'όπερ' - search in All Authors, Showing 1 to 500 of 1980 hits      Show next 500

1Adrianus I, Epistolae, 96, 1226B
Προσθεῖναι δέ ἐστι καὶ τοῦτο, γαληνότατοι δεσπόται, πρὸς τὴν τῶν ἀπίστων πληροφορίαν, καὶ διόρθωσιν τῶν πεπλανημένων, ὅπερ ὁ Θεὸς τῷ θεράποντι αὐτοῦ Μωσεῖ προσέταξε, καθὼς ἐν τῇ βίβλῳ τῶν ἀριθμῶν ἀναγινώσκεται, διὰ τὸν λοιμὸν τὸν ἐπελθόντα αὐτοῖς.
2Agapetus I, Epistolae, 66, 0047D
Παραγενόμενοι τοιγαροῦν εἰς τὸ κομιτάτον τοῦ γαληνοτάτου ἡμῶν βασιλέως, τοῦ ἡμετέρου υἱοῦ, εὕρομεν τὴν καθέδραν τῆς ἐν Κωνσταντινουπόλει Ἐκκλησίας, παρὰ τοὺς θεσμοὺς τῶν κανόνων, ὑπὸ Ἀνθίμου τοῦ τῆς Τραπεζουντίων Ἐκκλησίας ἐπισκόπου οὐ προσηκόντως ὑφαρπασθεῖσαν, οὗτινος τὴν ψυχὴν, οὐ κατά τοῦτο μόνον τὸ μέρος, ἀλλ' ὅπερ καὶ μεῖζόν ἐστιν, ἐν τῇ τῆς ἀληθοῦς πίστεως ὁμολογίᾳ ἐπεθυμήσαμεν ἐκ τῆς ἀπωλείας ἐπαναγαγεῖν, ἀλλὰ τῇ Εὐτυχέως ἐνιστάμενος πλάνῃ, εἰς τὴν τῆς ἀληθείας ὁδὸν ἐπανελθεῖν κατεφρόνησεν.
3Agapetus I, Epistolae, 66, 0049B
Καὶ τοῦτο δὲ πιστεύομεν τῇ αὐτοῦ ἀξίᾳ προστεθῆναι, ὅπερ ἐκ τῶν χρόνων τοῦ ἀποστόλου Πέτρου, οὐδένα ἄλλον οἱαδὴποτε ἀνατολικὴ ἐκκλησία ἐδέξατο ἐπίσκοπον ταῖς χερσὶν τῆς ἡμετέρας καθέδρας χειροτονηθέντα, καὶ τυχὸν ἢ εἰς ἀπόδειξιν ἐπαίνου αὐτοῦ, ἣ εἰς κατάλυσιν τῶν ἐχθρῶν τῆς ἐνστάσηως εἰς τοσοῦτον πρᾶγμα προέβη, ὥστε ἐκείνοις αὐτὸν εἶναι δοκεῖν ὅμοιον, οὃς ἐν τούτοις ποτὲ τοῖς μέρεσιν αὐτοῦ τῶν ἀποστολων τοῦ πρώτου ἐχειρότόνησεν ἡ ἐπιλογὴ.
4Agapetus I, Epistolae, 66, 0049C
Κοινὴν τοιγαροῦν, ἀδελφοὶ, χαρὰν εὐσεβεῖ ἀγαλλιάσει ὑποδέξασθε, καὶ ὁπόσον ὑμεῖς τῆς ἀποστολικῆς ἡμῶν καθέδρας ἀποδέχεσθε τὴν κρίσιν, τῇ συνήθει σημάνατε ἀντιγραφῇ, ἔχοντες διπλῆν εὐφροσύνης αἰτίαν, ὅτι τε καὶ τὰ φαῦλα διωρθώθη ἄνευ παρολκῆς, καὶ ἀντὶ τούτων τὰ ἐκταῖα παρηκολούθησε, τοῦ λοιποῦ προφλαττόμενοι, ἵνα μὴ αὖθις τοῖς κανονικοῖς θεσπίσμασιν ἐναντίον τι δι' ὑμῶν, ὅπερ ἀπέστω, γένηται, ἤ τῇ ὑμετέρᾳ στερχθείη συναινέσει.
5Agapetus I, Epistolae, 66, 0055D
Συναρπάσας οὖν διὰ ταύτης, ἠδυνήθη καὶ τοῖς βασιλείοις εἰσδῦναι, ὥσπερ ἐπαύξειν προσδοκῶν τὴν ὕπουλον ὑπόληψιν τῆς οἰκείας ζωῆς, καὶ συνδιαιτηθεὶς επὶ πολλοὺς χρόνους, καὶ τοῖς ἐμφωλεύουσιν ἐνταῦθα αἱρετικοῖς, καὶ τὰ ἐκείνοις κεχαρισμένα πράττων, καὶ λέγων, οἷα νοσῶν τὴν ὁμοίαν αὐτοῖς αἱρετικὴν μανίαν, ἐπειδὴ τὸν τῆς ὁσίας μνήμης Ἐπιφάνιον, ἐν ἐσχάτοις ἐθεώρησε διακείμενον, μηχανᾶταί τι, ὅπερ ἅντικρυς τὸν αὐτοῦ διήλεγξε διεφθαρμένον σκοπὸν.
6Agapetus I, Epistolae, 66, 0057B
Μιμεῖσθε γὰρ Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν ἐλθόντα καλέσαι οὐ δικαίους, ἀλλ' ἁμαρτωλοὺς εἰς μετάνοιαν, καὶ πάντως πατρικοῖς σπλάγχνοις, εἰ ἐπιγνοὺς τὴν οἰκείαν ἁμαρτίαν ἐπιστρέψει, προσδέχεσθε· ὁρκίζομεν τὴν ὑμετέραν μακαριότητα, εἰ καὶ τολμηρόν τι ποιοῦμεν, κατὰ τῆς ἁγίας καὶ ὁμοουσίου ἁγίας τριάδος, καὶ τοῦ κορυφαίου τῶν Ἀποστόλων Πέτρου, καὶ τῆς σωτηρίας καὶ νίκης τοῦ εὐσεβεστάτου ἡμῶν βασιλέως, μὴ περιιδεῖν τοὺς θείους κανόνας, ὑπὸ τούτου καταπατουμένους, μηδέ περιφρονουμένην παρ' αὐτοῦ τὴν παραδοθεῖσαν αὐτῷ ἐκκλησίαν, ἀλλ' ἐξακολουθοῦσαν ἐν ἅπασι τοῖς πρὸ αὐτῆς διαλάμψασιν ἐν τῷ ἀποστολικῷ ὑμῶν θρόνῳ, πρᾶξαι ἐπ' αὐτῷ, ἔτι καὶ νῦν κατὰ τῆς τῶν κανόνων αὐθεντίας νεανιευομένῳ καὶ προτιμήσαντι τὴν μετὰ τῶν εἰρημένων αἱρετικῶν συνδιαγωγὴν τῆς ἰδίας ἐκκλησίας, ὅπερ ὁ ἐν ἁγίοις Κελεστῖνος ἐπὶ Νεστορίῳ τῷ δυσσεβεῖ φαίνεται διαπραξάμενος, προθεσμίαν αὐτῷ παρέχοντες, ὥσπερ οὖν κἀκεῖνος Νεστορίῳ, ἧς ἐντός ἐὰν μὴ ἀπαντήσας τὸν εἰρημένον λίβελλον τῇ ἀποστολικῇ ὑμῶν καθέδρᾳ ἐπιδῷ, τῇ τε ὑμετέρᾳ μακαριότητι, καὶ τῷ ἁγιωτάτῳ τῆς βασιλίδος ἀρχιεπισκόπῳ, καὶ τῆς αἱρετικῆς νόσου ἑαυτὸν ἀπαλλάξῃ, καὶ ἐπί τὴν ἐμπιστευθεῖσαν αὐτῷ Τραπεζοῦντος ἐκκλησίαν ἐξορμήσῃ, ὁρίσατε, ἁγιώτατοι, ἀλλότριον μὲν αὐτὸν εἶναι.
7Agatho papa, Epistolae, 87, 1218A
Καὶ τοῦτο Θεοῦ ἐστιν ἐξοχώτατον δῶρον, ἐξ οὗ πᾶσα δόσις ἀγαθὴ προέρχεται· πρὸς ὃν ἐπαναφέρεται, ὅπερ προσελήφθη ἀπὸ τῆς αὐτοῦ μεγαλειότητος· οὗτινος τῷ πνεύματι ἐν τοῖς τῆς διανοίας ἀποκρύφοις οἰκοδομοῦντος, καὶ ἀναῤῥωννῦντος τῇ πνευματικῇ βράσει τῆς ἀκτῖνος τοῦ εὐσεβοῦς σκοποῦ κύκλῳ πάντα διακαθαίρονται[L., εὐσεβοῦς σκοποῦ ἀκτῖνες κύκλῳ διάττουσιν], καὶ τῆς εὐωδίας ἡ ὀσμὴ ἀπὸ τῆς θυσίας τῆς καρδίας ἀνέρχεται πρὸς τὸν Κύριον, ὅστις τῷ τοιούτῳ δώρῳ εὐαρεστεῖται· ὅθεν καὶ ἐν τοῖς ἐπιγείοις εὐτυχίαν δωρήσηται, καὶ ἅπαντα τὰ ἔθνη ὑποτάξοι, ἅπερ προσκαλῆται πρὸς τὴν ὁμολογίαν τῆς ἀληθοῦς αὐτοῦ ἐπιγνώσεως, τὰ ὑποτεταγμένα τῷ Χριστιανικωτάτῳ κράτει [ἅτινα ὑπ.
8Agatho papa, Epistolae, 87, 1218C
Ἐπεὶ δὲ, εὐσεβέστατοι καὶ ἀνδρειότατοι βασιλέων, τῆς σεβασμίας ὑμῶν εὐσεβείας σὺν ἐπαίνῳ θαυμάζομεν τὴν Θεάρεστον πρόθεσιν, ἥνπερ πρὸς τὴν ἀποστολικὴν ἡμῶν πίστιν ἔχειν κατηξιώσατε, τοῦ Θεοῦ μυστικῶς πληροφοροῦντος, οὐ ῥήμασι ῥευστοῖς, οὔτε λαλιᾷ ἀπάτης, ἀλλὰ τῇ αὐτοῦ θείᾳ χάριτι ὑπομιμνήσκοντος, καὶ πάσης ἀμφιβολίας περιαιρεθείσης ἐπιθυμεῖτε ἐπιγνῶναι, ἅπερ ἡ ἀλήθεια τῆς ὀρθοδόξου καὶ ἀποστολικῆς περιέχει πίστεως· ἡμεῖς πάντες οἱ ἐλάχιστοι τῶν Ἐκκλησιῶν τοῦ Χριστοῦ πρόεδροι, οἱ δοῦλοι τοῦ Χριστιανικωτάτου ὑμῶν κράτους, ἔν τε τοῖς δυτικοῖς καὶ ἀρκτῴοις μέρεσι τυγχάνοντες, εἰ καὶ ὀλίγοι καὶ ἁπλούστεροι τῇ γνώσει, τῆς πίστεως [τῇ πίστει, ex L.] ὅμως διὰ τῆς τοῦ Θεοῦ χάριτος σταθεροὶ, ἕνεκεν τῶν προσταχθέντων διὰ τῆς θειώδους σάκρας, ἐγνωκότες τὸν συμβασιλεύοντα καὶ διοικοῦντα σὺν ὑμῖν, τὴν κτίστην καὶ πρύτανιν τῶν πάντων Θεὸν, ἱλαρευόμενοι πηρὶ τῆς τοιαύτης εὐσεβοῦς προθέσεως μετὰ τῶν ἐκ βάθους τῆς καρδίας ὀδυρμῶν εὐχαριστεῖν ἀπηρξάμεθα, ὅτι τὸ οὕτως ἀξιεπαίνετον, τὸ οὕτω θαυμαστὸν καὶ σωτηριῶδες, οὕτω μονογενῶς τῷ Θεῷ ὑπὲρ πάσας τὰς γηΐνας θυσίας εὐπρόσδεκτον ἔργον ἡ ὑμετέρα φιλανθρωπία καταπιστεύεται ἐπιθυμῆσαι, ὅπερ πολλοῖς μὲν εὐσεβεία καὶ δικαιοσύνῃ προὔχουσι βασιλεῦσιν ἐπεθυμεῖτο, ὅμως ὀλίγοις καὶ ἀραιοῖς πρὸς Θεάρεστον ἀποτέλεσμα μετὰ ἀκεραιότητος τῆς ἀποστολικῆς πίστεως διασωθῆναι δυνατὸν ἀπεδείχθη.
9Agatho papa, Epistolae, 87, 1218D
Πιστεύομεν δὲ, ὅτι ὅπερ ὀλίγοις καὶ άραιοῖς συνεφωνήθη [συνεχωρήθη, L.], τῷ Θεοστέπτῳ ὑμῶν κράτει θεόθεν δωρηθησεται, ἵνα δι' αὐτοῦ τῆς καθολικῆς, καὶ ἀποστολικῆς ἡμῶν πίστεως τὸ τηλαυγέστατον λάμψῃ φῶς [ἐκλάμψοι] ἐν ταῖς πάντων καρδίαις· ὅπερ ἐκ τῆς πηγῆς τοῦ ἀληθινοῦ φωτὸς, ὡς δι' ἀκτίνων τῆς ζωοποιοῦ λαμπηδόνος τοῖς μακαρίοις λειτουργοῖς Πέτρῳ καὶ Παύλῳ τοῖς τῶν ἀποστόλων κορυφαίοις, καὶ τοῖς τούτων μαθηταῖς καὶ διαδόχοις τοῖς ἀποστολικοῖς κατὰ βαθμὸν μέχρι τῆς ἡμετέρας οὐδενότητος τῇ τοῦ Θεοῦ βοηθείᾳ ἐφυλάχθη, μηδεμιᾷ τῆς αἱρετικῆς πλάνης δυσωδεστάτου σκότους ἀχλύϊ, μήτε νεφέλαις ψεύδους, ἢ νέφεσιν ἀπάτης μολυνθὲν, μήτε παραμεμιγμέναις αἱρετικῶν φαυλότησι, καθάπερ ἀμαυροῖς νέφεσι κατασκιασθὲν, ἀβαρὲς καὶ ἀκέραιον καὶ ταῖς ἰδίαις ἀκτῖσι διαλάμψαν.
10Agatho papa, Epistolae, 87, 1222D
Ἕνα δηλαδὴ καὶ τὸν αὐτὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ ἐκ δύο καὶ ἐν δύο οὐσίαις ἀσυγχύτως, ἀτρέπτως, ἀδιαιρέτως, ἀχωρίστως ὑποστῆναι γινώσκομεν, οὐδαμοῦ τῆς διαφορᾶς τῶν φύσεων ἀνῃρημένης διὰ τὴν ἕνωσιν, ἀλλὰ μᾶλλον σωζομένης τῆς ἰδιότητος ἑκατέρας φύσεως, καὶ εἰς ἓν πρόσωπον καὶ μίαν ὑπόστασιν συντρεχούσης· οὐκ ἐν δυάδι προσώπων μεριζόμενον ἢ διαιρούμενον, οὔτε εἰς μίαν σύνθετον φύσιν συγχεόμενον, ἀλλ' ἕνα καὶ τὸν αὐτὸν Υἱὸν μονογενῆ Θεὸν Λόγον τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, οὔτε ἄλλον ἐν ἄλλῳ, οὔτε ἄλλον καὶ ἄλλον, ἀλλὰ τὸν αὐτὸν τοῦτον ἐν δύο φύσεσι, τουτέστι θεότητι καὶ ἀνθρωπότητι μετὰ τὴν ὑποστατικὴν ἕνωσιν ἐπιγινώσκομεν· ἐπειδὴ οὔτε ὁ Λόγος εἰς τὴν φύσιν τῆς σαρκὸς ἐτράπη, οὔτε ἡ σάρξ εἰς τὴν τοῦ Λόγου φύσιν μετεμορφώθη· διέμεινε γὰρ ἑκάτερον ὅπερ φυσικῶς ἦν· τὴν διαφορὰν δηλονότι τῶν ἑνωθεισῶν ἐν αὐτῷ φύσεων μόνῃ θεωρίᾳ διακρίνομεν, ἐξ ὧν ἀχωρίστως, ἀσυγχύτως, καὶ ἀτρέπτως συνετέθη· εἷς γὰρ ἐξ ἑκατέρων, καὶ δι' ἑνὸς τὰ ἑκάτερα· ἐπειδὴ ἅμα εἰσὶ καὶ τὸ μέγεθος τῆς θεότητος, καὶ τὸ ταπεινὸν τῆς σαρκός· ἑκατέρας φύσεως φυλαττούσης καὶ μετὰ τὴν ἕνωσιν ἀνελλιπῶς τὴν ἑαυτῆς ἰδιότητα, καὶ ἐνεργούσης ἑκατέρας μορφῆς μετὰ τῆς θατέρου κοινωνίας, ὅπερ ἴδιον ἔσχηκε· τοῦ μὲν Λόγου κατεργαζομένου τοῦθ' ὅπερ ἐστὶ τοῦ Λόγου, τοῦ δὲ σώματος ἐκτελοῦντος ὅπερ ἐστὶ τοῦ σώματος· καὶ τὸ μὲν αὐτῶν διαλάμπει τοῖς θαύμασι, τὸ δὲ ταῖς ὕβρεσιν ὑποπέπτωκεν.
11Agatho papa, Epistolae, 87, 1223A
Τοῦτο γὰρ πιστεύομεν, ὅπερ κατὰ τὴν ἀποστολικὴν παράδοσιν παρελάβομεν, ἧστινος τῇ αὐθεντίᾳ ἐν πᾶσιν ἑπόμεθα· τὸ αὐτὸ γὰρ γινώσκομεν καὶ τοὺς παρ' αὐτῆς καταστάντας τοὺς προηγησαμένους [καὶ διδαχθέντας παρ' αὐτῆς τοὺς προη.
12Agatho papa, Epistolae, 87, 1226B
Εἶτα ἠλπίζομεν ἀπὸ Βρεττανίας Θεόδωρον τὸν σύνδουλον ἡμῶν καὶ συνεπίσκοπον, τῆς μεγάλης νήσου Βρεττανίας ἀρχιεπίσκοπον καὶ φιλόσοφον, μετὰ ἄλλων ἐκεῖσε κατὰ τὸν τόπον διαγόντων, ἐκεῖθεν τῇ ἡμετέρᾳ ἑνωθῆναι μετριότητι, καὶ διαφόρους ταύτης τῆς συνόδου ἐπισκόπους ἐν διαφόροις κλίμασι τυγχάνοντας, ἵνα ἐξ ὅλης τῆς κοινότητος τῆς δουλικῆς ἡμῶν συνόδου ἡ ἡμετέρα ἀναφορὰ γενήσοιτο, μήπως ἐὰν μονομερῶς τὸ πραττόμενον γνωσθήσηται, τὸ μέρος λάθῃ· καὶ μάλιστα ἐπειδὴ ἐν μέσῳ τῶν ἐθνῶν τῶν τε Λογγοβάρδων, καὶ Σκλάβων, οὐ μὴν ἀλλὰ καὶ Φράγκων, Γότθων, καὶ Βρεττανῶν πλεῖστοι ἐκ τῶν συνδούλων ἡμῶν εἶναι γνωρίζονται, οἵτινες καὶ περὶ τούτου περιεργάζεσθαι οὐκ ἀφίστανται, ἵνα γνώσωνται, τί εἰς τὸ πρᾶγμα τῆς ἀποστολικῆς πίστεως πράττεται· οἵτινες ὁπόσον ὠφελῆσαι δύνανται, ἐπὰν ἐν τῇ συμφωνίᾳ τῆς πίστεως μεθ' ἡμῶν κρατῶνται, καὶ ἡμῖν ὁμοφωνῶσι, τοσοῦτον, ὅπερ ἀπέστω, ἐὰν σκάνδαλόν τί ποτε ἐν τῷ κεφαλαίῳ τῆς πίστεως ὑπομείνωσιν, εὑρίσκονται ἐχθροὶ καὶ ἐναντίοι.
13Agatho papa, Epistolae, 87, 1230A
Μήτε παραβῆναι ἡμᾶς τις ἐξ αὐτῶν ὑπολάβοι, ὅπερ παρελάβομεν ἀπὸ τῶν προηγησαμένων ἡμᾶς.
14Agatho papa, Epistolae, 87, 1163A
Ὅπερ καὶ ὁ μακάριος Πέτρος ὁ κορυφαῖος τῶν ἀποστόλων ὑπομιμνήσκει· « Ποιμαίνετε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Χριστοῦ μὴ ἀναγκαστῶς, ἀλλ' ἑκουσίως κατὰ Θεὸν προτρεπόμενοι.
15Agatho papa, Epistolae, 87, 1163B
Καὶ εἰ μὴ ὅτι μακρὰ περίοδος τῶν χωρῶν, ἐν αἷς ἡ σύνοδος καθέστηκε τῆς ἡμετέρας ταπεινώσεως, τοῦ τοσούτου χρόνου ἐπεσώρευσε τὴν ἐπέκτασιν, πάλαι τοῦτο, ὅπερ μόλις ποτὲ νῦν γενέσθαι ἠδυνήθη, ἡ περισπούδαστος ὑπακοὴ [ἴσ. περισπουδάστῳ ὑπακοῇ] ἡ ἡμετέρα δουλεία ἐπλήρωσεν.
16Agatho papa, Epistolae, 87, 1166D
Οὕτως ἠνεῳγμένα τὰ ὦτα τοῦ παντοδυνάμου Θεοῦ πρὸς τὸ εἰσακοῦσαι τῶν ἱκεσιῶν ἡμῶν εὑρήσαι ἡ ὑμετέρα ἡμερωτάτη εὐσέβεια, καὶ ἀβλαβεῖς περί τε τὴν ὀρθότητα τῆς ἀποστολικῆς πίστεως, περί τε τὴν τῶν σωμάτων ὁλοκληρίαν τοῖς οἰκείοις ἀποκαταστῆσαι κελεύσῃ· οὕτως ἀποκαταστήσαι ἡ ὑπερτάτη μεγαλειότης διὰ τῶν ἀνδρειοτάτων, καὶ ἀηττήτων καμάτων τῆς ὑμῶν θεοστηρίκτου φιλανθρωπίας ὑπὸ τὸ ἀγαθοθελὲς διάδημα τῆς ὑμῶν βασιλείας πᾶσαν τὴν τῶν Χριστιανῶν πολιτείαν, καὶ τοῖς ἀνδρειοτάτοις ὑμῶν σκήπροις τὰ ἀντιτασσόμενα, ὑποτάξαι ἔθνη, ἵνα ἐκ τούτου πάσῃ ψυχῇ, καὶ πᾶσι τοῖς ἔθνεσι πληροφορία γένηται, ὅτι ὅπερ διὰ τῶν σεβασμίων κεραιῶν περὶ ἀβλαβησίας, καὶ τοῦ μὴ ἔν τινι βαρυνθῆναι τοὺς ἐρχομένους, τοῦ Θεοῦ αὐτῇ ἐνηχήσαντος, ὑποσχέσθαι κατηξίωσεν, ἐν πᾶσιν ἐπλήρωσεν, Οὔτε γὰρ ἡ εἴδησις αὐτῶν παῤῥησίαν δέδωκεν, ἵνα τολμήσωμεν πρὸς τὰ εὐσεβῆ ὑμῶν ἴχνη τούτους στεῖλαι, ἀλλὰ τοῦτο ἡ βασιλικὴ ὑμῶν εὐμένεια φιλανθρώπως κελεύουσα προετρέψατο, καὶ ἡ ἡμῶν σμικρότης τὸ κελευθὲν μεθ' ὑπακοῆς ἐπλήρωσεν.
17Agatho papa, Epistolae, 87, 1170D
» Κατανοήσει τοίνυν ἡ ὑμετέρα γαληναία φιλανθρωπία, Ἐπειδὴ ὁ Κύριος καὶ Σωτὴρ πάντων, οὗτινος ἡ πίστις ἐστὶν, ὃς τὴν πίστιν Πέτρου μὴ ἐκλεῖψαι ὑπέσχετο, τοῦτον ὑπέμνησε τοὺς ἑαυτοῦ στηρίζειν ἀδελφούς· ὅπερ τοὺς ἀποστολικοὺς ἀρχιερεῖς τὴν ἐμὴν ἐλαχιστίαν προηγησαμένους παῤῥησιαστικῶς ἀεὶ πεποιηκέναι πᾶσιν ἐγνώσθη· ὧν τινων καὶ ἡ ἐμὴ σμικρότης, εἰ καὶ ἄνισος καὶ ἐλαχίστη, ὅμως ἕνεκεν τῆς προσληφθείσης ἐκ τῆς θείας ῥοπῆς διακονίας ἀκόλουθος ἐπιθυμεῖ ὑπάρχειν.
18Agatho papa, Epistolae, 87, 1171C
Τί λέξω ἐν τῇ μελλούσῃ κρίσει αὐτοῦ τοῦ Χριστοῦ, ἐὰν ἐνταῦθα, ὅπερ ἀπέστω, κηρύξαι τῶν αὐτοῦ λόγων τὴν ἀλήθειαν ἐπαισχυνθῶ; Τί περὶ ἐμαυτοῦ; τί περὶ τῶν ἐμπιστευθεισῶngr; μοι ψυχῶν ἀπολογήσομαι, ἐπὰν περὶ τῆς ληφθείσης ὑπ' ἐμοῦ λειτουργίας λόγον σφιγκτὸν ἀπαιτήσῃ; Τίς τοίνυν, φιλανθρωπότατοigr; καὶ εὐσεβέστατοι δεσπόται καὶ τέκνα, ὅπερ τρέμων καὶ συμπίπτων τῷ πνεύματι λέγω, μὴ προκαλέσηται ἐκεῖνα, ἅπερ θαυμαστῇ ὑποσχέσει τοῖς πιστοῖς ἐπηγγείλατο φήσας· « Ὅστίς με ὁμολογήσει ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κᾀγὼ αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς; » Καὶ τίνα τῶν ἀπίστων μὴ ἐκφοβήσῃ ἐκείνη ἡ ἀπότομος ἀπειλὴ, ἥτις ἀγανακτοῦντα αὐτὸν προσμαρτύρεται, καὶ διαβεβαιοῦται φάσκουσα· « Ὅστίς με ἀρνήσεται ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κᾀγὼ ἐνώπιον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς; » Ὅθεν καὶ ὁ μακάριος Παῦλος ὁ ἀπόστολος τῶν ἐθνῶν ὑπομιμνήσκει καὶ λέγει· « Ἀλλ' εἰ καὶ ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίσηται ὑμῖν, παρ' ὃ εὐαγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω.
19Agatho papa, Epistolae, 87, 1171D
» Ὅπου τοιαύτη ἐπίκειται ποινὴ κολάσεως τοῖς στρεβλοῦσιν, ἢ παρασιωπῶσι τὴν ἀλήθειαν, πῶς οὐκ ἔστι φευκτέα ἡ ὑπεξαίρεσις ἀπὸ τῆς ἀληθείας τῆς Δεσποτικῆς πίστεως; Ὅθεν καὶ οἱ τῆς ἀποστολικῆς μνήμης οἱ προηγησάμενοι τὴν ἐμὴν μετριότητα ταῖς δεσποτικαῖς διδασκαλίαις κατηρτισμένοι, ἐξότου καινοτομίαν αἱρετικὴν εἰς τὴν τοῦ Χριστοῦ ἄμωμον Ἐκκλησίαν οἱ πρόεδροι τῆς ἐν Κωνσταντινουπόλει Ἐκκλησίας εἰσαγαγεῖν ἐπεχείρουν, οὐδέποτε ἠμέλησαν τούτους προτρέψασθαι, καὶ παρακαλοῦντες ὑπομνῆσαι, ἵνα ἀπὸ τοῦ φαύλου δόγματος τῆς αἱρετικῆς πλάνης κᾂν σιωπῶντες ἀποστήσωνται, μήπως ἐκ τούτου προοίμιον διαχωρισμοῦ ἐν τῇ ἑνώσει τῆς Ἐκκλησίας ποιήσωσιν, ἓν θέλημα, καὶ μίαν ἐνέργειαν τῶν δύο φύσεων διαβεβαιούμενοι ἐν τῷ ἑνὶ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ· ὅπερ καὶ οἱ Ἀρειανοὶ, καὶ οἱ Ἀπολλιναρισταὶ, καὶ οἱ Εὐτυχιανισταὶ, καὶ οἱ Τιμοθεανοὶ, καὶ οἱ Ἀκέφαλοι, οἱ Θεοδοσιανοὶ, καὶ οἱ Γαϊανῖται, καὶ πᾶσα παντελῶς αἱρετικὴ μανία, ἥ τε τῶν συγχεόντων, ἥ τε τῶν διαιρούντων τὸ μυστήριον τῆς Ἐνανθρωπήσεως τοῦ Χριστοῦ ἐδίδαξαν.
20Agatho papa, Epistolae, 87, 1174B
Ἐὰν γάρ τις προσωπικὸν νοήσῃ τὸ θέλημα, ἐν ὅσῳ τρία πρόσωπα ἐν τῇ ἁγίᾳ Τριάδι λέγονται, ἀναγκαῖόν ἐστιν, ἵνα καὶ τρία προσωπικὰ θελήματα, καὶ τρεῖς προσωπικαὶ ἐνέργειαι, ὅπερ ἀλλόκοτόν ἐστι καὶ λίαν βέβηλον, λεχθήσωνται.
21Agatho papa, Epistolae, 87, 1174C
Ἐπεὶ [L., Εἰ δὲ], ὅπερ ἡ ἀλήθεια τῆς Χριστιανικωτάτης πίστεως περιέχει, φυσικὸν τὸ θέλημά ἐστιν, ὅπου μία φύσις λέγεται τῆς ἁγίας καὶ ἀχωρίστου Τριάδος, ἀκολούθως καὶ ἓν φυσικὸν θέλημα, καὶ μία φυσικὴ ἐνέργεια νοεῖται.
22Agatho papa, Epistolae, 87, 1175A
Ἐμὸν ἦν τοῦτο τὸ βούλημα, ὅπερ ἴδιον ἔλεγεν· ἐπειδήπερ ὡς ἄνθρωπος τὰ τῆς ἐμῆς στυγνότητος ἔλαβεν, ὡς ἄνθρωπος καὶ ἐλάλησεν.
23Agatho papa, Epistolae, 87, 1175B
» Ἐμὴ γάρ ἐστιν ἡ στυγνότης, ἣν κατ' ἐμὴν διάθεσιν ἀνεδέξατο· Ἰδοὺ φαίνεται, εὐσεβέστατοι βασιλέων, ὅτι ἐνταῦθα ὁ ἅγιος Πατὴρ τὸ ῥῆμα τοῦτο, ὅπερ ὁ Κύριος προσευχόμενος προήγαγε, τό· Οὐχ ὡς ἐγὼ θέλω, πρὸς τὴν ἀνθρωπότητα αὐτοῦ ἀνήκειν ἐπισφραγίζει, καθ' ἣν καὶ ὑπήκοος κατὰ τὴν διδασκαλίαν τοῦ μακαρίου Παύλου τοῦ ἀποστόλου τῶν ἐθνῶν λέγεται μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.
24Agatho papa, Epistolae, 87, 1175C
Ὅπερ καὶ ὁ ἅγιος Λουκᾶς ὁ εὐαγγελιστὴς ὁμοίως μνημονεύει, τὸν αὐτὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν κατὰ τὴν ἀνθρωπότητα προσευχόμενον πρὸς τὸν Πατέρα εἰσάγων, καὶ διαβεβαιούμενος· « Πάτερ, εἰ δυνατόν ἐστι, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν μὴ τὸ ἐμὸν θέλημα, ἀλλὰ τὸ σὸν γινέσθω.
25Agatho papa, Epistolae, 87, 1175C
» Καὶ πάλιν· « Τὸ πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής· » δύο θελήματα ἐνταῦθα δείκνυσι, τὸ μὲν ἀνθρώπινον, ὅπερ ἐστὶ τῆς σαρκὸς, τὸ δὲ θεϊκόν.
26Agatho papa, Epistolae, 87, 1178A
» Οὗτινος θείου λόγου τὸν σκοπὸν ὁ μακάριος Αὐγουστῖνος ὁ ἐξοχώτατος διδάσκαλος οὕτω κατὰ Μαξίμου [L., Μαξιμὸν] τοῦ Ἀρειανοῦ φράζει, καὶ λέγει· Ὅπου δὲ εἶπεν ὁ Υἱὸς τῷ Πατρί· « Πλὴν οὐχ ὅπερ ἐγὼ θέλω, ἀλλ' ὅπερ σὺ θέλεις· » τί σοι βοηθεῖ, ὅτι τὰ σὰ ῥήματα ὑποβάλλεις, καὶ λέγεις· Ἔδειξεν ἀληθῶς τὸ ἴδιον θέλημα ὑποτεταγμένον τῷ ἰδίῳ γεννήτορι, ὡς ἂν εἰ ἡμεῖς ἠρνούμεθα τὸ θέλημα τοῦ ἀνθρώπου τῷ τοῦ Θεοῦ θελήματι ὀφείλειν εἶναι ὑποτεταγμένον; καὶ γὰρ ἐκ τῆς φύσεως τοῦ ἀνθρώπου τοῦτο εἰρηκέναι τὸν Κύριον ταχέως θεωρεῖ, ὅστις εἰς τὸν τόπον αὐτοῦ τοῦ ἁγίου Εὐαγγελίου μικρῷ προσεχέστερον ἐπισκύψει.
