece, Rom, 5; 2
δι’ οὗ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν [τῇ πίστει] εἰς τὴν χάριν ταύτην ἐν ᾗ ἑστήκαμεν, καὶ καυχώμεθα ἐπ’ ἐλπίδι τῆς δόξης τοῦ θεοῦ.
371Biblia, Novum testamentum graece, Rom, 6; 14
ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει, οὐ γάρ ἐστε ὑπὸ νόμον ἀλλὰ ὑπὸ χάριν.
372Biblia, Novum testamentum graece, Rom, 6; 15
Τί οὖν; ἁμαρτήσωμεν ὅτι οὐκ ἐσμὲν ὑπὸ νόμον ἀλλὰ ὑπὸ χάριν; μὴ γένοιτο.
373Biblia, Novum testamentum graece, Rom, 12; 6
ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα, εἴτε προφητείαν κατὰ τὴν ἀναλογίαν τῆς πίστεως,
374Biblia, Novum testamentum graece, Rom, 15; 15
τολμηρότερον δὲ ἔγραψα ὑμῖν ἀπὸ μέρους, ὡς ἐπαναμιμνῄσκων ὑμᾶς διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ θεοῦ
375Biblia, Novum testamentum graece, 1Cor, 1Cor; 10
Κατὰ τὴν χάριν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον ἔθηκα, ἄλλος δὲ ἐποικοδομεῖ. ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ·
376Biblia, Novum testamentum graece, 1Cor, 1Cor; 3
ὅταν δὲ παραγένωμαι, οὓς ἐὰν δοκιμάσητε, δι’ ἐπιστολῶν τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἰερουσαλήμ·
377Biblia, Novum testamentum graece, 2Cor, 2Cor; 15
Καὶ ταύτῃ τῇ πεποιθήσει ἐβουλόμην πρότερον πρὸς ὑμᾶς ἐλθεῖν, ἵνα δευτέραν χάριν σχῆτε,
378Biblia, Novum testamentum graece, 2Cor, 2Cor; 1
Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ θεοῦ δέξασθαι ὑμᾶς
379Biblia, Novum testamentum graece, 2Cor, 2Cor; 1
Γνωρίζομεν δὲ ὑμῖν, ἀδελφοί, τὴν χάριν τοῦ θεοῦ τὴν δεδομένην ἐν ταῖς ἐκκλησίαις τῆς Μακεδονίας,
380Biblia, Novum testamentum graece, 2Cor, 2Cor; 4
μετὰ πολλῆς παρακλήσεως δεόμενοι ἡμῶν τὴν χάριν καὶ τὴν κοινωνίαν τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους
381Biblia, Novum testamentum graece, 2Cor, 2Cor; 6
εἰς τὸ παρακαλέσαι ἡμᾶς Τίτον ἵνα καθὼς προενήρξατο οὕτως καὶ ἐπιτελέσῃ εἰς ὑμᾶς καὶ τὴν χάριν ταύτην.
382Biblia, Novum testamentum graece, 2Cor, 2Cor; 9
γινώσκετε γὰρ τὴν χάριν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι δι’ ὑμᾶς ἐπτώχευσεν πλούσιος ὤν, ἵνα ὑμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσητε.
383Biblia, Novum testamentum graece, 2Cor, 2Cor; 8
δυνατεῖ δὲ ὁ θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς, ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν,
384Biblia, Novum testamentum graece, 2Cor, 2Cor; 14
καὶ αὐτῶν δεήσει ὑπὲρ ὑμῶν ἐπιποθούντων ὑμᾶς διὰ τὴν ὑπερβάλλουσαν χάριν τοῦ θεοῦ ἐφ’ ὑμῖν.
385Biblia, Novum testamentum graece, Gal, 2; 9
καὶ γνόντες τὴν χάριν τὴν δοθεῖσάν μοι, Ἰάκωβος καὶ Κηφᾶς καὶ Ἰωάννης, οἱ δοκοῦντες στῦλοι εἶναι, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρναβᾷ κοινωνίας, ἵνα ἡμεῖς εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομήν·
386Biblia, Novum testamentum graece, Gal, 2; 21
οὐκ ἀθετῶ τὴν χάριν τοῦ θεοῦ· εἰ γὰρ διὰ νόμου δικαιοσύνη, ἄρα Χριστὸς δωρεὰν ἀπέθανεν.
387Biblia, Novum testamentum graece, Gal, 3; 19
Τί οὖν ὁ νόμος; τῶν παραβάσεων χάριν προσετέθη, ἄχρις οὗ ἔλθῃ τὸ σπέρμα ᾧ ἐπήγγελται, διαταγεὶς δι’ ἀγγέλων ἐν χειρὶ μεσίτου.
388Biblia, Novum testamentum graece, Eph, 3; 1
Τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος τοῦ Χριστοῦ [Ἰησοῦ] ὑπὲρ ὑμῶν τῶν ἐθνῶν
389Biblia, Novum testamentum graece, Eph, 3; 14
Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα,
390Biblia, Novum testamentum graece, Eph, 4; 29
πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω, ἀλλὰ εἴ τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσιν.
391Biblia, Novum testamentum graece, Col, 1; 6
τοῦ παρόντος εἰς ὑμᾶς, καθὼς καὶ ἐν παντὶ τῷ κόσμῳ ἐστὶν καρποφορούμενον καὶ αὐξανόμενον καθὼς καὶ ἐν ὑμῖν, ἀφ’ ἧς ἡμέρας ἠκούσατε καὶ ἐπέγνωτε τὴν χάριν τοῦ θεοῦ ἐν ἀληθείᾳ·
392Biblia, Novum testamentum graece, 2Thess, 2Thess; 12
ὅπως ἐνδοξασθῇ τὸ ὄνομα τοῦ κυρίου ἡμῶν Ἰησοῦ ἐν ὑμῖν, καὶ ὑμεῖς ἐν αὐτῷ, κατὰ τὴν χάριν τοῦ θεοῦ ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
393Biblia, Novum testamentum graece, 1Tim, 1Tim; 12
Χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ὅτι πιστόν με ἡγήσατο θέμενος εἰς διακονίαν,
394Biblia, Novum testamentum graece, 1Tim, 1Tim; 14
βούλομαι οὖν νεωτέρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν, μηδεμίαν ἀφορμὴν διδόναι τῷ ἀντικειμένῳ λοιδορίας χάριν·
395Biblia, Novum testamentum graece, 2Tim, 2Tim; 3
Χάριν ἔχω τῷ θεῷ, ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει, ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν ἐν ταῖς δεήσεσίν μου νυκτὸς καὶ ἡμέρας,
396Biblia, Novum testamentum graece, 2Tim, 2Tim; 9
τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν ἀλλὰ κατὰ ἰδίαν πρόθεσιν καὶ χάριν, τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων,
397Biblia, Novum testamentum graece, Tit, 1; 5
Τούτου χάριν ἀπέλιπόν σε ἐν Κρήτῃ, ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξάμην,
398Biblia, Novum testamentum graece, Tit, 1; 11
οὓς δεῖ ἐπιστομίζειν, οἵτινες ὅλους οἴκους ἀνατρέπουσιν διδάσκοντες ἃ μὴ δεῖ αἰσχροῦ κέρδους χάριν.
399Biblia, Novum testamentum graece, Hebr, 4; 16
προσερχώμεθα οὖν μετὰ παρρησίας τῷ θρόνῳ τῆς χάριτος, ἵνα λάβωμεν ἔλεος καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν.
400Biblia, Novum testamentum graece, Hebr, 12; 28
Διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες ἔχωμεν χάριν, δι’ ἧς λατρεύωμεν εὐαρέστως τῷ θεῷ μετὰ εὐλαβείας καὶ δέους·
401Biblia, Novum testamentum graece, Iac, 4; 6
μείζονα δὲ δίδωσιν χάριν· διὸ λέγει, Ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσιν χάριν.
402Biblia, Novum testamentum graece, 1Petr, 1Petr; 13
Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες, τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ.
403Biblia, Novum testamentum graece, 1Petr, 1Petr; 5
Ὁμοίως, νεώτεροι, ὑποτάγητε πρεσβυτέροις. πάντες δὲ ἀλλήλοις τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε, ὅτι Ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσιν χάριν.
404Biblia, Novum testamentum graece, 1Petr, 1Petr; 12
Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ, ὡς λογίζομαι, δι’ ὀλίγων ἔγραψα, παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ θεοῦ· εἰς ἣν στῆτε.
405Biblia, Novum testamentum graece, 1Io, 1Io; 12
οὐ καθὼς Κάϊν ἐκ τοῦ πονηροῦ ἦν καὶ ἔσφαξεν τὸν ἀδελφὸν αὐτοῦ· καὶ χάριν τίνος ἔσφαξεν αὐτόν; ὅτι τὰ ἔργα αὐτοῦ πονηρὰ ἦν, τὰ δὲ τοῦ ἀδελφοῦ αὐτοῦ δίκαια.
406Biblia, Novum testamentum graece, Iud, 1; 16
Οὗτοί εἰσιν γογγυσταί, μεμψίμοιροι, κατὰ τὰς ἐπιθυμίας αὐτῶν πορευόμενοι, καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα, θαυμάζοντες πρόσωπα ὠφελείας χάριν.
407Coelestinus I, Epistolae et decreta, 50, 0512C
Τῷ ἀγιωτάτῳ καὶ θεοσεβεστάτῳ συλλειτουργῷ Κελεστίνῳ ἡ ἁγία σύνοδος ἡ κατὰ Θεοῦ χάριν συναχθεῖσα ἐν τῇ Ἐφεσίων μητροπόλει ἐν κυρίῳ χαίρειν.
