'χωρίς' - search in All Authors, Showing 1 to 500 of 614 hits      Show next 114

1Adrianus I, Epistolae, 96, 1239B
Ἀλλ' ἡ ὑμετέρα ὁσιότης τοῖς αὐτοῖς εὐσεβεστάτοις καὶ τροπαιούχοις βασιλεῦσι προθύμως ἀναγάγοι, ἵνα ἐν πρώτοις ὁ ψευδοσύλλογος ἐκεῖνος, ὁ γενόμενος χωρὶς τοῦ ἀποστολικοῦ θρόνου ἀτάκτως καὶ ἀσυλλογίστως ἐξ ἐναντίας τῆς τῆς τῶν σεπτοτάτων πατέρων παραδόσεως κατὰ τῶν θείων εἰκόνων, ἀναθεματισθῇ παρόντων τῶν ἀποκρισιαρίων ἡμρων· καὶ πᾶν ζιζάνιον ἐκριζιζωθῇ ἀπὸ τῆς Ἐκκλησίας, καὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Ξριστοῦ ὀ λόγος πληρωθῇ· Ὄτι « πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.
2Agatho papa, Epistolae, 87, 1219A
Ἐν τούτῳ γὰρ ὅ τε ἀποστολικὸς θρόνος, οἵ τε προηγησάμενοι τὴν ἡμετέραν μετριότητα μέχρι τοσούτου [τούτων, L.] οὐ χωρὶς κινδύνων ἀπέκαμον, νῦν δογματικῶς μετὰ τῶν ἀποστολικῶν ἀρχιερέων βουλευσάμενοι, νῦν συνοδικῷ ὅρῳ τῆς ἀληθείας περιεχομένους κανόνας πᾶσι γνωρίσαντες· καὶ τὰ αἰώνια ὅρια, ἅτινα παραβῆναι οὐ θέμις ἐστὶ, μέχρι τῆς ἐξόδου αὐτῆς τῆς ψυχῆς συστατικῶς διεκδικοῦντες, μὴ ἀπατηθέντες κολακείαις, μήτε κινδύνους ὑφορώμενοι, ὅπως ἐκεῖνο τὸ ἐν Εὐαγγελίοις τοῦ Κυρίου ἡμῶν θέσπισμα ἔργοις ἀποδείξωσιν, ᾧπερ ἀποφαντικῶς διδάσκων παραγγέλλει· « Ὅστις μὲ ὁμολογήσει ἐνώπιον τῶν ἀνθρώπων, κἀγὼ ὁμολογήσω αὐτὸν ἐνώπιον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς, » καὶ τῇ ἐπακολουθήσῃ τιμωρίᾳ ἐκφοβεῖ, ᾗτινι αὐστηρῶς ἀπειλεῖ· « Καὶ ὅστις μὲ ἀρνήσεται ἐνώπιον τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἐνώπιον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς.
3Agatho papa, Epistolae, 87, 1222B
Ὁμολογοῦμεν δὲ τὸν ἕνα τῆς αὐτῆς ἁγίας ὁμοουσίου Τριάδος τὸν Θεὸν Λόγον, τὸν πρὸ αἰώνων ἐκ τοῦ Πατρὸς γεννηθέντα, ἐπ' ἐσχάτων τῶν αἰώνων δι' ἡμᾶς, καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν, καὶ σαρκωθέντα ἐκ Πνεύματος ἁγίου, καὶ τῆς ἁγίας, ἀχράντου, καὶ ἀειπαρθένου, ἐνδόξου Μαρίας τῆς δεσποίνης ἡμῶν, τῆς ἀληθῶς καὶ κυρίως Θεοτόκου, κατὰ σάρκα δηλονότι ἐξ αὐτῆς τεχθέντα, καὶ ἀληθῶς ἄνθρωπον γενόμενον, τὸν αὐτὸν Θεὸν ἀληθινὸν, καὶ τὸν αὐτὸν ἄνθρωπον ἀληθινόν· Θεὸν μὲν ἐκ τοῦ Θεοῦ Πατρὸς, ἄνθρωπον δὲ ἐκ τῆς παρθένου μητρὸς, σαρκωθέντα ἐξ αὐτῆς σαρκὶ ψυχὴν ἔχοντα [ἐχούσης] λογικὴν καὶ νοεράν· ὁμοούσιον τὸν αὐτὸν τῷ Θεῷ καὶ Πατρὶ κατὰ τὴν θεότητα, καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα, κατὰ πάντα ὅμοιον ἡμῖν χωρὶς ἁμαρτίας· σταυρωθέντα ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, παθόντα, καὶ ταφέντα, καὶ ἀναστάντα· ἀνελθόντα εἰς τοὺς οὐρανοὺς, καθεζόμενον ἐν δεξιᾷ τοῦ Πατρὸς, καὶ πάλιν ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκροὺς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.
4Agatho papa, Epistolae, 87, 1223B
Τοῦτον τοιγαροῦν τῆς καθαρᾶς καθολικῆς καὶ ἀποστολικῆς ὁμολογίας τὸν κανόνα καὶ ἡ ἁγία σύνοδος, ἥτις ἐν ταύτῃ τῇ δουλικῇ τοῦ ὑμετέρου Χριστιανικωτάτου κράτους τῶν Ῥωμαίων πόλει ἐπὶ τοῦ τῆς ἀποστολικῆς μνήμης Μαρτίνου τοῦ πάπα συνῆλθε, συνοδικῶς κηρύξαι, καὶ συστατικῶς διεκδικῆσαι, πάντες ἡμεῖς, ὁστισδήποτε ὁπουδήποτε ἦσαν, οἱ ἐλάχιστοι τῶν Ἐκκλησιῶν τοῦ Χριστοῦ πρόεδροι ἐπέγνωμεν· ἐν ᾗ καὶ οἱ προηγησάμενοι τὴν ὑμετέραν ὀλιγότητα συνελθόντες τὴν ἀποστολικὴν ὁμολογίαν, ἣν ἐξ ἀρχῆς παρέλαβον, καὶ συνοδικῷ κηρύγματι ἐκήρυξαν, καὶ χωρὶς οἱασδήποτε καινοτομίας πλάνης ἀναμφιβόλως ὥρισαν.
5Agatho papa, Epistolae, 87, 1227D
Καὶ ἡμεῖς γὰρ εἰ καὶ ἀνάξιοι τὴν τοῦ Θεοῦ φιλανθρωπίαν ἱκετεύομεν, ἵνα χωρὶς ὀλίσθου τινὸς μέχρις αὐτοῦ τοῦ τῆς ζωῆς ὅρου ἄσπιλον ἡμᾶς φυλάξαι, καὶ κηρύξαι συγχωρήσῃ, καὶ δι' αὐτῆς ἐνώπιον αὐτοῦ καυχήσασθαι [δοξασθῆναι].
6Agatho papa, Epistolae, 87, 1167B
Καὶ μίαν ἑκάστην αὐτοῦ φύσιν ἰδιότητα φυσικὴν ἔχειν ὁμολογοῦμεν· καὶ ἔχειν τὴν θείαν πάντα, ἅπερ εἰσὶ θεῖα· καὶ τὴν ἀνθρωπίνην πάντα τὰ ἀνθρώπινα χωρίς τινος ἁμαρτίας.
7Agatho papa, Epistolae, 87, 1174B
Τοιγαροῦν ἡ ἀποστολικὴ τοῦ Χριστοῦ Ἑκκλησία ἡ πνευματικὴ μήτηρ τοῦ Θεοθεμελιώτου ὑμῶν κράτους καὶ ἕνα Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ὁμολογεῖ ἐκ δύο, καὶ ἐν δύο ὑπάρχοντα φύσεσι, καὶ δύο αὐτοῦ τὰς φύσεις, τὴν θείαν, δηλονότι, καὶ ἀνθρωπίνην, καὶ μετά τὴν ἀχώριστον ἕνωσιν ἀσυγχύτως ἐν αὐτῷ εἶναι διδάσκει, καὶ ἐκ τῶν φυσικῶν ἰδιοτήτων μίαν ἑκάστην αὐτῶν τῶν τοῦ Χριστοῦ φύσεων τελείαν εἶναι ἐπιγινώσκει, καὶ εἴτι δήποτε ἀνήκει πρὸς τὰς ἰδιότητας τῶν φύσεων, πάντα διπλᾶ ὁμολογεῖ, ὅτι αὐτὸς ὁ Κύριος ἡμῶν Ἱησοῦς Χριστὸς καὶ Θεὸς τέλειός ἐστι, καὶ ἄνθρωπος τέλειός ἐστι, καὶ ἐκ δύο καὶ ἐν δύο φύσεσι, καὶ μετὰ τὴν θαυμαστὴν Ἐνανθρώπησιν ὑπάρχων, οὔτε ἡ θεότης αὐτοῦ χωρὶς τῆς ἀνθρωπότητος, οὔτε ἡ ἀνθρωπότης αὐτοῦ χωρὶς τῆς θεότητος δύναται νοεῖσθαι.
8Agatho papa, Epistolae, 87, 1174D
Προσεύχεται οὖν πρὸς τὸν Πατέρα ὡς ἄνθρωπος, ἵνα τὸ ποτήριον τοῦ πάθους παραγάγῃ, ὅτι ἐν αὐτῷ τῆς ἡμετέρας ἀνθρωπότητος ἡ φύσις χωρὶς μόνης ἁμαρτίας τελεία ἐστί· « Πάτερ, φάσκων, εἰ δυνατόν ἐστι, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σὺ θέλεις.
9Agatho papa, Epistolae, 87, 1179D
» Μὴ οὖν αὐτὸς ὁ δημιουργὸς τῶν πάντων καὶ λυτρωτὴς, περὶ οὗ εἴρηται· « Πάντα ὅσα ἠθέλησεν ὁ Κύριος, ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, » οὗτινος τὸ θέλειν τοῦτό ἐστιν ὅπερ δύναται [ὅπερ τὸ δύνασθαι]· οὗτινος τῷ νεύματι αἱ οὐράνιαι δυνάμεις σὺν φόβῳ λατρεύουσι, λαθεῖν ἐπὶ γῆς θέλων οὐκ ἠδυνήθη; ὁ κατὰ τὴν θείαν μεγαλωσύνην ἐξ ἀϊδίου σὺν τῷ Πατρὶ ἐν τοῖς οὐρανοῖς ἀποῤῥήτως δεσπόζων, καὶ ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς; εἰ μὴ τοῦτο πρὸς τὸ ἀνθρώπινον αὐτοῦ θέλημα, ὅπερ χρονικῶς κατηξίωσε προσλαβεὶν, ἐπαναδοθείῃ; Πόσῃ οὖν πλάνῃ ἐγκεκύλισται ὁ τὰ τοιαῦτα μὴ διακρίνων, ἵνα εἴπῃ, ἑνὶ καὶ τῷ αὐτῷ θελήματι καὶ πάντα ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, ἅπερ ἠθέλησε, τὸν Κύριον δύνασθαι, καὶ τῷ αὐτῷ πάλιν θελήματι ἐν οἴκῳ εὐτελεῖ θέλοντα λαθεῖν μὴ δύνασθαι κατὰ τὰς εὐαγγελικὰς μαρτυρίας; Ἀλλ' ἐὰν πρὸς τὴν οἰκονομίαν τῆς ἀνθρωπότητος αὐτοῦ, καθ' ἣν τὸ ταπεινὸν ἡμῶν προσέλαβεν, ἀποδοθῇ, πάντα τὰ τῆς θείας αὐτοῦ μεγαλωσύνης ἠλαττωμένα πρὸς τὴν ἀνθρωπότητα αὐτοῦ ἀνήκειν γνωρίζεται, ἣν τελείως προσέλαβε χωρίς τινος ἁμαρτίας, ἵνα ταύτην καὶ τελείως σώσῃ.
10Agatho papa, Epistolae, 87, 1182D
Προσεπιτούτοις ἵνα φανῇ τῇ ὑμετέρᾳ εὐσεβεῖ εὐμενείᾳ, ὅτι φυσικόν ἐστι τὸ ἀνθρώπινον θέλημα· καὶ ὁ ἀρνούμενος τὸ ἀνθρώπινον θέλημα χωρὶς μόνης ἁμαρτίας ἐν τῷ Χριστῷ, οὔτε ἔχειν αὐτὸν ἀνθρωπίνην ψυχὴν ὁμολογεῖ, ὁ σοφώτατος τῆς ἀληθείας κήρυξ, ὁ μακάριος Αὐγουστῖνος ἐν τῷ πέμπτῳ τόμῳ τῆς διαλέξεως κατὰ Ἰουλιανοῦ τοῦ Πελαγιανιστοῦ, τί ἐστι θέλημα, τούτοις ὁρίζει τοῖς ῥήμασι· Κίνησις ψυχῆς τί ἐστιν, εἰ μὴ κίνησις φύσεως; Ἡ γὰρ ψυχὴ ἀνενδοιάστως φύσις ἐστί, διόπερ τὸ θέλημα κίνησις φύσεως ὑπάρχει, ἐπειδὴ κίνησις ἐστι ψυχῆς.
11Agatho papa, Epistolae, 87, 1186A
Ἑπόμενοι τοίνυν τοῖς ἁγίοις Πατράσιν, ἕνα, καὶ τὸν αὐτὸν ὁμολογεῖν Υἱὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν συμφώνως ἅπαντες ἐκδιδάσκομεν, τέλειον τὸν αὐτὸν ἐν θεότητι, καὶ τέλειον τὸν αὐτὸν ἐν ἀνθρωπότητι, Θεὸν ἀληθῶς καὶ ἄνθρωπον ἀληθῶς τὸν αὐτὸν ἐκ ψυχῆς λογικῆς καὶ σώματος, ὁμοούσιον τῷ Πατρὶ κατὰ τὴν θεότητα, καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα, κατὰ πάντα ὅμοιον ἡμῖν χωρὶς ἁμαρτίας, πρὸ αἰώνων μὲν ἐκ τοῦ Πατρὸς γεννηθέντα κατὰ τὴν θεότητα, ἐπ' ἐσχάτων δὲ τῶν ἡμερῶν τὸν αὐτὸν δι' ἡμᾶς, καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Μαρίας τῆς παρθένου τῆς Θεοτόκου κατὰ τὴν ἀνθρωπότητα, ἕνα καὶ τὸν αὐτὸν Χριστὸν Υἱὸν Κύριον, μονογενῆ ἐν δύο φύσεσιν ἀσυγχύτως, ἀτρέπτως, ἀδιαιρέτως, ἀχωρίστως γνωριζόμενον, οὐδαμοῦ τῆς τῶν φύσεων διαφορᾶς ἀνῃρημένης διὰ τὴν ἕνωσιν, σωζομένης δὲ μᾶλλον τῆς ἰδιότητος ἑκατέρας φύσεως, καὶ εἰς ἑν πρόσωπον, καὶ μίαν ὑπόστασιν συντρεχούσης, οὐκ εἰς δύο πρόσωπα μεριζόμενον, ἢ διαιρούμενον, ἀλλ' ἕνα καὶ τὸν αὐτὸν Υἱὸν μονογενῆ Θεὸν Λόγον Κύριον Ἰησοῦν Χριστόν.
12Agatho papa, Epistolae, 87, 1187C
Οὐ γὰρ τὸ μὴ θέλειν ἀποθανεῖν τὴν σάρκα, κατάγνωσις· φύσεως γὰρ ἐστι τοῦτο· αὐτὸς δὲ τὰ τῆς φύσεως ἅπαντα χωρὶς ἁμαρτίας ἐπιδείκνυται καὶ μετὰ πολλῆς τῆς περιουσίας, ὥστε τὰ τῶν αἱρετικῶν ἐμφράξαι στόματα.
13Agatho papa, Epistolae, 87, 1190B
Καὶ ἐπὰν λέγῃ ὁ ἅγιος Γρηγόριος ὁ Νύσσης, ὁ μέγας ἐπίσκοπος, ἀληθῆ εἶναι τοῦ μυστηρίου ὁμολογίαν, ἕτερον ὀφείλειν νοεῖσθαι τὸ ἀνθρώπινον θέλημα, ἕτερον τὸ θεῖον ἐν τῷ Χριστῷ, τί νοεῖσθαι ὑπομιμνήσκει, ἕτερον λέγων θέλημα καὶ ἕτερον, εἰ μὴ δύο φανερῶς θελήματα; Ὡσαύτως ἡνίκα ὁ ἅγιος Ἰωάννης ὁ ἔξοχος καθηγεμὼν διδάσκει, ἓν κατὰ τὴν θεότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ νοεῖσθαι θέλημα· καὶ τὸν αὐτὸν πάλιν Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ λέγει θέλειν ὡς ἄνθρωπον, καὶ κατὰ σάρκα ἀληθῶς καὶ χωρὶς σκανδάλου λεγόμενον ὀφείλειν γνωρίζεσθαι, ὅτι οὐκ ἤθελε τεθνάναι, διόπερ [ἴσ. διιότι] ὅτι τῆς ἀνθρωπίνης ἐστὶ φύσεως ἀνεπιλήπτως τοῦτο θελούσης, φανερόν ἐστιν, ὅτι καὶ αὐτὸς δύο φυσικὰ ἐν τῷ Χριστῷ κηρύσσει θελήματα· θεῖον, ὅπερ ἐστὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ· ἀνθρώπινον, ὅπερ τὴν διάθεσιν τοῦ ζῇν φυσικῶς πράττει.
14Agatho papa, Epistolae, 87, 1194C
Καὶ τί μέν ἐστιν, ὅπερ ἡ σὰρξ οὐ πράττει δίχα τοῦ Λόγου· καὶ τί ἐστιν, ὅπερ ὁ Λόγος χωρὶς τῆς σαρκὸς οὐκ ἀποτελεῖ.
15Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0569A
Τὸ δ' αὐτὸ κᾂν τοῖς ἑξῆς ὑπαινίττεται, φάσκων· Χωρὶς ἁμαρτίας συνελήφθη ἐκ Πνεύματος ἁγίου καὶ τῆς ἁγίας ἀχράντου καὶ ἀειπαρθένου θεοτόκου Μαρίας, καὶ χωρὶς μολυσμοῦ ἐξ αὐτῆς κατὰ σάρκα γεγέννηται.
16Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0611A
Καὶ λέγει πρὸς αὐτόν· Εἰ ὁ λέγων τὰ τῶν ἁγίων γραφῶν, καὶ τὰ τῶν ἁγίων Πατέρων σχίζει τὴν Ἐκκλησίαν, ὁ ἀναιρῶν τὰ τῶν ἁγίων δόγματα, τί δειχθήσεται τῇ Ἐκκλησίᾳ ποιῶν, ὧν χωρὶς, οὐδὲ αὐτὸ τοῦτο, Ἐκκλησίαν εἶναι δυνατόν; Καὶ στραφεὶς ὁ σακελλάριος εἶπε τοῖς ἀνθρώποις τοῦ ἐξάρχου μετὰ κραυγῆς· Εἴπετε τῷ ἐξάρχῳ, τοιοῦτον ἄνθρωπον ὤφειλες ἐάσαι ζῇν ὅπου ἄρχεις; Καὶ λαβόντες αὐτὸν ἔξω, εἰσάγουσι τὸν μαθητήν· καὶ ἀπαιτοῦντες αὐτὸν, κατειπεῖν τοῦ ἐπιστάτου, ὡς θλίψαντος Πύῤῥον, ἀπεκρίνατο ἠρεμαίᾳ τῇ φωνῇ τὰ τῆς ἀληθείας, ὅτι οὐδεὶς ἐτίμησε Πύῤῥον ὡς ἐτίμησε, καὶ πελεύεται κράξαι; Καὶ ἐπείπερ οὐ κατεδέξατο τῆς πρεπούσης μοναχοῖς εὐλαβοῦς φωνῆς ξενωθῆναι, κελεύει τυπῆναι αὐτὸν ὑπὸ τῶν παρεστώτων· Καὶ πυγμαῖς αὐτὸν βαλόντες, ἡμιθανῆ αὐτὸν πεποιήκασι.
17Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0613B
Οὐδὲν γὰρ τῶν ὄντων, χωρὶς ἐνεργείας φυσικῆς ὑφέστηκεν.
18Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0613C
Οἱ γὰρ ἅγιοι Πατέρες φανερῶς λέγουσι μήτε εἶναι, ἢ γινώσκεσθαι χωρὶς τῆς οὐσιωδοῦς αὐτῆς ἐνεργείας τὴν οἰανδήποτε φύσιν· εἰ δὲ οὔτὲ ἐστιν, οὔτε γινώσκεται φύσις ἄνευ τῆς αὐτὴν οὐσιωδῶς χαρακτηριζούσης ἐνεργείας, πῶς εἶναι τὸν Χριστὸν, ἢ γνωρίζεσθαι Θεὸν ἀληθῶς φύσει καὶ ἄνθρωπον, ἄνευ τῆς θεϊκῆς καὶ ἀνθρωπίνης ἐνεργείας, ἐστὶ δυνατόν; Ἀπολέσας γὰρ, κατὰ τοὺς Πατέρας, τὸ βρυχικὸν ὁ λέων οὐκ ἔστι λέων, καὶ κύων τὸ ὑλακτικὸν, οὐκ ἔστι κύων καὶ ἄλλο τὸ οἱονοῦν τὸ φυσικῶς αὐτοῦ συστατικὸν ἀπολέσαν, οὐκ ἔστιν ἔτι ὅπερ ἧν.
19Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0615A
Οὐδενὸς γὰρ τῶν, οἷς ὡς Θεός γινώσκεται, καὶ τῶν, οἷς ὡς ἄνθρωπος φύσεί γνωρίζεται, χωρὶς ἁμαρτίας, ἐστὶν ἂν ἐλλιπής.
20Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0615B
Καὶ μικρὸν σιωπήσαντες, ἀλλήλοις προσνεύσαιτες λέγουσι· Πόθεν δύνασαι δεῖξαι, ὅτι τὰς συνόδους ἐκβάλλουσιν οἱ θρόνου Κωνσταντινουπόλεως; Καὶ λέγει αὐτοῖς· Ἤδη δέδεικται μερικῶς διὰ τῶν ἐν Ῥώμῃ λαληθέντων παρ' ἐμοῦ πρὸς τὸν κύριον Γρηγόριον, τὸν ἀσηκρῆτιν· Καὶ νῦν, εἰ παρίσταται τῷ δεσπότῃ τοῦτο δειχθήσεσθαι, κελεύσει δοθῆναι ἄδειαν τῷ ἀναξίῳ ὑμῶν δούλῳ, καὶ ποιῶ γνῶσιν βιβλίων, ὅτι τὰ ἐμὰ ἀφηρέθησαν, καὶ πᾶσι φανερὸν ποιῶ τοῦτο, χωρὶς οἱασδήποτε σκολιότητος λόγων.
21Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0629A
Οἰῳδήποτε τρόπῳ ἤλθατε πρὸς τὸν δοῦλον ὑμῶν, ἐγώ χωρὶς πάσης ὑποστολῆς λέγω τὴν αἰτίαν, δι' ἦν οὐ κοινωνῶ τῷ θρόνῳ Κωνσταντινουπόλεως.
22Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0629D
Ἐὰν γὰρ ἐνέργειαν οὐκ ἔχῃ, κατὰ τοὺς τοῦτο θεσπίσαντας, δῆλον ὅτι κᾂν θέλῃ, ἐλεῆσαι οὐ δύναται, ἀφαιρεθείσης αὐτῷ τῆς τῶν ἀγαθῶν ἐνεργείας, εἴπερ ἐνεργείας ἀγαθῆς χωρὶς, οὐδὲν τῶν ὄντων ἐνεργεῖν ἢ πράττειν πέφυκεν.
23Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0633C
Ταῦτα χωρὶς ὐποστολὴς εἶπον ὑμῖν, δεσπόται μου, ἵνα φείσησθε ἑαυτῶν τε καὶ ἡμῶν.
24Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0633C
Κελεύετε ἵνα ταῦτα γεγραμμένα ἔχων ἐν τῇ βίβλῳ τῆς καρδίας, ἔλθω κοινωνήσων ἐν ᾗ ταῦτα κηρύττεται Ἑκκλησίᾳ, καὶ γένωμαι κοινωνὸς τῶν ἀληθῶς μὲν τὸν Θεὸν, δῆθεν δὲ τὸν διάβολον τῷ Θεῷ συνεκβαλλόντων; Μὴ γενοιτό μοι παρὰ τοῦ Θεοῦ, τοῦ δι' ἐμὲ γενομένου χωρὶς ἁμαρτίας.
25Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0633D
Οὐκ ἔῤῥοται ἡ συνόδος ἡ ἐν Ῥώμῃ, ἐπειδὴ χωρὶς κελεύσεως γέγονε βασιλέως.
26Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0637B
Ἠκούσαμεν γὰρ λέγοντος τοῦ Δαβίδ· « Μακάριοι, οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ, ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτὸν· » ὡς μηδενὸς χωρὶς ἐρεύνης δυναμένου ἐκζητῆσαι τὸν Θεὸν.
27Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0637D
» Πληροφορηθῇ ὁ δεσπότης μου, ὅτι ἐγὼ οὐκ ἀνέχομαι δέξασθαι φωνὴν χωρὶς τῆς ἐγκειμένης αὐτῇ διανοίας, ἵνα μὴ γένωμαι προφανὴς Ἰουδαῖος.
28Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0667A
Διὸ καὶ καθ' ἡμᾶς ἀληθῶς γενόμενος ἄνθρωπος χωρὶς ἁμαρτίας ὁ τοῦ Θεοῦ λόγος, ἐνεργήσας τε καὶ παθὼν ἀνθρωπίνως ὅσα τῆς φύσεώς ἐστιν ἀναμάρτητα, καὶ φυσικῆς σαρκὸς περιγραφῆς ἀνασχόμενος δι' ἡμᾶς, τροπὴν οὐχ ὑπέμεινεν, μηδ' ἑνὶ παντελῶς ὃς ταὐτόν ἐστι τῷ πατρὶ, γένομενος ταύτὸν τῇ σαρκὶ διὰ τὴν κένωσιν.
29Aristoteles, Physica, 1, 6; 17
τὸ μὲν οὖν τρία φάσκειν τὰ στοιχεῖα εἶναι ἔκ τε τούτων καὶ ἐκ τοιούτων ἄλλων ἐπισκοποῦσι δόξειεν ἂν ἔχειν τινὰ λόγον, ὥσπερ εἴπομεν, τὸ δὲ πλείω τριῶν οὐκέτι· πρὸς μὲν γὰρ τὸ πάσχειν ἱκανὸν τὸ ἕν, εἰ δὲ τεττάρων ὄντων δύο ἔσονται ἐναντιώσεις, δεήσει χωρὶς ἑκατέρᾳ ὑπάρχειν ἑτέραν τινὰ μεταξὺ φύσιν· εἰ δ' ἐξ ἀλλήλων δύνανται γεννᾶν δύο οὖσαι, περίεργος ἂν ἡ ἑτέρα τῶν ἐναντιώσεων εἴη.
30Aristoteles, Physica, 1, 9; 4
ἡμεῖς μὲν γὰρ ὕλην καὶ στέρησιν ἕτε ρόν φαμεν εἶναι, καὶ τούτων τὸ μὲν οὐκ ὂν εἶναι κατὰ συμ βεβηκός, τὴν ὕλην, τὴν δὲ στέρησιν καθ' αὑτήν, καὶ τὴν μὲν ἐγγὺς καὶ οὐσίαν πως, τὴν ὕλην, τὴν δὲ οὐδαμῶς· οἱ δὲ τὸ μὴ ὂν τὸ μέγα καὶ τὸ μικρὸν ὁμοίως, ἢ τὸ συναμ φότερον ἢ τὸ χωρὶς ἑκάτερον.
31Aristoteles, Physica, 3, 4; 3
πλὴν οἱ μὲν Πυθαγόρειοι ἐν τοῖς αἰσθητοῖς (οὐ γὰρ χω ριστὸν ποιοῦσιν τὸν ἀριθμόν), καὶ εἶναι τὸ ἔξω τοῦ οὐρανοῦ ἄπει ρον, Πλάτων δὲ ἔξω μὲν οὐδὲν εἶναι σῶμα, οὐδὲ τὰς ἰδέας, διὰ τὸ μηδὲ ποὺ εἶναι αὐτάς, τὸ μέντοι ἄπειρον καὶ ἐν τοῖς αἰσθητοῖς καὶ ἐν ἐκείναις εἶναι· καὶ οἱ μὲν τὸ ἄπειρον εἶναι τὸ ἄρτιον (τοῦτο γὰρ ἐναπολαμβανόμενον καὶ ὑπὸ τοῦ περιτ τοῦ περαινόμενον παρέχειν τοῖς οὖσι τὴν ἀπειρίαν· σημεῖον δ' εἶναι τούτου τὸ συμβαῖνον ἐπὶ τῶν ἀριθμῶν· περιτιθεμένων γὰρ τῶν γνωμόνων περὶ τὸ ἓν καὶ χωρὶς ὁτὲ μὲν ἄλλο ἀεὶ γίγνεσθαι τὸ εἶδος, ὁτὲ δὲ ἕν), Πλάτων δὲ δύο τὰ ἄπειρα, τὸ μέγα καὶ τὸ μικρόν.
32Aristoteles, Physica, 3, 6; 20
ὅλως γὰρ καὶ χωρὶς τοῦ ἄπειρον εἶναί τι αὐτῶν, ἀδύνατον τὸ πᾶν, κἂν ᾖ πεπερασμένον, ἢ εἶναι ἢ γίγνεσθαι ἕν τι αὐτῶν, ὥσπερ Ἡρά κλειτός φησιν ἅπαντα γίγνεσθαί ποτε πῦρ (ὁ δ' αὐτὸς λόγος καὶ ἐπὶ τοῦ ἑνός, οἷον ποιοῦσι παρὰ τὰ στοιχεῖα οἱ φυσικοί)· πάντα γὰρ μεταβάλλει ἐξ ἐναντίου εἰς ἐναντίον, οἷον ἐκ θερμοῦ εἰς ψυχρόν.
33Aristoteles, Physica, 4, 1; 9
ἔστι δὲ τὰ τοιαῦτα οὐ μόνον πρὸς ἡμᾶς, τὸ ἄνω καὶ κάτω καὶ δεξιὸν καὶ ἀριστερόν· ἡμῖν μὲν γὰρ οὐκ ἀεὶ τὸ αὐτό, ἀλλὰ κατὰ τὴν θέσιν, ὅπως ἂν στραφῶμεν, γίγνεται (διὸ καὶ ταὐτὸ πολλάκις δεξιὸν καὶ ἀριστερὸν καὶ ἄνω καὶ κάτω καὶ πρόσθεν καὶ ὄπισθεν), ἐν δὲ τῇ φύσει διώρισται χωρὶς ἕκαστον.
34Aristoteles, Physica, 4, 4; 6
οἷον τὸ λευκὸν ἐν σώματι (ἡ ἐπιφά νεια γὰρ ἐν σώματι), ἡ δ' ἐπιστήμη ἐν ψυχῇ· κατὰ ταῦτα δὲ αἱ προσηγορίαι μέρη ὄντα, ὥς γε ἐν ἀνθρώπῳ (ὁ δὲ ἀμ φορεὺς καὶ ὁ οἶνος χωρὶς μὲν ὄντα οὐ μέρη, ἅμα δέ· διὸ ὅταν ᾖ μέρη, ἔσται αὐτὸ ἐν αὑτῷ)· οἷον τὸ λευκὸν ἐν ἀν θρώπῳ ὅτι ἐν σώματι, καὶ ἐν τούτῳ ὅτι ἐν ἐπιφανείᾳ· ἐν δὲ ταύτῃ οὐκέτι κατ' ἄλλο.
35Aristoteles, Physica, 4, 10; 7
οὐ γὰρ συμβαίνει, ὅταν ὅλον τεθῇ ὡς ἐν κεχωρισμένῳ τόπῳ καὶ ὑπομένοντι σῶμά τι· τὸ γὰρ μέρος, ἂν μὴ χωρὶς τιθῆται, οὐκ ἔσται ἐν τόπῳ ἀλλ' ἐν τῷ ὅλῳ.
36Aristoteles, Physica, 4, 17; 15
καὶ διὰ τοῦτο αἱ μὲν κινήσεις ἕτεραι καὶ χωρίς, ὁ δὲ χρόνος πανταχοῦ ὁ αὐτός, ὅτι καὶ ὁ ἀριθμὸς εἷς καὶ ὁ αὐτὸς πανταχοῦ ὁ τῶν ἴσων καὶ ἅμα.
37Aristoteles, Physica, 5, 3; 1
Μετὰ δὲ ταῦτα λέγωμεν τί ἐστιν τὸ ἅμα καὶ χωρίς, καὶ τί τὸ ἅπτεσθαι, καὶ τί τὸ μεταξὺ καὶ τί τὸ ἐφεξῆς καὶ τί τὸ ἐχόμενον καὶ συνεχές, καὶ τοῖς ποίοις ἕκαστον τούτων ὑπάρχειν πέφυκεν.
38Aristoteles, Physica, 5, 3; 18
τί μὲν οὖν ἐστι τὸ ἅμα καὶ χωρίς, καὶ τί τὸ ἅπτεσθαι, καὶ τί τὸ μεταξὺ καὶ τὸ ἐφεξῆς, καὶ τί τὸ ἐχόμενον καὶ τὸ συνεχές, καὶ τοῖς ποίοις ἕκαστον τούτων ὑπάρχει, εἴρηται.
39Aristoteles, Physica, 8, 1; 9
καὶ χωρὶς δὲ τοῦ τῆς κινήσεως ὁρισμοῦ, πᾶς ἂν ὁμολογήσειεν ἀναγκαῖον εἶναι κινεῖσθαι τὸ δυνατὸν κινεῖσθαι καθ' ἑκάστην κίνησιν, οἷον ἀλλοιοῦσθαι μὲν τὸ ἀλλοιωτόν, φέρεσθαι δὲ τὸ κατὰ τόπον μεταβλητόν, ὥστε δεῖ πρότερον καυστὸν εἶναι πρὶν κάεσθαι καὶ καυστικὸν πρὶν κάειν.
40Aristoteles, Physica, 8, 3; 9
διαιρεῖ ται μὲν οὖν τὸ ἀφαιρεθὲν εἰς πλείω, ἀλλ' οὐδὲν αὐτῶν ἐκινήθη χωρίς, ἀλλ' ἅμα.
41Aristoteles, Analytica posteriora, 1, I 5; 8 (auctor 384BC-322BC)
Καί τό ἀνάλογον ὅτι ἐναλλάξ, ᾗ ἀριθμοί καί ᾗ γραμμαί καί ᾗ στερεά καί ᾗ χρόνοι, ὥσπερ ἐδείκνυτό ποτε χωρίς, ἐνδεχόμενόν γε κατά πάντων μιᾷ ἀποδείξει δειχθῆναι· ἀλλά διά τό μή εἶναι ὠνομασμένον τι πάντα ταῦτα ἕν, ἀριθμοί μήκη χρόνος στερεά, καί εἴδει διαφέρειν ἀλλήλων, χωρίς ἐλαμβάνετο.
42Aristoteles, Analytica posteriora, 1, I 5; 10 (auctor 384BC-322BC)
Διά τοῦτο οὐδ᾿ ἄν τις δείξῃ καθ᾿ ἕκαστον τό τρίγωνον ἀποδείξει ἢ μιᾷ ἢ ἑτέρᾳ ὅτι δύο ὀρθάς ἔχει ἕκαστον, τό ἰσόπλευρον χωρίς καί τό σκαληνές καί τό ἰσοσκελές, οὔπω οἶδε τό τρίγωνον ὅτι δύο ὀρθαῖς, εἰ μή τόν σοφιστικόν τρόπον, οὐδέ καθόλου τρίγωνον, οὐδ᾿ εἰ μηδέν ἐστι παρά ταῦτα τρίγωνον ἕτερον.
43Aristoteles, Analytica posteriora, 1, I 27; 1 (auctor 384BC-322BC)
Ἀκριβεστέρα δ᾿ ἐπιστήμη ἐπιστήμης καί προτέρα ἥ τε τοῦ ὅτι καί διότι ἡ αὐτή, ἀλλά μή χωρίς τοῦ ὅτι τῆς τοῦ διότι, καί ἡ μή καθ᾿ ὑποκειμένου τῆς καθ᾿ ὑποκειμένου, οἷον ἀριθμητική ἁρμονικῆς, καί ἡ ἐξ ἐλαττόνων τῆς ἐκ προσθέσεως, οἷον γεωμετρίας ἀριθμητική.
44Aristoteles, Analytica posteriora, 1, I 31; 13 (auctor 384BC-322BC)
Οἷον εἰ τήν ὕελον τετρυπημένην ἑωρῶμεν καί τό φῶς διιόν, δῆλον ἂν ἦν καί διά τί καίει, τῷ ὁρᾶν μέν χωρίς ἐφ᾿ ἑκάστης, νοῆσαι δ᾿ ἅμα ὅτι ἐπί πασῶν οὕτως.
45Aristoteles, Analytica posteriora, 2, II 6; 3 (auctor 384BC-322BC)
Ἔτι ὥσπερ οὐδ᾿ ἐν συλλογισμῷ λαμβάνεται τί ἐστι τό συλλελογίσθαι (ἀεί γάρ ὅλη ἢ μέρος ἡ πρότασις, ἐξ ὧν ὁ συλλογισμός), οὕτως οὐδέ τό τί ἦν εἶναι δεῖ ἐνεῖναι ἐν τῷ συλλογισμῷ, ἀλλά χωρίς τοῦτο τῶν κειμένων εἶναι, καί πρός τόν ἀμφισβητοῦντα εἰ συλλελόγισται ἢ μή τοῦτο, ἀπαντᾶν ὅτι· τοῦτο γάρ ἦν συλλογισμός.
46Aristoteles, Analytica posteriora, 2, II 13; 59 (auctor 384BC-322BC)
Τοῦτο δ᾿ ἔσται, ἐάν διά τῶν καθ᾿ ἕκαστον εἰρημένων ᾖ τό ἐν ἑκάστῳ γένει ὁρίζεσθαι χωρίς, οἷον τό ὅμοιον μή πᾶν ἀλλά τό ἐν χρώμασι καί σχήμασι, καί ὀξύ τό ἐν φωνῇ, καί οὕτως ἐπί τό κοινόν βαδίζειν, εὐλαβούμενον μή ὁμωνυμίᾳ ἐντύχῃ.
47Aristoteles, Athenaion Politeia, p2, 39, 6; 15 (auctor 384BC-322BC)
τὰ δὲ χρήματα ἃ ἐδανείσαντο εἰς τὸν πόλεμον ἑκατέρους ἀποδοῦναι χωρίς.
48Aristoteles, Athenaion Politeia, p2, 40, 3; 3 (auctor 384BC-322BC)
ὅπερ καὶ συνέπεσεν· ἀποθανόντος γὰρ οὐδεὶς πώποτε ὕστερον ἐμνησικάκησεν, ἀλλὰ δοκοῦσιν κάλλιστα δὴ καὶ πολιτικώτατα ἁπάντων καὶ ἰδίᾳ καὶ κοινῇ χρήσασθαι ταῖς προγεγενημέναις συμφοραῖς· οὐ γὰρ μόνον τὰς περὶ τῶν προτέρων αἰτίας ἐξήλειψαν, ἀλλὰ καὶ τὰ χρήματα Λακεδαιμονίοις, ἃ οἱ τριάκοντα πρὸς τὸν πόλεμον ἔλαβον, ἀπέδοσαν κοινῇ, κελευουσῶν τῶν συνθηκῶν ἑκατέρους ἀποδιδόναι χωρίς, τούς τ' ἐκ τοῦ ἄστεως καὶ τοὺς ἐκ τοῦ Πειραιέως, ἡγούμενοι τοῦτο πρῶτον ἄρχειν δεῖν τῆς ὁμονοίας· ἐν δὲ ταῖς ἄλλαις πόλεσιν οὐχ οἷον ἔτι προστιθέασιν τῶν οἰκείων οἱ δῆμοι κρατήσαντες, ἀλλὰ καὶ τὴν ‖ ‖ χώραν ἀνάδαστον ποιοῦσιν.
49Aristoteles, Athenaion Politeia, p2, 47, 3; 8 (auctor 384BC-322BC)
ἀναγράφουσιν δὲ χωρὶς μὲν οὓς δεῖ κατὰ πρυτανείαν ἑκάστην καταβάλλειν, εἰς δέκα γραμματεῖα, χωρὶς δὲ οὓς τρὶς τοῦ ἐνιαυτοῦ, γραμματεῖον κατὰ τὴν καταβολὴν ἑκάστην ποιήσαντες, χωρὶς δ' οὓς ἐπὶ τῆς ἐνάτης πρυτανείας.
50Aristoteles, Athenaion Politeia, p2, 47, 5; 14 (auctor 384BC-322BC)
εἰσφέρεται μὲν οὖν εἰς τὴν βουλὴν τὰ γραμματεῖα κατὰ τὰς καταβολὰς ἀναγεγραμμένα, τηρεῖ δ' ὁ δημόσιος· ὅταν δ' ᾖ χρημάτων καταβολή, παραδίδωσι τοῖς ἀποδέκταις αὐτὰ ταῦτα καθελὼν ἀπὸ τῶν ἐπιστυλίων, ὧν ἐν ταύτῃ τῇ ἡμέρᾳ δεῖ τὰ χρήματα καταβληθῆναι καὶ ἀπαλειφθῆναι· τὰ δ' ἄλλα ἀπόκειται χωρίς, ἵνα μὴ προεξαλειφθῇ.
51Aristoteles, Athenaion Politeia, p2, 53, 2; 4 (auctor 384BC-322BC)
ἂν δ' ὁ ἕτερος ἐφῇ τῶν ἀντιδίκων εἰς τὸ δικαστήριον, ἐμβαλόντες τὰς μαρτυρίας καὶ τὰς προκλήσεις καὶ τοὺς νόμους εἰς ἐχίνους, χωρὶς μὲν τὰς τοῦ διώκοντος, χωρὶς δὲ τὰς τοῦ φεύγοντος, καὶ τούτους κατασημηνάμενοι, καὶ τὴν γνῶσιν τοῦ διαιτητοῦ γεγραμμένην ἐν γραμματείῳ προσαρτήσαντες, παραδιδόασι τοῖς δ # τοῖς τὴν φυλὴν τοῦ φεύγοντος δικάζουσιν.
52Aristoteles, Athenaion Politeia, p2, 66, 1; 2 (auctor 384BC-322BC)
λαχόντες δὲ τῶν θεσμοθετῶν δύο χωρὶς ἑκατέρων τοὺς κύβους ἐμβάλλουσιν, ὁ μὲν τὰ χρώματα εἰς τὸ ἓν κληρωτήριον, ὁ δὲ τῶν ἀρχῶν τὰ ὀνόματα εἰς τὸ ἕτερον.
53Aristoteles, Athenaion Politeia, p2, 69, 1; 2 (auctor 384BC-322BC)
οἱ δὲ ἐπὶ τὰς ψήφους εἰληχότες διαριθμοῦσιν αὐτὰς ἐπὶ τοῦ ἄβακος, χωρὶς μὲν τὰς πλήρεις, χωρὶς δὲ τὰς τετρυπημένας.