27Agatho papa, Epistolae, 87, 1178B
» Μήτι ἐκ τῆς φύσεως τοῦ Μονογενοῦς δυνήσεται τοῦτο λέγεσθαι; Ἀλλ' ἄνθρωπε, ὅστις νομίζεις στενάζειν τὴν φύσιν τοῦ Πνεύματος τοῦ ἁγίου, διὰ τί μὴ καὶ τὴν φύσιν τοῦ Θεοῦ Λόγου περίλυπον εἶναι εἴποις δύνασθαι; Πλὴν αὐτὸς, μήπως τι τοιοῦτον λεχθείη, οὐκ ἔφη· Περίλυπός εἰμι, εἰ καὶ τὰ μάλιστα εἰ καὶ τοῦτο εἰρήκει, οὐχὶ μὴ ἐκ τῆς φύσεως τοῦ ἀνθρώπου ἐχρῆν νοεῖσθαι, ἀλλά φησι· « Περίλυπός ἐστιν ἡ ψυχή μου, » ἣν ὡς ἄνθρωπος πάντως εἶχεν ἀνθρωπίνην, εἰ καὶ τὰ μάλιστα καὶ ἐν τούτῳ ὅ φησιν· « Οὐχ ὅπερ ἐγὼ θέλω, » ἄλλο ἑαυτὸν δείκνυσι θέλειν παρὰ τὸν Πατέρα, ὅπερ εἰ μὴ τῇ ἀνθρωπίνῃ καρδίᾳ οὐκ ἠδύνατο, ὁπόταν [ἴσ. ὁ πότε] τὴν ἡμετέραν ἀσθένειαν εἰς τὴν ἰδίαν οὐχὶ τὴν θείαν, ἀλλὰ τὴν ἀνθρωπίνην μετασχηματίσαι [ἴσ., μετεσχημάτιζε] διάθεσιν.
28Agatho papa, Epistolae, 87, 1178B
Ἀνθρώπου δηλαδὴ μὴ προσληφθέντος, οὐδαμῶς τῷ Πατρὶ εἶπεν ἂν ὁ μονογενὴς Λόγος· « Οὐχ ὅπερ ἐγὼ θέλω.
29Agatho papa, Epistolae, 87, 1178C
Ὅπερ καὶ ὁ ἅγιος Ἀμβρόσιος σαφηνίζων τὸν ἅγιον Λουκᾶν τὸν εὐαγγελιστὴν οὕτω φράζει· Τὸ Ἴδιον αὐτοῦ εἰς τὸν ἄνθρωπον ἀνήγαγε, τὸ τοῦ Πατρὸς εἰς τὴν θεότητα.
30Agatho papa, Epistolae, 87, 1178D
Ὅπερ καὶ ὁ τῆς ἁποστολικῆς μνήμης ἅγιος Λέων ἐν τῇ ἐπιστολῇ τῇ πρὸς Λέοντα τὸν βασιλέα σαφηνίζει, μιᾷ ἑκάστῃ μορφῇ, τουτέστι φύσει, ἅ τινά εἰσιν ἐν τῷ Χριστῷ, σκοπῷ διακεκριμένῳ, ἅπερ ἐν ταῖς Γραφαῖς περὶ αὐτοῦ ἀναφέρονται, φανερῶν [προσνέμων], καὶ τοῦτο, ὅπερ ἴδιον θέλημα ὁ Κύριος εἶπε, πρὸς τὴν ἀνθρωπότητα αὐτοῦ ἀνήκειν δεικνύων οὕτω φησί· Κατὰ τὴν μορφὴν τοῦ δούλου οὐκ ἦλθε ποιῆσαι τὸ θέλημα τὸ ἑαυτοῦ, ἀλλὰ τοῦ πέμψαντος αὐτόν.
31Agatho papa, Epistolae, 87, 1179D
» Μὴ οὖν αὐτὸς ὁ δημιουργὸς τῶν πάντων καὶ λυτρωτὴς, περὶ οὗ εἴρηται· « Πάντα ὅσα ἠθέλησεν ὁ Κύριος, ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, » οὗτινος τὸ θέλειν τοῦτό ἐστιν ὅπερ δύναται [ὅπερ τὸ δύνασθαι]· οὗτινος τῷ νεύματι αἱ οὐράνιαι δυνάμεις σὺν φόβῳ λατρεύουσι, λαθεῖν ἐπὶ γῆς θέλων οὐκ ἠδυνήθη; ὁ κατὰ τὴν θείαν μεγαλωσύνην ἐξ ἀϊδίου σὺν τῷ Πατρὶ ἐν τοῖς οὐρανοῖς ἀποῤῥήτως δεσπόζων, καὶ ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς; εἰ μὴ τοῦτο πρὸς τὸ ἀνθρώπινον αὐτοῦ θέλημα, ὅπερ χρονικῶς κατηξίωσε προσλαβεὶν, ἐπαναδοθείῃ; Πόσῃ οὖν πλάνῃ ἐγκεκύλισται ὁ τὰ τοιαῦτα μὴ διακρίνων, ἵνα εἴπῃ, ἑνὶ καὶ τῷ αὐτῷ θελήματι καὶ πάντα ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, ἅπερ ἠθέλησε, τὸν Κύριον δύνασθαι, καὶ τῷ αὐτῷ πάλιν θελήματι ἐν οἴκῳ εὐτελεῖ θέλοντα λαθεῖν μὴ δύνασθαι κατὰ τὰς εὐαγγελικὰς μαρτυρίας; Ἀλλ' ἐὰν πρὸς τὴν οἰκονομίαν τῆς ἀνθρωπότητος αὐτοῦ, καθ' ἣν τὸ ταπεινὸν ἡμῶν προσέλαβεν, ἀποδοθῇ, πάντα τὰ τῆς θείας αὐτοῦ μεγαλωσύνης ἠλαττωμένα πρὸς τὴν ἀνθρωπότητα αὐτοῦ ἀνήκειν γνωρίζεται, ἣν τελείως προσέλαβε χωρίς τινος ἁμαρτίας, ἵνα ταύτην καὶ τελείως σώσῃ.
32Agatho papa, Epistolae, 87, 1179C
Τοιγαροῦν εἰς τὸ παρ' αὐτοῦ ἀνθρώπινον [L., εἰ παρ' αὐτοῦ τὸ ἀνθρώπινον] θέλημα, καθὼς ἡ φύσις, προσελήφθη, καὶ ἐσώθη, καὶ ὅπερ παρὰ τοῦ προσλαβομένου ἐσώθη, οὐκ ἠδύνατο εἶναι αὐτῷ ἐναντίον.
33Agatho papa, Epistolae, 87, 1182A
» Μήτι κατὰ τὴν θεότητα ἄλλο ἐστὶ, θέλημα τοῦ Πατρὸς παρὰ τὸν Υἱὸν; ἢ ἄλλο θέλει ὁ Υἱὸς παρὰ τὸν Πατέρα; Εἰ τοίνυν ἓν θέλουσι, καὶ οὐδεμία ἐστὶ διαφορὰ θελήματος ἐν τῇ ἁγίᾳ Τριάδι, πῶς ἐστι νοητέον, ὅπερ ὁ Προφήτης περὶ τοῦ προσώπου αὐτοῦ μαρτυρεῖ· « Τοῦ ποιῆσαι τὸ θέλημα σου, ὁ Θεός μου, ἠβουλήθην, » εἰ μὴ πιστῶς νοηθῇ εἰρημένον περὶ τοῦ ἀμώμου θελήματος τῆς αὐτοῦ ἀνθρωπότητος; Ὅθεν καὶ ἕπεται· « Καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς κοιλίας μου.
34Agatho papa, Epistolae, 87, 1182B
Ὅπερ καὶ ὁ ἀπόστολος Παῦλος ἐν τῇ Ἐπιστολῇ τῇ πρὸς Φιλιππησίους ἀναγγέλλει, εἰ πεπληρωμένῃ πίστει θελήσει τις προσέχειν, περὶ τοῦ αὐτοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρισοτῦ οὕτω λέγων· « Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος.
35Agatho papa, Epistolae, 87, 1182C
Τίς γὰρ εἰς τοσοῦτον ἀπὸ τοῦ φωτὸς τῆς ἀληθείας ἀπεχώρησεν, ἵνα κατὰ τὸ θέλημα τῆς αὐτοῦ θεότητος προπετεύσηται λέγειν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τῷ Πατρὶ ὑπακοῦσαι, ᾧ τινί ἐστιν ἴσος ἐν πᾶσι, καὶ τοῦτο θέλει ἐν πᾶσι καὶ αὐτὸς ὅπερ ὁ Πατήρ; ἢ τίς μὴ νοήσῃ τὴν ὑπακοὴν τῷ ἀνθρωπίνῳ θελήματι μᾶλλον ἁρμόζειν, ἐν ᾧ παντελῶς οὐδεμίαν ἔσχεν ἁμαρτίαν; Οὔτε ῥηθήσεται ὑπήκοος μέχρι θανάτου, εἰ μὴ ἀνθρώπινον θέλημα ἐν ἑαυτῷ ἀνέλαβε, καθὼς ψυχὴν λογικὴν, καὶ σάρκα μετὰ πάντων αὐτῶν τῶν ἰδιοτήτων σαρκωθεὶς προσέλαβε.
36Agatho papa, Epistolae, 87, 1183B
Οὔτε γὰρ δυνήσεται ἡ τῶν ἀγγέλων φύσις θεῖον ἔχειν θέλημα, ἢ ἀνθρώπινον, οὔτε ἡ ἀνθρωπίνη φύσις θέλημα Θεοῦ, ἢ ἀγγέλου, καθὼς οὔτε ἑτέρου, παρ' ὅ ἐστι, τὶ ἔχειν φύσιν δυνήσεται ἢ κίνησιν, εἰ μὴ ὅπερ ἐστὶ φυσικῶς ἢ ἐδημιουργήθη.
37Agatho papa, Epistolae, 87, 1183C
Ὅπερ ὁ ἀληθὴς ὅρος τῆς ἁγίας ἐν Χαλκηδόνι συνόδου ὑπομιμνήσκει ἡμᾶς διαβεβαιούμενος.
38Agatho papa, Epistolae, 87, 1186B
Μένει γὰρ ἑκάτερον ὅπερ ἐστὶ τῇ φύσει, καὶ γενομένης τῆς ἑνώσεως καθ' ὑπόστασιν· ἀλλ' ἐπὶ διαιρέσει τῇ ἀνὰ μέρος τὴν τοιαύτην λαμβάνει φονὴν ἐπὶ τοῦ κατὰ Χριστὸν μυστηρίου· ἢ τὸν ἀριθμον τῶν φύσεων ὁμολογῶν ἐπὶ τοῦ αὐτοῦ ἑνὸς Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ Θεοῦ Λόγου σαρκωθέντος, μὴ τῇ θεωρίᾳ μόνῃ τὴν διαφορὰν τούτων λαμβάνει, ἐξ ὧν καὶ συνετέθη, οὐκ ἀνῃρημένην διὰ τὴν ἕνωσιν· εἷς γὰρ ἐξ ἀμφοῖν, καὶ δι' ἑνὸς ἀμφότερα· ἀλλ' ἐπὶ τούτῳ κέχρηται τῷ ἀριθμῷ, ὡς κεχωρισμένας καὶ ιδιοϋποστάτους εἶναι τὰς φύσεις· ὁ τοιοῦτος ἀνάθεμα ἔστω.
39Agatho papa, Epistolae, 87, 1186B
Ὅπου δὲ ἕν θέλημα καὶ ἐνέργεια ἀπὸ τῶν αἱρετικῶν καὶ τῶν τούτοις ἑπομένων λέγεται, ποία ἐν αὐτῇ διαφορὰ γνωρίζεται; ἢ ποῦ κατὰ τὴν ἁγίαν ταύτην σύνοδον ἡ διαφορὰ φυλάττεται; ἐπειδὴ ἐὰν ἓν θέλημα ἐν αὐτῷ, ὅπερ ἀλλόκοτόν ἐστι, βεβαιοῦται, ἀναγκαῖόν ἐστι τοὺς ταῦτα διεκδικοῦντας ἢ θεῖον αὐτὸ λέγειν, ἢ ἀνθρώπινον, ἢ ἐξ ἀμφοῖν σύνθετον, κεκραμένον, καὶ συγκεχυμένον, ἢ, ὡς οἱ αἱρετικοὶ πάντες διαβεβαιοῦνται, ἒν ἔχειν τὸν Χριστὸν θέλημα καὶ ἐνέργειαν, ὡς ἀπὸ μιᾶς, ὡς αὐτοὶ φάσκουσι, συνθέτου φύσεως προελθόντα.
40Agatho papa, Epistolae, 87, 1190B
Καὶ ἐπὰν λέγῃ ὁ ἅγιος Γρηγόριος ὁ Νύσσης, ὁ μέγας ἐπίσκοπος, ἀληθῆ εἶναι τοῦ μυστηρίου ὁμολογίαν, ἕτερον ὀφείλειν νοεῖσθαι τὸ ἀνθρώπινον θέλημα, ἕτερον τὸ θεῖον ἐν τῷ Χριστῷ, τί νοεῖσθαι ὑπομιμνήσκει, ἕτερον λέγων θέλημα καὶ ἕτερον, εἰ μὴ δύο φανερῶς θελήματα; Ὡσαύτως ἡνίκα ὁ ἅγιος Ἰωάννης ὁ ἔξοχος καθηγεμὼν διδάσκει, ἓν κατὰ τὴν θεότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ νοεῖσθαι θέλημα· καὶ τὸν αὐτὸν πάλιν Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ λέγει θέλειν ὡς ἄνθρωπον, καὶ κατὰ σάρκα ἀληθῶς καὶ χωρὶς σκανδάλου λεγόμενον ὀφείλειν γνωρίζεσθαι, ὅτι οὐκ ἤθελε τεθνάναι, διόπερ [ἴσ. διιότι] ὅτι τῆς ἀνθρωπίνης ἐστὶ φύσεως ἀνεπιλήπτως τοῦτο θελούσης, φανερόν ἐστιν, ὅτι καὶ αὐτὸς δύο φυσικὰ ἐν τῷ Χριστῷ κηρύσσει θελήματα· θεῖον, ὅπερ ἐστὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ· ἀνθρώπινον, ὅπερ τὴν διάθεσιν τοῦ ζῇν φυσικῶς πράττει.
41Agatho papa, Epistolae, 87, 1190C
Καὶ ὁπόταν ὁ συστατικὸς τῆς ὀρθοδόξου πίστεως κήρυξ ὁ μακάριος Κύριλλος λέγῃ, ὅτι καθὸ ἦν Λόγος, οὐκ ἐφοβεῖτο τὸν θάνατον, ἀλλ' ἤθελε μέχρι τέλους τὴν οἰκονομίαν διεξάγειν, ὅτι τοῦτο ἦν τὸ θέλημα τοῦ Πατρὸς, ὅπερ ἐστὶ κατὰ τὴν θεότητα καὶ τοῦ Υἱοῦ· καὶ ἐσχηκέναι τὸν αὐτὸν τοῦτον Κύριον Ἰησοῦν Χριστὸν κατὰ τὴν ἀνθρωπότητα τοῦ μὴ ἀποθανεῖν θέλημα, τουτέστι τῆς ἀνθρωπίνης ζωῆς τὴν φυσικὴν διάθεσιν· δείκνυσι δὺο αὐτὸν, θεῖον δηλαδὴ καὶ ἀνθρώπινον, ἀναμφιβόλως ἐν ἑαυτῷ ἔχειν θελήματα· ἓν μὲν, ἐν ᾧ τὴν οἰκονομίαν ἤθελεν ἐκτελέσαι· ἕτερον δὲ, ἐν ᾧ λέγει τὴν σάρκα μὴ θέλειν φυσικῶς τεθνάναι.
42Agatho papa, Epistolae, 87, 1191B
Μή τι ἀρφίβολον δυνηθείη ὑπολαμβάνεσθαι, ὅπερ ἐνταῦθα ὁ Πατὴρ τῷ φωτὶ τῆς ἀληθείας φανεροποιεῖ ἐν τῷ λέγειν, καὶ λαλοῦντα καὶ πράττοντα τὸν αὐτὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν πάντα τὰ τοῦ Θεοῦ ὄντα ἄνθρωπον, καὶ τὸν αὐτὸν τοῦτον πάλιν τὰ τοῦ ἀνθρώπου πράττοντα ὄντα Θεὸν, καὶ ἑκάτερον γένος σημαντικὸν Θεοῦ καὶ ἀνθρώπου ἀποδεικνῦντα; ὅπως ἐπιγνῶναι τοῖς ἐθέλουσι τὴν τῆς ἀληθείας ὁδὸν ἀνάξῃ [ὁδὸν ἀνοίξῃ ex L.], ἐπειδὴ ὁ αὐτὸς οὗτος εἷς ὢν Χριστὸς ὁ Θεὸς καὶ [ὁ αὐτὸς οὗτος εἰπὼν, Χριστὸς ὁ Θεὸς καὶ] ἄνθρωπος καὶ τῆς θείας ἐνεργείας τὴν δυναστείαν, καὶ τῆς ἀνθρωπίνης φύσεως τὴν ἐνέργειαν ἔχειν αὐτὸν δείκνυσι, καὶ ἑκάτερα μετ' ἀλλήλων ἀκὲραια διὰ τῆς θεωρητικῆς διακρίσεως σημαίνει.
43Agatho papa, Epistolae, 87, 1191B
Καὶ ὅτι ἑκάτερα καὶ τὰ τῆς θείας δυνάμεως καὶ τὰ τῆς οἰκονομίας τῆς ἀνθρωπίνης ἕνα καὶ τὸν αὐτὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸ ἑκάτερον ὄντα ταῖς ἰδίαις φύσεσι πεπραχέναι προμηνύει, ὃς καὶ θείαν ἐνέργειαν μίαν ἔχει ἐξ ἰδίου σὺν τῷ Πατρὶ, καὶ χρονικὴν ἀνθρωπίνην ἐνέργειαν ὑπὲρ ἡμῶν γενόμενος ἄνθρωπος ἐν ἑαυτῷ προσέλαβεν ἀνελλιπῶς, ἵνα ἀληθῶς ἑκάτερον γένηται, καὶ ἐκ τῶν φύσεων ταῖς ἰδίαις ἐνεργείαις γνωρισθῇ [ὑπάρχῃ καὶ ἐκ τῶν ἰδίων ταῖς φύσεσιν ἐνεργειῶν γνωρισθῇ ex L.], ὅπερ ἦν.
44Agatho papa, Epistolae, 87, 1194B
Ἐνεργεῖ γὰρ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας, ὅπερ ἴδιον ἔσχηκε, τοῦ μὲν Λόγου κατεργαζομένου τοῦτο, ὅπερ ἐστὶ τοῦ Λόγου, τοῦ δὲ σώματος ἐκτελοῦντος, ὅπερ ἐστὶ τοῦ σώματος.
45Agatho papa, Epistolae, 87, 1194C
Εἰ καὶ τὰ μάλιστα ἐν τῷ ἑνὶ Δεσπότῃ Ἰησοῦ Χριστῷ τῷ ἀληθεῖ τοῦ Θεοῦ καὶ τοῦ ἀνθρώπου Υἱῷ, τοῦ τε Λόγου καὶ τῆς σαρκὸς ἓν ὑπάρχει τὸ πρόσωπον, ὅπερ ἀχωρίστως καὶ ἀδιαιρέτως κοινὰς εἶχε τὰς πράξεις, δεῖ νοεῖν ὅμως αὐτῶν τῶν ἔργων τὰς ποιότητας, καὶ τῇ κατανοήσει τῆς εἰλικρινοῦς πίστεως δεῖ καθορᾷν, ἐπὶ ποῖα μὲν ἡ τῆς σαρκὸς προάγεται ταπεινότης, ἐπὶ ποῖα δὲ τὸ ὕψος τῆς θεότητος ἐπικλίνεται.
46Agatho papa, Epistolae, 87, 1194C
Καὶ τί μέν ἐστιν, ὅπερ ἡ σὰρξ οὐ πράττει δίχα τοῦ Λόγου· καὶ τί ἐστιν, ὅπερ ὁ Λόγος χωρὶς τῆς σαρκὸς οὐκ ἀποτελεῖ.
47Agatho papa, Epistolae, 87, 1195C
Εἰ οὖν κατ' ἄλλην ἐνέργειαν μία ἐστὶ τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος ἡ ἐνέργεια, καὶ κατ' ἄλλην κατ' οὐδένα λόγον ὁ Πατὴρ, καὶ τὸ Πνεῦμα τῷ αὐτῷ φυσικῷ λόγῳ κοινωνοῦσι, δύο ἀναμφιβόλως ἐνέργειαι ἐν τῷ ἑνὶ καὶ τῷ αὐτῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ Θεῷ ἀληθινῷ καὶ τελείῳ, καὶ ἀνθρώπῳ ἀληθινῷ καὶ τελείῳ λεχθήσονται· καὶ ἐν ὃσῳ δείκνυσιν ὁ μέγας διδάσκαλος Ἀμβρόσιος μὴ δύνασθαι διαφόρου δυνάμεως μίαν ἐνέργειαν ὑπάρχειν, μηδὲ τὴν ἐλάσσονα δύνασθαι ἐνεργεῖν τὰ τῆς μείζονος· οὔτε ὅπου διάφορος οὐσία ἐστὶ, μίαν δύνασθαι νοεῖσθαι τὴν ἐνέργειαν ἀποδείκνυσι, φανεροῖς μηνύμασι τὸ μὴ δύνασθαι μίαν φυσικὴν ἐνέργειαν ἔχειν τὴν θεότητα καὶ τὴν ἀνθρωπότητα τοῦ Χριστοῦ, εἰ καὶ ἑνὸς προσώπου εἶναι γινώσκονται, καὶ μετὰ τῆς ἀλλήλων κοινωνίας ἐνεργεῖν θεωροῦνται· ὅπου τοίνυν μείζων καὶ ἐλάττων ἐνέργεια λέγεται, οὐ περὶ μιᾶς, ἀλλὰ περὶ δύο φυσικῶν τοῦ ἑνὸς Χριστοῦ ἐνεργειῶν φανεροῦται· καὶ ἐπὰν ὁ ἐκδικητὴς τῆς ἀληθείας ὁ ἅγιος Λέων πρὸς τὸν ὁμολογητὴν τοῦ Χριστοῦ Φλαβιανὸν ἐν τῷ δογματικῷ τόμῳ ἔφρασε φάσκων· Ἐνεργεῖ γὰρ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας ὅπερ ἴδιον ἔσχηκε.
48Agatho papa, Epistolae, 87, 1195D
Καὶ ἀκολούθως κατὰ τὸν τῆς διανοίας λόγον διακρίνει τὸν Λόγον ὅπερ ἐστὶ τοῦ Λόγου ἐνεργοῦντα, καὶ τὸ σῶμα ὅπερ ἐστὶ τοῦ σώματος ἐκτελοῦν, καὶ μιᾶς ἑκάστης φύσεως τὰ πρόσφορα ἔργα θεωρεῖται, εἰ καὶ τὰ μάλιστα ταύτας ἀπὸ τῆς ἀλλήλων κοινωνίας οὐ χωρίζει, αὐτοῖς τοῖς πράγμασι δείκνυσιν ὁ ἐξαίρετος ἀρχιερεὺς, μᾶλλον δὲ καὶ πᾶσα σὺν αὐτῷ τῆς ἁγίας ἐν Χαλκηδόνι συνόδου ἡ κοινότης, ὅτι καὶ θεότης τοῦ Χριστοῦ φυσικὴν ἐνέργειαν ἀσυγχύτως ἐν τῇ ἑνώσει ἐφύλαξε, καὶ ἡ ἀνθρωπότης αὐτοῦ τὰ πρὸς ἐνέργειαν τῆς ἀνθρωπίνης οὐσίας ἁρμόζοντα ἐξετέλεσε.
49Agatho papa, Epistolae, 87, 1199A
Ἐξ ὧν ἓν, ὅπερ πρὸς Ζώϊλον τὸν Ἀλεξανδρείας καθηγεμόνα, ἐστάλη κατὰ τῆς τῶν Ἀκεφάλων αἱρέσεως ὑπὲρ τῆς ὀρθότητος τῆς ἀποστολικῆς πίστεως πρὸς τὸ πληροφορῆσαι αὐταρκοῦν, μετὰ ταύτης ὑμῶν τῆς μετρίας ἀναφορᾶς τῇ γαληναίᾳ ὑμῶν Χριστιανότητι στείλαντες, διὰ τῶν ἀποκομιστῶν τῶν παρόντων προσφέρομεν.
50Agatho papa, Epistolae, 87, 1199C
Τίς γὰρ, εἰ καὶ βραδὺς εἴη πρὸς τὸ νοῆσαι, οὐ θεωρήσει, ὅπερ πᾶσι φαίνεται, ὅτι ἀδύνατον, καὶ παρὰ τὴν τάξιν τῆς φύσεώς ἐστι, δύνασθαι εἶναι φύσιν, καὶ ἐνέργειαν μὴ ἔχειν φύσεως; ὅπερ οὐδὲ ὑπὸ τῶν αἱρετικῶν ποτε ἐδοκιμάσθη λέγεσθαι· οἵτινες πάσας τὰς ἀνθρωπίνους πανουργίας, καὶ σκολιάς ζητήσεις κατὰ τῆς ὀρθότητος τῆς πίστεως, καὶ συναθροισμοὺς ταῖς φαυλότησιν αὐτῶν προσφόρους ἐφεῦρον.
51Agatho papa, Epistolae, 87, 1199C
Πῶς οὖν ὅπερ οὔτε ἀπὸ τῶν ἁγίων ὀρθοδόξων Πατέρων ἐῤῥέθη ποτὲ, οὔτε ἀπὸ τῶν βεβήλων αἱρετικῶν τετόλμηται εὑρεθῆναι, ἐπὶ τοῦ παρόντος δυνήσεται προπετευθῆναι, ἵνα τῶν δύο φύσεων τοῦ Χριστοῦ, τῆς θείας δηλονότι καὶ τῆς ἀνθρωπίνης, ὧντινων αἱ ἰδιότητες ἀκέραιοι εἶναι γνωρίζονται ἐν τῷ Χριστῷ μίαν ἔχειν [ἴσ., εἶναι] ἐνέργειαν, τίς ποτε ὀρθῶς φρονῶν δυνήσηται ἀποδεῖξαι; ὁπόταν ἐὰν μία ἐστὶν, εἴπωσιν ἢ χρονικὴ ἢ ἀΐδιος λεχθήσεται, θεία ἢ ἀνθρωπίνη, ἄκτιστος ἢ κτιστή, ἡ αὐτὴ, ἥτις καὶ τοῦ Πατρός ἐστιν, ἢ ἑτέρα παρὰ τὸν Πατέρα.
52Agatho papa, Epistolae, 87, 1199D
Εἰ τοίνυν μία ἐστὶ καὶ ἡ αὐτὴ, μία καὶ τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ κοινή ἐστιν, ὅπερ ἀλλόκοτόν ἐστι λέγεσθαι, οὐκοῦν ἐπὰν ὁ Υἱὸς τοῦ Θεοῦ ὁ αὐτὸς Θεὸς καὶ ἄνθρωπός ἐστι, τὰ ἀνθρώπινα ἐνεργήσας ἐπὶ τῆς γῆς, ὁμοίως σὺν αὐτῷ καὶ ὁ Πατὴρ φυσικῶς ἐνήργησεν, ἐπειδὴ ἃ ὁ Πατὴρ ποιεῖ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ.
53Agatho papa, Epistolae, 87, 1199D
Εἰ δὲ, ὅπερ ἡ ἀλήθεια περιέχει, ἐν ὅσῳ ἀνθρώπινά τινα ἐνήργησεν ὁ Χριστὸς, πρὸς μόνον τὸ πρόσωπον αὐτοῦ ὡς Υἱοῦ ἐπαναφέρεται, ἅ τινα οὐκ ἔστι τὰ αὐτὰ, οἷα καὶ τοῦ Πατρὸς, [ὅπερ οὐκ ἔστι ταὐτὸν τῷ Πατρὶ, κατ' ἄλλο ex Lat.
54Agatho papa, Epistolae, 87, 1203A
Ἰδοὺ, εὐσεβέστατοι δεσπόται καὶ τέκνα, τῶν ἁγίων Πατέρων ταῖς μαρτυρίαις, ὡς πνευματικαῖς ἀκτῖσι, τῆς καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας ἡ διδασκαλία ἐφανερώθη, καὶ ἐφωτίσθη, καὶ τῆς αἱρετικῆς τυφλώσεως τὸ σκότος, ὅπερ πλάνην τοῖς μιμουμένοις ὑποβάλλει, ἀπεκαλύφθη.
55Agatho papa, Epistolae, 87, 1203C
Ὅπερ καὶ ἐν ἄλλοις μετὰ διατάγματος καθαιρέσεως, καὶ ἀκοινωνησίας ἀποφατικῆς διαβεβαιοῦται.
56Agatho papa, Epistolae, 87, 1210D
Ταῦτα διὰ τοῦτον τὸν παντοδύναμον Θεὸν τοῖς ἐσχάτοις χρόνοις τῆς ὑμῶν ἡμερότητος εἰς τὸ διορθώσασθαι πιστεύομεν φυλάξαι, ἵνα καὶ τὸν τόπον, καὶ τὸν ζῆλον αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Ξριστοῦ τοῦ τὸ ὑμέτερον κράτος καταξιώσαντος στέψαι, ποιοῦντες ἐπὶ γῆς ὑπὲρ τῆς αὐτοῦ εὐαγγελικῆς καὶ ἀποστολικῆς ἀληθείας δικαίαν κρίσιν προαγάγητε· ὅστις τοῦ ἀνθρωπίνου γένους λυτρωτὴς καὶ σωτὴρ ὑπάρχων, μέχρι τῆς σήμερον ὑβριζόμενος ἠνέσχετο, καὶ τῷ κράτει τῆς ὑμετέρας ἀνδρειότητος ἐνέπνευσεν, ἵνα τῆς αὐτοῦ πίστεως τὸ πρᾶγμα, καθὼς τὸ δίκαιον ἀπαιτεῖ, καὶ τῶν ἁγίων Πατέρων καὶ τῶν ἱερῶν οἰκουμενικῶν πέντε συνόδων ἐψηφίσατο ἡ διδασκαλία καταξιώσητε ἐπεξελθεῖν [ἐξακολουθῆναι], καὶ τοῦ λυτρωτοῦ καὶ συμβασιλέων τὴν περὶ τῆς πίστεως αὐτοῦ ὕβριν, διὰ τῆς αὐτοῦ προστασίας ἀπὸ τῶν καταφρονησάντων ἐκδικήσητε, τὸ προφητικὸν ἐκεῖνο λόγιον μετὰ βασιλικῆς φιλανθρωπίας μεγαλοψύχως ἀναπληροῦντες, ὅθεν [ἴσ., ὅπερ] ὁ βασιλεὺς καὶ προφήτης Δαβὶδ πρὸς τὸν Θεὸν φθέγγεται.
57Agatho papa, Epistolae, 87, 1211B
Καὶ θαῤῥοῦμεν, ὅτι ἅπερ ὑπέσχετο ἡ ὑμετέρα εὐσεβὴς εὐμένεια, δύναται καὶ ἀποτελέσαι, ὅπως ὅπερ τῷ Θεῷ ἀφιέρωται Θεοσεβεῖ φιλανθρωπίᾳ παρὰ τοῦ φιλοχρίστου ὑμῶν κράτους, οὐδὲν ἧττον τῆς αὐτοῦ παντοκρατορίας συνεργούσης καὶ ἡ ὑπόσχεσις πληρωθῇ.
58Agatho papa, Epistolae, 87, 1211C
Οὐδὲ γὰρ δυνήσεται ἄλλο ὅμοιον εὑρεθῆναι, ὅπερ τὴν φιλανθρωπίαν τῆς ὑμετέρας ἀηττήτου ἀνδρείας τῇ θείᾳ παραθήσεται μεγαλειότητι, εἰ μὴ ἵνα ἐξωσθέντων τῶν πλανωμένων ἀπὸ τοῦ τῆς ἀληθείας κανόνος, τῆς εὐαγγελικῆς καὶ ἀποστολικῆς ἡμῶν πίστεως πανταχοῦ φανερωθῇ καὶ κηρυχθῇ τὸ ἀκέραιον.