408Concilia Carthaginensia, Acta, 3, 1084C (auctor fl. 257)
Ὁθεν καὶ ἡμεῖς συνιέναι ὀφείλομεν καὶ νοεῖν ὡς οἱ ἐχθροι Κυρίου καὶ οἱ Αντίχριστοι ὠνομασμένοι δυνατοὶ οὐκ εἶεν χάριν δοῦναι τοῦ Κυρίου καὶ διὰ τοῦτο ἡμεῖς τῷ Κυρίῷ ἲοντες, καὶ ἑνότητα Κυρίου πραττοῦντες, καὶ κατὰ τὴν ἀξίαν αὐτοῦ χορηγούμενοι, τὴν ἱερατέιαν αὐτοῦ ἐν τῇ Ἐκκλεσίᾳ λειτουργοῦντες, ὅσα οἱ αντικείμενοι αὐτῷ, τουτέστι πολέμιοι καὶ Αντίχριστοι ποιοῦσιν, ἀποδοκιμάσαι, καὶ ἀποποιῆσαι καὶ ἀποῤῥίψαι, καὶ ὡς βέβηλα ἔχειν ὀφείλομεν, καὶ τοῖς ἀπὸ πλάνης καὶ στρεβλότητος ἐρχομένοις ἐπὶ γνώσει τῆς ἀληθινῆς καὶ ἐκκλησιαστικῆς πίστεως δοῦναι καθόλουθείας δυνάμεως μυστήριον, ἑνότητός τε καὶ πίστεως καὶ ἀληθείας.
409Concilia Carthaginensia, Acta, 3, 1086C (auctor fl. 257)
Ἔπειτα δὲ ἀνεγνώσθη ὑμῖν καὶ ἄλλα γράμματα Ἰοβιανοῦ, δι' ὧν κατὰ τὸ αὐτοῦ εὐσεβὲς ἀντίγραμμα οὐ μόνον ἡμῖν συνευδόκησεν, ἀλλὰ καὶ τῇ ἐπιγνώσει τῆς ἀλήθειας χάριν ὡμολόγησεν.
410Concilia Carthaginensia, Acta, 3, 1090C (auctor fl. 257)
Εἰ δὲ μὴ ἐστιν ἀπὸ Θεοῦ, πῶς δύναται αὐτὸς ἔχειν τὴν χάριν τοῦ Θεοῦ καὶ ἄλλῳ διδόναι; Μανούαλος ἀπὸ Γέρβης εἶπε· Τοῦ Κυρίου λέγοντος, Βαπτίσατε πάντα τὰ ἔθνη εἰς τὸ ὄνομα τοῦ Παπρὸς καὶ τοῦ Υὶοῦ καὶ τοῦ ἁγίου Πνεύματος, οἴδαμεν σαφῶς τοὺς αἱρετικοὺς, μήτε Πατέρα ἒχειν, μήτε Υἱὸν, μήτε ἃγίον Πνεῦμα· δεῖ οὖν ἐρχομένους εἰς τὴν Ἐκκλησίαν βαπτίζειν, ἵνα ἀναγεννηθῶσιν.
411Concilia Carthaginensia, Acta, 3, 1094A (auctor fl. 257)
Ἀμφισβητήσιμον δὲ οὐκ ἔστι τὴν Ἐκκλησίαν τὴν καθολικὴν τῷ τοῦ Χριστοῦ βαπτίσματι κεχρῆσθαι, τὴν μόνην κεκτημένεν χάριν καὶ ἀγάπην καὶ ἀλήθειαν τοῦ Χριστοῦ.
412Concilia Carthaginensia, Acta, 3, 1096C (auctor fl. 257)
Δονάτος ἀπὸ Κιβαλινῆς εἶπεν· Ο λέγων παρὰ τοῖς αἱρετικοῖς χάριν βαπτίσματος εἶναι, πρότερον ἀποδειξάτο Ἐκεῖ ἐκκλησίαν.
413Concilia Carthaginensia, Acta, 3, 1098A (auctor fl. 257)
Ἄλλος Σατορνῖλος ἀπὸ Πλουτίμνης εἶπεν· Εἰ δύναται Ἀντίχριστος δοῦναι τὴν χάριν τοῦ Χριστοῦ, δύνανται καὶ οἱ αἱρετικοὶ βαπτίζειν, οἱ ὀνομασθέντες ἀντίχριστοι.
414Concilia varia Dionysius Exiguus, Codex canonum ecclesiae universae, 67, 0085A (auctor c.470–c.544)
Εἴ τις ἐπίσκοπος ἐπὶ χρήμασι χειροτονίαν ποιήσαιτο, καὶ εἰς πρᾶσιν καταγάγοι τὴν ἄπρατον χάριν, καὶ χειροτονήσοι ἐπὶ χρήμασιν ἐπίσκοπον, ἢ χωρεπίσκοπον, ἢ πρεσβυτέρους, ἢ διακόνους, ἢ ἕτερόν τινα τῶν ἐν τῷ κλήρῳ καθηριθμημένων, ἢ προβάλλοιτο ἐπὶ χρήμασιν οἰκονόμον, ἢ ἔκδικον, ἢ παραμονάριον, ἢ ὅλως τινὰ τοῦ κανόνος, δι' αἰσχροκέρδειαν οἰκείαν· ὁ τοῦτο ἐπιχειρήσας ἐλεγχθεὶς, κινδυνευέτω περὶ τὸν οἰκεῖον βαθμόν.
415Concilia varia Dionysius Exiguus, Codex canonum ecclesiae universae, 67, 0089B (auctor c.470–c.544)
Διάκονον μὴ χειροτονεῖσθαι γυναῖκα πρὸ ἐτῶν τεσσαράκοντα, καὶ ταύτην μετὰ ἀκριβοῦς δοκιμασίας· ἡ δέ γε δεξαμένη τὴν χειροθεσίαν [χειροτονίαν], καὶ χρόνον τινὰ παραμείνασα τῇ λειτουργίᾳ, ἑαυτὴν ἐπιδῷ γάμῳ, ὑβρίσασα τὴν τοῦ Θεοῦ χάριν, ἡ τοιαύτη ἀναθεματιζέσθω μετὰ τοῦ αὐτῇ συναφθέντος.
416Constantinus I, Conciones, 8, 0399B (auctor c.272–337)
Εὐχῆς μὲν ἐμοὶ τέλος ἦν, ὦ φίλοι, τῆς ὑμετέρας ἀπολαῦσαι χορείας· τούτου δὲ τυχὼν, εἰδέναι τῷ Βασιλεῖ τῶν ὄλων τὴν χάριν ὁμολογῶ, ὅτι μοι πρὸς τοῖς ἄλλος ἅπασι, καὶ τοῦτο κρεῖττον ἀγαθοῦ παντός ἰδεῖν ἐδωρήσατο, φημὶ δὴ τὸ, συνηγμένους ὁμοῦ πάντας ἀπολαβεῖν μίαν τε κοινὴν ἁπάντων ὁμόφρονα γνώμην θεάσασθαι.
417Constantinus I, Conciones, 8, 0399B (auctor c.272–337)
ὅτε γοῦν τὰς κατὰ τῶν πολεμίων νίκας νεύματι καὶ συνεργείᾳ τοῦ κρείττονος ᾐράμην, οὐδέν τε λείπειν ἐνόμιζον, ἢ Θεῷ μὲν νομίζειν τὴν χάριν, συγχαίρειν δὲ καὶ τοῖς ὑπὲρ αὐτοῦ δι' ἡμῶν ἠλευθερωμένοις.
418Constantinus I, Conciones, 8, 0402A (auctor c.272–337)
μὴ δὴ οὖν μέλλετε, ὦ φίλοι, μὴ δὴ, λειτουργοὶ Θεοῦ, καὶ τοῦ κοινοῦ πάντων ἡμῶν δεσπότου τε καὶ σωτῆρος ἀγαθοὶ θεράποντες· τὰ τῆς ἐν ὑμῖν διαστάσεως αἴτια ἐντεῦθεν ἤδη φέρειν ἀρξάμενοι, πάντα σύνδεσμον ἀμφιλογίας νόμοις εἰρήνης ἐπιλύσασθε, οὕτω γὰρ καὶ τῷ ἐπὶ πάντων Θεῷ τὰ ἀρεστά διαπεπραγμένοι εἴητε ἂν, κᾀμοὶ τῷ ὑμετέρῳ συνθεράποντι ὑπερβάλλουσαν δώσετε χάριν.
419Constantinus I, Conciones, 8, 0407A (auctor c.272–337)
τὸ δέ ἀεὶ κατὰ τὰ αὐτά τε καὶ ὡσαύτως ἔχειν τὸν σύμπαντα κόσμον, (οὐκ) ἀμελῶς ἔχειν (οὐδ' ἀπὸ ταυτομάτου γεγένησθαι τοῦτον παριστησι)· τίς δ' ἂν ἔγνω τὸν συμπάσης γενέσεως δημιουργὸν; εὐχαὶ δὲ καὶ λιτανεῖαι, πρὸς τίνα πρῶτον, ἢ τελευταῖον; τίνα δὲ θερπεύων ἐξ αἱρέσεως, οὐκ ἂν περὶ τοὺς λοιποὺς ἠσέβησα; ἢ τάχα δ' ἂν καὶ δεόμενος τῶν βιωτικῶν τινος, τῷ μὲν συναραμένῳ χάριν ἔγνων, τῷ δ' ἀντιπράξαντι ἐμεμψάμην; τίνι δὲ προσευξάμενος τὴν αἱτίαν τῆς περιστάσεως γνῶναι, τῆς τ' ἀπαλλαγῆς τυχεῖν ἠξίουν.
420Constantinus I, Conciones, 8, 0410B (auctor c.272–337)
ταῦτα δὲ πάντα γίγνεται, πρὸς χάριν τῶν κατοιχομὲνων ἀνθρωποι γὰρ ἦσαν ἡνίκα ἔζων, σώματος μέτοχοι ὄντες.
421Constantinus I, Conciones, 8, 0423D (auctor c.272–337)
ἔστω τοῦτο ἴδιον ποιήσεως, τὸ τὴν ἀλήθειαν ἔσθ' ὅτε ἀφαρπάζειν· ἀλλ' οἱ τὰ ψευδῆ λέγοντες, οὐ μάτην ψεύδονται· ἢ γὰρ κέρδους καὶ ὠφελείας χάριν τοῦτο ποιοῦσιν, ἢ κακήν τινα πρᾶξιν, ὡς ἔοικε, συνειδότες ἑαυτοῖς, διὰ τὸν ἐφεστηκότα ἐκ τῶν νόμων κίνδυνον ἐπικαλύπτονται, ἦν γὰρ δυνατὸν, οἶμαι, μηδὲν παρὰ τὴν ἀλήθειαν περὶ τῆς κρείττονος φύσεως ἱστοροῦντας, μὴ ψεύδεσθαι μηδὲ δυσσεβεῖν.