54Aristoteles, Categoriae, 2; 3 (auctor 384BC-322BC)
Τῶν ὄντων τὰ μὲν καθ᾿ ὑποκειμένου τινὸς λέγεται, ἐν ὑποκειμένῳ δὲ οὐδενί ἐστιν, οἷον ἄνθρωπος καθ᾿ ὑποκειμένου μὲν λέγεται τοῦ τινὸς ἀνθρώπου, ἐν ὑποκειμένῳ δὲ οὐδενί ἐστι· τὰ δὲ ἐν ὑποκειμένῳ μέν ἐστι, καθ᾿ ὑποκειμένου δὲ οὐδενὸς λέγεται (ἐν ὑποκειμένῳ δὲ λέγω, ὃ ἔν τινι μὴ ὡς μέρος ὑπάρχον ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστίν), οἷον ἡ τὶς γραμματικὴ ἐν ὑποκειμένῳ μέν ἐστι τῇ ψυχῇ, καθ᾿ ὑποκειμένου δ᾿ οὐδενὸς λέγεται, καὶ τὸ τὶ λευκὸν ἐν ὑποκειμένῳ μὲν τῷ σώματί ἐστιν (ἅπαν γὰρ χρῶμα ἐν σώματι), καθ᾿ ὑποκειμένου δὲ οὐδενὸς λέγεται· τὰ δὲ καθ᾿ ὑποκειμένου τε λέγεται καὶ ἐν ὑποκειμένῳ ἐστίν, οἷον ἡ ἐπιστήμη ἐν ὑποκειμένῳ μέν ἐστι τῇ ψυχῇ, καθ᾿ ὑποκειμένου δὲ λέγεται τῆς γραμματικῆς· τὰ δὲ οὔτ᾿ ἐν ὑποκειμένῳ ἐστὶν οὔτε καθ᾿ ὑποκειμένου τινὸς λέγεται, οἷον ὁ τὶς ἄνθρωπος καὶ ὁ τὶς ἵππος· οὐδὲν γὰρ τῶν τοιούτων οὔτε ἐν ὑποκειμένῳ ἐστὶν οὔτε καθ᾿ ὑποκειμένου λέγεται.
55Aristoteles, De anima, 3, III 6; 10 (auctor 384BC-322BC)
Χωρίς δ’ ἑκάτερον νοῶν τῶν ἡμίσεων διαιρεῖ καί τόν χρόνον ἅμα· τότε δ’ οἱονεί μήκη.
56Aristoteles, De arte poetica, 1; 4 (auctor 384BC-322BC)
Ὥσπερ γάρ καί χρώμασι καί σχήμασι πολλά μιμοῦνταί τινες ἀπεικάζοντες, οἱ μέν διά τέχνης οἱ δέ διά συνηθείας, ἕτεροι δέ διά τῆς φωνῆς, οὕτω κἀν ταῖς εἰρημέναις τέχναις, ἅπασαι μέν ποιοῦνται τήν μίμησιν ἐν ῥυθμῷ καί λόγῳ καί ἁρμονίᾳ, τούτοις δ᾿ ἢ χωρίς ἢ μεμιγμένοις, οἷον ἁρμονίᾳ μέν καί ῥυθμῷ χρώμεναι μόνον ἥ τε αὐλητική καί ἡ κιθαριστική, κἂν εἴ τινες ἕτεραι τυγχάνωσιν οὖσαι τοιαῦται τήν δύναμιν, οἷον ἡ τῶν συρίγγων.
57Aristoteles, De arte poetica, 1; 5 (auctor 384BC-322BC)
Αὐτῷ δέ τῷ ῥυθμῷ μιμοῦνται χωρίς ἁρμονίας οἱ τῶν ὀρχηστῶν· καί γάρ οὗτοι διά τῶν σχηματιζομένων ῥυθμῶν μιμοῦνται καί ἤθη καί πάθη καί πράξεις.
58Aristoteles, De arte poetica, 6; 2 (auctor 384BC-322BC)
Ἔστιν οὖν τραγῳδία μίμησις πράξεως σπουδαίας καί τελείας, μέγεθος ἐχούσης, ἡδυσμένῳ λόγῳ, χωρίς ἑκάστου τῶν εἰδῶν ἐν τοῖς μορίοις, δρώντων καί οὐ δι᾿ ἀπαγγελίας, δι᾿ ἐλέου καί φόβου περαίνουσα τήν τῶν τοιούτων παθημάτων κάθαρσιν.
59Aristoteles, De arte poetica, 6; 3 (auctor 384BC-322BC)
Λέγω δέ ἡδυσμένον μέν λόγον τόν ἔχοντα ῥυθμόν καί ἁρμονίαν καί μέλος, τό δέ χωρίς τοῖς εἴδεσι τό διά μέτρων ἔνια μόνον περαίνεσθαι καί πάλιν ἕτερα διά μέλους.
60Aristoteles, De caelo, 2, 9, 2; 6 (auctor 384BC-322BC)
Οὐ γὰρ μόνον τὸ μηθὲν ἀκούειν ἄτοπον, περὶ οὗ λέγειν ἐγχειροῦσι τὴν αἰτίαν, ἀλλὰ καὶ τὸ μηδὲν πάσχειν χωρὶς αἰσθήσεως.
61Aristoteles, De caelo, 2, 12, 2; 7 (auctor 384BC-322BC)
Τοῦτό τε δὴ δικαίως ἀπορήσειεν ἄν τις, καὶ διὰ τίνα ποτ´ αἰτίαν ἐν μὲν τῇ πρώτῃ φορᾷ τοσοῦτόν ἐστιν ἄστρων πλῆθος ὥστε τῶν ἀναριθμήτων εἶναι δοκεῖν τὴν πᾶσαν τάξιν, τῶν δ´ ἄλλων ἓν χωρὶς ἕκαστον, δύο δ´ ἢ πλείω οὐ φαίνεται ἐν τῇ αὐτῇ ἐνδεδεμένα φορᾷ.
62Aristoteles, De caelo, 2, 12, 9; 22 (auctor 384BC-322BC)
Περὶ δὲ τῆς ἀπορίας ὅτι κατὰ μὲν τὴν πρώτην μίαν οὖσαν φορὰν πολὺ πλῆθος συνέστηκεν ἄστρων, τῶν δ´ ἄλλων χωρὶς ἕκαστον εἴληφεν ἰδίας κινήσεις, δι´ ἓν μὲν ἄν τις πρῶτον εὐλόγως οἰηθείη τοῦθ´ ὑπάρχειν· νοῆσαι γὰρ δεῖ τῆς ζωῆς καὶ τῆς ἀρχῆς ἑκάστης πολλὴν ὑπεροχὴν εἶναι τῆς πρώτης πρὸς τὰς ἄλλας, εἴη δ´ ἂν ἥδε συμβαίνουσα κατὰ λόγον· ἡ μὲν γὰρ πρώτη μία οὖσα πολλὰ κινεῖ τῶν σωμάτων τῶν θείων, αἱ δὲ πολλαὶ οὖσαι ἓν μόνον ἑκάστη· τῶν γὰρ πλανωμένων ἓν ὁτιοῦν πλείους φέρεται φοράς.
63Aristoteles, De caelo, 2, 13, 16; 46 (auctor 384BC-322BC)
Ὅτε γὰρ τὰ στοιχεῖα διειστήκει χωρὶς ὑπὸ τοῦ νείκους, τίς αἰτία τῇ γῇ τῆς μονῆς ἦν; Οὐ γὰρ δὴ καὶ τότε αἰτιάσεται τὴν δίνην.
64Aristoteles, De generatione animalium, 1, 1; 1 (auctor 384BC-322BC)
Ἐπεὶ δὲ περὶ τῶν ἄλλων μορίων εἴρηται τῶν ἐν τοῖς ζῴοις καὶ κοινῇ καὶ καθ' ἕκαστον γένος περὶ τῶν ἰδίων χωρίς, τίνα τρόπον διὰ τὴν τοιαύτην αἰτίαν ἐστὶν ἕκαστον, λέγω δὲ ταύτην τὴν ἕνεκά του· ὑπόκεινται γὰρ αἰτίαι τέτταρες, τό τε οὗ ἕνεκα ὡς τέλος καὶ ὁ λόγος τῆς οὐσίας (ταῦτα μὲν οὖν ὡς ἕν τι σχεδὸν ὑπολαβεῖν δεῖ), τρίτον δὲ καὶ τέταρτον ἡ ὕλη καὶ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως-περὶ μὲν οὖν τῶν ἄλλων εἴρηται (ὁ τε γὰρ λόγος καὶ τὸ οὗ ἕνεκα ὡς τέλος ταὐτὸν καὶ ἡ ὕλη τοῖς ζῴοις τὰ μέρη· παντὶ μὲν τῷ ὅλῳ τὰ ἀνομοιομερῆ, τοῖς δ' ἀνομοιομερέσι τὰ ὁμοιομερῆ, τούτοις δὲ τὰ καλούμενα στοιχεῖα τῶν σωμάτων), λοιπὸν δὲ τῶν μὲν μορίων τὰ πρὸς τὴν γένεσιν συντελοῦντα τοῖς ζῴοις περὶ ὧν οὐθὲν διώρισται πρότερον, περὶ αἰτίας δὲ τῆς κινούσης τίς ἀρχή.
65Aristoteles, De generatione animalium, 1, 1; 12 (auctor 384BC-322BC)
γίγνεται γὰρ ἢ τῆς γῆς σηπομένης ἢ μορίων τινῶν ἐν τοῖς φυτοῖς· ἔνια γὰρ αὐτὰ μὲν οὐ συνίσταται καθ' αὑτὰ χωρίς, ἐν ἑτέροις δ' ἐγγίγνεται δένδρεσιν οἷον ὁ ἰξός.
66Aristoteles, De generatione animalium, 1, 1; 13 (auctor 384BC-322BC)
Περὶ μὲν οὖν φυτῶν αὐτὰ καθ' αὑτὰ χωρὶς ἐπισκεπτέον.
67Aristoteles, De generatione animalium, 1, 18; 58 (auctor 384BC-322BC)
ἅμα γὰρ ἴσως δῆλον ἔσται καὶ πῶς ἡ ἐξ ἐναντίων γένεσις ὑπάρχει πᾶσι τοῖς ἐκ τοῦ σπέρματος· φυσικὴ γὰρ καὶ ἡ ἐκ τῶν ἐναντίων γένεσις· τὰ μὲν γὰρ ἐξ ἐναντίων γίγνεται, ἄρρενος καὶ θήλεος, τὰ δ' ἐξ ἑνὸς μόνου, οἷον τά τε φυτὰ καὶ τῶν ζῴων ἔνια ἐν ὅσοις μή ἐστι διωρισμένον τὸ ἄρρεν καὶ τὸ θῆλυ χωρίς.
68Aristoteles, De generatione animalium, 2, 4; 71 (auctor 384BC-322BC)
ἡ δὲ διάκρισις γίγνεται τῶν μορίων οὐχ ὥς τινες ὑπολαμβάνουσι διὰ τὸ πεφυκέναι φέρεσθαι τὸ ὅμοιον πρὸς τὸ ὅμοιον (πρὸς γὰρ πολλαῖς ἄλλαις αἷς ὁ λόγος οὗτος ἔχει δυσχερείαις συμβαίνει χωρὶς ἕκαστον γίγνεσθαι τῶν μορίων τῶν ὁμοιομερῶν, οἷον ὀστᾶ καθ' αὑτὰ καὶ νεῦρα καὶ τὰς σάρκας καθ' αὑτάς, εἴ τις ἀποδέξαιτο ταύτην τὴν αἰτίαν)· ἀλλ' ὅτι τὸ περίττωμα τὸ τοῦ θήλεος δυνάμει τοιοῦτόν ἐστιν οἷον φύσει τὸ ζῷον καὶ ἔνεστι δυνάμει τὰ μόρια ἐνεργείᾳ δ' οὐθέν, διὰ ταύτην τὴν αἰτίαν γίγνεται ἕκαστον αὐτῶν, καὶ ὅτι τὸ ποιητικὸν καὶ τὸ παθητικὸν ὅταν θίγωσιν, ὃν τρόπον ἐστὶ τὸ μὲν ποιητικὸν τὸ δὲ παθητικόν (τὸν δὲ τρόπον λέγω τὸ ὣς καὶ οὗ καὶ ὅτε), εὐθὺς τὸ μὲν ποιεῖ τὸ δὲ πάσχει.
69Aristoteles, De generatione animalium, 3, 1; 50 (auctor 384BC-322BC)
τοῖς μὲν οὖν τὴν φύσιν θερμοτέροις τῶν ζῴων διακέκριται χωρὶς ἐξ οὗ τε ἡ ἀρχὴ γίγνεται καὶ ἐξ οὗ τρέφεται, καὶ τὸ μὲν λευκόν ἐστι τὸ δ' ὠχρόν, καὶ πλέον ἀεὶ τὸ λευκὸν καὶ καθαρὸν τοῦ ὠχροῦ καὶ γεώδους· τοῖς δ' ἧττον θερμοῖς καὶ ὑγροτέροις τὸ ὠχρὸν πλέον καὶ ὑγρότερον.
70Aristoteles, De generatione animalium, 3, 2; 35 (auctor 384BC-322BC)
διὸ καὶ διώρισται τό τε ὠχρὸν καὶ τὸ λευκὸν χωρὶς ὑμέσιν ὡς ἔχοντα τὴν φύσιν ἑτέραν.
71Aristoteles, De generatione animalium, 3, 10; 16 (auctor 384BC-322BC)
κοινὸν δὲ καὶ πρὸς τὴν ἐξ ἀλλήλων γένεσιν καὶ πρὸς τὴν ἐκ τῶν κηφήνων, καὶ χωρὶς καὶ μετ' ἀλλήλων, τὸ μηδέποτε ὦφθαι ὀχευόμενον μηθὲν αὐτῶν· εἰ δ' ἦν ἐν αὐτοῖς τὸ μὲν θῆλυ τὸ δ' ἄρρεν πολλάκις ἂν τοῦτο συνέβαινεν.
72Aristoteles, De generatione animalium, 4, 1; 1 (auctor 384BC-322BC)
Περὶ μὲν οὖν τῆς γενέσεως τῆς τῶν ζῴων εἴρηται καὶ κοινῇ καὶ χωρὶς περὶ πάντων.
73Aristoteles, De generatione animalium, 4, 10; 16 (auctor 384BC-322BC)
Περὶ μὲν οὖν τῆς ἔσωθεν τροφῆς τῶν ζῴων καὶ τῆς θύραζε γενέσεως εἴρηται, καὶ χωρὶς περὶ ἑκάστου καὶ κοινῇ περὶ πάντων.
74Aristoteles, De generatione et corruptione, 1, 1, 1; 1 (auctor 384BC-322BC)
Περὶ δὲ γενέσεως καὶ φθορᾶς τῶν φύσει γενομένων καὶ φθειρομένων, ὁμοίως κατὰ πάντων, τάς τε αἰτίας διαιρετέον καὶ τοὺς λόγους αὐτῶν, ἔτι δὲ περὶ αὐξήσεως καὶ ἀλλοιώσεως, τί ἑκάτερον, καὶ πότερον τὴν αὐτὴν ὑποληπτέον [5] φύσιν εἶναι ἀλλοιώσεως καὶ γενέσεως, ἢ χωρίς, ὥσπερ διώρισται καὶ τοῖς ὀνόμασιν.
75Aristoteles, De generatione et corruptione, 1, 5, 16; 51 (auctor 384BC-322BC)
Οὐκοῦν ἅμα ὄντος· εἰ γὰρ χωρίς, γένεσις.
76Aristoteles, De generatione et corruptione, 2, 10, 10; 22 (auctor 384BC-322BC)
Ἐπεὶ δ´ ἀνάγκη εἶναί τι τὸ κινοῦν εἰ κίνησις ἔσται, ὥσπερ εἴρηται πρότερον ἐν ἑτέροις, καὶ εἰ ἀεί, ὅτι ἀεί τι δεῖ εἶναι, καὶ εἰ συνεχής, ἓν τὸ αὐτὸ καὶ ἀκίνητον καὶ ἀγένητον καὶ ἀναλλοίωτον, καὶ εἰ πλείους εἶεν αἱ κύκλῳ κινήσεις, πλείους μέν, πάσας δέ πως εἶναι ταύτας ἀνάγκη ὑπὸ μίαν ἀρχήν· συνεχοῦς δ´ ὄντος τοῦ χρόνου ἀνάγκη τὴν κίνησιν συνεχῆ εἶναι, εἴπερ ἀδύνατον χρόνον χωρὶς κινήσεως εἶναι· συνεχοῦς ἄρα τινὸς ἀριθμὸς ὁ χρόνος, τῆς κύκλῳ ἄρα, καθάπερ ἐν τοῖς ἐν ἀρχῇ λόγοις διωρίσθη.
77Aristoteles, De incessu animalium, 14, 2; 5 (auctor 384BC-322BC)
Χωρὶς μὲν οὖν τοῖς ἔμπροσθεν καὶ ὄπισθεν διὰ ταῦτα οὐ ποιοῦνται τὴν κίνησιν.
78Aristoteles, De interpretatione, 3; 1 (auctor 384BC-322BC)
Ῥῆμα δέ ἐστι τὸ προσσημαῖνον χρόνον, οὗ μέρος οὐδὲν σημαίνει χωρίς, καὶ ἔστιν ἀεὶ τῶν καθ᾿ ἑτέρου λεγομένων σημεῖον.
79Aristoteles, De interpretatione, 10; 21 (auctor 384BC-322BC)
Αὗται δὲ χωρὶς ἐκείνων αὐταὶ καθ᾿ ἑαυτὰς ἔσονται, ὡς ὀνόματι τῷ οὐκ ἄνθρωπος χρώμεναι.
80Aristoteles, De interpretatione, 11; 8 (auctor 384BC-322BC)
Ἐπεὶ δὲ τὰ μὲν κατηγορεῖται συντιθέμενα, ὡς ἓν τὸ πᾶν κατηγόρημα τῶν χωρὶς κατηγορουμένων, τὰ δ᾿ οὔ, τίς ἡ διαφορά; κατὰ γὰρ τοῦ ἀνθρώπου ἀληθὲς εἰπεῖν καὶ χωρὶς ζῷον καὶ χωρὶς δίπουν, καὶ ταῦτα ὡς ἕν, καὶ ἄνθρωπον καὶ λευκόν, καὶ ταῦθ᾿ ὡς ἕν.
81Aristoteles, De interpretatione, 13; 5 (auctor 384BC-322BC)
Φανερὸν δὴ ὅτι οὐχ οὕτως ἔχει, ἀλλ᾿ αἱ ἐναντίαι ἕπονται· αἱ δ᾿ ἀντιφάσεις χωρίς.
82Aristoteles, De iuventute et senectute De vita et morte, 2; 5 (auctor 384BC-322BC)
Τὸ δὲ τοιοῦτον μόριον ἐνεργείᾳ μὲν ἔχει ἕν, δυνάμει δὲ πλείω· τὸν αὐτὸν γὰρ συνέστηκε τοῖς φυτοῖς τρόπον· καὶ γὰρ τὰ φυτὰ διαιρούμενα ζῇ χωρίς, καὶ γίνεται πολλὰ ἀπὸ μιᾶς ἀρχῆς δένδρα.
83Aristoteles, De iuventute et senectute De vita et morte, 3; 13 (auctor 384BC-322BC)
Χωρὶς δὲ τούτων, εἰ τὸ ζῆν ἐν τούτῳ τῷ μορίῳ πᾶσίν ἐστι, δῆλον ὅτι καὶ τὴν αἰσθητικὴν ἀρχὴν ἀναγκαῖον· ᾗ μὲν γὰρ ζῷον, ταύτῃ καὶ ζῆν φαμέν, ᾗ δ’ αἰσθητικόν, ταύτῃ τὸ σῶμα ζῷον εἶναι λέγομεν.
84Aristoteles, De iuventute et senectute De vita et morte, 3; 14 (auctor 384BC-322BC)
Διὰ τί δ’ αἱ μὲν τῶν αἰσθήσεων φανερῶς συντείνουσι πρὸς τὴν καρδίαν, αἱ δ’ εἰσὶν ἐν τῇ κεφαλῇ (διὸ καὶ δοκεῖ τισὶν αἰσθάνεσθαι τὰ ζῷα διὰ τὸν ἐγκέφαλον), τὸ αἴτιον τούτων ἐν ἑτέροις εἴρηται χωρίς.
85Aristoteles, De memoria et reminiscentia, 2; 50 (auctor 384BC-322BC)
Ἀλλ’ ἐὰν ἡ τοῦ πράγματος γένηται χωρὶς τῆς τοῦ χρόνου ἢ αὕτη ἐκείνης, οὐ μέμνηται.
86Aristoteles, De partibus animalium, 1, 1, 3; 5 (auctor 384BC-322BC)
Ὥστε δῆλον ὅτι καὶ τῆς περὶ φύσιν ἱστορίας δεῖ τινας ὑπάρχειν ὅρους τοιούτους πρὸς οὓς ἀναφέρων ἀποδέξεται τὸν τρόπον τῶν δεικνυμένων, χωρὶς τοῦ πῶς ἔχει τἀληθές, εἴτε οὕτως εἴτε ἄλλως.
87Aristoteles, De partibus animalium, 1, 3, 12; 23 (auctor 384BC-322BC)
Πάντα γὰρ ὡς εἰπεῖν, ὅσα ἥμερα καὶ ἄγρια τυγχάνει ὄντα, οἷον ἄνθρωποι, ἵπποι, βόες, κύνες ἐν τῇ Ἰνδικῇ, ὕες, αἶγες, πρόβατα· ὧν ἕκαστον, εἰ μὲν ὁμώνυμον, οὐ διῄρηται χωρίς, εἰ δὲ ταῦτα ἓν εἴδει, οὐχ οἷόν τ´ εἶναι διαφορὰς τὸ ἄγριον καὶ τὸ ἥμερον.
88Aristoteles, De partibus animalium, 1, 4, 2; 4 (auctor 384BC-322BC)
Ὅσα μὲν γὰρ διαφέρει τῶν γενῶν καθ´ ὑπεροχὴν καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον, ταῦτα ὑπέζευκται ἑνὶ γένει, ὅσα δ´ ἔχει τὸ ἀνάλογον, χωρίς· λέγω δ´ οἷον ὄρνις ὄρνιθος διαφέρει τῷ μᾶλλον ἢ καθ´ ὑπεροχήν (τὸ μὲν γὰρ μακρόπτερον τὸ δὲ βραχύπτερον), ἰχθύες δ´ ὄρνιθος τῷ ἀνάλογον (ὃ γὰρ ἐκείνῳ πτερόν, θατέρῳ λεπίς).
89Aristoteles, De partibus animalium, 1, 4, 5; 9 (auctor 384BC-322BC)
Ἧι μὲν γὰρ οὐσία τὸ τῷ εἴδει ἄτομον, κράτιστον, εἴ τις δύναιτο περὶ τῶν καθ´ ἕκαστον καὶ ἀτόμων τῷ εἴδει θεωρεῖν χωρίς, ὥσπερ περὶ ἀνθρώπου, οὕτω μὴ περὶ ὄρνιθος· ἔχει γὰρ εἴδη τὸ γένος τοῦτο· ἀλλὰ περὶ ὁτουοῦν ὄρνιθος τῶν ἀτόμων, οἷον ἢ στρουθὸς ἢ γέρανος ἤ τι τοιοῦτον.
90Aristoteles, De partibus animalium, 1, 4, 5; 10 (auctor 384BC-322BC)
Ἧι δὲ συμβήσεται λέγειν πολλάκις περὶ τοῦ αὐτοῦ πάθους διὰ τὸ κοινῇ πλείοσιν ὑπάρχειν, ταύτῃ δ´ ἐστὶν ὑπάτοπον καὶ μακρὸν τὸ περὶ ἑκάστου λέγειν χωρίς.
91Aristoteles, De partibus animalium, 1, 5, 9; 16 (auctor 384BC-322BC)
Τὸ δὲ λέγειν χωρὶς περὶ ἑκάστων τῶν καθ´ ἕκαστα, καὶ ἔμπροσθεν εἴπομεν ὅτι πολλάκις συμβήσεται ταὐτὰ λέγειν, ἐπειδὰν λέγωμεν περὶ πάντων τῶν ὑπαρχόντων· ὑπάρχει δὲ πολλοῖς ταὐτά.
92Aristoteles, De partibus animalium, 2, 7, 5; 12 (auctor 384BC-322BC)
Ἐπεὶ δ´ ἅπαντα δεῖται τῆς ἐναντίας ῥοπῆς, ἵνα τυγχάνῃ τοῦ μετρίου καὶ τοῦ μέσου (τὴν γὰρ οὐσίαν ἔχει τοῦτο καὶ τὸν λόγον, τῶν δ´ ἄκρων ἑκάτερον οὐκ ἔχει χωρίς), διὰ ταύτην τὴν αἰτίαν πρὸς τὸν τῆς καρδίας τόπον καὶ τὴν ἐν αὐτῇ θερμότητα μεμηχάνηται τὸν ἐγκέφαλον ἡ φύσις, καὶ τούτου χάριν ὑπάρχει τοῦτο τὸ μόριον τοῖς ζῴοις, τὴν φύσιν ἔχον κοινὴν ὕδατος καὶ γῆς.
93Aristoteles, De partibus animalium, 2, 16, 10; 17 (auctor 384BC-322BC)
Τοῖς γὰρ ὄρνισι, καθάπερ εἴπομεν, διὰ τὴν τροφὴν καὶ τὴν ἀλκὴν τὸ ῥύγχος ὀστῶδές ἐστιν· συνῆκται γὰρ εἰς ἓν ἀντ´ ὀδόντων καὶ χειλῶν, ὥσπερ ἂν εἴ τις ἀφελὼν ἀνθρώπου τὰ χείλη καὶ συμφύσας τοὺς ἄνωθεν ὀδόντας χωρὶς καὶ τοὺς κάτωθεν προαγάγοι μῆκος ποιήσας ἀμφοτέρωθεν εἰς στενόν· εἴη γὰρ ἂν τοῦτο ἤδη ῥύγχος ὀρνιθῶδες.
94Aristoteles, De partibus animalium, 3, 1, 1; 2 (auctor 384BC-322BC)
Τοῖς μὲν οὖν ἄλλοις ἡ τῶν ὀδόντων φύσις κοινὴ μὲν ἐπὶ τὴν τῆς τροφῆς ἐργασίαν ὑπάρχει, χωρὶς δὲ κατὰ γένη τοῖς μὲν ἀλκῆς χάριν, καὶ ταύτης διῃρημένης, ἐπί τε τὸ ποιεῖν καὶ τὸ μὴ πάσχειν· τὰ μὲν γὰρ ἀμφοῖν ἕνεκεν ἔχει, καὶ τοῦ μὴ παθεῖν καὶ τοῦ ποιεῖν, οἷον ὅσα σαρκοφάγα τῶν ἀγρίων τὴν φύσιν ἐστίν, τὰ δὲ βοηθείας χάριν, ὥσπερ πολλὰ τῶν ἀγρίων καὶ τῶν ἡμέρων.
95Aristoteles, De partibus animalium, 4, 5, 17; 45 (auctor 384BC-322BC)
Παρὰ δὲ τὴν κοιλίαν σαρκῶδες μὲν οὐδὲν ἔχουσιν, ὥσπερ εἴρηται, τὰ δὲ καλούμενα ᾠὰ πλείω τὸν ἀριθμὸν ἐν ὑμένι χωρὶς ἕκαστον, καὶ κύκλῳ ἀπὸ τοῦ στόματος μέλαν´ ἄττα διεσπαρμένα χύδην, ἀνώνυμα.
96Aristoteles, De partibus animalium, 4, 12, 3; 11 (auctor 384BC-322BC)
Τὰ μὲν γὰρ μακροσκελῆ μακρόν, τὰ δὲ βραχυσκελῆ βραχὺν ἔχει τὸν αὐχένα χωρὶς τῶν στεγανοπόδων.
97Aristoteles, De sensu et sensibilibus, 1; 10 (auctor 384BC-322BC)
Ἡ δ’ αἴσθησις ὅτι διὰ σώματος γίνεται τῇ ψυχῇ, δῆλον καὶ διὰ τοῦ λόγου καὶ τοῦ λόγου χωρίς.
98Aristoteles, De sensu et sensibilibus, 1; 225 (auctor 384BC-322BC)
Ὅταν δὲ δὴ ἐνυπάρχοντα οὕτω πως ἄττα ᾖ ὥστε καὶ ἐνεργείᾳ αἰσθητὰ εἶναι, καὶ μὴ μόνον ἐν τῷ ὅλῳ ἀλλὰ καὶ χωρὶς ᾖ πεπερασμένα, ἀνάγκη εἶναι τὸν ἀριθμὸν καὶ χρώματα καὶ χυμοὺς καὶ φθόγγους.
99Aristoteles, De sensu et sensibilibus, 1; 234 (auctor 384BC-322BC)
Δοκεῖ δέ τισιν εἶναι ἀπορία καὶ περὶ τούτων· ἀδύνατον γάρ φασί τινες ἄλλον ἄλλῳ τὸ αὐτὸ ἀκούειν ἢ ὁρᾶν καὶ ὀσφραίνεσθαι· οὐ γὰρ οἷόν τ’ εἶναι πολλοὺς καὶ χωρὶς ὄντας ἀκούειν ἢ ὀσφραίνεσθαι· τὸ γὰρ ἓν χωρὶς ἂν αὐτὸ αὑτοῦ εἶναι.
100Aristoteles, De sensu et sensibilibus, 1; 283 (auctor 384BC-322BC)
Εἰ δὲ ὅτι ὡς δύο ὄμματα φαίη τις, οὐδὲν κωλύει, οὕτω καὶ ἐν τῇ ψυχῇ, ὅτι ἴσως ἐκ μὲν τούτων ἕν τι γίνεται καὶ μία ἡ ἐνέργεια αὐτῶν· ἐκεῖ δέ, εἰ μὲν ἓν τὸ ἐξ ἀμφοῖν, ἐκεῖνο τὸ αἰσθανόμενον ἔσται, εἰ δὲ χωρίς, οὐχ ὁμοίως ἕξει.
101Aristoteles, De sophisticis elenchis, 31; 5 (auctor 384BC-322BC)
Ἐν δέ τοῖς δι᾿ ὧν δηλοῦται κατηγορουμένοις τοῦτο λεκτέον, ὡς οὐ τό αὐτό χωρίς καί ἐν τῷ λόγῳ τό δηλούμενον.
102Aristoteles, Ethica Eudemia, 1; 57 (auctor 384BC-322BC)
καλῶς δ' ἔχει καὶ τὸ χωρὶς κρίνειν τὸν τῆς αἰτίας λόγον καὶ τὸ δεικνύμενον, διά τε τὸ ῥηθὲν ἀρτίως, ὅτι προσέχειν οὐ δεῖ πάντα τοῖς διὰ τῶν λόγων, ἀλλὰ πολλάκις μᾶλλον τοῖς φαινομένοις (νῦν δ' ὁπότ' ἂν λύειν μὴ ἔχωσιν, ἀναγκάζονται πιστεύειν τοῖς εἰρημένοις) , καὶ διότι πολλάκις τὸ μὲν ὑπὸ τοῦ λόγου δεδεῖχθαι δοκοῦν ἀληθὲς μὲν ἐστίν, οὐ μέντοι διὰ ταύτην τὴν αἰτίαν δι' ἥν φησιν ὁ λόγος.
103Aristoteles, Ethica Eudemia, 7; 380 (auctor 384BC-322BC)
τὸ δὴ συζῆν αἱρεῖσθαι δόξειε μὲν ἂν εἶναι σκοπουμένοις πως εὔηθες (ἐπὶ τῶν κοινῶν πρῶτον καὶ τοῖς ἄλλοις ζῴοις, οἷον τοῦ συνεσθίειν ἢ τοῦ συμπίνειν· τί γὰρ διαφέρει τὸ πλησίον οὖσι ταῦτα συμβαίνειν ἢ χωρίς, ἂν ἀφέλῃς τὸν λόγον· ἀλλὰ μὴν καὶ τοῦ λόγου κοινωνεῖν τοῦ τυχόντος ἕτερον τοιοῦτον· ἅμα τε οὔτε διδάσκειν οὔτε μανθάνειν τοῖς αὐταρκέσι φίλοις οἷόν τε· μανθάνων μὲν γὰρ αὐτὸς οὐκ ἔχει ὡς δεῖ, διδάσκοντος δ' ὁ φίλος, ἡ δ' ὁμοιότης φιλία) · ἀλλὰ μὴν φαίνεταί γε, καὶ πάντες ἥδιον τῶν ἀγαθῶν μετὰ τῶν φίλων κοινωνοῦμεν, καθ' ὅσον ἐπιβάλλει ἕκαστον καὶ οὗ δύναται ἀρίστου, ἀλλὰ τούτων τῷ μὲν ἡδονῆς σωματικῆς, τῷ δὲ θεωρίας μουσικῆς, τῷ δὲ φιλοσοφίας.
104Aristoteles, Ethica Eudemia, 7; 410 (auctor 384BC-322BC)
ἐπεὶ δ' αἱρετὸν τό τ' εὖ καὶ τὸ ἅμα, δῆλον ὅτι τὸ ἅμα εἶναι μετ' ἐλάττονος ἀγαθοῦ αἱρετώτερόν πως ἢ χωρὶς μετὰ μείζονος.
105Aristoteles, Ethica Eudemia, 7; 412 (auctor 384BC-322BC)
ἐπεὶ δ' εἴ γέ τις ὑπερβολὰς ποιήσει, ὁμολογῶσιν ἅμα κακῶς πράττοντας σφόδρα ἢ εὖ σφόδρα χωρίς.
106Aristoteles, Ethica Eudemia, 8; 67 (auctor 384BC-322BC)
κατὰ μέρος μὲν οὖν περὶ ἑκάστης ἀρετῆς εἴρηται πρότερον· ἐπεὶ δὲ χωρὶς διείλομεν τὴν δύναμιν αὐτῶν, καὶ περὶ τῆς ἀρετῆς διαρθρωτέον τῆς ἐκ τούτων, ἣν ἐκαλοῦμεν ἤδη καλοκἀγαθίαν.
107Aristoteles, Ethica Nicomachea, 8, 16; 12 (auctor 384BC-322BC)
ἅμα δ' ἴσως οὐδείς ποτ' ἂν ἀποστῆναι δοκεῖ μὴ ὑπερβάλλοντος μοχθηρίᾳ· χωρὶς γὰρ τῆς φυσικῆς φιλίας τὴν ἐπικουρίαν ἀνθρωπικὸν μὴ διωθεῖσθαι.
108Aristoteles, Ethica Nicomachea, 10, 2; 6 (auctor 384BC-322BC)
τοιούτῳ δὴ λόγῳ καὶ Πλάτων ἀναιρεῖ ὅτι οὐκ ἔστιν ἡδονὴ τἀγαθόν· αἱρετώτερον γὰρ εἶναι τὸν ἡδὺν βίον μετὰ φρονήσεως ἢ χωρίς, εἰ δὲ τὸ μικτὸν κρεῖττον, οὐκ εἶναι τὴν ἡδονὴν τἀγαθόν· οὐδενὸς γὰρ προστεθέντος αὐτῷ τἀγαθὸν αἱρετώτερον γίνεσθαι.
109Aristoteles, Historia animalium, 1, I 6; 13 (auctor 384BC-322BC)
Διό καί χωρίς λαμβάνοντας ἀνάγκη θεωρεῖν ἑκάστου τήν φύσιν αὐτῶν.
110Aristoteles, Historia animalium, 1, I 11; 17 (auctor 384BC-322BC)
Ἅμα δ’ ἡ ἀνάπνευσις καί ἔκπνευσις γίνεται εἰς τό στῆθος, καί ἀδύνατον χωρίς τοῖς μυκτῆρσιν ἀναπνεῦσαι ἢ ἐκπνεῦσαι, διά τό ἐκ τοῦ στήθους εἶναι τήν ἀναπνοήν καί ἐκπνοήν κατά τόν γαργαρεῶνα, καί μή ἐκ τῆς κεφαλῆς τινί μέρει· ἐνδέχεται δέ καί μή χρώμενον ταύτῃ ζῆν.
111Aristoteles, Historia animalium, 2, II 5; 1 (auctor 384BC-322BC)
Ὁ δ’ ἐλέφας ὀδόντας μέν ἔχει τέτταρας ἐφ’ ἑκάτερα, οἷς κατεργάζεται τήν τροφήν (λεαίνει δ’ ὥσπερ κριμνά), χωρίς δέ τούτων ἄλλους δύο τούς μεγάλους.
112Aristoteles, Historia animalium, 2, II 17; 28 (auctor 384BC-322BC)
Ἐν τούτῳ καί ἡ τροφή ἐγγίνεται, χωρίς δ’ οὐκ ἔχει ἀγγεῖον.
113Aristoteles, Historia animalium, 3, III 19; 18 (auctor 384BC-322BC)
Καί ἐξιόν ἐνίοις οὐ πήγνυται παντελῶς ἢ διωρισμένως καί χωρίς.
114Aristoteles, Historia animalium, 5, V 21; 7 (auctor 384BC-322BC)
Ἔστι δέ τῶν μέν ἄλλων ἡ γένεσις ἐν τοῖς κοίλοις τοῦ κηρίου, οἱ δέ γ’ ἡγεμόνες γίνονται κάτω πρός τῷ κηρίῳ, ἀποκρεμάμενοι χωρίς, ἓξ ἢ ἑπτά, ἐναντίως τῷ ἄλλῳ γόνῳ πεφυκότες.
115Aristoteles, Historia animalium, 5, V 24; 3 (auctor 384BC-322BC)
Χωρίς δέ τοῦ ὑμένος ἐν τῷ πηλῷ ἐγγίνεται κηρός· οὗτος δ’ ὁ κηρός πολύ ἐστιν ὠχρότερος τοῦ τῶν μελιττῶν.
116Aristoteles, Historia animalium, 6, VI 2; 24 (auctor 384BC-322BC)
Ἑκάτερον δέ χωρίς ὑμένι διείληπται ἀπ’ ἀλλήλων.
117Aristoteles, Historia animalium, 6, VI 18; 28 (auctor 384BC-322BC)
Οἱ δ’ ἄρρενες ἵπποι διαγινώσκουσι τάς θηλείας τάς συννόμους ταῖς ὀσμαῖς, κἂν ὀλίγας ἡμέρας ἅμα γένωνται πρό τῆς ὀχείας· κἂν ἀναμιχθῶσιν ἀλλήλοις, ἐξελαύνουσι δάκνοντες, καί νέμονται χωρίς, ἕκαστοι τάς ἑαυτῶν ἔχοντες.
118Aristoteles, Historia animalium, 6, VI 18; 32 (auctor 384BC-322BC)
Ὅλως δέ τά ἄγρια πάντα ἢ τά πλεῖστα οὐ συννέμονται τοῖς θήλεσι πρό τῆς ὥρας τοῦ ὀχεύειν, ἀλλ’ ἐκκρίνονται, ὅταν εἰς ἡλικίαν ἔλθωσι, καί χωρίς βόσκονται τά ἄρρενα τῶν θηλειῶν.
119Aristoteles, Historia animalium, 9, IX 14; 1 (auctor 384BC-322BC)
Ἡ δ’ ἁλκυών ἔστι μέν οὐ πολλῷ μείζων στρουθοῦ, τό δέ χρῶμα καί κυανοῦν ἔχει καί χλωρόν καί ὑποπόρφυρον· μεμιγμένως δέ τοιοῦτον τό σῶμα πᾶν καί αἱ πτέρυγες καί τά περί τόν τράχηλον, οὐ χωρίς ἕκαστον τῶν χρωμάτων· τό δέ ῥύγχος ὑπόχλωρον μέν, μακρόν δέ καί λεπτόν.
120Aristoteles, Historia animalium, 9, IX 40; 29 (auctor 384BC-322BC)
Ἐάν μέν οὖν ὁ ἡγεμών ζῇ, χωρίς φασι τούς κηφῆνας γίγνεσθαι, εἰ δέ μή, ἐν τοῖς τῶν μελιττῶν κυττάροις γεννᾶσθαι ὑπό τῶν μελιττῶν, καί γίγνεσθαι τούτους θυμικωτέρους· διό καί καλεῖσθαι κεντρωτούς, οὐκ ἔχοντας κέντρον, ἀλλ’ ὅτι βούλονται μέν οὐ δύνανται δέ βάλλειν.
121Aristoteles, Magna moralia, 1, 2, 9; 23 (auctor 384BC-322BC)
Ἀλλὰ ἆρά γε οὕτω πως, οἷον χωρὶς αὐτοῦ; ἢ καὶ τοῦτο ἄτοπον; ἡ γὰρ εὐδαιμονία ἐστὶν ἔκ τινων ἀγαθῶν συγκειμένη τὸ δ' ἐξ ὧν ἀγαθῶν σύγκειται, σκοπεῖν εἰ τοῦτ' ἐστὶν βέλτιον, ἄτοπον οὐ γάρ ἐστιν ἄλλο τι χωρὶς τούτων ἡ εὐδαιμονία, ἀλλὰ ταῦτα.
122Aristoteles, Magna moralia, 2, 12, 10; 11 (auctor 384BC-322BC)
οὐκ ἔστιν δὲ χωρὶς τῆς φιλίας ἡ εὔνοια, ἀλλ' ἐν τῷ αὐτῷ διὸ δοκεῖ φιλία εἶναι.
123Aristoteles, Metaphysica, 1, 1; 2 (auctor 384BC-322BC)
σημεῖον δ' ἡ τῶν αἰσθήσεων ἀγάπησις· καὶ γὰρ χωρὶς τῆς χρείας ἀγαπῶνται δι' αὑτάς, καὶ μάλιστα τῶν ἄλλων ἡ διὰ τῶν ὀμμάτων.
124Aristoteles, Metaphysica, 1, 5; 16 (auctor 384BC-322BC)
μέχρι μὲν οὖν τῶν Ἰταλικῶν καὶ χωρὶς ἐκείνων μορυχώτερον εἰρήκασιν οἱ ἄλλοι περὶ αὐτῶν, πλὴν ὥσπερ εἴπομεν δυοῖν τε αἰτίαιν τυγχάνουσι κεχρημένοι, καὶ τούτων τὴν ἑτέραν οἱ μὲν μίαν οἱ δὲ δύο ποιοῦσι, τὴν ὅθεν ἡ κίνησις· οἱ δὲ Πυθαγόρειοι δύο μὲν τὰς ἀρχὰς κατὰ τὸν αὐτὸν εἰρήκασι τρόπον, τοσοῦτον δὲ προσεπέθεσαν ὃ καὶ ἴδιόν ἐστιν αὐτῶν, ὅτι τὸ πεπερασμένον καὶ τὸ ἄπειρον [καὶ τὸ ἓν] οὐχ ἑτέρας τινὰς ᾠήθησαν εἶναι φύσεις, οἷον πῦρ ἢ γῆν ἤ τι τοιοῦτον ἕτερον, ἀλλ' αὐτὸ τὸ ἄπειρον καὶ αὐτὸ τὸ ἓν οὐσίαν εἶναι τούτων ὧν κατηγοροῦνται, διὸ καὶ ἀριθμὸν εἶναι τὴν οὐσίαν πάντων.
125Aristoteles, Metaphysica, 1, 9; 29 (auctor 384BC-322BC)
ἔτι δόξειεν ἂν ἀδύνατον εἶναι χωρὶς τὴν οὐσίαν καὶ οὗ ἡ οὐσία· ὥστε πῶς ἂν αἱ ἰδέαι οὐσίαι τῶν πραγμάτων οὖσαι χωρὶς εἶεν· ἐν δὲ τῷ Φαίδωνι οὕτω λέγεται, ὡς καὶ τοῦ εἶναι καὶ τοῦ γίγνεσθαι αἴτια τὰ εἴδη ἐστίν· καίτοι τῶν εἰδῶν ὄντων ὅμως οὐ γίγνεται τὰ μετέχοντα ἂν μὴ ᾖ τὸ κινῆσον, καὶ πολλὰ γίγνεται ἕτερα, οἷον οἰκία καὶ δακτύλιος, ὧν οὔ φαμεν εἴδη εἶναι· ὥστε δῆλον ὅτι ἐνδέχεται καὶ τἆλλα καὶ εἶναι καὶ γίγνεσθαι διὰ τοιαύτας αἰτίας οἵας καὶ τὰ ῥηθέντα νῦν.