59Agatho papa, Epistolae, 87, 1214A
Ἐπεὶ [Εἰ δὲ, L.], ὅπερ ἀπέστω, τὴν πρὸ μικροῦ ἀπ' ἄλλων εἰσαχθεῖσαν καινότητα ἐπισπάσασθαι θελήσει, καὶ ταῖς ἀλλοτρίαις διδασκαλίαις ἀπὸ τοῦ κανόνος τῆς ἀληθείας τῆς ὀρθοδόξου καὶ ἀποστολικῆς ἡμῶν πίστεως ἑαυτὸν σαγηνεῦσαι· ἥντινα ἅτε δὴ ταῖς ψυχαῖς καταδίκην [βλάβερὰν] ἐκκλῖναι ἀδιαλείπτως ἀπὸ τῶν προηγησαμένων τὴν ἡμετέραν μετριότητα προτραπέντες, καὶ ὑπομνησθέντες μέχρι τούτου ὑπερέθεντο, αὐτὸς γνώσεται, τί περὶ τῆς τοιαύτης καταφρονήσεως ἐν τῷ θείῳ τοῦ Χριστοῦ κριτηρίῳ ἀπολογήσεται παρὰ τῷ δικαστῇ πάντων τῷ ἐν οὐρανοῖς ὄντι· ᾧτινι καὶ ἡμεῖς καὶ αὐτὸς [καὶ ἡμεῖς αὐτοὶ] ὑπὲρ τῆς προσληφθείσης διακονίας τοῦ ἀληθοῦς κηρύγματος, ἢ τῆς ἐναντίας προλήψεως τῆς Χριστιανικωτάτης πίστεως, ὅταν πρὸς τὸ κρίνειν παραγένηται, λόγον ἀποδώσομεν· καὶ ἡμῖν μὲν [ἡμῖν δὲ], ὅπερ δεόμενος παρακαλῶ, ἐγγένηται τὸν ἀποστολικὸν, καὶ εὐαγγελικὸν τῆς ὀρθῆς πίστεως κανόνα, ὡς ἀπ' ἀρχῆς παρελάβομεν, ἀδιασείστως καὶ ἐλευθερίως μετὰ ἁπλῆς καθαρότητος ἀκέραιου καὶ ἄτρωτον φυλάξαι.
60Agatho papa, Epistolae, 87, 1214B
Διόπερ τῇ ὑμετέρᾳ σεβασμίᾳ γαληνότητι ὑπὲρ τῆς στοργῆς καὶ τιμῆς τῆς καθολικῆς καὶ ἀποστολικῆς ὀρθῆς πίστεως ἀπ' αὐτοῦ τοῦ συμβασιλέως τοῦ Χριστιανικωτάτου ὑμῶν κράτους τοῦ Δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ, οὗτινος τὴν ἀληθῆ πίστιν ἄχραντον ἐπιθυμεῖτε φυλάττειν, τέλειος μισθὸς καταλογισθήσεται τοῖς εὐσεβέσι καμάτοις, ὅτι ἔν τινι οὐδὲν ἠμελήθη, ἢ παρεωράθη ἀπὸ τῆς ὑμῶν Θεοστεφοῦς εὐμενείας, ὅπερ ἀνήκειν δυνήσηται τῇ ὑγιεῖ ἀκεραιότντι τῆς ἀληθοῦς πίστεως πρὸς τὴν τῶν Ἐκκλησιῶν ὁμόνοιαν, ἐπειδη ὁ κριτὴς τῶν πάντων Θεὸς τὴν πρόθεσιν ἐκζητεῖ τῆς διανοίας, καὶ τὴν σπουδὴν τῆς εὐσεβείας προσδέχεται· ὃς τὰς ἐκβάσεις τῶν πραγματων, καθὼς συμφέρειν κρίνει καὶ διοικεῖ.
61Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0613C
Οἱ γὰρ ἅγιοι Πατέρες φανερῶς λέγουσι μήτε εἶναι, ἢ γινώσκεσθαι χωρὶς τῆς οὐσιωδοῦς αὐτῆς ἐνεργείας τὴν οἰανδήποτε φύσιν· εἰ δὲ οὔτὲ ἐστιν, οὔτε γινώσκεται φύσις ἄνευ τῆς αὐτὴν οὐσιωδῶς χαρακτηριζούσης ἐνεργείας, πῶς εἶναι τὸν Χριστὸν, ἢ γνωρίζεσθαι Θεὸν ἀληθῶς φύσει καὶ ἄνθρωπον, ἄνευ τῆς θεϊκῆς καὶ ἀνθρωπίνης ἐνεργείας, ἐστὶ δυνατόν; Ἀπολέσας γὰρ, κατὰ τοὺς Πατέρας, τὸ βρυχικὸν ὁ λέων οὐκ ἔστι λέων, καὶ κύων τὸ ὑλακτικὸν, οὐκ ἔστι κύων καὶ ἄλλο τὸ οἱονοῦν τὸ φυσικῶς αὐτοῦ συστατικὸν ἀπολέσαν, οὐκ ἔστιν ἔτι ὅπερ ἧν.
62Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0615A
Εἰ δὲ τέλειός ἐστι καθ' ἑκάτερον, ὡς οὐδενὸς κατ' ἑκάτερον ἐλλιπὴς, προφανῶς τὸ κατ' αὐτὸν ὁλον νοθεύει μυστήριον, ὁ μὴ ὁμολογῶν αὐτὸν εἶναι ὅπέρ ἐστι, μετὰ τῶν προσόντων αὐτῷ καθ' ἑκάτερον, ἐν οἷς τε, καὶ ἅπέρ ἐστι, πάντων φυσικῶν ἰδιωμάτων.
63Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0617C
Καὶ λέγει, μὴ δῷ ὁ Θεὸς, ἵνα ὅπερ ἐποίησα καλῶς κατὰ θεσμὸν ἐκκλησιαστικὸν, εἴπω γενέσθαι κακῶς.
64Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0631A
Ἄλλως τε δὲ, καὶ τὴν σάρκα ποιεῖτε τῷ θελήματι συνδημιουργὸν πάντων τῶν αἰώνων, καὶ τῶν ἐν αὐτοῖς Πατρὶ τε καὶ Υἱῷ καὶ Πνεύματι· Τῇ δὲ φύσει κτιστὴν, ἢ τὸ ἀληθέστερον εἰπεῖν, ἄναρχον τῇ θελήσει, ἐπείπερ ἡ θεία θέλησις ἄναρχός ἐστιν, ὡς ἀνάρχου θεότητος, τῇ δὲ φύσει πρόσφατον· ὅπερ πᾶσαν οὐκ ἄνοιαν ὑπερβαίνει μόνον, ἀλλὰ καὶ ἀσέβειαν.
65Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0631A
Πάλιν δὲ ἑτέραν εἰσάγοντες καινοτομίαν, ἀφαιρεῖσθε παντάπασι πάντα τὰ γνωριστικὰ καὶ συστατικὰ τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ, νόμοις καὶ τύποις θεσπίζοντες μήτε μίαν, μήτε δύο ἐπ' αὐτοῦ θελήσεις ἒ ἐνεργείας λέγεσθαι· ὅπέρ ἐστι πράγματος βανυπάρκτου.
66Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0639B
Οἷον τὸ ζῶον, τὸ λογικὸν, τὸ θνητὸν, ὅπέρ ἐστι τοῦ καθ' ἡμᾶς γενικοῦ λόγου.
67Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0645B
Εἰ διὰ τὴν ἔνωσιν μία τοῦ Σωτῆρος ἡμῶν καθ' ἕτερον τῶν ἐξ ὧν ἐστι γέγονε θέλησις, πρόσφατος γέγονε θελήσει Θεὸς, ὁ αὐτὸς διὰ τὴν ἕνωσιν τῇ φύσει μένων ἀΐδιος· καὶ ἄναρχος ἄνθρωπος τῇ θελήσει, μένων τῇ φύσει πρόσφατος· Ὅπερ ἀδύνατον, ἵνα μὴ λέγω δυσσεβές.
68Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0645D
Περιχώρησις γὰρ εἰς ἀλλήλας τῶν φύσεων καὶ τῶν αὐταῖς προσόντων φυσικῶν, κατὰ τὴν τῶν θεηγόρων Πατέρων ἡμῶν διδασκαλίαν, ἀλλ' οὐ μεταχώρησις ἢ μείωσις διὰ τὴν ἔνωσιν γέγονεν, ὅπερ ἴδιόν ἐστι τῶν σύγχυσιν κακούργως ποιουμένων τὴν ἕνωσιν, καὶ διὰ τοῦτο τοῖς καινισμοῖς πολυτρόπως ἐμφυρωμένων, καὶ δι' ἀπορίαν τοῦ κατ' αὐτοὺς λόγου σταθηρότητος διωκόντων τοὺς εὐσεβεῖς.
69Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0647A
Καὶ πάλιν ὁ αὐτὸς ἐπίσκοπος πρὸς τὸν ἀββᾶν Μάξιμον φησιν· Ποίῃσον ἀγάπην· τί ἐστιν ὅπερ εἶπας ἡμῖν, ὅτι οὐδεὶς ὥς τις τὴν ὑπόστασιν, ἀλλ' ὥς τι τὴν φύσιν ἔνεργεῖ; προΐεται γάρ μοι νοήσαντι τὸ λεχθέν.
70Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0647B
Οὐκοῦν ὁ λέγων ὑποστατικὴν ἐνέργειαν, αὐτὴν τὴν φύσιν μίαν οὖσαν, ἄπειρον ταῖς ἐνεργείαις εἰσάγει γεγενημένην· καὶ κατὰ τὸ πλῆθος τῶν ὑπ' αὐτὴν ἀγομένων ἀτόμων, ἑαυτῆς διαφέρουσαν· ὅπερ εἰ δοξόμεθα καλῶς ἔχειν, πάσῃ φύσει τὸν ἐπ' αὐτῇ τοῦ πῶς εἶναι λόγον συνδιαφθείρομεν.
71Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0653B
Ἀνάγνωθι, δέσποτα, τὰ πεπραγμένα, καὶ τὸν λίβελλον, καὶ ἐὰν ὡς εἴπατε εὕρητε, ποιήσατε ὅπερ βούλεσθε.
72Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0669C
Ὁ γὰρ ἀεὶ κατὰ φύσιν ὑπάρχων Θεὸς, ὑπεραπείρῳ δυνάμει γενόμενος ὡς ἠθὲλησεν ἄνθρωπος ἆναμάρτητος, ὅπερ ἦ, ἔστι, μεθ' ὅσων νοεῖται Θεὸς· καὶ ὅπερ γέγονεν, ἔστι, μεθ' ὅσων νοεῖται καὶ γνωρίζεσθαι πέφυκεν ἄνθρωπος.
73Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0671D
Εἰ δὲ τῆς αὐτῆς αὑτῷ, μὴ γέγονε φύσεως, οὐδὲ τῆς αὐτῆς αὑτῷ, ποτε γενήσεται φυσικῆς ἐνεργείας, ἵνα μὴ δειχθῇ τῆ φύσει τὴν ἐνέργειαν ἄνισον ἔχων, καὶ ἀκατάλληλον, καὶ τῆς αὐτοῦ δι' ὅλων τῶν ἑαυτοῦ φυσικῆς ἔξω γεγονὼς ἰσότητος, καὶ ταυτότητος· ὅπερ ἀσεβές.
74Aristoteles, Physica, 1, 2; 5
ὅμοιον δὴ τὸ σκοπεῖν εἰ οὕτως ἓν καὶ πρὸς ἄλλην θέσιν ὁποιανοῦν διαλέγεσθαι τῶν λόγου ἕνεκα λεγομένων (οἷον τὴν Ἡρακλείτειον, ἢ εἴ τις φαίη ἄνθρωπον ἕνα τὸ ὂν εἶναι), ἢ λύειν λόγον ἐριστικόν, ὅπερ ἀμφότεροι μὲν ἔχουσιν οἱ λόγοι, καὶ ὁ Μελίσσου καὶ ὁ Παρμενίδου· καὶ γὰρ ψευδῆ λαμ βάνουσι καὶ ἀσυλλόγιστοί εἰσιν· μᾶλλον δ' ὁ Μελίσσου φορ τικὸς καὶ οὐκ ἔχων ἀπορίαν, ἀλλ' ἑνὸς ἀτόπου δοθέντος τὰ ἄλλα συμβαίνει· τοῦτο δὲ οὐδὲν χαλεπόν.
75Aristoteles, Physica, 1, 3; 11
ἀνάγκη δὴ λαβεῖν μὴ μόνον ἓν σημαίνειν τὸ ὄν, καθ' οὗ ἂν κατηγορηθῇ, ἀλλὰ καὶ ὅπερ ὂν καὶ ὅπερ ἕν.
76Aristoteles, Physica, 1, 3; 13
οὐ δὴ ἔσται ἄλλῳ ὑπάρ χον τὸ ὅπερ ὄν.
77Aristoteles, Physica, 1, 3; 16
εἰ οὖν τὸ ὅπερ ὂν μηδενὶ συμ βέβηκεν ἀλλὰ ἐκείνῳ, τί μᾶλλον τὸ ὅπερ ὂν σημαίνει τὸ ὂν ἢ μὴ ὄν;
78Aristoteles, Physica, 1, 3; 17
εἰ γὰρ ἔσται τὸ ὅπερ ὂν [ταὐτὸ] καὶ λευκόν, τὸ λευκῷ δ' εἶναι μὴ ἔστιν ὅπερ ὄν (οὐδὲ γὰρ συμβεβηκέ ναι αὐτῷ οἷόν τε τὸ ὄν· οὐδὲν γὰρ ὂν ὃ οὐχ ὅπερ ὄν), οὐκ ἄρα ὂν τὸ λευκόν· οὐχ οὕτω δὲ ὥσπερ τι μὴ ὄν, ἀλλ' ὅλως μὴ ὄν.
79Aristoteles, Physica, 1, 3; 18
τὸ ἄρα ὅπερ ὂν οὐκ ὄν· ἀληθὲς γὰρ εἰπεῖν ὅτι λευκόν, τοῦτο δὲ οὐκ ὂν ἐσήμαινεν.
80Aristoteles, Physica, 1, 3; 19
ὥστε καὶ τὸ λευκὸν σημαίνει ὅπερ ὄν· πλείω ἄρα σημαίνει τὸ ὄν.
81Aristoteles, Physica, 1, 3; 20
οὐ τοίνυν οὐδὲ μέγεθος ἕξει τὸ ὄν, εἴπερ ὅπερ ὂν τὸ ὄν· ἑκατέρῳ γὰρ ἕτερον τὸ εἶ ναι τῶν μορίων.
82Aristoteles, Physica, 1, 3; 21
ὅτι δὲ διαιρεῖται τὸ ὅπερ ὂν εἰς ὅπερ ὄν τι ἄλλο, καὶ τῷ λόγῳ φανερόν, οἷον ὁ ἄνθρωπος εἰ ἔστιν ὅπερ ὄν τι, ἀνάγκη καὶ τὸ ζῷον ὅπερ ὄν τι εἶναι καὶ τὸ δίπουν.
83Aristoteles, Physica, 1, 3; 22
εἰ γὰρ μὴ ὅπερ ὄν τι, συμβεβηκότα ἔσται.
84Aristoteles, Physica, 1, 3; 27
εἰ δ' ἄλλῳ συμβέβηκε τὸ δίπουν καὶ τὸ ζῷον, καὶ μὴ ἔστιν ἑκάτερον ὅπερ ὄν τι, καὶ ὁ ἄν θρωπος ἂν εἴη τῶν συμβεβηκότων ἑτέρῳ.
85Aristoteles, Physica, 1, 3; 28
ἀλλὰ τὸ ὅπερ ὂν ἔστω μηδενὶ συμβεβηκός, καὶ καθ' οὗ ἄμφω [καὶ ἑκατέ ρον], καὶ τὸ ἐκ τούτων λεγέσθω· ἐξ ἀδιαιρέτων ἄρα τὸ πᾶν;
86Aristoteles, Physica, 1, 3; 32
τίς γὰρ μανθάνει αὐτὸ τὸ ὂν εἰ μὴ τὸ ὅπερ ὄν τι εἶναι;
87Aristoteles, Physica, 1, 4; 21
βέλτιόν τε ἐλάττω καὶ πεπερασμένα λαβεῖν, ὅπερ ποιεῖ Ἐμπεδοκλῆς.
88Aristoteles, Physica, 1, 8; 7
ὅπερ ἐκεῖνοι μὲν οὐ διελόντες ἀπέστησαν, καὶ διὰ ταύτην τὴν ἄγνοιαν τοσοῦτον προσηγνόησαν, ὥστε μηθὲν οἴε σθαι γίγνεσθαι μηδ' εἶναι τῶν ἄλλων, ἀλλ' ἀνελεῖν πᾶσαν τὴν γένεσιν· ἡμεῖς δὲ καὶ αὐτοί φαμεν γίγνεσθαι μὲν μηθὲν ἁπλῶς ἐκ μὴ ὄντος, πὼς μέντοι γίγνεσθαι ἐκ μὴ ὄντος, οἷον κατὰ συμβεβηκός (ἐκ γὰρ τῆς στερήσεως, ὅ ἐστι καθ' αὑτὸ μὴ ὄν, οὐκ ἐνυπάρχοντος γίγνεταί τι· θαυμάζεται δὲ τοῦτο καὶ ἀδύνατον οὕτω δοκεῖ γίγνεσθαί τι, ἐκ μὴ ὄντος)· ὡσαύτως δὲ οὐδ' ἐξ ὄντος οὐδὲ τὸ ὂν γίγνεσθαι, πλὴν κατὰ συμβεβηκός· οὕτω δὲ καὶ τοῦτο γίγνεσθαι, τὸν αὐτὸν τρόπον οἷον εἰ ἐκ ζῴου ζῷον γίγνοιτο καὶ ἐκ τινὸς ζῴου τι ζῷον· οἷον εἰ κύων ἐξ ἵππου γίγνοιτο.
89Aristoteles, Physica, 1, 8; 11
ὥσθ' (ὅπερ ἐλέγομεν) αἱ ἀπορίαι λύονται δι' ἃς ἀναγκα ζόμενοι ἀναιροῦσι τῶν εἰρημένων ἔνια· διὰ γὰρ τοῦτο τοσοῦτον καὶ οἱ πρότερον ἐξετράπησαν τῆς ὁδοῦ τῆς ἐπὶ τὴν γένεσιν καὶ φθορὰν καὶ ὅλως μεταβολήν· αὕτη γὰρ ἂν ὀφθεῖσα ἡ φύσις ἅπασαν ἔλυσεν αὐτῶν τὴν ἄγνοιαν.
90Aristoteles, Physica, 4, 10; 49
καὶ αἰεὶ δὴ ἐν παντὶ σώματι ἔχοντι μετάστασιν, ἐφ' ὃ πέφυκε μεθίστασθαι, ἀνάγκη, ἂν μὴ συμπιλῆται, μεθίστασθαι ἢ κάτω αἰεί, εἰ κάτω ἡ φορὰ ὥσπερ γῆς, ἢ ἄνω, εἰ πῦρ, ἢ ἐπ' ἄμφω, [ἢ] ὁποῖον ἄν τι ᾖ τὸ ἐντιθέμενον· ἐν δὲ δὴ τῷ κενῷ τοῦτο μὲν ἀδύνατον (οὐδὲν γὰρ σῶμα), διὰ δὲ τοῦ κύβου τὸ ἴσον διάστημα διεληλυθέναι, ὅπερ ἦν καὶ πρότερον ἐν τῷ κενῷ, ὥσπερ ἂν εἰ τὸ ὕδωρ μὴ μεθίστατο τῷ ξυλίνῳ κύβῳ μηδ' ὁ ἀήρ, ἀλλὰ πάντῃ διῄεσαν δι' αὐτοῦ.
91Aristoteles, Physica, 5, 2; 28
ὅτι μὲν οὖν αὗται τρεῖς μόναι κινήσεις εἰσίν, ἐκ τούτων δῆ λον· ἀκίνητον δ' ἐστὶ τό τε ὅλως ἀδύνατον κινηθῆναι, ὥσπερ ὁ ψόφος ἀόρατος, καὶ τὸ ἐν πολλῷ χρόνῳ μόλις κινούμε νον ἢ τὸ βραδέως ἀρχόμενον, ὃ λέγεται δυσκίνητον, καὶ τὸ πεφυκὸς μὲν κινεῖσθαι καὶ δυνάμενον, μὴ κινούμενον δὲ τότε ὅτε πέφυκε καὶ οὗ καὶ ὥς, ὅπερ ἠρεμεῖν καλῶ τῶν ἀκινή των μόνον· ἐναντίον γὰρ ἠρεμία κινήσει, ὥστε στέρησις ἂν εἴη τοῦ δεκτικοῦ.
92Aristoteles, Physica, 5, 3; 11
] τὸ δὲ ἔστι μὲν ὅπερ ἐχόμενόν τι, λέγω δ' εἶναι συνεχὲς ὅταν ταὐτὸ γένηται καὶ ἓν τὸ ἑκατέρου πέρας οἷς ἅπτονται, καὶ ὥσπερ σημαίνει τοὔνομα, συνέχηται.
93Aristoteles, Physica, 5, 4; 34
μία μὲν οὖν ἡ ἀνώμαλος τῷ συνεχὴς , ἧττον δέ, ὅπερ τῇ κεκλασμένῃ συμβαίνει φορᾷ· τὸ δ' ἧττον μίξις αἰεὶ τοῦ ἐναντίου.
94Aristoteles, Physica, 7, 1; 22
ὅπερ συμβαίνει καὶ ἐπὶ τούτων· ἕκαστον γὰρ κινεῖται τὴν ἑαυτοῦ κίνησιν, ἅμα δὲ πολλὰ κινεῖσθαι οὐκ ἀδύνατον.
95Aristoteles, Physica, 8, 1; 32
ὁμοίως δὲ καὶ τὸ λέγειν ὅτι πέφυκεν οὕτως καὶ ταύτην δεῖ νομίζειν εἶ ναι ἀρχήν, ὅπερ ἔοικεν Ἐμπεδοκλῆς ἂν εἰπεῖν, ὡς τὸ κρα τεῖν καὶ κινεῖν ἐν μέρει τὴν φιλίαν καὶ τὸ νεῖκος ὑπάρχει τοῖς πράγμασιν ἐξ ἀνάγκης, ἠρεμεῖν δὲ τὸν μεταξὺ χρό νον.
96Aristoteles, Physica, 8, 3; 3
ἐνδέχεται γὰρ τὰ μὲν ἀεὶ τῶν ὄντων ἀκίνητα εἶναι, τὰ δ' ἀεὶ κινούμενα, τὰ δ' ἀμφοτέρων μεταλαμβάνειν· ὅπερ ἡμῖν λεκτέον ἐστίν· τοῦτο γὰρ ἔχει λύσιν τε πάντων τῶν ἀπορουμένων, καὶ τέλος ἡμῖν ταύτης τῆς πραγματείας ἐστίν.
97Aristoteles, Physica, 8, 12; 3
ἀλλ' αὕτη ἡ λύσις πρὸς μὲν τὸν ἐρωτῶντα ἱκανῶς ἔχει (ἠρωτᾶτο γὰρ εἰ ἐν πεπερασμένῳ ἄπειρα ἐν δέχεται διεξελθεῖν ἢ ἀριθμῆσαι), πρὸς δὲ τὸ πρᾶγμα καὶ τὴν ἀλήθειαν οὐχ ἱκανῶς· ἂν γάρ τις ἀφέμενος τοῦ μήκους καὶ τοῦ ἐρωτᾶν εἰ ἐν πεπερασμένῳ χρόνῳ ἐνδέχεται ἄπειρα διεξελθεῖν, πυνθάνηται ἐπ' αὐτοῦ τοῦ χρόνου ταῦτα (ἔχει γὰρ ὁ χρόνος ἀπείρους διαιρέσεις), οὐκέτι ἱκανὴ ἔσται αὕτη ἡ λύσις, ἀλλὰ τὸ ἀληθὲς λεκτέον, ὅπερ εἴπομεν ἐν τοῖς ἄρτι λόγοις.
98Aristoteles, Physica, 8, 12; 7
ἂν δὲ ποιῇ ἐντελεχείᾳ, οὐ ποιή σει συνεχῆ, ἀλλὰ στήσει, ὅπερ ἐπὶ τοῦ ἀριθμοῦντος τὰ ἡμί σεα φανερόν ἐστιν ὅτι συμβαίνει· τὸ γὰρ ἓν σημεῖον ἀνάγκη αὐτῷ ἀριθμεῖν δύο· τοῦ μὲν γὰρ ἑτέρου τελευτὴ ἡμίσεος τοῦ δ' ἑτέρου ἀρχὴ ἔσται, ἂν μὴ μίαν ἀριθμῇ τὴν συνεχῆ, ἀλλὰ δύο ἡμισείας.
99Aristoteles, Physica, 8, 13; 2
ἅπαν γὰρ τὸ κινούμενον συνεχῶς, ἂν ὑπὸ μηδενὸς ἐκκρούηται, εἰς ὅπερ ἦλθεν κατὰ τὴν φοράν, εἰς τοῦτο καὶ ἐφέρετο πρότερον, οἷον εἰ ἐπὶ τὸ Β ἦλθε, καὶ ἐφέρετο ἐπὶ τὸ Β, καὶ οὐχ ὅτε πλησίον ἦν, ἀλλ' εὐθὺς ὡς ἤρξατο κινεῖσθαι· τί γὰρ μᾶλλον νῦν ἢ πρότερον;
100Aristoteles, Analytica posteriora, 1, I 1; 4 (auctor 384BC-322BC)
Ὡς δ᾿ αὕτως καί οἱ ῥητορικοί συμπείθουσιν· ἢ γάρ διά παραδειγμάτων, ὅ ἐστιν ἐπαγωγή, ἢ δι᾿ ἐνθυμημάτων, ὅπερ ἐστί συλλογισμός.
101Aristoteles, Analytica posteriora, 1, I 3; 3 (auctor 384BC-322BC)
Εἴ τε ἵσταται καί εἰσίν ἀρχαί, ταύτας ἀγνώστους εἶναι ἀποδείξεώς γε μή οὔσης αὐτῶν, ὅπερ φασίν εἶναι τό ἐπίστασθαι μόνον· εἰ δέ μή ἔστι τά πρῶτα εἰδέναι, οὐδέ τά ἐκ τούτων εἶναι ἐπίστασθαι ἁπλῶς οὐδέ κυρίως, ἀλλ᾿ ἐξ ὑποθέσεως, εἰ ἐκεῖνά ἐστιν.
102Aristoteles, Analytica posteriora, 1, I 4; 9 (auctor 384BC-322BC)
Ἔτι ὃ μή καθ᾿ ὑποκειμένου λέγεται ἄλλου τινός, οἷον τό βαδίζον ἕτερόν τι ὂν βαδίζον ἐστί καί λευκόν, ἡ δ᾿ οὐσία, καί ὅσα τόδε τι σημαίνει, οὐχ ἕτερόν τι ὄντα ἐστίν ὅπερ ἐστίν.
103Aristoteles, Analytica posteriora, 1, I 9; 16 (auctor 384BC-322BC)
Χαλεπόν γάρ τό γνῶναι εἰ ἐκ τῶν ἑκάστου ἀρχῶν ἴσμεν ἢ μή· ὅπερ ἐστί τό εἰδέναι.
104Aristoteles, Analytica posteriora, 1, I 22; 5 (auctor 384BC-322BC)
Ὅταν μέν γάρ τό λευκόν εἶναι φῶ ξύλον, τότε λέγω ὅτι ᾧ συμβέβηκε λευκῷ εἶναι ξύλον ἐστίν, ἀλλ᾿ οὐχ ὡς τό ὑποκείμενον τῷ ξύλῳ τό λευκόν ἐστι· καί γάρ οὔτε λευκόν ὂν οὔθ᾿ ὅπερ λευκόν τι ἐγένετο ξύλον, ὥστ᾿ οὐκ ἔστιν ἀλλ᾿ ἢ κατά συμβεβηκός.
105Aristoteles, Analytica posteriora, 1, I 22; 6 (auctor 384BC-322BC)
Ὅταν δέ τό ξύλον λευκόν εἶναι φῶ, οὐχ ὅτι ἕτερόν τί ἐστι λευκόν, ἐκείνῳ δέ συμβέβηκε ξύλῳ εἶναι, οἷον ὅταν τόν μουσικόν λευκόν εἶναι φῶ· τότε γάρ ὅτι ὁ ἄνθρωπος λευκός ἐστιν, ᾧ συμβέβηκεν εἶναι μουσικῷ, λέγω· ἀλλά τό ξύλον ἐστί τό ὑποκείμενον, ὅπερ καί ἐγένετο, οὐχ ἕτερόν τι ὂν ἢ ὅπερ ξύλον ἢ ξύλον τί.
106Aristoteles, Analytica posteriora, 1, I 22; 11 (auctor 384BC-322BC)
Ἔτι τά μέν οὐσίαν σημαίνοντα ὅπερ ἐκεῖνο ἢ ὅπερ ἐκεῖνό τι σημαίνει, καθ᾿ οὗ κατηγορεῖται· ὅσα δέ μή οὐσίαν σημαίνει, ἀλλά κατ᾿ ἄλλου ὑποκειμένου λέγεται, ὅ μή ἐστι μήτε ὅπερ ἐκεῖνο μήτε ὅπερ ἐκεῖνό τι, συμβεβηκότα, οἷον κατά τοῦ ἀνθρώπου τό λευκόν.
107Aristoteles, Analytica posteriora, 1, I 22; 12 (auctor 384BC-322BC)
Οὐ γάρ ἐστιν ὁ ἄνθρωπος οὔτε ὅπερ λευκόν οὔτε ὅπερ λευκόν τι.
108Aristoteles, Analytica posteriora, 1, I 22; 13 (auctor 384BC-322BC)
Ἀλλά ζῷον ἴσως· ὅπερ γάρ ζῷόν ἐστιν ὁ ἄνθρωπος.
109Aristoteles, Analytica posteriora, 1, I 22; 23 (auctor 384BC-322BC)
Ὡς μέν δή γένη ἀλλήλων οὐκ ἀντικατηγορηθήσεται· ἔσται γάρ αὐτό ὅπερ αὐτό τι.
110Aristoteles, Analytica posteriora, 1, I 22; 47 (auctor 384BC-322BC)
Εἰ δέ τοῦτο, δῆλον ἤδη καί τῶν ἀποδείξεων ὅτι ἀνάγκη ἀρχάς τε εἶναι, καί μή πάντων εἶναι ἀπόδειξιν, ὅπερ ἔφαμέν τινας λέγειν κατ᾿ ἀρχάς.
111Aristoteles, Analytica posteriora, 1, I 33; 17 (auctor 384BC-322BC)
Οἷον εἰ ἡ μέν ὅπερ ἀνθρώπου ἐστίν, ἡ δ᾿ ἀνθρώπου μέν, μή ὅπερ δ᾿ ἀνθρώπου.
112Aristoteles, Analytica posteriora, 1, I 33; 20 (auctor 384BC-322BC)
Ἅμα γάρ ἂν ἔχοι ὑπόληψιν τοῦ ἄλλως ἔχειν καί μή ἄλλως τό αὐτό· ὅπερ οὐκ ἐνδέχεται.
113Aristoteles, Analytica posteriora, 1, I 33; 21 (auctor 384BC-322BC)
Ἐν ἄλλῳ μέν γάρ ἑκάτερον εἶναι ἐνδέχεται τοῦ αὐτοῦ, ὡς εἴρηται, ἐν δέ τῷ αὐτῷ οὐδ᾿ οὕτως οἷόν τε· ἕξει γάρ ὑπόληψιν ἅμα, οἷον ὅτι ὁ ἄνθρωπος ὅπερ ζῷον (τοῦτο γάρ ἦν τό μή ἐνδέχεσθαι εἶναι μή ζῷον) καί μή ὅπερ ζῷον· τοῦτο γάρ ἔσται τό ἐνδέχεσθαι.
114Aristoteles, Analytica posteriora, 2, II 4; 14 (auctor 384BC-322BC)
Οἱ μέν οὖν διά τοῦ ἀντιστρέφειν δεικνύντες τί ἐστι ψυχή ἢ τί ἐστιν ἄνθρωπος ἢ ἄλλο ὁτιοῦν τῶν ὄντων, τό ἐξ ἀρχῆς αἰτοῦνται, οἷον εἴ τις ἀξιώσειε ψυχήν εἶναι τό αὐτό αὑτῷ αἴτιον τοῦ ζῆν, τοῦτο δ᾿ ἀριθμόν αὐτόν αὑτόν κινοῦντα· ἀνάγκη γάρ αἰτῆσαι τήν ψυχήν ὅπερ ἀριθμόν εἶναι αὐτόν αὑτόν κινοῦντα, οὕτως ὡς τό αὐτό ὄν.
115Aristoteles, Analytica posteriora, 2, II 4; 16 (auctor 384BC-322BC)
Οὐδ᾿ εἰ ἔστι τό Α ὅπερ τι καί κατά τοῦ Β κατηγορεῖται παντός.
116Aristoteles, Analytica posteriora, 2, II 7; 8 (auctor 384BC-322BC)
Ὅπερ καί νῦν ποιοῦσιν αἱ ἐπιστῆμαι.
117Aristoteles, Analytica posteriora, 2, II 9; 3 (auctor 384BC-322BC)
Ὅπερ ὁ ἀριθμητικός ποιεῖ· καί γάρ τί ἐστι τήν μονάδα ὑποτίθεται, καί ὅτι ἔστιν.
118Aristoteles, Analytica posteriora, 2, II 10; 2 (auctor 384BC-322BC)
Ὅπερ ἔχοντες ὅτι ἔστι, ζητοῦμεν διά τί ἐστιν.
119Aristoteles, Analytica posteriora, 2, II 12; 1 (auctor 384BC-322BC)
Τό δ᾿ αὐτό αἴτιόν ἐστι τοῖς γινομένοις καί τοῖς γεγενημένοις καί τοῖς ἐσομένοις ὅπερ καί τοῖς οὖσι· τό γάρ μέσον αἴτιον, πλήν τοῖς μέν οὖσιν ὄν, τοῖς δέ γινομένοις γινόμενον, τοῖς δέ γεγενημένοις γεγενημένον καί ἐσομένοις ἐσόμενον.