422Constantinus I, Conciones, 8, 0466A (auctor c.272–337)
ἐπικαλοῦμαι δέ σε αὐτὴν σύμμαχον τοῖς λεγομένοις, ὦ θεοσέβεια, ἁγνόν τινα νόμον ὑπάρχουσα, πάντων τε ἀγαθῶν εὐκταιοτάτην ἐλπίδα, ὁσιότητος διδάσκαλον ἀθανασίας ὑπόσχεσιν ἀκίβδηλον· σὲ μὲν εὐσέβεια καὶ φιλανθρωπία προσκυνῷ, σαῖς δὲ θεραπείαις χάριν αΐδιον ὀφείλομεν οἱ δεηθέντες, ὁ δὲ ἄπειρος ὄχλος τῆς σῆς ἐπικουρίας, διὰ τὴν ἔμφυτον πρὸς σὲ ἀπέχθειαν, καὶ τὸν Θεὸν ἀποστρέφεται· οὐδὲ οἶδε τὴν αἰτίαν ὅλως τοῦ ζῇν καὶ εἶναι αὐτόν τε καὶ τοὺς λοιποὺς δυσσεβεῖς ἐκ τοῦ πρὸς τὸ κρεῖττον καθήκοντος ἠρτῆσθαι· πᾶς γὰρ ὁ κόσμος ἐκείνου κτῆμα, καὶ ὅσα ἐστὶν ἐν κόσμῳ.
423Constantinus I, Conciones, 8, 0475C (auctor c.272–337)
διὸ ἀνθρώπινον μὲν, πταῖσαι ποτὲ, ὁ δὲ Θεὸς, ἀναίτιος τῶν ἀνθρωπίνων πραγμάτων· διὸ χρὴ τοὺς πάντας τοὺς τὴν θεοσέβειαν κατα διώκοντας, χάριν ὁμολογεῖν τῷ Σωτῆρι τῶν πάντων, ἕνεκεν τῆς ἡμετὲρας αὐτῶν σωτηρίας, καὶ τῆς τῶν δημοσίων πραγμάτων εὐμοιρίας, ὁσίαις τε εὐχαῖς καὶ λιτανείαις ἐπαλλήλοις ἐξιλεοῦσθαι τὸν Χριστὸν ἡμῖν, ὅπως τὰς εὐεργεσίας αὐτοῦ διαφυλάττοι· οὗτος γάρ ἐστιν ἀήττητος σύμμαχος καὶ ὑπερασπιστὴς τῶν δικαίων.
424Constantinus I, Decreta et constitutiones, 8, 0259A (auctor c.272–337)
VI. Οὐδὲ γὰρ ἀγνώμων περὶ τὴν ὀφειλομένην γενοίμην χάριν· ταύτην ἁρίστην διακονίαν, τοῦτο κεχαρισμένον ἐμαυτῷ δῶρον πιστεύσας, μέχρι καὶ τῶν ἑῴων πρόειμι χωρίων, ἃ βαρυτέραις κατεχόμενα συμφοραῖς, μείζονα καὶ τὴν παρ' ἡμῶν θεραπείαν ἐπεβοᾶτο.
425Constantinus I, Epistolae, 8, 0551A (auctor c.272–337)
αὐτῷ τε γὰρ καὶ ἡμῖν ἀπερίγραπτον δώσεις διὰ τῆς πίστεως τὴν χάριν.
426Constantinus I, Epistolae, 8, 0503A (auctor c.272–337)
τίνος χάριν τούτοις ἑπόμεθα, οὓς δεινὴν πλάνην νοσεῖν ὡμολόγηται· δεύτερον γὰρ τῷ ἑνὶ ἐνιαυτῷ οὐκ ἄν ποτε ποιεῖν ἀνεξόμεθα.
427Constantinus I, Epistolae, 8, 0505C (auctor c.272–337)
Τούτων οὖν οὕτως ἐχόντων, ἀσμένως δέχεσθε τὴν τοῦ Θεοῦ χάριν καὶ θείαν ὡς ἀληθῶς ἐντολὴν· πᾶν γὰρ, εἴ τι δ' ἂν ἐν τοῖς ἁγίοις τῶν Ἐπισκόπων συνεδρίοις πράττεται, τοῦτο πρὸς τὴν θείαν βούλησιν ἔχει τὴν ἀναφορὰν.
428Constantinus I, Epistolae, 8, 0534C (auctor c.272–337)
ὡς δυσχερῶς ἂν καὶ αὐτὴ τοῖς ἁμαρτήμασιν ἀντιβαίης, εἰ μὴ τὴν πρὸς κέρδος ὑπηρεσίαν ἀρνήσαιο· καὶ ἔμοιγε δοκεῖ αὐτῆς τῆς νίκης περιγενέσθαι, ὁ τῆς εἰρήνης μᾶλλον ἀντιποιούμενος· ὡς ὅπου γέ τοί τινι τὸ πρέπον ἔξεστιν, οὐδεὶς ἂν ὁ μὴ τερπόμενος εὑρεθείη· ἀξιῶ τοίνυν ἀδελφοὶ, τοῦ χάριν οὕτω διαγινώσκομεν, ὥς θ' ἑτέροις ὕβριν δι' ὧν αἱρούμεθα προστρίψασθαι; τοῦ χάριν ταῦτ' ἐπισπώμεθα, ἃ τὴν πίστιν τῆς ὑπολήψεως ἡμῶν καθαιρήσει; ἐγὼ μὲν οὖν ἐπαινῶ τὸν ἄνδρα, ὃς καὶ ὑμῖν τιμῆς τε καὶ διαθέσεως ἄξιος δοκιμάζεται· οὐ μὴν οὕτω γ' ἐξησθενηκέναι τὸ παρ' ἑκάστοις κύριόν τε καὶ βέβαιον ὀφεῖλον μένειν χρὴ, ὡς μὲ ταῖς ἰδίαις γνώμαις ἕκαστος ἀρκεῖσθαι, καὶ τῶν οἰκείων πάντας ἀπολαύειν.
429Constantinus I, Epistolae, 8, 0535C (auctor c.272–337)
οὐ τὴν τυχοῦσαν χάριν εἰληφὼς, τῷ περὶ αὐτοῦ τοσαύτην ὑμᾶς ἐπιεικείας ψῆφον ἐνέγκασθαι· ἐπὶ τούτοις, ὃ τῆς ὑμετέρας συνηθείας ἐστὶν ἀγαθὴ γνώμη, σπουδήν τὴν πρέπουσαν εἰσενέγκασθε εἰς ἐπιζήτησιν ἀνδρὸς οὗ χρῄζετε, ἀποκλείσαντες πᾶσαν στασιώδη καὶ ἄτακτον βοὴν.
430Constantinus I, Epistolae, 8, 0507B (auctor c.272–337)
τελείαν παρὰ τῆς θείας προνοίας εἰλὴφαμεν χάριν, ἳνα πάσης πλάνης ἀπαλλαγέντες, μίαν καὶ τὴν αὐτὴν ἐπιγινώσκωμεν πίστιν.
431Constantinus I, Epistolae, 8, 0507D (auctor c.272–337)
τοῦτο γὰρ καὶ τῇ ἀγχινοίᾳ, καὶ τῇ πίστει, καὶ τῇ ὁσιότητι τῇ ὑμετέρᾳ πρέπει, ἵνα τῆς πλάνης ἐλεγχθείσης ἐκείνου, ὃν τῆς ἀληθείας εἶναι ἐχθρὸν συνέστηκε, πρὸς τὴν θείαν ἐπανέλθητε χάριν.
432Constantinus I, Epistolae, 8, 0499C (auctor c.272–337)
περὶ μὲν οὖν τῆς θείας προνοίας, μία τις ἐν ὑμῖν ἔστω πίστις, μία σύνεσις, μία συνθήκη τοῦ κρείττονος· ἃ δ' ὑπὲρ τῶν ἐλαχίστων τούτων ζητήσεων ἐν ἀλλήλοις ἀκριβολογεῖσθε, κᾂν μὴ πρὸς μίαν γνώμην συμφέρεσθε, μένειν εἴσω λογισμοῦ προσήκει, τῷ τῆς διανοίας ἀποῤῥήτῳ τηρούμενα, τὸ μέντοι τῆς κοινῆς φιλίας ἐξαίρετον, καὶ ἡ τῆς ἀληθείας πίστις, ἥ τε περὶ τὸν Θεὸν καὶ τὴν τοῦ νόμου θρησκείαν τιμὴ, μενέτω παρ' ὑμῖν ἀσάλευτος· ἐπανέλθετε δὴ πρὸς τὴν ἀλλήλων φιλίαν τε καὶ χάριν.
433Constantinus I, Epistolae, 8, 0502A (auctor c.272–337)
ἀνοίξατε δή μοι λοιπὸν ἐν τῇ καθ' ὑμᾶς ὁμονοίᾳ, τῆς ἑῴας τὴν ὁδὸν, ἣν ταῖς πρὸς ἀλλήλους φιλονεικίαις ἀπεκλείσατε· καὶ συγχωρήσατε θᾶττον ὑμᾶς τε ὁμοῦ, καὶ τοὺς ἄλλους ἅπαντας δήμους ἰδεῖν χαίροντας, καὶ τὴν ὑὲπρ τῆς κοινῆς ἁπάντων ὁμονοίας τε καὶ ἐλευθερίας ἐφειλομένην χάριν, ἐπ' εὐφήμοις λόγων συνθήμασιν ὁμολογῆσαι τῷ κρείττονι.
434Constantinus I, Epistolae, 8, 0530A (auctor c.272–337)
τῇ δὲ εὐσεβείᾳ τῇ σῇ, τούτου χάριν ἠ ὑγεία παρεσχέθη, διὰ τὸ πρῶτόν σε ἐν βασιλεῦσι τοῖς εἰδώλοις ἀποτάξασθαι.
435Constantinus I, Epistolae, 8, 0510B (auctor c.272–337)
τί δ' ἄν τις ἐκεῖνο λέγεσθαι τὴν τοῦ βουλεύεσθαι χάριν αὐτὸν ἀπολωλεκότα, μηκέτι κουφισμοῦ τινα ἐπικουρίαν εὓρασθαι ἐπιθυμεῖν; τί τοίνυν φημὶ, Χριστὲ, Χριστὲ Κὺριε, Κύριε; τί δή ποτε ἡμᾶς τὸ ληστήριον ὁσημέραι τιτρώσκει; ἕστηκεν ἐξεναντίας δεινή τις βιαία τόλμα, βρυχᾶται ἐπιπρίουσα τὸν ὀδόντα δύσμορφος ὑπ' ἀτιμίας, καὶ παντοδαποῖς περιτετρωμένη ἐγκλήμασιν.