126Aristoteles, Metaphysica, 3, 1; 1 (auctor 384BC-322BC)
ἀνάγκη πρὸς τὴν ἐπιζητουμένην ἐπιστήμην ἐπελθεῖν ἡμᾶς πρῶτον περὶ ὧν ἀπορῆσαι δεῖ πρῶτον· ταῦτα δ' ἐστὶν ὅσα τε περὶ αὐτῶν ἄλλως ὑπειλήφασί τινες, κἂν εἴ τι χωρὶς τούτων τυγχάνει παρεωραμένον.
127Aristoteles, Metaphysica, 3, 2; 24 (auctor 384BC-322BC)
εἰσὶ δέ τινες οἵ φασιν εἶναι μὲν τὰ μεταξὺ ταῦτα λεγόμενα τῶν τε εἰδῶν καὶ τῶν αἰσθητῶν, οὐ μὴν χωρίς γε τῶν αἰσθητῶν ἀλλ' ἐν τούτοις· οἷς τὰ συμβαίνοντα ἀδύνατα πάντα μὲν πλείονος λόγου διελθεῖν, ἱκανὸν δὲ καὶ τὰ τοιαῦτα θεωρῆσαι.
128Aristoteles, Metaphysica, 3, 2; 26 (auctor 384BC-322BC)
ὅλως δὲ τίνος ἕνεκ' ἄν τις θείη εἶναι μὲν αὐτά, εἶναι δ' ἐν τοῖς αἰσθητοῖς· ταὐτὰ γὰρ συμβήσεται ἄτοπα τοῖς προειρημένοις· ἔσται γὰρ οὐρανός τις παρὰ τὸν οὐρανόν, πλήν γ' οὐ χωρὶς ἀλλ' ἐν τῷ αὐτῷ τόπῳ· ὅπερ ἐστὶν ἀδυνατώτερον.
129Aristoteles, Metaphysica, 3, 4; 20 (auctor 384BC-322BC)
21.9-12 καὶ χωρὶς δὲ τούτων δῆλον· εἰ γὰρ μὴ ἦν ἐν τοῖς πράγμασιν, ἓν ἂν ἦν ἅπαντα, ὡς φησίν· ὅταν γὰρ συνέλθῃ, τότε δ' ἔσχατον ἵστατο νεῖκος.
130Aristoteles, Metaphysica, 4, 3; 2 (auctor 384BC-322BC)
φανερὸν δὴ ὅτι μιᾶς τε καὶ τῆς τοῦ φιλοσόφου καὶ ἡ περὶ τούτων ἐστὶ σκέψις· ἅπασι γὰρ ὑπάρχει τοῖς οὖσιν ἀλλ' οὐ γένει τινὶ χωρὶς ἰδίᾳ τῶν ἄλλων.
131Aristoteles, Metaphysica, 4, 4; 11 (auctor 384BC-322BC)
ἔτι δὲ ὁ τοῦτο συγχωρήσας συγκεχώρηκέ τι ἀληθὲς εἶναι χωρὶς ἀποδείξεως [ὥστε οὐκ ἂν πᾶν οὕτως καὶ οὐχ οὕτως ἔχοι].
132Aristoteles, Metaphysica, 4, 5; 73 (auctor 384BC-322BC)
σχεδὸν γὰρ οὗτοι οἱ λόγοι οἱ αὐτοὶ τῷ Ἡρακλείτου· ὁ γὰρ λέγων ὅτι πάντ' ἀληθῆ καὶ πάντα ψευδῆ, καὶ χωρὶς λέγει τῶν λόγων ἑκάτερον τούτων, ὥστ' εἴπερ ἀδύνατα ἐκεῖνα, καὶ ταῦτα ἀδύνατον εἶναι.
133Aristoteles, Metaphysica, 6, 4; 1 (auctor 384BC-322BC)
περὶ μὲν οὖν τοῦ κατὰ συμβεβηκὸς ὄντος ἀφείσθω (διώρισται γὰρ ἱκανῶς) · τὸ δὲ ὡς ἀληθὲς ὄν, καὶ μὴ ὂν ὡς ψεῦδος, ἐπειδὴ παρὰ σύνθεσίν ἐστι καὶ διαίρεσιν, τὸ δὲ σύνολον περὶ μερισμὸν ἀντιφάσεως (τὸ μὲν γὰρ ἀληθὲς τὴν κατάφασιν ἐπὶ τῷ συγκειμένῳ ἔχει τὴν δ' ἀπόφασιν ἐπὶ τῷ διῃρημένῳ, τὸ δὲ ψεῦδος τούτου τοῦ μερισμοῦ τὴν ἀντίφασιν· πῶς δὲ τὸ ἅμα ἢ τὸ χωρὶς νοεῖν συμβαίνει, ἄλλος λόγος, λέγω δὲ τὸ ἅμα καὶ τὸ χωρὶς ὥστε μὴ τὸ ἐφεξῆς ἀλλ' ἕν τι γίγνεσθαι) · οὐ γάρ ἐστι τὸ ψεῦδος καὶ τὸ ἀληθὲς ἐν τοῖς πράγμασιν, οἷον τὸ μὲν ἀγαθὸν ἀληθὲς τὸ δὲ κακὸν εὐθὺς ψεῦδος, ἀλλ' ἐν διανοίᾳ, περὶ δὲ τὰ ἁπλᾶ καὶ τὰ τί ἐστιν οὐδ' ἐν διανοίᾳ· ὅσα μὲν οὖν δεῖ θεωρῆσαι περὶ τὸ οὕτως ὂν καὶ μὴ ὄν, ὕστερον ἐπισκεπτέον· ἐπεὶ δὲ ἡ συμπλοκή ἐστιν καὶ ἡ διαίρεσις ἐν διανοίᾳ ἀλλ' οὐκ ἐν τοῖς πράγμασι, τὸ δ' οὕτως ὂν ἕτερον ὂν τῶν κυρίως (ἢ γὰρ τὸ τί ἐστιν ἢ ὅτι ποιὸν ἢ ὅτι ποσὸν ἤ τι ἄλλο συνάπτει ἢ ἀφαιρεῖ ἡ διάνοια) , τὸ μὲν ὡς συμβεβηκὸς καὶ τὸ ὡς ἀληθὲς ὂν ἀφετέον – τὸ γὰρ αἴτιον τοῦ μὲν ἀόριστον τοῦ δὲ τῆς διανοίας τι πάθος, καὶ ἀμφότερα περὶ τὸ λοιπὸν γένος τοῦ ὄντος, καὶ οὐκ ἔξω δηλοῦσιν οὖσάν τινα φύσιν τοῦ ὄντος – διὸ ταῦτα μὲν ἀφείσθω, σκεπτέον δὲ τοῦ ὄντος αὐτοῦ τὰ αἴτια καὶ τὰς ἀρχὰς ᾗ ὄν.
134Aristoteles, Metaphysica, 7, 5; 3 (auctor 384BC-322BC)
ταῦτα δ' ἐστὶν ἐν ὅσοις ὑπάρχει ἢ ὁ λόγος ἢ τοὔνομα οὗ ἐστὶ τοῦτο τὸ πάθος, καὶ μὴ ἐνδέχεται δηλῶσαι χωρίς, ὥσπερ τὸ λευκὸν ἄνευ τοῦ ἀνθρώπου ἐνδέχεται ἀλλ' οὐ τὸ θῆλυ ἄνευ τοῦ ζῴου· ὥστε τούτων τὸ τί ἦν εἶναι καὶ ὁρισμὸς ἢ οὐκ ἔστιν οὐδενὸς ἤ, εἰ ἔστιν, ἄλλως, καθάπερ εἰρήκαμεν.
135Aristoteles, Metaphysica, 7, 13; 13 (auctor 384BC-322BC)
ὅλως δὲ συμβαίνει, εἰ ἔστιν οὐσία ὁ ἄνθρωπος καὶ ὅσα οὕτω λέγεται, μηθὲν τῶν ἐν τῷ λόγῳ εἶναι μηδενὸς οὐσίαν μηδὲ χωρὶς ὑπάρχειν αὐτῶν μηδ' ἐν ἄλλῳ, λέγω δ' οἷον οὐκ εἶναί τι ζῷον παρὰ τὰ τινά, οὐδ' ἄλλο τῶν ἐν τοῖς λόγοις οὐδέν.
136Aristoteles, Metaphysica, 7, 14; 4 (auctor 384BC-322BC)
εἰ μὲν οὖν τὸ αὐτὸ καὶ ἓν τὸ ἐν τῷ ἵππῳ καὶ τῷ ἀνθρώπῳ, ὥσπερ σὺ σαυτῷ, πῶς τὸ ἓν ἐν τοῖς οὖσι χωρὶς ἓν ἔσται, καὶ διὰ τί οὐ καὶ χωρὶς αὑτοῦ ἔσται τὸ ζῷον τοῦτο· ἔπειτα εἰ μὲν μεθέξει τοῦ δίποδος καὶ τοῦ πολύποδος, ἀδύνατόν τι συμβαίνει, τἀναντία γὰρ ἅμα ὑπάρξει αὐτῷ ἑνὶ καὶ τῷδέ τινι ὄντι· εἰ δὲ μή, τίς ὁ τρόπος ὅταν εἴπῃ τις τὸ ζῷον εἶναι δίπουν ἢ πεζόν· ἀλλ' ἴσως σύγκειται καὶ ἅπτεται ἢ μέμικται· ἀλλὰ πάντα ἄτοπα.
137Aristoteles, Metaphysica, 7, 15; 8 (auctor 384BC-322BC)
εἰ δέ τις φαίη μηδὲν κωλύειν χωρὶς μὲν πάντα πολλοῖς ἅμα δὲ μόνῳ τούτῳ ὑπάρχειν, λεκτέον πρῶτον μὲν ὅτι καὶ ἀμφοῖν, οἷον τὸ ζῷον δίπουν τῷ ζῴῳ καὶ τῷ δίποδι (καὶ τοῦτο ἐπὶ μὲν τῶν ἀϊδίων καὶ ἀνάγκη εἶναι, πρότερά γ' ὄντα καὶ μέρη τοῦ συνθέτου· ἀλλὰ μὴν καὶ χωριστά, εἴπερ τὸ ἄνθρωπος χωριστόν· ἢ γὰρ οὐθὲν ἢ ἄμφω· εἰ μὲν οὖν μηθέν, οὐκ ἔσται τὸ γένος παρὰ τὰ εἴδη, εἰ δ' ἔσται, καὶ ἡ διαφορά) · εἶθ' ὅτι πρότερα τῷ εἶναι· ταῦτα δὲ οὐκ ἀνταναιρεῖται.
138Aristoteles, Metaphysica, 7, 16; 6 (auctor 384BC-322BC)
ἔτι τὸ ἓν πολλαχῇ οὐκ ἂν εἴη ἅμα, τὸ δὲ κοινὸν ἅμα πολλαχῇ ὑπάρχει· ὥστε δῆλον ὅτι οὐδὲν τῶν καθόλου ὑπάρχει παρὰ τὰ καθ' ἕκαστα χωρίς.
139Aristoteles, Metaphysica, 11, 7; 9 (auctor 384BC-322BC)
τούτων γὰρ ὁ μὲν τοῦ σιμοῦ λόγος μετὰ τῆς ὕλης λέγεται τῆς τοῦ πράγματος, ὁ δὲ τοῦ κοίλου χωρὶς τῆς ὕλης· ἡ γὰρ σιμότης ἐν ῥινὶ γίγνεται, διὸ καὶ ὁ λόγος αὐτῆς μετὰ ταύτης θεωρεῖται· τὸ σιμὸν γάρ ἐστι ῥὶς κοίλη.
140Aristoteles, Metaphysica, 11, 8; 12 (auctor 384BC-322BC)
ἡ τύχη δ' αἰτία κατὰ συμβεβηκὸς ἐν τοῖς κατὰ προαίρεσιν τῶν ἕνεκά του γιγνομένοις, διὸ περὶ ταὐτὰ τύχη καὶ διάνοια· προαίρεσις γὰρ οὐ χωρὶς διανοίας.
141Aristoteles, Metaphysica, 11, 10; 10 (auctor 384BC-322BC)
σύνθετον μὲν γὰρ οὐκ ἔσται σῶμα, εἰ πεπέρανται τῷ πλήθει τὰ στοιχεῖα (δεῖ γὰρ ἰσάζειν τὰ ἐναντία καὶ μὴ εἶναι ἓν αὐτῶν ἄπειρον· εἰ γὰρ ὁτῳοῦν λείπεται ἡ θατέρου σώματος δύναμις, φθαρήσεται ὑπὸ τοῦ ἀπείρου τὸ πεπερασμένον· ἕκαστον δ' ἄπειρον εἶναι ἀδύνατον, σῶμα γάρ ἐστι τὸ πάντῃ ἔχον διάστασιν, ἄπειρον δὲ τὸ ἀπεράντως διεστηκός, ὥστ' εἰ τὸ ἄπειρον σῶμα, πάντῃ ἔσται ἄπειρον) · οὐδὲ ἓν δὲ καὶ ἁπλοῦν ἐνδέχεται τὸ ἄπειρον εἶναι σῶμα, οὔθ' ὡς λέγουσί τινες, παρὰ τὰ στοιχεῖα ἐξ οὗ γεννῶσι ταῦτα (οὐκ ἔστι γὰρ τοιοῦτο σῶμα παρὰ τὰ στοιχεῖα· ἅπαν γάρ, ἐξ οὗ ἐστί, καὶ διαλύεται εἰς τοῦτο, οὐ φαίνεται δὲ τοῦτο παρὰ τὰ ἁπλᾶ σώματα) , οὐδὲ πῦρ οὐδ' ἄλλο τῶν στοιχείων οὐθέν· χωρὶς γὰρ τοῦ ἄπειρον εἶναί τι αὐτῶν, ἀδύνατον τὸ ἅπαν, κἂν ᾖ πεπερασμένον, ἢ εἶναι ἢ γίγνεσθαι ἕν τι αὐτῶν, ὥσπερ Ἡράκλειτός φησιν ἅπαντα γίγνεσθαί ποτε πῦρ.
142Aristoteles, Metaphysica, 11, 12; 18 (auctor 384BC-322BC)
ἅμα κατὰ τόπον ὅσα ἐν ἑνὶ τόπῳ πρώτῳ, καὶ χωρὶς ὅσα ἐν ἄλλῳ· ἅπτεσθαι δὲ ὧν τὰ ἄκρα ἅμα· μεταξὺ δ' εἰς ὃ πέφυκε πρότερον ἀφικνεῖσθαι τὸ μεταβάλλον ἢ εἰς ὃ ἔσχατον μεταβάλλει κατὰ φύσιν τὸ συνεχῶς μεταβάλλον.
143Aristoteles, Metaphysica, 13, 1; 3 (auctor 384BC-322BC)
ἐπεὶ δὲ οἱ μὲν δύο ταῦτα γένη ποιοῦσι, τάς τε ἰδέας καὶ τοὺς μαθηματικοὺς ἀριθμούς, οἱ δὲ μίαν φύσιν ἀμφοτέρων, ἕτεροι δέ τινες τὰς μαθηματικὰς μόνον οὐσίας εἶναί φασι, σκεπτέον πρῶτον μὲν περὶ τῶν μαθηματικῶν, μηδεμίαν προστιθέντας φύσιν ἄλλην αὐτοῖς, οἷον πότερον ἰδέαι τυγχάνουσιν οὖσαι ἢ οὔ, καὶ πότερον ἀρχαὶ καὶ οὐσίαι τῶν ὄντων ἢ οὔ, ἀλλ' ὡς περὶ μαθηματικῶν μόνον εἴτ' εἰσὶν εἴτε μὴ εἰσί, καὶ εἰ εἰσὶ πῶς εἰσίν· ἔπειτα μετὰ ταῦτα χωρὶς περὶ τῶν ἰδεῶν αὐτῶν ἁπλῶς καὶ ὅσον νόμου χάριν· τεθρύληται γὰρ τὰ πολλὰ καὶ ὑπὸ τῶν ἐξωτερικῶν λόγων, ἔτι δὲ πρὸς ἐκείνην δεῖ τὴν σκέψιν ἀπαντᾶν τὸν πλείω λόγον, ὅταν ἐπισκοπῶμεν εἰ αἱ οὐσίαι καὶ αἱ ἀρχαὶ τῶν ὄντων ἀριθμοὶ καὶ ἰδέαι εἰσίν· μετὰ γὰρ τὰς ἰδέας αὕτη λείπεται τρίτη σκέψις.
144Aristoteles, Metaphysica, 13, 3; 2 (auctor 384BC-322BC)
ὥσπερ γὰρ καὶ ᾗ κινούμενα μόνον πολλοὶ λόγοι εἰσί, χωρὶς τοῦ τί ἕκαστόν ἐστι τῶν τοιούτων καὶ τῶν συμβεβηκότων αὐτοῖς, καὶ οὐκ ἀνάγκη διὰ ταῦτα ἢ κεχωρισμένον τι εἶναι κινούμενον τῶν αἰσθητῶν ἢ ἐν τούτοις τινὰ φύσιν εἶναι ἀφωρισμένην, οὕτω καὶ ἐπὶ τῶν κινουμένων ἔσονται λόγοι καὶ ἐπιστῆμαι, οὐχ ᾗ κινούμενα δὲ ἀλλ' ᾗ σώματα μόνον, καὶ πάλιν ᾗ ἐπίπεδα μόνον καὶ ᾗ μήκη μόνον, καὶ ᾗ διαιρετὰ καὶ ᾗ ἀδιαίρετα ἔχοντα δὲ θέσιν καὶ ᾗ ἀδιαίρετα μόνον, ὥστ' ἐπεὶ ἁπλῶς λέγειν ἀληθὲς μὴ μόνον τὰ χωριστὰ εἶναι ἀλλὰ καὶ τὰ μὴ χωριστά (οἷον κινούμενα εἶναι) , καὶ τὰ μαθηματικὰ ὅτι ἔστιν ἁπλῶς ἀληθὲς εἰπεῖν, καὶ τοιαῦτά γε οἷα λέγουσιν.
145Aristoteles, Metaphysica, 13, 4; 3 (auctor 384BC-322BC)
Σωκράτους δὲ περὶ τὰς ἠθικὰς ἀρετὰς πραγματευομένου καὶ περὶ τούτων ὁρίζεσθαι καθόλου ζητοῦντος πρώτου (τῶν μὲν γὰρ φυσικῶν ἐπὶ μικρὸν Δημόκριτος ἥψατο μόνον καὶ ὡρίσατό πως τὸ θερμὸν καὶ τὸ ψυχρόν· οἱ δὲ Πυθαγόρειοι πρότερον περί τινων ὀλίγων, ὧν τοὺς λόγους εἰς τοὺς ἀριθμοὺς ἀνῆπτον, οἷον τί ἐστι καιρὸς ἢ τὸ δίκαιον ἢ γάμος· ἐκεῖνος δ' εὐλόγως ἐζήτει τὸ τί ἐστιν· συλλογίζεσθαι γὰρ ἐζήτει, ἀρχὴ δὲ τῶν συλλογισμῶν τὸ τί ἐστιν· διαλεκτικὴ γὰρ ἰσχὺς οὔπω τότ' ἦν ὥστε δύνασθαι καὶ χωρὶς τοῦ τί ἐστι τἀναντία ἐπισκοπεῖν, καὶ τῶν ἐναντίων εἰ ἡ αὐτὴ ἐπιστήμη· δύο γάρ ἐστιν ἅ τις ἂν ἀποδοίη Σωκράτει δικαίως, τούς τ' ἐπακτικοὺς λόγους καὶ τὸ ὁρίζεσθαι καθόλου· ταῦτα γάρ ἐστιν ἄμφω περὶ ἀρχὴν ἐπιστήμης ) · ἀλλ' ὁ μὲν Σωκράτης τὰ καθόλου οὐ χωριστὰ ἐποίει οὐδὲ τοὺς ὁρισμούς· οἱ δ' ἐχώρισαν, καὶ τὰ τοιαῦτα τῶν ὄντων ἰδέας προσηγόρευσαν, ὥστε συνέβαινεν αὐτοῖς σχεδὸν τῷ αὐτῷ λόγῳ πάντων ἰδέας εἶναι τῶν καθόλου λεγομένων, καὶ παραπλήσιον ὥσπερ ἂν εἴ τις ἀριθμῆσαι βουλόμενος ἐλαττόνων μὲν ὄντων οἴοιτο μὴ δυνήσεσθαι, πλείω δὲ ποιήσας ἀριθμοίη· πλείω γάρ ἐστι τῶν καθ' ἕκαστα αἰσθητῶν ὡς εἰπεῖν τὰ εἴδη, περὶ ὧν ζητοῦντες τὰς αἰτίας ἐκ τούτων ἐκεῖ προῆλθον· καθ' ἕκαστόν τε γὰρ ὁμώνυμόν τι ἔστι καὶ παρὰ τὰς οὐσίας, τῶν τε ἄλλων ἓν ἔστιν ἐπὶ πολλῶν, καὶ ἐπὶ τοῖσδε καὶ ἐπὶ τοῖς ἀϊδίοις.
146Aristoteles, Metaphysica, 13, 5; 7 (auctor 384BC-322BC)
ἔτι δόξειεν ἂν ἀδύνατον χωρὶς εἶναι τὴν οὐσίαν καὶ οὗ ἡ οὐσία· ὥστε πῶς ἂν αἱ ἰδέαι οὐσίαι τῶν πραγμάτων οὖσαι χωρὶς εἶεν· ἐν δὲ τῷ Φαίδωνι τοῦτον λέγεται τὸν τρόπον, ὡς καὶ τοῦ εἶναι καὶ τοῦ γίγνεσθαι αἴτια τὰ εἴδη ἐστίν· καίτοι τῶν εἰδῶν ὄντων ὅμως οὐ γίγνεται ἂν μὴ ᾖ τὸ κινῆσον, καὶ πολλὰ γίγνεται ἕτερα, οἷον οἰκία καὶ δακτύλιος, ὧν οὔ φασιν εἶναι εἴδη· ὥστε δῆλον ὅτι ἐνδέχεται κἀκεῖνα, ὧν φασὶν ἰδέας εἶναι, καὶ εἶναι καὶ γίγνεσθαι διὰ τοιαύτας αἰτίας οἵας καὶ τὰ ῥηθέντα νῦν, ἀλλ' οὐ διὰ τὰ εἴδη.
147Aristoteles, Metaphysica, 14, 1; 24 (auctor 384BC-322BC)
ἔτι δὲ τὰ στοιχεῖα οὐ κατηγορεῖται καθ' ὧν στοιχεῖα, τὸ δὲ πολὺ καὶ ὀλίγον καὶ χωρὶς καὶ ἅμα κατηγορεῖται ἀριθμοῦ, καὶ τὸ μακρὸν καὶ τὸ βραχὺ γραμμῆς, καὶ ἐπίπεδόν ἐστι καὶ πλατὺ καὶ στενόν.
148Aristoteles, Metaphysica, 14, 2; 5 (auctor 384BC-322BC)
εἰσὶ δέ τινες οἳ δυάδα μὲν ἀόριστον ποιοῦσι τὸ μετὰ τοῦ ἑνὸς στοιχεῖον, τὸ δ' ἄνισον δυσχεραίνουσιν εὐλόγως διὰ τὰ συμβαίνοντα ἀδύνατα· οἷς τοσαῦτα μόνον ἀφῄρηται τῶν δυσχερῶν ὅσα διὰ τὸ ποιεῖν τὸ ἄνισον καὶ τὸ πρός τι στοιχεῖον ἀναγκαῖα συμβαίνει τοῖς λέγουσιν· ὅσα δὲ χωρὶς ταύτης τῆς δόξης, ταῦτα κἀκείνοις ὑπάρχειν ἀναγκαῖον, ἐάν τε τὸν εἰδητικὸν ἀριθμὸν ἐξ αὐτῶν ποιῶσιν ἐάν τε τὸν μαθηματικόν.
149Aristoteles, Metaphysica, 14, 5; 7 (auctor 384BC-322BC)
ἀλλὰ συνθέσει, ὥσπερ συλλαβή· ἀλλὰ θέσιν τε ἀνάγκη ὑπάρχειν, καὶ χωρὶς ὁ νοῶν νοήσει τὸ ἓν καὶ τὸ πλῆθος.
150Aristoteles, Meteorologica, 1, I 1; 3 (auctor 384BC-322BC)
Διελθόντες δέ περί τούτων, θεωρήσωμεν εἴ τι δυνάμεθα κατά τόν ὑφηγημένον τρόπον ἀποδοῦναι περί ζῴων καί φυτῶν, καθόλου τε καί χωρίς· σχεδόν γάρ τούτων ῥηθέντων τέλος ἂν εἴη γεγονός τῆς ἐξ ἀρχῆς ἡμῖν προαιρέσεως πάσης.
151Aristoteles, Meteorologica, 1, I 6; 9 (auctor 384BC-322BC)
Πᾶσι δέ τούτοις τά μέν κοινῇ συμπίπτει λέγειν ἀδύνατα, τά δέ καί χωρίς.
152Aristoteles, Meteorologica, 2, II 3; 65 (auctor 384BC-322BC)
Ποῖοι δέ χυμοί ἐκ ποίων γίνονται κράσεων, εἴρηται περί αὐτῶν χωρίς ἐν ἄλλοις.
153Aristoteles, Meteorologica, 3, III 1; 19 (auctor 384BC-322BC)
Ἔστι δ’ ἐνίοτε καί τοῖς ὄμμασι θεωρεῖν, οἷον καί νῦν συνέβαινε περί τόν ἐν Ἐφέσῳ ναόν καόμενον· πολλαχῇ γάρ ἡ φλόξ ἐφέρετο συνεχής, ἀποσπωμένη χωρίς.
154Aristoteles, Meteorologica, 4, IV 9; 14 (auctor 384BC-322BC)
Καί τά μέν κατακτά καί θραυστά ἅμα ἢ χωρίς, οἷον ξύλον μέν κατακτόν, θραυστόν δ’ οὔ, κρύσταλλος δέ καί λίθος θραυστόν, κατακτόν δ’ οὔ, κέραμος δέ καί θραυστόν καί κατακτόν.
155Aristoteles, Meteorologica, 4, IV 9; 46 (auctor 384BC-322BC)
Θυμιατά δ’ ἐστί τῶν σωμάτων ὅσα ὑγρότητα ἔχει μέν, οὕτω δ’ ἔχει ὥστε μή ἐξατμίζειν πυρουμένων χωρίς· ἔστι γάρ ἀτμίς ἡ ὑπό θερμοῦ καυστικοῦ εἰς ἀέρα καί πνεῦμα ἔκκρισις ἐξ ὑγροῦ διαντική.
156Aristoteles, Oeconomica, 2; 16 (auctor 384BC-322BC)
χωρὶς δὲ τούτων ὃ πάσαις μὲν ἐπικοινωνεῖται ταῖς οἰκονομίαις καὶ προσήκει σκοπεῖν αὐτὸ μὴ παρέργως, μάλιστα δὲ ταύτῃ, τὸ τἀναλώματα μὴ μείζω τῶν προσόδων γίνεσθαι.
157Aristoteles, Oeconomica, 2; 30 (auctor 384BC-322BC)
ἐν σιτοδείᾳ δὲ γενόμενοι καὶ ἀποροῦντες χρημάτων κατήγαγον τὰ πλοῖα τὰ ἐκ τοῦ Πόντου· χρόνου δὲ γενομένου, τῶν ἐμπόρων ἀγανακτούντων, ἐτέλουν αὐτοῖς τόκους ἐπιδεκάτους, τοῖς δ' ὠνουμένοις τι ἔταξαν χωρὶς τῆς τιμῆς διδόναι τὸ ἐπιδέκατον.
158Aristoteles, Oeconomica, 2; 127 (auctor 384BC-322BC)
ἀπ' οἰκίας δὲ ἑκάστης κελεῦσαι ἅπαντας εἰσενέγκαι τάξαντα ὃ δεῖ, καὶ ἀπὸ τοῦ σώματος ὡσαύτως· τοῦ σίτου τε πωλουμένου χωρὶς τῆς τιμῆς διδόναι τὸν πωλοῦντα καὶ ὠνούμενον ἀπὸ τῆς ἀρτάβης τὸν ὀβολόν· ἀπό τῶν πλοίων τε καὶ ἐργαστηρίων καὶ τῶν ἄλλην τινὰ ἐργασίαν εχόντων τῆς ἐργασίας μέρος τὸ δέκατον κελεῦσαι ἀποτελεῖν.
159Aristoteles, Physica, 1, 6; 15 (auctor 384BC-322BC)
τὸ μὲν οὖν τρία φάσκειν τὰ στοιχεῖα εἶναι ἔκ τε τούτων καὶ ἐκ τοιούτων ἄλλων ἐπισκοποῦσι δόξειεν ἂν ἔχειν τινὰ λόγον, ὥσπερ εἴπομεν, τὸ δὲ πλείω τριῶν οὐκέτι· πρὸς μὲν γὰρ τὸ πάσχειν ἱκανὸν τὸ ἕν, εἰ δὲ τεττάρων ὄντων δύο ἔσονται ἐναντιώσεις, δεήσει χωρὶς ἑκατέρᾳ ὑπάρχειν ἑτέραν τινὰ μεταξὺ φύσιν· εἰ δ' ἐξ ἀλλήλων δύνανται γεννᾶν δύο οὖσαι, περίεργος ἂν ἡ ἑτέρα τῶν ἐναντιώσεων εἴη.
160Aristoteles, Physica, 1, 9; 4 (auctor 384BC-322BC)
ἡμεῖς μὲν γὰρ ὕλην καὶ στέρησιν ἕτερόν φαμεν εἶναι, καὶ τούτων τὸ μὲν οὐκ ὂν εἶναι κατὰ συμβεβηκός, τὴν ὕλην, τὴν δὲ στέρησιν καθ' αὑτήν, καὶ τὴν μὲν ἐγγὺς καὶ οὐσίαν πως, τὴν ὕλην, τὴν δὲ οὐδαμῶς· οἱ δὲ τὸ μὴ ὂν τὸ μέγα καὶ τὸ μικρὸν ὁμοίως, ἢ τὸ συναμφότερον ἢ τὸ χωρὶς ἑκάτερον.
161Aristoteles, Physica, 3, 4; 3 (auctor 384BC-322BC)
πλὴν οἱ μὲν Πυθαγόρειοι ἐν τοῖς αἰσθητοῖς (οὐ γὰρ χωριστὸν ποιοῦσιν τὸν ἀριθμόν), καὶ εἶναι τὸ ἔξω τοῦ οὐρανοῦ ἄπειρον, Πλάτων δὲ ἔξω μὲν οὐδὲν εἶναι σῶμα, οὐδὲ τὰς ἰδέας, διὰ τὸ μηδὲ ποὺ εἶναι αὐτάς, τὸ μέντοι ἄπειρον καὶ ἐν τοῖς αἰσθητοῖς καὶ ἐν ἐκείναις εἶναι· καὶ οἱ μὲν τὸ ἄπειρον εἶναι τὸ ἄρτιον (τοῦτο γὰρ ἐναπολαμβανόμενον καὶ ὑπὸ τοῦ περιττοῦ περαινόμενον παρέχειν τοῖς οὖσι τὴν ἀπειρίαν· σημεῖον δ' εἶναι τούτου τὸ συμβαῖνον ἐπὶ τῶν ἀριθμῶν· περιτιθεμένων γὰρ τῶν γνωμόνων περὶ τὸ ἓν καὶ χωρὶς ὁτὲ μὲν ἄλλο ἀεὶ γίγνεσθαι τὸ εἶδος, ὁτὲ δὲ ἕν), Πλάτων δὲ δύο τὰ ἄπειρα, τὸ μέγα καὶ τὸ μικρόν.
162Aristoteles, Physica, 3, 5; 20 (auctor 384BC-322BC)
ὅλως γὰρ καὶ χωρὶς τοῦ ἄπειρον εἶναί τι αὐτῶν, ἀδύνατον τὸ πᾶν, κἂν ᾖ πεπερασμένον, ἢ εἶναι ἢ γίγνεσθαι ἕν τι αὐτῶν, ὥσπερ Ἡράκλειτός φησιν ἅπαντα γίγνεσθαί ποτε πῦρ (ὁ δ' αὐτὸς λόγος καὶ ἐπὶ τοῦ ἑνός, οἷον ποιοῦσι παρὰ τὰ στοιχεῖα οἱ φυσικοί)· πάντα γὰρ μεταβάλλει ἐξ ἐναντίου εἰς ἐναντίον, οἷον ἐκ θερμοῦ εἰς ψυχρόν.
163Aristoteles, Physica, 4, 1; 8 (auctor 384BC-322BC)
ἔστι δὲ τὰ τοιαῦτα οὐ μόνον πρὸς ἡμᾶς, τὸ ἄνω καὶ κάτω καὶ δεξιὸν καὶ ἀριστερόν· ἡμῖν μὲν γὰρ οὐκ ἀεὶ τὸ αὐτό, ἀλλὰ κατὰ τὴν θέσιν, ὅπως ἂν στραφῶμεν, γίγνεται (διὸ καὶ ταὐτὸ πολλάκις δεξιὸν καὶ ἀριστερὸν καὶ ἄνω καὶ κάτω καὶ πρόσθεν καὶ ὄπισθεν), ἐν δὲ τῇ φύσει διώρισται χωρὶς ἕκαστον.
164Aristoteles, Physica, 4, 3; 15 (auctor 384BC-322BC)
οἷον τὸ λευκὸν ἐν σώματι (ἡ ἐπιφάνεια γὰρ ἐν σώματι), ἡ δ' ἐπιστήμη ἐν ψυχῇ· κατὰ ταῦτα δὲ αἱ προσηγορίαι μέρη ὄντα, ὥς γε ἐν ἀνθρώπῳ (ὁ δὲ ἀμφορεὺς καὶ ὁ οἶνος χωρὶς μὲν ὄντα οὐ μέρη, ἅμα δέ· διὸ ὅταν ᾖ μέρη, ἔσται αὐτὸ ἐν αὑτῷ)· οἷον τὸ λευκὸν ἐν ἀνθρώπῳ ὅτι ἐν σώματι, καὶ ἐν τούτῳ ὅτι ἐν ἐπιφανείᾳ· ἐν δὲ ταύτῃ οὐκέτι κατ' ἄλλο.
165Aristoteles, Physica, 4, 8; 5 (auctor 384BC-322BC)
ὁ δ' αὐτὸς λόγος καὶ πρὸς τοὺς τὸν τόπον οἰομένους εἶναί τι κεχωρισμένον, εἰς ὃν φέρεται· πῶς γὰρ οἰσθήσεται τὸ ἐντεθὲν ἢ μενεῖ; καὶ περὶ τοῦ ἄνω καὶ κάτω καὶ περὶ τοῦ κενοῦ ὁ αὐτὸς ἁρμόσει λόγος εἰκότως· τὸ γὰρ κενὸν τόπον ποιοῦσιν οἱ εἶναι φάσκοντες· καὶ πῶς δὴ ἐνέσται ἢ ἐν [τῷ] τόπῳ ἢ ἐν τῷ κενῷ; οὐ γὰρ συμβαίνει, ὅταν ὅλον τεθῇ ὡς ἐν κεχωρισμένῳ τόπῳ καὶ ὑπομένοντι σῶμά τι· τὸ γὰρ μέρος, ἂν μὴ χωρὶς τιθῆται, οὐκ ἔσται ἐν τόπῳ ἀλλ' ἐν τῷ ὅλῳ.
166Aristoteles, Physica, 4, 14; 17 (auctor 384BC-322BC)
καὶ διὰ τοῦτο αἱ μὲν κινήσεις ἕτεραι καὶ χωρίς, ὁ δὲ χρόνος πανταχοῦ ὁ αὐτός, ὅτι καὶ ὁ ἀριθμὸς εἷς καὶ ὁ αὐτὸς πανταχοῦ ὁ τῶν ἴσων καὶ ἅμα.
167Aristoteles, Physica, 5, 3; 1 (auctor 384BC-322BC)
Μετὰ δὲ ταῦτα λέγωμεν τί ἐστιν τὸ ἅμα καὶ χωρίς, καὶ τί τὸ ἅπτεσθαι, καὶ τί τὸ μεταξὺ καὶ τί τὸ ἐφεξῆς καὶ τί τὸ ἐχόμενον καὶ συνεχές, καὶ τοῖς ποίοις ἕκαστον τούτων ὑπάρχειν πέφυκεν.
168Aristoteles, Physica, 5, 3; 2 (auctor 384BC-322BC)
ἅμα μὲν οὖν λέγω ταῦτ' εἶναι κατὰ τόπον, ὅσα ἐν ἑνὶ τόπῳ ἐστὶ πρώτῳ, χωρὶς δὲ ὅσα ἐν ἑτέρῳ, ἅπτεσθαι δὲ ὧν τὰ ἄκρα ἅμα.
169Aristoteles, Physica, 5, 3; 17 (auctor 384BC-322BC)
τί μὲν οὖν ἐστι τὸ ἅμα καὶ χωρίς, καὶ τί τὸ ἅπτεσθαι, καὶ τί τὸ μεταξὺ καὶ τὸ ἐφεξῆς, καὶ τί τὸ ἐχόμενον καὶ τὸ συνεχές, καὶ τοῖς ποίοις ἕκαστον τούτων ὑπάρχει, εἴρηται.
170Aristoteles, Physica, 6, 3; 4 (auctor 384BC-322BC)
ἀνάγκη δὴ τὸ αὐτὸ εἶναι τὸ νῦν τὸ ἔσχατον ἀμφοτέ ρων τῶν χρόνων· εἰ γὰρ ἕτερον, ἐφεξῆς μὲν οὐκ ἂν εἴη θάτερον θατέρῳ διὰ τὸ μὴ εἶναι συνεχὲς ἐξ ἀμερῶν, εἰ δὲ χωρὶς ἑκάτερον, μεταξὺ ἔσται χρόνος· πᾶν γὰρ τὸ συνεχὲς τοιοῦτον ὥστ' εἶναί τι συνώνυμον μεταξὺ τῶν περάτων.
171Aristoteles, Physica, 8, 1; 8 (auctor 384BC-322BC)
καὶ χωρὶς δὲ τοῦ τῆς κινήσεως ὁρισμοῦ, πᾶς ἂν ὁμολογήσειεν ἀναγκαῖον εἶναι κινεῖσθαι τὸ δυνατὸν κινεῖσθαι καθ' ἑκάστην κίνησιν, οἷον ἀλλοιοῦσθαι μὲν τὸ ἀλλοιωτόν, φέρεσθαι δὲ τὸ κατὰ τόπον μεταβλητόν, ὥστε δεῖ πρότερον καυστὸν εἶναι πρὶν κάεσθαι καὶ καυστικὸν πρὶν κάειν.
172Aristoteles, Physica, 8, 3; 9 (auctor 384BC-322BC)
διαιρεῖται μὲν οὖν τὸ ἀφαιρεθὲν εἰς πλείω, ἀλλ' οὐδὲν αὐτῶν ἐκινήθη χωρίς, ἀλλ' ἅμα.
173Aristoteles, Politica, 1; 79 (auctor 384BC-322BC)
αἴτιον δὲ ταύτης τῆς ἀμφισβητήσεως, καὶ ὃ ποιεῖ τοὺς λόγους ἐπαλλάττειν, ὅτι τρόπον τινὰ ἀρετὴ τυγχάνουσα χορηγίας καὶ βιάζεσθαι δύναται μάλιστα, καὶ ἔστιν ἀεὶ τὸ κρατοῦν ἐν ὑπεροχῇ ἀγαθοῦ τινος, ὥστε δοκεῖν μὴ ἄνευ ἀρετῆς εἶναι τὴν βίαν, ἀλλὰ περὶ τοῦ δικαίου μόνον εἶναι τὴν ἀμφισβήτησιν (διὰ γὰρ τοῦτο τοῖς μὲν ἄνοια δοκεῖν τὸ δίκαιον εἶναι, τοῖς δ' αὐτὸ τοῦτο δίκαιον, τὸ τὸν κρείττονα ἄρχειν) · ἐπεὶ διαστάντων γε χωρὶς τούτων τῶν λόγων οὔτε ἰσχυρὸν οὐθὲν ἔχουσιν οὔτε πιθανὸν ἅτεροι λόγοι, ὡς οὐ δεῖ τὸ βέλτιον κατ' ἀρετὴν ἄρχειν καὶ δεσπόζειν.
174Aristoteles, Politica, 2, 1263A; 44 (auctor 384BC-322BC)
τοῦτο δ' ἄν τις καὶ χωρὶς σκέψαιτο ἀπὸ τῶν περὶ τὰ τέκνα καὶ τὰς γυναῖκας νενομοθετημένων, λέγω [δὲ τὰ περὶ τὴν κτῆσιν] πότερον κἂν ᾖ ἐκεῖνα χωρίς, καθ' ὃν νῦν τρόπον ἔχει πᾶσι, τάς γε κτήσεις κοινὰς εἶναι βέλτιον καὶ τὰς χρήσεις , οἷον τὰ μὲν γήπεδα χωρίς, τοὺς δὲ καρποὺς εἰς τὸ κοινὸν φέροντας ἀναλίσκειν (ὅπερ ἔνια ποιεῖ τῶν ἐθνῶν) , ἢ τοὐναντίον τὴν μὲν γῆν κοινὴν εἶναι καὶ γεωργεῖν κοινῇ, τοὺς δὲ καρποὺς διαιρεῖσθαι πρὸς τὰς ἰδίας χρήσεις (λέγονται δέ τινες καὶ τοῦτον τὸν τρόπον κοινωνεῖν τῶν βαρβάρων) , ἢ καὶ τὰ γήπεδα καὶ τοὺς καρποὺς κοινούς.
175Aristoteles, Politica, 2; 61 (auctor 384BC-322BC)
εὐπρόσωπος μὲν οὖν ἡ τοιαύτη νομοθεσία καὶ φιλάνθρωπος ἂν εἶναι δόξειεν· ὁ γὰρ ἀκροώμενος ἄσμενος ἀποδέχεται, νομίζων ἔσεσθαι φιλίαν τινὰ θαυμαστὴν πᾶσι πρὸς ἅπαντας, ἄλλως τε καὶ ὅταν κατηγορῇ τις τῶν νῦν ὑπαρχόντων ἐν ταῖς πολιτείαις κακῶν ὡς γινομένων διὰ τὸ μὴ κοινὴν εἶναι τὴν οὐσίαν, λέγω δὲ δίκας τε πρὸς ἀλλήλους περὶ συμβολαίων καὶ ψευδομαρτυριῶν κρίσεις καὶ πλουσίων κολακείας· ὧν οὐδὲν γίνεται διὰ τὴν ἀκοινωνησίαν ἀλλὰ διὰ τὴν μοχθηρίαν, ἐπεὶ καὶ τοὺς κοινὰ κεκτημένους καὶ κοινωνοῦντας πολλῷ διαφερομένους μᾶλλον ὁρῶμεν ἢ τοὺς χωρὶς τὰς οὐσίας ἔχοντας· ἀλλὰ θεωροῦμεν ὀλίγους τοὺς ἐκ τῶν κοινωνιῶν διαφερομένους, πρὸς πολλοὺς συμβάλλοντες τοὺς κεκτημένους ἰδίᾳ τὰς κτήσεις.