120Aristoteles, Analytica priora, 1, I 8; 4 (auctor 384BC-322BC)
Ἐν μέν οὖν τοῖς ἄλλοις τόν αὐτόν τρόπον δειχθήσεται διά τῆς ἀντιστροφῆς τό συμπέρασμα ἀναγκαῖον, ὥσπερ ἐπί τοῦ ὑπάρχειν· ἐν δέ τῷ μέσῳ σχήματι, ὅταν ᾖ τό καθόλου καταφατικόν τό δ᾿ ἐν μέρει στερητικόν, καί πάλιν ἐν τῷ τρίτῳ, ὅταν τό μέν καθόλου κατηγορικόν τό δ᾿ ἐν μέρει στερητικόν, οὐχ ὁμοίως ἔσται ἡ ἀπόδειξις, ἀλλ᾿ ἀνάγκη ἐκθεμένους ᾧ τινί ἑκάτερον μή ὑπάρχει, κατά τούτου ποιεῖν τόν συλλογισμόν· ἔσται γάρ ἀναγκαίως ἐπί τούτων· εἰ δέ κατά τοῦ ἐκτεθέντος ἐστίν ἀναγκαῖος, καί κατ᾿ ἐκείνου τινός· τό γάρ ἐκτεθέν ὅπερ ἐκεῖνό τί ἐστιν.
121Aristoteles, Analytica priora, 1, I 15; 52 (auctor 384BC-322BC)
Διά μέν οὖν τούτων οὐδέν ἀναγκαῖον· ἐάν δέ ληφθῇ τό Β παντί τῷ Γ ἐνδέχεσθαι, ὅπερ ἐστίν ἀληθές, ἡ δέ Α Β πρότασις ὁμοίως ἔχῃ, πάλιν ὁ αὐτός ἔσται συλλογισμός.
122Aristoteles, Analytica priora, 1, I 29; 6 (auctor 384BC-322BC)
Καί καθ᾿ ἕκαστον πρόβλημα ἡ αὐτή σκέψις δεικτικῶς τε βουλομένῳ συλλογίσασθαι καί εἰς ἀδύνατον ἀγαγεῖν· ἐκ γάρ τῶν αὐτῶν ὅρων ἀμφότεραι αἱ ἀποδείξεις, οἷον εἰ δέδεικται μηδενί ὑπάρχειν τῷ Ε τό Α, ὅτι συμβαίνει καί τό Β τινί τῶν Ε ὑπάρχειν, ὅπερ ἀδύνατον· ἐάν ληφθῇ τῷ μέν Ε μηδενί τῷ δέ Α παντί ὑπάρχειν τό Β, φανερόν ὅτι οὐδενί τῷ Ε τό Α ὑπάρξει.
123Aristoteles, Analytica priora, 1, I 33; 1 (auctor 384BC-322BC)
Πολλάκις μέν οὖν ἀπατᾶσθαι συμβαίνει περί τούς συλλογισμούς διά τό ἀναγκαῖον, ὥσπερ εἴρηται πρότερον, ἐνίοτε δέ παρά τήν ὁμοιότητα τῆς τῶν ὅρων θέσεως· ὅπερ οὐ χρή λανθάνειν ἡμᾶς.
124Aristoteles, Analytica priora, 1, I 35; 6 (auctor 384BC-322BC)
Φανερόν γάρ ὅτι τό μέσον οὐχ οὕτως ἀεί ληπτέον ὡς τόδε τι, ἀλλ᾿ ἐνίοτε λόγον, ὅπερ συμβαίνει κἀπί τοῦ λεχθέντος.
125Aristoteles, Analytica priora, 1, I 38; 5 (auctor 384BC-322BC)
Ἀλλά καί τό Β τοῦ Γ· ἡ γάρ δικαιοσύνη ὅπερ ἀγαθόν.
126Aristoteles, Analytica priora, 1, I 39; 2 (auctor 384BC-322BC)
Οἷον εἰ μηδέν διαφέρει εἰπεῖν τό ὑποληπτόν τοῦ δοξαστοῦ μή εἶναι γένος ἢ μή εἶναι ὅπερ ὑποληπτόν τι τό δοξαστόν (ταὐτόν γάρ τό σημαινόμενον), ἀντί τοῦ λόγου τοῦ λεχθέντος τό ὑποληπτόν καί τό δοξαστόν ὅρους θετέον.
127Aristoteles, Analytica priora, 1, I 46; 44 (auctor 384BC-322BC)
Συμβήσεται γάρ ᾧ τό Δ, τό Β ὑπάρχειν ἐξ ἀνάγκης, ὅπερ ἐστί ψεῦδος.
128Aristoteles, Analytica priora, 2, II 2; 36 (auctor 384BC-322BC)
Εἰ οὖν τό Α παντί τῷ Β καί τό Β παντί τῷ Γ ληφθείη, τό Α παντί τῷ Γ ὑπάρξει· ὅπερ ἦν ἀληθές.
129Aristoteles, Analytica priora, 2, II 2; 52 (auctor 384BC-322BC)
Ἐγχωρεῖ γάρ τό Α τῷ μέν Β μηδενί τῷ δέ Γ τινί μή ὑπάρχειν, τό μέντοι Β μηδενί τῷ Γ, οἷον τό γένος τῷ ἐξ ἄλλου γένους εἴδει καί τῷ συμβεβηκότι τοῖς αὑτοῦ εἴδεσι· τό γάρ ζῷον ἀριθμῷ μέν οὐδενί ὑπάρχει λευκῷ δέ τινί, ὁ δ᾿ ἀριθμός οὐδενί λευκῷ· ἐάν οὖν μέσον τεθῇ ὁ ἀριθμός, καί ληφθῇ τό μέν Α μηδενί τῷ Β, τό δέ Β τινί τῷ Γ, τό Α τινί τῷ Γ οὐχ ὑπάρξει, ὅπερ ἦν ἀληθές· καί ἡ μέν Α Β πρότασις ἀληθής, ἡ δέ Β Γ ψευδής.
130Aristoteles, Analytica priora, 2, II 5; 21 (auctor 384BC-322BC)
Ἔστω τό Α μηδενί τῶν Γ ὑπάρχειν, ὅπερ ἦν τό συμπέρασμα· ᾧ δέ τό Α μηδενί, τό Β εἰλήφθω παντί ὑπάρχειν· ἀνάγκη οὖν τό Β παντί τῷ Γ ὑπάρχειν.
131Aristoteles, Analytica priora, 2, II 11; 4 (auctor 384BC-322BC)
Οἷον εἰ τό Α τῷ Β παντί ὑπάρχει, μέσον δέ τό Γ, ἐάν ὑποτεθῇ τό Α ἢ μή παντί ἢ μηδενί τῷ Β ὑπάρχειν, τῷ δέ Γ παντί, ὅπερ ἦν ἀληθές, ἀνάγκη τό Γ τῷ Β ἢ μηδενί ἢ μή παντί ὑπάρχειν.
132Aristoteles, Analytica priora, 2, II 15; 19 (auctor 384BC-322BC)
Δεῖ δέ κατανοεῖν ὅτι ἐνδέχεται μέν οὕτω τά ἀντικείμενα λαμβάνειν, ὥσπερ εἴπομεν πᾶσαν ἐπιστήμην σπουδαίαν εἶναι καί πάλιν μηδεμίαν, ἢ τινά μή σπουδαίαν· ὅπερ οὐκ εἴωθε λανθάνειν.
133Aristoteles, Analytica priora, 2, II 16; 4 (auctor 384BC-322BC)
Ὅπερ ποιοῦσιν οἱ τάς παραλλήλους οἰόμενοι γράφειν· λανθάνουσι γάρ αὐτοί ἑαυτούς τοιαῦτα λαμβάνοντες, ἃ οὐχ οἷόν τε ἀποδεῖξαι μή οὐσῶν τῶν παραλλήλων.
134Aristoteles, Analytica priora, 2, II 16; 5 (auctor 384BC-322BC)
Ὥστε συμβαίνει τοῖς οὕτω συλλογιζομένοις ἕκαστον εἶναι λέγειν, εἰ ἔστιν ἕκαστον· οὕτω δ᾿ ἅπαν ἔσται δι᾿ αὑτοῦ γνωστόν· ὅπερ ἀδύνατον.
135Aristoteles, Analytica priora, 2, II 17; 4 (auctor 384BC-322BC)
Τό γάρ μή παρά τοῦτο γίνεσθαι τότε λέγομεν, ὅταν ἀναιρεθέντος τούτου μηδέν ἧττον περαίνηται ὁ συλλογισμός, ὅπερ οὐκ ἔστιν ἐν τοῖς δεικτικοῖς· ἀναιρεθείσης γάρ τῆς θέσεως οὐδ᾿ ὁ πρός ταύτην ἔσται συλλογισμός.
136Aristoteles, Analytica priora, 2, II 17; 6 (auctor 384BC-322BC)
Ὁ μέν οὖν φανερώτατος τρόπος ἐστί τοῦ μή παρά τήν θέσιν εἶναι τό ψεῦδος, ὅταν ἀπό τῆς ὑποθέσεως ἀσύναπτος ᾖ ἀπό τῶν μέσων πρός τό ἀδύνατον ὁ συλλογισμός, ὅπερ εἴρηται καί ἐν Τοπικοῖς.
137Aristoteles, Analytica priora, 2, II 19; 4 (auctor 384BC-322BC)
Χρή δ᾿ ὅπερ φυλάττεσθαι παραγγέλλομεν ἀποκρινομένους, αὐτούς ἐπιχειροῦντας πειρᾶσθαι λανθάνειν.
138Aristoteles, Analytica priora, 2, II 21; 5 (auctor 384BC-322BC)
Ἆρ᾿ οὖν οὐδέν ἄλλο ἀξιοῖ ἐκ τούτων ἢ ὃ ἐπίσταται, τοῦτο μή ὑπολαμβάνειν; ἐπίσταται γάρ πως ὅτι τό Α τῷ Γ ὑπάρχει διά τοῦ Β, ὡς τῇ καθόλου τό κατά μέρος, ὥστε ὅ πως ἐπίσταται, τοῦτο ὅλως ἀξιοῖ μή ὑπολαμβάνειν· ὅπερ ἀδύνατον.
139Aristoteles, Analytica priora, 2, II 21; 25 (auctor 384BC-322BC)
Ὥστε δῆλον ὅτι καί εἰ τό μέν οἶδε τό δέ μή οἶδεν, ἀπατηθήσεται· ὅπερ ἔχουσιν αἱ καθόλου πρός τάς κατά μέρος ἐπιστήμας.
140Aristoteles, Analytica priora, 2, II 21; 29 (auctor 384BC-322BC)
Ὅπερ συμβαίνει καί τῷ καθ᾿ ἑκατέραν εἰδότι τήν πρότασιν καί μή ἐπεσκεμμένῳ πρότερον.
141Aristoteles, Athenaion Politeia, p2, 28, 5; 11 (auctor 384BC-322BC)
δοκεῖ μέντοι μὴ παρέργως ἀποφαινομένοις οὐχ ὥσπερ αὐτὸν διαβάλλουσι πάσας τὰς πολιτείας καταλύειν, ἀλλὰ πάσας προάγειν ἕως μηδὲν παρανομοῖεν, ὡς δυνάμενος πολιτεύεσθαι κατὰ πάσας, ὅπερ ἐστὶν ἀγαθοῦ πολίτου ἔργον, παρανομούσαις δὲ οὐ συγχωρῶν, ἀλλ' ἀπεχθανόμενος.
142Aristoteles, Athenaion Politeia, p2, 38, 2; 3 (auctor 384BC-322BC)
χαλεπῶς δὲ φερόντων ἐπὶ τούτοις τῶν ἐν τῇ πολιτείᾳ, φοβούμενοι μὴ καταλυθῶσιν τῆς ἀρχῆς, καὶ βουλόμενοι καταπλῆξαι τοὺς ἄλλους (ὅπερ ἐγένετο) , συλλαβόντες Δημάρετον οὐδενὸς ὄντα δεύτερον τῶν πολιτῶν ἀπέκτειναν, καὶ τὰ πράγματα βεβαίως εἶχον, συναγωνιζομένου Καλλιβίου τε καὶ τῶν Πελοποννησίων τῶν παρόντων, καὶ πρὸς τούτοις ἐνίων τῶν ἐν τοῖς ἱππεῦσι· τούτων γάρ τινες μάλιστα τῶν πολιτῶν ἐσπούδαζον μὴ κατελθεῖν τοὺς ἀπὸ Φυλῆς.
143Aristoteles, Athenaion Politeia, p2, 40, 1; 1 (auctor 384BC-322BC)
γενομένων δὲ τοιούτων τῶν διαλύσεων, καὶ φοβουμένων, ὅσοι μετὰ τῶν τριάκοντα συνεπολέμησαν, καὶ πολλῶν μὲν ἐπινοούντων ἐξοικεῖν, ἀναβαλλομένων δὲ τὴν ἀπογραφὴν εἰς τὰς ἐσχάτας ἡμέρας, ὅπερ εἰώθασιν ποιεῖν ἅπαντες, Ἀρχῖνος συνιδὼν τὸ πλῆθος καὶ βουλόμενος κατασχεῖν αὐτούς, ὑφεῖλε τὰς ὑπολοίπους ἡμέρας τῆς ἀπογραφῆς, ὥστε συναναγκασθῆναι μένειν πολλοὺς ἄκοντας, ἕως ἐθάρρησαν.
144Aristoteles, Athenaion Politeia, p2, 40, 3; 3 (auctor 384BC-322BC)
ὅπερ καὶ συνέπεσεν· ἀποθανόντος γὰρ οὐδεὶς πώποτε ὕστερον ἐμνησικάκησεν, ἀλλὰ δοκοῦσιν κάλλιστα δὴ καὶ πολιτικώτατα ἁπάντων καὶ ἰδίᾳ καὶ κοινῇ χρήσασθαι ταῖς προγεγενημέναις συμφοραῖς· οὐ γὰρ μόνον τὰς περὶ τῶν προτέρων αἰτίας ἐξήλειψαν, ἀλλὰ καὶ τὰ χρήματα Λακεδαιμονίοις, ἃ οἱ τριάκοντα πρὸς τὸν πόλεμον ἔλαβον, ἀπέδοσαν κοινῇ, κελευουσῶν τῶν συνθηκῶν ἑκατέρους ἀποδιδόναι χωρίς, τούς τ' ἐκ τοῦ ἄστεως καὶ τοὺς ἐκ τοῦ Πειραιέως, ἡγούμενοι τοῦτο πρῶτον ἄρχειν δεῖν τῆς ὁμονοίας· ἐν δὲ ταῖς ἄλλαις πόλεσιν οὐχ οἷον ἔτι προστιθέασιν τῶν οἰκείων οἱ δῆμοι κρατήσαντες, ἀλλὰ καὶ τὴν ‖ ‖ χώραν ἀνάδαστον ποιοῦσιν.
145Aristoteles, Athenaion Politeia, p2, 64, 1; 3 (auctor 384BC-322BC)
ἐπειδὰν δ' ἐμβάλωσιν οἱ δικασταὶ τὰ πινάκια εἰς τὸ κιβώτιον, ἐφ' οὗ ἂν ᾖ ἐπιγεγραμμένον τὸ γράμμα τὸ αὐτὸ ὅπερ ἐπὶ τῷ πινακίῳ ἐστὶν αὐτῷ τῶν στοιχείων, διασείσαντος τοῦ ὑπηρέτου ἕλκει ὁ θεσμοθέτης ἐξ ἑκάστου τοῦ κιβωτίου πινάκιον ἕν.
146Aristoteles, Athenaion Politeia, p2, 64, 2; 4 (auctor 384BC-322BC)
οὗτος δὲ καλεῖται ἐμπήκτης, καὶ ἐμπήγνυσι τὰ πινάκια τὰ ἐκ τοῦ κιβωτίου εἰς τὴν κανονίδα, ἐφ' ἧς τὸ αὐτὸ γράμμα ἔπεστιν ὅπερ ἐπὶ τοῦ κιβωτίου.
147Aristoteles, Athenaion Politeia, p2, 64, 4; 13 (auctor 384BC-322BC)
ὁ δὲ ἄρχων ἐπειδὰν ἴδῃ, ἐμβάλλει τὸ πινάκιον αὐτοῦ εἰς τὸ κιβώτιον, ὅπου ἂν ᾖ ἐπιγεγραμμένον τὸ αὐτὸ στοιχεῖον ὅπερ ἐν τῇ βαλάνῳ, ἵν' εἰς οἷον ἂν λάχῃ εἰσίῃ καὶ μὴ εἰς οἷον ἂν βούληται, μηδὲ ᾖ συναγαγεῖν εἰς δικαστήριον οὓς ἂν βούληταί τις.
148Aristoteles, Athenaion Politeia, p2, 64, 5; 14 (auctor 384BC-322BC)
παράκειται δὲ τῷ ἄρχοντι κιβώτια, ὅσαπερ ἂν μέλλῃ τὰ δικαστήρια πληρωθήσεσθαι, ἔχοντα στοιχεῖον ἕκαστον, ὅπερ ἂν ᾖ τὸ τοῦ δικαστηρίου ἑκάστου εἰληχός.
149Aristoteles, Athenaion Politeia, p2, 65, 1; 2 (auctor 384BC-322BC)
ὁ δὲ ὑπηρέτης δίδωσιν αὐτῷ βακτηρίαν ὁμόχρων τῷ δικαστηρίῳ, οὗ τὸ αὐτὸ γράμμα ἐστὶν ὅπερ ἐν τῇ βαλάνῳ, ἵνα ἀναγκαῖον ᾖ αὐτῷ εἰσελθεῖν εἰς ὃ εἴληχε̣ δικαστήριον· ἐὰν γὰρ εἰς ἕτερον εἰσίῃ, ἐξελέγχεται ὑπὸ τοῦ χρώματος τῆς βακτηρίας.
150Aristoteles, Athenaion Politeia, p2, 65, 2; 4 (auctor 384BC-322BC)
ὁ δὲ λαβὼν τὴν βακτηρίαν βαδίζει εἰς τὸ δικαστήριον τὸ ὁμόχρων μὲν τῇ βακτηρίᾳ, ἔχον δὲ τὸ αὐτὸ γράμμα ὅπερ ἐν τῇ βαλάνῳ.
151Aristoteles, Categoriae, 5; 58 (auctor 384BC-322BC)
Λέγω δὲ οὐχ ὅτι οὐσία οὐσίας οὐκ ἔστι μᾶλλον οὐσία καὶ ἧττον οὐσία (τοῦτο μὲν γὰρ εἴρηται ὅτι ἔστιν), ἀλλ᾿ ὅτι ἑκάστη οὐσία τοῦθ᾿ ὅπερ ἐστίν, οὐ λέγεται μᾶλλον καὶ ἧττον.
152Aristoteles, Categoriae, 7; 1 (auctor 384BC-322BC)
Πρός τι δὲ τὰ τοιαῦτα λέγεται, ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται, ἢ ὁπωσοῦν ἄλλως πρὸς ἕτερον, οἷον τὸ μεῖζον τοῦθ᾿ ὅπερ ἐστὶν ἑτέρου λέγεται· τινὸς γὰρ λέγεται μεῖζον· καὶ τὸ διπλάσιον τοῦθ᾿ ὅπερ ἐστὶν ἑτέρου λέγεται· τινὸς γὰρ διπλάσιον λέγεται.
153Aristoteles, Categoriae, 7; 61 (auctor 384BC-322BC)
Τὴν δέ γε κεφαλὴν καὶ τὴν χεῖρα καὶ ἕκαστον τῶν τοιούτων, ἅ εἰσιν οὐσίαι, αὐτὸ μὲν ὅπερ ἐστὶν ὡρισμένως ἔστιν εἰδέναι, πρὸς ὃ δὲ λέγεται, οὐκ ἀναγκαῖον.
154Aristoteles, Categoriae, 8; 63 (auctor 384BC-322BC)
Ἡ μὲν γὰρ ἐπιστήμη, γένος οὖσα, αὐτὸ ὅπερ ἐστὶν ἑτέρου λέγεται (τινὸς γὰρ ἐπιστήμη λέγεται), τῶν δὲ καθ᾿ ἕκαστα οὐδὲν αὐτὸ ὅπερ ἐστὶν ἑτέρου λέγεται, οἷον ἡ γραμματικὴ οὐ λέγεται τινὸς γραμματικὴ οὐδ᾿ ἡ μουσικὴ τινὸς μουσική.
155Aristoteles, Categoriae, 10; 4 (auctor 384BC-322BC)
Ὅσα μὲν οὖν ὡς τὰ πρός τι ἀντίκειται, αὐτὰ ἅπερ ἐστὶ τῶν ἀντικειμένων λέγεται ἢ ὁπωσοῦν ἄλλως πρὸς αὐτά, οἷον τὸ διπλάσιον, αὐτὸ ὅπερ ἐστίν, ἑτέρου διπλάσιον λέγεται· τινὸς γὰρ διπλάσιον.
156Aristoteles, Categoriae, 10; 5 (auctor 384BC-322BC)
Καὶ ἡ ἐπιστήμη δὲ τῷ ἐπιστητῷ ὡς τὰ πρός τι ἀντίκειται, καὶ λέγεταί γε ἡ ἐπιστήμη αὐτὸ ὅπερ ἐστὶ τοῦ ἐπιστητοῦ.
157Aristoteles, Categoriae, 10; 6 (auctor 384BC-322BC)
Καὶ τὸ ἐπιστητὸν δὲ αὐτὸ ὅπερ ἐστὶ πρὸς ἀντικείμενον λέγεται, τὴν ἐπιστήμην· τὸ γὰρ ἐπιστητὸν τινὶ λέγεται ἐπιστητόν, τῇ ἐπιστήμῃ.
158Aristoteles, Categoriae, 10; 29 (auctor 384BC-322BC)
Ὅτι δὲ ἡ στέρησις καὶ ἡ ἕξις οὐκ ἀντίκειται ὡς τὰ πρός τι, φανερόν· οὐ γὰρ λέγεται αὐτὸ ὅπερ ἐστὶ τοῦ ἀντικειμένου.
159Aristoteles, De anima, 1, I 4; 18 (auctor 384BC-322BC)
Μάλιστα γάρ ἐφθείρετ’ ἂν ὑπό τῆς ἐν τῷ γήρᾳ ἀμαυρώσεως, νῦν δ’ ἴσως ὅπερ ἐπί τῶν αἰσθητηρίων συμβαίνει· εἰ γάρ λάβοι ὁ πρεσβύτης ὄμμα τοιονδί, βλέποι ἂν ὥσπερ καί ὁ νέος.
160Aristoteles, De anima, 2, II 5; 17 (auctor 384BC-322BC)
Οὐκ ἔστι δ’ ἁπλοῦν οὐδέ τό πάσχειν, ἀλλά τό μέν φθορά τις ὑπό τοῦ ἐναντίου, τό δέ σωτηρία μᾶλλον τοῦ δυνάμει ὄντος ὑπό τοῦ ἐντελεχείᾳ ὄντος καί ὁμοίου, οὕτως ὡς δύναμις ἔχει πρός ἐντελέχειαν· θεωροῦν γάρ γίγνεται τό ἔχον τήν ἐπιστήμην, ὅπερ ἢ οὐκ ἔστιν ἀλλοιοῦσθαι (εἰς αὐτό γάρ ἡ ἐπίδοσις καί εἰς ἐντελέχειαν) ἢ ἕτερον γένος ἀλλοιώσεως.
161Aristoteles, De anima, 2, II 11; 30 (auctor 384BC-322BC)
Οὕτω γάρ ἂν συμβαίνοι ὅπερ καί ἐπί τῶν ἄλλων· ἐπιτιθεμένων γάρ ἐπί τό αἰσθητήριον οὐκ αἰσθάνεται, ἐπί δέ τήν σάρκα ἐπιτιθεμένων αἰσθάνεται· ὥστε τό μεταξύ τοῦ ἁπτικοῦ ἡ σάρξ.
162Aristoteles, De anima, 3, III 3; 21 (auctor 384BC-322BC)
Καί ὅπερ δέ ἐλέγομεν πρότερον, φαίνεται καί μύουσιν ὁράματα.
163Aristoteles, De anima, 3, III 3; 27 (auctor 384BC-322BC)
Τό οὖν φαίνεσθαί ἐστι τό δοξάζειν ὅπερ αἰσθάνεται μή κατά συμβεβηκός.
164Aristoteles, De anima, 3, III 4; 22 (auctor 384BC-322BC)
Ὅπερ συμβαίνει ἐπί τοῦ νοῦ.
165Aristoteles, De anima, 3, III 5; 6 (auctor 384BC-322BC)
Χωρισθείς δ’ ἐστί μόνον τοῦθ’ ὅπερ ἐστί, καί τοῦτο μόνον ἀθάνατον καί ἀΐδιον.
166Aristoteles, De arte poetica, 6; 24 (auctor 384BC-322BC)
Τοῦτο δ᾿ ἐστί τό λέγειν δύνασθαι τά ἐνόντα καί τά ἁρμόττοντα, ὅπερ ἐπί τῶν λόγων τῆς πολιτικῆς καί ῥητορικῆς ἔργον ἐστίν· οἱ μέν γάρ ἀρχαῖοι πολιτικῶς ἐποίουν λέγοντας, οἱ δέ νῦν ῥητορικῶς.
167Aristoteles, De arte poetica, 14; 1 (auctor 384BC-322BC)
Ἔστι μέν οὖν τό φοβερόν καί ἐλεεινόν ἐκ τῆς ὄψεως γίνεσθαι, ἔστι δέ καί ἐξ αὐτῆς τῆς συστάσεως τῶν πραγμάτων, ὅπερ ἐστί πρότερον καί ποιητοῦ ἀμείνονος.
168Aristoteles, De arte poetica, 14; 21 (auctor 384BC-322BC)
Διά γάρ τοῦτο, ὅπερ πάλαι εἴρηται, οὐ περί πολλά γένη αἱ τραγῳδίαι εἰσίν.
169Aristoteles, De arte poetica, 18; 9 (auctor 384BC-322BC)
Χρή δέ, ὅπερ εἴρηται πολλάκις, μεμνῆσθαι καί μή ποιεῖν ἐποποιικόν σύστημα τραγῳδίαν.
170Aristoteles, De arte poetica, 26; 9 (auctor 384BC-322BC)
Πρῶτον μέν οὐ τῆς ποιητικῆς ἡ κατηγορία ἀλλά τῆς ὑποκριτικῆς, ἐπεί ἔστι περιεργάζεσθαι τοῖς σημείοις καί ῥαψῳδοῦντα, ὅπερ ἐποίει Σωσίστρατος, καί διᾴδοντα, ὅπερ ἐποίει Μνασίθεος Ὀπούντιος.
171Aristoteles, De arte poetica, 26; 10 (auctor 384BC-322BC)
Εἶτα οὐδέ κίνησις ἅπασα ἀποδοκιμαστέα, εἴπερ μηδ᾿ ὄρχησις, ἀλλ᾿ ἡ φαύλων, ὅπερ καί Καλλιππίδῃ ἐπετιμᾶτο καί νῦν ἄλλοις, ὡς οὐκ ἐλευθέρας γυναῖκας μιμουμένων.
172Aristoteles, De caelo, 1, 1, 3; 12 (auctor 384BC-322BC)
Οἱ δὲ τὰ μὲν ἄλλα πάντα γίνεσθαί φασι καὶ ῥεῖν, εἶναι δὲ παγίως οὐθέν, ἓν δέ τι μόνον ὑπομένειν, ἐξ οὗ ταῦτα πάντα μετασχηματίζεσθαι πέφυκεν· ὅπερ ἐοίκασι βούλεσθαι λέγειν ἄλλοι τε πολλοὶ καὶ Ἡράκλειτος ὁ Ἐφέσιος.
173Aristoteles, De caelo, 1, 2, 2; 5 (auctor 384BC-322BC)
Ἐπεὶ οὖν φαίνεταί τι μένον ἐπὶ τοῦ μέσου, εἰ μὲν κατὰ φύσιν, δῆλον ὅτι καὶ ἡ φορὰ ἡ ἐνταῦθα κατὰ φύσιν αὐτῷ· εἰ δὲ βίᾳ, τί τὸ φέρεσθαι κωλῦον; Εἰ μὲν ἠρεμοῦν, τὸν αὐτὸν κυκλήσομεν λόγον· ἀνάγκη γὰρ ἢ κατὰ φύσιν εἶναι τὸ πρῶτον ἠρεμοῦν ἢ εἰς ἄπειρον ἰέναι, ὅπερ ἀδύνατον· εἰ δὲ κινούμενον τὸ κωλῦον φέρεσθαι, καθάπερ φησὶν Ἐμπεδοκλῆς τὴν γῆν ὑπὸ τῆς δίνης ἠρεμεῖν, ποῦ ἂν ἐφέρετο, ἐπειδὴ εἰς ἄπειρον ἀδύνατον; Οὐθὲν γὰρ γίγνεται ἀδύνατον, τὸ δ´ ἄπειρον διελθεῖν ἀδύνατον.
174Aristoteles, De caelo, 1, 2, 9; 25 (auctor 384BC-322BC)
Ἐὰν δὴ διαιρεθῇ τὸ σῶμα τὸ ἔχον βάρος ὡς ἡ ΓΕ πρὸς τὴν ΓΔ (δυνατὸν γὰρ οὕτως ἔχειν πρός τι τῶν ἐν αὐτῷ μορίων), εἰ τὸ ὅλον φέρεται τὴν ὅλην τὴν ΓΕ, τὸ μόριον ἀνάγκη ἐν τῷ αὐτῷ χρόνῳ τὴν ΓΔ φέρεσθαι, ὥστε ἴσον οἰσθήσεται τὸ ἀβαρὲς καὶ τὸ βάρος ἔχον· ὅπερ ἀδύνατον.
175Aristoteles, De caelo, 1, 4, 2; 27 (auctor 384BC-322BC)
Οὕτω δὲ διοριζομένοις ἅπαντα συμβήσεται λέγειν πρός τι, καὶ οὐκ ἔσται ἁπλῶς τὸ μὲν πῦρ τὸ δ´ ὕδωρ τὸ δ´ ἀήρ, ἀλλὰ τὸ αὐτὸ πρὸς μὲν τόδε πῦρ, πρὸς δέ τι ἄλλο ἀήρ, ὅπερ συμβαίνει καὶ τοῖς πλείω μὲν τὰ στοιχεῖα λέγουσι, μεγέθει δὲ καὶ μικρότητι διαφέρειν φάσκουσιν· ἐπεὶ γὰρ τῷ ποσῷ διώρισται ἕκαστον, ἔσται τις λόγος πρὸς ἄλληλα τῶν μεγεθῶν, ὥστε τὰ τοῦτον ἔχοντα τὸν λόγον πρὸς ἄλληλα ἀνάγκη τὸ μὲν ἀέρα εἶναι τὸ δὲ πῦρ τὸ δὲ γῆν τὸ δ´ ὕδωρ, διὰ τὸ ἐνυπάρχειν ἐν τοῖς μείζοσι τοὺς τῶν ἐλαττόνων λόγους.
176Aristoteles, De caelo, 1, 6, 1; 6 (auctor 384BC-322BC)
Ὥστε τοῦ ἀπείρου ἔξω γίγνεται ἄπειρον· ὅπερ ἀδύνατον.
177Aristoteles, De caelo, 1, 7, 6; 16 (auctor 384BC-322BC)
Εἰ δὲ τῇ τῶν ἐπιπέδων διαλύσει, πρῶτον μὲν ἄτοπον τὸ μὴ πάντα γεννᾶν ἐξ ἀλλήλων, ὅπερ ἀνάγκη λέγειν αὐτοῖς, καὶ λέγουσιν.
178Aristoteles, De caelo, 2, 2, 9; 25 (auctor 384BC-322BC)
Εἰ οὖν ἄρχεται ἀπὸ τῶν δεξιῶν καὶ ἐπὶ τὰ δεξιὰ περιφέρεται, ἀνάγκη τὸ ἄνω εἶναι τὸν ἀφανῆ πόλον· εἰ γὰρ ἔσται ὁ φανερός, ἐπ´ ἀριστερὰ ἔσται ἡ κίνησις, ὅπερ οὔ φαμεν.
179Aristoteles, De caelo, 2, 8, 6; 14 (auctor 384BC-322BC)
Δινούμενα μὲν γὰρ ἂν ἔμενεν ἐν ταὐτῷ καὶ οὐ μετέβαλλε τὸν τόπον, ὅπερ φαίνεταί τε καὶ πάντες φασίν.
180Aristoteles, De caelo, 2, 8, 6; 16 (auctor 384BC-322BC)
Ὅπερ αἴτιον ἴσως καὶ τοῦ στίλβειν φαίνεσθαι τοὺς ἀστέρας τοὺς ἐνδεδεμένους, τοὺς δὲ πλάνητας μὴ στίλβειν· οἱ μὲν γὰρ πλάνητες ἐγγύς εἰσιν, ὥστ´ ἐγκρατὴς οὖσα πρὸς αὐτοὺς ἀφικνεῖται ἡ ὄψις· πρὸς δὲ τοὺς μένοντας κραδαίνεται διὰ τὸ μῆκος, ἀποτεινομένη πόρρω λίαν.
181Aristoteles, De caelo, 2, 13, 10; 31 (auctor 384BC-322BC)
Οὐ γὰρ τέμνειν ἀλλ´ ἐπιπωμάζειν τὸν ἀέρα τὸν κάτωθεν, ὅπερ φαίνεται τὰ πλάτος ἔχοντα τῶν σωμάτων ποιεῖν· ταῦτα γὰρ καὶ πρὸς τοὺς ἀνέμους ἔχει δυσκινήτως διὰ τὴν ἀντέρεισιν.