436Constantinus I, Epistolae, 8, 0518C (auctor c.272–337)
ἧκε πρὸς ἐμὲ, ἧκε, φημὶ, πρὸς Θεοῦ ἄνθρωπον' πίστευσον ὡς ταῖς ἐμαυτοῦ πεύσεσι διερευνήσομαί σου τὰ ἀπόῤῥητα τῆς καρδίας· κᾂν μέν τι μανικὸν ἐνεῖναι δόξῃ, τὴν θείαν ἐπικαλεσάμενος χάριν, παρὰ δηγματός σε κάλλιον ἰάσομαι.
437Constantinus I, Epistolae, 8, 0518C (auctor c.272–337)
ἐὰν δὲ ὑγιαίνων τὰ κατὰ ψυχὴν φανῇς, τὸ τῆς ἀληθείας φῶς ἐπεγνοὺς, ἔν σοι καὶ τῷ Θεῷ χάριν εἴσομαι, καὶ ἐμαυτῷ τῆς εὐσεβείας συνησθήσομαι.
438Constantinus I, Epistolae, 8, 0559B (auctor c.272–337)
ἄρα οὐδεμία ἐστὶν αἴσθησις, οὐδὲ κατὰ χάριν τῆς κοινῆς ἁπάντων φύσεως, εἴ γε τῶν τοῦ νόμου προσταγμάτων ἐμελησαμεν; ἀλλ' ἐρεϊ τις, Κατὰ φύσιν ἡ ἀγάπη ἐξευρίσκεται, τί οὖν ὅτι ἡμεῖς καὶ τὸν τοῦ Θεοῦ νόμον πρὸς τῇ εὐφυίᾳ σχόντες, ἀνεχόμεθα τῆς ὀχλήσεως καὶ τοῦ θορύβου τῶν ἐχθρῶν πυρσοῖς τισιν ὡς ἔοικεν ἐξαπτομένων, καὶ οὐχ' ὁρῶμεν ὀφθαλμοὺς ἔχοντες, οὐδὲ αἰσθανόμεθα, καίτοι ταῖς τοῦ νόμου αἰσθήσεσιν ὄντες πεφραγμένοι· ὁπόση ἇρα πτόησις τὴν ἡμετέραν ζωὴν κατείληφεν, ὅπου γε ἑμῶν ἑαυτῶν οὓτως ἀμελοῦμεν, καὶ ταῦτα ὑπομιμνήσκοντος τοῦ Θεοῦ; εἶτα, οὒκ ἐστιν ἀφόρητον τὸ κακόν; οὐ πολεμίους ἡγεῖσθαι προσὴκει τούτους; οὐ τὸν οἶκον καὶ τὸν λαὸν τοῦ Θεοῦ, ἐμπαροινοῦσιν ἡμῖν καὶ ἐγκαλοῦσί γε οἱ πανώλεις ἐκεῖνοι καὶ ἐπιπλὴσσουσιν ἐκ τῶν ἐναντίων ἡμῖν; μεθ' ὅσης δὲ ἀπονοίας τοῦτο πράττουσιν, ὑμᾶς αὐτοὺς ἐννοεῖν ἀξιῶ.
439Constantinus I, Epistolae, 8, 0562A (auctor c.272–337)
ἐπιχουρήσατε τοίνυν ὑμῖν αὐτοῖς, παρακαλῶ τὸ φίλτρον τὸ ἡμέτερον, ἀγαπησατε, καὶ παντὶ σθένει διώξατε τοὺς τὴν τῆν τῆς ἡμετέρας, ὁμονοίσς, χάριν ἀφανίζειν ἐπιθυμοῦντας, καὶ πρὸς τὸν Θεὸν ἀπιδόντες, ὑμᾶς, αὐτοὺς ἀγαπᾶτε.
440Constantinus I, Epistolae, 8, 0562D (auctor c.272–337)
ἐπειδὴ δ' οὐχ ὑγιοῦς φιλονεικίας οἴστρῳ τινὲς ἐλαυνόμενοι, οὐ γάρ ἂν εἴποιμι βίοῦντες ἑαυτῶν ἀναξίως τὰ πάντα συγχέειν ἐπιχειροῦσιν, ὅπερ πάσης συμφορᾶς ἐπέκεινα κεχωρηκέναι μοι δοκεῖ, τούτου χάριν θέοντας ὑμᾶς, τὸ τοῦ λόγου, προτρέπομαι χωρίς τινος ὑπερθέσεως εἰς ταὐτὸ συνδραμεῖν, καὶ πληρῶσαι τὴν συνόδον, ἐπαμῦναι τοῖς χρῄζουσιν ἐπικουρίας τοὺς ἀδελφοὺς ἰατρεῦσαι κινδυνεύοντας, εἰς ὁμόνοιαν ἐπαναγαγεῖν τὰ διεστῶτα τῶν μελῶν, διορθώσασθαι τὰ πλημμελουμενα ὡς καιρὸς ἐπιτρέπει; ἵνα ταῖς τοσαύταις ἐπαρχίαις τὴν πρέπουσαν ἀποδῶτε συμφωνίαν, ἣν, φεῦ τῆς ἀτοπὶας.
441Constantinus I, Epistolae, 8, 0563B (auctor c.272–337)
λοιπὸν ἔσται τῆς ὑμετέρας ὁσιότητος ἔργον ὁμογνώμονι κρίσει, μήτε πρὸς ἀπέχθειαν, μήτε πρὸς χάριν, ἀκολούθως δὲ τῷ ἐκκλησιαστικῷ καὶ Ἀποστολικῷ κανόνι, τοῖς πλημμεληθηῖσιν εἴτουν κατὰ σφάλμα συμβεβηκόσι, τὴν ἁρμόττουσαν θεραπείαν ἐπινοῆσαι· ἵνα καὶ πάσης βλασφημίας ἐλευθερώσητε τὴν Ἐκκλησίαν καὶ τὰς ἐμὰς ἐπικουφίσητε φροντίδας, καὶ τὴν τῆς εἰρήνης χάριν τοῖς νῦν στασιαζομένοις ἀποδόντες, μεγίστην εὔκλειαν ὑμῖν αὐτοῖς προξενήσητε.
442Cornelius papa, Epistolae, 3, 0753A
Καταλιπὼν γὰρ ὁ λαμπρὸς οὗτος τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ἐν ᾗ πιστεύσας κατηξιώθη τοῦ πρεσβυτερίου κατὰ χάριν τοῦ ἐπισκόπου τοῦ ἐπιθέντος αὐτῷ χεῖρας εἰς πρεσβυτερίου κλῆρον· ὃς διακωλυόμενος ὑπὸ παντὸς τοῦ κλήρου, ἀλλὰ καὶ λαῖκῶν πολλῶν· ἐπεὶ μὴ ἐξὸν ἧν τὸν ἐπὶ κλίνης διὰ νόσον περιχυθέντα, ὥσπερ καὶ οὖτος, εἰς κλῆρόν τινα γενέσθαι, ἠξίωσε συγχωρηθῆναι αὐτῷ τοῦτον μόνον χειροτονῆσαι.
443Desiderius Erasmus, Adagia, Chiliades, 1, 4; 4 (opus 1508)
Horum mentionem facit Plato in Phaedro: Ὁ νοῦν ἔχων γεωργός, Ὠν σπερμάτων κήδοιτο καί ἔγκαρπα βούλοιτο γενέσθαι, πότερα σπουδῆ ἅν θέρους εἰς Ἀδώνιδος κήπους ἀρῶν χαίροι θεωρῶν καλούς ἐν ἡμέραισιν ὀκτώ γιγνομένους, ἥ ταῦτα μέν δή παιδιᾶς τε καί ἑορτῆς χάριν δρώῃ ἄν, ὅτε καί ποιοῖ; id est Num agricola qui sapiat semina quae curae haberet quaeque cuperet aliquando fructum adferre, aetatis tempore summo studio in Adonidis hortos mittet gaudetque spectare eos intra dies octo iam pulchros effectos, an ea quidem per lusum ac festi gratia faciet, si quando tamen fecerit ?
444Desiderius Erasmus, Adagia, Chiliades, 1, 34; 1 (opus 1508)
Eamdem sententiam Sophocles simpliciter extulit in Oedipeo Coloneo: Ἡ χάρις χάριν φέρει, id est Gratiam adfert gratia.
445Desiderius Erasmus, Adagia, Chiliades, 1, 34; 2 (opus 1508)
Rursum apud eundem in Aiace Mastigophoro: Φάρις χάριν γάρ ἐστιν ἡ τίκτουσ’ ἀεί, id est Beneficium semper beneficium parit.
446Desiderius Erasmus, Adagia, Chiliades, 1, 252; 31 (opus 1508)
Procopius in epistola quapiam: Καί αὐτός δέ οἷμαι περί τῆς τέχνης, ὧ σοφώτατε, τἀναντία φρονῶν σκωμμάτων, ὡς ἔοικε, χάριν ὄνου φασί σκιάν ἐγκαλεῖς, id est Ipse etiam, opinor, doctissime, de arte pugnantia cum sentias, deridendi sicut videtur gratia, de asini, quod aiunt, umbra lite moves.
447Desiderius Erasmus, Adagia, Chiliades, 2, 1080; 8 (opus 1508)
Qua de re Plutarchus in commentario De terrestrium et marinorum animantium prudentia narrat quiddam haud quaquam indignum, quod hoc inseratur loco: Οἱ δέ τούς δασύποδας διώκοντες, ἐάν μέν αὐτοί κτείνωσι, ἥδονται διασπῶντες καί τό αἸμα μαλάττουσι προθύμως· ἐάν δέ ἀπογνούς ἑαυτόν ὁ λαγώς, ὃ γίνεται πολλάκις, ὅσον ἔχει πνεύματος, ἀναλώσας εἰς τόν δρόμον ἐκλίπητο, νεκρόν καταλαβόντες οὐχ ἅπτονται τό παράπαν, ἀλλ’ ἵστανται, τάς οὐράς κινοῦντες, ὡς οὐ κρεῶν χάριν, ἀλλά νίκης καί φιλονεικίας ἀγωνιζόμενοι, id est Porro canes, cum leporem insequuntur, siquidem occiderint ipsi, gaudent dilacerare atque alacres sanguine sese contaminant oblinuntque; quod si lepus desperans de sese, quemadmodum accidit saepenumero, quicquid habet halitus, id omne quam intentissimo cursu consumpserit atque ita defecerit, canes exanimem repertum omnino non attingunt, verum consistunt moventes caudam, perinde quasi non carnium gratia decertarint, sed magis de victoria contenderint.