176Aristoteles, Politica, 2; 100 (auctor 384BC-322BC)
τοῦτο δ' ἄρ' ἐστι καθόλου μᾶλλον, ἐπειδὴ ἔστι σωφρόνως μὲν ταλαιπώρως δὲ ζῆν, ἀλλὰ βελτίων ὅρος τὸ σωφρόνως καὶ ἐλευθερίως (χωρὶς γὰρ ἑκατέρῳ τῷ μὲν τὸ τρυφᾶν ἀκολουθήσει, τῷ δὲ τὸ ἐπιπόνως) , ἐπεὶ μόναι γ' εἰσὶν ἕξεις αἱρεταὶ περὶ τὴν τῆς οὐσίας χρῆσιν αὗται, οἷον οὐσίᾳ πράως μὲν ἢ ἀνδρείως χρῆσθαι οὐκ ἔστιν, σωφρόνως δὲ καὶ ἐλευθερίως ἔστιν, ὥστε καὶ τὰς ἕξεις ἀναγκαῖον περὶ αὐτὴν εἶναι ταύτας.
177Aristoteles, Politica, 2; 108 (auctor 384BC-322BC)
ἐπεὶ δὲ τὴν πᾶσαν οὐσίαν ἐφίησι γίνεσθαι μείζονα μέχρι πενταπλασίας, διὰ τί τοῦτ' οὐκ ἂν εἴη ἐπὶ τῆς γῆς μέχρι τινός· καὶ τὴν τῶν οἰκοπέδων δὲ διαίρεσιν δεῖ σκοπεῖν, μή ποτ' οὐ συμφέρει πρὸς οἰκονομίαν· δύο γὰρ οἰκόπεδα ἑκάστῳ ἔνειμε διελὼν χωρίς, χαλεπὸν δὲ οἰκίας δύο οἰκεῖν.
178Aristoteles, Politica, 2; 128 (auctor 384BC-322BC)
δεῖ δὲ μηδὲ τοῦτο λανθάνειν τοὺς οὕτω νομοθετοῦντας, ὃ λανθάνει νῦν, ὅτι τὸ τῆς οὐσίας τάττοντας πλῆθος προσήκει καὶ τῶν τέκνων τὸ πλῆθος τάττειν· ἐὰν γὰρ ὑπεραίρῃ τῆς οὐσίας τὸ μέγεθος ὁ τῶν τέκνων ἀριθμός, ἀνάγκη τόν γε νόμον λύεσθαι, καὶ χωρὶς τῆς λύσεως φαῦλον τὸ πολλοὺς ἐκ πλουσίων γίνεσθαι πένητας· ἔργον γὰρ μὴ νεωτεροποιοὺς εἶναι τοὺς τοιούτους.
179Aristoteles, Politica, 3; 102 (auctor 384BC-322BC)
μάλιστα μὲν οὖν τοῦτ' ἐστὶ τέλος, καὶ κοινῇ πᾶσι καὶ χωρίς· συνέρχονται δὲ καὶ τοῦ ζῆν ἕνεκεν αὐτοῦ καὶ συνέχουσι τὴν πολιτικὴν κοινωνίαν, ἴσως γὰρ ἔνεστί τι τοῦ καλοῦ μόριον καὶ κατὰ τὸ ζῆν αὐτὸ μόνον· ἂν μὴ τοῖς χαλεποῖς κατὰ τὸν βίον ὑπερβάλῃ λίαν, δῆλον δ' ὡς καρτεροῦσι πολλὴν κακοπάθειαν οἱ πολλοὶ τῶν ἀνθρώπων γλιχόμενοι τοῦ ζῆν, ὡς ἐνούσης τινὸς εὐημερίας ἐν αὐτῷ καὶ γλυκύτητος φυσικῆς.
180Aristoteles, Politica, 3; 140 (auctor 384BC-322BC)
ὁμοίως δ' οὐδ' εἴ τινες οἰκοῖεν χωρὶς μέν, μὴ μέντοι τοσοῦτον ἄπωθεν ὥστε μὴ κοινωνεῖν, ἀλλ' εἴησαν αὐτοῖς νόμοι τοῦ μὴ σφᾶς αὐτοὺς ἀδικεῖν περὶ τὰς μεταδόσεις, οἷον εἰ ὁ μὲν εἴη τέκτων ὁ δὲ γεωργὸς ὁ δὲ σκυτοτόμος ὁ δ' ἄλλο τι τοιοῦτον, καὶ τὸ πλῆθος εἶεν μύριοι, μὴ μέντοι κοινωνοῖεν ἄλλου μηδενὸς ἢ τῶν τοιούτων, οἷον ἀλλαγῆς καὶ συμμαχίας, οὐδ' οὕτω πω πόλις.
181Aristoteles, Politica, 3; 142 (auctor 384BC-322BC)
εἰ γὰρ καὶ συνέλθοιεν οὕτω κοινωνοῦντες (ἕκαστος μέντοι χρῷτο τῇ ἰδίᾳ οἰκίᾳ ὥσπερ πόλει) καὶ σφίσιν αὐτοῖς ὡς ἐπιμαχίας οὔσης βοηθοῦντες ἐπὶ τοὺς ἀδικοῦντας μόνον, οὐδ' οὕτως ἂν εἶναι δόξειεν πόλις τοῖς ἀκριβῶς θεωροῦσιν, εἴπερ ὁμοίως ὁμιλοῖεν συνελθόντες καὶ χωρίς.
182Aristoteles, Politica, 3; 167 (auctor 384BC-322BC)
ἀλλὰ τούτῳ διαφέρουσιν οἱ σπουδαῖοι τῶν ἀνδρῶν ἑκάστου τῶν πολλῶν, ὥσπερ καὶ τῶν μὴ καλῶν τοὺς καλούς φασι, καὶ τὰ γεγραμμένα διὰ τέχνης τῶν ἀληθινῶν, τῷ συνῆχθαι τὰ διεσπαρμένα χωρὶς εἰς ἕν, ἐπεὶ κεχωρισμένων γε κάλλιον ἔχειν τοῦ γεγραμμένου τουδὶ μὲν τὸν ὀφθαλμὸν ἑτέρου δέ τινος ἕτερον μόριον.
183Aristoteles, Politica, 3; 174 (auctor 384BC-322BC)
πάντες μὲν γὰρ ἔχουσι συνελθόντες ἱκανὴν αἴσθησιν, καὶ μιγνύμενοι τοῖς βελτίοσι τὰς πόλεις ὠφελοῦσιν, καθάπερ ἡ μὴ καθαρὰ τροφὴ μετὰ τῆς καθαρᾶς τὴν πᾶσαν ποιεῖ χρησιμωτέραν τῆς ὀλίγης· χωρὶς δ' ἕκαστος ἀτελὴς περὶ τὸ κρίνειν ἐστίν.
184Aristoteles, Politica, 3; 280 (auctor 384BC-322BC)
εἰ δὴ τὴν μὲν τῶν πλειόνων ἀρχὴν ἀγαθῶν δ' ἀνδρῶν πάντων ἀριστοκρατίαν θετέον, τὴν δὲ τοῦ ἑνὸς βασιλείαν, αἱρετώτερον ἂν εἴη ταῖς πόλεσιν ἀριστοκρατία βασιλείας, καὶ μετὰ δυνάμεως καὶ χωρὶς δυνάμεως οὔσης τῆς ἀρχῆς, ἂν ᾖ λαβεῖν πλείους ὁμοίους.
185Aristoteles, Politica, 4; 17 (auctor 384BC-322BC)
ἀλλὰ περὶ μὲν τῆς τοιαύτης κρίσεως ἀφείσθω τὰ νῦν· ἡμῖν δὲ πρῶτον μὲν διαιρετέον πόσαι διαφοραὶ τῶν πολιτειῶν, εἴπερ ἔστιν εἴδη πλείονα τῆς τε δημοκρατίας καὶ τῆς ὀλιγαρχίας, ἔπειτα τίς κοινοτάτη καὶ τίς αἱρετωτάτη μετὰ τὴν ἀρίστην πολιτείαν, κἂν εἴ τις ἄλλη τετύχηκεν ἀριστοκρατικὴ καὶ συνεστῶσα καλῶς, ἀλλ' οὐ ταῖς πλείσταις ἁρμόττουσα πόλεσι, τίς ἐστιν, ἔπειτα καὶ τῶν ἄλλων τίς τίσιν αἱρετή (τάχα γὰρ τοῖς μὲν ἀναγκαία δημοκρατία μᾶλλον ὀλιγαρχίας, τοῖς δ' αὕτη μᾶλλον ἐκείνης) , μετὰ δὲ ταῦτα τίνα τρόπον δεῖ καθιστάναι τὸν βουλόμενον ταύτας τὰς πολιτείας, λέγω δὲ δημοκρατίας τε καθ' ἕκαστον εἶδος καὶ πάλιν ὀλιγαρχίας· τέλος δέ, πάντων τούτων ὅταν ποιησώμεθα συντόμως τὴν ἐνδεχομένην μνείαν, πειρατέον ἐπελθεῖν τίνες φθοραὶ καὶ τίνες σωτηρίαι τῶν πολιτειῶν καὶ κοινῇ καὶ χωρὶς ἑκάστης, καὶ διὰ τίνας αἰτίας ταῦτα μάλιστα γίνεσθαι πέφυκεν.
186Aristoteles, Politica, 4; 190 (auctor 384BC-322BC)
πάλιν δὲ καὶ κοινῇ καὶ χωρὶς περὶ ἑκάστης λέγωμεν περὶ τῶν ἐφεξῆς, λαβόντες ἀρχὴν τὴν προσήκουσαν αὐτῶν.
187Aristoteles, Politica, 4; 231 (auctor 384BC-322BC)
ἢ γὰρ πάντες ἐκ πάντων αἱρέσει, ἢ πάντες ἐκ πάντων κλήρῳ – καί ἢ ἐξ ἁπάντων, ἢ ὡς ἀνὰ μέρος, οἷον κατὰ φυλὰς καὶ δήμους καὶ φατρίας, ἕως ἂν διέλθῃ διὰ πάντων τῶν πολιτῶν, ἢ ἀεὶ ἐξ ἁπάντων, – ἢ καὶ τὰ μὲν οὕτως τὰ δὲ ἐκείνως· πάλιν εἰ τινὲς οἱ καθιστάντες, ἢ ἐκ πάντων αἱρέσει ἢ ἐκ πάντων κλήρῳ, ἢ ἐκ τινῶν αἱρέσει ἢ ἐκ τινῶν κλήρῳ, ἢ τὰ μὲν οὕτως τὰ δὲ ἐκείνως, λέγω δὲ τὰ μὲν [ἐκ πάντων] αἱρέσει τὰ δὲ κληρῷ καὶ τὰ μὲν ἐκ τινῶν αἱρέσει τὰ δὲ κληρῷ· ὥστε δώδεκα οἱ τρόποι γίνονται χωρὶς τῶν δύο συνδυασμῶν.
188Aristoteles, Politica, 5, 1301A; 1 (auctor 384BC-322BC)
περὶ μὲν οὖν τῶν ἄλλων ὧν προειλόμεθα σχεδὸν εἴρηται περὶ πάντων· ἐκ τίνων δὲ μεταβάλλουσιν αἱ πολιτεῖαι καὶ πόσων καὶ ποίων, καὶ τίνες ἑκάστης πολιτείας φθοραί, καὶ ἐκ ποίων εἰς ποίας μάλιστα μεθίστανται, ἔτι δὲ σωτηρίαι τίνες καὶ κοινῇ καὶ χωρὶς ἑκάστης εἰσίν, ἔτι δὲ διὰ τίνων ἂν μάλιστα σῴζοιτο τῶν πολιτειῶν ἑκάστη, σκεπτέον ἐφεξῆς τοῖς εἰρημένοις.
189Aristoteles, Politica, 5; 113 (auctor 384BC-322BC)
περὶ δὲ σωτηρίας καὶ κοινῇ καὶ χωρὶς ἑκάστης πολιτείας ἐχόμενόν ἐστιν εἰπεῖν.
190Aristoteles, Politica, 6; 82 (auctor 384BC-322BC)
τῶν μὲν γὰρ ἀναγκαίων ἀρχῶν χωρὶς ἀδύνατον εἶναι πόλιν, τῶν δὲ πρὸς εὐταξίαν καὶ κόσμον ἀδύνατον οἰκεῖσθαι καλῶς.
191Aristoteles, Politica, 7; 3 (auctor 384BC-322BC)
διὸ δεῖ πρῶτον ὁμολογεῖσθαι τίς ὁ πᾶσιν ὡς εἰπεῖν αἱρετώτατος βίος, μετὰ δὲ τοῦτο πότερον κοινῇ καὶ χωρὶς ὁ αὐτὸς ἢ ἕτερος.
192Aristoteles, Politica, 7; 15 (auctor 384BC-322BC)
ἀδύνατον δὲ καλῶς πράττειν τοῖς μὴ τὰ καλὰ πράττουσιν· οὐθὲν δὲ καλὸν ἔργον οὔτ' ἀνδρὸς οὔτε πόλεως χωρὶς ἀρετῆς καὶ φρονήσεως· ἀνδρεία δὲ πόλεως καὶ δικαιοσύνη καὶ φρόνησις τὴν αὐτὴν ἔχει δύναμιν καὶ μορφὴν ὧν μετασχὼν ἕκαστος τῶν ἀνθρώπων λέγεται δίκαιος καὶ φρόνιμος καὶ σώφρων.
193Aristoteles, Politica, 7, 1324A; 16 (auctor 384BC-322BC)
ἀλλὰ γὰρ ταῦτα μὲν ἐπὶ τοσοῦτον ἔστω πεφροιμιασμένα τῷ λόγῳ· οὔτε γὰρ μὴ θιγγάνειν αὐτῶν δυνατόν, οὔτε πάντας τοὺς οἰκείους ἐπεξελθεῖν ἐνδέχεται λόγους, ἑτέρας γάρ ἐστιν ἔργον σχολῆς ταῦτα· νῦν δὲ ὑποκείσθω τοσοῦτον, ὅτι βίος μὲν ἄριστος, καὶ χωρὶς ἑκάστῳ καὶ κοινῇ ταῖς πόλεσιν, ὁ μετ' ἀρετῆς κεχορηγημένης ἐπὶ τοσοῦτον ὥστε μετέχειν τῶν κατ' ἀρετὴν πράξεων, πρὸς δὲ τοὺς ἀμφισβητοῦντας, ἐάσαντας ἐπὶ τῆς νῦν μεθόδου, διασκεπτέον ὕστερον, εἴ τις τοῖς εἰρημένοις τυγχάνει μὴ πειθόμενος.
194Aristoteles, Politica, 7, 1329A; 125 (auctor 384BC-322BC)
ἐπεὶ δὲ τυγχάνομεν σκοποῦντες περὶ τῆς ἀρίστης πολιτείας, αὕτη δ' ἐστὶ καθ' ἣν ἡ πόλις ἂν εἴη μάλιστ' εὐδαίμων, τὴν δ' εὐδαιμονίαν ὅτι χωρὶς ἀρετῆς ἀδύνατον ὑπάρχειν εἴρηται πρότερον, φανερὸν ἐκ τούτων ὡς ἐν τῇ κάλλιστα πολιτευομένῃ πόλει καὶ τῇ κεκτημένῃ δικαίους ἄνδρας ἁπλῶς, ἀλλὰ μὴ πρὸς τὴν ὑπόθεσιν, οὔτε βάναυσον βίον οὔτ' ἀγοραῖον δεῖ ζῆν τοὺς πολίτας (ἀγεννὴς γὰρ ὁ τοιοῦτος βίος καὶ πρὸς ἀρετὴν ὑπεναντίος) , οὐδὲ δὴ γεωργοὺς εἶναι τοὺς μέλλοντας ἔσεσθαι (δεῖ γὰρ σχολῆς καὶ πρὸς τὴν γένεσιν τῆς ἀρετῆς καὶ πρὸς τὰς πράξεις τὰς πολιτικάς) .
195Aristoteles, Politica, 7, 1329B; 139 (auctor 384BC-322BC)
ἔοικε δὲ οὐ νῦν οὐδὲ νεωστὶ τοῦτ' εἶναι γνώριμον τοῖς περὶ πολιτείας φιλοσοφοῦσιν, ὅτι δεῖ διῃρῆσθαι χωρὶς κατὰ γένη τὴν πόλιν καὶ τό τε μάχιμον ἕτερον εἶναι καὶ τὸ γεωργοῦν.
196Aristoteles, Politica, 7; 163 (auctor 384BC-322BC)
διόπερ ἐν ταῖς εὖ φρονούσαις δεῖ διωρίσθαι πόλεσιν, ἐὰν μὴ πάνθ' ὅμοια μηδ' ἀφθονία τοιούτων ᾖ ναμάτων, χωρὶς τά τε εἰς τροφὴν ὕδατα καὶ τὰ πρὸς τὴν ἄλλην χρείαν.
197Aristoteles, Politica, 7; 174 (auctor 384BC-322BC)
καὶ ταῦτα μὲν δὴ τοῦτον ἄν τις διακοσμήσειε τὸν τρόπον· τὰς δὲ τοῖς θείοις ἀποδεδομένας οἰκήσεις καὶ τὰ κυριώτατα τῶν ἀρχείων συσσίτια ἁρμόττει τόπον ἐπιτήδειόν τε ἔχειν καὶ τὸν αὐτόν, ὅσα μὴ τῶν ἱερῶν ὁ νόμος ἀφορίζει χωρὶς ἤ τι μαντεῖον ἄλλο πυθόχρηστον.
198Aristoteles, Politica, 7, 1331B; 178 (auctor 384BC-322BC)
τὴν δὲ τῶν ὠνίων ἀγορὰν ἑτέραν τε δεῖ ταύτης εἶναι καὶ χωρίς, ἔχουσαν τόπον εὐσυνάγωγον τοῖς τε ἀπὸ τῆς θαλάττης πεμπομένοις καὶ τοῖς ἀπὸ τῆς χώρας πᾶσιν.
199Aristoteles, Politica, 8; 62 (auctor 384BC-322BC)
ἔτι δὲ ἀκροώμενοι τῶν μιμήσεων γίγνονται πάντες συμπαθεῖς, καὶ χωρὶς τῶν ῥυθμῶν καὶ τῶν μελῶν αὐτῶν.
200Aristoteles, Problemata, 3, 31; 4 (auctor 384BC-322BC)
Διὸ καὶ χωρὶς τῆς μέθης, ὅταν ἡ ψυχὴ πάθῃ τι, συμπάσχει καὶ ἡ γλῶττα, οἷον τῶν φοβουμένων.
201Aristoteles, Problemata, 21; 47 (auctor 384BC-322BC)
Διὰ τί τὰ ἄλφιτα μᾶλλον τῷ ὕδατι συμμένει φυρόμενα ἢ τῷ ἐλαίῳ, ὄντι γλισχροτέρῳ; καίτοι κολλητικώτερον τὸ γλίσχρον, τὸ δὲ ἔλαιον τοῦ ὕδατος γλισχρότερον, ἢ ὅτι λεπτότερον τὸ ὕδωρ, ὥστε εἰσέρχεται εἰς ἅπαν καὶ μαλακὰ ποιεῖ, συμφύεταί τε μᾶλλον καὶ συνθλίβεται πρὸς ἄλληλα, καίτοι θλιβόμενα καὶ χωρὶς τῆς τρίψεως.
202Aristoteles, Problemata, 25; 25 (auctor 384BC-322BC)
ὅμοιον δὲ τούτῳ καὶ τὸ ταὐτὸ ἀγγεῖον τήν τε κονίαν καὶ τὸ ὕδωρ χωρεῖν ἅμα, ὅσον ἑκάτερον χωρὶς ἐγχεόμενον.
203Aristoteles, Problemata, 31; 15 (auctor 384BC-322BC)
Διὰ τί οἱ ἐξόφθαλμοι καπνίζονται μᾶλλον; ἢ ὅτι τάχιστα προσπίπτει πρὸς τὰ προέχοντα; Διὰ τί εἰς μὲν τὰ δεξιὰ ἀμφοτέρας τὰς ὄψεις ἅμα διαστρέφειν δυνάμεθα, καὶ εἰς τὰ ἀριστερὰ καὶ πρὸς τὴν ῥῖνα, καὶ εἰς τὸ ἀριστερὸν δὲ ἢ τὸ δεξιὸν τὴν ἑτέραν, ἅμα δὲ εἰς τὸ δεξιὸν καὶ ἀριστερὸν ἀδυνατοῦμεν; ὁμοίως δὲ καὶ εἰς τὸ κάτω καὶ εἰς τὸ ἄνω· ἅμα μὲν γὰρ ἐπὶ ταὐτὸ δυνάμεθα, χωρὶς δὲ οὔ.
204Aristoteles, Rhetorica, 1, 2, 22; 44 (auctor 384BC-322BC)
πρότερον οὖν εἴπωμεν περὶ τῶν εἰδῶν· πρῶτον δὲ λάβωμεν τὰ γένη τῆς ῥητορικῆς, ὅπως διελόμενοι πόσα ἐστίν, περὶ τούτων χωρὶς λαμβάνωμεν τὰ στοιχεῖα καὶ τὰς προτάσεις.
205Aristoteles, Rhetorica, 1, 5, 15; 26 (auctor 384BC-322BC)
ἔστιν δέ τις καὶ χωρὶς ἰσχύος καὶ ὑγιείας ἄλλη δύναμις μακροβιότητος· πολλοὶ γὰρ ἄνευ τῶν τοῦ σώματος ἀρετῶν μακρόβιοί εἰσιν· ἀλλ' οὐδὲν ἡ ἀκριβολογία χρήσιμος ἡ περὶ τούτων εἰς τὰ νῦν.
206Aristoteles, Rhetorica, 1, 6, 7; 7 (auctor 384BC-322BC)
καὶ τὰς ἀρετὰς δὲ ἀνάγκη ἀγαθὸν εἶναι (κατὰ γὰρ ταύτας εὖ τε διάκεινται οἱ ἔχοντες, καὶ ποιητικαὶ τῶν ἀγαθῶν εἰσι καὶ πρακτικαί· περὶ ἑκάστης δὲ καὶ τίς καὶ ποία χωρὶς ῥητέον) , καὶ τὴν ἡδονὴν ἀγαθὸν εἶναι· πάντα γὰρ ἐφίεται τὰ ζῷα αὐτῆς τῇ φύσει· ὥστε καὶ τὰ ἡδέα καὶ τὰ καλὰ ἀνάγκη ἀγαθὰ εἶναι· τὰ μὲν γὰρ ἡδονῆς ποιητικά, τῶν δὲ καλῶν τὰ μὲν ἡδέα τὰ δὲ αὐτὰ καθ' ἑαυτὰ αἱρετά ἐστιν.
207Aristoteles, Rhetorica, 1, 9, 2; 2 (auctor 384BC-322BC)
ἐπεὶ δὲ συμβαίνει καὶ χωρὶς σπουδῆς καὶ μετὰ σπουδῆς ἐπαινεῖν πολλάκις οὐ μόνον ἄνθρωπον ἢ θεὸν ἀλλὰ καὶ ἄψυχα καὶ τῶν ἄλλων ζῴων τὸ τυχόν, τὸν αὐτὸν τρόπον καὶ περὶ τούτων ληπτέον τὰς προτάσεις, ὥστε ὅσον παραδείγματος χάριν εἴπωμεν καὶ περὶ τούτων.
208Aristoteles, Rhetorica, 1, 11, 29; 50 (auctor 384BC-322BC)
183 ὁμοίως δὲ καὶ ἐπεὶ ἡ παιδιὰ τῶν ἡδέων καὶ πᾶσα ἄνεσις, καὶ ὁ γέλως τῶν ἡδέων, ἀνάγκη καὶ τὰ γελοῖα ἡδέα εἶναι, καὶ ἀνθρώπους καὶ λόγους καὶ ἔργα· διώρισται δὲ περὶ γελοίων χωρὶς ἐν τοῖς περὶ ποιητικῆς.
209Aristoteles, Rhetorica, 2, 21, 2; 5 (auctor 384BC-322BC)
294-295 τοῦτο μὲν οὖν γνώμη· προστεθείσης δὲ τῆς αἰτίας καὶ τοῦ διὰ τί ἐνθύμημά ἐστιν τὸ ἅπαν, οἷον χωρὶς γὰρ ἄλλης ἧς ἔχουσιν ἀργίας, φθόνον παρ' ἀστῶν ἀλφάνουσι δυσμενῆ, ευρ.
210Aristoteles, Rhetorica, 2, 23, 3; 10 (auctor 384BC-322BC)
ἔστι δ' ἐν τούτῳ παραλογίσασθαι· εἰ γὰρ δικαίως ἔπαθέν τι, [δικαίως πέπονθεν,] ἀλλ' ἴσως οὐχ ὑπὸ σοῦ· διὸ δεῖ σκοπεῖν χωρὶς εἰ ἄξιος ὁ παθὼν παθεῖν καὶ ὁ ποιήσας ποιῆσαι, εἶτα χρῆσθαι ὁποτέρως ἁρμόττει· ἐνίοτε γὰρ διαφωνεῖ τὸ τοιοῦτον καὶ οὐδὲν κωλύει, ὥσπερ ἐν τῷ Ἀλκμαίωνι τῷ Θεοδέκτου μητέρα δὲ τὴν σὴν οὔ τις ἐστύγει βροτῶν· φησὶ δὲ ἀποκρινόμενος « ἀλλὰ διαλαβόντα χρὴ σκοπεῖν » · ἐρομένης δὲ τῆς Ἀλφεσιβοίας πῶς, ὑπολαβών φησιν τὴν μὲν θανεῖν ἔκριναν, ἐμὲ δὲ μὴ κτανεῖν.
211Aristoteles, Rhetorica, 2, 23, 23; 59 (auctor 384BC-322BC)
ἄλλος ἐλεγκτικός, τὸ τὰ ἀνομολογούμενα σκοπεῖν, εἴ τι ἀνομολογούμενον ἐκ τόπων καὶ χρόνων καὶ πράξεων καὶ λόγων, χωρὶς μὲν ἐπὶ τοῦ ἀμφισβητοῦντος, οἷον « καὶ φησὶ μὲν φιλεῖν ὑμᾶς, συνώμοσεν δὲ τοῖς τριάκοντα » , χωρὶς δ' ἐπ' αὐτοῦ, « καὶ φησὶ μὲν εἶναί με φιλόδικον, οὐκ ἔχει δὲ ἀποδεῖξαι δεδικασμένον οὐδεμίαν δίκην » , χωρὶς δ' ἐπ' αὐτοῦ καὶ τοῦ ἀμφισβητοῦντος, « καὶ οὗτος μὲν οὐ δεδάνεικε πώποτε οὐδέν, ἐγὼ δὲ καὶ πολλοὺς λέλυμαι ὑμῶν » .
212Aristoteles, Rhetorica, 3, 11, 10; 43 (auctor 384BC-322BC)
δεῖ δ' ἀεὶ προσεῖναι [ἢ] τὸ πρὸς ὃν λέγεται [ἢ] ὀρθῶς λέγεσθαι, εἰ τὸ λεγόμενον ἀληθὲς καὶ μὴ ἐπιπόλαιον ἔσται· ἔστιν γὰρ ταῦτα χωρὶς ἔχειν, οἷον « ἀποθνῄσκειν δεῖ μηθὲν ἁμαρτάνοντα » [ἀλλ' οὐκ ἀστεῖον], « τὴν ἀξίαν δεῖ γαμεῖν τὸν ἄξιον » , ἀλλ' οὐκ ἀστεῖον, ἀλλ' ἢ ἐὰν ἅμα ἄμφω ἔχῃ· « ἄξιόν γ' ἀποθανεῖν μὴ ἄξιον ὄντα τοῦ ἀποθανεῖν » .
213Aristoteles, Rhetorica, 3, 19, 5; 16 (auctor 384BC-322BC)
ἢ δὴ οὕτως [ἢ] ἐκ παραβολῆς ἢ κατὰ φύσιν ὡς ἐλέχθη, οὕτως τὰ αὐτοῦ, καὶ πάλιν, ἐὰν βούλῃ, χωρὶς τὰ τοῦ ἐναντίου λόγου.
214Aristoteles, Topica, 1, I 14; 6 (auctor 384BC-322BC)
Ἐκλέγειν δέ χρή καί ἐκ τῶν γεγραμμένων λόγων, τάς δέ διαγραφάς ποιεῖσθαι περί ἑκάστου γένους ὑποτιθέντας χωρίς, οἷον περί ἀγαθοῦ ἢ περί ζῴου καί περί ἀγαθοῦ παντός, ἀρξάμενον ἀπό τοῦ τί ἐστιν.
215Aristoteles, Topica, 8, VIII 13; 5 (auctor 384BC-322BC)
Τρίτον εἴ τις καθόλου δεῖξαι προκειμένου κατά μέρος αἰτήσειεν, οἷον εἰ πάντων τῶν ἐναντίων προκειμένου τῶνδέ τινων ἀξιώσειε· δοκεῖ γάρ καί οὗτος, ὃ μετά πλειόνων ἔδει δεῖξαι, καθ᾿ αὑτό χωρίς αἰτεῖσθαι.
216Aristoteles, Topica, 8, VIII 13; 6 (auctor 384BC-322BC)
Πάλιν εἴ τις διελών αἰτεῖται τό προβληθέν, οἷον εἰ δέον δεῖξαι τήν ἰατρικήν ὑγιεινοῦ καί νοσώδους, χωρίς ἑκάτερον ἀξιώσειεν.
217Auctores varii 013, Epistolae et decreta, 13, 0560B
Εἰ καὶ μάλιστα διὰ προτέρων γραμμάτων ἐδηλώσαμεν, ὅπως ἀμερίμνως, εἰς τὸ ἡμέτερον κομιτάτον παραγένῃ, διά τὸ μάλιστα βουλεύεσθαι ἡμᾶς ἀποστεῖλαί σε εἰς τὰ ἴδια, ὅμως καὶ νῦν ταῦτα τὰ γράμματα, πρὸς τὴν σὴν στεῤῥότητα δεδηλώκαμεν· διὸ, προτρεπόμεθα χωρίς τινος ἀπιστίας καὶ φόβου, ἐπιβῆναί σε δημοσίοις ὀχήμασι καὶ σπουδάσαι πρὸς ἡμᾶς, ἵνα ὧν ἐπιθυμεῖς, ἀπολαῦσαι δυνηθῇς.
218Auctores varii 013, Epistolae et decreta, 13, 0572B
Τὰ γράμματα τῆς σῆς φιλανθρωπίας ἐδεξάμεθα, κύριε θεοφιλέστατε βασιλεῦ, τὰ περιέχοντα διὰ τὴν τῶν δημοσίων ἀνάγκην, τέως μὴ δεδυνῆσθαί σε τοὺς ἡμετέροὺς πρέσβεις θεωρῆσαι· ἡμᾶς δὲ κελεύεις ἐκδέξασθαι τὴν αὐτῶν ἐπάνοδον ἕως ἂν τὰ παρ' ἡμῶν ὁρισθέντα ἀκολούθως τοῖς προγόνοις ἡμῶν ἐπιγνῷ παρ' αὐτῶν ἡ σὴ εὐλάβεια· ἀλλὰ καὶ νῦν διὰ τούτων τῶν γραμμάτων ὁμολογοῦμεν καὶ διαβεβαιούμεθα, μηδαμῶς ἡμᾶς ἀναχωρεῖν τῆς ἡμετέρας προθέσεως· τοῦτο γὰρ καὶ τοῖς πρέσβεσιν ἡμῶν ἐνετειλάμεθα· ἀξιοῦμεν τοίνυν ὅπως γαληναίᾳ τῇ προσόψει, τάτε νῦν γράμματα τῆς ἡμετέρας μετριότητος κελεύσεις ἀναγνωσθῆναι· ἀλλὰ γὰρ κᾀκεῖνα ἃ διὰ τῶν πρέσβεων ἡμῶν ἐνετειλάμεθα ἡδέως ὑπόδεξαι· ἐκεῖνο μέντοι συνορᾷ μεθ' ἡμῶν καὶ ἡ σὴ ἡμερότης, ὅση νῦν ἐστι λύπη καὶ κατήφεια, ὅτι ἐν τοῖς μακαριωτάτοις καιροῖς τοσαῦται ἐκκλησίαι χωρὶς ἐπισκόπων εἰσι· καὶ διὰ τοῦτο πάλιν τὴν σὴν φιλανθρωπίαν ἀξιοῦμεν, κύριε θεοφιλέστατε βασιλεῦ, ὅπως πρὸ τῆς τραχύτητος τῶν χειμώνων, εἴπερ ἀρέσειε τῇ σῇ εὐσεβείᾳ, κελεύσεις ἡμᾶς εἰς τὰς ἡμετέρας ἐκκλησίας ἐπανελθεῖν, ὑπὲρ τοῦ δύνασθαι ἡμᾶς τῷ παντοκράτορι Θεῷ καὶ τῷ δεσπότῃ καὶ σωτῆρι ἡμῶν Χριστῷ, τῷ υἱῷ αὐτοῦ τῷ μονογενεῖ, ὑπὲρ τῆς σῆς βασιλείας, τὰς ἐθίμους εὐχὰς μετὰ τῶν λαῶν ἀποπληροῦν, καθὼς καὶ ἀεὶ ἐπετελέσαμεν καὶ νῦν ἐχόμενοι.
219Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 26; 1
Ἐγένετο δὲ λιμὸς ἐπὶ τῆς γῆς χωρὶς τοῦ λιμοῦ τοῦ πρότερον, ὃς ἐγένετο ἐν τῷ χρόνῳ τῷ Αβρααμ· ἐπορεύθη δὲ Ισαακ πρὸς Αβιμελεχ βασιλέα Φυλιστιιμ εἰς Γεραρα.
220Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 46; 26
πᾶσαι δὲ ψυχαὶ αἱ εἰσελθοῦσαι μετὰ Ιακωβ εἰς Αἴγυπτον, οἱ ἐξελθόντες ἐκ τῶν μηρῶν αὐτοῦ, χωρὶς τῶν γυναικῶν υἱῶν Ιακωβ, πᾶσαι ψυχαὶ ἑξήκοντα ἕξ.
221Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 47; 22
χωρὶς τῆς γῆς τῶν ἱερέων μόνον· οὐκ ἐκτήσατο ταύτην Ιωσηφ, ἐν δόσει γὰρ ἔδωκεν δόμα τοῖς ἱερεῦσιν Φαραω, καὶ ἤσθιον τὴν δόσιν, ἣν ἔδωκεν αὐτοῖς Φαραω· διὰ τοῦτο οὐκ ἀπέδοντο τὴν γῆν αὐτῶν.
222Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 47; 26
καὶ ἔθετο αὐτοῖς Ιωσηφ εἰς πρόσταγμα ἕως τῆς ἡμέρας ταύτης ἐπὶ γῆν Αἰγύπτου τῷ Φαραω ἀποπεμπτοῦν, χωρὶς τῆς γῆς τῶν ἱερέων μόνον· οὐκ ἦν τῷ Φαραω.
223Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 9; 17
καὶ προσήνεγκεν τὴν θυσίαν καὶ ἔπλησεν τὰς χεῖρας ἀπ’ αὐτῆς καὶ ἐπέθηκεν ἐπὶ τὸ θυσιαστήριον χωρὶς τοῦ ὁλοκαυτώματος τοῦ πρωινοῦ.
224Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 6; 21
οὗτος ὁ νόμος τοῦ εὐξαμένου, ὃς ἂν εὔξηται κυρίῳ δῶρον αὐτοῦ κυρίῳ περὶ τῆς εὐχῆς, χωρὶς ὧν ἂν εὕρῃ ἡ χεὶρ αὐτοῦ κατὰ δύναμιν τῆς εὐχῆς αὐτοῦ, ἣν ἂν εὔξηται κατὰ νόμον ἁγνείας.
225Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 17; 14
καὶ ἐγένοντο οἱ τεθνηκότες ἐν τῇ θραύσει τέσσαρες καὶ δέκα χιλιάδες καὶ ἑπτακόσιοι χωρὶς τῶν τεθνηκότων ἕνεκεν Κορε.
226Biblia, Biblia graeca iuxta LXX interpretes, Idc, 20; 15
καὶ ἐπεσκέπησαν οἱ υἱοὶ Βενιαμιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ τῶν πόλεων εἴκοσι καὶ πέντε χιλιάδες ἀνδρῶν σπωμένων ῥομφαίαν χωρὶς τῶν κατοικούντων τὴν Γαβαα· οὗτοι ἐπεσκέπησαν ἑπτακόσιοι ἄνδρες νεανίσκοι ἐκλεκτοὶ
227Biblia, Biblia graeca iuxta LXX interpretes, Idc, 20; 17
καὶ πᾶς ἀνὴρ Ισραηλ ἐπεσκέπησαν χωρὶς τῶν υἱῶν Βενιαμιν τετρακόσιαι χιλιάδες ἀνδρῶν σπωμένων ῥομφαίαν· πάντες οὗτοι ἄνδρες πολεμισταί.
228Biblia, Biblia graeca iuxta LXX interpretes, 3Rg, 5; 30
χωρὶς ἀρχόντων τῶν καθεσταμένων ἐπὶ τῶν ἔργων τῶν Σαλωμων, τρεῖς χιλιάδες καὶ ἑξακόσιοι ἐπιστάται οἱ ποιοῦντες τὰ ἔργα.
229Biblia, Biblia graeca iuxta LXX interpretes, 3Rg, 10; 15
χωρὶς τῶν φόρων τῶν ὑποτεταγμένων καὶ τῶν ἐμπόρων καὶ πάντων τῶν βασιλέων τοῦ πέραν καὶ τῶν σατραπῶν τῆς γῆς.
230Biblia, Biblia graeca iuxta LXX interpretes, Esd, 4; 17
καὶ αὗται ποιοῦσιν τὰς στολὰς τῶν ἀνθρώπων, καὶ αὗται ποιοῦσιν δόξαν τοῖς ἀνθρώποις, καὶ οὐ δύνανται οἱ ἄνθρωποι εἶναι χωρὶς τῶν γυναικῶν.
231Biblia, Biblia graeca iuxta LXX interpretes, Esd, 5; 41
οἱ δὲ πάντες ἦσαν· Ισραηλ ἀπὸ δωδεκαετοῦς χωρὶς παίδων καὶ παιδισκῶν μυριάδες τέσσαρες δισχίλιοι τριακόσιοι ἑξήκοντα· παῖδες τούτων καὶ παιδίσκαι ἑπτακισχίλιοι τριακόσιοι τριάκοντα ἑπτά· ψάλται καὶ ψαλτῳδοὶ διακόσιοι τεσσαράκοντα πέντε·
232Biblia, Biblia graeca iuxta LXX interpretes, Neh, 2; 65
χωρὶς δούλων αὐτῶν καὶ παιδισκῶν αὐτῶν, οὗτοι ἑπτακισχίλιοι τριακόσιοι τριάκοντα ἑπτά· καὶ οὗτοι ᾄδοντες καὶ ᾄδουσαι διακόσιοι·
233Biblia, Biblia graeca iuxta LXX interpretes, Idt, 7; 2
καὶ ἀνέζευξεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ πᾶς ἀνὴρ δυνατὸς αὐτῶν· καὶ ἡ δύναμις αὐτῶν ἀνδρῶν πολεμιστῶν χιλιάδες πεζῶν ἑκατὸν ἑβδομήκοντα καὶ ἱππέων χιλιάδες δέκα δύο χωρὶς τῆς ἀποσκευῆς καὶ τῶν ἀνδρῶν, οἳ ἦσαν πεζοὶ ἐν αὐτοῖς, πλῆθος πολὺ σφόδρα.
234Biblia, Biblia graeca iuxta LXX interpretes, Idt, 8; 6
καὶ ἐνήστευε πάσας τὰς ἡμέρας τῆς χηρεύσεως αὐτῆς χωρὶς προσαββάτων καὶ σαββάτων καὶ προνουμηνιῶν καὶ νουμηνιῶν καὶ ἑορτῶν καὶ χαρμοσυνῶν οἴκου Ισραηλ.
235Biblia, Biblia graeca iuxta LXX interpretes, Sap, 11; 20
καὶ χωρὶς δὲ τούτων ἑνὶ πνεύματι πεσεῖν ἐδύναντο ὑπὸ τῆς δίκης διωχθέντες καὶ λικμηθέντες ὑπὸ πνεύματος δυνάμεώς σου· ἀλλὰ πάντα μέτρῳ καὶ ἀριθμῷ καὶ σταθμῷ διέταξας.
236Biblia, Biblia graeca iuxta LXX interpretes, 4Mac, 2; 8
αὐτίκα γοῦν τῷ νόμῳ πολιτευόμενος, κἂν φιλάργυρός τις ᾖ, βιάζεται τὸν αὑτοῦ τρόπον τοῖς δεομένοις δανείζων χωρὶς τόκων καὶ τὸ δάνειον τῶν ἑβδομάδων ἐνστασῶν χρεοκοπούμενος·
237Biblia, Biblia graeca iuxta LXX interpretes, 4Mac, 5; 9
καὶ γὰρ ἀνόητον τοῦτο, τὸ μὴ ἀπολαύειν τῶν χωρὶς ὀνείδους ἡδέων, καὶ ἄδικον ἀποστρέφεσθαι τὰς τῆς φύσεως χάριτας.
238Biblia, Biblia graeca iuxta LXX interpretes, Bel, 1; 9
εἶπε δὲ Δανιηλ πρὸς τὸν βασιλέα Γινέσθω οὕτως· ἐὰν μὴ παραδείξω ὅτι οὐκ ἔστιν ὁ Βηλ ὁ κατεσθίων ταῦτα, ἀποθανοῦμαι καὶ πάντες οἱ παρ’ ἐμοῦ. ἦσαν δὲ τῷ Βηλ ἱερεῖς ἑβδομήκοντα χωρὶς γυναικῶν καὶ τέκνων.
239Biblia, Novum testamentum graece, Mt, 13; 34
Ταῦτα πάντα ἐλάλησεν ὁ Ἰησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις, καὶ χωρὶς παραβολῆς οὐδὲν ἐλάλει αὐτοῖς·
240Biblia, Novum testamentum graece, Mt, 14; 21
οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων.
241Biblia, Novum testamentum graece, Mt, 15; 38
οἱ δὲ ἐσθίοντες ἦσαν τετρακισχίλιοι ἄνδρες χωρὶς γυναικῶν καὶ παιδίων.
242Biblia, Novum testamentum graece, Mc, 4; 34
χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς, κατ’ ἰδίαν δὲ τοῖς ἰδίοις μαθηταῖς ἐπέλυεν πάντα.
243Biblia, Novum testamentum graece, Lc, 6; 49
ὁ δὲ ἀκούσας καὶ μὴ ποιήσας ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομήσαντι οἰκίαν ἐπὶ τὴν γῆν χωρὶς θεμελίου, ᾗ προσέρηξεν ὁ ποταμός, καὶ εὐθὺς συνέπεσεν, καὶ ἐγένετο τὸ ῥῆγμα τῆς οἰκίας ἐκείνης μέγα.
244Biblia, Novum testamentum graece, Io, 1; 3
πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. ὃ γέγονεν
245Biblia, Novum testamentum graece, Io, 15; 5
ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. ὁ μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ οὗτος φέρει καρπὸν πολύν, ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν.
246Biblia, Novum testamentum graece, Io, 20; 7
καὶ τὸ σουδάριον, ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμενον ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον.