182Aristoteles, De caelo, 2a, 1, 3; 12 (auctor 384BC-322BC)
Οἱ δὲ τὰ μὲν ἄλλα πάντα γίνεσθαί φασι καὶ ῥεῖν, εἶναι δὲ παγίως οὐθέν, ἓν δέ τι μόνον ὑπομένειν, ἐξ οὗ ταῦτα πάντα μετασχηματίζεσθαι πέφυκεν· ὅπερ ἐοίκασι βούλεσθαι λέγειν ἄλλοι τε πολλοὶ καὶ Ἡράκλειτος ὁ Ἐφέσιος.
183Aristoteles, De caelo, 2a, 2, 2; 5 (auctor 384BC-322BC)
Ἐπεὶ οὖν φαίνεταί τι μένον ἐπὶ τοῦ μέσου, εἰ μὲν κατὰ φύσιν, δῆλον ὅτι καὶ ἡ φορὰ ἡ ἐνταῦθα κατὰ φύσιν αὐτῷ· εἰ δὲ βίᾳ, τί τὸ φέρεσθαι κωλῦον; Εἰ μὲν ἠρεμοῦν, τὸν αὐτὸν κυκλήσομεν λόγον· ἀνάγκη γὰρ ἢ κατὰ φύσιν εἶναι τὸ πρῶτον ἠρεμοῦν ἢ εἰς ἄπειρον ἰέναι, ὅπερ ἀδύνατον· εἰ δὲ κινούμενον τὸ κωλῦον φέρεσθαι, καθάπερ φησὶν Ἐμπεδοκλῆς τὴν γῆν ὑπὸ τῆς δίνης ἠρεμεῖν, ποῦ ἂν ἐφέρετο, ἐπειδὴ εἰς ἄπειρον ἀδύνατον; Οὐθὲν γὰρ γίγνεται ἀδύνατον, τὸ δ´ ἄπειρον διελθεῖν ἀδύνατον.
184Aristoteles, De caelo, 2a, 2, 9; 25 (auctor 384BC-322BC)
Ἐὰν δὴ διαιρεθῇ τὸ σῶμα τὸ ἔχον βάρος ὡς ἡ ΓΕ πρὸς τὴν ΓΔ (δυνατὸν γὰρ οὕτως ἔχειν πρός τι τῶν ἐν αὐτῷ μορίων), εἰ τὸ ὅλον φέρεται τὴν ὅλην τὴν ΓΕ, τὸ μόριον ἀνάγκη ἐν τῷ αὐτῷ χρόνῳ τὴν ΓΔ φέρεσθαι, ὥστε ἴσον οἰσθήσεται τὸ ἀβαρὲς καὶ τὸ βάρος ἔχον· ὅπερ ἀδύνατον.
185Aristoteles, De caelo, 2a, 4, 2; 27 (auctor 384BC-322BC)
Οὕτω δὲ διοριζομένοις ἅπαντα συμβήσεται λέγειν πρός τι, καὶ οὐκ ἔσται ἁπλῶς τὸ μὲν πῦρ τὸ δ´ ὕδωρ τὸ δ´ ἀήρ, ἀλλὰ τὸ αὐτὸ πρὸς μὲν τόδε πῦρ, πρὸς δέ τι ἄλλο ἀήρ, ὅπερ συμβαίνει καὶ τοῖς πλείω μὲν τὰ στοιχεῖα λέγουσι, μεγέθει δὲ καὶ μικρότητι διαφέρειν φάσκουσιν· ἐπεὶ γὰρ τῷ ποσῷ διώρισται ἕκαστον, ἔσται τις λόγος πρὸς ἄλληλα τῶν μεγεθῶν, ὥστε τὰ τοῦτον ἔχοντα τὸν λόγον πρὸς ἄλληλα ἀνάγκη τὸ μὲν ἀέρα εἶναι τὸ δὲ πῦρ τὸ δὲ γῆν τὸ δ´ ὕδωρ, διὰ τὸ ἐνυπάρχειν ἐν τοῖς μείζοσι τοὺς τῶν ἐλαττόνων λόγους.
186Aristoteles, De caelo, 2a, 6, 1; 6 (auctor 384BC-322BC)
Ὥστε τοῦ ἀπείρου ἔξω γίγνεται ἄπειρον· ὅπερ ἀδύνατον.
187Aristoteles, De caelo, 2a, 7, 6; 16 (auctor 384BC-322BC)
Εἰ δὲ τῇ τῶν ἐπιπέδων διαλύσει, πρῶτον μὲν ἄτοπον τὸ μὴ πάντα γεννᾶν ἐξ ἀλλήλων, ὅπερ ἀνάγκη λέγειν αὐτοῖς, καὶ λέγουσιν.
188Aristoteles, De caelo, 4, 4, 3; 6 (auctor 384BC-322BC)
Ὥστε περὶ ἐκείνων λεκτέον· τἆλλα γὰρ ἀκολουθεῖ τοῖς πρώτοις, ὅπερ ἔφαμεν χρῆναι ποιεῖν καὶ τοὺς διὰ τὸ πλῆρες τὸ βαρὺ λέγοντας καὶ διὰ τὸ κενὸν τὸ κοῦφον.
189Aristoteles, De generatione animalium, 1, 7; 2 (auctor 384BC-322BC)
ὅπερ συμβαίνει καὶ ἐπὶ τῶν μέγα τὸ αἰδοῖον ἐχόντων· ἀγονώτεροι γάρ εἰσι τῶν μετριαζόντων διὰ τὸ μὴ γόνιμον εἶναι τὸ σπέρμα τὸ ψυχρόν, ψύχεσθαι δὲ τὸ φερόμενον λίαν μακράν.
190Aristoteles, De generatione animalium, 1, 20; 14 (auctor 384BC-322BC)
ἔτι δ' οὐ πᾶσι γίγνεται τοῖς θήλεσιν αὕτη ἡ ἔκκρισις ἀλλὰ τοῖς αἱματικοῖς, καὶ οὐδὲ τούτοις πᾶσιν ἀλλ' ὅσων αἱ ὑστέραι μὴ πρὸς τῷ ὑποζώματί εἰσι μηδ' ᾠοτοκοῦσιν, ἔτι δ' οὐδὲ τοῖς αἷμα μὴ ἔχουσιν ἀλλὰ τὸ ἀνάλογον· ὅπερ γὰρ ἐν ἐκείνοις τὸ αἷμα, ἐν τούτοις ἑτέρα ὑπάρχει σύγκρισις.
191Aristoteles, De generatione animalium, 1, 20; 35 (auctor 384BC-322BC)
ὅπερ καὶ φαίνεται συμβαῖνον· κατὰ γὰρ τὴν πρώτην ὕλην ἐστὶν ἡ τῶν καταμηνίων φύσις.
192Aristoteles, De generatione animalium, 1, 23; 5 (auctor 384BC-322BC)
ὅταν γὰρ δεήσῃ γεννᾶν γίγνεται ἀχώριστον ὥσπερ ἐν τοῖς φυτοῖς, καὶ βούλεται ἡ φύσις αὐτῶν ἓν γίγνεσθαι· ὅπερ ἐμφαίνεται κατὰ τὴν ὄψιν μιγνυμένων καὶ συνδυαζομένων [ἕν τι ζῷον γίγνεσθαι ἐξ ἀμφοῖν].
193Aristoteles, De generatione animalium, 2, 2; 23 (auctor 384BC-322BC)
αἴτιον δὲ τῆς λευκότητος τοῦ σπέρματος ὅτι ἐστὶν ἡ γονὴ ἀφρός, ὁ δ' ἀφρὸς λευκόν, καὶ μάλιστα τὸ ἐξ ὀλιγίστων συγκείμενον μορίων καὶ οὕτω μικρῶν ὥσπερ ἑκάστης ἀοράτου τῆς πομφόλυγος οὔσης, ὅπερ συμβαίνει καὶ ἐπὶ τοῦ ὕδατος καὶ τοῦ ἐλαίου μιγνυμένων καὶ τριβομένων, καθάπερ ἐλέχθη πρότερον.
194Aristoteles, De generatione animalium, 2, 3; 12 (auctor 384BC-322BC)
πάντων μὲν γὰρ ἐν τῷ σπέρματι ἐνυπάρχει ὅπερ ποιεῖ γόνιμα εἶναι τὰ σπέρματα, τὸ καλούμενον θερμόν.
195Aristoteles, De generatione animalium, 2, 3; 26 (auctor 384BC-322BC)
[[Τοῖς δ' ὑγροῖς μὲν σωματώδεσι δὲ θερμαινομένοις περιίσταται-καθάπερ καὶ ἐν τοῖς ἑψήμασι ψυχομένοις-τὸ περίξηρον. πάντα δὲ τὰ σώματα συνέχει τὸ γλίσχρον· ὅπερ καὶ προϊοῦσι καὶ μείζοσι γιγνομένοις ἡ τοῦ νεύρου λαμβάνει φύσις ἥπερ συνέχει τὰ μόρια τῶν ζῴων, ἐν μὲν τοῖς οὖσα νεῦρον ἐν δὲ τοῖς τὸ ἀνάλογον. τῆς δ' αὐτῆς μορφῆς ἐστι καὶ δέρμα καὶ φλὲψ καὶ ὑμὴν καὶ πᾶν τὸ τοιοῦτον γένος· διαφέρει γὰρ ταῦτα τῷ μᾶλλον καὶ ἧττον καὶ ὅλως ὑπεροχῇ καὶ ἐλλείψει.]]
196Aristoteles, De generatione animalium, 2, 4; 32 (auctor 384BC-322BC)
Ὅσαις δὲ μὴ γίγνεται θύραζέ τις πρόεσις ἢ τῶν γυναικῶν ἢ τῶν ἄλλων ζῴων διὰ τὸ μὴ ἐνυπάρχειν ἄχρηστον περίττωμα πολὺ ἐν τῇ ἀποκρίσει τῇ τοιαύτῃ, τοσοῦτόν ἐστι τὸ ἐγγιγνόμενον ὅσον τὸ ὑπολειπόμενον τοῖς θύραζε προϊεμένοις ζῴοις, ὃ συνίστησιν ἡ τοῦ ἄρρενος δύναμις ἡ ἐν τῷ σπέρματι τῷ ἀποκρινομένῳ, ἢ εἰς τὸ ἄρρεν ἐλθόντος τοῦ ἀνάλογον μορίου ταῖς ὑστέραις, ὅπερ ἔν τισι τῶν ἐντόμων φαίνεται συμβαῖνον.
197Aristoteles, De generatione animalium, 2, 5; 10 (auctor 384BC-322BC)
ὅπερ καὶ συμβαίνει· τὰ γὰρ ὑπηνέμια γίγνεται γόνιμα ἐὰν ἔν τινι καιρῷ τὸ ἄρρεν ἐποχεύσῃ.
198Aristoteles, De generatione animalium, 2, 5; 13 (auctor 384BC-322BC)
ὅπερ ἀξιοπίστως μὲν οὐ συνῶπται μέχρι γε τοῦ νῦν, ποιεῖ δὲ διστάζειν ἐν τῷ γένει τῷ τῶν ἰχθύων· τῶν γὰρ καλουμένων ἐρυθρίνων ἄρρην μὲν οὐθεὶς ὦπταί πω, θήλειαι δὲ καὶ κυημάτων πλήρεις.
199Aristoteles, De generatione animalium, 2, 6; 17 (auctor 384BC-322BC)
ὥστ' εἴ τι τοιοῦτόν ἐστιν ὅπερ ἀναγκαῖον ὑπάρχειν ἐν τοῖς ζῴοις, τὸ πάσης ἔχον τῆς φύσεως ἀρχὴν καὶ τέλος, τοῦτο γίγνεσθαι πρῶτον ἀναγκαῖον, ᾗ μὲν κινητικὸν πρῶτον, ᾗ δὲ μόριον τοῦ τέλους μετὰ τοῦ ὅλου.
200Aristoteles, De generatione animalium, 2, 8; 32 (auctor 384BC-322BC)
ὥστε συλλαβεῖν μὲν ἐνδέχεταί ποτε τὴν θήλειαν, ὅπερ ἤδη φαίνεται γεγονός, ἐκθρέψαι δὲ καὶ ἐξενεγκεῖν εἰς τέλος ἀδύνατον.
201Aristoteles, De generatione animalium, 3, 1; 40 (auctor 384BC-322BC)
τοῦ δὲ πάθους αἴτιον ταὐτὸν ὅπερ ἐπὶ τῶν ἀνθρώπων καὶ τῶν τετραπόδων· ἐὰν γὰρ ὀργῶντα τύχῃ τὰ σώματα πρὸς τὴν ὁμιλίαν, τὰ μὲν ἰδόντα τὰ δὲ μικρᾶς γενομένης θίξεως προΐεται σπέρμα.
202Aristoteles, De generatione animalium, 3, 1; 51 (auctor 384BC-322BC)
ὅπερ συμβαίνει ἐπὶ τῶν λιμναίων ὀρνέων· ὑγροτέροι γὰρ τὴν φύσιν καὶ ψυχρότεροι τῶν πεζευόντων εἰσὶν ὀρνέων, ὥστε καὶ τὰ ᾠὰ τῶν τοιούτων πολλὴν ἔχει τὴν καλουμένην λέκιθον καὶ ἧττον ὠχρὰν διὰ τὸ ἧττον ἀποκεκρίσθαι τὸ λευκόν.
203Aristoteles, De generatione animalium, 3, 4; 5 (auctor 384BC-322BC)
τὸ δ' αἴτιον παραπλήσιον ὅπερ ἐπὶ τῆς ζύμης· καὶ γὰρ ἡ ζύμη ἐκ μικρᾶς μεγάλη γίγνεται τοῦ μὲν στερεωτέρου ὑγραινομένου τοῦ δ' ὑγροῦ πνευματουμένου.
204Aristoteles, De generatione animalium, 3, 10; 34 (auctor 384BC-322BC)
ὅπερ καὶ φαίνεται συμβαῖνον· αὐτοὶ μὲν γὰρ γίγνονται, ἄλλο δ' οὐθὲν γεννῶσιν ἀλλ' ἐν τῷ τρίτῳ ἀριθμῷ πέρας ἔσχεν ἡ γένεσις.
205Aristoteles, De generatione animalium, 3, 11; 36 (auctor 384BC-322BC)
τροφὴ δ' ἐστὶ τοῖς μὲν ὕδωρ καὶ γῆ, τοῖς δὲ τὰ ἐκ τούτων, ὥσθ' ὅπερ ἡ ἐν τοῖς ζῴοις θερμότης ἐκ τῆς τροφῆς ἀπεργάζεται, τοῦθ' ἡ τῆς ὥρας ἐν τῷ περιέχοντι θερμότης ἐκ θαλάττης καὶ γῆς συγκρίνει πέττουσα καὶ συνίστησιν.
206Aristoteles, De generatione animalium, 4, 1; 28 (auctor 384BC-322BC)
ἔτι δ' ὅπερ εἴρηται καὶ πρότερον, ὦπται καὶ θῆλυ ἐν τῷ δεξιῷ μέρει τῆς ὑστέρας καὶ ἄρρεν ἐν τῷ ἀριστερῷ καὶ ἄμφω ἐν τῷ αὐτῷ μέρει, καὶ τοῦτ' οὐχ ὅτι ἅπαξ ἀλλὰ πλεονάκις [ἢ τὸ ἄρρεν μὲν ἐν τοῖς δεξιοῖς τὸ θῆλυ δ' ἐν τοῖς ἀριστεροῖς· οὐχ ἧττον δὲ ἀμφότερα γίγνεται ἐν τοῖς δεξιοῖς].
207Aristoteles, De generatione animalium, 4, 4; 3 (auctor 384BC-322BC)
εἰ δὲ συμβαίνει ἐξ ἑνὸς σπέρματος πλείω γίγνεσθαι καὶ μιᾶς συνουσίας, ὅπερ φαίνεται, βέλτιον μὴ κύκλῳ περιιέναι παρέντας τὴν σύντομον· τοῖς γὰρ τοιούτοις μάλιστ' ἀναγκαῖον τοῦτο συμβαίνειν ὅταν μὴ διακριθῶσιν ἀλλ' ἅμα τὰ σπέρματα ἔλθωσιν.
208Aristoteles, De generatione animalium, 4, 7; 6 (auctor 384BC-322BC)
περὶ μὲν οὖν τῆς τοῦ πάθους αἰτίας εἴρηται ἐν τοῖς Προβλήμασιν· πάσχει γὰρ ταὐτὸν τὸ κύημα ἐν τῇ μήτρᾳ ὅπερ ἐν τοῖς ἑψομένοις τὰ μωλυνόμενα, καὶ οὐ διὰ θερμότητα, ὥσπερ τινές φασιν, ἀλλὰ μᾶλλον δι' ἀσθένειαν θερμότητος (ἔοικε γὰρ ἡ φύσις ἀσθενεῖν καὶ οὐ δύνασθαι τελειῶσαι οὐδ' ἐπιθεῖναι τῇ γενέσει πέρας· διὸ καὶ συγκαταγηράσκει ἢ πολὺν ἐμμένει χρόνον· οὔτε γὰρ ὡς τετελεσμένον οὔθ' ὡς πάμπαν ἀλλότριον ἔχει τὴν φύσιν)· τῆς γὰρ σκληρότητος ἡ ἀπεψία αἰτία· ἀπεψία γάρ τις καὶ ἡ μώλυνσίς ἐστιν.
209Aristoteles, De generatione animalium, 4, 8; 1 (auctor 384BC-322BC)
Τὸ δὲ γάλα γίγνεται τοῖς θήλεσιν ὅσα ζῳοτοκεῖ ἐν αὑτοῖς χρήσιμον μὲν εἰς τὸν χρόνον τὸν τοῦ τόκου· τῆς γὰρ τροφῆς χάριν αὐτὸ τῆς θύραζε ἐποίησεν ἡ φύσις τοῖς ζῴοις ὥστ' οὔτ' ἐλλείπειν αὐτὸ ἐν τῷ χρόνῳ τούτῳ οὐθὲν οὔθ' ὑπερβάλλειν οὐθέν· ὅπερ καὶ φαίνεται συμπῖπτον ἂν μή τι γένηται παρὰ φύσιν.
210Aristoteles, De generatione animalium, 5, 5; 1 (auctor 384BC-322BC)
Τοῖς δ' ἄλλοις ζῴοις τοῦ μὴ γίγνεσθαι διὰ τὴν ἡλικίαν ταύτην τὴν μεταβολὴν ἐπιδήλως τὸ αὐτὸ αἴτιον ὅπερ εἴρηται καὶ ἐπὶ τῆς φαλακρότητος· ὀλίγον γὰρ ἔχουσι καὶ ἧττον ὑγρὸν τὸν ἐγκέφαλον ὥστε μὴ ἐξαδυνατεῖν τὸ θερμὸν πρὸς τὴν πέψιν.
211Aristoteles, De generatione et corruptione, 1, 2, 4; 16 (auctor 384BC-322BC)
Ὅμως δὲ τούτοις ἀλλοίωσιν καὶ γένεσιν ἐνδέχεται ποιεῖν, καθάπερ εἴρηται, τροπῇ καὶ διαθιγῇ μετακινοῦντα τὸ αὐτὸ καὶ ταῖς τῶν σχημάτων διαφοραῖς, ὅπερ ποιεῖ Δημόκριτος.
212Aristoteles, De generatione et corruptione, 1, 2, 8; 24 (auctor 384BC-322BC)
Τί γὰρ ἔσται ὅπερ τὴν διαίρεσιν διαφεύγει; εἰ γὰρ πάντῃ διαιρετόν, καὶ τοῦτο δυνατόν, κἂν ἅμα εἴη τοῦτο πάντῃ διῃρημένον, καὶ εἰ μὴ ἅμα διῄρηται· κἂν εἰ τοῦτο γένοιτο, οὐδὲν ἂν εἴη ἀδύνατον.
213Aristoteles, De generatione et corruptione, 1, 8, 20; 78 (auctor 384BC-322BC)
Ὅταν δ´ ᾖ θάτερον μόνον παθητικὸν ἢ σφόδρα, τὸ δὲ πάμπαν ἠρέμα, ἢ οὐθὲν πλεῖον τὸ μιχθὲν ἐξ ἀμφοῖν ἢ μικρόν, ὅπερ συμβαίνει περὶ τὸν καττίτερον καὶ τὸν χαλκόν.
214Aristoteles, De generatione et corruptione, 1, 8, 20; 80 (auctor 384BC-322BC)
Ὅπερ ἐπὶ τούτων συμβαίνει· ὁ γὰρ καττίτερος ὡς πάθος τι ὢν ἄνευ ὕλης τοῦ χαλκοῦ σχεδὸν ἀφανίζεται καὶ μιχθεὶς ἄπεισι χρωματίσας μόνον.
215Aristoteles, De generatione et corruptione, 2, 2, 4; 9 (auctor 384BC-322BC)
Θερμὸν δὲ καὶ ψυχρὸν καὶ ὑγρὸν καὶ ξηρὸν τὰ μὲν τῷ ποιητικὰ εἶναι τὰ δὲ τῷ παθητικὰ λέγεται· θερμὸν γάρ ἐστι τὸ συγκρῖνον τὰ ὁμογενῆ (τὸ γὰρ διακρίνειν, ὅπερ φασὶ ποιεῖν τὸ πῦρ, συγκρίνειν ἐστὶ τὰ ὁμόφυλα· συμβαίνει γὰρ ἐξαιρεῖν τὰ ἀλλότρια), ψυχρὸν δὲ τὸ συνάγον καὶ συγκρῖνον ὁμοίως τά τε συγγενῆ καὶ τὰ μὴ ὁμόφυλα, ὑγρὸν δὲ τὸ ἀόριστον οἰκείῳ ὅρῳ εὐόριστον ὄν, ξηρὸν δὲ τὸ εὐόριστον μὲν οἰκείῳ ὅρῳ, δυσόριστον δέ.
216Aristoteles, De generatione et corruptione, 2, 2, 5; 12 (auctor 384BC-322BC)
Ἔτι τὸ μὲν μαλακὸν τοῦ ὑγροῦ (μαλακὸν γὰρ τὸ ὑπεῖκον εἰς ἑαυτὸ καὶ μὴ μεθιστάμενον, ὅπερ ποιεῖ τὸ ὑγρόν· διὸ καὶ οὐκ ἔστι τὸ ὑγρὸν μαλακόν, ἀλλὰ τὸ μαλακὸν τοῦ ὑγροῦ), τὸ δὲ σκληρὸν τοῦ ξηροῦ· σκληρὸν γάρ ἐστι τὸ πεπηγός, τὸ δὲ πεπηγὸς ξηρόν.
217Aristoteles, De generatione et corruptione, 2, 2, 8; 18 (auctor 384BC-322BC)
Αὗται δὲ οὐκέτι εἰς ἐλάττους· οὔτε γὰρ τὸ θερμὸν ὅπερ ὑγρὸν ἢ ὅπερ ξηρόν, οὔτε τὸ ὑγρὸν ὅπερ θερμὸν ἢ ὅπερ ψυχρόν, οὔτε τὸ ψυχρὸν καὶ τὸ ξηρὸν οὔθ´ ὑπ´ ἄλληλ´ οὔθ´ ὑπὸ τὸ θερμὸν καὶ τὸ ὑγρόν εἰσιν ὥστ´ ἀνάγκη τέτταρας εἶναι ταύτας.
218Aristoteles, De generatione et corruptione, 2, 5, 8; 37 (auctor 384BC-322BC)
Ὅτι δ´ εἰς ἄπειρον οὐχ οἷόν τ´ ἰέναι, ὅπερ μελλήσαντες δείξειν ἐπὶ τοῦτο ἔμπροσθεν ἤλθομεν, δῆλον ἐκ τῶνδε.
219Aristoteles, De generatione et corruptione, 2, 9, 3; 7 (auctor 384BC-322BC)
Ἔνια δὲ καὶ εἶναι καὶ μὴ εἶναι δυνατά, ὅπερ ἐστὶ τὸ γενητὸν καὶ φθαρτόν· ποτὲ μὲν γὰρ ἔστι τοῦτο, ποτὲ δ´ οὐκ ἔστιν.
220Aristoteles, De incessu animalium, 14, 5; 11 (auctor 384BC-322BC)
Ἀεὶ γὰρ καὶ οὗτοι κατὰ διάμετρον κινοῦνται, ἐφ' ὅπερ ἂν ποιῶνται τὴν πορείαν.
221Aristoteles, De insomniis, 1; 20 (auctor 384BC-322BC)
Ὑποκείσθω δ’, ὅπερ ἐστὶ καὶ φανερόν, ὅτι τοῦ αἰσθητικοῦ τὸ πάθος, εἴπερ καὶ ὁ ὕπνος· οὐ γὰρ ἄλλῳ μέν τινι τῶν ζῴων ὑπάρχει ὁ ὕπνος, ἄλλῳ δὲ τὸ ἐνυπνιάζειν, ἀλλὰ τῷ αὐτῷ.
222Aristoteles, De insomniis, 2; 10 (auctor 384BC-322BC)
Κἂν πρὸς ἓν χρῶμα πολὺν χρόνον βλέψωμεν ἢ λευκὸν ἢ χλωρόν, τοιοῦτον φαίνεται ἐφ’ ὅπερ ἂν τὴν ὄψιν μεταβάλωμεν.
223Aristoteles, De insomniis, 2; 28 (auctor 384BC-322BC)
Πρὸς δὲ τὴν ἐξ ἀρχῆς σκέψιν ὑποκείσθω ἓν μέν, ὅπερ ἐκ τῶν εἰρημένων φανερόν, ὅτι καὶ ἀπελθόντος τοῦ θύραθεν αἰσθητοῦ ἐμμένει τὰ αἰσθήματα αἰσθητὰ ὄντα, πρὸς δὲ τούτοις ὅτι ῥᾳδίως ἀπατώμεθα περὶ τὰς αἰσθήσεις ἐν τοῖς πάθεσιν ὄντες, ἄλλοι δ’ ἐν ἄλλοις, οἷον ὁ δειλὸς ἐν φόβῳ, ὁ δ’ ἐρωτικὸς ἐν ἔρωτι, ὥστε δοκεῖν ἀπὸ μικρᾶς ὁμοιότητος τὸν μὲν τοὺς πολεμίους ὁρᾶν, τὸν δὲ τὸν ἐρώμενον· καὶ ταῦτα ὅσῳ ἂν ἐμπαθέστερος ᾖ, τοσούτῳ ἀπ’ ἐλάσσονος ὁμοιότητος φαίνεται.
224Aristoteles, De interpretatione, 7; 13 (auctor 384BC-322BC)
Φανερὸν δὲ ὅτι καὶ μία ἀπόφασις μιᾶς καταφάσεώς ἐστι· τὸ γὰρ αὐτὸ δεῖ ἀποφῆσαι τὴν ἀπόφασιν ὅπερ κατέφησεν ἡ κατάφασις, καὶ ἀπὸ τοῦ αὐτοῦ, ἢ τῶν καθ᾿ ἕκαστά τινος ἢ ἀπὸ τῶν καθόλου τινός, ἢ ὡς καθόλου ἢ ὡς μὴ καθόλου.
225Aristoteles, De interpretatione, 9; 37 (auctor 384BC-322BC)
Ὅπερ συμβαίνει ἐπὶ τοῖς μὴ ἀεὶ οὖσιν ἢ μὴ ἀεὶ μὴ οὖσιν.
226Aristoteles, De interpretatione, 13; 9 (auctor 384BC-322BC)
Ἣ ἀδύνατον οὕτως κεῖσθαι τὰς τοῦ ἀναγκαίου ἀντιφάσεις; τὸ μὲν γὰρ ἀναγκαῖον εἶναι δυνατὸν εἶναι· εἰ γὰρ μή, ἡ ἀπόφασις ἀκολουθήσει· ἀνάγκη γὰρ ἢ φάναι ἢ ἀποφάναι· ὥστ᾿ εἰ μὴ δυνατὸν εἶναι, ἀδύνατον εἶναι· ἀδύνατον ἄρα εἶναι τὸ ἀναγκαῖον εἶναι, ὅπερ ἄτοπον.
227Aristoteles, De interpretatione, 13; 10 (auctor 384BC-322BC)
Ἀλλὰ μὴν τῷ γε δυνατὸν εἶναι τὸ οὐκ ἀδύνατον εἶναι ἀκολουθεῖ, τούτῳ δὲ τὸ μὴ ἀναγκαῖον εἶναι· ὥστε συμβαίνει τὸ ἀναγκαῖον εἶναι μὴ ἀναγκαῖον εἶναι, ὅπερ ἄτοπον.
228Aristoteles, De memoria et reminiscentia, 1; 10 (auctor 384BC-322BC)
Ἐπεὶ δὲ περὶ φαντασίας εἴρηται πρότερον ἐν τοῖς περὶ ψυχῆς, καὶ νοεῖν οὐκ ἔστιν ἄνευ φαντάσματος· συμβαίνει γὰρ τὸ αὐτὸ πάθος ἐν τῷ νοεῖν ὅπερ καὶ ἐν τῷ διαγράφειν· ἐκεῖ τε γὰρ οὐθὲν προσχρώμενοι τῷ τὸ ποσὸν ὡρισμένον εἶναι τὸ τριγώνου, ὅμως γράφομεν ὡρισμένον κατὰ τὸ ποσόν· καὶ ὁ νοῶν ὡσαύτως, κἂν μὴ ποσὸν νοῇ, τίθεται πρὸ ὀμμάτων ποσόν, νοεῖ δ’ οὐχ ᾗ ποσόν.
229Aristoteles, De motu animalium, 4; 17 (auctor 384BC-322BC)
οὐδὲν γὰρ διαφέρει μέγα ῥῖψαι βάρος ἢ μικρόν, ὅπερ ποιοῦσιν οἱ πτύοντες καὶ βήττοντες καὶ οἱ εἰσπνέοντες καὶ ἐκπνέοντες.
230Aristoteles, De motu animalium, 7; 16 (auctor 384BC-322BC)
ὥσπερ δὲ τὰ αὐτόματα κινεῖται μικρᾶς κινήσεως γινομένης, λυομένων τῶν στρεβλῶν καὶ κρουόντων ἀλλήλας τὰς στρέβλας, καὶ τὸ ἁμάξιον, ὅπερ ὀχούμενον αὐτὸ κινεῖ εἰς εὐθύ, καὶ πάλιν κύκλῳ κινεῖται τῷ ἀνίσους ἔχειν τοὺς τροχούς (ὁ γὰρ ἐλάττων ὥσπερ κέντρον γίνεται, καθάπερ ἐν τοῖς κυλίνδροις), οὕτω καὶ τὰ ζῷα κινεῖται.
231Aristoteles, De partibus animalium, 1, 1, 28; 67 (auctor 384BC-322BC)
Ἢ οὐκ ἔστι πᾶσα ἡ ψυχὴ κινήσεως ἀρχή, οὐδὲ τὰ μόρια ἅπαντα, ἀλλ´ αὐξήσεως μὲν ὅπερ καὶ ἐν τοῖς φυτοῖς, ἀλλοιώσεως δὲ τὸ αἰσθητικόν, φορᾶς δ´ ἕτερόν τι καὶ οὐ τὸ νοητικόν· ὑπάρχει γὰρ ἡ φορὰ καὶ ἐν ἑτέροις τῶν ζῴων, διάνοια δ´ οὐδενί.
232Aristoteles, De partibus animalium, 2, 3, 11; 17 (auctor 384BC-322BC)
Ἡ μὲν γὰρ τοῦ στόματος ἐργασία παραδίδωσι τῇ κοιλίᾳ, παρὰ δὲ ταύτης ἕτερον ἀναγκαῖον λαμβάνειν, ὅπερ συμβέβηκεν· αἱ γὰρ φλέβες κατατείνονται διὰ τοῦ μεσεντερίου παράπαν, κάτωθεν ἀρξάμεναι μέχρι τῆς κοιλίας.
233Aristoteles, De partibus animalium, 3, 2, 2; 8 (auctor 384BC-322BC)
Ὅσοις δὲ μὴ δέδωκεν ἡ φύσις ἄλλην ἀλκὴν πρὸς σωτηρίαν, οἷον ταχυτῆτα σώματος, καθάπερ τοῖς ἵπποις βεβοήθηκεν, ἢ μέγεθος, ὥσπερ ταῖς καμήλοις· καὶ γὰρ μεγέθους ὑπερβολὴ τὴν ἀπὸ τῶν ἄλλων ζῴων φθορὰν ἱκανὴ κωλύειν, ὅπερ συμβέβηκε ταῖς καμήλοις, ἔτι δὲ μᾶλλον τοῖς ἐλέφασιν.
234Aristoteles, De partibus animalium, 4, 6, 9; 33 (auctor 384BC-322BC)
Τοὺς δὲ πόδας τοὺς προσθίους μείζους ἔνια τούτων ἔχει, ὅπως ἐπειδὴ διὰ τὸ σκληρόφθαλμα εἶναι οὐκ ἀκριβῆ τὴν ὄψιν ἔχουσι, τὰ προσπίπτοντα τοῖς προσθίοις ἀποκαθαίρωσι σκέλεσιν· ὅπερ καὶ φαίνονται ποιοῦσαι αἵ τε μυῖαι καὶ τὰ μελιττώδη τῶν ζῴων· ἀεὶ γὰρ χαρακίζουσι τοῖς προσθίοις σκέλεσιν.
235Aristoteles, De partibus animalium, 4, 10, 19; 47 (auctor 384BC-322BC)
Οὗτος γὰρ κάτωθεν ἄνω πιέζει, ὅπερ οἱ ἕτεροι ἄνωθεν κάτω· δεῖ δὲ τοῦτο συμβαίνειν, εἰ μέλλει ἰσχυρῶς ὥσπερ σύναμμα ἰσχυρὸν συνδεῖν, ἵνα ἰσάζῃ εἷς ὢν πολλοῖς.