448Desiderius Erasmus, Adagia, Chiliades, 2, 1091; 4 (opus 1508)
Et Diogenes, auctore Laertio, cum animadvertisset Platonem in opiparo quodam convivio a reliquis temperantem cibis et oleis duntaxat utentem, taxavit hominis ambitiosam abstinentiam: Σί ὁ σοφός εἰς Σικελίαν πλεύσας τῶν τραπεζῶν τούτων χάριν, νῦν παρακειμένων οὐκ ἀπολαύεις; id est Quid homo sapiens, cum ob huiusmodi mensas in Siciliam navigaris, nunc appositis non frueris ?
449Desiderius Erasmus, Adagia, Chiliades, 2, 1698; 7 (opus 1508)
Ἢν δέ μανείς γήμῃ τις, ἔχει χάριν, ἥν κατορύξῃ Εὐθύς τήν γαμετήν προῖκα λαβών μεγάλην.
450Desiderius Erasmus, Adagia, Chiliades, 3, 2015; 4 (opus 1508)
Alludit ad illud Lucilius in epigrammate quod, quoniam est argutum et elegans, non pigebit subscribere: Φοιρίδιον καί βοῦν ἀπολώλεκα καί μίαν αἷγα, Ὧν χάριν εἴληφας μισθάριον, Μενέκλεις.
451Desiderius Erasmus, Adagia, Chiliades, 3, 2015; 6 (opus 1508)
Ἀλλά πρός Εὐτυχίδην ἔχομεν κρίσιν, ὥστε τί ποιεῖ Ἐνθάδε μοι Ξέρξης καί Λακεδαιμόνιοι; Πλήν κἀμοῦ μνήσθητι νόμου χάριν, ἥ μέγα κράξω· Ἄλλα λέγει Μενεκλῆς, ἄλλα τό χοιρίδιον, id est Sucula, bos et capra mihi periere, Menecles, Ac merces horum nomine pensa tibi est.
452Desiderius Erasmus, Adagia, Chiliades, 3, 2371; 10 (opus 1508)
Usurpavit hoc Ioannes Chrysostomus Homilia in Matthaeum prima: Ἐπειδή δέ ταύτην διεκρουσάμεθα τήν χάριν, φέρε κἅν τόν δεύτερον ἀσπασώμεθα πλοῦν, id est Posteaquam vero ab hac gratia sumus excussi, age vel secundum amplectamur cursum.
453Desiderius Erasmus, Adagia, Chiliades, 3, 2613; 9 (opus 1508)
Apud Sophoclem: Σοιαῦτα τοί σοι πρός χάριν τε κοὐ βίᾳ Λέγω, σύ δ’ αὐτός ὥσπερ οἱ σοφοί τά μέν Δίκαι’ ἐπαίνει, τοῦ δέ κερδαίνειν ἔχου, id est Ad gratiam tibi ista dico, haud impero, At ipse, uti solent facere prudentes viri, Laudato iusta, ceterum lucro haereas.
454Desiderius Erasmus, Adagia, Chiliades, 4, 3345; 1 (opus 1508)
Plutarchus in libello De discrimine inter adulatorem et amicum: Ὁ δέ κόλαξ ἀφ’ ἑνός διαγράμματος ἀεί τό ἡδύ καί πρός χάριν εἰωθώς ὑποκρέκειν οὔτε ἔργον οἷδεν ἀντιτεῖνον οὔτε ῥῆμα λυποῦν, ἀλλά μόνον παρέπεται βοθλομένῳ, συνᾴδων ἀεί καί συμφθεγγομένος, id est Adulator autem ab uno diagrammate semper id quod iucundum est quodque blandiatur solitus succinere neque facto resistere novit neque verbo contristare, sed tantum obsecundat volenti, semper illi concinens et consonans.
455Desiderius Erasmus, Adagia, Chiliades, 4, 3739; 3 (opus 1508)
Aristotelis verba sunt haec: Σπουδάζειν δέ καί πονεῖν παιδιᾶς χάριν ἠλίθιον φαίνεται καί λίαν παιδικόν.
456Dionysius Exiguus Incertus, De inventione capitis Ioannis Baptistae, 67, 0438B (auctor c.470–c.544)
Ὅς γε καὶ τὴν χάριν καπηλεύων, τό τε ἐμπιστευθὲν κειμήλιον ἔκρυπτε, καὶ σὺν τούτῳ, ὃ περιεῖπε δόγμα· ἀρειανίζων γὰρ ἦν· ἐπεὶ δ' ἔγνωσαν τοῦτον οἱ Ἐμεσηνοὶ ἀφ' ὧν καὶ ὥρμητο, καὶ τῆς πόλεως ἀπελαύνειν ἔμελλον, λιπαρεῖ τούτους μεῖναι ἡμέραν, εἶτ' ἐκβαλεῖν· κακούργως τοῦτ' ἀπολογισάμενος· ἔτυχε γὰρ πρός τινι σπηλαίῳ τὴν κεφαλὴν καταθεὶς, ἐν ὑδρίᾳ ταύτην βαλὼν, καὶ πλάκα λιθίνην ἄνωθεν περιθεὶς, καὶ ἄμμον ἐπαμησάμενος· ὃς καὶ διὰ ταῦτα ἐζήτει καιρὸν, ὡς ἂν ἐκεῖθεν τὸ δῶρον ἀφέλοιτο, καὶ ἑαυτοῦ ὁ ἄφρων ποιήσοιτο.
457Dionysius Exiguus Incertus, De inventione capitis Ioannis Baptistae, 67, 0444A (auctor c.470–c.544)
Τῇ τῶν Ἐμεσηνῶν οὖν, ὡς ἔφαμεν, πόλει τῆς ἱερᾶς κεφαλῆς ἐναποκειμένης, καὶ τοῖς ἔγγυθεν, καὶ τοῖς μακρὰν, καὶ τῆς ἁπανταχοῦ ἥκουσι πλουσίας τῆς χάριτος προκειμένης, ἔμεινε χρόνους ἐπὶ πολλοὺς ὁ θησαυρὸς ἀμετάθετος· ὅς γε εἰ καὶ τῷ τόπῳ περιώριστο, ἀλλ' οὐχὶ καὶ ταῖς ἐνεργείαις διώριστο, ἄφθονον τὴν χάριν ἁπλῶν, καὶ εἰς πάντας διήκουσαν.
458Dionysius Exiguus Incertus, De inventione capitis Ioannis Baptistae, 67, 0446B (auctor c.470–c.544)
Τρεῖς καὶ αἱ τοῖς μαθηταῖς ἐμπνεύσεις τοῦ ἁγίου πνεύματος παρὰ τοῦ Σωτῆρος, ἐν αἷς καὶ δαψιλῆ τὴν χάριν προσεπεσπάσαντο.
459Dionysius Exiguus Incertus, De inventione capitis Ioannis Baptistae, 67, 0446D (auctor c.470–c.544)
Ἀλλ' ἐπεί σε, ὦ μακαριώτατε Πρόδρομε, τῆς Τριάδος ἔγνωμεν καὶ λάτρην, καὶ πρεσβευτὴν ἄριστον, δι' ἣν καὶ τὴν κεφαλὴν ἀποτέτμησαι, μὴ ἐλλείπη ταύτην ἡμῖν εὐμενῆ καθιστῶν· ὡς ἂν τά τε ἄλλα, καὶ τρίβον τὴν πρὸς ἐκείνην βαδίζοιμεν, πᾶν σκολιὸν διὰ σοῦ ἐκτρεπόμενοι, καὶ πρὸς ὁδοὺς τὰς εὐθείας ἀπευθυνόμενοι· οἴδαμεν γὰρ τὴν περὶ ἡμᾶς σου καὶ στοργὴν καὶ διάθεσιν· καὶ πῶς καθ' ἑκάστην πλουσίαν ἐπιδαψιλεύῃ τὴν χάριν ἡμῖν, ποίμνης τῆς σῆς προϊστάμενος, καὶ τοὺς τῷ ναῷ σῷ προσεδρεύοντας, μεγάλαις ταῖς δωρεαῖς ἀμειβόμενος· ὧν καὶ εἴημεν ἀπολαύοντες, καὶ αὐτόθεν δὲ ἀπαίροντες Τριάδι τῇ ἁγίᾳ παρασταίημεν, καὶ τῷ ἐκείνης φωτὶ ἐλλαμφθείημεν, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ πᾶσα πρέπει τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ πατρὶ, καὶ τῷ παναγίῳ Πνεύματι νῦν καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων· ἀμήν.
460Dionysius Exiguus Incertus, De inventione capitis Ioannis Baptistae, 67, 0448C (auctor c.470–c.544)
Δαίμονες αἰσθόμενοι, κατεῤῥάγησαν· τοῦ ἡλίου ὤφθη λαμπροτέρα τῷ φωτὶ τῆς ἀληθείας· τῆς σελήνης ἀκραιφνεστέρα, τῷ φέγγει τῆς εὐσεβείας· τῶν ἀστέρων ποικιλωτέρα, τῷ πλήθει τῶν θαυμάτων· οἷα γὰρ καὶ ἡλίκα ἔβλυσεν εὐθὺς τὰ ῥεῖθρα τῶν ἰάσεων ἁπάσης κρήνης διειδέστερόν τε καὶ ἀφθονώτερον· διέπνευσεν αὐτίκα τοῦ πνεύματος τὴν χάριν ὑπὲρ πάντα τὰ κρίνα τοῦ ἀγροῦ εὐωδέστερόν τε καὶ ἐῤῥωμενέστερον· ὠσφράνθη ἡ οἰκουμένη πᾶσα νοητῶς τῆς εὐωδίας, καὶ ἠγαλλιάσατο.