247Biblia, Novum testamentum graece, Rom, 3; 21
Νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη θεοῦ πεφανέρωται, μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν,
248Biblia, Novum testamentum graece, Rom, 3; 28
λογιζόμεθα γὰρ δικαιοῦσθαι πίστει ἄνθρωπον χωρὶς ἔργων νόμου.
249Biblia, Novum testamentum graece, Rom, 4; 6
καθάπερ καὶ Δαυὶδ λέγει τὸν μακαρισμὸν τοῦ ἀνθρώπου ᾧ ὁ θεὸς λογίζεται δικαιοσύνην χωρὶς ἔργων,
250Biblia, Novum testamentum graece, Rom, 7; 8
ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν· χωρὶς γὰρ νόμου ἁμαρτία νεκρά.
251Biblia, Novum testamentum graece, Rom, 7; 9
ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ· ἐλθούσης δὲ τῆς ἐντολῆς ἡ ἁμαρτία ἀνέζησεν,
252Biblia, Novum testamentum graece, Rom, 10; 14
Πῶς οὖν ἐπικαλέσωνται εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς δὲ πιστεύσωσιν οὗ οὐκ ἤκουσαν; πῶς δὲ ἀκούσωσιν χωρὶς κηρύσσοντος;
253Biblia, Novum testamentum graece, 1Cor, 1Cor; 8
ἤδη κεκορεσμένοι ἐστέ· ἤδη ἐπλουτήσατε· χωρὶς ἡμῶν ἐβασιλεύσατε· καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν.
254Biblia, Novum testamentum graece, 1Cor, 1Cor; 11
πλὴν οὔτε γυνὴ χωρὶς ἀνδρὸς οὔτε ἀνὴρ χωρὶς γυναικὸς ἐν κυρίῳ·
255Biblia, Novum testamentum graece, 2Cor, 2Cor; 28
χωρὶς τῶν παρεκτὸς ἡ ἐπίστασίς μοι ἡ καθ’ ἡμέραν, ἡ μέριμνα πασῶν τῶν ἐκκλησιῶν.
256Biblia, Novum testamentum graece, 2Cor, 2Cor; 3
καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον – εἴτε ἐν σώματι εἴτε χωρὶς τοῦ σώματος οὐκ οἶδα, ὁ θεὸς οἶδεν
257Biblia, Novum testamentum graece, Eph, 2; 12
ὅτι ἦτε τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ.
258Biblia, Novum testamentum graece, Phil, 2; 14
πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν,
259Biblia, Novum testamentum graece, 1Tim, 1Tim; 8
Βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ·
260Biblia, Novum testamentum graece, 1Tim, 1Tim; 21
Διαμαρτύρομαι ἐνώπιον τοῦ θεοῦ καὶ Χριστοῦ Ἰησοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίματος, μηδὲν ποιῶν κατὰ πρόσκλισιν.
261Biblia, Novum testamentum graece, Gen, 1; 14
χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ ἀλλὰ κατὰ ἑκούσιον.
262Biblia, Novum testamentum graece, Hebr, 4; 15
οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, πεπειρασμένον δὲ κατὰ πάντα καθ’ ὁμοιότητα χωρὶς ἁμαρτίας.
263Biblia, Novum testamentum graece, Hebr, 7; 7
χωρὶς δὲ πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται.
264Biblia, Novum testamentum graece, Hebr, 7; 20
Καὶ καθ’ ὅσον οὐ χωρὶς ὁρκωμοσίας, οἱ μὲν γὰρ χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς γεγονότες,
265Biblia, Novum testamentum graece, Hebr, 9; 7
εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων,
266Biblia, Novum testamentum graece, Hebr, 9; 18
ὅθεν οὐδὲ ἡ πρώτη χωρὶς αἵματος ἐγκεκαίνισται·
267Biblia, Novum testamentum graece, Hebr, 9; 22
καὶ σχεδὸν ἐν αἵματι πάντα καθαρίζεται κατὰ τὸν νόμον, καὶ χωρὶς αἱματεκχυσίας οὐ γίνεται ἄφεσις.
268Biblia, Novum testamentum graece, Hebr, 9; 28
οὕτως καὶ ὁ Χριστός, ἅπαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας, ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις εἰς σωτηρίαν.
269Biblia, Novum testamentum graece, Hebr, 10; 28
ἀθετήσας τις νόμον Μωϋσέως χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶν μάρτυσιν ἀποθνῄσκει·
270Biblia, Novum testamentum graece, Hebr, 11; 6
χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι, πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ θεῷ ὅτι ἔστιν καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται.
271Biblia, Novum testamentum graece, Hebr, 11; 40
τοῦ θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν.
272Biblia, Novum testamentum graece, Hebr, 12; 8
εἰ δὲ χωρίς ἐστε παιδείας ἧς μέτοχοι γεγόνασιν πάντες, ἄρα νόθοι καὶ οὐχ υἱοί ἐστε.
273Biblia, Novum testamentum graece, Hebr, 12; 14
Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν κύριον,
274Biblia, Novum testamentum graece, Iac, 2; 18
Ἀλλ’ ἐρεῖ τις, Σὺ πίστιν ἔχεις κἀγὼ ἔργα ἔχω. δεῖξόν μοι τὴν πίστιν σου χωρὶς τῶν ἔργων, κἀγώ σοι δείξω ἐκ τῶν ἔργων μου τὴν πίστιν.
275Biblia, Novum testamentum graece, Iac, 2; 20
θέλεις δὲ γνῶναι, ὦ ἄνθρωπε κενέ, ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων ἀργή ἐστιν;
276Biblia, Novum testamentum graece, Iac, 2; 26
ὥσπερ γὰρ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν, οὕτως καὶ ἡ πίστις χωρὶς ἔργων νεκρά ἐστιν.
277Coelestinus I, Epistolae et decreta, 50, 0490A
Φανερῶς οὖν τῇ ἀγάπῃ ὑμῶν, ὅπερ χωρὶς δακρύων οὐ δυνάμεθα εἰπεῖν, ἀπαγγέλλομεν.
278Concilia Carthaginensia, Acta, 3, 1088A (auctor fl. 257)
Ἰδοὺ τισιν ἀναγκάζεται ἡ Ἐκκλεσία συνευδοκεῖν, ἵνα χωρὶς βαπτίσματος καὶ ἀφέσεως ἁμαρτιῶν τοιούτοις συγκοινωνήσῃ.
279Concilia Carthaginensia, Acta, 3, 1088C (auctor fl. 257)
Κρίσης ἀπὸ Κρήτης εἶπε· Καὶ αὐτὸς τοὺς αἱρετεκοὺς καὶ σχισματικοὺς, ὁπόταν εἰς τὴν Ἐκκλησίαν τὴν καθολικὴν ἒλθωσι, μὴ πρότερον δεχθῆναι, πρὶν ἐξορκισθῶσι καὶ βαπτισθῶσι, χωρὶς ἐκείνων τῶν τῇ Ἐκκλησίᾳ βαπτισθέντων καὶ ἀποστάντων.
280Concilia Carthaginensia, Acta, 3, 1092A (auctor fl. 257)
Κάσιος ἀπὸ Κομαζῶν εἶπεν· Ἐπεὶ δύο βαπτίσματα εἶναι οὐ δύναται, ὁ συγχωρῶν τοῖς αἱρετικοῖς βάπτισμα, ἑαυτὸν τοῦ βαπτίσματος ἀποστερει· διὸ ἐπικυρῶ αἱρετικοὺς βαπτίζειν δεῖν, ὅταν πρὸς τὴν Ἐκκλησίαν ἒρχωνται, χωρὶς τῶν τῆς Ἐκκλησίας τῶν πιστῶν χωρισθέντων, καὶ ἑαυτοὺς τῷ σκότει τῆς αἱρέσεως προδόντων, οὓς δεῖ ἐπανελθόντας, μόνῃ τῇ χειροθεσίᾳ προσλαβέσθαι.
281Concilia Carthaginensia, Acta, 3, 1100B (auctor fl. 257)
Αὐρήλιος ἀπὸ Χολλαβῆς εἶπεν· Ἰωάννης ὁ ἀπόστολος ἐν ἐπιστολῇ αὐτοῦ ἔφη· Εἴ τις ἔρχεται πρὸς ὑμᾶς, καὶ τὴν διαδοχὴν τοῦ Θεοῦ οὐ φέρει, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν, καὶ χαίρειν αὐτῷ μὴ λέγετε· ὁ λέγων αὐτῷ χαίρειν, κοινωνεῖ τοῖς λόγοις αὐτοῦ, καὶ τοῖς ἔργοις πονηροῖς· πῶς οὖν τοι εἰσδεχθῆναι εἰς οἰκίαν τοῦ Θεοῦ δύνανται, ἢ πῶς αὐτοῖς χωρὶς τοῦ τῆς Ἐκκλησίας βαπτίσματος κοινωνῆσαι δύναμεθα, εἰ μὴ τοῖς πονηροῖς αὐτῶν ἔργοις κοινωνοῦμεν; Βίκτωρ ἀπὸ Γεμέλλων εἶπεν· Τυφλὸς τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον πεσοῦνται· ἐπεὶ οὖν σαφές ἐστι, μὴ δύνασθαι αἱρετικόν τινα φωτίσαι, ἅτε δὴ τυφλῶν αὐτῶν ὄντων, τῶν τοιούτων τὸ βάπτισμα οὐδέν ἐστι.
282Concilia varia Dionysius Exiguus, Codex canonum ecclesiae universae, 67, 0049A (auctor c.470–c.544)
Ὅσοι δὲ ἀνῆλθον μετὰ ἐσθῆτος πενθικῆς, καὶ ἀναπεσόντες ἔφαγον μεταξὺ δι' ὅλης τῆς ἀνακλίσεως δακρύοντες, εἰ ἐπλήρωσαν τὸν τῆς ὑποπτώσεως τριέτη χρόνον, χωρὶς προσφορᾶς δεχθήτωσαν.
283Concilia varia Dionysius Exiguus, Codex canonum ecclesiae universae, 67, 0049B (auctor c.470–c.544)
Εἰ δὲ μὴ ἔφαγον, δύο ὑποπεσόντες ἔτη, τῷ τρίτῳ κοινωνησάτωσαν χωρὶς προσφορᾶς, ἵνα τὸ τέλειον τῇ τετραετίᾳ λάβωσιν.
284Concilia varia Dionysius Exiguus, Codex canonum ecclesiae universae, 67, 0049C (auctor c.470–c.544)
ΠΠερὶ τῶν ἀπειλῇ μόνον εἰξάντων κολάσεως, καὶ ἀφαιρέσεως ὑπαρχόντων, ἢ μετοικίας, καὶ θυσάντων, καὶ μέχρι τοῦ παρόντος καιροῦ μὴ μετανοησάντων, μηδὲ ἐπιστρεψάντων, νῦν δὲ παρὰ τὸν καιρὸν τῆς συνόδου προσελθόντων, καὶ εἰς διάνοιαν τῆς ἐπιστροφῆς γενομένων· ἔδοξε μέχρι τῆς μεγάλης ἡμέρας εἰς ἀκρόασιν δεχθῆναι, καὶ μετὰ τὴν μεγάλην ἡμέραν ὑpgr;οπεσεῖν τρία ἔτη, καὶ μετὰ ἄλλα δύο [τρία] ἔτη, κοινωνῆσαι χωρὶς προσφορᾶς, καὶ οὕτως ἐλθεῖν ἐπὶ τὸ τέλειον, ὥστε τὴν πᾶσαν ἑξαετίαν πληρῶσαι.
285Concilia varia Dionysius Exiguus, Codex canonum ecclesiae universae, 67, 0049D (auctor c.470–c.544)
Οἱ δὲ δεύτερον καὶ τρίτον θύσαντες μετὰ βίας, τετραετίαν ὑποπεσέτωσαν, δύο δὲ ἔτη χωρὶς προσφορᾶς κοινωνησάτωσαν, καὶ τῷ ἑβδόμῳ τελείως δεχθήτωσαν.
286Concilia varia Dionysius Exiguus, Codex canonum ecclesiae universae, 67, 0049D (auctor c.470–c.544)
Ὅσοι δὲ μὴ μόνον ἀπέστησαν, ἀλλὰ καὶ ἐπανέστησαν καὶ ἠνάγκασαν ἀδελφοὺς, καὶ αἴτιοι ἐγένοντο τοῦ ἀναγκασθῆναι, οὗτοι ἔτη μὲν τρία τὸν τῆς ἀκροάσεως δεξάσθωσαν τόπον, ἐν δὲ ἄλλῇ ἑξαετίᾳ τὸν τῆς ὑποπτώσεως, ἄλλον δὲ ἐνιαυτὸν κοινωνησάτωσαν χωρὶς προσφορᾶς, ἵνα τὴν δεκαετίαν πληρώσαντες, τοῦ τελείου μετάσχωσιν.
287Concilia varia Dionysius Exiguus, Codex canonum ecclesiae universae, 67, 0051A (auctor c.470–c.544)
Χωρεπισκόποις μὴ ἐξεῖναι, πρεσβυτέρους ἢ διακόνους χειροτονεῖν, ἀλλὰ μηδὲ πρεσβυτέρους πόλεως, χωρὶς τοῦ ἐπιτραπῆναι ὑπὸ τοῦ ἐπισκόπου μετὰ γραμμάτων, ἐν ἑτέρᾳ [ἑκάστῃ] παροικί. λδ'.
288Concilia varia Dionysius Exiguus, Codex canonum ecclesiae universae, 67, 0053B (auctor c.470–c.544)
Οἱ καταμαντευόμενοι καὶ ταῖς συνηθείαις τῶν ἐθνῶν κατακολουθοῦντες [ἐξακολουθοῦντες], ἢ εἰσάγοντές τινας εἰς τοὺς ἑαυτῶν οἴκους ἐπὶ ἀνευρέσει φαρμακειῶν, ἢ καὶ καθάρσει, ὑπὸ τὸν κανονα πιπτέτωσαν τῆς πενταετίας κατὰ τοὺς βαθμοὺς ὡρισμένους· τρία ἔτη ὑποπτώσεως, καὶ δύο ἔτη εὐχῆς χωρὶς προσφορᾶς.
289Concilia varia Dionysius Exiguus, Codex canonum ecclesiae universae, 67, 0041D (auctor c.470–c.544)
Καθόλου δὲ πρόδηλον ἐκεῖνο, ὅτι εἴ τις χωρὶς γνώμης τοῦ μητροπολίτου γένοιτο ἐπίσκοπος, τὸν τοιοῦτον ἡ μεγάλη σύνοδος ὥρισε μὴ δεῖν εἶναι ἐπίσκοπον.
290Concilia varia Dionysius Exiguus, Codex canonum ecclesiae universae, 67, 0043C (auctor c.470–c.544)
Περὶ τῶν παραβάντων χωρὶς ἀνάγκης, ἢ χωρὶς ἀφαιρέσεως ὑπερχόντων, ἢ χωρὶς κινδύνου, ἤ τινος τοιούτου, ὃ γέγονεν ἐπὶ τῆς τυραννίδος Λικινίου· ἔδοξε τῇ συνόδῳ, εἰ καὶ ἀνάξιοι ἦσαν φιλανθρωπίας, ὅμως χρηστεύσασθαι εἰς αὐτούς.
291Concilia varia Dionysius Exiguus, Codex canonum ecclesiae universae, 67, 0043C (auctor c.470–c.544)
Ὅσοι οὖν γνησίως μεταμελῶνται, τρία ἔτη ἐν ἀκροωμένοις ποιήσουσιν οἱ πιστοὶ, καὶ ἑπτὰ ἔτη ὑποπεσοῦνται· δύο δὲ ἔτη χωρὶς προσφορᾶς, κοινωνήσουσι τῷ λαῷ τῶν προσευχῶν.
292Concilia varia Dionysius Exiguus, Codex canonum ecclesiae universae, 67, 0055 (auctor c.470–c.544)
Εἴ τις ἐσθίοντα κρέα, χωρὶς αἵματος, καὶ εἰδωλοθύτου καὶ πνικτοῦ, μετ' εὐλαβείας καὶ πίστεως, κατακρίνει, ὡς ἂν διὰ τὸ μεταλαμβάνειν, ἐλπίδα μὴ ἔχοντα, ἀνάθεμα ἔστω.
293Concilia varia Dionysius Exiguus, Codex canonum ecclesiae universae, 67, 0059A (auctor c.470–c.544)
Εἴ τις τῶν ἀσκουμένων, χωρὶς σωματικῆς ἀνάγκης ὑπερηφανεύοιτο, καὶ τὰς παραδεδομένας νηστείας εἰς τὸ κοινὸν, καὶ φυλασσομένας ὑπὸ τῆς ἐκκλησίας παραλύει, ἀποκυροῦντος [Zon. ὑποικουροῦντος] ἐν αὐτῷ τελείου λογισμοῦ, ἀνάθεμα ἔστω.
294Concilium Constantinopolitanum, Epistola synodica, 13, 1198C
Ἐπειδὴ μέντοι τὴν ἀδελφικὴν περὶ ἡμᾶς ἀγάπην ἐπιδεικνύμενοι, σύνοδον ἐπὶ τῆς Ῥώμης Θεοῦ βουλήσει συγκροτοῦντες, καὶ ἡμᾶς ὡς οἰκεῖα μέλη προσεκαλέσασθε διὰ τῶν τοῦ θεοφιλεστάτου βασιλέως γραμμάτων, ἵν' ἐπειδὴ τότε τὰς θλίψεις μόνοι κατεδικάσθημεν, νῦν ἐν τῇ τῶν αὐτοκρατόρων περὶ τὴν εὐσέβειαν συμφωνία, μὴ χωρὶς ἡμῶν βασιλεύσητε, ἀλλὰ καὶ ἡμεῖς ὑμῖν κατὰ τὴν ἀποστολικὴν φωνὴν συμβασιλεύσωμεν; εὐχὴ μὲν ἦν ἡμῖν, εἰ δυνατὸν, ἅπασιν ἀθρόως καταλιποῦσι τὰς ἐκκλησίας, τῷ πόθῳ ἢ τῇ χρείᾳ χαρίσασθαι.
295Constantinus I, Conciones, 8, 0402C (auctor c.272–337)
ἀλλ' οὐδὲ τοῦτο χωρὶς βίας καὶ ὠμότητος· ἐξαιρέτως ὅτι τῇ τῶν χυδαίων δήμων ἀπροόπτῳ φορᾷ ἡ τῶν δυναστευόντων γνώμη συνελάμβανε, μᾶλλον δὲ τῆς ἀκαίρου μανίας αὕτη καθηγεῖτο.
296Constantinus I, Conciones, 8, 0430B (auctor c.272–337)
ἐπεὶ δὲ κοσμικῶ σώματι πλησιάζειν, ἔν τε γῇ χρονίζειν ἔμελλε, τῆς χρείας τοῦτο ἀπαιτούσης, νόθην τινὰ γένεσιν ἑαυτοῦ ἐμηχανήσατο· χωρίς γάρ τοι γάμων, σύλληψις· καὶ ἁλνῆς παρθενίας εἰλείθυια· καὶ Θεοῦ μήτηρ κόρη.
297Constantinus I, Decreta et constitutiones, 8, 0282C (auctor c.272–337)
ὑπὲρ δὲ τοῦ τῆς θεραπείας ταύτης καὶ ἀναγκαίαν γενέσθαι τὴν ἰσχὺν προσετάξαμεν καθὼς προείρηται, ὑπὸ πάντα τὰ τῆς δεισιδαιμονίας ὑμῶν συνέδρια, πάντων φημί τῶν αἱρετικῶν τοὺς εὐκτηρίους, εἴγε εὐκτηρίους ὀνομάζειν οἴκους προσήκει, ἀφαιρεθέντας ἀναντιῤῥήτος, τῇ καθολικῇ Ἐκκλησίᾳ χωρίς τινὸς ὑπερθέσεως παραδοθῆναι.
298Constantinus I, Epistolae, 8, 0543A (auctor c.272–337)
εἰ δέ τι παρὰ τὸ προσταχθέν γενέσθαι συμβαίη, χωρίς τινος μελλήσεως τῇ ἡμετέρᾳ ἡμερότητι δι' ὑμετέρων δηλαδὴ γραμμάτων γνωρισθῆναι πρέπεε· ἵνα τὸν ἁλισκόμενον, ὡς παρανομήσαντα, τὴν ἀνωτάτω κόλασιν ὑποστῆναι προστάξωμεν.
299Constantinus I, Epistolae, 8, 0515C (auctor c.272–337)
χωρὶς δὲ τούτων καθ' ἑκάστην δήπουθεν ἡμέραν ἀμαρτήματα ἐν τῷ κόσμῳ γίνεται· καὶ ὃμως ὁ Θεὸς πάρεστι, καὶ τὰ τὴς δίκης οὐχ ὑστερίζει.
300Constantinus I, Epistolae, 8, 0562D (auctor c.272–337)
ἐπειδὴ δ' οὐχ ὑγιοῦς φιλονεικίας οἴστρῳ τινὲς ἐλαυνόμενοι, οὐ γάρ ἂν εἴποιμι βίοῦντες ἑαυτῶν ἀναξίως τὰ πάντα συγχέειν ἐπιχειροῦσιν, ὅπερ πάσης συμφορᾶς ἐπέκεινα κεχωρηκέναι μοι δοκεῖ, τούτου χάριν θέοντας ὑμᾶς, τὸ τοῦ λόγου, προτρέπομαι χωρίς τινος ὑπερθέσεως εἰς ταὐτὸ συνδραμεῖν, καὶ πληρῶσαι τὴν συνόδον, ἐπαμῦναι τοῖς χρῄζουσιν ἐπικουρίας τοὺς ἀδελφοὺς ἰατρεῦσαι κινδυνεύοντας, εἰς ὁμόνοιαν ἐπαναγαγεῖν τὰ διεστῶτα τῶν μελῶν, διορθώσασθαι τὰ πλημμελουμενα ὡς καιρὸς ἐπιτρέπει; ἵνα ταῖς τοσαύταις ἐπαρχίαις τὴν πρέπουσαν ἀποδῶτε συμφωνίαν, ἣν, φεῦ τῆς ἀτοπὶας.
301Desiderius Erasmus, Adagia, Chiliades, 1, 120; 14 (opus 1508)
Theognis ait amicitiam cohaerere inter aequales, vicinos et senes: Πάντες μέν τιμῶσιν ὁμῶς, ἴσοι οἵ τε κατ’ αὐτόν Οἰκοῦσιν χωρίς, οἵ τε παλαιότεροι, id est Omnes hi sese venerantur amantque vicissim, Vicini, aequales viribus atque senes.
302Desiderius Erasmus, Adagia, Chiliades, 1, 766; 14 (opus 1508)
Ad eumdem modum Euripides citante Plutarcho: Ὀυκ ἅν γένοιτο χωρίς ἐσθλά καί κακά, Ἀλλ’ ἔστι τις σύγκρασις, id est Bona separare non licet malis, sed est Mixtura quaedam.
303Desiderius Erasmus, Adagia, Chiliades, 2, 1153; 7 (opus 1508)
Sophocles in Electra: Πόνου τοι χωρίς οὐδέν εὐτυχεῖ, id est, Citra laborem nihil bene est.
304Desiderius Erasmus, Adagia, Chiliades, 3, 2090; 10 (opus 1508)
Ac mox Μετά σεῖο, μάκαιρα ὑγίεια, τέθηλε πάντα, καί λάμπει χαρίτων ἔαρ, σέθεν δέ χωρίς οὔ τις εὐδαίμων, id est Tecum, diva sanitas, florent omnia, ac renidet gratiarum ver.
305Desiderius Erasmus, Adagia, Chiliades, 3, 2642; 1 (opus 1508)
Aristophanes in Pace: Ἡ γλῶττα χωρίς τέμνεται, id est Lingua ipsa seorsum inciditur.
306Dionysius papa, Epistola I, 5, 0116A
ἦν ἄρα καιρὸς, ὅτε χωρὶς τούτων ἦν ὁ Θεός· ἀτοπώτατον δὲ τοῦτο· καὶ τί ἂν ἐπὶ πλέον περὶ τούτων πρὸς ὑμᾶς διαλεγοίμην, πρὸς ἄνδρας πνευματοφόρους καὶ σαφῶς ἐπισταμένους τὰς ἀτοπίας τὰς ἐκ τοῦ ποίημα λέγειν τὸν Υἱὸν ἀνακυπτούσας, αἷς μοι δοκοῦσι μὴ προςεσχηκέναι τὸν νοῦν οἱ καθηγησάμενοι τῆς δόξης ταύτης καὶ διὰ τοῦτο κομιδῆ τοῦ ἀληθοῦς διημαρτηκέναι, ἑτέρως ἢ βούλεται ταύτῃ ἡ θεία καὶ προφητικὴ Γραφὴ, τὸ, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, ἐκδεξάμενοι.
307Dositheus, Ars, p. 69, l. 3 (auctor c.350)
sunt praepositiones quae ablatiuo casui seruiunt, ut ἀπό a, ἀπό ab abs, μετά cum, ἐπί coram, περί de, ἐκ ἀπό ex, ἐν in, ὑπέρ pro, διά prae, ἄνευ χωρίς sine, περί super, ὑπό sub, μέχρι tenus; utriusque casus, in sub super subter, ut πρὸς Σακέρδωτα ad Sacerdotem πρὸ τοῦ βήματος ante tribunal, περὶ τὴν σχολήν circa scholam, περὶ τὰ τείχη circum muros, ἐντὸς Ῥήνου cis Renum, κατέναντι τοῦ Τιβέρεως contra Tiberim, ἐντὸς ὅρου citra terminum, περὶ τὰ τέκνα erga filios, ἐκτὸς πόλεως extra ciuitatem, ἐντὸς τειχῶν intra muros, μεταξὺ φίλων inter amicos, ἐγγὺς τῆς βασιλικῆς iuxta basilicam, ὑπὸ τῇ πόλει infra muros, κατὰ πατροκτόνου in parricidam, διὰ τὴν ὀργήν ob iram, μετὰ χρόνον post tempus, δι᾽ ἐκεῖνον propter illum, ὀπίσω ἐκείνου pone illum, παρεκτὸς ἐμοῦ praeter me, ὑπὸ τὴν κλίνην subtus lectum, ὑπὸ σκιάν sub umbram, ἐπάνω ἐπὶ τοῦ βουνοῦ super collem, ὑπὲρ τὴν τύχην supra fortunam, πέραν τοῦ Τιβέρεως trans Tiberim, μέχρι θαλάσσης usque ad mare, ὑπὲρ τὴν ἡλικίαν ultra aetatem; ablatiui casus sunt, διὰ τοῦ πολέμου prae bello, χωρὶς τοῦ παιδός sine puero, μέχρι ἥβης tenus pube; communes, κατὰ πατροκτόνου in parricidam, ἐν ἀγρῷ in agro, εἰς ἀγρόν in agrum, περὶ Πριάμου super Priamo, ἐπάνω βουνοῦ super collem, ὑπὸ τῇ στέγῃ sub tecto, ὑπὸ τὴν σκιάν sub umbram.
308Dositheus, Hermeneumata Leidensia, III, 1; 2 (auctor c.350)
Ἤδη οὖν ἀρξώμεθα ἑρμηνεύειν, καθὼς δυνάμεθα διδάσκειν κάλλιστα˙ ἀλλὰ τὰ κεφάλαια τῶν ὀνομάτων καὶ ῥημάτων ἑνὸς ἑκάστου [...] ταῦτα ἔσονται θείου Ἀδριανοῦ ἀποφάσεις καὶ ἐπιστολαί, ἐξ ὧν μείζων εὐχρηστία ἀκολουθεῖ ἀνθρώποις, ἀπὸ τούτου τοῦ ἄρχοντος ἐγένετο καὶ λαλιότης, διὸ ἀναγκαίως εἰσὶν ἀναγνωστέα καὶ μνήμῃ παραδοτέα, εἰ μέντοι θέλομεν Ῥωμαιστὶ λαλεῖν ἢ Ἑλληνιστὶ χωρὶς αἰτίας˙ οὕτως ἀρξώμεθα.
309Dositheus, Hermeneumata Leidensia, III, 3; 60 (auctor c.350)
Γυνὴ χωρὶς ἐπιτρόπου αὐθεντίας ἐλευθερῶσαι οὐ δύναται, ἐκτὸς εἰ μὴ δίκαιον τέκνων ἔχοι˙ τότε γὰρ ἐκ προσαγωγῆς χωρὶς ἐπιτρόπου δύναται ἐλευθερῶσαι.
310Dositheus, Hermeneumata Leidensia, III, 5; 6 (auctor c.350)
Βροντήσαντος δὲ τοῦ οὐρανοῦ οὐκ ἄτερ δειλίας οἱ Ἕλληνες ἐκοιμήθησαν˙ Ποσειδῶν γὰρ τῷ Διὶ εἰρήκει, ὅτι χωρὶς εὐχῆς οἱ Ἕλληνες τεῖχος ἤγειραν, καὶ ὁ Ζεὺς αὐτοῖς μήτι προχωρήσειν τοῦτο κατένευσεν.
311Euclides, Elementa, 9, prop., 10; 1 (auctor fl.300BC)
Ἐὰν ἀπὸ μονάδος ὁποσοιοῦν ἀριθμοὶ [ἑξῆς] ἀνάλογον ὦσιν, ὁ δὲ μετὰ τὴν μονάδα μὴ ᾖ τετράγωνος, οὐδ' ἄλλος οὐδεὶς τετράγωνος ἔσται χωρὶς τοῦ τρίτου ἀπὸ τῆς μονάδος καὶ τῶν ἕνα διαλειπόντων πάντων.
312Euclides, Elementa, 9, prop., 10; 2 (auctor fl.300BC)
καὶ ἐὰν ὁ μετὰ τὴν μονάδα κύβος μὴ ᾖ, οὐδὲ ἄλλος οὐδεὶς κύβος ἔσται χωρὶς τοῦ τετάρτου ἀπὸ τῆς μονάδος καὶ τῶν δύο διαλειπόντων πάντων.
313Euclides, Elementa, 9, prop., 10; 3 (auctor fl.300BC)
Ἔστωσαν ἀπὸ μονάδος ἑξῆς ἀνάλογον ὁσοιδηποτοῦν ἀριθμοὶ οἱ Α, Β, Γ, Δ, Ε, Ζ, ὁ δὲ μετὰ τὴν μονάδα ὁ Α μὴ ἔστω τετράγωνος· λέγω, ὅτι οὐδὲ ἄλλος οὐδεὶς τετράγωνος ἔσται χωρὶς τοῦ τρίτου ἀπὸ τῆς μονάδος [καὶ τῶν ἕνα διαλειπόντων].
314Euclides, Elementa, 9, prop., 10; 9 (auctor fl.300BC)
ὁμοίως δὴ δείξομεν, ὅτι οὐδ' ἄλλος οὐδεὶς τετράγωνός ἐστι χωρὶς τοῦ τρίτου ἀπὸ τῆς μονάδος καὶ τῶν ἕνα διαλειπόντων.
315Euclides, Elementa, 9, prop., 10; 11 (auctor fl.300BC)
λέγω, ὅτι οὐδ' ἄλλος οὐδεὶς κύβος ἔσται χωρὶς τοῦ τετάρτου ἀπὸ τῆς μονάδος καὶ τῶν δύο διαλειπόντων.
316Euclides, Elementa, 9, prop., 10; 20 (auctor fl.300BC)
ὁμοίως δὴ δείξομεν, ὅτι οὐδ' ἄλλος οὐδεὶς κύβος ἐστὶ χωρὶς τοῦ τετάρτου ἀπὸ τῆς μονάδος καὶ τῶν δύο διαλειπόντων· ὅπερ ἔδει δεῖξαι.
317Flavius Constantinus, Epistola, 87, 1151C
Εἰ γὰρ ἐπεδέχετο ὁ χρόνος ὡς προείρηται, καὶ τελείαν συνάθροισιν εἴχομεν παρασκευάσαι γενέσθαι· ἀλλ' ἐπειδὰν ὁ χρόνος οὐκ ἐπιδέχεται, ὁ δὲ Θεὸς ἡμῶν τῇ ἰδίᾳ βουλήσει προήγαγεν, ὅπερ ἡμεῖς ὑπερετιθέμεθα, ἐν τῷ χρόνῳ τούτῳ πάντως κελεύομεν τὴν ὑμετέραν πατρικὴν μακαριότητα μὴ γενέσθαι παρέμποδον τοῦ θελήματος τοῦ Θεοῦ, ἀλλὰ τούτους ἀποστεῖλαι· οὕτω γὰρ ἐλπίζομεν εἰς τὴν αὐτοῦ ἀγαθότητα, ὅτι ὁ εὐδοκήσας κινηθῆναι τὰ τοῦ κεφαλαίου ἐπὶ τοῦ παρόντος, διὰ τοῦ ἁγίου Πνεύματος, εὐδοκῆσαι ἔχει τούτου φανερωθῆναι τὴν ἀλήθειαν, καὶ ἐπιστῆναι πάντας χωρὶς σχίσματος καὶ ἔριδος τῇ ἀληθείᾳ, καὶ ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ ἀνυμνεῖν πάντας ἡμᾶς τὴν αὐτοῦ ἀγαθότητα.
318Herodotus, Historiae, 1, 93, 2; 2 (auctor c.484BC-425BC)
ἓν δὲ ἔργον πολλὸν μέγιστον παρέχεται χωρὶς τῶν τε Αἰγυπτίων ἔργων καὶ τῶν Βαβυλωνίων· ἔστι αὐτόθι Ἀλυάττεω τοῦ Κροίσου πατρὸς σῆμα, τοῦ ἡ κρηπὶς μὲν ἐστὶ λίθων μεγάλων, τὸ δὲ ἄλλο σῆμα χῶμα γῆς.
319Herodotus, Historiae, 1, 94, 1; 1 (auctor c.484BC-425BC)
Λυδοὶ δὲ νόμοισι μὲν παραπλησίοισι χρέωνται καὶ Ἕλληνές, χωρὶς ἢ ὅτι τὰ θήλεα τέκνα καταπορνεύουσι, πρῶτοι δὲ ἀνθρώπων τῶν ἡμεῖς ἴδμεν νόμισμα χρυσοῦ καὶ ἀργύρου κοψάμενοι ἐχρήσαντο, πρῶτοι δὲ καὶ κάπηλοι ἐγένοντο.
320Herodotus, Historiae, 1, 103, 1; 2 (auctor c.484BC-425BC)
οὗτος λέγεται πολλὸν ἔτι γενέσθαι ἀλκιμώτερος τῶν προγόνων, καὶ πρῶτός τε ἐλόχισε κατὰ τέλεα τοὺς ἐν τῇ, Ἀσίῃ καὶ πρῶτος διέταξε χωρὶς ἑκάστους εἶναι, τούς τε αἰχμοφόρους καὶ τοὺς τοξοφόρους καὶ τοὺς ἱππέας· πρὸ τοῦ δὲ ἀναμὶξ ἦν πάντα ὁμοίως ἀναπεφυρμένα.
321Herodotus, Historiae, 1, 106, 1; 1 (auctor c.484BC-425BC)
ἐπὶ μέν νυν ὀκτὼ καὶ εἴκοσι ἔτεα ἦρχον τῆς Ἀσίης οἱ Σκύθαι, καὶ τὰ πάντα σφι ὑπό τε ὕβριος καὶ ὀλιγωρίης ἀνάστατα ἦν· χωρὶς μὲν γὰρ φόρον ἔπρησσον παρ' ἑκάστων τὸν ἑκάστοισι ἐπέβαλλον, χωρὶς δὲ τοῦ φόρου ἥρπαζον περιελαύνοντες τοῦτο ὅ τι ἔχοιεν ἕκαστοι.
322Herodotus, Historiae, 1, 119, 5; 4 (auctor c.484BC-425BC)
ἐπείτε δὲ τῆς ὥρης γινομένης τοῦ δείπνου παρῆσαν οἵ τε ἄλλοι δαιτυμόνες καὶ ὁ Ἅρπαγος, τοῖσι μὲν ἄλλοισι καὶ αὐτῷ Ἀστυάγεϊ παρετιθέατο τράπεζαι ἐπίπλεαι μηλέων κρεῶν, Ἁρπάγῳ δὲ τοῦ παιδὸς τοῦ ἑωυτοῦ, πλὴν κεφαλῆς τε καὶ ἄκρων χειρῶν τε καὶ ποδῶν, τἄλλα πάντα· ταῦτα δὲ χωρὶς ἔκειτο ἐπὶ κανέῳ κατακεκαλυμμένα, ὡς δὲ τῷ Ἁρπάγῳ ἐδόκεε ἅλις ἔχειν τῆς βορῆς, Ἀστυάγης εἴρετό μιν εἰ ἡσθείη τι τῇ θοίνῃ.
323Herodotus, Historiae, 1, 164, 3; 5 (auctor c.484BC-425BC)
ἐν ᾧ ὦν ὁ Ἅρπαγος ἀπὸ τοῦ τείχεος ἀπήγαγε τὴν, στρατιήν, οἱ Φωκαιέες ἐν τούτῳ κατασπάσαντες τὰς πεντηκοντέρους, ἐσθέμενοι τέκνα καὶ γυναῖκας καὶ ἔπιπλα πάντα, πρὸς δὲ καὶ τὰ ἀγάλματα τὰ ἐν τῶν ἱρῶν καὶ τὰ ἄλλα ἀναθήματα, χωρὶς ὅ τι χαλκὸς ἢ λίθος ἢ γραφὴ ἦν, τὰ δὲ ἄλλα πάντα ἐσθέντες καὶ αὐτοὶ εἰσβάντες ἔπλεον ἐπὶ Χίου.
324Herodotus, Historiae, 1, 207, 5; 9 (auctor c.484BC-425BC)
χωρίς τε τοῦ ἀπηγημένου αἰσχρὸν καὶ οὐκ ἀνασχετὸν Κῦρόν γε τὸν Καμβύσεω γυναικὶ εἴξαντα ὑποχωρῆσαι τῆς χώρης.
325Herodotus, Historiae, 2, 36, 2; 3 (auctor c.484BC-425BC)
τοῖσι μὲν ἄλλοισι ἀνθρώποισι χωρὶς θηρίων ἡ δίαιτα ἀποκέκριται, Αἰγυπτίοισι δὲ ὁμοῦ θηρίοισι ἡ δίαιτα ἐστί.
326Herodotus, Historiae, 2, 45, 3; 2 (auctor c.484BC-425BC)
ἐμοὶ μέν νυν δοκέουσι ταῦτα λέγοντες τῆς Αἰγυπτίων φύσιος καὶ τῶν νόμων πάμπαν ἀπείρως ἔχειν οἱ Ἕλληνες· τοῖσι γὰρ οὐδὲ κτήνεα ὁσίη θύειν ἐστὶ χωρὶς ὑῶν καὶ ἐρσένων βοῶν καὶ μόσχων, ὅσοι ἂν καθαροὶ ἔωσι, καὶ χηνῶν, κῶς ἂν οὗτοι ἀνθρώπους θύοιεν· ἔτι δὲ ἕνα ἐόντα τὸν Ἡρακλέα καὶ ἔτι ἄνθρωπον, ὡς δὴ φασί, κῶς φύσιν ἔχει πολλὰς μυριάδας φονεῦσαι· καὶ περὶ μὲν τούτων τοσαῦτα ἡμῖν εἰποῦσι καὶ παρὰ τῶν θεῶν καὶ παρὰ τῶν ἡρώων εὐμένεια εἴη.
327Herodotus, Historiae, 2, 65, 3; 4 (auctor c.484BC-425BC)
νόμος δὲ ἐστὶ περὶ τῶν θηρίων ὧδε ἔχων· μελεδωνοὶ ἀποδεδέχαται τῆς τροφῆς χωρὶς ἑκάστων καὶ ἔρσενες καὶ θήλεαι τῶν Αἰγυπτίων, τῶν παῖς παρὰ πατρὸς ἐκδέκεται τὴν τιμήν.
328Herodotus, Historiae, 2, 77, 5; 7 (auctor c.484BC-425BC)
τὰ δὲ ἄλλα ὅσα ἢ ὀρνίθων ἢ ἰχθύων σφι ἐστὶ ἐχόμενα, χωρὶς ἢ ὁκόσοι σφι ἱροὶ ἀποδεδέχαται, τοὺς λοιποὺς ὀπτοὺς καὶ ἑφθοὺς σιτέονται.
329Herodotus, Historiae, 2, 178, 3; 4 (auctor c.484BC-425BC)
χωρὶς δὲ Αἰγινῆται ἐπὶ ἑωυτῶν ἱδρύσαντο τέμενος Διός, καὶ ἄλλο Σάμιοι Ἥρης καὶ Μιλήσιοι Ἀπόλλωνος.
330Herodotus, Historiae, 3, 12, 1; 1 (auctor c.484BC-425BC)
θῶμα δὲ μέγα εἶδον πυθόμενος παρὰ τῶν ἐπιχωρίων· τῶν γὰρ ὀστέων περικεχυμένων χωρὶς ἑκατέρων τῶν ἐν τῇ μάχῃ ταύτῃ πεσόντων (χωρὶς μὲν γὰρ τῶν Περσέων ἔκειτο τὰ ὀστέα, ὡς ἐχωρίσθη κατ' ἀρχάς, ἑτέρωθι δὲ τῶν Αἰγυπτίων) , αἱ μὲν τῶν Περσέων κεφαλαί εἰσι ἀσθενέες οὕτω ὥστε, εἰ θέλεις ψήφῳ μούνῃ βαλεῖν, διατετρανέεις, αἱ δὲ τῶν Αἰγυπτίων οὕτω δή τι ἰσχυραί, μόγις ἂν λίθῳ παίσας διαρρήξειας.
331Herodotus, Historiae, 3, 82, 5; 8 (auctor c.484BC-425BC)
ἑνὶ δὲ ἔπεϊ πάντα συλλαβόντα εἰπεῖν, κόθεν ἡμῖν ἡ ἐλευθερίη ἐγένετο καὶ τεῦ δόντος· κότερα παρὰ τοῦ δήμου ἢ ὀλιγαρχίης ἢ μουνάρχου· ἔχω τοίνυν γνώμην ἡμέας ἐλευθερωθέντας διὰ ἕνα ἄνδρα τὸ τοιοῦτο περιστέλλειν, χωρίς τε τούτου πατρίους νόμους μὴ λύειν ἔχοντας εὖ· οὐ γὰρ ἄμεινον.
332Herodotus, Historiae, 3, 91, 3; 3 (auctor c.484BC-425BC)
ἀπ' Αἰγύπτου δὲ καὶ Λιβύων τῶν προσεχέων Αἰγύπτῳ καὶ Κυρήνης τε καὶ Βάρκης (ἐς γὰρ τὸν Αἰγύπτιον νομὸν αὗται ἐκεκοσμέατο) ἑπτακόσια προσήιε τάλαντα, πάρεξ τοῦ ἐκ τῆς Μοίριος λίμνης γινομένου ἀργυρίου, τὸ ἐγίνετο ἐκ τῶν ἰχθύων· τούτου τε δὴ χωρὶς τοῦ ἀργυρίου καὶ τοῦ [ἐπιμετρουμένου] σίτου προσήιε ἑπτακόσια τάλαντα· σίτου γὰρ δύο καὶ δέκα μυριάδας Περσέων τε τοῖσι ἐν τῷ Λευκῷ τείχεϊ τῷ ἐν Μέμφι κατοικημένοισι καταμετρέουσι καὶ τοῖσι τούτων ἐπικούροισι.