236Aristoteles, De partibus animalium, 4, 10, 24; 58 (auctor 384BC-322BC)
Καὶ διὰ τοῦτο τὰ μὲν τετράποδα τῶν ζῴων οὐκ ἔχει μαστοὺς ἐν τῷ τόπῳ τούτῳ· τοῖς δ´ ἀνθρώποις διὰ τὴν εὐρυχωρίαν καὶ τὸ σκεπάζεσθαι δεῖν τὰ περὶ τὴν καρδίαν, διὰ τοῦτο ὑπάρχοντος τοῦ τόπου σαρκώδους οἱ μαστοὶ διήρθρωνται, σαρκώδεις ὄντες τοῖς μὲν ἄρρεσι διὰ τὴν εἰρημένην αἰτίαν, ἐπὶ δὲ τῶν θηλειῶν παρακέχρηται καὶ πρὸς ἕτερον ἔργον ἡ φύσις, ὅπερ φαμὲν αὐτὴν πολλάκις ποιεῖν· ἀποτίθεται γὰρ ἐνταῦθα τοῖς γεννωμένοις τροφήν.
237Aristoteles, De sensu et sensibilibus, 1; 41 (auctor 384BC-322BC)
Καὶ τὸ λευκὸν τοῦ ὄμματος ἐν τοῖς ἔχουσιν αἷμα πῖον καὶ λιπαρόν· ὅπερ διὰ τοῦτ’ ἐστί, πρὸς τὸ διαμένειν τὸ ὑγρὸν ἄπηκτον.
238Aristoteles, De sensu et sensibilibus, 1; 80 (auctor 384BC-322BC)
Ἔστι μὲν οὖν ἐνεῖναι ἐν τῷ διαφανεῖ τοῦθ’ ὅπερ καὶ ἐν τῷ ἀέρι ποιεῖ φῶς, ἔστι δὲ μή, ἀλλ’ ἐστερῆσθαι.
239Aristoteles, De sensu et sensibilibus, 1; 150 (auctor 384BC-322BC)
Τὸν αὐτὸν δὲ τρόπον δεῖ νοῆσαι καὶ περὶ τὰς ὀσμάς· ὅπερ γὰρ ποιεῖ ἐν τῷ ὑγρῷ τὸ ξηρόν, τοῦτο ποιεῖ ἐν ἄλλῳ γένει τὸ ἔγχυμον ὑγρόν, ἐν ἀέρι καὶ ὕδατι ὁμοίως.
240Aristoteles, De sensu et sensibilibus, 1; 174 (auctor 384BC-322BC)
Δῆλον ἄρα ὅτι ὅπερ ἐν τῷ ὕδατι ὁ χυμός, τοῦτ’ ἐν τῷ ἀέρι καὶ ὕδατι ἡ ὀσμή.
241Aristoteles, De sensu et sensibilibus, 1; 178 (auctor 384BC-322BC)
Ὥστε αὗται μέν, καθάπερ εἴπομεν, κατὰ συμβεβηκὸς ἔχουσι τὸ ἡδὺ καὶ λυπηρόν, διὸ καὶ πάντων εἰσὶ κοιναὶ τῶν ζῴων· αἱ δὲ καθ’ αὑτὰς ἡδεῖαι τῶν ὀσμῶν εἰσίν, οἷον αἱ τῶν ἀνθῶν· οὐδὲν γὰρ μᾶλλον οὐδ’ ἦττον πρὸς τὴν τροφὴν παρακαλοῦσιν, οὐδὲ συμβάλλεται πρὸς ἐπιθυμίαν οὐδέν, ἀλλὰ τοὐναντίον μᾶλλον· ἀληθὲς γὰρ ὅπερ Εὐριπίδην σκώπτων εἶπε Στράττις, ὅταν φακῆν ἕψητε, μὴ ἐπιχεῖν μύρον.
242Aristoteles, De sensu et sensibilibus, 1; 204 (auctor 384BC-322BC)
Ὅτι μὲν οὖν οὐ συμβάλλεται εἰς τροφὴν τὸ ὀσφραντόν, ᾗ ὀσφραντόν, δῆλον· ὅτι μέντοι εἰς ὑγίειαν, καὶ ἐκ τῆς αἰσθήσεως καὶ ἐκ τῶν εἰρημένων φανερόν, ὥστε ὅπερ ὁ χυμὸς ἐν τῷ θρεπτικῷ καὶ πρὸς τὰ τρεφόμενα, τοῦτ’ ἐστὶ πρὸς ὑγίειαν τὸ ὀσφραντόν.
243Aristoteles, De sensu et sensibilibus, 1; 250 (auctor 384BC-322BC)
Ὅπερ καὶ γίνεσθαι δοκεῖ ἐκ τῶν κεραννυμένων ἐν ᾧ ἂν μιχθῶσιν.
244Aristoteles, De sophisticis elenchis, 5; 42 (auctor 384BC-322BC)
Ὅταν οὖν τό μέν ἔχῃ τό δέ μή ἔχῃ, τά ἄμφω ἔσται ἢ ὁρῶντα ἢ τυφλά· ὅπερ ἀδύνατον.
245Aristoteles, De sophisticis elenchis, 6; 22 (auctor 384BC-322BC)
Δεῖ γάρ τό συμπέρασμα τῷ ταῦτ᾿ εἶναι αἴτια τοῦ συμβαίνειν, ὅπερ οὐκ ἦν ἐν τοῖς ἀναιτίοις· καί πάλιν μή ἀριθμουμένου τοῦ ἐξ ἀρχῆς, ὅπερ οὐκ ἔχουσιν οἱ παρά τήν αἴτησιν τοῦ ἐν ἀρχῇ.
246Aristoteles, De sophisticis elenchis, 6; 38 (auctor 384BC-322BC)
Ὥστε πάντες οἱ τόποι πίπτουσιν εἰς τήν τοῦ ἐλέγχου ἄγνοιαν, οἱ μέν οὖν παρά τήν λέξιν, ὅτι φαινομένη ἀντίφασις, ὅπερ ἦν ἴδιον τοῦ ἐλέγχου, οἱ δ᾿ ἄλλοι παρά τόν τοῦ συλλογισμοῦ ὅρον.
247Aristoteles, De sophisticis elenchis, 8; 3 (auctor 384BC-322BC)
Εἰσί δ᾿ οὗτοι οἱ μή κατά τό πρᾶγμα ἐλέγχοντες καί δεικνύντες ἀγνοοῦντας, ὅπερ ἦν τῆς πειραστικῆς.
248Aristoteles, De sophisticis elenchis, 15; 18 (auctor 384BC-322BC)
Ἐπιχειρητέον δ᾿ ἐνίοτε καί πρός ἄλλα τοῦ εἰρημένου, ἐκεῖνο ἐκλαβόντας, ἐάν μή πρός τό κείμενον ἔχῃ τις ἐπιχειρεῖν· ὅπερ ὁ Λυκόφρων ἐποίησε προβληθέντος λύραν ἐγκωμιάζειν.
249Aristoteles, De sophisticis elenchis, 17; 6 (auctor 384BC-322BC)
Ἐπεί γάρ ἔξεστιν ἐπί τέλει συμπεραναμένου μή ὅπερ ἔφησεν ἀποφῆσαι λέγειν, ἀλλ᾿ ὁμωνύμως, εἰ καί ὅτι μάλιστ᾿ ἔτυχεν ἐπί ταὐτόν φέρων, ἄδηλον εἰ ἐλήλεγκται· ἄδηλον γάρ εἰ ἀληθῆ λέγει νῦν.
250Aristoteles, De sophisticis elenchis, 17; 13 (auctor 384BC-322BC)
Ὁ γάρ αὐτός ἔσται λόγος τό τόν Κορίσκον τῷ τοῦτον τόν Κορίσκον ἄμουσον εἶναι ἢ μουσικόν· ὅπερ ἅμα φησί τε καί ἀπόφησιν.
251Aristoteles, De sophisticis elenchis, 22; 9 (auctor 384BC-322BC)
Τό αὐτό δέ συμβαίνει ὅπερ ἐν ταῖς ὁμωνυμίαις· οἴεται γάρ ἐν τοῖς ὁμωνύμοις ὁ ἀγνώς τῶν λόγων ὃ ἔφησεν ἀποφῆσαι πρᾶγμα, οὐκ ὄνομα· τό δέ ἔτι προσδεῖ ἐρωτήματος, εἰ ἐφ᾿ ἓν βλέπων λέγει τό ὁμώνυμον· οὕτως γάρ δόντος ἔσται ἔλεγχος.
252Aristoteles, De sophisticis elenchis, 22; 25 (auctor 384BC-322BC)
Ἀλλ᾿ ὅπερ ἐλέχθη καί πρότερον, οὗτοι πάντες οὐ πρός τόν λόγον ἀλλά πρός τόν ἄνθρωπον λύουσιν.
253Aristoteles, De sophisticis elenchis, 22; 38 (auctor 384BC-322BC)
Ὁμοίως δέ καί ἐπί τοῦ Κορίσκος καί Κορίσκος μουσικός, πότερον ταὐτόν ἢ ἕτερον; Τό μέν γάρ τόδε τι τό δέ τοιόνδε σημαίνει, ὥστ᾿ οὐκ ἔστιν αὐτό ἐκθέσθαι· οὐ τό ἐκτίθεσθαι δέ ποιεῖ τόν τρίτον ἄνθρωπον, ἀλλά τό ὅπερ τόδε τι εἶναι συγχωρεῖν.
254Aristoteles, De sophisticis elenchis, 22; 39 (auctor 384BC-322BC)
Οὐ γάρ ἔσται τόδε τι εἶναι, ὅπερ Καλλίας καί ὅπερ ἄνθρωπός ἐστιν.
255Aristoteles, De sophisticis elenchis, 22; 40 (auctor 384BC-322BC)
Οὐδ᾿ εἴ τις τό ἐκτιθέμενον μή ὅπερ τόδε τι εἶναι λέγοι ἀλλ᾿ ὅπερ ποιόν, οὐδέν διοίσει· ἔσται γάρ τό παρά τούς πολλούς ἕν τι, οἷον ὁ ἄνθρωπος.
256Aristoteles, De sophisticis elenchis, 31; 4 (auctor 384BC-322BC)
Οὐδ᾿ ἡ ἐπιστήμη ἐν τῷ εἴδει, οἷον εἰ ἔστιν ἡ ἰατρική ἐπιστήμη, ὅπερ τό κοινόν· ἐκεῖνο δ᾿ ἦν ἐπιστήμη ἐπιστητοῦ.
257Aristoteles, De sophisticis elenchis, 32; 7 (auctor 384BC-322BC)
Εἰ δή τις ἔροιτο, ἆρ᾿ οὗτός ἐστιν αὕτη; εἶτα πάλιν, τί δ᾿; οὐχ οὗτός ἐστι Κορίσκος; εἶτ᾿ εἴπειεν, ἔστιν ἄρα οὗτος αὕτη, οὐ συλλελόγισται τόν σολοικισμόν, οὐδ᾿ εἰ τό Κορίσκος σημαίνει ὅπερ αὕτη, μή δίδωσι δέ ἀποκρινόμενος, ἀλλά δεῖ τοῦτο προσερωτηθῆναι.
258Aristoteles, De sophisticis elenchis, 32; 11 (auctor 384BC-322BC)
Ἆρ᾿ ἀληθές ἐστιν εἰπεῖν ὅτι ἔστιν αὕτη, ὅπερ εἶναι φῂς αὐτήν; εἶναι δέ φῂς ἀσπίδα· ἔστιν ἄρα αὕτη ἀσπίδα.
259Aristoteles, De sophisticis elenchis, 33; 33 (auctor 384BC-322BC)
Ταύτης δ᾿ εὑρημένης ῥᾷον τό προστιθέναι καί συναύξειν τό λοιπόν ἐστιν· ὅπερ καί περί τούς ῥητορικούς λόγους συμβέβηκε, σχεδόν δέ καί περί τάς ἄλλας πάσας τέχνας.
260Aristoteles, Ethica Eudemia, 1; 49 (auctor 384BC-322BC)
κράτιστον μὲν γὰρ πάντας ἀνθρώπους φαίνεσθαι συνομολογοῦντας τοῖς ῥηθησομένοις, εἰ δὲ μή, τρόπον γέ τινα πάντας, ὅπερ μεταβιβαζόμενοι ποιήσουσιν· ἔχει γὰρ ἕκαστος οἰκεῖόν τι πρὸς τὴν ἀλήθειαν, ἐξ ὧν ἀναγκαῖον δεικνύναι πως περὶ αὐτῶν· ἐκ γὰρ τῶν ἀληθῶς μὲν λεγομένων οὐ σαφῶς δέ, προϊοῦσιν ἔσται καὶ τὸ σαφῶς, μεταλαμβάνουσιν ἀεὶ τὰ γνωριμώτερα τῶν εἰωθότων λέγεσθαι συγκεχυμένως.
261Aristoteles, Ethica Eudemia, 2; 22 (auctor 384BC-322BC)
τοῦτ' ἄρα ἐστὶ τὸ τέλεον ἀγαθόν, ὅπερ ἦν ἡ εὐδαιμονία.
262Aristoteles, Ethica Eudemia, 3; 58 (auctor 384BC-322BC)
οὔτ' εἰ φεύγοντες τὸ πονεῖν, ὅπερ πολλοὶ ποιοῦσιν, οὐδὲ τῶν τοιούτων οὐδεὶς ἀνδρεῖος, καθάπερ καὶ Ἀγάθων φησὶ φαῦλοι βροτῶν γὰρ τοῦ πονεῖν ἡσσώμενοι, θανεῖν ἐρῶσιν.
263Aristoteles, Ethica Eudemia, 7; 300 (auctor 384BC-322BC)
τοῦτο δ' ἐστὶν ἡ τιμή, ὅπερ καὶ τῷ ἄρχοντι φύσει καὶ θεῷ πρὸς τὸ ἀρχόμενον.
264Aristoteles, Ethica Eudemia, 7; 319 (auctor 384BC-322BC)
ἐνδέχεται γὰρ ὅπερ λέγει Θέογνις· σοὶ μὲν τοῦτο, θεά, σμικρόν, ἐμοὶ δὲ μέγα.
265Aristoteles, Ethica Eudemia, 8; 13 (auctor 384BC-322BC)
ἄτοπον γὰρ εἰ τὴν μὲν ἐν τῷ λογιστικῷ ἀρετὴν μοχθηρία ποτὲ ἐγγενομένη ἐν τῷ ἀλόγῳ στρέψει καὶ ποιήσει ἀγνοεῖν, ἡ δ' ἀρετὴ ἐν τῷ ἀλόγῳ ἀγνοίας ἐνούσης οὐ στρέψει ταύτην, καὶ ποιήσει φρονίμως κρίνειν καὶ τὰ δέοντα, καὶ πάλιν ἡ φρόνησις ἡ ἐν τῷ λογιστικῷ τὴν ἐν τῷ ἀλόγῳ ἀκολασίαν σωφρόνως πράττειν· ὅπερ δοκεῖ ἡ ἐγκράτεια.
266Aristoteles, Ethica Nicomachea, 2, 1; 4 (auctor 384BC-322BC)
ἔτι ὅσα μὲν φύσει ἡμῖν παραγίνεται, τὰς δυνάμεις τούτων πρότερον κομιζόμεθα, ὕστερον δὲ τὰς ἐνεργείας ἀποδίδομεν (ὅπερ ἐπὶ τῶν αἰσθήσεων δῆλον· οὐ γὰρ ἐκ τοῦ πολλάκις ἰδεῖν ἢ πολλάκις ἀκοῦσαι τὰς αἰσθήσεις ἐλάβομεν, ἀλλ' ἀνάπαλιν ἔχοντες ἐχρησάμεθα, οὐ χρησάμενοι ἔσχομεν) · τὰς δ' ἀρετὰς λαμβάνομεν ἐνεργήσαντες πρότερον, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν· ἃ γὰρ δεῖ μαθόντας ποιεῖν, ταῦτα ποιοῦντες μανθάνομεν, οἷον οἰκοδομοῦντες οἰκοδόμοι γίνονται καὶ κιθαρίζοντες κιθαρισταί· οὕτω δὴ καὶ τὰ μὲν δίκαια πράττοντες δίκαιοι γινόμεθα, τὰ δὲ σώφρονα σώφρονες, τὰ δ' ἀνδρεῖα ἀνδρεῖοι.
267Aristoteles, Ethica Nicomachea, 2, 5; 7 (auctor 384BC-322BC)
λέγω δὲ τοῦ μὲν πράγματος μέσον τὸ ἴσον ἀπέχον ἀφ' ἑκατέρου τῶν ἄκρων, ὅπερ ἐστὶν ἓν καὶ τὸ αὐτὸ πᾶσιν, πρὸς ἡμᾶς δὲ ὃ μήτε πλεονάζει μήτε ἐλλείπει· τοῦτο δ' οὐχ ἕν, οὐδὲ ταὐτὸν πᾶσιν.
268Aristoteles, Ethica Nicomachea, 2, 5; 14 (auctor 384BC-322BC)
οἷον καὶ φοβηθῆναι καὶ θαρρῆσαι καὶ ἐπιθυμῆσαι καὶ ὀργισθῆναι καὶ ἐλεῆσαι καὶ ὅλως ἡσθῆναι καὶ λυπηθῆναι ἔστι καὶ μᾶλλον καὶ ἧττον, καὶ ἀμφότερα οὐκ εὖ· τὸ δ' ὅτε δεῖ καὶ ἐφ' οἷς καὶ πρὸς οὓς καὶ οὗ ἕνεκα καὶ ὡς δεῖ, μέσον τε καὶ ἄριστον, ὅπερ ἐστὶ τῆς ἀρετῆς.
269Aristoteles, Ethica Nicomachea, 2, 9; 7 (auctor 384BC-322BC)
εἰς τοὐναντίον δ' ἑαυτοὺς ἀφέλκειν δεῖ· πολὺ γὰρ ἀπάγοντες τοῦ ἁμαρτάνειν εἰς τὸ μέσον ἥξομεν, ὅπερ οἱ τὰ διεστραμμένα τῶν ξύλων ὀρθοῦντες ποιοῦσιν.
270Aristoteles, Ethica Nicomachea, 2, 9; 9 (auctor 384BC-322BC)
ὅπερ οὖν οἱ δημογέροντες ἔπαθον πρὸς τὴν Ἑλένην, τοῦτο δεῖ παθεῖν καὶ ἡμᾶς πρὸς τὴν ἡδονήν, καὶ ἐν πᾶσι τὴν ἐκείνων ἐπιλέγειν φωνήν· οὕτω γὰρ αὐτὴν ἀποπεμπόμενοι ἧττον ἁμαρτησόμεθα.
271Aristoteles, Ethica Nicomachea, 3, 11; 13 (auctor 384BC-322BC)
οἱ στρατιῶται δὲ δειλοὶ γίνονται, ὅταν ὑπερτείνῃ ὁ κίνδυνος καὶ λείπωνται τοῖς πλήθεσι καὶ ταῖς παρασκευαῖς· πρῶτοι γὰρ φεύγουσι, τὰ δὲ πολιτικὰ μένοντα ἀποθνήσκει, ὅπερ κἀπὶ τῷ Ἑρμαίῳ συνέβη.
272Aristoteles, Ethica Nicomachea, 3, 11; 25 (auctor 384BC-322BC)
διὸ καὶ μένουσί τινα χρόνον· οἱ δ' ἠπατημένοι, ἐὰν γνῶσιν ὅτι ἕτερον ἢ ὑποπτεύσωσι, φεύγουσιν· ὅπερ οἱ Ἀργεῖοι ἔπαθον περιπεσόντες τοῖς Λάκωσιν ὡς Σικυωνίοις.
273Aristoteles, Ethica Nicomachea, 3, 13; 13 (auctor 384BC-322BC)
φαίνονται δὲ καὶ τῇ γεύσει ἐπὶ μικρὸν ἢ οὐθὲν χρῆσθαι· τῆς γὰρ γεύσεώς ἐστιν ἡ κρίσις τῶν χυμῶν, ὅπερ ποιοῦσιν οἱ τοὺς οἴνους δοκιμάζοντες καὶ τὰ ὄψα ἀρτύοντες· οὐ πάνυ δὲ χαίρουσι τούτοις, ἢ οὐχ οἵ γε ἀκόλαστοι, ἀλλὰ τῇ ἀπολαύσει, ἣ γίνεται πᾶσα δι' ἁφῆς καὶ ἐν σιτίοις καὶ ἐν ποτοῖς καὶ τοῖς ἀφροδισίοις λεγομένοις.
274Aristoteles, Ethica Nicomachea, 4, 15; 3 (auctor 384BC-322BC)
σωματικὰ δὴ φαίνεταί πως εἶναι ἀμφότερα, ὅπερ δοκεῖ πάθους μᾶλλον ἢ ἕξεως εἶναι.
275Aristoteles, Ethica Nicomachea, 5, 6; 3 (auctor 384BC-322BC)
εἰ οὖν τὸ ἄδικον ἄνισον, τὸ δίκαιον ἴσον· ὅπερ καὶ ἄνευ λόγου δοκεῖ πᾶσιν.
276Aristoteles, Ethica Nicomachea, 5, 6; 17 (auctor 384BC-322BC)
ὥστε καὶ τὸ ὅλον πρὸς τὸ ὅλον· ὅπερ ἡ νομὴ συνδυάζει, κἂν οὕτω συντεθῇ, δικαίως συνδυάζει.
277Aristoteles, Ethica Nicomachea, 5, 7; 2 (auctor 384BC-322BC)
καλοῦσι δὲ τὴν τοιαύτην ἀναλογίαν γεωμετρικὴν οἱ μαθηματικοί· ἐν γὰρ τῇ γεωμετρικῇ συμβαίνει καὶ τὸ ὅλον πρὸς τὸ ὅλον ὅπερ ἑκάτερον πρὸς ἑκάτερον.
278Aristoteles, Ethica Nicomachea, 5, 7; 5 (auctor 384BC-322BC)
γίνεται ἄρα τὸ μὲν πλέον τὸ δ' ἔλαττον, ὅπερ καὶ ἐπὶ τῶν ἔργων συμβαίνει· ὁ μὲν γὰρ ἀδικῶν πλέον ἔχει, ὁ δ' ἀδικούμενος ἔλαττον τοῦ ἀγαθοῦ.
279Aristoteles, Ethica Nicomachea, 5, 8; 17 (auctor 384BC-322BC)
δεῖ τοίνυν ὅπερ οἰκοδόμος πρὸς σκυτοτόμον, τοσαδὶ ὑποδήματα πρὸς οἰκίαν ἢ τροφήν.
280Aristoteles, Ethica Nicomachea, 5, 8; 22 (auctor 384BC-322BC)
ἔσται δὴ ἀντιπεπονθός, ὅταν ἰσασθῇ, ὥστε ὅπερ γεωργὸς πρὸς σκυτοτόμον, τὸ ἔργον τὸ τοῦ σκυτοτόμου πρὸς τὸ τοῦ γεωργοῦ.
281Aristoteles, Ethica Nicomachea, 5, 12a; 2 (auctor 384BC-322BC)
εἰ γὰρ ἐνδέχεται τὸ πρότερον λεχθὲν καὶ ὁ διανέμων ἀδικεῖ ἀλλ' οὐχ ὁ ἔχων τὸ πλέον, εἴ τις πλέον αὑτοῦ ἑτέρῳ νέμει εἰδὼς καὶ ἑκών, οὗτος αὐτὸς αὑτὸν ἀδικεῖ· ὅπερ δοκοῦσιν οἱ μέτριοι ποιεῖν· ὁ γὰρ ἐπιεικὴς ἐλαττωτικός ἐστιν.
282Aristoteles, Ethica Nicomachea, 6, 2; 10 (auctor 384BC-322BC)
ἔστι δ' ὅπερ ἐν διανοίᾳ κατάφασις καὶ ἀπόφασις, τοῦτ' ἐν ὀρέξει δίωξις καὶ φυγή· ὥστ' ἐπειδὴ ἡ ἠθικὴ ἀρετὴ ἕξις προαιρετική, ἡ δὲ προαίρεσις ὄρεξις βουλευτική, δεῖ διὰ ταῦτα μὲν τόν τε λόγον ἀληθῆ εἶναι καὶ τὴν ὄρεξιν ὀρθήν, εἴπερ ἡ προαίρεσις σπουδαία, καὶ τὰ αὐτὰ τὸν μὲν φάναι τὴν δὲ διώκειν.
283Aristoteles, Ethica Nicomachea, 6, 4; 3 (auctor 384BC-322BC)
ἐπεὶ δ' ἡ οἰκοδομικὴ τέχνη τίς ἐστι καὶ ὅπερ ἕξις τις μετὰ λόγου ποιητική, καὶ οὐδεμία οὔτε τέχνη ἐστὶν ἥτις οὐ μετὰ λόγου ποιητικὴ ἕξις ἐστίν, οὔτε τοιαύτη ἣ οὐ τέχνη, ταὐτὸν ἂν εἴη τέχνη καὶ ἕξις μετὰ λόγου ἀληθοῦς ποιητική.
284Aristoteles, Ethica Nicomachea, 7, 14; 4 (auctor 384BC-322BC)
ὡς γὰρ Σπεύσιππος ἔλυεν, οὐ συμβαίνει ἡ λύσις, ὥσπερ τὸ μεῖζον τῷ ἐλάττονι καὶ τῷ ἴσῳ ἐναντίον· οὐ γὰρ ἂν φαίη ὅπερ κακόν τι εἶναι τὴν ἡδονήν.
285Aristoteles, Ethica Nicomachea, 8, 5; 1 (auctor 384BC-322BC)
αὕτη μὲν οὖν καὶ κατὰ τὸν χρόνον καὶ κατὰ τὰ λοιπὰ τελεία ἐστί, καὶ κατὰ πάντα ταὐτὰ γίνεται καὶ ὅμοια ἑκατέρῳ παρ' ἑκατέρου, ὅπερ δεῖ τοῖς φίλοις ὑπάρχειν.
286Aristoteles, Ethica Nicomachea, 8, 6; 7 (auctor 384BC-322BC)
οὐδὲν γὰρ οὕτως ἐστὶ φίλων ὡς τὸ συζῆν (ὠφελείας μὲν γὰρ οἱ ἐνδεεῖς ὀρέγονται, συνημερεύειν δὲ καὶ οἱ μακάριοι· μονώταις γὰρ εἶναι τούτοις ἥκιστα προσήκει) · συνδιάγειν δὲ μετ' ἀλλήλων οὐκ ἔστι μὴ ἡδεῖς ὄντας μηδὲ χαίροντας τοῖς αὐτοῖς, ὅπερ ἡ ἑταιρικὴ δοκεῖ ἔχειν.
287Aristoteles, Ethica Nicomachea, 9, 2; 5 (auctor 384BC-322BC)
ὅπερ οὖν εἴρηται, καθόλου μὲν τὸ ὀφείλημα ἀποδοτέον, ἐὰν δ' ὑπερτείνῃ ἡ δόσις τῷ καλῷ ἢ τῷ ἀναγκαίῳ, πρὸς ταῦτ' ἀποκλιτέον.
288Aristoteles, Ethica Nicomachea, 9, 2; 9 (auctor 384BC-322BC)
ὅπερ οὖν πολλάκις εἴρηται, οἱ περὶ τὰ πάθη καὶ τὰς πράξεις λόγοι ὁμοίως ἔχουσι τὸ ὡρισμένον τοῖς περὶ ἅ εἰσιν.
289Aristoteles, Ethica Nicomachea, 9, 4; 2 (auctor 384BC-322BC)
τιθέασι γὰρ φίλον τὸν βουλόμενον καὶ πράττοντα τἀγαθὰ ἢ τὰ φαινόμενα ἐκείνου ἕνεκα, ἢ τὸν βουλόμενον εἶναι καὶ ζῆν τὸν φίλον αὐτοῦ χάριν· ὅπερ αἱ μητέρες πρὸς τὰ τέκνα πεπόνθασι, καὶ τῶν φίλων οἱ προσκεκρουκότες.
290Aristoteles, Ethica Nicomachea, 9, 4; 5 (auctor 384BC-322BC)
πρὸς ἑαυτὸν δὲ τούτων ἕκαστον τῷ ἐπιεικεῖ ὑπάρχει (τοῖς δὲ λοιποῖς, ᾗ τοιοῦτοι ὑπολαμβάνουσιν εἶναι· ἔοικε δέ, καθάπερ εἴρηται, μέτρον ἑκάστων ἡ ἀρετὴ καὶ ὁ σπουδαῖος εἶναι) · οὗτος γὰρ ὁμογνωμονεῖ ἑαυτῷ, καὶ τῶν αὐτῶν ὀρέγεται κατὰ πᾶσαν τὴν ψυχήν· καὶ βούλεται δὴ ἑαυτῷ τἀγαθὰ καὶ τὰ φαινόμενα καὶ πράττει (τοῦ γὰρ ἀγαθοῦ τἀγαθὸν διαπονεῖν) καὶ ἑαυτοῦ ἕνεκα (τοῦ γὰρ διανοητικοῦ χάριν, ὅπερ ἕκαστος εἶναι δοκεῖ) · καὶ ζῆν δὲ βούλεται ἑαυτὸν καὶ σῴζεσθαι, καὶ μάλιστα τοῦτο ᾧ φρονεῖ.
291Aristoteles, Ethica Nicomachea, 9, 5; 4 (auctor 384BC-322BC)
οὐ γὰρ ἔχει διάτασιν οὐδ' ὄρεξιν, τῇ φιλήσει δὲ ταῦτ' ἀκολουθεῖ· καὶ ἡ μὲν φίλησις μετὰ συνηθείας, ἡ δ' εὔνοια καὶ ἐκ προσπαίου, οἷον καὶ περὶ τοὺς ἀγωνιστὰς συμβαίνει· εὖνοι γὰρ αὐτοῖς γίνονται καὶ συνθέλουσιν, συμπράξαιεν δ' ἂν οὐδέν· ὅπερ γὰρ εἴπομεν, προσπαίως εὖνοι γίνονται καὶ ἐπιπολαίως στέργουσιν.
292Aristoteles, Ethica Nicomachea, 9, 7; 5 (auctor 384BC-322BC)
ὅπερ καὶ ἐπὶ τῶν τεχνιτῶν συμβέβηκεν· πᾶς γὰρ τὸ οἰκεῖον ἔργον ἀγαπᾷ μᾶλλον ἢ ἀγαπηθείη ἂν ὑπὸ τοῦ ἔργου ἐμψύχου γενομένου· μάλιστα δ' ἴσως τοῦτο περὶ τοὺς ποιητὰς συμβαίνει· ὑπεραγαπῶσι γὰρ οὗτοι τὰ οἰκεῖα ποιήματα, στέργοντες ὥσπερ τέκνα.
293Aristoteles, Ethica Nicomachea, 9, 13; 9 (auctor 384BC-322BC)
ὅπερ φασὶ καὶ Πρωταγόραν ποιεῖν· ὅτε γὰρ διδάξειεν ἁδήποτε, τιμῆσαι τὸν μαθόντα ἐκέλευεν ὅσου δοκεῖ ἄξια ἐπίστασθαι, καὶ ἐλάμβανε τοσοῦτον.
294Aristoteles, Ethica Nicomachea, 10, 5; 13 (auctor 384BC-322BC)
σχεδὸν γὰρ αἱ ἀλλότριαι ἡδοναὶ ποιοῦσιν ὅπερ αἱ οἰκεῖαι λῦπαι· φθείρουσι γὰρ τὰς ἐνεργείας αἱ οἰκεῖαι λῦπαι, οἷον εἴ τῳ τὸ γράφειν ἀηδὲς καὶ ἐπίλυπον ἢ τὸ λογίζεσθαι· ὃ μὲν γὰρ οὐ γράφει, ὃ δ' οὐ λογίζεται, λυπηρᾶς οὔσης τῆς ἐνεργείας.
295Aristoteles, Historia animalium, 1, I 1; 44 (auctor 384BC-322BC)
Πολιτικά δ’ ἐστίν ὧν ἕν τι καί κοινόν γίνεται πάντων τό ἔργον· ὅπερ οὐ πάντα ποιεῖ τά ἀγελαῖα.
296Aristoteles, Historia animalium, 2, II 1; 78 (auctor 384BC-322BC)
Τῶν δέ μωνύχων τά ἄρρενα οὐκ ἔχουσι μαστούς, πλήν ὅσα ἐοίκασι τῇ μητρί, ὅπερ συμβαίνει ἐπί τῶν ἵππων.
297Aristoteles, Historia animalium, 2, II 17; 46 (auctor 384BC-322BC)
Λέγουσι δέ τινες συμβαίνειν περί τούς ὄφεις τό αὐτό ὅπερ καί περί τούς νεοττούς τούς τῶν χελιδόνων· ἐάν γάρ τις ἐκκεντήσῃ τά ὄμματα τῶν ὄφεων, φασί φύεσθαι πάλιν.
298Aristoteles, Historia animalium, 4, IV 8; 20 (auctor 384BC-322BC)
Ἐνίοτε δ’ ὅταν βούλωνται συνδραμεῖν, ταὐτόν ποιοῦσιν ὅπερ ἐπί τῆς τῶν δελφίνων θήρας· ψοφοῦσι γάρ λίθοις, ἵνα φοβηθέντες συνθέωσιν εἰς ταὐτό καί τοῖς δικτύοις οὕτω περιβάλλωνται.