461Dositheus, Ars, p. 75, l. 20 (auctor c.350)
συμπλεκτικοὶ σύνδεσμοί εἰσιν copulatiuae coniunctiones sunt hae, καί ac, τέ que, καί atque, ἤδη porro, μέν quidem, προσέτι δέ quoque, καί etiam, ἀλλά at sed, δέ autem, δέ uero, τοῦτο δέ id porro, ἔγωγε equidem; αἰτιολογικοί causales, γάρ nam, γάρ enim, ἐπειδή quoniam, ἐπεί quia, διὰ τοῦτο eo, ὅτι καθ᾽ ὅτι quod, διὰ τοῦτο ideo, οὖν ergo, διὰ τοῦτο idcirco, χάριν gratia, ἕνεκεν causa, ἀλλά uerum; συλλογιστικοί ratiocinatiuae, ἐπειδή quatenus, τοιγαροῦν itaque, διό quapropter, τοίνυν οὖν quocirca ergo, ἐπεί quoniam, τοιγάρ igitur, διὰ τί quare, ἐπεί quoniamquidem, διὰ τοῦτο ideoque, εἴ τι siquidem, ὁπότε quandoquidem; ἀναπληρωματικοί repletiuae, κἄν saltem, ὅμως tamen, πρὸς ἐπὶ τούτοις adeo, δὴ ἄρα tandem; διαζευκτικοί disiunctiuae, οὔτε neque, οὔτε nec, ἆρα ne, ἤ aut, μήτε neu, ἤ uel, μήτε neue, ἤ an, ἤ ue; διστακτικοί dubitandi, ἐάν si, εἰ μή nisi, εἴτε seu siue.
462Dositheus, Hermeneumata Leidensia, III, 2; 1 (auctor c.350)
Νῦν οὖν ὃ ἂν ἐπιβάλῃ, ἐπὶ πέρας ἄξεις˙ διὸ ἐν παντὶ πράγματι φιλοπονεῖν δεῖ ἀπὸ τῶν θελόντων πλέον τι εἰδέναι, ὃ εὔχρηστόν ἐστιν ἀνθρωπίνῳ βίῳ˙ τούτου μάλιστα ἀπηγορία κυριεύσει, ὅθεν δεῖ γραμμάτων τέχνην ἐκμαθεῖν, καὶ γὰρ ἐστὶν ὅραμα ἀπηγορίας˙ ἔνθεν γὰρ πάντα καταυγάζονται˙ οὐκ ἀμαθῶς γὰρ ὁ εἰδέναι θέλων Ῥωμαιστὶ λαλεῖν καὶ Ἑλληνιστί, ἐπιμελῶς προσέχῃ˙ τοῦτο γὰρ ὑποδείγματος χάριν προσθήσομεν ἀπηγορίαν, ἥτις ἐστὶν Ἀθηνᾶς χάριν, ἡ διδοῦσα ἅπασιν τὴν μάθησιν καὶ τύχην πρῶτον, ἔπειτα εἰδέναι˙ ποιῶν γὰρ ποιεῖ ἀνθεῖν τούτους, τοὺς μὴ ἀμηλοῦντας καὶ ποιοῦσιν ἃ ἔμαθον˙ τέχνη γὰρ μετατίθεται ἀπὸ ἀνθρώπου εἰς ἄνθρωπον, καὶ διὰ τοῦτο τέχνη οὐκ ἀποθνήσκει˙ ἔπειτα ποία ἦν χάρις μαθεῖν, εἰ ὁ διδάσκων ἦν ἀθάνατος; ταῦτα γὰρ εἶναι θεοί ἐθέλησαν ἀναμιμνήσκοντες πρῶτον πάντων θεοὺς σέβεσθαι, οὐ λιβάνῳ, ἀλλὰ συνειδήσει.
463Dositheus, Hermeneumata Leidensia, III, 2; 23 (auctor c.350)
Μετ’ οὐ πολὺ δὲ αὐτὸς ὁ λέων ὑπὸ κυνηγῶν ληφθεὶς καὶ εἰς δεσμὰ βληθεὶς ἐκεῖτο˙ τότε ὁ μῦς μνησθεὶς ἀνταποδοῦναι τῷ λέοντι τὴν χάριν ἠθέλησεν, καὶ διὰ νυκτὸς τρώγων τὰ σχοινία ἠλευθέρωσεν τὸν λέοντα.
464Dositheus, Hermeneumata Leidensia, III, 2; 62 (auctor c.350)
Ἀσθενής τις ἀπὸ ἀτέχνου ἰατροῦ ἀπελπισθεὶς ἐσώθη, καὶ συναντήσας αὐτῷ ὁ ἰατρὸς διὰ χρόνου ἐξήταζεν, εἰ αὐτὸς εἴη, ὃν ἀπηλπίκει˙ ὁ δὲ ἀπεκρίθη τοῦ Χάροντος χάριν αὐτὸν ἀναπεπέμφθαι ἐξ Ἅιδου, παρεκτὸς δὲ Χάροντα ἑστακέναι πάντας τοὺς ἰατροὺς ἐντὸς ὀλίγων ἡμερῶν παρ’ ἑαυτὸν ἄγειν, ἵνα αὐτοὺς βασανίσῃ, ἐπειδὴ τούτων ἀμελείᾳ πολλοὶ ἀπέθνησκον˙ „Ἀλλὰ σὺ μὴ φοβηθῆς ἐγὼ γὰρ εἶπον αὐτῷ σὲ ἰατρὸν μηδέποτε γεγονέναι˙ πρῶτα γὰρ σὲ ἀποσπάσαι σεσημειώκει.
465Dositheus, Hermeneumata Leidensia, III, 3; 2 (auctor c.350)
Τέχνης γὰρ γραμματικῆς χάριν ἐν τοῖς λοιποῖς πρὸ τούτου ἀπεδώκαμεν πολλὰ μέντοι ποικίλα, ἃ εἰς ἑρμηνείαν μεταφράζεσθαι οὐ δύναται οὔτε ἀπὸ Ἑλληνικοῦ εἰς Ῥωμαικὴν διάλεκτον οὔτε ἀπὸ Ῥωμαικῆς εἰς τὸ Ἑλληνικόν˙ εἰς τὸ ἔσχατον μᾶλλον ἢ πρὸς ῥῆμα πλείονας λαλεῖν ἀκούω, ἃ τῇ πολυπληθίᾳ κρυπτῇ οὐ δυνατὸν συγκατανεύειν, ἀλλὰ τούτου τοῦ πράγματος εὑρεθήσεται μέθοδος.
466Dositheus, Hermeneumata Leidensia, III, 3; 38 (auctor c.350)
Τοῦτο δὴ οὕτως ἔχον, ὀφείλει προαίρεσιν ἐλευθεροῦντος ἔχειν δεσπότης, ὅθεν εἰ κατὰ βίαν ἀναγκασθείς, λόγου χάριν ὑπό τινος δήμου ἢ ἀφ’ ἑνὸς ἑκάστου ἀνθρώπων, ἐλευθερώσῃ, οὐκ ἐλεύσεται ὁ δοῦλος πρὸς τὴν ἐλευθερίαν, ἐπεὶ οὐ νοεῖται ἠθεληκέναι ὁ ἀναγκασθείς.
467Dositheus, Hermeneumata Leidensia, III, 3; 67 (auctor c.350)
Δοῦλον ἐν ὑποθήκῃ δεδομένον πολίτην Ῥωμαῖον ποιῆσαι ὀφειλέτης οὐ δύναται, ἐκτὸς εἰ μὴ πρὸς ἀπόδοσιν ᾖ˙ ἐπισκοτεῖ γάρ τῇ ἐλευθερίᾳ νόμος Αἴλιος Σέντιος, ὅς κωλύει δοῦλον πεπιστευκότων χάριν ἠλευθερωμένον πολίτην Ῥωμαῖον γενέσθαι˙ ἀλλὰ Λατῖνον [...].
468Flacius Illyricus Matthias, Clavis scripturae sacrae pars prima, p140, p161; 37 (auctor 1520-1575)
Paulus 2. Corin. 6, citans hunc Isaiae locum, vertit Graece χάριν .
469Gregorius I, Dialogi, 77, 0170B (auctor 540-604)
Ἀνὴρ δέ τις εὐγενέστατος, ὀνόματι Φῆλιξ, ἀπὸ Νουρσίας τῆς χώρας ὁρμώμενος, πατὴρ ὑπάρχων Καστορίου τοῦ νῦν μεθ' ἡμῶν ἐν ταύτῃ τῶν Ῥωμαίων πόλει κατοικοῦντος, τοῦτον τὸν εὐλαβέστατον ἄνδρα Ἐκύτιον, ἱερατικὸν ἀξίωμα μὴ ἔχειν γινώσκων, σπουδαίως δὲ καθ' ἕκαστον τόπον διατρέχοντα διδασκαλίας χάριν θεώμενος, ἐν μιᾷ τῶν ἡμερῶν, τῇ πρὸς αὐτὸν παῤῥησίᾳ θαῤῥῶν, ἤρξατο αὐτὸν ἐπερωτᾷν· Ἱερατικὸν ἀξίωμα μὴ ἔχων, μήτε ἐπιτροπὴν τῆς κηρύξεως παρὰ τωῦ τῶν Ῥωμαίων πατριάρχου λαβὼν, οὗ καὶ ὑπόκεισαι, πῶς τοῦτο ποιῆσαι τολμᾷς; Πρὸς ὃν ὁ ἅγιος οὗτος ἀνὴρ ἀπεκρίθη· Ταῦτα, ἅπερ μοι λέγεις, κᾀγὼ ἐν ἐμαυτῷ διελογισάμην· τὸ πῶς δὲ τὴν τῆς κηρύξεως ἐπιτροπὴν ἔλαβον, φανερόν σοι ποιοῦμαι· ἐν μιᾷ νυκτὶ δι' ὀπτασίας νεώτερος πάνυ ὡραῖος παρέστη μοι, καὶ ἐν τῇ γλώττῃ μου ἰατρικὸν ἐργαλεῖον, τουτέστι φλεβότομον τέθεικεν, εἰρηκώς μοι· Ἰδοὺ τοὺς λόγους μου ἐθέμην ἐν τῷ στόματί σου, ἔξελθε τοῦ κηρύττειν.
470Gregorius I, Dialogi, 77, 0190C (auctor 540-604)
Ἡνίκα δὲ ἐξ αὐτῶν οἶνος ὀλίγος προελθεῖν ἤρξατο, τοῦτον ὁ τοῦ Θεοῦ ἄνθρωπος ταῖς ἰδίαις χερσὶν ἐν σεμνοτάτῳ ἀγγείῳ δεξάμενος, εἰς ὅλα τὰ ἑτοιμασθέντα σκεύη εὐλογίας χάριν διεμέρισεν· ὥστε μόλις πάντα τὰ ἀγγεῖα ἐκ τοῦ αὐτοῦ οἴνου πιανθῆναι.