333Herodotus, Historiae, 3, 102, 3; 6 (auctor c.484BC-425BC)
αἱ γάρ σφι κάμηλοι ἵππων οὐκ ἥσσονες ἐς ταχυτῆτα εἰσί, χωρὶς δὲ ἄχθεα δυνατώτεραι πολλὸν φέρειν.
334Herodotus, Historiae, 4, 61, 1; 1 (auctor c.484BC-425BC)
τῆς δὲ γῆς τῆς Σκυθικῆς αἰνῶς ἀξύλου ἐούσης ὧδε σφι ἐς τὴν ἕψησιν τῶν κρεῶν ἐξεύρηται· ἐπειδὰν ἀποδείρωσι τὰ ἱρήια, γυμνοῦσι τὰ ὀστέα τῶν κρεῶν, ἔπειτα ἐσβάλλουσι, ἢν μὲν τύχωσι ἔχοντες, ἐς λέβητας ἐπιχωρίους, μάλιστα Λεσβίοισι κρητῆρσι προσεικέλους, χωρὶς ἢ ὅτι πολλῷ μέζονας· ἐς τούτους ἐσβάλλοντες ἕψουσι ὑποκαίοντες τὰ ὀστέα τῶν ἱρηίων.
335Herodotus, Historiae, 4, 62, 4; 8 (auctor c.484BC-425BC)
χεὶρ δὲ τῇ ἂν πέσῃ κέεται, καὶ χωρὶς ὁ νεκρός.
336Herodotus, Historiae, 4, 82, 1; 1 (auctor c.484BC-425BC)
θωμάσια δὲ ἡ χώρη αὕτη οὐκ ἔχει, χωρὶς ἢ ὅτι ποταμούς τε πολλῶ μεγίστους καὶ ἀριθμὸν πλείστους.
337Herodotus, Historiae, 4, 87, 1; 2 (auctor c.484BC-425BC)
τούτων μυριάδες ἐξηριθμήθησαν, χωρὶς τοῦ ναυτικοῦ, ἑβδομήκοντα σὺν ἱππεῦσι, νέες δὲ ἑξακόσιαι συνελέχθησαν.
338Herodotus, Historiae, 4, 87, 2; 3 (auctor c.484BC-425BC)
τῇσι μέν νυν στήλῃσι ταύτῃσι Βυζάντιοι κομίσαντες ἐς τὴν πόλιν ὕστερον τούτων ἐχρήσαντο πρὸς τὸν βωμὸν τῆς Ὀρθωσίης Ἀρτέμιδος, χωρὶς ἑνὸς λίθου· οὗτος δὲ κατελείφθη παρὰ τοῦ Διονύσου τὸν νηὸν ἐν Βυζαντίῳ, γραμμάτων Ἀσσυρίων πλέος.
339Herodotus, Historiae, 4, 116, 2; 3 (auctor c.484BC-425BC)
καὶ διαίτῃ ἀπὸ τούτου χρὲωνται τῇ παλαιῇ τῶν Σαυροματέων αἱ γυναῖκες, καὶ ἐπὶ θήρην ἐπ' ἵππων ἐκφοιτῶσαι ἅμα τοῖσι ἀνδράσι καὶ χωρὶς τῶν ἀνδρῶν, καὶ ἐς πόλεμον φοιτῶσαι καὶ στολὴν τὴν αὐτὴν τοῖσι ἀνδράσι φορέουσαι.
340Herodotus, Historiae, 5, 100, 1; 2 (auctor c.484BC-425BC)
πορευόμενοι δὲ παρὰ ποταμὸν Καΰστριον, ἐνθεῦτεν ἐπείτε ὑπερβάντες τὸν Τμῶλον ἀπίκοντο, αἱρέουσι Σάρδις οὐδενός σφι ἀντιωθέντος, αἱρέουσι δὲ χωρὶς τῆς ἀκροπόλιος τἆλλα πάντα· τὴν δὲ ἀκρόπολιν ἐρρύετο αὐτὸς Ἀρταφρένης ἔχων ἀνδρῶν δύναμιν οὐκ ὀλίγην.
341Herodotus, Historiae, 6, 58, 2; 5 (auctor c.484BC-425BC)
ἐπεὰν γὰρ ἀποθάνῃ βασιλεὺς Λακεδαιμονίων, ἐκ πάσης δεῖ Λακεδαίμονος, χωρὶς Σπαρτιητέων, ἀριθμῷ τῶν περιοίκων ἀναγκαστοὺς ἐς τὸ κῆδος ἰέναι.
342Herodotus, Historiae, 7, 36, 3; 4 (auctor c.484BC-425BC)
ταῦτα δὲ ποιήσαντες κατέτεινον ἐκ γῆς στρεβλοῦντες ὄνοισι ξυλίνοισι τὰ ὅπλα, οὐκέτι χωρὶς ἑκάτερα τάξαντες, ἀλλὰ δύο μὲν λευκολίνου δασάμενοι ἐς ἑκατέρην, τέσσερα δὲ τῶν βυβλίνων.
343Herodotus, Historiae, 7, 83, 1; 1 (auctor c.484BC-425BC)
οὗτοι ἦσαν στρατηγοὶ τοῦ σύμπαντος πεζοῦ χωρὶς τῶν μυρίων· τῶν δὲ μυρίων τούτων Περσέων τῶν ἀπολελεγμένων ἐστρατήγεε μὲν Ὑδάρνης ὁ Ὑδάρνεος, ἐκαλέοντο δὲ ἀθάνατοι οἱ Πέρσαι οὗτοι ἐπὶ τοῦδε· εἴ τις αὐτῶν ἐξέλιπε τὸν ἀριθμὸν ἢ θανάτῳ βιηθεὶς ἢ νούσῳ, ἄλλος ἀνὴρ ἀραίρητο, καὶ ἐγίνοντο οὐδαμὰ οὔτε πλεῦνες μυρίων οὔτε ἐλάσσονες.
344Herodotus, Historiae, 7, 83, 2; 2 (auctor c.484BC-425BC)
κόσμον δὲ πλεῖστον παρείχοντο διὰ πάντων Πέρσαι, καὶ αὐτοὶ ἄριστοι ἦσαν· σκευὴν μὲν τοιαύτην εἶχον ἥ περ εἴρηται, χωρὶς δὲ χρυσόν τε πολλὸν καὶ ἄφθονον ἔχοντες ἐνέπρεπον, ἁρμαμάξας τε ἅμα ἤγοντο, ἐν δὲ παλλακὰς καὶ θεραπηίην πολλήν τε καὶ εὖ ἐσκευασμένην· σῖτα δέ σφι, χωρὶς τῶν ἄλλων στρατιωτέων, κάμηλοί τε καὶ ὑποζύγια ἦγον.
345Herodotus, Historiae, 7, 184, 2; 2 (auctor c.484BC-425BC)
ἐπεβάτευον δὲ ἐπὶ τουτέων τῶν νεῶν, χωρὶς ἑκάστων τῶν ἐπιχωρίων ἐπιβατέων, Περσέων τε καὶ Μήδων καὶ Σακέων τριήκοντα ἄνδρες.
346Herodotus, Historiae, 8, 16, 3; 4 (auctor c.484BC-425BC)
πολλαὶ μὲν δὴ τῶν Ἑλλήνων νέες διεφθείροντο πολλοὶ δὲ ἄνδρες, πολλῷ δ' ἔτι πλεῦνες νέες τε τῶν βαρβάρων καὶ ἄνδρες, οὕτω δὲ ἀγωνιζόμενοι διέστησαν χωρὶς ἑκάτεροι.
347Herodotus, Historiae, 9, 16, 1; 3 (auctor c.484BC-425BC)
ἔφη δὲ ὁ Θέρσανδρος κληθῆναι καὶ αὐτὸς ὑπὸ Ἀτταγίνου ἐπὶ τὸ δεῖπνον τοῦτο, κληθῆναι δὲ καὶ Θηβαίων ἄνδρας πεντήκοντα, καί σφεων οὐ χωρὶς ἑκατέρους κλῖναι, ἀλλὰ Πέρσην τε καὶ Θηβαῖον ἐν κλίνῃ ἑκάστῃ.
348Herodotus, Historiae, 9, 26, 6; 9 (auctor c.484BC-425BC)
χωρίς τε τούτου τοῦ ἀπηγημένου ἔργου ἀξιονικότεροί εἰμεν Ἀθηναίων ταύτην τὴν τάξιν ἔχειν.
349Herodotus, Historiae, 9, 32, 2; 4 (auctor c.484BC-425BC)
οὗτοι οἱ παραταχθέντες πεζοὶ ἦσαν, ἡ δὲ ἵππος χωρὶς ἐτέτακτο.
350Herodotus, Historiae, 9, 85, 1; 1 (auctor c.484BC-425BC)
οἱ δὲ Ἕλληνες ὡς ἐν Πλαταιῇσι τὴν ληίην διείλοντο, ἔθαπτον τοὺς ἑωυτῶν χωρὶς ἕκαστοι.
351Herodotus, Historiae, 9, 85, 2; 4 (auctor c.484BC-425BC)
οὗτοι μὲν οὕτω ἔθαπτον, Τεγεῆται δὲ χωρὶς πάντας ἁλέας, καὶ Ἀθηναῖοι τοὺς ἑωυτῶν ὁμοῦ, καὶ Μεγαρέες τε καὶ Φλειάσιοι τοὺς ὑπὸ τῆς ἵππου διαφθαρέντας.
352Hieronymus Stridonensis, De viris illustribus, 23, 0664A (auctor 340-420)
Συνέτυχον ἐγὼ Παύλῳ ἀπὸ Κονκορδίας τῆς Ἰταλίας γέροντι ὅστις τοῦ μακαριωτάτου Κυπριανοῦ νοτάριον, λοιπὸν πρεσβύτην ἔλεγεν, ἔτι νέος ὢν ἑωρακέναι ἐν τῇ Ῥώμῃ καί ἀκηκοέναι παρ' αὐτοῦ ὡς οὐδεμίαν σχεδὸν ἡμέραν διετέλεσε Κυπριανὸς ἀναγνωσμάτων Τερτυλλιανοῦ χωρὶς, συνεχῶς λέγοντος τοῦ αὐτοῦ Κυπριανοῦ, Ἐπίδος τὸν διδάσκαλον, Τερτυλλιανὸν δηλονότι μηνύων.
353Homerus, Ilias, 7, 442; 8 (auctor fl.700BC)
χωρίς δ' Ἀτρεΐδῃς Ἀγαμέμνονι καί Μενελάῳ δῶκεν Ἰησονίδης ἀγέμεν μέθυ χίλια μέτρα.
354Homerus, Odyssea, 4, 100; 10 (auctor fl.700BC)
χωρίς δ' αὖθ' Ἑλένῃ ἄλοχος πόρε κάλλιμα δῶρα· χρυσέην τ' ἠλακάτην τάλαρόν θ' ὑπόκυκλον ὄπασσεν ἀργύρεον, χρυσῷ δ' ἐπί χείλεα κεκράαντο.
355Homerus, Odyssea, 9, 193; 7 (auctor fl.700BC)
ταρσοί μέν τυρῶν βρῖθον, στείνοντο δέ σηκοί ἀρνῶν ἠδ' ἐρίφων· διακεκριμέναι δέ ἕκασται ἔρχατο, χωρίς μέν πρόγονοι, χωρίς δέ μέτασσαι, χωρίς δ' αὖθ' ἕρσαι.
356Homerus, Odyssea, 24, 35; 9 (auctor fl.700BC)
ἐν τῷ τοι κεῖται λεύκ' ὀστέα, φαίδιμ' Ἀχιλλεῦ, μίγδα δέ Πατρόκλοιο Μενοιτιάδαο θανόντος, χωρίς δ' Ἀντιλόχοιο, τόν ἔξοχα τῖες ἁπάντων τῶν ἄλλων ἑτάρων, μετά Πάτροκλόν γε θανόντα.
357Homerus, Odyssea, 24, 232; 12 (auctor fl.700BC)
χρυσοῦ μέν οἱ δῶκ' εὐεργέος ἑπτά τάλαντα, δῶκα δέ οἱ κρητῆρα πανάργυρον ἀνθεμόεντα, δώδεκα δ' ἁπλοΐδας χλαίνας, τόσσους δέ τάπητας, τόσσα δέ φάρεα καλά, τόσους δ' ἐπί τοῖσι χιτῶνας, χωρίς δ' αὖτε γυναῖκας, ἀμύμονα ἔργα ἰδυίας, τέσσαρας εἰδαλίμας, ἃς ἤθελεν αὐτός ἑλέσθαι.
358Hormisdas I, Epistolae et decreta, 63, 0518D
Οὐδέ τίς ἐστιν οὕτως ἀπὸ τῆς φιλανθρωπίας διηρημένος, ὃν οὐχὶ ἀπὸ τῆς σκληρότητος τοῦ δεσμοῦ ἐπικάμψει ἡ ἀπάνουργος ἁπλότης, ἀλλ' ἵνα ἀσφαλῶς τοῦτο καὶ χωρὶς μέμψεως, ἢ τινὸς νεφώδους πλάνης ἰσχύσειε προελθεῖν, ἀγαπητὲ ἀδελφὲ, τὸ ἐμὸν πρόσωπόν σε ἐν τούτῳ χρὴ ὑπελθεῖν ἐπιστάμενον ἐν ταῖς τοιαύταις ὑποθέσεσι, καθὼς προείρηται, τί ποιητέον εἴη, τί φυλακτέον, οὕτω πάντων προνοούμενον, ὡς μὴ ἀμφιβάλλοντα λόγον ταύτης τῆς διατυπώσεως τῷ θεῷ ἀποδώσοντα, οὕτω μέντοι, ἵνα τούτους οἵ τινες ὑμῖν τῇ κοινωνίᾳ συναφθεῖεν, καὶ δι' ὑμῶν τῷ Ἀποστολικῷ θρόνῷ, τὰ ὑμέτερα γράμματα ἡμῖν δηλώσουσιν, οἷς καὶ τὰ περιεχόμενα τοῖς λιβέλλοις, οὓς ἂν προσενέγκοιεν, ἐμφερέσθω.
359Ioannes Scotus Erigena, Homilia in prologum Evangelii secundum Ioannem, 122, 0287D (auctor 810-877)
Ubi enim Latini ponunt sine ipso, ibi Graeci χωρὶς αὐτοῦ, hoc est extra ipsum.
360Ioannes Scotus Erigena, Homilia in prologum Evangelii secundum Ioannem, 122, 0288A (auctor 810-877)
Nam et ibi non ἄνεν, sed χωρίς, hoc est, non sine, sed extra Graeci scribunt.
361Iulius I, Monumenta genuina, 8, 0873A
οὐδὲ γὰρ ὅλως ἐν μήτρᾳ συνελήφθη χωρὶς θεότητος, ἀλλ' ἡνωμένως πρὸς ταύτην.
362Iulius I, Monumenta genuina, 8, 0874B
Καὶ γὰρ ὁ Παῦλος λέγων « Τοῦ γενομένου ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα, » τὸν υἱὸν εἶπεν θεοῦ τὴν γέννησιν ταύτην ἀναδεδέχθαι, καὶ οὐχὶ τὴν σάρκα χωρὶς ὀνομάσας εἵρηκεν, Ἡ σὰρξ ἐγένετο ἐκ σπέρματος Δαβιδ.
363Iulius I, Monumenta genuina, 8, 0918B
πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.
364Iulius I, Monumenta genuina, 8, 0891A
ἒδει τοίνυν ἣ αὐτοὺς περὶ Εὐσέβιον μὴ μόνους χωρὶς πάντων ὑμῶν γράψαι, ἒ ὑμᾶς, οἷς μὴ ἔγραψα, μὲ λυπεῖσθαι, εἰ ἐκείνοις ἐγράφη τοῖς καὶ γράψασιν.
365Iulius I Incertus, Appendix, 8, 0934B
οὒτε γὰρ τὸ σῶμα καθ' ἑαυτὸ φύσις ἐπὶ τοῦ ἑνὸς Χριστοῦ, ἐπεὶ μηδὲ ζωοποιὸν καθ' ἑαυτὸ, μηδὲ διατέμνεσθαι δυνάμενον ἄνευ τοῦ ζωοποιοῦ λόγου, οὒτε ὁ λόγος καθ' ἑαυτὸν εἰς ἰδίαν μερίζεται φὺσιν, ἣν ἔχει κατὰ τὸ ἄσαρκον, ἐπειδὴ ἐν σαρκὶ ὁ Κύριος, καὶ οὐκ ἄσαρκος ἐπεδήμησε τῷ κόσμῳ, οὒτε τὸ κτιστὸν σῶμα χωρίζει τῆς ἀκτίστου θεότητος, ἳνα χωρίζῃ τις φύσιν κτιστὴν, οὔτε μὲν ὁ ἄκτιστος λόγος ἐπεδὴμησε χωρὶς σώματος, ἵνα μερίζῃ τις ἀκτίστου φύσιν.
366Iustinianus, Digesta Iustiniani Augusti, 27, 1, 6; 18 (auctor c.482-565)
Τὸν ἐν Ῥώμῃ σοφιστεύοντα ἢ σαλαρίῳ ἢ καὶ χωρὶς σαλαρίου ἄφεσιν ἔχειν νενομοθέτηται ὑπὸ τῶν θειοτάτων Σεβήρου καὶ Ἀντωνίνου, οὕτως ὡς ἂν εἰ ἔτυχεν ἐν ἰδίᾳ πατρίδι διδάσκων.
367Iustinianus I Augustus, Adversus Origenem, 69, 0185A (auctor c.482–565)
Ἅμα γὰρ σῶμα ἔπλασεν ὁ Θεὸς, καὶ τὴν ψυχὴν ἐδημιούργησε τέλειον τὸν ἄνθρωπον ἀποτελέσας· οὐδὲ γὰρ σῶμα χωρὶς ψυχῆς, οὐδὲ ψυχὴ χωρὶς σώματος ἄνθρωπος· εἰ δὲ προϋπῆρχεν ἡ ψυχὴ, καθὼς Ὡριγένης ληρεῖ, τίνος ἕνεκεν ὁ ἁγιώτατος προφήτης Ζαχαρίας εἶπε, « Πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ; » Εἰ γὰρ προῆν, ἔδει μᾶλλον εἰπεῖν, καταγγίζων, ἢ καταπέμπων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ.
368Iustinianus I Augustus, Adversus Origenem, 69, 0195D (auctor c.482–565)
» Εἰ τοίνυν κατὰ τὰ εἰρημένα τῷ ἐν ἁγίοις Ἀθανασίῳ, ἡ ψυχὴ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ κατὰ πάντα ὁμοιωθέντος ἡμῖν χωρὶς ἁμαρτίας, οὐ προϋπῆρχε τῆς ἐν σαρκὶ αὐτοῦ ἐπιδημίας, ποίας ἂν εἴη μανίας τὸ λέγειν, τὰς ἄλλας τῶν ἀνθρώπων ψυχὰς προϋπάρχειν τῶν σωμάτων; Ἀκούσωμεν δὲ πρὸς τούτοις καὶ τοῦ ἐν ἁγίοις Βασιλείου ἐν τῷ λόγῳ εἰς τό Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν Θεὸν, λέγοντος οὕτως· « Ὥρα μή ποτέ σε παρακρούσηται τὸ ὁμώνυμον τῆς φωνῆς· πῶς γὰρ ἐν ἀρχῇ ἦν ὁ ἀνθρώπινος λόγος, τοῦ ἀνθρώπου κάτω που λαβόντος τὴν ἀρχὴν τῆς γενέσεως; πρὸ ἀνθρώπου θηρία, πρὸ ἀνθρώπου κτήνη, τὰ ἑρπετὰ, ὅσα χερσαῖα καὶ ἔνυδρα, τὰ πετεινὰ τοῦ οὐρανοῦ, ἀστέρες, ἥλιος, σελήνη, βοτάνη, γῆ, θάλασσα, οὐρανός.
369Iustinianus I Augustus, Adversus Origenem, 69, 0221A (auctor c.482–565)
Τίς νοῦν ἔχων ὁρίσεται πρώτην καὶ δευτέραν καὶ τρίτην ἡμέραν, ἑσπέραν τε παὶ πρωίαν χωρὶς ἡλίου γεγονέναι, καὶ σελήνης, καὶ ἀστέρων.
370Iustinianus I Augustus, Adversus Origenem, 69, 0235C (auctor c.482–565)
Εἰ καὶ τὰ μάλιστα γὰρ ἑκάστη ὑπόστασις, ἤτοι πρόσωπον, οἷον Πέτρος, καὶ Παῦλος, τοῖς ἰδιώμασιν ἀπ' ἀλλήλων διαχωρίζονται, ἀλλ' ὄμως οὐ τῇ φύσει διαιροῦνται· ἀμφότεροι γὰρ ἄνθρωποι· καὶ πάλιν οὔτε ψυχὴ χωρὶς σώματος, οὔτε σῶμα χωρὶς ψυχῆς [ἄνθρωπός ἔστιν] ἀνθρωπότητος, ἀλλ' ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ἐκ ψυχῆς καὶ σώματος ἐδημιουργήθη.
371Iustinianus I Augustus, Adversus Origenem, 69, 0251A (auctor c.482–565)
Εἴ τις ἀντιποιεῖται τῆς ἀσεβοῦς ἐπιστολῆς τῆς λεγομένης παρὰ Ἴβα γεγράφθαι πρὸς Μάριν τὸν Πέρσην τὸν αἱρετικὸν, τῆς ἀρνουμένης τὸν Θεὸν λόγον ἄνθρωπον γεγενῆσθαι, καὶ λεγούσης μὴ τὸν Θεὸν λόγον ἐκ τῆς παρθένου σαρκωθέντα γεννηθῆναι, ἀλλὰ ψιλὸν ἄνθρωπον ἑξ αὐτὴς γεννηθῆναι, ὃν ναὸν ἀποκαλεῖ, ὡς ἄλλον εἶναι τὸν Θεὀν λόγον, καὶ ἄλλον τὸν ἄνθρωπον· πρὸς τούτοις δὲ ἐνυβριζούσης τὴν ἐν Ἐφέσῳ πρώτην σύνοδον, ὡς χωρὶς ζητήσεως καὶ κρίσεως Νεστόριον καταδικασάσης, καὶ τὸν ἐν ἁγίοις Κύριλλον αἱρετικὸν ἀποκαλούσης, καὶ ἀσεβῆ τὰ ιβ'· αὐτοῦ κεφάλαια· Νεστόριον δὲ καὶ Θεόδωρον μετὰ τῶν αὐτοῦ ἀσεβῶν συγγραμμάτων ἐπαινούσης, καὶ ἐκδικούσης.
372Iustinianus I Augustus, Adversus Origenem, 69, 0273C (auctor c.482–565)
Πρὸς τούτοις ἀναθεματίζομεν καὶ τὴν ἀσεβῆ ἐπιστολὴν τὴν λεγομένην παρὰ Ἴβα γεγράφθαι πρὸς Μάριν τὸν Πέρσην, τὴν ἀρνουμένην τὸν Θεὸν λόγον ἐκ τῆς ἁγίας παρθένου τῆς θεοτόκου Μαρίας σαρκωθέντα ἄνθρωπον γεγενῆσθαι, καὶ τὸν θεσπέσιον Κύριλλον ὡς αἱρετικὸν διαβάλλουσαν, καὶ μεμφομένην μὲν τὴν ἐν Ἐφέσῳ πρώτην ἁγίαν σύνοδον, ὡς χωρὶς κρίσεως καὶ ζητήσεως τὸν Νεστόριον καθελοῦσαν, καὶ τὰ δώδεκα κεφάλαια τοῦ μακαρίου Κυρίλλου διαπτύουσαν, ἐκδικοῦσαν δὲ Θεόδωρον καὶ Νεστόριον, καὶ τὰ θεοστυγῆ αὐτῶν συγγράμματά τε καὶ δόγματα.
373Iustinianus I Augustus, Epistola, 69, 0307B (auctor c.482–565)
» Καὶ πάλιν περιέχεται τῇ αὐτῇ ἀσεβεῖ ἐπιστολῇ πρὸς ὕβριν τοῦ ἐν ἁγίοις Κυρίλλου· « Ὅτι ἡ καρδία τοῦ Αἰγυπτίου ἐμαλάχθη, καὶ χωρὶς σκύλσεως τῇ ὀρθῇ πίστει συνῄνεσε.
374Leo I, Epistolae, 54, 0770A (auctor 440-461)
Καὶ καθάπερ ὁ λόγος ἀπὸ τῆς ἰσότητος τῆς τοῦ πατρὸς δόξης ἐστὶν ἀχώριστος, οὕτω τὸ σῶμα τὴν φύσιν τοῦ ἡμετέρου γένους οὐκ ἀπολέλοιπεν· εἷς γὰρ, καὶ ὁ αὐτὸς ἀληθῶς Υἱός τε Θεοῦ, καὶ ἀληθῶς υἱὸς ἀνθρώπου τυγχάνει, Θεὸς μὲν κατά τοῦτο, καθὸ ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· ἄνθρωπος δὲ κατὰ τοῦτο, καθὸ ὁ Λόγος σάρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν· καὶ Θεὸς μὲν κατὰ τοῦτο, καθὸ δι' αὐτοῦ τὰ πάντα ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν· ἄνθρωπος δὲ κατὰ τοῦτο, καθὸ γέγονεν ἐκ γυναικὸς, γέγονεν ὑπὸ νόμον· καὶ ἡ μὲν τῆς σαρκώσεως γέννησις ἀνθρωπίνης ἐστὶ δήλωσις φύσεως, ὁ δὲ τοκετὸς τῆς παρθένου μήνυμα τῆς θείας ὑπάρχει δυνάμεως.
375Leo I, Epistolae, 54, 0808C (auctor 440-461)
ἐπειδήπερ τοῦ προσληφθέντος, οὐ τοῦ προσλαβόντος ἐστίν ἡ προκοπή· ὅτι καθάπερ ὁ Ἀπόστολος λέγει, Ὁ Θεὸς αὐτὸν ὐπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα, τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανιων, καὶ ἐπιγείων, καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται, ὅτι κύριος Ἰησοῦς Χριστὸς, εἰς δόξαν Θεοῦ πατρός· τοιγαροῦν ἡ κατὰ σάρκα τοῦ δεστότου γέννησις, εἰ καὶ τὰ μάλιστα ἔχει τινὰς ἰδιότητας, δι' ὧν τὰ τῆς ἀνθρωπίνης παρόδου τῆς εἰς τὸν βίον ὑπερβαίνει προοίμια, εἴτε καθὸ μόνος ἐξ ἁγίου πνεύματος ἀπὸ ἀφθάρτου παρθένου χωρὶς ἐπιθυμίας συλληφθείς ἐστι καὶ τεχθεὶς, εἴτε καθὸ οὕτως ἐκ τῆς γαστρὸς τῆς μητρὸς ἀπεκυήθη, ὥστε καὶ τὴν εὐγονίαν τεκεῖν, καὶ μεῖναι τῆν παρθενίαν· ὅμως οὐχ ἑτέρας ἦν φύσεως ἡ τούτου σὰρξ, ἤπερ ἐστίν ἡ τῆς ἡμῶν· οὐδὲ χαθ' ἑτέραν ἀρχὴν ἐνεπνεύσθη τούτῳ ἡ ψυχὴ παρὰ τοὺς ἄλλους ἀνθρώπους, ἥ τις ὑπερεῖχεν οὐ κατὰ τὸ τοῦ γένους διάφορον, ἀλλὰ κατὰ τὸ τῶν δυνάμεων ὑπερβάλλον.
376Leo I, Epistolae, 54, 0836C (auctor 440-461)
Ἧς πίστεως ἡ ἀνάγνωσις, παρακαλούντων τῶν ἐπισκόπων, οὐ προσεδέχθη· ὥστε τῆς αὐτῆς ἀποκινηθείσης πίστεως, ἥτις τοὺς πατριάρχας (καὶ προφήτας) καὶ ἀποστόλους καὶ μάρτυρας ἐστεφάνωσε, τὴν γέννησιν τοῦ δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ σάρκα, καὶ τὸν ἀληθῆ θάνατον, καὶ τῆς ἀναγεννήσεως αὐτοῦ τὴν ὁμολογίαν, ὅπερ φρικτόν ἐστι καὶ λέγειν, διαλυθῆναι ἐπιφανεστάτη καὶ φιλανθρωποτάτη δέσποινα θυγάτηρ Αὐγούστα, ἐγράψαμεν περὶ τούτου τοῦ πράγματος, ὡς ἠδυνήθημεν πρὸς τὸν ἐνδοξότατον βασιλέα, καὶ, ὅπερ ἐστὶ (μέγιστον), Χριστιανόν· ἧς ἐπιστολῆς τὸ ἀντίτυπον ὑπετάξαμεν· ὡς τὴν πίστιν, δι' ἧς ἀναγεννηθεὶς διὰ τῆς τοῦ θεοῦ χάριτος βασιλεύει, μηδαμῶς συγχωρῆσαι καινισμῷ τινι διαφθείρεσθαι· ἐπείπερ Φλαβιανὸς ὁ ἐπίσκοπος ἐν τῇ ἡρετέρᾳ πάντων κοινωνίᾳ μεμένηκε· καὶ τοῦτο ὅπερ γέγονεν ἄνευ δικαίου καὶ παρὰ τὴν ἐπιστήμην πάντων τῶν κανόνων, μηδενὶ βέβαιον εἶναι λόγῳ ἐπιτραπῇ· καὶ ἐν εἴδει, τῆς διχονοίας τὸ σκάνδαλον οὐκ ἀφείλατο ἡ τῆς Ἐφέσου σύνοδος, ἀλλὰ μᾶλλον ηὔξησε· συνόδου γενομένης ἐν Ἰταλίᾳ καὶ ὁ τόπος καὶ ὁ χρόνος ὁρισθήσηται, πάντων τῶν μέμψεων καὶ τῶν προκριμάτων ἑκατέρου μέρους ἀναρτηθέντων, ἵνα ἐπιμελέστερον πάντα ποιήσαντα τὴν πρόσκρουσιν ἀναψηλαφηθείη, καὶ χωρὶς τοῦ τραύματος (τῆς πίστεως) καὶ ὕβρεως τῆς θρησκείας εἰς εἰρήνην τοῦ θεοῦ ἐπανέλθειεν, οἱ διὰ τὴν δυναστείαν ὑπογράψαι καταναγκασθέντες ἱερεῖς, καὶ ἡ πλάνη μόνον ἀφαιρεθείη.
377Leo I, Epistolae, 54, 1164C (auctor 440-461)
Τοιγαροῦν εἰ καὶ τὰ μάλιστα ἐν τῷ ἑνὶ δεσπότῃ Ἰησοῦ Χριστῷ, τῷ ἀληθεῖ τοῦ Θεοῦ καὶ ἀνθρώπου υἱῷ, τοῦ τε λόγου, καὶ τῆς σαρκὸς, ἓν ὑπάρχει πρόσωπον,ὅπερ ἀχωρίστως, καὶ ἀδιαιρέτως κοινὰς ἔχει τὰς πράξεις· δεῖ νοεῖν ὅμως αὐτῶν τῶν ἔργων τὰς ποιότητας, καὶ τῇ κατανοήσει τῆς εἰλικρινοῦς πίστεως δεῖ καθορᾷν, ἐπἱ ποῖα μὲν ἡ τῆς σαρκὸς προάγεται ταπεινότης, ἐπὶ ποῖα δὲ τὸ ὕψος τῆς θεότητος ἐπικλίνεται, καὶ τί μέν ἐστιν, ὅπερ ἡ σὰρξ οὐ πράττει δίχα τοῦ λόγου, τί δὲ εἴη ὅπερ ὁ λόγος χωρὶς τῆς σαρκὸς οὐκ ἐργάξεται.
378Leo I, Epistolae, 54, 1170A (auctor 440-461)
Καὶ ἔστιν ὁ αὐτὸς (ὡς ὁ ἀπόστολος κυρύττει) καὶ πλούσιος, καὶ πείνης· πλούσιος μὲν, ὡς τοῦ εὐαγγελιστοῦ λέγοντος ὅτι, Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν Θegr;ὸν, και Θεὸς ἦν ὁ λόγος, οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεὸν· πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδέν· πτωχὸς δὲ, ἐπειδὴ δι' ἡμᾶς ὁ λόγος σάρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν.
379Leo II, Epistolae, 96, 0406B
ἥτις κατὰ Θεοῦ χάριν τῷ βασιλικῷ προστάγματι ἔναγχος ἐν τῇ βασιλίδι συνηθροίσθη πόλει, τὰ αὐτὰ, ἅπερ καὶ ἡ οἰκουμενικὴ σύνοδος [L., ἅπερ καὶ ὅλῃ ἡ σύνοδος] ἡ τῷ ἁγίῳ καὶ ἀποστολικῷ τούῳ θρόνῳ συγκειμένη ὧτινι καὶ τὴν διακονίαν ἐκτελοῦμεν, συνῄνεσέ τε καὶ ἐψηφίσατο ἐπὶ τῇ ὁλοκληρίᾳ τῆς ὀρθοδόξου πίστεως, καὶ τοῖς τῶν πατέρων κανόσι, καὶ ὁμογνωμόνως ἅμα ἡμῖν συνωμολόγησε τὸν ἕνα τῆς ἁγίας καὶ ἀχωρίστου Τριάδος εἶναι τὸν Κύριον ἡμῶν Ιησοῦν Χριστὸν ἐν δύο φύσεσιν ἀσυγχύτως, ἀχωρίστως, ἀδιαιρέτως τυγχάνοντα, ὡς ἀληθῶς Θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον τόν αὐτὸν τοῦτον, σωζομένης τῆς ἰδιότητος μιᾶς ἑκάστης τῶν ἐν αὐτῷ συνελθουσῶν φύσεων· τὸν αὐτὸν τοῦτον τὰ θεῖα ἐνεργοῦντα ὡς Θεὸν, καὶ τὰ ἀνθρώπινα ἀχωρίστως ἐνεργοῦντα ὡς ἄνθρωπον χωρὶς μόνης ἁμαρτίας· καὶ διὰ τοῦτο δύο φυσικὰ θελήματα, καὶ δύο φυσικὰς ἐνεργείας ἐσχηκέναι ἀληθῶς ἐκήρυξε, δι' ὧν καὶ ἡ τῶν φύσεων αὐτοῦ πρωτοτύπως ἀλήθεια ἀποδείκνυται· πρὸς ἐπίγνωσιν δηλονότι τῆς διαφορᾶς ὧν εἰσι φύσεων, ἐξ ὧν καὶ ἐν αἷς εἷς καὶ ὁ αὐτὸς Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς συνέστηκε· δι' ἅπερ ἀληθῶς ἔδειξε [L., πεῖρα ἔγνωμεν] ταύτην τὴν ἁγίαν καὶ ἀξιεπαίνετον κεκηρυγμένην ἕκτην σύνοδον, ἥτις διὰ τῆς τοῦ Θεοῦ εὐσπλαγχνίας τὴν ἀλήθειαν τῆς Χριστιανικωτάτης πίστεως τοῖς πιστοῖς φανεροῖ, ἀπροσκόποις ποσὶ κατακολουθήσασα τῷ τε ἀποστολικῷ κηρύγματι, καὶ τοῖς ὅροις τῶν ἁγίων καὶ οἰκουμενικῶν πέντε συνόδων, συναινοῦσαν ἐν ἅπασι, καὶ τοὺς αὐτῶν περιπτυσσομένην κανόνας, καὶ μηδὲν προστιθεῖσαν ἡ ὑπεξαίρουσαν παρὰ τὰ ὁρισθέντα τῇ ὀρθοδόξῳ πίστει, ἀλλὰ τὴν βασιλικὴν καὶ εὐαγγελικὴν τρίβον ἐξ εὐθείας βαδίζουσαν· καὶ ἐν αὐτοῖς, καὶ δι' αὐτῶν τὸ σχῆμα τῶν ἱερῶν δογμάτων, καὶ ἡ διδασκαλία τῶν τῆς καθολικῆς τοῦ Χριστοῦ Ἐκκλησίας ἐκκρίτων πατέρων ἐφυλάχθη, ἔτι δὲ καὶ ὁ κανονικὸς θεσμὸς τῶν προκομισθεισῶν [L., προεκομίσθη] πρὸς οἰκοδομὴν πάντων.
380Leo III, Epistolae 2, 102, 1053C
Ὁ τῷ Πατρὶ γὰρ συμφυὴς, ὁ ὁμοούσιος ἡμῖν κατὰ κάντα, χωρὶς ἁμαρτίας γενόμενος, σπέρματος Ἁβραὰμ ἐπιλαμβάνεται, παραπλησίως ἡμῖν κεκοινωνηκὼς αἵματος καὶ σαρκός· σάρκα ἐμψυχωμένην ἀνείληφε ψυχῇ λογικῇ καὶ νοερᾷ οὐδαμῶς προϋποστᾶσαν τῆς ἄκρας ἑνώσεως, ἀλλὰ μία σὰρξ ἔμψυχος λογικὴ ἐπὶ τῆς κατὰ Χριστὸν συμφυΐας πιστεύεται, οὐ κατὰ χάριν σκηνώσας ἐν ἡμῖν, ἀλλ' ὅλος όλῃ τῇ ἀνθρωπείᾳ φύσει συμπλακείς· ἀσυγχύτως, καὶ ἀδιαιρέτως, καὶ ὑπερφυῶς τὴν ἕνωσιν ἐργασάμενος, ἵνα αἱ συνελθοῦσαι οὐσίαι θεότητός τε καὶ ἀνθρωπότητος, ἐν ἰδιότητι τῇ κατὰ φύσιν διαμείνωσι, καὶ οὐδαμῶς εἰς ἀλλήλας μεταβῶσιν.
381Liberius papa Athanasius Alexandrinu Incertus, Epistolae amoebeae, 8, 1398C
ταὺτῃ οὖν τῃ ὁμολογίᾳ, ἀδελφὲ Ἀθανάσιε, τῆ οὔσῇ μόνῃ καὶ ἀληθῶς πὶστει ἐν τῇ ἁγίᾳ καθολικῇ καὶ ἀποστολικῇ Ἐκκλησίᾳ, εἰ ὁμοφρονεῖς μοι, ὡς ἐπὶ κρίσει θεοῦ καὶ Χριστοῦ γράψον μοι, εἰ οὕτω φρονεῖς καθὰ καὶ ἡμεῖς, καὶ τὰ ἶσα ἐν τῇ ἀληθινῇ πίστει· ἵνα κᾀγὼ πεποιθὼς ὦ, ἀδιακρίτως περὶ ὧν ἀξιοῖς κελεύειν μοι· καὶ τοῦτο δέ σε χρή εἰδέναι, ἀγαπητὲ, ὄτι οὶ υἱοὶ τῆς ἀληθείας ἀπαθῆ τῆν θεότητα ὀμολογοῦσι, καὶ τὴν ἔνσαρκον ὲπιδημίαν τοῦ λόγου καὶ θεοῦ, ὅτι τέλειον ἅνθρωπον ἀνέλαβεν χωρὶς ἁμαρτίας, τὸν γεννηθέντα ἐκ πνεύματος ἁγίου, καὶ Μαρίας τῆς παρθένου, κατὰ τὰ εὐαγγέλια, ἐν Χριστῷ Ἰησοῦ, ἀμήν.
382Liberius papa Athanasius Alexandrinu Incertus, Epistolae amoebeae, 8, 1398C
διὰ τούτου ἐγένετο τὰ πάντα, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.
383Markos monachos, Florilegium et opuscula, Florilegium, 22; 3 (auctor fl.1260)
Ὡσαύτως λέγει καὶ ὁ ιθ᾿ κανὼν τῆς ἐν Γάγγρᾳ ἁγίας συνόδου· Εἴ τις τῶν ἀσκουμένων χωρὶς ἀνάγκης σωματικῆς ὑπερηφανεύοιτο καὶ τὰς παραδιδομένας νηστείας εἰς τὸ κοινὸν καὶ φυλαττομένας ὑπὸ τῆς ἐκκλησίας παραλύοι, ἀνάθεμα ἔστω.
384Markos monachos, Florilegium et opuscula, Florilegium, 23; 3 (auctor fl.1260)
Πᾶσαν τὴν θείαν ἑβδομάδα τοῦ τιμίου πάθους τοῦ κυρίου – τῆς ἁγίας μεγάλης πέμπτης χωρίς – ἐν ξηροφαγίᾳ καὶ ὑδροποσίᾳ διατελέσωμεν.
385Markos monachos, Florilegium et opuscula, Florilegium, 24; 5 (auctor fl.1260)
Ὁμοίως θέλει τοῦ φυλάττειν τὸ μὴ καταλύειν τὴν νηστείαν χωρὶς ἀνάγκης μεγάλης, μηδὲ ἐπιζητεῖν τὰ ἡδέα βρώματα, μηδὲ πάλιν καταβαρύνειν ἑαυτὸν τῇ πλησμονῇ τῶν βρωμάτων.
386Markos monachos, Florilegium et opuscula, Sermo B, 2; 2 (auctor fl.1260)
Ἡ οὖν τοιαύτη συζυγία τιμία ἐστὶ παρὰ θεῷ καὶ εὐαπόδεκτος, ὅτι τὸ ἓν τὸ ἄλλο συνίστησι καὶ λείποντος τοῦ ἑνὸς τὸ λοιπὸν ἀσθενεῖ καὶ ἀνενέργητον γίνεται· πίστις γὰρ χωρὶς τῶν ἔργων – τῶν κατὰ τὰς ἐντολὰς τοῦ θεοῦ – νεκρά ἐστιν {Iac 2,26}· ὁμοίως καὶ τὸ ἀνάπαλιν.
387Markos monachos, Florilegium et opuscula, Sermo C, 18; 2 (auctor fl.1260)
Λέγει γὰρ ἡ γραφή· τέκνον, ἐὰν προσέρχῃ δουλεύειν τῷ κυρίῳ, ἑτοίμασον τῆν ψυχήν σου εἰς πειρασμόν, εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρει {Sir 2,1}· καὶ ὁ ἀπόστολος λέγει· εἰ δὲ χωρίς ἐστε παιδείας, ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι ἐστὲ καὶ οὐχ υἱοί {Hbr 12,8}· καὶ πάλιν λέγει· τὰ ἐπιφερόμενα πάντα ὡς ἀγαθὰ προσδέχου εἰδώς, ὅτι ἄτερ θεοῦ οὐδὲν γίνεται, καὶ ὁ κύριος· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν {Lc 21,19}, καὶ μακάριοι οἱ δεδιωγμένοι {Mt 5,10: ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
388Markos monachos, Florilegium et opuscula, Sermo A, 2; 2 (auctor fl.1260)
Ἡ οὖν τοιαύτη συζυγία τιμία ἐστὶ παρὰ θεῷ καὶ εὐαπόδεκτος, ὅτι τὸ ἓν τὸ ἄλλο συνίστησι, καὶ λείποντος τοῦ ἑνὸς τὸ λοιπὸν ἀσθενὲς καὶ ἀνενέργητον γίνεται· πίστις γὰρ χωρὶς τῶν ἔργων – τῶν κατὰ τὰς ἐντολὰς τοῦ θεοῦ – νεκρά ἐστιν {Iac 2,26}· ὁμοίως καὶ τὸ ἀνάπαλιν.
389Martinus I, Epistolae, 87, 0161B
Οὗ χάριν διαμαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ Ἰησοῦ Χριστοῦ, καὶ τῶν ἐκλεκτῶν ἀγγέλων ἵνα ταῦτα φυλάξας χωρὶς προκρίματος, μηδὲν ποιῶν κατὰ πρόσκλησιν, ἀλλὰ καθαρᾷ συνειδήσει τὸ Εὐαγγέλιον τῆς χάριτος παραδίδου πᾶσι, καθὼς παρέλαβες, ἔκ τε τῶν ἁγίων Πατρῶν, καὶ ἡμῶν αὐτῶν τῶν τὰ ἐκείνων θεσπίσματα συνοδικῶς κυρωσάντων.