299Aristoteles, Historia animalium, 4, IV 8; 44 (auctor 384BC-322BC)
Τό δέ τῇ ἁφῇ αἰσθάνεσθαι, ὅπερ καί πρότερον εἴρηται, πᾶσιν ὑπάρχει τοῖς ζῴοις.
300Aristoteles, Historia animalium, 5, V 16; 10 (auctor 384BC-322BC)
Σημεῖον δέ· ὅταν γάρ ληφθῶσι, φαίνονται μεστοί ἰλύος· ὅπερ συμβαίνει καί τοῖς ἄλλοις τοῖς φυομένοις ἀπό τῆς προσφύσεως οὖσα ἡ τροφή.
301Aristoteles, Historia animalium, 6, VI 13; 10 (auctor 384BC-322BC)
Ὅπερ εὔλογον συμβαίνειν καί ἐπί τῶν ἄλλων μαλακίων, ἀλλ’ ἐπί τῶν σηπιῶν ὦπται ἐν τῷ παρόντι μόνον.
302Aristoteles, Historia animalium, 6, VI 18; 17 (auctor 384BC-322BC)
Ἔστι δέ τό πάθος ὅπερ ἐπί τῶν ὑῶν λέγεται τό καπρίζειν.
303Aristoteles, Historia animalium, 7, VII 1; 4 (auctor 384BC-322BC)
Γίνεται δέ τοῦτο μᾶλλον τοῖς πειρωμένοις ἀφροδισιάζειν· τοῖς γάρ περί ταῦτα προθυμουμένοις καί μεταβάλλουσιν αἱ φωναί εἰς τήν τῶν ἀνδρῶν φωνήν, ἀπεχομένοις δέ τοὐναντίον· ἐάν δέ καί συναποβιάζωνται ταῖς ἐπιμελείαις, ὅπερ ποιοῦσιν ἔνιοι τῶν περί τάς χορείας σπουδαζόντων, καί μέχρι πόρρω διαμένει καί τό πάμπαν μικράν λαμβάνει μεταβολήν.
304Aristoteles, Historia animalium, 8, VIII 15; 17 (auctor 384BC-322BC)
Ὅπερ ἐν τῷ Βοσπόρῳ γνωριμώτατόν ἐστιν· ἡ γάρ ἰλύς ἐπάνω γίνεται καί ἐπιφέρονται οἱ ἰχθύες.
305Aristoteles, Historia animalium, 10, X 2; 13 (auctor 384BC-322BC)
Ταῦτα γάρ σημαίνει οὕτω γιγνόμενα ὅτι καλῶς ἔχουσιν αἱ ὑστέραι καί ποιοῦσι τό αὑτῶν ἔργον, τῷ μέν μή εὐθύς ἀνεστομῶσθαι ἀλλά μαλακόν τό στόμα γίνεσθαι, ὅτι ἅμα τῷ ἄλλῳ σώματι λυομένῳ λύονται, καί οὐκ ἐμποδίζουσι, καί ἀφιᾶσι πρῶτον τά ἀπ’ αὐτοῦ τοῦ στόματος, ὅταν δέ πλείω τό σῶμα προΐηται, ἀναστομοῦνται· ὅπερ ἐστί στόματος ὑγιεινῶς ἔχοντος.
306Aristoteles, Historia animalium, 10, X 5; 19 (auctor 384BC-322BC)
Ἔτι εἰ πολλά ἀπό μιᾶς ὀχείας γίνεται, ὅπερ φαίνεται ἐπί τῶν ὑῶν καί τῶν διδύμων ἐνίοτε γιγνόμενον, δῆλον ὅτι οὐκ ἀπό παντός ἔρχεται τό σπέρμα τοῦ σώματος, ἀλλ’ ἐφ’ ἑκάστου εἴδους ἐμερίζετο.
307Aristoteles, Historia animalium, 10, X 6; 16 (auctor 384BC-322BC)
Ἢ ὅτι ἡ μέν ὄρνις εἰς τήν ὑστέραν προΐεται, καί οὐκ ἔστιν ἔξω τόπος εἰς ὃν ἀφίησιν, οὐδέ ὁ ἄρρην· διό ἐάν μή τύχῃ ὀχεύων, εἰς τήν γῆν ἐκχεῖ· τοῖς δέ τετράποσιν ἔστιν ἔξω τόπος ἄλλος, εἰς ὃν καί τό θῆλυ προΐεται καί τό ἄρρεν· ὅπερ τοῖς μέν ἄλλοις μετά τῶν ἄλλων ὑγρῶν συγχεῖται, καί οὐ συνίσταται ἐν τῇ ὑστέρᾳ διά τό μή εἰσιέναι, ταῖς δ’ ὄρνισι λαβοῦσα ἡ ὑστέρα συμπέττει καί σῶμά τι ὄμοιον τἆλλα, πλήν οὐ ζῷον· διό δεῖ ἐξ ἀμφοῖν τό ζῷον εἶναι.
308Aristoteles, Historia animalium, 10, X 7; 2 (auctor 384BC-322BC)
Δῆλον γάρ ὅτι ἕλκει ἡ ὑστέρα ἄνωθεν, ὥστε διά τί οὐ γεννᾷ αὐτά καθ’ αὐτά τά θήλεα, ἐπείπερ καί μιχθέν ἕλκει τό τοῦ ἄρρενος; Διά τί οὐχί καί αἱ αἶγες τό αὑτῆς ἕλκει, ὅπερ εἰς τό ἔξω διατείνει; αἷς γίνεται τοῦτο τό πάθος κυούσαις ἔτη πολλά.
309Aristoteles, Magna moralia, 1, 34, 29; 60 (auctor 384BC-322BC)
εἰ τοίνυν ὁμοίως καὶ ἐπὶ τῶν ἀρετῶν ἔχει, ὅπερ εἰκὸς καὶ εὔλογον, καὶ ἡ φρόνησις ἂν εἴη πρακτική.
310Aristoteles, Metaphysica, 1, 9; 44 (auctor 384BC-322BC)
οὐδὲ δὴ ὅπερ ταῖς ἐπιστήμαις ὁρῶμεν ὂν αἴτιον, δι' ὃ καὶ πᾶς νοῦς καὶ πᾶσα φύσις ποιεῖ, οὐδὲ ταύτης τῆς αἰτίας, ἥν φαμεν εἶναι μίαν τῶν ἀρχῶν, οὐθὲν ἅπτεται τὰ εἴδη, ἀλλὰ γέγονε τὰ μαθήματα τοῖς νῦν ἡ φιλοσοφία, φασκόντων ἄλλων χάριν αὐτὰ δεῖν πραγματεύεσθαι.
311Aristoteles, Metaphysica, 3, 2; 26 (auctor 384BC-322BC)
ὅλως δὲ τίνος ἕνεκ' ἄν τις θείη εἶναι μὲν αὐτά, εἶναι δ' ἐν τοῖς αἰσθητοῖς· ταὐτὰ γὰρ συμβήσεται ἄτοπα τοῖς προειρημένοις· ἔσται γὰρ οὐρανός τις παρὰ τὸν οὐρανόν, πλήν γ' οὐ χωρὶς ἀλλ' ἐν τῷ αὐτῷ τόπῳ· ὅπερ ἐστὶν ἀδυνατώτερον.
312Aristoteles, Metaphysica, 3, 4; 37 (auctor 384BC-322BC)
συμβαίνει δέ, εἰ μέν τις μὴ θήσεται εἶναί τινα οὐσίαν τὸ ἓν καὶ τὸ ὄν, μηδὲ τῶν ἄλλων εἶναι τῶν καθόλου μηθέν (ταῦτα γάρ ἐστι καθόλου μάλιστα πάντων, εἰ δὲ μὴ ἔστι τι ἓν αὐτὸ μηδ' αὐτὸ ὄν, σχολῇ τῶν γε ἄλλων τι ἂν εἴη παρὰ τὰ λεγόμενα καθ' ἕκαστα) , ἔτι δὲ μὴ ὄντος τοῦ ἑνὸς οὐσίας, δῆλον ὅτι οὐδ' ἂν ἀριθμὸς εἴη ὡς κεχωρισμένη τις φύσις τῶν ὄντων (ὁ μὲν γὰρ ἀριθμὸς μονάδες, ἡ δὲ μονὰς ὅπερ ἕν τί ἐστιν) · εἰ δ' ἔστι τι αὐτὸ ἓν καὶ ὄν, ἀναγκαῖον οὐσίαν αὐτῶν εἶναι τὸ ἓν καὶ τὸ ὄν· οὐ γὰρ ἕτερόν τι καθόλου κατηγορεῖται ἀλλὰ ταῦτα αὐτά.
313Aristoteles, Metaphysica, 4, 2; 8 (auctor 384BC-322BC)
εἰ δὴ τὸ ὂν καὶ τὸ ἓν ταὐτὸν καὶ μία φύσις τῷ ἀκολουθεῖν ἀλλήλοις ὥσπερ ἀρχὴ καὶ αἴτιον, ἀλλ' οὐχ ὡς ἑνὶ λόγῳ δηλούμενα (διαφέρει δὲ οὐθὲν οὐδ' ἂν ὁμοίως ὑπολάβωμεν, ἀλλὰ καὶ πρὸ ἔργου μᾶλλον) · ταὐτὸ γὰρ εἷς ἄνθρωπος καὶ ἄνθρωπος, καὶ ὢν ἄνθρωπος καὶ ἄνθρωπος, καὶ οὐχ ἕτερόν τι δηλοῖ κατὰ τὴν λέξιν ἐπαναδιπλούμενον τὸ εἷς ἄνθρωπος καὶ εἷς ὢν ἄνθρωπος (δῆλον δ' ὅτι οὐ χωρίζεται οὔτ' ἐπὶ γενέσεως οὔτ' ἐπὶ φθορᾶς) , ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ἑνός, ὥστε φανερὸν ὅτι ἡ πρόσθεσις ἐν τούτοις ταὐτὸ δηλοῖ, καὶ οὐδὲν ἕτερον τὸ ἓν παρὰ τὸ ὄν, ἔτι δ' ἡ ἑκάστου οὐσία ἕν ἐστιν οὐ κατὰ συμβεβηκός, ὁμοίως δὲ καὶ ὅπερ ὄν τι· ὥσθ' ὅσα περ τοῦ ἑνὸς εἴδη, τοσαῦτα καὶ τοῦ ὄντος· περὶ ὧν τὸ τί ἐστι τῆς αὐτῆς ἐπιστήμης τῷ γένει θεωρῆσαι, λέγω δ' οἷον περὶ ταὐτοῦ καὶ ὁμοίου καὶ τῶν ἄλλων τῶν τοιούτων.
314Aristoteles, Metaphysica, 4, 2; 16 (auctor 384BC-322BC)
φανερὸν οὖν [ὅπερ ἐν ταῖς ἀπορίαις ἐλέχθη] ὅτι μιᾶς περὶ τούτων καὶ τῆς οὐσίας ἐστὶ λόγον ἔχειν (τοῦτο δ' ἦν ἓν τῶν ἐν τοῖς ἀπορήμασιν) , καὶ ἔστι τοῦ φιλοσόφου περὶ πάντων δύνασθαι θεωρεῖν.
315Aristoteles, Metaphysica, 4, 4; 14 (auctor 384BC-322BC)
ἔστω δή, ὥσπερ ἐλέχθη κατ' ἀρχάς, σημαῖνόν τι τὸ ὄνομα καὶ σημαῖνον ἕν· οὐ δὴ ἐνδέχεται τὸ ἀνθρώπῳ εἶναι σημαίνειν ὅπερ ἀνθρώπῳ μὴ εἶναι, εἰ τὸ ἄνθρωπος σημαίνει μὴ μόνον καθ' ἑνὸς ἀλλὰ καὶ ἕν (οὐ γὰρ τοῦτο ἀξιοῦμεν τὸ ἓν σημαίνειν, τὸ καθ' ἑνός, ἐπεὶ οὕτω γε κἂν τὸ μουσικὸν καὶ τὸ λευκὸν καὶ τὸ ἄνθρωπος ἓν ἐσήμαινεν, ὥστε ἓν ἅπαντα ἔσται· συνώνυμα γάρ) .
316Aristoteles, Metaphysica, 4, 4; 21 (auctor 384BC-322BC)
εἰ δὲ καὶ τὸ λευκὸν φήσει τὸ αὐτὸ καὶ ἓν σημαίνειν, πάλιν τὸ αὐτὸ ἐροῦμεν ὅπερ καὶ πρότερον ἐλέχθη, ὅτι ἓν πάντα ἔσται καὶ οὐ μόνον τὰ ἀντικείμενα.
317Aristoteles, Metaphysica, 4, 4; 28 (auctor 384BC-322BC)
πάντα γὰρ ἀνάγκη συμβεβηκέναι φάσκειν αὐτοῖς, καὶ τὸ ὅπερ ἀνθρώπῳ εἶναι ἢ ζῴῳ εἶναι μὴ εἶναι.
318Aristoteles, Metaphysica, 4, 4; 29 (auctor 384BC-322BC)
εἰ γὰρ ἔσται τι ὅπερ ἀνθρώπῳ εἶναι, τοῦτο οὐκ ἔσται μὴ ἀνθρώπῳ εἶναι ἢ μὴ εἶναι ἀνθρώπῳ (καίτοι αὗται ἀποφάσεις τούτου) · ἓν γὰρ ἦν ὃ ἐσήμαινε, καὶ ἦν τοῦτό τινος οὐσία.
319Aristoteles, Metaphysica, 4, 4; 31 (auctor 384BC-322BC)
εἰ δ' ἔσται αὐτῷ τὸ ὅπερ ἀνθρώπῳ εἶναι ἢ ὅπερ μὴ ἀνθρώπῳ εἶναι ἢ ὅπερ μὴ εἶναι ἀνθρώπῳ, ἄλλο ἔσται, ὥστ' ἀναγκαῖον αὐτοῖς λέγειν ὅτι οὐθενὸς ἔσται τοιοῦτος λόγος, ἀλλὰ πάντα κατὰ συμβεβηκός· τούτῳ γὰρ διώρισται οὐσία καὶ τὸ συμβεβηκός· τὸ γὰρ λευκὸν τῷ ἀνθρώπῳ συμβέβηκεν ὅτι ἔστι μὲν λευκὸς ἀλλ' οὐχ ὅπερ λευκόν.
320Aristoteles, Metaphysica, 4, 4; 64 (auctor 384BC-322BC)
ἀλλ' ὅπερ ἐλέχθη, οὐθεὶς ὃς οὐ φαίνεται τὰ μὲν εὐλαβούμενος τὰ δ' οὔ· ὥστε, ὡς ἔοικε, πάντες ὑπολαμβάνουσιν ἔχειν ἁπλῶς, εἰ μὴ περὶ ἅπαντα, ἀλλὰ περὶ τὸ ἄμεινον καὶ χεῖρον.
321Aristoteles, Metaphysica, 4, 5; 16 (auctor 384BC-322BC)
108 καὶ Παρμενίδης δὲ ἀποφαίνεται τὸν αὐτὸν τρόπον· ὡς γὰρ ἑκάστοτ' ἔχει κρᾶσιν μελέων πολυκάμπτων, τὼς νόος ἀνθρώποισι παρίσταται· τὸ γὰρ αὐτὸ ἔστιν ὅπερ φρονέει, μελέων φύσις ἀνθρώποισιν καὶ πᾶσιν καὶ παντί· τὸ γὰρ πλέον ἐστὶ νόημα.
322Aristoteles, Metaphysica, 4, 5; 43 (auctor 384BC-322BC)
ἀλλ' ὅπερ εἴπομεν, τοῦτο αὐτῶν τὸ πάθος ἐστίν· λόγον γὰρ ζητοῦσιν ὧν οὐκ ἔστι λόγος· ἀποδείξεως γὰρ ἀρχὴ οὐκ ἀπόδειξίς ἐστιν.
323Aristoteles, Metaphysica, 5, 15; 7 (auctor 384BC-322BC)
τὰ μὲν οὖν κατ' ἀριθμὸν καὶ δύναμιν λεγόμενα πρός τι πάντα ἐστὶ πρός τι τῷ ὅπερ ἐστὶν ἄλλου λέγεσθαι αὐτὸ ὅ ἐστιν, ἀλλὰ μὴ τῷ ἄλλο πρὸς ἐκεῖνο· τὸ δὲ μετρητὸν καὶ τὸ ἐπιστητὸν καὶ τὸ διανοητὸν τῷ ἄλλο πρὸς αὐτὸ λέγεσθαι πρός τι λέγονται.
324Aristoteles, Metaphysica, 7, 1; 2 (auctor 384BC-322BC)
τοσαυταχῶς δὲ λεγομένου τοῦ ὄντος φανερὸν ὅτι τούτων πρῶτον ὂν τὸ τί ἐστιν, ὅπερ σημαίνει τὴν οὐσίαν (ὅταν μὲν γὰρ εἴπωμεν ποῖόν τι τόδε, ἢ ἀγαθὸν λέγομεν ἢ κακόν, ἀλλ' οὐ τρίπηχυ ἢ ἄνθρωπον· ὅταν δὲ τί ἐστιν, οὐ λευκὸν οὐδὲ θερμὸν οὐδὲ τρίπηχυ, ἀλλὰ ἄνθρωπον ἢ θεόν) , τὰ δ' ἄλλα λέγεται ὄντα τῷ τοῦ οὕτως ὄντος τὰ μὲν ποσότητες εἶναι, τὰ δὲ ποιότητες, τὰ δὲ πάθη, τὰ δὲ ἄλλο τι.
325Aristoteles, Metaphysica, 7, 1; 4 (auctor 384BC-322BC)
ταῦτα δὲ μᾶλλον φαίνεται ὄντα, διότι ἔστι τι τὸ ὑποκείμενον αὐτοῖς ὡρισμένον (τοῦτο δ' ἐστὶν ἡ οὐσία καὶ τὸ καθ' ἕκαστον) , ὅπερ ἐμφαίνεται ἐν τῇ κατηγορίᾳ τῇ τοιαύτῃ· τὸ ἀγαθὸν γὰρ ἢ τὸ καθήμενον οὐκ ἄνευ τούτου λέγεται.
326Aristoteles, Metaphysica, 7, 4; 14 (auctor 384BC-322BC)
ἀλλὰ τὸ ἱματίῳ εἶναι ἆρά ἐστι τί ἦν εἶναί τι [ἢ] ὅλως· ἢ οὔ· ὅπερ γάρ τί ἐστι τὸ τί ἦν εἶναι· ὅταν δ' ἄλλο κατ' ἄλλου λέγηται, οὐκ ἔστιν ὅπερ τόδε τι, οἷον ὁ λευκὸς ἄνθρωπος οὐκ ἔστιν ὅπερ τόδε τι, εἴπερ τὸ τόδε ταῖς οὐσίαις ὑπάρχει μόνον· ὥστε τὸ τί ἦν εἶναί ἐστιν ὅσων ὁ λόγος ἐστὶν ὁρισμός.
327Aristoteles, Metaphysica, 7, 11; 6 (auctor 384BC-322BC)
συμβαίνει δὴ ἕν τε πολλῶν εἶδος εἶναι ὧν τὸ εἶδος φαίνεται ἕτερον (ὅπερ καὶ τοῖς Πυθαγορείοις συνέβαινεν) , καὶ ἐνδέχεται ἓν πάντων ποιεῖν αὐτὸ εἶδος, τὰ δ' ἄλλα μὴ εἴδη· καίτοι οὕτως ἓν πάντα ἔσται.
328Aristoteles, Metaphysica, 7, 13; 11 (auctor 384BC-322BC)
ὅπερ ἀδύνατον· οὔτε λόγῳ γὰρ οὔτε χρόνῳ οὔτε γενέσει οἷόν τε τὰ πάθη τῆς οὐσίας εἶναι πρότερα· ἔσται γὰρ καὶ χωριστά.
329Aristoteles, Metaphysica, 8, 6; 8 (auctor 384BC-322BC)
ὅσα δὲ μὴ ἔχει ὕλην μήτε νοητὴν μήτε αἰσθητήν, εὐθὺς ὅπερ ἕν τί [εἶναί] ἐστιν ἕκαστον, ὥσπερ καὶ ὅπερ ὄν τι, τὸ τόδε, τὸ ποιόν, τὸ ποσόν – διὸ καὶ οὐκ ἔνεστιν ἐν τοῖς ὁρισμοῖς οὔτε τὸ ὂν οὔτε τὸ ἕν – , καὶ τὸ τί ἦν εἶναι εὐθὺς ἕν τί ἐστιν ὥσπερ καὶ ὄν τι – διὸ καὶ οὐκ ἔστιν ἕτερόν τι αἴτιον τοῦ ἓν εἶναι οὐθενὶ τούτων οὐδὲ τοῦ ὄν τι εἶναι· εὐθὺς γὰρ ἕκαστόν ἐστιν ὄν τι καὶ ἕν τι, οὐχ ὡς ἐν γένει τῷ ὄντι καὶ τῷ ἑνί, οὐδ' ὡς χωριστῶν ὄντων παρὰ τὰ καθ' ἕκαστα.
330Aristoteles, Metaphysica, 8, 6; 13 (auctor 384BC-322BC)
ὅσα δὲ μὴ ἔχει ὕλην, πάντα ἁπλῶς ὅπερ ἕν τι.
331Aristoteles, Metaphysica, 9, 10; 5 (auctor 384BC-322BC)
ἢ ὥσπερ οὐδὲ τὸ ἀληθὲς ἐπὶ τούτων τὸ αὐτό, οὕτως οὐδὲ τὸ εἶναι, ἀλλ' ἔστι τὸ μὲν ἀληθὲς ἢ ψεῦδος, τὸ μὲν θιγεῖν καὶ φάναι ἀληθές (οὐ γὰρ ταὐτὸ κατάφασις καὶ φάσις) , τὸ δ' ἀγνοεῖν μὴ θιγγάνειν (ἀπατηθῆναι γὰρ περὶ τὸ τί ἐστιν οὐκ ἔστιν ἀλλ' ἢ κατὰ συμβεβηκός· ὁμοίως δὲ καὶ περὶ τὰς μὴ συνθετὰς οὐσίας, οὐ γὰρ ἔστιν ἀπατηθῆναι· καὶ πᾶσαι εἰσὶν ἐνεργείᾳ, οὐ δυνάμει, ἐγίγνοντο γὰρ ἂν καὶ ἐφθείροντο, νῦν δὲ τὸ ὂν αὐτὸ οὐ γίγνεται οὐδὲ φθείρεται, ἔκ τινος γὰρ ἂν ἐγίγνετο· ὅσα δή ἐστιν ὅπερ εἶναί τι καὶ ἐνέργειαι, περὶ ταῦτα οὐκ ἔστιν ἀπατηθῆναι ἀλλ' ἢ νοεῖν ἢ μή· ἀλλὰ τὸ τί ἐστι ζητεῖται περὶ αὐτῶν, εἰ τοιαῦτά ἐστιν ἢ μή) · τὸ δὲ εἶναι ὡς τὸ ἀληθές, καὶ τὸ μὴ εἶναι τὸ ὡς τὸ ψεῦδος, ἓν μέν ἐστιν, εἰ σύγκειται, ἀληθές, τὸ δ' εἰ μὴ σύγκειται, ψεῦδος· τὸ δὲ ἕν, εἴπερ ὄν, οὕτως ἐστίν, εἰ δὲ μὴ οὕτως, οὐκ ἔστιν· τὸ δὲ ἀληθὲς τὸ νοεῖν ταῦτα· τὸ δὲ ψεῦδος οὐκ ἔστιν, οὐδὲ ἀπάτη, ἀλλὰ ἄγνοια, οὐχ οἵα ἡ τυφλότης· ἡ μὲν γὰρ τυφλότης ἐστὶν ὡς ἂν εἰ τὸ νοητικὸν ὅλως μὴ ἔχοι τις.
332Aristoteles, Metaphysica, 10, 1; 9 (auctor 384BC-322BC)
οὕτω καὶ ἐπὶ αἰτίου καὶ ἑνὸς καὶ τῶν τοιούτων ἁπάντων, διὸ καὶ τὸ ἑνὶ εἶναι τὸ ἀδιαιρέτῳ ἐστὶν εἶναι, ὅπερ τόδε ὄντι καὶ ἰδίᾳ χωριστῷ ἢ τόπῳ ἢ εἴδει ἢ διανοίᾳ, ἢ καὶ τὸ ὅλῳ καὶ ἀδιαιρέτῳ, μάλιστα δὲ τὸ μέτρῳ εἶναι πρώτῳ ἑκάστου γένους καὶ κυριώτατα τοῦ ποσοῦ· ἐντεῦθεν γὰρ ἐπὶ τὰ ἄλλα ἐλήλυθεν.
333Aristoteles, Metaphysica, 10, 5; 3 (auctor 384BC-322BC)
εἰ δὲ τὸ ἄνισον σημαίνει τὸ αὐτὸ ἅμα ἀμφοῖν, εἴη μὲν ἂν ἀντικείμενον ἀμφοῖν (καὶ ἡ ἀπορία βοηθεῖ τοῖς φάσκουσι τὸ ἄνισον δυάδα εἶναι) , ἀλλὰ συμβαίνει ἓν δυοῖν ἐναντίον· ὅπερ ἀδύνατον.
334Aristoteles, Metaphysica, 11, 7; 13 (auctor 384BC-322BC)
περὶ τὸ χωριστὸν ἄρα ὂν καὶ ἀκίνητον ἑτέρα τούτων ἀμφοτέρων τῶν ἐπιστημῶν ἔστι τις, εἴπερ ὑπάρχει τις οὐσία τοιαύτη, λέγω δὲ χωριστὴ καὶ ἀκίνητος, ὅπερ πειρασόμεθα δεικνύναι.
335Aristoteles, Metaphysica, 11, 12; 23 (auctor 384BC-322BC)
τὸ δὲ συνεχὲς ὅπερ ἐχόμενόν τι.
336Aristoteles, Metaphysica, 12, 10; 30 (auctor 384BC-322BC)
ἀλλὰ μὴν οὐδέν γ' ἔσται τῶν ἐναντίων ὅπερ καὶ ποιητικὸν καὶ κινητικόν· ἐνδέχοιτο γὰρ ἂν μὴ εἶναι.
337Aristoteles, Metaphysica, 13, 3; 7 (auctor 384BC-322BC)
ἄριστα δ' ἂν οὕτω θεωρηθείη ἕκαστον, εἴ τις τὸ μὴ κεχωρισμένον θείη χωρίσας, ὅπερ ὁ ἀριθμητικὸς ποιεῖ καὶ ὁ γεωμέτρης.
338Aristoteles, Metaphysica, 13, 9; 7 (auctor 384BC-322BC)
πάντων δὲ κοινὸν τούτων ὅπερ ἐπὶ τῶν εἰδῶν τῶν ὡς γένους συμβαίνει διαπορεῖν, ὅταν τις θῇ τὰ καθόλου, πότερον τὸ ζῷον αὐτὸ ἐν τῷ ζῴῳ ἢ ἕτερον αὐτοῦ ζῴου.
339Aristoteles, Metaphysica, 14, 4; 8 (auctor 384BC-322BC)
συμβαίνει γὰρ πολλὴ δυσχέρεια – ἣν ἔνιοι φεύγοντες ἀπειρήκασιν, οἱ τὸ ἓν μὲν ὁμολογοῦντες ἀρχὴν εἶναι πρώτην καὶ στοιχεῖον, τοῦ ἀριθμοῦ δὲ τοῦ μαθηματικοῦ – ἅπασαι γὰρ αἱ μονάδες γίγνονται ὅπερ ἀγαθόν τι, καὶ πολλή τις εὐπορία ἀγαθῶν.
340Aristoteles, Metaphysica, 14, 4; 9 (auctor 384BC-322BC)
ἔτι εἰ τὰ εἴδη ἀριθμοί, τὰ εἴδη πάντα ὅπερ ἀγαθόν τι· ἀλλὰ μὴν ὅτου βούλεται τιθέτω τις εἶναι ἰδέας· εἰ μὲν γὰρ τῶν ἀγαθῶν μόνον, οὐκ ἔσονται οὐσίαι αἱ ἰδέαι, εἰ δὲ καὶ τῶν οὐσιῶν, πάντα τὰ ζῷα καὶ τὰ φυτὰ ἀγαθὰ καὶ τὰ μετέχοντα.
341Aristoteles, Meteorologica, 1, I 6; 3 (auctor 384BC-322BC)
Τῶν δ’ Ἰταλικῶν τινές καί καλουμένων Πυθαγορείων ἕνα λέγουσιν αὐτόν εἶναι τῶν πλανήτων ἀστέρων, ἀλλά διά πολλοῦ τε χρόνου τήν φαντασίαν αὐτοῦ εἶναι καί τήν ὑπερβολήν ἐπί μικρόν, ὅπερ συμβαίνει καί περί τόν τοῦ Ἑρμοῦ ἀστέρα· διά γάρ τό μικρόν ἐπαναβαίνειν πολλάς ἐκλείπει φάσεις, ὥστε διά χρόνου φαίνεται πολλοῦ.
342Aristoteles, Meteorologica, 1, I 8; 23 (auctor 384BC-322BC)
Τοιοῦτον δή δεῖ νοῆσαι τό γιγνόμενον ὅπερ ἐπ’ ἐκείνων, ὅταν μή αὐτή καθ’ αὑτήν γένηται ἡ τοιαύτη ἔκκρισις, ἀλλ’ ὑπό τινος τῶν ἄστρων ἢ τῶν ἐνδεδεμένων ἢ τῶν πλανωμένων· τότε γάρ οὗτοι φαίνονται κομῆται διά τό παρακολουθεῖν αὐτῶν τῇ φορᾷ ὥσπερ τῷ ἡλίῳ τήν τοιαύτην σύγκρισιν, ἀφ’ ἧς διά τήν ἀνάκλασιν τήν ἅλω φαίνεσθαί φαμεν, ὅταν οὕτω τύχῃ κεκραμένος ὁ ἀήρ.
343Aristoteles, Meteorologica, 1, I 14; 16 (auctor 384BC-322BC)
Ὅπερ συμβέβηκε τῆς Ἑλλάδος καί περί τήν Ἀργείων καί Μυκηναίων χώραν· ἐπί μέν γάρ τῶν Τρωϊκῶν ἡ μέν Ἀργεία διά τό ἑλώδης εἶναι ὀλίγους ἐδύνατο τρέφειν, ἡ δέ Μυκηναία καλῶς εἶχεν (διό ἐντιμοτέρα ἦν), νῦν δέ τοὐναντίον διά τήν εἰρημένην αἰτίαν· ἡ μέν γάρ ἀργή γέγονε καί ξηρά πάμπαν, τῆς δέ τά τότε διά τό λιμνάζειν ἀργά νῦν χρήσιμα γέγονεν.
344Aristoteles, Meteorologica, 2, II 2; 33 (auctor 384BC-322BC)
Καίτοι τούτου συμβαίνοντος γένοιτ’ ἂν τό λεγόμενον ἄνω ποταμῶν· ὅπερ ἀδύνατον.
345Aristoteles, Meteorologica, 2, II 8; 35 (auctor 384BC-322BC)
Ὅπερ οὖν ἡ θάλαττα ποιεῖ περί τήν γῆν, τοῦτο τό πνεῦμα περί τήν ἐν τῷ ἀέρι ἀχλύν, ὥσθ’ ὅταν γένηται νηνεμία, πάμπαν εὐθεῖαν καί λεπτήν καταλείπεσθαι ὥσπερ ῥηγμῖνα οὖσαν ἀέρος τήν νεφέλην.
346Aristoteles, Meteorologica, 2, II 8; 47 (auctor 384BC-322BC)
Ὅταν δ’ ἔλαττον ᾖ ἢ ὥστε κινῆσαι τήν γῆν διά λεπτότητα, διά μέν τό ῥᾳδίως διηθεῖσθαι οὐ δύναται κινεῖν, διά δέ τό προσπίπτειν στερεοῖς ὄγκοις καί κοίλοις καί παντοδαποῖς σχήμασι παντοδαπάς ἀφίησι φωνάς, ὥστ’ ἐνίοτε δοκεῖν ὅπερ λέγουσιν οἱ τερατολογοῦντες, μυκᾶσθαι τήν γῆν.
347Aristoteles, Meteorologica, 2, II 9; 23 (auctor 384BC-322BC)
Οὗτοι μέν οὖν οὔπω συνήθεις ἦσαν ταῖς περί τῆς ἀνακλάσεως δόξαις, ὅπερ αἴτιον δοκεῖ τοῦ τοιούτου πάθους εἶναι· φαίνεται γάρ τό ὕδωρ στίλβειν τυπτόμενον ἀνακλωμένης ὑπ’ αὐτοῦ τῆς ὄψεως πρός τι τῶν λαμπρῶν.
348Aristoteles, Meteorologica, 3, III 1; 21 (auctor 384BC-322BC)
Ὅπερ οὖν ἐν ταῖς μικραῖς πυρκαϊαῖς φαίνεται, τοῦτο καί τότε πολλῆς ὕλης καομένης ἐγίγνετο πολλῷ ἰσχυρότερον.
349Aristoteles, Meteorologica, 3, III 5; 14 (auctor 384BC-322BC)
Προσπεπορίσθω οὖν πρός τήν Β, ἐφ’ ἧς τό Ζ· ὥστ’ εἶναι ὅπερ τήν Δ πρός τήν Β, τήν Β Ζ πρός τήν Δ.
350Aristoteles, Meteorologica, 3, III 5; 15 (auctor 384BC-322BC)
Εἶτα ὅπερ ἡ Ζ πρός τήν Κ Η, ἡ τό Β πρός ἄλλην πεποιήσθω τήν Κ Π, καί ἀπό τοῦ Π ἐπί τό Μ ἐπεζεύχθω ἡ τό Μ Π.