471Gregorius I, Dialogi, 77, 0199B (auctor 540-604)
Ἄλλος τοίνυν ἀνὴρ πάνυ εὐλαβοῦς πολιτείας, ἐν τοῖς αὐτοῖς τῆς Τουσκίας γέγονε μέρεσι, Φορτουνᾶτος ὀνόματι, τῆς Τουδέρεως δὲ ἐκκλησίας κατέστη ἐπίσκοπος· ὅστις παρὰ Θεοῦ χάριν εἰληφὼς, φυγαδευτὴς τῶν ἀκαθάρτων πνευμάτων ὑπῆρχεν ἐξαίσιος, ὥστε ἐνίοτε τὰς τῶν δαιμόνων λεγεῶνας ἐκ τῶν σωμάτων ἐν οἷς κατῴκουν διώκων, τὰς ἐπερχομένας αὐτῷ παρ' αὐτῶν πλείστας ἐπιβουλὰς, διὰ τῆς ἐπιμόνου καὶ καρτερικῆς εὐχῆς ὑπερέβαινεν.
472Gregorius I, Dialogi, 77, 0203 (auctor 540-604)
Τί οὖν τοῦτο λέγομεν; πῶς τὴν τοῦ φονεῦσαι ἐξουσιαν ἐν τῷ οἴκῳ τούτου ὁ ἀρχέκακος ἐχθρὸς ἔλαβεν, ὅστις τοῦτον ξένον νομίζων ὑπάρχειν, ὑποδοχῆς χάριν ἐν τῷ ἑαυτοῦ κελλίῳ προσελάβετο; ΓΡΗΓΟΡ.
473Gregorius I, Dialogi, 77, 0203 (auctor 540-604)
Ὅθεν ὑπολαμβάνω καὶ τοῦτον τὸν ἄνδρα τὸ πονηρὸν πνεῦμα ὑποδοχῆς χάριν δεξάμενον, τῇ ἐπιδείξει μᾶλλον, ἢ συμπαθείας ἕνεκεν τοῦτο ποιήσαντα· ὥστε κρειττότερον αὐτὸν ἐν τούτῳ τοῦ ἐπισκόπου φανῆναι, ὅτι ὃν ἄνθρωπος τοῦ Θεωῦ Φορτουνᾶτος ἐξήγαγεν, αὐτὸς ὑποδέξασθαι ἔσπευσεν.
474Gregorius I, Dialogi, 77, 0206C (auctor 540-604)
Μετὰ δὲ τοῦτο περὶ τῶν παιδίων λόγον αὐτοῖς προήγαγε, λέγων· Οἵαν θέλετε τιμὴν δίδωμι, καὶ τοὺς παῖδας οὓς ἐπῄρατε ἀπόδοτέ μοι; τοῦτο γὰρ ὑμῶν ποιούντων, μεγάλην μοι χάριν καταβάλλεσθε, καὶ ὡς ὅτι δῶρόν μοι αὐτοὺς παρέχετε, χάριν ὑμῖν ὁμολογῶ.
475Gregorius I, Dialogi, 77, 0223D (auctor 540-604)
Οἱ δὲ τούτου τοῦ τόπου πάροικοι ἔλεγον, μὴ δύνασθαί τινα ἐν αὐτῷ εἰσοικισθῆναι, διὰ τὸ πολλοῖς λοιπὸν ἔτεσι τὸν διάβολον αὐτόθι κατοικεῖν, καὶ τούτου χάριν διάκενον αὐτὸν ἀπομεῖναι.
476Gregorius I, Dialogi, 77, 0247B (auctor 540-604)
Ὁ δὲ τοῦ Θεοῦ ἄνθρωπος, ἱλαρῶς ταῦτα δεξάμενος, τὸν αὐτὸν παῖδα νουθετῶν, ἔφη· Χάριν ἔχω μὲν, ἀλλὰ βλέπε τὴν σπυρίδα ἣν ἐν τῇ ὁδῷ ἔθηκας, μὴ τολμήσῃς ἀφυῶς αὐτῇ ἐγγίσαι, εὐσυνέτως δὲ μᾶλλον, ἐπειδὴ ὄφις ἐν αὐτῇ εἰσῆλθε, καὶ ἐὰν ἀφυῶς ταύτην ἐπᾶραι θελήσῃς, μέλλεις ὑπὸ τοῦ ὄφεως δηχθῆναι.
477Gregorius I, Dialogi, 77, 0259B (auctor 540-604)
Ἐν ἄλλῳ τοίνυν καιρῷ πολλῶν μετὰ σπουδῆς εὐχῆς χάριν πρὸς αὐτὸν συντρεχόντων, καὶ τῆς ὁδοῦ λίαν στενῆς ὑπαρχούσης, δι' ἧς πρὸς αὐτὸν ἀνήρχοντο· ἐν γὰρ τῇ τοῦ ὄρους πλαγίᾳ διακειμένῃ, μέχρι τοῦ πληρώματος τῆς ἀναβάσεως, ἐν ᾧ τὸ αὐτοῦ κελλίον ὑπῆρχε, πάνυ δύσβατος ἦν· παιδίον οὖν σεμνὸν ἀδεῶς πορευόμενον, ἐκ τοῦ ὕψους τοῦ ὄρους, πεσὸν, μέχρι τῆς ὑποκειμένης τῷ ὄρει κοιλάδος κατηνέχθη.
478Gregorius I, Dialogi, 77, 0271C (auctor 540-604)
Ἐν μιᾷ δὲ ἡμέρᾳ, ὁ αὐτὸς ἀνὴρ, ὁ τῇ ζωῇ εὐλαβέστατος Ἐλευθέριος, ἐπισκέψεως καὶ οἰκοδομῆς χάριν πρὸς αὐτὴν παρεγένετο.
479Gregorius I, Dialogi, 77, 0282A (auctor 540-604)
Τούτου ἡ πᾶσα σπουδὴ ἐν τῷ παρόντι βίῳ οὐδὲν ἕτερον ὑπῆρχεν, εἰ μὴ τοὺς πρὸς αὐτὸν ἀγάπης χάριν ἐρχομένους, εἰς τὴν τῆς αἰωνίου ζωῆς ἐπιθυμίαν διεγεῖραι.
480Gregorius I, Dialogi, 77, 0306D (auctor 540-604)
Τούτου δὲ γεγονότος, τοσαύτη εὐφορία τοῦ ἐλαίου προέβη, ὥστε τοὺς Λογγοβάρδους, τοὺς πρότερον εἰς ἄκαιρον κοπιῶντας, οὐ μόνον τὰ ἴδια σκεύη πάντα γεμίσαι, ἀλλὰ καὶ τὸν ἀσκὸν, ὅνπερ ὁ τοῦ Θεοῦ ἄνθρωπος ἤγαγε, καὶ χάριν δὲ αὐτῷ μεγίστην ἔχειν ὡμολόγησαν, ὅτι ἐλθὼν ἔλαιον ζητῆσαι, αὐτὸς διὰ τῆς εὐλογίας ὅπερ ᾐτεῖτο δέδωκεν.
481Gregorius I, Dialogi, 77, 0322A (auctor 540-604)
Ἐκ τούτου δὲ εἰς τὴν τῆς πίστεως χάριν προσκλητέοι εἰσὶν, ὅτι ἐκ τῆς ἰδίας αὐτῶν διελέγχονται δυσπιστίας.
482Gregorius I, Dialogi, 77, 0354B (auctor 540-604)
Τούτου δὲ χάριν ὁ παντοδύναμος Θεὸς τὰς τῶν ἀνθρώπων φωνὰς ἐν τοῖς σκηνώμασιν αὐτῶν ἀκουσθῆναι ηὐδόκησεν, ὅπως οἱ ζῶντες ἐν σαρκὶ μάθωσιν, ὅτι ἐὰν τῷ Θεῷ γνησίως δουλεῦσαι ἀγωνίσωνται, καὶ μετὰ τὸν τῆς σαρκὸς θάνατον ἀληθῶς ζῶσιν.
483Gregorius I, Dialogi, 77, 0418B (auctor 540-604)
Ἔλουσε μὲν καὶ ὡς λοιπὸν ὑπῆρχεν ἐνδυόμενος ἤθελεν ἐξέρχεσθαι, ἅσπερ μεθ' ἑαυτοῦ προσφορὰς ἐβάσταζε τῷ ὑπουργοῦντι αὐτῷ ἀνδρὶ εὐλογίας χάριν ἐπέδωκε, παρακαλῶν ἀγάπης χάριν αὐτὸν ὑποδέξασθαι.
484Gregorius I, Dialogi, 77, 0426B (auctor 540-604)
Πιστεύω, ὅτι τούτου χάριν οὕτω φανερῶς καὶ ἐν τοῖς ζῶσι καὶ τοῖς μὴ γινώσκουσιν αὐτῶν τοῦτο γίνεται, ἵνα πᾶσι τοῖς τοῦτο ποιοῦσι καὶ μὴ γινώσκουσι, δηλωθῇ, ὅτι ἐὰν ἀσυγχώρητα τὰ ἁμαρτήματα οὐκ εἰσὶ, εἰς μεγάλην ὠφέλειαν καὶ κουφισμὸν γενέσθαι τοῖς νεκροῖς δύναται ἡ προσφορὰ τῆς ἱερᾶς θυσίας.
485Gregorius I, Dialogi, 77, 0430A (auctor 540-604)
Ἐν ὅσῳ οὖν καιρὸν ἀνέσεως παρὰ τοῦ κριτοῦ εἰλήφαμεν τοῦ τὰ πταίσματα ἡμῶν ἐτάζοντος, τὴν γὰρ ἐπιστροφὴν ἡμῶν ἐκδέχεται, δάκρυσι τὴν ὠμότητα τοῦ νοὸς κατατήξωμεν, καὶ πρὸς Ο τοὺς πλησίους τυπῶμεν χάριν ἀγαθότητος· καὶ πεποιθὼς λέγω, ὅτι σωτηρίου θυσίας οὐ χρήζομεν, ἐὰν πρὸ τοῦ θανάτου Θεῷ θυσία αὐτοὶ ὑπάρχωμεν.