390Plato, Alcibiades, p3, 145; 8 (auctor c.425BC-347BC)
Σωκράτης ἆρ' οὖν τὸν τοιοῦτον συμβουλεύειν εἰδότα, χωρὶς τοῦ πότερον βέλτιον καὶ ὅτε βέλτιον, φρόνιμον καλεῖς· Ἀλκιβιάδης οὐ δῆτα.
391Plato, Alcibiades, p3, 145; 9 (auctor c.425BC-347BC)
Σωκράτης οὐδέ γε οἶμαι ὅστις τὸ πολεμεῖν αὐτὸ οἶδε χωρὶς τοῦ ὁπότε βέλτιον καὶ τοσοῦτον χρόνον ὅσον βέλτιον.
392Plato, Alcibiades, p3, 145; 11 (auctor c.425BC-347BC)
Σωκράτης οὐκοῦν οὐδὲ εἴ τίς τινα ἀποκτεινύναι οἶδεν οὐδὲ χρήματα ἀφαιρεῖσθαι καὶ φυγάδα ποιεῖν τῆς πατρίδος, χωρὶς τοῦ ὁπότε βέλτιον καὶ ὅντινα βέλτιον· Ἀλκιβιάδης οὐ μέντοι.
393Plato, Apologia, p1, 35; 4 (auctor c.425BC-347BC)
χωρὶς δὲ τῆς δόξης, ὦ ἄνδρες, οὐδὲ δίκαιόν μοι δοκεῖ εἶναι δεῖσθαι τοῦ δικαστοῦ οὐδὲ δεόμενον ἀποφεύγειν, ἀλλὰ διδάσκειν καὶ πείθειν.
394Plato, Charmides, p1, 157; 4 (auctor c.425BC-347BC)
καὶ γὰρ νῦν,» ἔφη, «τοῦτ' ἔστιν τὸ ἁμάρτημα περὶ τοὺς ἀνθρώπους, ὅτι χωρὶς ἑκατέρου, σωφροσύνης τε καὶ ὑγιείας, ἰατροί τινες ἐπιχειροῦσιν εἶναι·» καί μοι πάνυ σφόδρα ἐνετέλλετο μήτε πλούσιον οὕτω μηδένα εἶναι μήτε γενναῖον μήτε καλόν, ὃς ἐμὲ πείσει ἄλλως ποιεῖν.
395Plato, Convivium, p1, 173; 11 (auctor c.425BC-347BC)
καὶ γὰρ ἔγωγε καὶ ἄλλως, ὅταν μέν τινας περὶ φιλοσοφίας λόγους ἢ αὐτὸς ποιῶμαι ἢ ἄλλων ἀκούω, χωρὶς τοῦ οἴεσθαι ὠφελεῖσθαι ὑπερφυῶς ὡς χαίρω· ὅταν δὲ ἄλλους τινάς, ἄλλως τε καὶ τοὺς ὑμετέρους τοὺς τῶν πλουσίων καὶ χρηματιστικῶν, αὐτός τε ἄχθομαι ὑμᾶς τε τοὺς ἑταίρους ἐλεῶ, ὅτι οἴεσθε τὶ ποιεῖν οὐδὲν ποιοῦντες.
396Plato, Convivium, p1, 184; 3 (auctor c.425BC-347BC)
οὕτω δὴ ὑπὸ ταύτης τῆς αἰτίας πρῶτον μὲν τὸ ἁλίσκεσθαι ταχὺ αἰσχρὸν νενόμισται, ἵνα χρόνος ἐγγένηται, ὃς δὴ δοκεῖ τὰ πολλὰ καλῶς βασανίζειν, ἔπειτα τὸ ὑπὸ χρημάτων καὶ ὑπὸ πολιτικῶν δυνάμεων ἁλῶναι αἰσχρόν, ἐάν τε κακῶς πάσχων πτήξῃ καὶ μὴ καρτερήσῃ, ἄν τ' εὐεργετούμενος εἰς χρήματα ἢ εἰς διαπράξεις πολιτικὰς μὴ καταφρονήσῃ· οὐδὲν γὰρ δοκεῖ τούτων οὔτε βέβαιον οὔτε μόνιμον εἶναι, χωρὶς τοῦ μηδὲ πεφυκέναι ἀπ' αὐτῶν γενναίαν φιλίαν.
397Plato, Convivium, p1, 191; 2 (auctor c.425BC-347BC)
ἐπειδὴ οὖν ἡ φύσις δίχα ἐτμήθη, ποθοῦν ἕκαστον τὸ ἥμισυ τὸ αὑτοῦ συνῄει, καὶ περιβάλλοντες τὰς χεῖρας καὶ συμπλεκόμενοι ἀλλήλοις, ἐπιθυμοῦντες συμφῦναι, ἀπέθνῃσκον ὑπὸ λιμοῦ καὶ τῆς ἄλλης ἀργίας διὰ τὸ μηδὲν ἐθέλειν χωρὶς ἀλλήλων ποιεῖν.
398Plato, Convivium, p1, 222; 12 (auctor c.425BC-347BC)
τεκμαίρομαι δὲ καὶ ὡς κατεκλίνη ἐν μέσῳ ἐμοῦ τε καὶ σοῦ, ἵνα χωρὶς ἡμᾶς διαλάβῃ.
399Plato, Critias, p1, 110; 6 (auctor c.425BC-347BC)
ὤικει δὲ δὴ τότ' ἐν τῇδε τῇ χώρᾳ τὰ μὲν ἄλλα ἔθνη τῶν πολιτῶν περὶ τὰς δημιουργίας ὄντα καὶ τὴν ἐκ τῆς γῆς τροφήν, τὸ δὲ μάχιμον ὑπ' ἀνδρῶν θείων κατ' ἀρχὰς ἀφορισθὲν ᾤκει χωρίς, πάντα εἰς τροφὴν καὶ παίδευσιν τὰ προσήκοντα ἔχον, ἴδιον μὲν αὐτῶν οὐδεὶς οὐδὲν κεκτημένος, ἅπαντα δὲ πάντων κοινὰ νομίζοντες αὑτῶν, πέρα δὲ ἱκανῆς τροφῆς οὐδὲν ἀξιοῦντες παρὰ τῶν ἄλλων δέχεσθαι πολιτῶν, καὶ πάντα δὴ τὰ χθὲς λεχθέντα ἐπιτηδεύματα ἐπιτηδεύοντες, ὅσα περὶ τῶν ὑποτεθέντων ἐρρήθη φυλάκων.
400Plato, Critias, p1, 117; 2 (auctor c.425BC-347BC)
ταῖς δὲ δὴ κρήναις, τῇ τοῦ ψυχροῦ καὶ τῇ τοῦ θερμοῦ νάματος, πλῆθος μὲν ἄφθονον ἐχούσαις, ἡδονῇ δὲ καὶ ἀρετῇ τῶν ὑδάτων πρὸς ἑκατέρου τὴν χρῆσιν θαυμαστοῦ πεφυκότος, ἐχρῶντο περιστήσαντες οἰκοδομήσεις καὶ δένδρων φυτεύσεις πρεπούσας ὕδασι, δεξαμενάς τε αὖ τὰς μὲν ὑπαιθρίους, τὰς δὲ χειμερινὰς τοῖς θερμοῖς λουτροῖς ὑποστέγους περιτιθέντες, χωρὶς μὲν βασιλικάς, χωρὶς δὲ ἰδιωτικάς, ἔτι δὲ γυναιξὶν ἄλλας καὶ ἑτέρας ἵπποις καὶ τοῖς ἄλλοις ὑποζυγίοις, τὸ πρόσφορον τῆς κοσμήσεως ἑκάστοις ἀπονέμοντες.
401Plato, Critias, p1, 117; 3 (auctor c.425BC-347BC)
τὸ δὲ ἀπορρέον ἦγον ἐπὶ τὸ τοῦ Ποσειδῶνος ἄλσος, δένδρα παντοδαπὰ κάλλος ὕψος τε δαιμόνιον ὑπ' ἀρετῆς τῆς γῆς ἔχοντα, καὶ ἐπὶ τοὺς ἔξω κύκλους δι' ὀχετῶν κατὰ τὰς γεφύρας ἐπωχέτευον· οὗ δὴ πολλὰ μὲν ἱερὰ καὶ πολλῶν θεῶν, πολλοὶ δὲ κῆποι καὶ πολλὰ γυμνάσια ἐκεχειρούργητο, τὰ μὲν ἀνδρῶν, τὰ δὲ ἵππων χωρὶς ἐν ἑκατέρᾳ τῇ τῶν τροχῶν νήσῳ, τά τε ἄλλα καὶ κατὰ μέσην τὴν μείζω τῶν νήσων ἐξῃρημένος ἱππόδρομος ἦν αὐτοῖς, σταδίου τὸ πλάτος ἔχων, τὸ δὲ μῆκος περὶ τὸν κύκλον ὅλον ἀφεῖτο εἰς ἅμιλλαν τοῖς ἵπποις.
402Plato, Critias, p1, 119; 2 (auctor c.425BC-347BC)
τὸν οὖν ἡγεμόνα ἦν τεταγμένον εἰς τὸν πόλεμον παρέχειν ἕκτον μὲν ἅρματος πολεμιστηρίου μόριον εἰς μύρια ἅρματα, ἵππους δὲ δύο καὶ ἀναβάτας, ἔτι δὲ συνωρίδα χωρὶς δίφρου καταβάτην τε μικράσπιδα καὶ τὸν ἀμφοῖν μετ' ἐπιβάτην τοῖν ἵπποιν ἡνίοχον ἔχουσαν, ὁπλίτας δὲ δύο καὶ τοξότας σφενδονήτας τε ἑκατέρους δύο, γυμνῆτας δὲ λιθοβόλους καὶ ἀκοντιστὰς τρεῖς ἑκατέρους, ναύτας δὲ τέτταρας εἰς πλήρωμα διακοσίων καὶ χιλίων νεῶν.
403Plato, Crito, p1, 44; 9 (auctor c.425BC-347BC)
ἀλλ', ὦ δαιμόνιε Σώκρατες, ἔτι καὶ νῦν ἐμοὶ πιθοῦ καὶ σώθητι· ὡς ἐμοί, ἐὰν σὺ ἀποθάνῃς, οὐ μία συμφορά ἐστιν, ἀλλὰ χωρὶς μὲν τοῦ ἐστερῆσθαι τοιούτου ἐπιτηδείου οἷον ἐγὼ οὐδένα μή ποτε εὑρήσω, ἔτι δὲ καὶ πολλοῖς δόξω, οἳ ἐμὲ καὶ σὲ μὴ σαφῶς ἴσασιν, ὡς οἷός τ' ὤν σε σῴζειν εἰ ἤθελον ἀναλίσκειν χρήματα, ἀμελῆσαι.
404Plato, Epistolae, 1b, 316; 1 (auctor c.425BC-347BC)
πολιτικῶν ἐμὲ σοὶ κοινῇ πραγματευσάμενον ἑκόντα ὀλίγα δὴ κατ' ἀρχάς, ὅτε τι πλέον ποιεῖν ἂν ᾠήθην, ἄλλα τε βραχέα ἄττα καὶ τὰ περὶ τῶν νόμων προοίμια σπουδάσαντα μετρίως, χωρὶς ὧν σὺ προσέγραψας ἤ τις ἕτερος· ἀκούω γὰρ ὕστερον ὑμῶν τινας αὐτὰ διασκευωρεῖν, δῆλα μὴν ἑκάτερα ἔσται τοῖς τὸ ἐμὸν ἦθος δυναμένοις κρίνειν.
405Plato, Epistolae, 1b, 316; 7 (auctor c.425BC-347BC)
ἆρ' οὖν οἴει μοι τότε πολιτικῶν εἶναι κοινωνίαν πρὸς σέ, τὸν μὲν ἔμφρονα κοινωνὸν ἀπολωλεκότι, τὸν δὲ ἄφρονα ὁρῶντι μετὰ πονηρῶν καὶ πολλῶν ἀνθρώπων καταλελειμμένον, οὐκ ἄρχοντα, οἰόμενον δ' ἄρχειν, ὑπὸ δὲ τοιούτων ἀνθρώπων ἀρχόμενον· ἐν οἷς τί χρῆν ποιεῖν ἐμέ· μῶν οὐχ ὅπερ ἐποίουν ἀναγκαῖον, ἐκ τῶν λοιπῶν τὰ μὲν πολιτικὰ χαίρειν ἐᾶν, εὐλαβούμενον τὰς ἐκ τῶν φθόνων διαβολάς, ὑμᾶς δὲ πάντως, καίπερ ἀλλήλων χωρὶς γεγονότας καὶ διαφόρους ὄντας, πειρᾶσθαι φίλους ἀλλήλοις ὅτι μάλιστα ποιεῖν· τούτων δὴ καὶ σὺ μάρτυς, ὅτι τοῦτο αὐτὸ συντείνων οὐκ ἀνῆκα πώποτε· καὶ μόγις μέν, ὅμως δ', ὡμολογήθη νῷν
406Plato, Epistolae, 1f, 340; 6 (auctor c.425BC-347BC)
ὁ γὰρ ἀκούσας, ἐὰν μὲν ὄντως ᾖ φιλόσοφος οἰκεῖός τε καὶ ἄξιος τοῦ πράγματος θεῖος ὤν, ὁδόν τε ἡγεῖται θαυμαστὴν ἀκηκοέναι συντατέον τε εἶναι νῦν καὶ οὐ βιωτὸν ἄλλως ποιοῦντι· μετὰ τοῦτο δὴ συντείνας αὐτός τε καὶ τὸν ἡγούμενον τὴν ὁδόν, οὐκ ἀνίησιν πρὶν ἂν ἢ τέλος ἐπιθῇ πᾶσιν, ἢ λάβῃ δύναμιν ὥστε αὐτὸς αὑτὸν χωρὶς τοῦ δείξοντος δυνατὸς εἶναι ποδηγεῖν.
407Plato, Euthydemus, p1, 284; 3 (auctor c.425BC-347BC)
ἓν μὴν κἀκεῖνό γ' ἐστὶν τῶν ὄντων, ὃ λέγει, χωρὶς τῶν ἄλλων.
408Plato, Euthydemus, p1, 289; 10 (auctor c.425BC-347BC)
ἐνταῦθα γὰρ δὴ χωρὶς μὲν ἡ ποιοῦσα τέχνη, χωρὶς δὲ ἡ χρωμένη διῄρηται τοῦ αὐτοῦ πέρι· ἡ γὰρ λυροποιικὴ καὶ ἡ κιθαριστικὴ πολὺ διαφέρετον ἀλλήλοιν.
409Plato, Euthydemus, p1, 289; 15 (auctor c.425BC-347BC)
τίνι τεκμηρίῳ, ἦν δ' ἐγώ, χρῇ· ὁρῶ, ἔφη, τινὰς λογοποιούς, οἳ τοῖς ἰδίοις λόγοις, οἷς αὐτοὶ ποιοῦσιν, οὐκ ἐπίστανται χρῆσθαι, ὥσπερ οἱ λυροποιοὶ ταῖς λύραις, ἀλλὰ καὶ ἐνταῦθα ἄλλοι δυνατοὶ χρῆσθαι οἷς ἐκεῖνοι ἠργάσαντο, οἱ λογοποιεῖν αὐτοὶ ἀδύνατοι· δῆλον οὖν ὅτι καὶ περὶ λόγους χωρὶς ἡ τοῦ ποιεῖν τέχνη καὶ ἡ τοῦ χρῆσθαι.
410Plato, Hippias, p3, 368; 12 (auctor c.425BC-347BC)
ἀλλ' ὅπερ ἐγὼ λέγω, καὶ εἰς τὰς σαυτοῦ τέχνας βλέψας – ἱκαναὶ δέ – καὶ εἰς τὰς τῶν ἄλλων εἰπέ μοι, ἐάν που εὕρῃς ἐκ τῶν ὡμολογημένων ἐμοί τε καὶ σοί, ὅπου ἐστὶν ὁ μὲν ἀληθής, ὁ δὲ ψευδής, χωρὶς καὶ οὐχ ὁ αὐτός· ἐν ᾗτινι βούλει σοφίᾳ τοῦτο σκέψαι ἢ πανουργίᾳ
411Plato, Laches, p1, 195; 3 (auctor c.425BC-347BC)
Σωκράτης πρὸς τί τοῦτ' εἶπες βλέψας, ὦ Λάχης· Λάχης πρὸς ὅτι· χωρὶς δήπου σοφία ἐστὶν ἀνδρείας.
412Plato, Leges, 1, 639; 3 (auctor c.425BC-347BC)
φέρε, εἴ τις αἰγῶν τροφήν, καὶ τὸ ζῷον αὐτὸ κτῆμα ὡς ἔστιν καλόν, ἐπαινοῖ, ἄλλος δέ τις ἑωρακὼς αἶγας χωρὶς νεμομένας αἰπόλου ἐν ἐργασίμοις χωρίοις δρώσας κακὰ διαψέγοι, καὶ πᾶν θρέμμα ἄναρχον ἢ μετὰ κακῶν ἀρχόντων ἰδὼν οὕτω μέμφοιτο, τὸν τοῦ τοιούτου ψόγον ἡγούμεθα ὑγιὲς ἄν ποτε ψέξαι καὶ ὁτιοῦν· Μέγιλλος καὶ πῶς· Ἀθηναῖος χρηστὸς δὲ ἄρχων ἔσθ' ἡμῖν ἐν πλοίοις πότερον ἐὰν τὴν ναυτικὴν ἔχῃ ἐπιστήμην μόνον, ἄντ' οὖν ναυτιᾷ ἄντε μή, ἢ πῶς ἂν λέγοιμεν· Μέγιλλος οὐδαμῶς, ἄν γε πρὸς τῇ τέχνῃ ἔχῃ καὶ τοῦτο τὸ πάθος ὃ λέγεις.
413Plato, Leges, 1, 640; 16 (auctor c.425BC-347BC)
Ἀθηναῖος οὐκοῦν εἰ μὲν γιγνομένων ὡς δυνατὸν ὀρθότατα τούτων ἐν ταῖς πόλεσι τῶν συνουσιῶν μέμφοιτό τις, ἐπικαλῶν αὐτῷ τῷ πράγματι, τάχ' ἂν ὀρθῶς ἴσως μέμφοιτο· εἰ δὲ ἁμαρτανόμενον ὡς οἷόν τε μάλιστα ἐπιτήδευμά τις ὁρῶν λοιδορεῖ, πρῶτον μὲν δῆλον ὡς ἀγνοεῖ τοῦτ' αὐτὸ γιγνόμενον οὐκ ὀρθῶς, εἶθ' ὅτι πᾶν τούτῳ τῷ τρόπῳ φανεῖται πονηρόν, δεσπότου τε καὶ ἄρχοντος νήφοντος χωρὶς πραττόμενον.
414Plato, Leges, 1a, 669; 7 (auctor c.425BC-347BC)
ταῦτά γε γὰρ ὁρῶσι πάντα κυκώμενα, καὶ ἔτι διασπῶσιν οἱ ποιηταὶ ῥυθμὸν μὲν καὶ σχήματα μέλους χωρίς, λόγους ψιλοὺς εἰς μέτρα τιθέντες, μέλος δ' αὖ καὶ ῥυθμὸν ἄνευ ῥημάτων, ψιλῇ κιθαρίσει τε καὶ αὐλήσει προσχρώμενοι, ἐν οἷς δὴ παγχάλεπον ἄνευ λόγου γιγνόμενον ῥυθμόν τε καὶ ἁρμονίαν γιγνώσκειν ὅτι τε βούλεται καὶ ὅτῳ ἔοικε τῶν ἀξιολόγων μιμημάτων· ἀλλὰ ὑπολαβεῖν ἀναγκαῖον ὅτι τὸ τοιοῦτόν γε πολλῆς ἀγροικίας μεστὸν πᾶν, ὁπόσον τάχους τε καὶ ἀπταισίας καὶ φωνῆς θηριώδους σφόδρα φίλον ὥστ' αὐλήσει γε χρῆσθαι καὶ
415Plato, Leges, 1a, 671; 7 (auctor c.425BC-347BC)
Ἀθηναῖος τούτων δέ γε τῶν νόμων εἶναι νομοφύλακας καὶ συνδημιουργοὺς αὐτοῖς τοὺς ἀθορύβους καὶ νήφοντας τῶν μὴ νηφόντων στρατηγούς, ὧν δὴ χωρὶς μέθῃ διαμάχεσθαι δεινότερον ἢ πολεμίοις εἶναι μὴ μετὰ ἀρχόντων ἀθορύβων, καὶ τὸν αὖ μὴ δυνάμενον ἐθέλειν πείθεσθαι τούτοις καὶ τοῖς ἡγεμόσιν τοῖς τοῦ Διονύσου, τοῖς ὑπὲρ ἑξήκοντα ἔτη γεγονόσιν, ἴσην καὶ μείζω τὴν αἰσχύνην φέρειν ἢ τὸν τοῖς τοῦ Ἄρεως ἀπειθοῦντα ἄρχουσιν.
416Plato, Leges, 1b, 681; 3 (auctor c.425BC-347BC)
Ἀθηναῖος τί δέ· τόδε ἆρα οὐκ εἰκός· Κλεινίας τὸ ποῖον· Ἀθηναῖος τῶν οἰκήσεων τούτων μειζόνων αὐξανομένων ἐκ τῶν ἐλαττόνων καὶ πρώτων, ἑκάστην τῶν σμικρῶν παρεῖναι κατὰ γένος ἔχουσαν τόν τε πρεσβύτατον ἄρχοντα καὶ αὑτῆς ἔθη ἄττα ἴδια διὰ τὸ χωρὶς ἀλλήλων οἰκεῖν, ἕτερα ἀφ' ἑτέρων ὄντων τῶν γεννητόρων τε καὶ θρεψάντων, ἃ εἰθίσθησαν περὶ θεούς τε καὶ ἑαυτούς, κοσμιωτέρων μὲν κοσμιώτερα καὶ ἀνδρικῶν ἀνδρικώτερα, καὶ κατὰ τρόπον οὕτως ἑκάστους τὰς αὑτῶν ἂν αἱρέσεις εἰς τοὺς παῖδας ἀποτυπουμένους καὶ παίδων παῖδας, ὃ λέγομεν, ἥκειν ἔχοντας ἰδίους νόμους εἰς τὴν μείζονα συνοικίαν.
417Plato, Leges, 1b, 696; 8 (auctor c.425BC-347BC)
Ἀθηναῖος ἀλλὰ μὴν τό γε δίκαιον οὐ φύεται χωρὶς τοῦ σωφρονεῖν.
418Plato, Leges, 1b, 697; 3 (auctor c.425BC-347BC)
Ἀθηναῖος βούλει δὴ τὰ μὲν ἅπαντα καὶ ἐφ' ἕκαστον ἔργον καὶ κατὰ σμικρὰ ἐκείνῳ δῶμεν νεῖμαι, τὸ δὲ τριχῇ διελεῖν, ἐπειδὴ νόμων ἐσμὲν καὶ αὐτοί πως ἐπιθυμηταί, πειραθῶμεν, διατεμεῖν χωρὶς τά τε μέγιστα καὶ δεύτερα καὶ τρίτα· Μέγιλλος πάνυ μὲν οὖν.
419Plato, Leges, 1d, 743; 9 (auctor c.425BC-347BC)
λέγομεν δὴ μήτε χρυσὸν δεῖν μήτε ἄργυρον ἐν τῇ πόλει, μήτε αὖ χρηματισμὸν πολὺν διὰ βαναυσίας καὶ τόκων μηδὲ βοσκημάτων αἰσχρῶν, ἀλλ' ὅσα γεωργία δίδωσι καὶ φέρει, καὶ τούτων ὁπόσα μὴ χρηματιζόμενον ἀναγκάσειεν ἀμελεῖν ὧν ἕνεκα πέφυκε τὰ χρήματα· ταῦτα δ' ἐστὶ ψυχὴ καὶ σῶμα, ἃ χωρὶς γυμναστικῆς καὶ τῆς ἄλλης παιδείας οὐκ ἄν ποτε γένοιτο ἄξια λόγου.
420Plato, Leges, 1d, 745; 2 (auctor c.425BC-347BC)
ἡ δὲ κτῆσις χωρὶς τοῦ κλήρου πάντων πᾶσα ἐν τῷ φανερῷ γεγράφθω παρὰ φύλαξιν ἄρχουσιν, οἷς ἂν ὁ νόμος προστάξῃ, ὅπως ἂν αἱ δίκαι περὶ πάντων, ὅσαι εἰς χρήματα, ῥᾴδιαί τε ὦσι καὶ σφόδρα σαφεῖς.
421Plato, Leges, 1e, 755; 8 (auctor c.425BC-347BC)
τὸν δὲ σύλλογον τοῦτον ἐν τῷ παρόντι, πρὶν πρυτάνεις τε καὶ βουλὴν ᾑρῆσθαι, τοὺς νομοφύλακας συλλέξαντας εἰς χωρίον ὡς ἱερώτατόν τε καὶ ἱκανώτατον καθίσαι, χωρὶς μὲν τοὺς ὁπλίτας, χωρὶς δὲ τοὺς ἱππέας, τρίτον δ' ἐφεξῆς τούτοις πᾶν ὅσον ἐμπολέμιον· χειροτονούντων δὲ στρατηγοὺς μὲν καὶ ἱππάρχους πάντες, ταξιάρχους δὲ οἱ
422Plato, Leges, 1f, 788; 11 (auctor c.425BC-347BC)
Ἀθηναῖος τί οὖν· πολλὴ αὔξη ὅταν ἐπιρρέῃ πόνων χωρὶς
423Plato, Leges, 1f, 790; 3 (auctor c.425BC-347BC)
Κλεινίας ἀλλὰ τίνος δὴ χάριν ἔφαμεν αὐτὰ δεῖν ῥηθῆναι· Ἀθηναῖος τοῦδε· τὰ τῶν δεσποτῶν τε καὶ ἐλευθέρων ἐν ταῖς πόλεσιν ἤθη τάχ' ἂν ἀκούσαντα εἰς σύννοιαν ἀφίκοιτ' ἂν τὴν ὀρθήν, ὅτι χωρὶς τῆς ἰδίας διοικήσεως ἐν ταῖς πόλεσιν ὀρθῆς γιγνομένης μάτην ἂν τὰ κοινά τις οἴοιτο ἕξειν τινὰ βεβαιότητα θέσεως νόμων, καὶ ταῦτα ἐννοῶν, αὐτὸς νόμοις ἂν τοῖς νῦν ῥηθεῖσιν χρῷτο, καὶ χρώμενος, εὖ τήν τε οἰκίαν καὶ πόλιν ἅμα τὴν αὑτοῦ διοικῶν, εὐδαιμονοῖ.
424Plato, Leges, 1f, 806; 5 (auctor c.425BC-347BC)
Ἀθηναῖος οὐκοῦν τὰ μετὰ ταῦτα ἤδη σχεδὸν ἐμὸν πειρᾶσθαι φράζειν· Κλεινίας πῶς γὰρ οὔ· Ἀθηναῖος τίς δὴ τρόπος ἀνθρώποις γίγνοιτ' ἂν τοῦ βίου, οἷσιν τὰ μὲν ἀναγκαῖα εἴη κατεσκευασμένα μέτρια, τὰ δὲ τῶν τεχνῶν ἄλλοις παραδεδομένα, γεωργίαι δὲ ἐκδεδομέναι δούλοις ἀπαρχὴν τῶν ἐκ τῆς γῆς ἀποτελοῦσιν ἱκανὴν ἀνθρώποις ζῶσι κοσμίως, συσσίτια δὲ κατεσκευασμένα εἴη χωρὶς μὲν τὰ τῶν ἀνδρῶν, ἐγγὺς δ' ἐχόμενα τὰ τῶν αὐτοῖς οἰκείων, παίδων τε ἅμα θηλειῶν καὶ τῶν μητέρων αὐταῖς, ἄρχουσιν δὲ καὶ ἀρχούσαις εἴη προστεταγμένα λύειν ταῦτα ἑκάστοις τὰ συσσίτια πάντα, καθ' ἑκάστην ἡμέραν θεασαμένους καὶ ἰδόντας τὴν διαγωγὴν τὴν τῶν συσσίτων, μετὰ δὲ ταῦτα
425Plato, Leges, 1f, 814; 2 (auctor c.425BC-347BC)
Κλεινίας οὐ μὰ τὸν Δία, ὦ ξένε, οὐδαμῶς εὔσχημον γίγνοιτ' ἄν, τοῦ κακοῦ χωρίς, τοῦτο ἐν πόλει ὅπου γίγνοιτο.
426Plato, Leges, 1f, 815; 4 (auctor c.425BC-347BC)
τὴν τοίνυν ἀμφισβητουμένην ὄρχησιν δεῖ πρῶτον χωρὶς τῆς ἀναμφισβητήτου διατεμεῖν.
427Plato, Leges, 1f, 815; 5 (auctor c.425BC-347BC)
τίς οὖν αὕτη, καὶ πῇ δεῖ χωρὶς τέμνειν ἑκατέραν· ὅση μὲν βακχεία τ' ἐστὶν καὶ τῶν ταύταις ἑπομένων, ἃς Νύμφας τε καὶ Πᾶνας καὶ Σειληνοὺς καὶ Σατύρους ἐπονομάζοντες, ὥς φασιν, μιμοῦνται κατῳνωμένους, περὶ καθαρμούς τε καὶ τελετάς τινας ἀποτελούντων, σύμπαν τοῦτο τῆς ὀρχήσεως τὸ γένος οὔθ' ὡς εἰρηνικὸν οὔθ' ὡς πολεμικὸν οὔθ' ὅτι ποτὲ βούλεται ῥᾴδιον ἀφορίσασθαι· διορίσασθαι μήν μοι ταύτῃ δοκεῖ σχεδὸν ὀρθότατον αὐτὸ εἶναι, χωρὶς μὲν πολεμικοῦ, χωρὶς δὲ εἰρηνικοῦ θέντας, εἰπεῖν ὡς οὐκ ἔστι πολιτικὸν τοῦτο τῆς ὀρχήσεως τὸ γένος, ἐνταῦθα δὲ κείμενον ἐάσαντας κεῖσθαι, νῦν ἐπὶ τὸ πολεμικὸν ἅμα καὶ εἰρηνικὸν ὡς ἀναμφισβητήτως ἡμέτερον ὂν ἐπανιέναι.
428Plato, Leges, 1f, 817; 5 (auctor c.425BC-347BC)
» ταῦτ' οὖν ἔστω περὶ πᾶσαν χορείαν καὶ μάθησιν τούτων πέρι συντεταγμένα νόμοις ἔθη, χωρὶς μὲν τὰ τῶν δούλων, χωρὶς δὲ τὰ τῶν δεσποτῶν, εἰ συνδοκεῖ.
429Plato, Leges, 1f, 818; 5 (auctor c.425BC-347BC)
ταῦτ' οὖν δὴ πάντα ὡς μὲν οὐκ ἀναγκαῖά ἐστι μαθήματα τῷ μέλλοντι σχεδὸν ὁτιοῦν τῶν καλλίστων μαθημάτων εἴσεσθαι, πολλὴ καὶ μωρία τοῦ διανοήματος· ποῖα δὲ ἕκαστα τούτων καὶ πόσα καὶ πότε μαθητέον, καὶ τί μετὰ τίνος καὶ τί χωρὶς τῶν ἄλλων, καὶ πᾶσαν τὴν τούτων κρᾶσιν, ταῦτά ἐστιν ἃ δεῖ λαβόντα ὀρθῶς πρῶτα, ἐπὶ τἆλλα ἰόντα τούτων ἡγουμένων τῶν μαθημάτων μανθάνειν.
430Plato, Leges, 1g, 828; 5 (auctor c.425BC-347BC)
ὁ μὲν γὰρ δὴ νόμος ἐρεῖ δώδεκα μὲν ἑορτὰς εἶναι τοῖς δώδεκα θεοῖς, ὧν ἂν ἡ φυλὴ ἑκάστη ἐπώνυμος ᾖ, θύοντας τούτων ἑκάστοις ἔμμηνα ἱερά, χορούς τε καὶ ἀγῶνας μουσικούς, τοὺς δὲ γυμνικούς, κατὰ τὸ πρέπον προσνέμοντας τοῖς θεοῖς τε αὐτοῖς ἅμα καὶ ταῖς ὥραις ἑκάσταις, γυναικείας τε ἑορτάς, ὅσαις χωρὶς ἀνδρῶν προσήκει καὶ ὅσαις μή, διανέμοντας.
431Plato, Leges, 1g, 830; 3 (auctor c.425BC-347BC)
Ἀθηναῖος τί οὖν· τὸ τῆς πόλεως ἡμῖν μάχιμον ἦ χεῖρόν τι παρασκευασάμενον τῶν τοιούτων ἀγωνιστῶν εἰς τὸν μέγιστον τῶν ἀγώνων ἑκάστοτε τολμήσει παριέναι, διαμαχούμενον περὶ ψυχῆς καὶ παίδων καὶ χρημάτων καὶ ὅλης τῆς πόλεως· καὶ ταῦτα δὴ φοβηθεὶς αὐτῶν ὁ νομοθέτης τὰ πρὸς ἀλλήλους γυμνάσια μὴ φαίνηταί τισιν γελοῖα, οὐκ ἄρα νομοθετήσει, στρατεύεσθαι προστάττων μάλιστα μὲν ἑκάστης ἡμέρας τά γε σμικρὰ χωρὶς τῶν ὅπλων, χορούς τε εἰς ταῦτα ἅμα καὶ γυμναστικὴν πᾶσαν συντείνων, τὰς δὲ οἷόν τινας μείζους τε καὶ ἐλάττους γυμνασίας μὴ ἔλαττον ἢ κατὰ μῆνα ἕκαστον ποιεῖσθαι προστάξει, ἁμίλλας τε πρὸς ἀλλήλους ποιουμένους κατὰ πᾶσαν τὴν χώραν, ἐπὶ κατάληψιν χωρίων ἁμιλλωμένους καὶ ἐνέδρας, καὶ πᾶσαν μιμουμένους τὴν πολεμικήν, ὄντως σφαιρομαχεῖν τε καὶ βολαῖς ὡς ἐγγύτατα τῶν ἀληθῶν, χρωμένους ὑποκινδύνοις βέλεσιν, ὅπως μὴ παντάπασιν ἄφοβος ἡ πρὸς ἀλλήλους γίγνηται παιδιά, δείματα δὲ παρέχῃ καί τινα τρόπον δηλοῖ τόν τε εὔψυχον καὶ τὸν μή,
432Plato, Leges, 1g, 833; 2 (auctor c.425BC-347BC)
Κλεινίας τί μήν· Ἀθηναῖος οὐ μὴν χωρίς γε ὅπλων οὐδετέρα τὴν μεγίστην ἔχει χρείαν.
433Plato, Leges, 1g, 845; 2 (auctor c.425BC-347BC)
μέτοικος δὲ ὠνούμενος τὴν γενναίαν ὀπώραν ὀπωριζέτω, ἐὰν βούληται, ἐὰν δὲ ξένος ἐπιδημήσας ὀπώρας ἐπιθυμῇ φαγεῖν διαπορευόμενος τὰς ὁδούς, τῆς μὲν γενναίας ἁπτέσθω, ἐὰν βούληται, μεθ' ἑνὸς ἀκολούθου χωρὶς τιμῆς, ξένια δεχόμενος, τῆς δὲ ἀγροίκου λεγομένης καὶ τῶν τοιούτων ὁ νόμος εἰργέτω μὴ κοινωνεῖν ἡμῖν τοὺς ξένους· ἐὰν δέ τις ἀίστωρ ὢν αὐτὸς ἢ δοῦλος ἅψηται, τὸν μὲν δοῦλον πληγαῖς κολάζειν, τὸν δὲ ἐλεύθερον ἀποπέμπειν νουθετήσαντα καὶ διδάξαντα τῆς ἄλλης ὀπώρας ἅπτεσθαι τῆς εἰς ἀπόθεσιν ἀσταφίδος οἴνου τε καὶ ξηρῶν σύκων ἀνεπιτηδείου κεκτῆσθαι.
434Plato, Leges, 1g, 848; 6 (auctor c.425BC-347BC)
τὸ δὲ μετὰ τοῦτο αὐτοῖς οἰκήσεις δεῖ χωρὶς διατεταγμένας εἶναι· τάξις δὲ ἥδε πρέπει τοῖς τοιούτοις.
435Plato, Leges, 1h, 867; 3 (auctor c.425BC-347BC)
διὸ χαλεποὶ διορίζειν οἱ τῷ θυμῷ πραχθέντες φόνοι, πότερον ἑκουσίους αὐτοὺς ἤ τινας ὡς ἀκουσίους νομοθετητέον, βέλτιστον μὴν καὶ ἀληθέστατον εἰς εἰκόνα μὲν ἄμφω θεῖναι, τεμεῖν δὲ αὐτὼ χωρὶς τῇ ἐπιβουλῇ καὶ ἀπροβουλίᾳ, καὶ τοῖς μὲν μετ' ἐπιβουλῆς τε καὶ ὀργῇ κτείνασιν τὰς τιμωρίας χαλεπωτέρας, τοῖς δὲ ἀπροβουλεύτως τε καὶ ἐξαίφνης πρᾳοτέρας νομοθετεῖν· τὸ γὰρ εἰκὸς μείζονι κακῷ μειζόνως, τὸ δ' ἐλάττονι τιμωρητέον ἐλαττόνως.
436Plato, Leges, 1i, 885; 1 (auctor c.425BC-347BC)
εἰς ἱερὰ δὲ ἴδια καὶ τάφους δεύτερα καὶ δευτέρως, εἰς δὲ γονέας τρίτα, χωρὶς τῶν ἔμπροσθεν εἰρημένων, ὅταν ὑβρίζῃ τις.
437Plato, Leges, 1i, 902; 9 (auctor c.425BC-347BC)
Ἀθηναῖος οὐ μὴν οὐδὲ κυβερνήταις οὐδὲ στρατηγοῖς οὐδ' οἰκονόμοις, οὐδ' αὖ τισὶν πολιτικοῖς οὐδ' ἄλλῳ τῶν τοιούτων οὐδενί, χωρὶς τῶν ὀλίγων καὶ σμικρῶν πολλὰ ἢ μεγάλα· οὐδὲ γὰρ ἄνευ σμικρῶν τοὺς μεγάλους φασὶν λιθολόγοι λίθους εὖ κεῖσθαι.
438Plato, Leges, 1k, 942; 2 (auctor c.425BC-347BC)
στρατιῶν δὲ ἕνεκα πολλὴ μὲν συμβουλή, πολλοὶ δὲ νόμοι γίγνονται κατὰ τρόπον, μέγιστον δὲ τὸ μηδέποτε ἄναρχον μηδένα εἶναι, μήτ' ἄρρενα μήτε θήλειαν, μηδέ τινος ἔθει ψυχὴν εἰθίσθαι μήτε σπουδάζοντος μήτ' ἐν παιδιαῖς αὐτὸν ἐφ' αὑτοῦ τι κατὰ μόνας δρᾶν, ἀλλ' ἔν τε πολέμῳ παντὶ καὶ ἐν εἰρήνῃ πάσῃ πρὸς τὸν ἄρχοντα ἀεὶ βλέποντα καὶ συνεπόμενον ζῆν, καὶ τὰ βραχύταθ' ὑπ' ἐκείνου κυβερνώμενον, οἷον ἑστάναι θ' ὅταν ἐπιτάττῃ τις καὶ πορεύεσθαι καὶ γυμνάζεσθαι καὶ λοῦσθαι καὶ σιτεῖσθαι καὶ ἐγείρεσθαι νύκτωρ εἴς τε φυλακὰς καὶ παραγγέλσεις, καὶ ἐν αὐτοῖς τοῖς κινδύνοις μήτε τινὰ διώκειν μήθ' ὑποχωρεῖν ἄλλῳ ἄνευ τῆς τῶν ἀρχόντων δηλώσεως, ἑνί τε λόγῳ τὸ χωρίς τι τῶν ἄλλων πράττειν διδάξαι τὴν ψυχὴν ἔθεσι μήτε γιγνώσκειν μήτ' ἐπίστασθαι τὸ παράπαν, ἀλλ' ἁθρόον ἀεὶ καὶ ἅμα καὶ κοινὸν τὸν βίον ὅτι μάλιστα πᾶσι πάντων γίγνεσθαι – τούτου γὰρ οὔτ' ἔστιν οὔτε ποτὲ μὴ γένηται κρεῖττον οὔτε ἄμεινον οὔτε τεχνικώτερον εἰς σωτηρίαν τὴν κατὰ πόλεμον καὶ νίκην – τοῦτο ἐν εἰρήνῃ μελετητέον εὐθὺς ἐκ τῶν παίδων, ἄρχειν τε ἄλλων ἄρχεσθαί θ' ὑφ' ἑτέρων· τὴν δ' ἀναρχίαν ἐξαιρετέον ἐκ παντὸς τοῦ βίου ἁπάντων τῶν ἀνθρώπων τε καὶ τῶν ὑπ' ἀνθρώπους θηρίων.
439Plato, Leges, 1k, 943; 3 (auctor c.425BC-347BC)
ἐὰν δέ τις ἐκλείπῃ τινὶ κάκῃ μὴ στρατηγῶν ἀφέντων, γραφὰς ἀστρατείας εἶναι πρὸς τοὺς πολεμικοὺς ἄρχοντας, ὅταν ἔλθωσιν ἀπὸ στρατοπέδου, δικάζειν δὲ τοὺς στρατεύσαντας ἑκάστους χωρίς, ὁπλίτας τε καὶ ἱππέας καὶ τἆλλα ἐμπολέμια ἕκαστα ὡσαύτως, καὶ εἰσάγειν ὁπλίτας μὲν εἰς τοὺς ὁπλίτας, ἱππέας δὲ εἰς τοὺς ἱππέας καὶ τοὺς ἄλλους δὲ κατὰ ταὐτὰ εἰς τοὺς αὑτῶν συννόμους· ἐὰν δέ τις ὄφλῃ, ὑπάρχειν μὲν αὐτῷ μήποτε τῆς ὅλης ἀριστείας ἀγωνιστῇ γενέσθαι μηδὲ ἀστρατείας ἄλλον γράψασθαί ποτε μηδὲ κατηγόρῳ τούτων πέρι γενέσθαι, πρὸς τούτοις δ' ἔτι προστιμᾶν αὐτῷ τὸ δικαστήριον ὅτι χρὴ παθεῖν ἢ ἀποτίνειν.
440Plato, Leges, 1k, 945; 6 (auctor c.425BC-347BC)
ἂν μὲν γὰρ οἱ τοὺς ἄρχοντας ἐξευθύνοντες βελτίους ὦσιν ἐκείνων, καὶ τοῦτ' ἐν δίκῃ ἀμέμπτῳ τε καὶ ἀμέμπτως, ἡ πᾶσα οὕτω θάλλει τε καὶ εὐδαιμονεῖ χώρα καὶ πόλις· ἐὰν δ' ἄλλως τὰ περὶ τὰς εὐθύνας τῶν ἀρχόντων γίγνηται, τότε λυθείσης τῆς τὰ πάντα πολιτεύματα συνεχούσης εἰς ἓν δίκης, ταύτῃ πᾶσα ἀρχὴ διεσπάσθη χωρὶς ἑτέρα ἀπ' ἄλλης, καὶ οὐκ εἰς τὸ αὐτὸ ἔτι νεύουσαι, πολλὰς ἐκ μιᾶς τὴν πόλιν ποιοῦσαι, στάσεων ἐμπλήσασαι ταχὺ διώλεσαν.
441Plato, Leges, 1k, 947; 2 (auctor c.425BC-347BC)
τελευτήσασι δὲ προθέσεις καὶ ἐκφορὰς καὶ θήκας διαφόρους εἶναι τῶν ἄλλων πολιτῶν· λευκὴν μὲν τὴν στολὴν ἔχειν πᾶσαν, θρήνων δὲ καὶ ὀδυρμῶν χωρὶς γίγνεσθαι, κορῶν δὲ χορὸν πεντεκαίδεκα καὶ ἀρρένων ἕτερον περιισταμένους τῇ κλίνῃ ἑκατέρους οἷον ὕμνον πεποιημένον ἔπαινον εἰς τοὺς ἱερέας ἐν μέρει ἑκατέρους ᾄδειν, εὐδαιμονίζοντας ᾠδῇ διὰ πάσης τῆς ἡμέρας· ἕωθεν δ' εἰς τὴν θήκην φέρειν αὐτὴν μὲν τὴν κλίνην ἑκατὸν τῶν νέων τῶν ἐν τοῖς γυμνασίοις, οὓς ἂν οἱ προσήκοντες τοῦ τελευτήσαντος ἐπιόψωνται, πρώτους δὲ προϊέναι τοὺς ἠιθέους τὴν πολεμικὴν σκευὴν ἐνδεδυκότας ἑκάστους, σὺν τοῖς ἵπποισι μὲν ἱππέας, σὺν δὲ ὅπλοις ὁπλίτας, καὶ τοὺς ἄλλους ὡσαύτως, παῖδας δὲ περὶ αὐτὴν τὴν κλίνην ἔμπροσθεν τὸ πάτριον μέλος ἐφυμνεῖν, καὶ κόρας ἑπομένας ἐξόπισθεν ὅσαι τ' ἂν γυναῖκες τῆς παιδοποιήσεως ἀπηλλαγμέναι τυγχάνωσιν, μετὰ δὲ ταῦτα ἱερέας τε καὶ ἱερείας ὡς καθαρεύοντι τῷ τάφῳ ἕπεσθαι, ἐὰν ἄρα καὶ τῶν ἄλλων εἴργωνται τάφων, ἐὰν καὶ τὸ τῆς Πυθίας οὕτω τε καὶ ταύτῃ σύμψηφον ᾖ.
442Plato, Leges, 1k, 949; 1 (auctor c.425BC-347BC)
δι' ὅρκων ἢ διὰ φορᾶς ψήφων ἀφ' ἱερῶν φέροντα δρᾶν ἀεὶ τὸ τοιοῦτον, καὶ κριτὴν αὖ χορῶν καὶ πάσης μουσικῆς καὶ γυμνικῶν τε καὶ ἱππικῶν ἄθλων ἐπιστάτας καὶ βραβέας καὶ ἁπάντων ὁπόσα μὴ φέρει κέρδος κατὰ τὴν ἀνθρωπίνην δόξαν τῷ ἐπιορκοῦντι· τῶν δὲ ὁπόσα ἐξαρνηθέντι καὶ ἐξομοσαμένῳ κέρδος μέγα φανερὸν εἶναι δοκεῖ, ταῦτα δὲ διὰ δικῶν ὅρκων χωρὶς κρίνεσθαι σύμπαντας τοὺς ἐπικαλοῦντας ἀλλήλοις.
443Plato, Leges, 1k, 950; 5 (auctor c.425BC-347BC)
τὸ μὲν γὰρ ὀρθότατον καὶ μέγιστον, ὄντα ἀγαθὸν ἀληθῶς οὕτω τὸν εὔδοξον βίον θηρεύειν, χωρὶς δὲ μηδαμῶς, τόν γε τέλεον ἄνδρα ἐσόμενον, καὶ δὴ καὶ τῇ κατὰ Κρήτην οἰκιζομένῃ πόλει πρέπον ἂν εἴη δόξαν πρὸς τῶν ἄλλων ἀνθρώπων ὅτι καλλίστην τε καὶ ἀρίστην παρασκευάζεσθαι πρὸς ἀρετήν· πᾶσα δ' ἐλπὶς αὐτὴν ἐκ τῶν εἰκότων, ἄνπερ κατὰ λόγον γίγνηται, μετ' ὀλίγων ἥλιον ὄψεσθαι καὶ τοὺς ἄλλους θεοὺς ἐν ταῖς εὐνόμοις πόλεσι καὶ χώραις.
444Plato, Leges, 1k, 955; 5 (auctor c.425BC-347BC)
τοὺς τῇ πατρίδι διακονοῦντάς τι δώρων χωρὶς χρὴ διακονεῖν, πρόφασιν δ' εἶναι μηδεμίαν μηδὲ λόγον ἐπαινούμενον, ὡς ἐπ' ἀγαθοῖς μὲν δεῖ δέχεσθαι δῶρα, ἐπὶ δὲ φλαύροις οὔ· τὸ γὰρ γνῶναι καὶ γνόντα καρτερεῖν οὐκ εὐπετές, ἀκούοντα δὲ ἀσφαλέστατον πείθεσθαι τῷ νόμῳ, μηδὲν ἐπὶ δώροισιν διακονεῖν.
445Plato, Leges, 1k, 955; 7 (auctor c.425BC-347BC)
χρημάτων εἰσφορᾶς πέρι τῷ κοινῷ, τετιμῆσθαι μὲν ἕκαστον τὴν οὐσίαν ἕνεκα πολλῶν χρεὼν καὶ τὴν ἐπέτειον ἐπικαρπίαν ἐν γράμμασιν ἀποφέρειν ἀγρονόμοις φυλέτας, ὅπως ἂν δυοῖν οὔσαιν ταῖν εἰσφοραῖν, ὁποτέρᾳ τὸ δημόσιον ἂν χρῆσθαι βούληται, χρῆται, κατ' ἐνιαυτὸν ἕκαστον βουλευομένων, ἐάντε τοῦ τιμήματος ὅλου μέρει ἐάντε τῆς γενομένης ἐπ' ἐνιαυτὸν ἑκάστοτε προσόδου, χωρὶς τῶν εἰς τὰ συσσίτια τελουμένων.
446Plato, Leges, 1k, 958; 2 (auctor c.425BC-347BC)
ἐπειδὰν δὲ αἱ κατ' ἐνιαυτὸν δίκαι τέλος ἐκδικασθεῖσαι σχῶσι, ταῖς πράξεσι νόμους αὐτῶν χρεὼν γίγνεσθαι τούσδε· πρῶτον μὲν ἡ δικάζουσα ἀρχὴ τὰ τοῦ ὀφλόντος τῷ νικήσαντι χρήματα πάντα ἀποδιδότω, χωρὶς τῶν ἀναγκαίων κεκτῆσθαι, μετὰ τὴν διαψήφισιν ἑκάστην εὐθὺς ὑπὸ κήρυκος, ἀκουόντων τῶν δικαστῶν· ἐπειδὰν δὲ ὁ τῶν δικασίμων μηνῶν ἐχόμενος γένηται μήν, ἐάν τις μὴ ἀπαλλάττῃ τὸν νικήσαντα ἑκόντα ἑκών, ἡ δικάσασα ἀρχὴ συνεπομένη τῷ νικῶντι τὰ τοῦ ὀφλόντος παραδιδότω χρήματα.
447Plato, Lysis, p1, 215; 12 (auctor c.425BC-347BC)
πῶς οὖν οἱ ἀγαθοὶ τοῖς ἀγαθοῖς ἡμῖν φίλοι ἔσονται τὴν ἀρχήν, οἳ μήτε ἀπόντες ποθεινοὶ ἀλλήλοις – ἱκανοὶ γὰρ ἑαυτοῖς καὶ χωρὶς ὄντες – μήτε παρόντες χρείαν αὑτῶν ἔχουσιν· τοὺς δὴ τοιούτους τίς μηχανὴ περὶ πολλοῦ ποιεῖσθαι ἀλλήλους· οὐδεμία, ἔφη.
448Plato, Parmenides, p1, 129; 4 (auctor c.425BC-347BC)
ἐὰν οὖν τις τοιαῦτα ἐπιχειρῇ πολλὰ καὶ ἓν ταὐτὸν ἀποφαίνειν, λίθους καὶ ξύλα καὶ τὰ τοιαῦτα, τὶ φήσομεν αὐτὸν πολλὰ καὶ ἓν ἀποδεικνύναι, οὐ τὸ ἓν πολλὰ οὐδὲ τὰ πολλὰ ἕν, οὐδέ τι θαυμαστὸν λέγειν, ἀλλ' ἅπερ ἂν πάντες ὁμολογοῖμεν· ἐὰν δέ τις ὧν νυνδὴ ἐγὼ ἔλεγον πρῶτον μὲν διαιρῆται χωρὶς αὐτὰ καθ' αὑτὰ τὰ εἴδη, οἷον ὁμοιότητά τε καὶ ἀνομοιότητα καὶ πλῆθος καὶ τὸ ἓν καὶ στάσιν καὶ κίνησιν καὶ πάντα τὰ τοιαῦτα, εἶτα ἐν ἑαυτοῖς ταῦτα δυνάμενα συγκεράννυσθαι καὶ διακρίνεσθαι ἀποφαίνῃ, ἀγαίμην ἂν ἔγωγ', ἔφη, θαυμαστῶς, ὦ Ζήνων.
449Plato, Parmenides, p1, 130; 4 (auctor c.425BC-347BC)
καί μοι εἰπέ, αὐτὸς σὺ οὕτω διῄρησαι ὡς λέγεις, χωρὶς μὲν εἴδη αὐτὰ ἄττα, χωρὶς δὲ τὰ τούτων αὖ μετέχοντα· καί τί σοι δοκεῖ εἶναι αὐτὴ ὁμοιότης χωρὶς ἧς ἡμεῖς ὁμοιότητος ἔχομεν, καὶ ἓν δὴ καὶ πολλὰ καὶ πάντα ὅσα νυνδὴ Ζήνωνος ἤκουες· ἔμοιγε, φάναι τὸν Σωκράτη.
450Plato, Parmenides, p1, 130; 6 (auctor c.425BC-347BC)
τί δ', ἀνθρώπου εἶδος χωρὶς ἡμῶν καὶ τῶν οἷοι ἡμεῖς ἐσμεν πάντων, αὐτό τι εἶδος ἀνθρώπου ἢ πυρὸς ἢ καὶ ὕδατος· ἐν ἀπορίᾳ, φάναι, πολλάκις δή, ὦ Παρμενίδη, περὶ αὐτῶν γέγονα, πότερα χρὴ φάναι ὥσπερ περὶ ἐκείνων ἢ ἄλλως.
451Plato, Parmenides, p1, 130; 7 (auctor c.425BC-347BC)
ἦ καὶ περὶ τῶνδε, ὦ Σώκρατες, ἃ καὶ γελοῖα δόξειεν ἂν εἶναι, οἷον θρὶξ καὶ πηλὸς καὶ ῥύπος ἢ ἄλλο τι ἀτιμότατόν τε καὶ φαυλότατον, ἀπορεῖς εἴτε χρὴ φάναι καὶ τούτων ἑκάστου εἶδος εἶναι χωρίς, ὂν ἄλλο αὖ ἢ ὧν τι ἡμεῖς μεταχειριζόμεθα, εἴτε καὶ μή· οὐδαμῶς, φάναι τὸν Σωκράτη, ἀλλὰ ταῦτα μέν γε ἅπερ ὁρῶμεν, ταῦτα καὶ εἶναι· εἶδος δέ τι αὐτῶν οἰηθῆναι εἶναι μὴ λίαν ᾖ ἄτοπον.
452Plato, Parmenides, p1, 131; 2 (auctor c.425BC-347BC)
οὐκοῦν ἤτοι ὅλου τοῦ εἴδους ἢ μέρους ἕκαστον τὸ μεταλαμβάνον μεταλαμβάνει· ἢ ἄλλη τις ἂν μετάληψις χωρὶς τούτων γένοιτο· καὶ πῶς ἄν· εἶπεν.
453Plato, Parmenides, p1, 131; 3 (auctor c.425BC-347BC)
πότερον οὖν δοκεῖ σοι ὅλον τὸ εἶδος ἐν ἑκάστῳ εἶναι τῶν πολλῶν ἓν ὄν, ἢ πῶς· τί γὰρ κωλύει, φάναι τὸν Σωκράτη, ὦ Παρμενίδη, [ἓν εἶναι]· ἓν ἄρα ὂν καὶ ταὐτὸν ἐν πολλοῖς καὶ χωρὶς οὖσιν ὅλον ἅμα ἐνέσται, καὶ οὕτως αὐτὸ αὑτοῦ χωρὶς ἂν εἴη.
454Plato, Parmenides, p1, 131; 4 (auctor c.425BC-347BC)
οὐκ ἄν, εἴ γε, φάναι, οἷον [εἰ] ἡμέρα [εἴη] μία καὶ ἡ αὐτὴ οὖσα πολλαχοῦ ἅμα ἐστὶ καὶ οὐδέν τι μᾶλλον αὐτὴ αὑτῆς χωρίς ἐστιν, εἰ οὕτω καὶ ἕκαστον τῶν εἰδῶν ἓν ἐν πᾶσιν ἅμα ταὐτὸν εἴη.
455Plato, Parmenides, p1, 139; 45 (auctor c.425BC-347BC)
τοῦ δέ γε ἑνὸς χωρὶς ἐφάνη τὴν φύσιν τὸ ταὐτόν.
456Plato, Parmenides, p1, 140; 2 (auctor c.425BC-347BC)
ἀλλὰ μὴν εἴ τι πέπονθε χωρὶς τοῦ ἓν εἶναι τὸ ἕν, πλείω ἂν εἶναι πεπόνθοι ἢ ἕν, τοῦτο δὲ ἀδύνατον.
457Plato, Parmenides, p1, 149; 5 (auctor c.425BC-347BC)
τί δή· ὅτι, φαμέν, τὸ μέλλον ἅψεσθαι χωρὶς ὂν ἐφεξῆς δεῖ ἐκείνῳ εἶναι οὗ μέλλει ἅψεσθαι, τρίτον δὲ αὐτῶν ἐν μέσῳ μηδὲν εἶναι.
458Plato, Parmenides, p1, 151; 7 (auctor c.425BC-347BC)
ἐπειδὴ δὲ οὐδὲν ἕτερον ἔστι χωρὶς τῶν ἄλλων καὶ τοῦ ἑνός, δεῖ δὲ αὐτὰ ἔν τῳ εἶναι, οὐκ ἀνάγκη ἤδη ἐν ἀλλήλοις εἶναι, τά τε ἄλλα ἐν τῷ ἑνὶ καὶ τὸ ἓν ἐν τοῖς ἄλλοις, ἢ μηδαμοῦ εἶναι· φαίνεται.
459Plato, Parmenides, p1, 159; 13 (auctor c.425BC-347BC)
ἆρ' οὖν οὐ χωρὶς μὲν τὸ ἓν τῶν ἄλλων, χωρὶς δὲ τἆλλα τοῦ ἑνὸς εἶναι· τί δή· ὅτι που οὐκ ἔστι παρὰ ταῦτα ἕτερον, ὃ ἄλλο μέν ἐστι τοῦ ἑνός, ἄλλο δὲ τῶν ἄλλων· πάντα γὰρ εἴρηται, ὅταν ῥηθῇ τό τε ἓν καὶ τἆλλα.
460Plato, Parmenides, p1, 159; 19 (auctor c.425BC-347BC)
χωρὶς ἄρα· ναί.
461Plato, Parmenides, p1, 159; 21 (auctor c.425BC-347BC)
πῶς γάρ· οὔτ' ἄρα ὅλον εἴη ἂν τὸ ἓν ἐν τοῖς ἄλλοις οὔτε μόρια αὐτοῦ, εἰ χωρίς τέ ἐστι τῶν ἄλλων καὶ μόρια μὴ ἔχει.
462Plato, Parmenides, p1, 165; 17 (auctor c.425BC-347BC)
οὐκοῦν καὶ τοὺς αὐτοὺς καὶ ἑτέρους ἀλλήλων, καὶ ἁπτομένους καὶ χωρὶς ἑαυτῶν, καὶ κινουμένους πάσας κινήσεις καὶ ἑστῶτας πάντῃ, καὶ γιγνομένους καὶ ἀπολλυμένους καὶ μηδέτερα, καὶ πάντα που τὰ τοιαῦτα, ἃ διελθεῖν εὐπετὲς ἤδη ἡμῖν, εἰ ἑνὸς μὴ ὄντος πολλὰ ἔστιν.
463Plato, Parmenides, p1, 166; 12 (auctor c.425BC-347BC)
οὐδὲ μὴν τὰ αὐτά γε οὐδ' ἕτερα, οὐδὲ ἁπτόμενα οὐδὲ χωρίς, οὐδὲ ἄλλα ὅσα ἐν τοῖς πρόσθεν διήλθομεν ὡς φαινόμενα αὐτά, τούτων οὔτε τι ἔστιν οὔτε φαίνεται τἆλλα, ἓν εἰ μὴ ἔστιν.
464Plato, Phaedo, p1, 64; 10 (auctor c.425BC-347BC)
ἆρα μὴ ἄλλο τι ἢ τὴν τῆς ψυχῆς ἀπὸ τοῦ σώματος ἀπαλλαγήν· καὶ εἶναι τοῦτο τὸ τεθνάναι, χωρὶς μὲν ἀπὸ τῆς ψυχῆς ἀπαλλαγὲν αὐτὸ καθ' αὑτὸ τὸ σῶμα γεγονέναι, χωρὶς δὲ τὴν ψυχὴν [ἀπὸ] τοῦ σώματος ἀπαλλαγεῖσαν αὐτὴν καθ' αὑτὴν εἶναι· ἆρα μὴ ἄλλο τι ᾖ ὁ θάνατος ἢ τοῦτο· οὔκ, ἀλλὰ τοῦτο, ἔφη.
465Plato, Phaedo, p1, 67; 1 (auctor c.425BC-347BC)
γὰρ αὐτὴ καθ' αὑτὴν ἡ ψυχὴ ἔσται χωρὶς τοῦ σώματος, πρότερον δ' οὔ.
466Plato, Phaedo, p1, 76; 12 (auctor c.425BC-347BC)
ἦσαν ἄρα, ὦ Σιμμία, αἱ ψυχαὶ καὶ πρότερον, πρὶν εἶναι ἐν ἀνθρώπου εἴδει, χωρὶς σωμάτων, καὶ φρόνησιν εἶχον.
467Plato, Phaedo, p1, 97; 1 (auctor c.425BC-347BC)
διὰ τὴν πρόσθεσιν τοῦ ἑτέρου τῷ ἑτέρῳ δύο ἐγένετο· θαυμάζω γὰρ εἰ ὅτε μὲν ἑκάτερον αὐτῶν χωρὶς ἀλλήλων ἦν, ἓν ἄρα ἑκάτερον ἦν καὶ οὐκ ἤστην τότε δύο, ἐπεὶ δ' ἐπλησίασαν ἀλλήλοις, αὕτη ἄρα αἰτία αὐτοῖς ἐγένετο τοῦ δύο γενέσθαι, ἡ σύνοδος τοῦ πλησίον ἀλλήλων τεθῆναι.
468Plato, Phaedo, p1, 98; 5 (auctor c.425BC-347BC)
καί μοι ἔδοξεν ὁμοιότατον πεπονθέναι ὥσπερ ἂν εἴ τις λέγων ὅτι Σωκράτης πάντα ὅσα πράττει νῷ πράττει, κἄπειτα ἐπιχειρήσας λέγειν τὰς αἰτίας ἑκάστων ὧν πράττω, λέγοι πρῶτον μὲν ὅτι διὰ ταῦτα νῦν ἐνθάδε κάθημαι, ὅτι σύγκειταί μου τὸ σῶμα ἐξ ὀστῶν καὶ νεύρων, καὶ τὰ μὲν ὀστᾶ ἐστιν στερεὰ καὶ διαφυὰς ἔχει χωρὶς ἀπ' ἀλλήλων, τὰ δὲ νεῦρα οἷα ἐπιτείνεσθαι καὶ ἀνίεσθαι, περιαμπέχοντα τὰ ὀστᾶ μετὰ τῶν σαρκῶν καὶ δέρματος ὃ συνέχει αὐτά· αἰωρουμένων οὖν τῶν ὀστῶν ἐν ταῖς αὑτῶν συμβολαῖς χαλῶντα καὶ συντείνοντα τὰ νεῦρα κάμπτεσθαί που ποιεῖ οἷόν τ' εἶναι ἐμὲ νῦν τὰ μέλη, καὶ διὰ ταύτην τὴν αἰτίαν συγκαμφθεὶς ἐνθάδε κάθημαι· καὶ αὖ περὶ τοῦ διαλέγεσθαι ὑμῖν ἑτέρας τοιαύτας αἰτίας λέγοι, φωνάς τε καὶ ἀέρας καὶ ἀκοὰς καὶ ἄλλα μυρία τοιαῦτα αἰτιώμενος, ἀμελήσας τὰς ὡς ἀληθῶς αἰτίας λέγειν, ὅτι, ἐπειδὴ Ἀθηναίοις ἔδοξε βέλτιον εἶναι ἐμοῦ καταψηφίσασθαι, διὰ ταῦτα δὴ καὶ ἐμοὶ βέλτιον αὖ δέδοκται ἐνθάδε καθῆσθαι, καὶ δικαιότερον παραμένοντα ὑπέχειν τὴν δίκην ἣν ἂν κελεύσωσιν· ἐπεὶ νὴ τὸν κύνα, ὡς ἐγᾦμαι, πάλαι ἂν
469Plato, Phaedrus, p1, 251; 4 (auctor c.425BC-347BC)
ὅταν μὲν οὖν βλέπουσα πρὸς τὸ τοῦ παιδὸς κάλλος, ἐκεῖθεν μέρη ἐπιόντα καὶ ῥέοντ' – ἃ δὴ διὰ ταῦτα ἵμερος καλεῖται – δεχομένη [τὸν ἵμερον] ἄρδηταί τε καὶ θερμαίνηται, λωφᾷ τε τῆς ὀδύνης καὶ γέγηθεν· ὅταν δὲ χωρὶς γένηται καὶ αὐχμήσῃ, τὰ τῶν διεξόδων στόματα ᾗ τὸ πτερὸν ὁρμᾷ, συναυαινόμενα μύσαντα ἀποκλῄει τὴν βλάστην τοῦ πτεροῦ, ἡ δ' ἐντὸς μετὰ τοῦ ἱμέρου ἀποκεκλῃμένη, πηδῶσα οἷον τὰ σφύζοντα, τῇ διεξόδῳ ἐγχρίει ἑκάστη τῇ καθ' αὑτήν, ὥστε πᾶσα κεντουμένη κύκλῳ ἡ ψυχὴ οἰστρᾷ καὶ ὀδυνᾶται, μνήμην δ' αὖ ἔχουσα τοῦ καλοῦ γέγηθεν.
470Plato, Philebus, p1, 15; 3 (auctor c.425BC-347BC)
Πρώταρχος πῶς· Σωκράτης πρῶτον μὲν εἴ τινας δεῖ τοιαύτας εἶναι μονάδας ὑπολαμβάνειν ἀληθῶς οὔσας· εἶτα πῶς αὖ ταύτας, μίαν ἑκάστην οὖσαν ἀεὶ τὴν αὐτὴν καὶ μήτε γένεσιν μήτε ὄλεθρον προσδεχομένην, ὅμως εἶναι βεβαιότατα μίαν ταύτην· μετὰ δὲ τοῦτ' ἐν τοῖς γιγνομένοις αὖ καὶ ἀπείροις εἴτε διεσπασμένην καὶ πολλὰ γεγονυῖαν θετέον, εἴθ' ὅλην αὐτὴν αὑτῆς χωρίς, ὃ δὴ πάντων ἀδυνατώτατον φαίνοιτ' ἄν, ταὐτὸν καὶ ἓν ἅμα ἐν ἑνί τε καὶ πολλοῖς γίγνεσθαι.
471Plato, Philebus, p1, 20; 17 (auctor c.425BC-347BC)
Σωκράτης σκοπῶμεν δὴ καὶ κρίνωμεν τόν τε ἡδονῆς καὶ τὸν φρονήσεως βίον ἰδόντες χωρίς.
472Plato, Philebus, p1, 26; 17 (auctor c.425BC-347BC)
Πρώταρχος ἔμοιγε· πῶς γὰρ ἂν χωρὶς τούτου γίγνοιτο· Σωκράτης οὐκοῦν ἡ τοῦ ποιοῦντος φύσις οὐδὲν πλὴν ὀνόματι τῆς αἰτίας διαφέρει, τὸ δὲ ποιοῦν καὶ τὸ αἴτιον ὀρθῶς ἂν εἴη λεγόμενον ἕν· Πρώταρχος ὀρθῶς.
473Plato, Philebus, p1, 31; 8 (auctor c.425BC-347BC)
λύπης δὲ αὖ χωρὶς τὴν ἡδονὴν οὐκ ἄν ποτε δυναίμεθα ἱκανῶς βασανίσαι.
474Plato, Philebus, p1, 32; 8 (auctor c.425BC-347BC)
Πρώταρχος ἔστι γὰρ οὖν τοῦθ' ἡδονῆς καὶ λύπης ἕτερον εἶδος, τὸ χωρὶς τοῦ σώματος αὐτῆς τῆς ψυχῆς διὰ προσδοκίας γιγνόμενον.
475Plato, Philebus, p1, 34; 13 (auctor c.425BC-347BC)
Πρώταρχος τὸ ποῖον· Σωκράτης ἵνα πῃ τὴν ψυχῆς ἡδονὴν χωρὶς σώματος ὅτι μάλιστα καὶ ἐναργέστατα λάβοιμεν, καὶ ἅμα ἐπιθυμίαν· διὰ γὰρ τούτων πως ταῦτα ἀμφότερα ἔοικεν δηλοῦσθαι.
476Plato, Philebus, p1, 41; 11 (auctor c.425BC-347BC)
Σωκράτης ἀλλὰ μὴν εἴπομεν, εἴπερ μεμνήμεθα, ὀλίγον ἐν τοῖς πρόσθεν, ὡς ὅταν αἱ λεγόμεναι ἐπιθυμίαι ἐν ἡμῖν ὦσι, δίχα ἄρα τότε τὸ σῶμα καὶ χωρὶς τῆς ψυχῆς τοῖς παθήμασι διείληπται.
477Plato, Philebus, p1, 44; 6 (auctor c.425BC-347BC)
Σωκράτης ψευδῆ γε μὴν δοξάζουσι περὶ τοῦ χαίρειν, εἴπερ χωρὶς τοῦ μὴ λυπεῖσθαι καὶ τοῦ χαίρειν ἡ φύσις ἑκατέρου.
478Plato, Philebus, p1, 44; 7 (auctor c.425BC-347BC)
Πρώταρχος καὶ μὴν χωρίς γε ἦν.
479Plato, Philebus, p1, 52; 4 (auctor c.425BC-347BC)
Σωκράτης καὶ μήν, ὦ μακάριε, νῦν γε ἡμεῖς αὐτὰ τὰ τῆς φύσεως μόνον παθήματα χωρὶς τοῦ λογισμοῦ διαπεραίνομεν.
480Plato, Philebus, p1, 52; 5 (auctor c.425BC-347BC)
Πρώταρχος ἀληθῆ τοίνυν λέγεις ὅτι χωρὶς λύπης ἡμῖν λήθη γίγνεται ἑκάστοτε ἐν τοῖς μαθήμασιν.
481Plato, Philebus, p1, 52; 7 (auctor c.425BC-347BC)
Πρώταρχος πῶς γὰρ οὐ ῥητέον· Σωκράτης οὐκοῦν ὅτε μετρίως ἤδη διακεκρίμεθα χωρὶς τάς τε καθαρὰς ἡδονὰς καὶ τὰς σχεδὸν ἀκαθάρτους ὀρθῶς ἂν λεχθείσας, προσθῶμεν τῷ λόγῳ ταῖς μὲν σφοδραῖς ἡδοναῖς ἀμετρίαν, ταῖς δὲ μὴ τοὐναντίον ἐμμετρίαν· καὶ τὰσ τὸ μέγα καὶ τὸ σφοδρὸν αὖ δεχομένασ, καὶ πολλάκις καὶ ὀλιγάκις γιγνομένας τοιαύτας, τῆς τοῦ ἀπείρου γε ἐκείνου καὶ ἧττον καὶ μᾶλλον διά τε σώματος καὶ ψυχῆς φερομένου [προσ]θῶμεν αὐτὰς εἶναι γένους, τὰς δὲ μὴ τῶν ἐμμέτρων.
482Plato, Philebus, p1, 55; 15 (auctor c.425BC-347BC)
Σωκράτης τὰς τοίνυν ἡγεμονικὰς διαληπτέον ἑκάστων αὐτῶν χωρίς· Πρώταρχος ποίας καὶ πῶς· Σωκράτης οἷον πασῶν που τεχνῶν ἄν τις ἀριθμητικὴν χωρίζῃ καὶ μετρητικὴν καὶ στατικήν, ὡς ἔπος εἰπεῖν φαῦλον τὸ καταλειπόμενον ἑκάστης ἂν γίγνοιτο.
483Plato, Philebus, p1, 60; 8 (auctor c.425BC-347BC)
Σωκράτης οὐκοῦν τῷ λόγῳ ἐπειράθημεν χωρὶς ἑκάτερον ἑκατέρου θέντες εἰς τὸν βίον ἑκάστων, ἄμεικτον μὲν ἡδονὴν φρονήσει, φρόνησιν δὲ ὡσαύτως ἡδονῆς μηδὲ τὸ σμικρότατον ἔχουσαν· Πρώταρχος ἦν ταῦτα.
484Plato, Philebus, p1, 60; 10 (auctor c.425BC-347BC)
ταὐτὰ δὲ λεγέτω καὶ περὶ φρονήσεως, εἴ τις ἄνευ πάσης ἡδονῆς καὶ τῆς βραχυτάτης δέξαιτ' ἂν φρόνησιν ἔχειν μᾶλλον ἢ μετά τινων ἡδονῶν ἢ πάσας ἡδονὰς χωρὶς φρονήσεως μᾶλλον ἢ μετὰ φρονήσεως αὖ τινος.
485Plato, Philebus, p1, 63; 3 (auctor c.425BC-347BC)
Πρώταρχος τὸ ποῖον· Σωκράτης «ὦ φίλαι, εἴτε ἡδονὰς ὑμᾶς χρὴ προσαγορεύειν εἴτε ἄλλῳ ὁτῳοῦν ὀνόματι, μῶν οὐκ ἂν δέξαισθε οἰκεῖν μετὰ φρονήσεως πάσης ἢ χωρὶς τοῦ φρονεῖν·» οἶμαι μὲν πρὸς ταῦτα τόδ' αὐτὰς ἀναγκαιότατον εἶναι λέγειν.
486Plato, Politicus, p1, 258; 14 (auctor c.425BC-347BC)
Ξένος τὴν οὖν πολιτικὴν ἀτραπὸν πῇ τις ἀνευρήσει· δεῖ γὰρ αὐτὴν ἀνευρεῖν, καὶ χωρὶς ἀφελόντας ἀπὸ τῶν ἄλλων ἰδέαν αὐτῇ μίαν ἐπισφραγίσασθαι, καὶ ταῖς ἄλλαις ἐκτροπαῖς ἓν ἄλλο εἶδος ἐπισημηναμένους πάσας τὰς ἐπιστήμας ὡς οὔσας δύο εἴδη διανοηθῆναι τὴν ψυχὴν ἡμῶν ποιῆσαι.
487Plato, Politicus, p1, 262; 4 (auctor c.425BC-347BC)
Νεώτερος Σωκράτης τὸ ποῖον· Ξένος μὴ σμικρὸν μόριον ἓν πρὸς μεγάλα καὶ πολλὰ ἀφαιρῶμεν, μηδὲ εἴδους χωρίς· ἀλλὰ τὸ μέρος ἅμα εἶδος ἐχέτω.
488Plato, Politicus, p1, 262; 9 (auctor c.425BC-347BC)
Νεώτερος Σωκράτης ποῖον οὖν δὴ φράζεις διαιρουμένους ἡμᾶς οὐκ ὀρθῶς ἄρτι δρᾶν· Ξένος τοιόνδε, οἷον εἴ τις τἀνθρώπινον ἐπιχειρήσας δίχα διελέσθαι γένος διαιροῖ καθάπερ οἱ πολλοὶ τῶν ἐνθάδε διανέμουσι, τὸ μὲν Ἑλληνικὸν ὡς ἓν ἀπὸ πάντων ἀφαιροῦντες χωρίς, σύμπασι δὲ τοῖς ἄλλοις γένεσιν, ἀπείροις οὖσι καὶ ἀμείκτοις καὶ ἀσυμφώνοις πρὸς ἄλληλα, βάρβαρον μιᾷ κλήσει προσειπόντες αὐτὸ διὰ ταύτην τὴν μίαν κλῆσιν καὶ γένος ἓν αὐτὸ εἶναι προσδοκῶσιν· ἢ τὸν ἀριθμόν τις αὖ νομίζοι κατ' εἴδη δύο διαιρεῖν μυριάδα ἀποτεμνόμενος ἀπὸ πάντων, ὡς ἓν εἶδος ἀποχωρίζων, καὶ τῷ λοιπῷ δὴ παντὶ θέμενος ἓν ὄνομα διὰ τὴν κλῆσιν αὖ καὶ τοῦτ' ἀξιοῖ γένος ἐκείνου χωρὶς ἕτερον ἓν γίγνεσθαι.
489Plato, Politicus, p1, 269; 6 (auctor c.425BC-347BC)
Ξένος ταῦτα τοίνυν ἔστι μὲν σύμπαντα ἐκ ταὐτοῦ πάθους, καὶ πρὸς τούτοις ἕτερα μυρία καὶ τούτων ἔτι θαυμαστότερα, διὰ δὲ χρόνου πλῆθος τὰ μὲν αὐτῶν ἀπέσβηκε, τὰ δὲ διεσπαρμένα εἴρηται χωρὶς ἕκαστα ἀπ' ἀλλήλων.
490Plato, Politicus, p1, 276; 10 (auctor c.425BC-347BC)
Νεώτερος Σωκράτης ποίας· Ξένος ἧι τε τὸν θεῖον ἄν που διειλόμεθα νομέα χωρὶς καὶ τὸν ἀνθρώπινον ἐπιμελητήν.
491Plato, Politicus, p1, 285; 8 (auctor c.425BC-347BC)
Ξένος ἦ που τὸν τῆς ὑφαντικῆς γε λόγον αὐτῆς ταύτης ἕνεκα θηρεύειν οὐδεὶς ἂν ἐθελήσειεν νοῦν ἔχων· ἀλλ' οἶμαι τοὺς πλείστους λέληθεν ὅτι τοῖς μὲν τῶν ὄντων ῥᾳδίως καταμαθεῖν αἰσθηταί τινες ὁμοιότητες πεφύκασιν, ἃς οὐδὲν χαλεπὸν δηλοῦν, ὅταν αὐτῶν τις βουληθῇ τῷ λόγον αἰτοῦντι περί του μὴ μετὰ πραγμάτων ἀλλὰ χωρὶς λόγου ῥᾳδίως ἐνδείξασθαι· τοῖς δ' αὖ μεγίστοις οὖσι καὶ τιμιωτάτοις
492Plato, Politicus, p1, 290; 13 (auctor c.425BC-347BC)
τὸ γὰρ δὴ τῶν ἱερέων σχῆμα καὶ τὸ τῶν μάντεων εὖ μάλα φρονήματος πληροῦται καὶ δόξαν σεμνὴν λαμβάνει διὰ τὸ μέγεθος τῶν ἐγχειρημάτων, ὥστε περὶ μὲν Αἴγυπτον οὐδ' ἔξεστι βασιλέα χωρὶς ἱερατικῆς ἄρχειν, ἀλλ' ἐὰν ἄρα καὶ τύχῃ πρότερον ἐξ ἄλλου γένους βιασάμενος, ὕστερον ἀναγκαῖον εἰς τοῦτο εἰστελεῖσθαι αὐτὸν τὸ γένος· ἔτι δὲ καὶ τῶν Ἑλλήνων πολλαχοῦ ταῖς μεγίσταις ἀρχαῖς τὰ μέγιστα τῶν περὶ τὰ τοιαῦτα θύματα εὕροι τις ἂν προσταττόμενα θύειν.
493Plato, Politicus, p1, 293; 5 (auctor c.425BC-347BC)
τοὺς ἰατροὺς δὲ οὐχ ἥκιστα νενομίκαμεν, ἐάντε ἑκόντας ἐάντε ἄκοντας ἡμᾶς ἰῶνται, τέμνοντες ἢ κάοντες ἤ τινα ἄλλην ἀλγηδόνα προσάπτοντες, καὶ ἐὰν κατὰ γράμματα ἢ χωρὶς γραμμάτων, καὶ ἐὰν πένητες ὄντες ἢ πλούσιοι, πάντως οὐδὲν ἧττον ἰατρούς φαμεν, ἕωσπερ ἂν ἐπιστατοῦντες τέχνῃ, καθαίροντες εἴτε ἄλλως ἰσχναίνοντες εἴτε καὶ αὐξάνοντες, ἂν μόνον ἐπ' ἀγαθῷ τῷ τῶν σωμάτων, βελτίω ποιοῦντες ἐκ χειρόνων, σῴζωσιν οἱ θεραπεύοντες ἕκαστοι τὰ θεραπευόμενα· ταύτῃ θήσομεν, ὡς οἶμαι, καὶ οὐκ ἄλλῃ, τοῦτον ὅρον ὀρθὸν εἶναι μόνον ἰατρικῆς καὶ ἄλλης ἡστινοσοῦν ἀρχῆς.
494Plato, Politicus, p1, 302; 7 (auctor c.425BC-347BC)
Ξένος ταύτας τοίνυν δίχα τέμνοντες μίαν ἑκάστην ἓξ ποιῶμεν, τὴν ὀρθὴν χωρὶς ἀποκρίναντες τούτων ἑβδόμην.
495Plato, Protagoras, p1, 336; 2 (auctor c.425BC-347BC)
εἰ οὖν ἐπιθυμεῖς ἐμοῦ καὶ Πρωταγόρου ἀκούειν, τούτου δέου, ὥσπερ τὸ πρῶτόν μοι ἀπεκρίνατο διὰ βραχέων τε καὶ αὐτὰ τὰ ἐρωτώμενα, οὕτω καὶ νῦν ἀποκρίνεσθαι· εἰ δὲ μή, τίς ὁ τρόπος ἔσται τῶν διαλόγων· χωρὶς γὰρ ἔγωγ' ᾤμην εἶναι τὸ συνεῖναί τε ἀλλήλοις διαλεγομένους καὶ τὸ δημηγορεῖν.
496Plato, Respublica, 1d, 460; 8 (auctor c.425BC-347BC)
τὰ μὲν δὴ τῶν ἀγαθῶν, δοκῶ, λαβοῦσαι εἰς τὸν σηκὸν οἴσουσιν παρά τινας τροφοὺς χωρὶς οἰκούσας ἔν τινι μέρει τῆς πόλεως· τὰ δὲ τῶν χειρόνων, καὶ ἐάν τι τῶν ἑτέρων ἀνάπηρον γίγνηται, ἐν ἀπορρήτῳ τε καὶ ἀδήλῳ κατακρύψουσιν ὡς πρέπει.
497Plato, Respublica, 1d, 464; 10 (auctor c.425BC-347BC)
ἆρ' οὖν οὐχ, ὅπερ λέγω, τά τε πρόσθεν εἰρημένα καὶ τὰ νῦν λεγόμενα ἔτι μᾶλλον ἀπεργάζεται αὐτοὺς ἀληθινοὺς φύλακας, καὶ ποιεῖ μὴ διασπᾶν τὴν πόλιν τὸ ἐμὸν ὀνομάζοντας μὴ τὸ αὐτὸ ἀλλ' ἄλλον ἄλλο, τὸν μὲν εἰς τὴν ἑαυτοῦ οἰκίαν ἕλκοντα ὅτι ἂν δύνηται χωρὶς τῶν ἄλλων κτήσασθαι, τὸν δὲ εἰς τὴν ἑαυτοῦ ἑτέραν οὖσαν, καὶ γυναῖκά τε καὶ παῖδας ἑτέρους, ἡδονάς τε καὶ ἀλγηδόνας ἐμποιοῦντας ἰδίων ὄντων ἰδίας, ἀλλ' ἑνὶ δόγματι τοῦ οἰκείου πέρι ἐπὶ τὸ αὐτὸ τείνοντας πάντας εἰς τὸ δυνατὸν ὁμοπαθεῖς λύπης τε καὶ ἡδονῆς εἶναι· κομιδῇ μὲν οὖν, ἔφη.
498Plato, Respublica, 1d, 473; 13 (auctor c.425BC-347BC)
ἐὰν μή, ἦν δ' ἐγώ, ἢ οἱ φιλόσοφοι βασιλεύσωσιν ἐν ταῖς πόλεσιν ἢ οἱ βασιλῆς τε νῦν λεγόμενοι καὶ δυνάσται φιλοσοφήσωσι γνησίως τε καὶ ἱκανῶς, καὶ τοῦτο εἰς ταὐτὸν συμπέσῃ, δύναμίς τε πολιτικὴ καὶ φιλοσοφία, τῶν δὲ νῦν πορευομένων χωρὶς ἐφ' ἑκάτερον αἱ πολλαὶ φύσεις ἐξ ἀνάγκης ἀποκλεισθῶσιν, οὐκ ἔστι κακῶν παῦλα, ὦ φίλε Γλαύκων, ταῖς πόλεσι, δοκῶ δ' οὐδὲ τῷ ἀνθρωπίνῳ γένει, οὐδὲ αὕτη ἡ πολιτεία μή ποτε πρότερον φυῇ τε εἰς τὸ δυνατὸν καὶ φῶς ἡλίου ἴδῃ, ἣν νῦν λόγῳ διεληλύθαμεν.
499Plato, Respublica, 1d, 476; 4 (auctor c.425BC-347BC)
ταύτῃ τοίνυν, ἦν δ' ἐγώ, διαιρῶ, χωρὶς μὲν οὓς νυνδὴ ἔλεγες φιλοθεάμονάς τε καὶ φιλοτέχνους καὶ πρακτικούς, καὶ χωρὶς αὖ περὶ ὧν ὁ λόγος, οὓς μόνους ἄν τις ὀρθῶς προσείποι φιλοσόφους.
500Plato, Respublica, 1g, 564; 18 (auctor c.425BC-347BC)
πῶς· ἐκεῖ μὲν διὰ τὸ μὴ ἔντιμον εἶναι, ἀλλ' ἀπελαύνεσθαι τῶν ἀρχῶν, ἀγύμναστον καὶ οὐκ ἐρρωμένον γίγνεται· ἐν δημοκρατίᾳ δὲ τοῦτό που τὸ προεστὸς αὐτῆς, ἐκτὸς ὀλίγων, καὶ τὸ μὲν δριμύτατον αὐτοῦ λέγει τε καὶ πράττει, τὸ δ' ἄλλο περὶ τὰ βήματα προσίζον βομβεῖ τε καὶ οὐκ ἀνέχεται τοῦ ἄλλα λέγοντος, ὥστε πάντα ὑπὸ τοῦ τοιούτου διοικεῖται ἐν τῇ τοιαύτῃ πολιτείᾳ χωρίς τινων ὀλίγων.