486Gregorius I, Prolegomena, 66, 0127C (auctor 540-604)
Τοῦτο τὸ ἐξαίσιον θαῦμα ἐν τῷ αὐτῷ τόπῳ πᾶσιν ἐγένετο γνώριμον· ὥστε οἱ τοῦ τόπου ἐκείνου οἰκήτορες ἐν τῇ εἰσόδῳ τῆς αὐτόθι ἐκκλησίας τὸ ῥηθὲν μαγίδιν ἐκρέμασαν, πρὸς τὸ θεαθῆναι ὑπὸ πάντων τῶν εἰσιόντων καὶ ἐξιόντων ἐς δόξαν μὲν Θεοῦ, ἔπαινον δὲ τοῦ γνησίου αὐτοῦ δούλου Βενεδίκτου, καὶ τοῦ γνωσθῆναι πᾶσι τὴν ἐν αὐτῷ οἰκοῦσαν ἐκ νεαρᾶς ἡλικίας θείαν χάριν.
487Gregorius I, Prolegomena, 66, 0129C (auctor 540-604)
Ὅτε δὲ ηὐδόκησεν ὁ παντοδύναμος Θεὸς τὸν μὲν Ῥωμανὸν τοῦ κόπου τῆς θεοφίλου ἐκείνης ὑπηρεσίας καταπαῦσαι, τὴν δὲ τοῦ μακαρίου πατρὸς Βενεδίκτου πολιτείαν εἰς πολλῶν ὠφέλειαν ἐπιδεῖξαι, μὴ συγχωρήσας ἐπὶ πολὺ τῷ μοδίῳ κρύπτεσθαι τὴν ἐξ αὐτοῦ ἀπαστράπτουσαν τῶν θαυμάτων, θείαν χάριν, τοῦτον ὑπεράνω τῆς λυχνίας ἔθετο, ὄπως λάμψῃ πᾶσι τοῖς οὗσιν ἐν τῷ οἴκῳ τοῦ Θεοῦ.
488Gregorius I, Prolegomena, 66, 0131D (auctor 540-604)
Πολλοὶ οὖν τὰ τοῦ κόσμου τερπνὰ καταλείψαντες πρὸς αὐτὸν παρέβαλον, οἰκοδομῆς χάριν πνευματικῆς, καὶ ἐδιδάσκοντο παρ' αὐτοῦ ἀνδρεὶως ταῖς τῆς πονηρίας ποικίλαις δυνάμεσιν ἀντιτάττεσθαι.
489Gregorius I, Prolegomena, 66, 0137C (auctor 540-604)
Ἠνέῳκταί μοι ὃ λέγεις, ἀλλ' αἰτῶ ἀποκριθῆναί μοι, τίνος χάριν τοὺς ἅπαξ αὐτῷ ἐμπιστευθέντας ἀδελφοὺς κατέλειψεν, ὧν τὴν φροντίδα ἀνεδέξατο.
490Gregorius I, Prolegomena, 66, 0139A (auctor 540-604)
Ὁ μακάριος οὖν ἐκεῖνος ἀνὴρ τίνος χάριν σὺν αὐτοῖς εἶχε κατοικῆσαι, ὁπόταν πάντας ἐκείνους ὁμοψύχους καταδιώκοντας αὐτὸν ἑώρα; διαφόρως οὖν τελοῦνταί τινα ἐν ταῖς τῶν δικαιων ψυχαῖς, ἅπερ ἀδύνατόν ἐστι σιωπῇ παραδραμεῖν.
491Gregorius I, Prolegomena, 66, 0139C (auctor 540-604)
Ἐν τῷ τὸν μακάριον ἐκεῖνον ἄνδρα, ἐν τῷ προειρημένῳ σπηλαίῳ θείαις ἀρεταῖς ἐξαστράπτειν δυνάμεσί τε καὶ σημείοις, οἷς ἐποίει δι' αὐτοῦ ὁ Θεὸς, καὶ εἰς ὕψος ἀγγελικῆς δόξης ἀναβιβασθῆναι, πολλοὶ ἐντεῦθεν ἐν αὐτῷ τῷ τόπῳ παραγεγόνασιν, αἰτούμενοι ὑπὸ τὴν αὐτοῦ θεόσδοτον ποιμανθῆναι χάριν.
492Gregorius I, Prolegomena, 66, 0147B (auctor 540-604)
Ὅστις ὑπὸ τοῦ διαβόλου σκοτισθεὶς τοὺς τῆς καρδίας ὀφθαλμοὺς μέχρι τούτου ἐχώρησεν, ἵνα τὸν δοῦλον τοῦ Θεοῦ δηλητηρίῳ θανατώσηisubgr;· φυράσας γὰρ ἄλευρον, εἶτα ζυμώσας ἄρτον, καὶ ἐν αὐτῷ ἐγκρύψας θανατηφόρον φάρμακον, καὶ ὀπτήσας, ὡς δῆθεν εὐλογίας χάριν τῷ τοῦ Θεοῦ ἀνθρώπῳ ἀπέστειλεν.
493Gregorius I, Prolegomena, 66, 0155C (auctor 540-604)
Ἐντεῦθεν λοιπὸν ὁ τοῦ Θεοῦ ἄνθρωπος προφητείας χάριν παρὰ Θεοῦ ἐκομίσατο τοῦ προλέγειν τὰ μέλλοντα, καὶ μηνύειν ὡς ἐνεστῶτα.
494Gregorius I, Prolegomena, 66, 0157B (auctor 540-604)
Ὅς τις κατ' ἐνιαυτὸν παρέβαλε πρὸς τὸν σημειοφόρον πατέρα Βενέδικτον ἐπὶ τὸ ἀπολαύειν τῆς τούτου ψυχωφελοῦς διδασκαλίας, καὶ ἐπισκέψεως χάριν Βαλεντίνου τοῦ ἑαυτοῦ ἁδελφοῦ.
495Gregorius I, Prolegomena, 66, 0163A (auctor 540-604)
Ἐν αὐτῷ τοίνυν τῷ καιρῷ κληρικός τις ἐκ τῆς Ἀκυϊνῶν ἐκκλησίας ἐτύγχανεν ὑπὸ δαίμονος ἀκαθάρτου ἐνοχλούμενος· ὁ δὲ τούτου ὁσιώτατος ἐπίσκοπος Κωνστάντιος ἐν διαφόροις τῶν ἁγίων κοιμητηρίοις πολλάκις τοῦτον ἀπέστειλεν, ὅπως δυνηθῇ ἰάσηως τυχεῖν· ἀλλ' οἱ ἅγιοι τοῦ Θεοῦ μάρτυρες τῆς ἰάσεως τὸ δῶρον τούτῳ παρασχεῖν οὐχ εἵλοντο, ἐπιδεῖξαι πᾶσι θελήσαντες τὴν ἐν τῷ μακαρίῳ Βενεδίκτῳ ἐπιπολάζουσαν θείαν χάριν τῶν ἰαμάτων.
496Gregorius I, Prolegomena, 66, 0167C (auctor 540-604)
» Βενέδικτος μὲν ἐκεῖνος ὁ τῷ ἁγίῳ παραβαλὼν, τῆς τῶν μελλόντων προφητείας παρ' αὐτοῦ δεξάμενος τὰ ἐνέχυρα, ἀνεχώρησεν ἐκ τῆς μονῆς θαυμάζων· ἡμεῖς δὲ ὁρῶμεν ἀρτίως ὑπὸ τοῦ γένους τῶν Λογγοβάρδων καταλυθὲν τὸ μοναστήριον αὐτοῦ· ἀναπαυομένων γὰρ τῶν ἀδελφῶν μεσονυκτίῳ, ἄφνω εἰσπηδήσαντες ἐν τῷ μοναστηρίῳ οἱ Λογγοβάρδοι, πάντα τὰ ἐν τῇ μονῇ διαρπάσαντες, οὐ συνεχωρήθησαν παντελῶς τινος τῶν ἀδελφῶν ἐπικρατεῖς γενέσθαι· ἡ γὰρ τοῦ ἀνθρώπου τοῦ Θεοῦ προσευχὴ ἐφρούρει τούτους, πρὸς τὸ πᾶσι δειχθῆναι τὴν ἐνυπάρχουσαν αὐτohtigr;ι τῆς θείας δυνάμεως χάριν· ὁ γὰρ πιστὸς ἐν ἐπαγγελίαις Θεὸς, ὅπερ τῷ ἑαυτοῦ γνησίῳ θεράποντι Βενεδίκτῳ ὑπέσχετο ἐπλήρωσεν· εἰ γὰρ καὶ τὰ ὑπάρχοντα τῆς μονῆς ἐκ συγχωρήσεως Θεοῦ διήρπασαν, ἀλλ' οὖν ὅμως ἡ τῶν ψυχῶν περιποίησις ὑπὸ κυρίου ἐδωρήθη αὐτῷ.
497Gregorius I, Prolegomena, 66, 0197A (auctor 540-604)
Ἐν ἄλλῳ τοίνυν χαιρῷ Σερβανδὸς διάκονος καὶ ἡγούμενος τοῦ μοναστηρίου τοῦ διακειμένου ἐν τοῖς μέρεσι τῆς Καμπανίας ὑπὸ Λιβερίου τοῦ τηνικαῦτα Πατρικίου κτισθέντος, πρὸς τὸν μακάριον πατέρα Βενέδικτον ἐπισκέψεως χάριν ἐν τῷ μοναστηρίῳ παρέβαλεν, ἔθος ἔχων τοῦτο ποιεῖν.
498Gregorius I, Prolegomena, 66, 0203A (auctor 540-604)
Πληρεστάτως μὲν οὖν κᾀκεῖ τὴν τοῦ Θεοῦ χάριν εἶναι πιστεύομεν, ὡς καὶ ἐν τοῖς ἁγίοις αὐτῶν σώμασιν· ἐκεῖ δὲ μᾶλλον μεγὰλα σημεῖα ἐπιδεικνύουσιν, ἔνθα ὅλῳ τῷ σώματι οὐ κατάκεινται.
499Gregorius I, Prolegomena, 66, 0203B (auctor 540-604)
Τίνος οὖν χάριν ἑαυτὸν ὁ υἱὸς πορευθῆναι λέγει, ἵνα ἐκεῖνος ἔλθῃ ὅστις οὐδέποτε ἀπ' αὐτοῦ ἐχωρίσθη; Οἱ μαθηταὶ ἐν σαρκὶ τὸν κύριον ὁρῶντες, τοῖς σωματικοῖς ὀφθαλμοῖς τοῦτον πάντοτε θεωρεῖν ἐπεθύμουν.
500Herodotus, Historiae, 1, 71, 4; 6 (auctor c.484BC-425BC)
ἐγὼ μέν νυν θεοῖσι ἔχω χάριν, οἳ οὐκ ἐπὶ νόον ποιέουσι Πέρσῃσι στρατεύεσθαι ἐπὶ Λυδούς.