351Aristoteles, Meteorologica, 3, III 5; 16 (auctor 384BC-322BC)
Ἔσται οὖν τό Π πόλος τοῦ κύκλου, πρός ὃν αἱ ἀπό τοῦ Κ γραμμαί προσπίπτουσιν· ἔσται γάρ ὅπερ ἡ Ζ πρός τήν Κ Η, καί ἡ Β πρός τήν Κ Π, καί ἡ Δ πρός τήν Π Μ.
352Aristoteles, Meteorologica, 3, III 5; 20 (auctor 384BC-322BC)
Αἱ δέ Δ Β Ζ ἀνάλογον ἦσαν, ὅπερ ἡ Δ πρός Β, ἡ Ζ Β πρός Δ· ὥστε ὅπερ ἡ Π Η πρός τήν Π Ρ, ἡ τό Π Ρ πρός τήν Π Κ.
353Aristoteles, Meteorologica, 3, III 5; 24 (auctor 384BC-322BC)
Ὥστ’ ἀπό τῶν Η Κ σημείων οὐ μόνον πρός τῇ Μ Ν περιφερείᾳ συσταθήσονται τόν αὐτόν ἔχουσαι λόγον, ἀλλά καί ἄλλοθι· ὅπερ ἀδύνατον.
354Aristoteles, Meteorologica, 3, III 5; 26 (auctor 384BC-322BC)
Ὥστ’ ἔσται ὅπερ ἡ Μ Π πρός τήν Π Κ, ἡ τό Π Η πρός τήν Μ Π, καί λοιπή ἡ τό Μ Η πρός Μ Κ.
355Aristoteles, Meteorologica, 3, III 5; 27 (auctor 384BC-322BC)
Ἂν οὖν τῷ ἐφ’ ᾧ τό Π πόλῳ χρώμενος, διαστήματι δέ τῷ ἐφ’ ᾧ Μ Π, κύκλος γραφῇ, ἁπασῶν ἐφάψεται τῶν γωνιῶν ἃς ἀνακλώμεναι ποιοῦσιν αἱ ἀπό τοῦ Μ Η κύκλου· εἰ δέ μή, ὁμοίως δειχθήσονται τόν αὐτόν ἔχουσαι λόγον αἱ ἄλλοθι καί ἄλλοθι τοῦ ἡμικυκλίου συνιστάμεναι, ὅπερ ἦν ἀδύνατον.
356Aristoteles, Meteorologica, 4, IV 9; 11 (auctor 384BC-322BC)
Ἡ μέν οὖν εἰς κυρτότητα ἢ κοιλότητα κίνησις τοῦ μήκους σωζομένου κάμψις ἐστίν· εἰ γάρ καί εἰς τό εὐθύ, εἴη ἂν ἅμα κεκαμμένον καί εὐθύ· ὅπερ ἀδύνατον, τό εὐθύ κεκάμφθαι.
357Aristoteles, Physica, 1, 2; 5 (auctor 384BC-322BC)
ὅμοιον δὴ τὸ σκοπεῖν εἰ οὕτως ἓν καὶ πρὸς ἄλλην θέσιν ὁποιανοῦν διαλέγεσθαι τῶν λόγου ἕνεκα λεγομένων (οἷον τὴν Ἡρακλείτειον, ἢ εἴ τις φαίη ἄνθρωπον ἕνα τὸ ὂν εἶναι), ἢ λύειν λόγον ἐριστικόν, ὅπερ ἀμφότεροι μὲν ἔχουσιν οἱ λόγοι, καὶ ὁ Μελίσσου καὶ ὁ Παρμενίδου· καὶ γὰρ ψευδῆ λαμβάνουσι καὶ ἀσυλλόγιστοί εἰσιν· μᾶλλον δ' ὁ Μελίσσου φορτικὸς καὶ οὐκ ἔχων ἀπορίαν, ἀλλ' ἑνὸς ἀτόπου δοθέντος τὰ ἄλλα συμβαίνει· τοῦτο δὲ οὐδὲν χαλεπόν.
358Aristoteles, Physica, 1, 3; 10 (auctor 384BC-322BC)
ἀνάγκη δὴ λαβεῖν μὴ μόνον ἓν σημαίνειν τὸ ὄν, καθ' οὗ ἂν κατηγορηθῇ, ἀλλὰ καὶ ὅπερ ὂν καὶ ὅπερ ἕν.
359Aristoteles, Physica, 1, 3; 12 (auctor 384BC-322BC)
οὐ δὴ ἔσται ἄλλῳ ὑπάρχον τὸ ὅπερ ὄν.
360Aristoteles, Physica, 1, 3; 15 (auctor 384BC-322BC)
εἰ οὖν τὸ ὅπερ ὂν μηδενὶ συμ βέβηκεν ἀλλὰ τὰ ἄλλα ἐκείνῳ, τί μᾶλλον τὸ ὅπερ ὂν σημαίνει τὸ ὂν ἢ μὴ ὄν; εἰ γὰρ ἔσται τὸ ὅπερ ὂν [ταὐτὸ] καὶ λευκόν, τὸ λευκῷ δ' εἶναι μὴ ἔστιν ὅπερ ὄν (οὐδὲ γὰρ συμβεβηκέναι αὐτῷ οἷόν τε τὸ ὄν· οὐδὲν γὰρ ὂν ὃ οὐχ ὅπερ ὄν), οὐκ ἄρα ὂν τὸ λευκόν· οὐχ οὕτω δὲ ὥσπερ τι μὴ ὄν, ἀλλ' ὅλως μὴ ὄν.
361Aristoteles, Physica, 1, 3; 16 (auctor 384BC-322BC)
τὸ ἄρα ὅπερ ὂν οὐκ ὄν· ἀληθὲς γὰρ εἰπεῖν ὅτι λευκόν, τοῦτο δὲ οὐκ ὂν ἐσήμαινεν.
362Aristoteles, Physica, 1, 3; 17 (auctor 384BC-322BC)
ὥστε καὶ τὸ λευκὸν σημαίνει ὅπερ ὄν· πλείω ἄρα σημαίνει τὸ ὄν.
363Aristoteles, Physica, 1, 3; 18 (auctor 384BC-322BC)
οὐ τοίνυν οὐδὲ μέγεθος ἕξει τὸ ὄν, εἴπερ ὅπερ ὂν τὸ ὄν· ἑκατέρῳ γὰρ ἕτερον τὸ εἶναι τῶν μορίων.
364Aristoteles, Physica, 1, 3; 19 (auctor 384BC-322BC)
ὅτι δὲ διαιρεῖται τὸ ὅπερ ὂν εἰς ὅπερ ὄν τι ἄλλο, καὶ τῷ λόγῳ φανερόν, οἷον ὁ ἄνθρωπος εἰ ἔστιν ὅπερ ὄν τι, ἀνάγκη καὶ τὸ ζῷον ὅπερ ὄν τι εἶναι καὶ τὸ δίπουν.
365Aristoteles, Physica, 1, 3; 20 (auctor 384BC-322BC)
εἰ γὰρ μὴ ὅπερ ὄν τι, συμβεβηκότα ἔσται.
366Aristoteles, Physica, 1, 3; 25 (auctor 384BC-322BC)
εἰ δ' ἄλλῳ συμβέβηκε τὸ δίπουν καὶ τὸ ζῷον, καὶ μὴ ἔστιν ἑκάτερον ὅπερ ὄν τι, καὶ ὁ ἄνθρωπος ἂν εἴη τῶν συμβεβηκότων ἑτέρῳ.
367Aristoteles, Physica, 1, 3; 26 (auctor 384BC-322BC)
ἀλλὰ τὸ ὅπερ ὂν ἔστω μηδενὶ συμβεβηκός, καὶ καθ' οὗ ἄμφω [καὶ ἑκατέρον], καὶ τὸ ἐκ τούτων λεγέσθω· ἐξ ἀδιαιρέτων ἄρα τὸ πᾶν; ἔνιοι δ' ἐνέδοσαν τοῖς λόγοις ἀμφοτέροις, τῷ μὲν ὅτι πάντα ἕν, εἰ τὸ ὂν ἓν σημαίνει, ὅτι ἔστι τὸ μὴ ὄν, τῷ δὲ ἐκ τῆς διχοτομίας, ἄτομα ποιήσαντες μεγέθη.
368Aristoteles, Physica, 1, 3; 29 (auctor 384BC-322BC)
τίς γὰρ μανθάνει αὐτὸ τὸ ὂν εἰ μὴ τὸ ὅπερ ὄν τι εἶναι; εἰ δὲ τοῦτο, οὐδὲν ὅμως κωλύει πολλὰ εἶναι τὰ ὄντα, ὥσπερ εἴρηται.
369Aristoteles, Physica, 1, 4; 22 (auctor 384BC-322BC)
βέλτιόν τε ἐλάττω καὶ πεπερασμένα λαβεῖν, ὅπερ ποιεῖ Ἐμπεδοκλῆς.
370Aristoteles, Physica, 1, 8; 7 (auctor 384BC-322BC)
ὅπερ ἐκεῖνοι μὲν οὐ διελόντες ἀπέστησαν, καὶ διὰ ταύτην τὴν ἄγνοιαν τοσοῦτον προσηγνόησαν, ὥστε μηθὲν οἴεσθαι γίγνεσθαι μηδ' εἶναι τῶν ἄλλων, ἀλλ' ἀνελεῖν πᾶσαν τὴν γένεσιν· ἡμεῖς δὲ καὶ αὐτοί φαμεν γίγνεσθαι μὲν μηθὲν ἁπλῶς ἐκ μὴ ὄντος, πὼς μέντοι γίγνεσθαι ἐκ μὴ ὄντος, οἷον κατὰ συμβεβηκός (ἐκ γὰρ τῆς στερήσεως, ὅ ἐστι καθ' αὑτὸ μὴ ὄν, οὐκ ἐνυπάρχοντος γίγνεταί τι· θαυμάζεται δὲ τοῦτο καὶ ἀδύνατον οὕτω δοκεῖ γίγνεσθαί τι, ἐκ μὴ ὄντος)· ὡσαύτως δὲ οὐδ' ἐξ ὄντος οὐδὲ τὸ ὂν γίγνεσθαι, πλὴν κατὰ συμβεβηκός· οὕτω δὲ καὶ τοῦτο γίγνεσθαι, τὸν αὐτὸν τρόπον οἷον εἰ ἐκ ζῴου ζῷον γίγνοιτο καὶ ἐκ τινὸς ζῴου τι ζῷον· οἷον εἰ κύων ἐκ κυνὸς ἢ ἵππος ἐξ ἵππου γίγνοιτο.
371Aristoteles, Physica, 1, 8; 11 (auctor 384BC-322BC)
ὥσθ' (ὅπερ ἐλέγομεν) αἱ ἀπορίαι λύονται δι' ἃς ἀναγκα ζόμενοι ἀναιροῦσι τῶν εἰρημένων ἔνια· διὰ γὰρ τοῦτο τοσοῦτον καὶ οἱ πρότερον ἐξετράπησαν τῆς ὁδοῦ τῆς ἐπὶ τὴν γένεσιν καὶ φθορὰν καὶ ὅλως μεταβολήν· αὕτη γὰρ ἂν ὀφθεῖσα ἡ φύσις ἅπασαν ἔλυσεν αὐτῶν τὴν ἄγνοιαν.
372Aristoteles, Physica, 4, 4; 17 (auctor 384BC-322BC)
εἰ δ' ἦν τι [τὸ] διάστημα καθ' αὑτὸ πεφυκὸς εἶναι καὶ μένον, ἐν τῷ αὐτῷ ἄπειροι ἂν ἦσαν τόποι (μεθισταμένου γὰρ τοῦ ὕδατος καὶ τοῦ ἀέρος ταὐτὸ ποιήσει τὰ μόρια πάντα ἐν τῷ ὅλῳ ὅπερ ἅπαν τὸ ὕδωρ ἐν τῷ ἀγγείῳ)· ἅμα δὲ καὶ ὁ τόπος ἔσται μεταβάλλων· ὥστ' ἔσται τοῦ τόπου τ' ἄλλος τόπος, καὶ πολλοὶ τόποι ἅμα ἔσονται.
373Aristoteles, Physica, 4, 8; 48 (auctor 384BC-322BC)
καὶ αἰεὶ δὴ ἐν παντὶ σώματι ἔχοντι μετάστασιν, ἐφ' ὃ πέφυκε μεθίστασθαι, ἀνάγκη, ἂν μὴ συμπιλῆται, μεθίστασθαι ἢ κάτω αἰεί, εἰ κάτω ἡ φορὰ ὥσπερ γῆς, ἢ ἄνω, εἰ πῦρ, ἢ ἐπ' ἄμφω, [ἢ] ὁποῖον ἄν τι ᾖ τὸ ἐντιθέμενον· ἐν δὲ δὴ τῷ κενῷ τοῦτο μὲν ἀδύνατον (οὐδὲν γὰρ σῶμα), διὰ δὲ τοῦ κύβου τὸ ἴσον διάστημα διεληλυθέναι, ὅπερ ἦν καὶ πρότερον ἐν τῷ κενῷ, ὥσπερ ἂν εἰ τὸ ὕδωρ μὴ μεθίστατο τῷ ξυλίνῳ κύβῳ μηδ' ὁ ἀήρ, ἀλλὰ πάντῃ διῄεσαν δι' αὐτοῦ.
374Aristoteles, Physica, 5, 2; 24 (auctor 384BC-322BC)
ὅτι μὲν οὖν αὗται τρεῖς μόναι κινήσεις εἰσίν, ἐκ τούτων δῆλον· ἀκίνητον δ' ἐστὶ τό τε ὅλως ἀδύνατον κινηθῆναι, ὥσπερ ὁ ψόφος ἀόρατος, καὶ τὸ ἐν πολλῷ χρόνῳ μόλις κινούμενον ἢ τὸ βραδέως ἀρχόμενον, ὃ λέγεται δυσκίνητον, καὶ τὸ πεφυκὸς μὲν κινεῖσθαι καὶ δυνάμενον, μὴ κινούμενον δὲ τότε ὅτε πέφυκε καὶ οὗ καὶ ὥς, ὅπερ ἠρεμεῖν καλῶ τῶν ἀκινήτων μόνον· ἐναντίον γὰρ ἠρεμία κινήσει, ὥστε στέρησις ἂν εἴη τοῦ δεκτικοῦ.
375Aristoteles, Physica, 5, 3; 10 (auctor 384BC-322BC)
τὸ δὲ συνεχὲς ἔστι μὲν ὅπερ ἐχόμενόν τι, λέγω δ' εἶναι συνεχὲς ὅταν ταὐτὸ γένηται καὶ ἓν τὸ ἑκατέρου πέρας οἷς ἅπτονται, καὶ ὥσπερ σημαίνει τοὔνομα, συνέχηται.
376Aristoteles, Physica, 5, 4; 30 (auctor 384BC-322BC)
μία μὲν οὖν ἡ ἀνώμαλος τῷ συνεχὴς εἶναι, ἧττον δέ, ὅπερ τῇ κεκλασμένῃ συμβαίνει φορᾷ· τὸ δ' ἧττον μίξις αἰεὶ τοῦ ἐναντίου.
377Aristoteles, Physica, 7, 1; 23 (auctor 384BC-322BC)
ὅπερ συμβαίνει καὶ ἐπὶ τούτων· ἕκαστον γὰρ κινεῖται τὴν ἑαυτοῦ κίνησιν, ἅμα δὲ πολλὰ κινεῖσθαι οὐκ ἀδύνατον.
378Aristoteles, Physica, 8, 1; 29 (auctor 384BC-322BC)
ὁμοίως δὲ καὶ τὸ λέγειν ὅτι πέφυκεν οὕτως καὶ ταύτην δεῖ νομίζειν εἶναι ἀρχήν, ὅπερ ἔοικεν Ἐμπεδοκλῆς ἂν εἰπεῖν, ὡς τὸ κρατεῖν καὶ κινεῖν ἐν μέρει τὴν φιλίαν καὶ τὸ νεῖκος ὑπάρχει τοῖς πράγμασιν ἐξ ἀνάγκης, ἠρεμεῖν δὲ τὸν μεταξὺ χρόνον.
379Aristoteles, Physica, 8, 3; 3 (auctor 384BC-322BC)
ἐνδέχεται γὰρ τὰ μὲν ἀεὶ τῶν ὄντων ἀκίνητα εἶναι, τὰ δ' ἀεὶ κινούμενα, τὰ δ' ἀμφοτέρων μεταλαμβάνειν· ὅπερ ἡμῖν λεκτέον ἐστίν· τοῦτο γὰρ ἔχει λύσιν τε πάντων τῶν ἀπορουμένων, καὶ τέλος ἡμῖν ταύτης τῆς πραγματείας ἐστίν.
380Aristoteles, Physica, 8, 8; 29 (auctor 384BC-322BC)
ἀλλ' αὕτη ἡ λύσις πρὸς μὲν τὸν ἐρωτῶντα ἱκανῶς ἔχει (ἠρωτᾶτο γὰρ εἰ ἐν πεπερασμένῳ ἄπειρα ἐνδέχεται διεξελθεῖν ἢ ἀριθμῆσαι), πρὸς δὲ τὸ πρᾶγμα καὶ τὴν ἀλήθειαν οὐχ ἱκανῶς· ἂν γάρ τις ἀφέμενος τοῦ μήκους καὶ τοῦ ἐρωτᾶν εἰ ἐν πεπερασμένῳ χρόνῳ ἐνδέχεται ἄπειρα διεξελθεῖν, πυνθάνηται ἐπ' αὐτοῦ τοῦ χρόνου ταῦτα (ἔχει γὰρ ὁ χρόνος ἀπείρους διαιρέσεις), οὐκέτι ἱκανὴ ἔσται αὕτη ἡ λύσις, ἀλλὰ τὸ ἀληθὲς λεκτέον, ὅπερ εἴπομεν ἐν τοῖς ἄρτι λόγοις.
381Aristoteles, Physica, 8, 8; 33 (auctor 384BC-322BC)
ἂν δὲ ποιῇ ἐντελεχείᾳ, οὐ ποιήσει συνεχῆ, ἀλλὰ στήσει, ὅπερ ἐπὶ τοῦ ἀριθμοῦντος τὰ ἡμίσεα φανερόν ἐστιν ὅτι συμβαίνει· τὸ γὰρ ἓν σημεῖον ἀνάγκη αὐτῷ ἀριθμεῖν δύο· τοῦ μὲν γὰρ ἑτέρου τελευτὴ ἡμίσεος τοῦ δ' ἑτέρου ἀρχὴ ἔσται, ἂν μὴ μίαν ἀριθμῇ τὴν συνεχῆ, ἀλλὰ δύο ἡμισείας.
382Aristoteles, Physica, 8, 8; 49 (auctor 384BC-322BC)
ἅπαν γὰρ τὸ κινούμενον συνεχῶς, ἂν ὑπὸ μηδενὸς ἐκκρούηται, εἰς ὅπερ ἦλθεν κατὰ τὴν φοράν, εἰς τοῦτο καὶ ἐφέρετο πρότερον, οἷον εἰ ἐπὶ τὸ Β ἦλθε, καὶ ἐφέρετο ἐπὶ τὸ Β, καὶ οὐχ ὅτε πλησίον ἦν, ἀλλ' εὐθὺς ὡς ἤρξατο κινεῖσθαι· τί γὰρ μᾶλλον νῦν ἢ πρότερον; ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.
383Aristoteles, Politica, 1; 82 (auctor 384BC-322BC)
καίτοι ὅταν τοῦτο λέγωσιν, οὐθὲν ἄλλο ζητοῦσιν ἢ τὸ φύσει δοῦλον ὅπερ ἐξ ἀρχῆς εἴπομεν· ἀνάγκη γὰρ εἶναί τινας φάναι τοὺς μὲν πανταχοῦ δούλους τοὺς δ' οὐδαμοῦ.
384Aristoteles, Politica, 1, 1258B; 156 (auctor 384BC-322BC)
διπλῆς δ' οὔσης αὐτῆς, ὥσπερ εἴπομεν, καὶ τῆς μὲν καπηλικῆς τῆς δ' οἰκονομικῆς, καὶ ταύτης μὲν ἀναγκαίας καὶ ἐπαινουμένης, τῆς δὲ μεταβλητικῆς ψεγομένης δικαίως (οὐ γὰρ κατὰ φύσιν ἀλλ' ἀπ' ἀλλήλων ἐστίν) , εὐλογώτατα μισεῖται ἡ ὀβολοστατικὴ διὰ τὸ ἀπ' αὐτοῦ τοῦ νομίσματος εἶναι τὴν κτῆσιν καὶ οὐκ ἐφ' ὅπερ ἐπορίσθη.
385Aristoteles, Politica, 1; 175 (auctor 384BC-322BC)
ἡ δὲ τῶν τέκνων ἀρχὴ βασιλική· τὸ γὰρ γεννῆσαν καὶ κατὰ φιλίαν ἄρχον καὶ κατὰ πρεσβείαν ἐστίν, ὅπερ ἐστὶ βασιλικῆς εἶδος ἀρχῆς.
386Aristoteles, Politica, 1; 179 (auctor 384BC-322BC)
φύσει γὰρ τὸν βασιλέα διαφέρειν μὲν δεῖ, τῷ γένει δ' εἶναι τὸν αὐτόν· ὅπερ πέπονθε τὸ πρεσβύτερον πρὸς τὸ νεώτερον καὶ ὁ γεννήσας πρὸς τὸ τέκνον.
387Aristoteles, Politica, 2; 30 (auctor 384BC-322BC)
ὅπερ φασὶ καὶ συμβαίνειν τινὲς τῶν τὰς τῆς γῆς περιόδους πραγματευομένων· εἶναι γάρ τισι τῶν ἄνω Λιβύων κοινὰς τὰς γυναῖκας, τὰ μέντοι γινόμενα τέκνα διαιρεῖσθαι κατὰ τὰς ὁμοιότητας.
388Aristoteles, Politica, 2, 1263A; 44 (auctor 384BC-322BC)
τοῦτο δ' ἄν τις καὶ χωρὶς σκέψαιτο ἀπὸ τῶν περὶ τὰ τέκνα καὶ τὰς γυναῖκας νενομοθετημένων, λέγω [δὲ τὰ περὶ τὴν κτῆσιν] πότερον κἂν ᾖ ἐκεῖνα χωρίς, καθ' ὃν νῦν τρόπον ἔχει πᾶσι, τάς γε κτήσεις κοινὰς εἶναι βέλτιον καὶ τὰς χρήσεις , οἷον τὰ μὲν γήπεδα χωρίς, τοὺς δὲ καρποὺς εἰς τὸ κοινὸν φέροντας ἀναλίσκειν (ὅπερ ἔνια ποιεῖ τῶν ἐθνῶν) , ἢ τοὐναντίον τὴν μὲν γῆν κοινὴν εἶναι καὶ γεωργεῖν κοινῇ, τοὺς δὲ καρποὺς διαιρεῖσθαι πρὸς τὰς ἰδίας χρήσεις (λέγονται δέ τινες καὶ τοῦτον τὸν τρόπον κοινωνεῖν τῶν βαρβάρων) , ἢ καὶ τὰ γήπεδα καὶ τοὺς καρποὺς κοινούς.
389Aristoteles, Politica, 2; 69 (auctor 384BC-322BC)
ὥστε οὐδὲν ἄλλο συμβήσεται νενομοθετημένον πλὴν μὴ γεωργεῖν τοὺς φύλακας· ὅπερ καὶ νῦν Λακεδαιμόνιοι ποιεῖν ἐπιχειροῦσιν.
390Aristoteles, Politica, 2; 198 (auctor 384BC-322BC)
ὅπερ ἐκεῖ συμβέβηκεν· ὅλην γὰρ τὴν πόλιν ὁ νομοθέτης εἶναι βουλόμενος καρτερικήν, κατὰ μὲν τοὺς ἄνδρας φανερός ἐστι τοιοῦτος ὤν, ἐπὶ δὲ τῶν γυναικῶν ἐξημέληκεν· ζῶσι γὰρ ἀκολάστως πρὸς ἅπασαν ἀκολασίαν καὶ τρυφερῶς.
391Aristoteles, Politica, 2; 233 (auctor 384BC-322BC)
νῦν δ' ὅπερ καὶ περὶ τὴν ἄλλην πολιτείαν ὁ νομοθέτης φαίνεται ποιῶν· φιλοτίμους γὰρ κατασκευάζων τοὺς πολίτας τούτῳ κέχρηται πρὸς τὴν αἵρεσιν τῶν γερόντων· οὐδεὶς γὰρ ἂν ἄρχειν αἰτήσαιτο μὴ φιλότιμος ὤν.
392Aristoteles, Politica, 2, 1271B; 242 (auctor 384BC-322BC)
καὶ ὡδὶ δὲ τῇ ὑποθέσει τοῦ νομοθέτου ἐπιτιμήσειεν ἄν τις, ὅπερ καὶ Πλάτων ἐν τοῖς Νόμοις ἐπιτετίμηκεν· πρὸς γὰρ μέρος ἀρετῆς ἡ πᾶσα σύνταξις τῶν νόμων ἐστί, τὴν πολεμικήν· αὕτη γὰρ χρησίμη πρὸς τὸ κρατεῖν.
393Aristoteles, Politica, 2; 282 (auctor 384BC-322BC)
ἃ δ' ἂν εἰσφέρωσιν οὗτοι, οὐ διακοῦσαι μόνον ἀποδιδόασι τῷ δήμῳ τὰ δόξαντα τοῖς ἄρχουσιν, ἀλλὰ κύριοι κρίνειν εἰσὶ καὶ τῷ βουλομένῳ τοῖς εἰσφερομένοις ἀντειπεῖν ἔξεστιν, ὅπερ ἐν ταῖς ἑτέραις πολιτείαις οὐκ ἔστιν.
394Aristoteles, Politica, 2; 295 (auctor 384BC-322BC)
φαῦλον δ' ἂν δόξειεν εἶναι καὶ τὸ πλείους ἀρχὰς τὸν αὐτὸν ἄρχειν· ὅπερ εὐδοκιμεῖ παρὰ τοῖς Καρχηδονίοις· ἓν γὰρ ὑφ' ἑνὸς ἔργον ἄριστ' ἀποτελεῖται.
395Aristoteles, Politica, 3; 236 (auctor 384BC-322BC)
ὅπερ οὐκ ἐγίγνετο περὶ τὰς πόλεις· οὐ γὰρ ἔβλεπον πρὸς τὸ τῆς πολιτείας τῆς οἰκείας συμφέρον, ἀλλὰ στασιαστικῶς ἐχρῶντο τοῖς ὀστρακισμοῖς.
396Aristoteles, Politica, 3; 238 (auctor 384BC-322BC)
λείπεται τοίνυν, ὅπερ ἔοικε πεφυκέναι, πείθεσθαι τῷ τοιούτῳ πάντας ἀσμένως, ὥστε βασιλέας εἶναι τοὺς τοιούτους ἀιδίους ἐν ταῖς πόλεσιν.
397Aristoteles, Politica, 3; 253 (auctor 384BC-322BC)
δύο μὲν οὖν εἴδη ταῦτα μοναρχίας, ἕτερον δ' ὅπερ ἦν ἐν τοῖς ἀρχαίοις Ἕλλησιν, οὓς καλοῦσιν αἰσυμνήτας.
398Aristoteles, Politica, 3; 282 (auctor 384BC-322BC)
ἔτι δ' ἀπ' εὐεργεσίας καθίστασαν τοὺς βασιλεῖς, ὅπερ ἐστὶν ἔργον τῶν ἀγαθῶν ἀνδρῶν.
399Aristoteles, Politica, 4; 44 (auctor 384BC-322BC)
εἴπερ οὖν καὶ ψυχὴν ἄν τις θείη ζῴου μόριον μᾶλλον ἢ σῶμα, καὶ πόλεων τὰ τοιαῦτα μᾶλλον θετέον τῶν εἰς τὴν ἀναγκαίαν χρῆσιν συντεινόντων, τὸ πολεμικὸν καὶ τὸ μετέχον δικαιοσύνης δικαστικῆς, πρὸς δὲ τούτοις τὸ βουλευόμενον, ὅπερ ἐστὶ συνέσεως πολιτικῆς ἔργον.
400Aristoteles, Politica, 4; 123 (auctor 384BC-322BC)
δῆλον γὰρ ὅτι τοῦτο πάσχουσιν οἱ λέγοντες διὰ τὸ μεμεῖχθαι καλῶς· πέπονθε δὲ τοῦτο καὶ τὸ μέσον, ἐμφαίνεται γὰρ ἑκάτερον ἐν αὐτῷ τῶν ἄκρων· ὅπερ συμβαίνει περὶ τὴν Λακεδαιμονίων πολιτείαν.
401Aristoteles, Politica, 4; 202 (auctor 384BC-322BC)
διῄρηται μὲν οὖν τὸ βουλευόμενον πρὸς τὰς πολιτείας τοῦτον τὸν τρόπον, καὶ διοικεῖ ἑκάστη πολιτεία κατὰ τὸν εἰρημένον διορισμόν· συμφέρει δὲ δημοκρατίᾳ τῇ μάλιστ' εἶναι δοκούσῃ δημοκρατίᾳ νῦν (λέγω δὲ τοιαύτην ἐν ᾗ κύριος ὁ δῆμος καὶ τῶν νόμων ἐστίν) πρὸς τὸ βουλεύεσθαι βέλτιον τὸ αὐτὸ ποιεῖν ὅπερ ἐπὶ τῶν δικαστηρίων ἐν ταῖς ὀλιγαρχίαις (τάττουσι γὰρ ζημίαν τούτοις οὓς βούλονται δικάζειν, ἵνα δικάζωσιν, οἱ δὲ δημοτικοὶ μισθὸν τοῖς ἀπόροις) , τοῦτο δὴ καὶ περὶ τὰς ἐκκλησίας ποιεῖν (βουλεύσονται γὰρ βέλτιον κοινῇ βουλευόμενοι πάντες, ὁ μὲν δῆμος μετὰ τῶν γνωρίμων, οὗτοι δὲ μετὰ τοῦ πλήθους) , συμφέρει δὲ καὶ τὸ αἱρετοὺς εἶναι τοὺς βουλευομένους, ἢ κληρωτοὺς ἴσους ἐκ τῶν μορίων, συμφέρει δέ, κἂν ὑπερβάλλωσι πολὺ κατὰ τὸ πλῆθος οἱ δημοτικοὶ τῶν πολιτικῶν ἢ μὴ πᾶσι διδόναι μισθόν, ἀλλ' ὅσοι σύμμετροι πρὸς τὸ τῶν γνωρίμων πλῆθος, ἢ ἀποκληροῦν τοὺς πλείους· ἐν δὲ ταῖς ὀλιγαρχίαις ἢ προσαιρεῖσθαί τινας ἐκ τοῦ πλήθους, ἢ κατασκευάσαντας ἀρχεῖον οἷον ἐν ἐνίαις πολιτείαις ἐστὶν οὓς καλοῦσι προβούλους καὶ νομοφύλακας, περὶ τούτων χρηματίζειν περὶ ὧν ἂν οὗτοι προβουλεύσωσιν (οὕτω γὰρ μεθέξει ὁ δῆμος τοῦ βουλεύεσθαι, καὶ λύειν οὐθὲν δυνήσεται τῶν περὶ τὴν πολιτείαν) , ἔτι ἢ ταὐτὰ ψηφίζεσθαι τὸν δῆμον ἢ μηθὲν ἐναντίον τοῖς εἰσφερομένοις, ἢ τῆς συμβουλῆς μὲν μεταδιδόναι πᾶσι, βουλεύεσθαι δὲ τοὺς ἄρχοντας.
402Aristoteles, Politica, 5; 85 (auctor 384BC-322BC)
κινοῦνται δ' αἱ ὀλιγαρχίαι ἐξ αὑτῶν καὶ διὰ φιλονεικίαν δημαγωγούντων (ἡ δημαγωγία δὲ διττή, ἡ μὲν ἐν αὐτοῖς τοῖς ὀλίγοις – ἐγγίγνεται γὰρ δημαγωγὸς κἂν πάνυ ὀλίγοι ὦσιν, οἷον ἐν τοῖς Τριάκοντα Ἀθήνησιν οἱ περὶ Χαρικλέα ἴσχυσαν τοὺς Τριάκοντα δημαγωγοῦντες, καὶ ἐν τοῖς Τετρακοσίοις οἱ περὶ Φρύνιχον τὸν αὐτὸν τρόπον – ἡ δ' ὅταν τὸν ὄχλον δημαγωγῶσιν οἱ ἐν τῇ ὀλιγαρχίᾳ ὄντες, οἷον ἐν Λαρίσῃ οἱ πολιτοφύλακες διὰ τὸ αἱρεῖσθαι αὐτοὺς τὸν ὄχλον ἐδημαγώγουν, καὶ ἐν ὅσαις ὀλιγαρχίαις οὐχ οὗτοι αἱροῦνται τὰς ἀρχὰς ἐξ ὧν οἱ ἄρχοντές εἰσιν, ἀλλ' αἱ μὲν ἀρχαὶ ἐκ τιμημάτων μεγάλων εἰσὶν ἢ ἑταιριῶν, αἱροῦνται δ' οἱ ὁπλῖται ἢ ὁ δῆμος, ὅπερ ἐν Ἀβύδῳ συνέβαινεν, καὶ ὅπου τὰ δικαστήρια μὴ ἐκ τοῦ πολιτεύματός ἐστι – δημαγωγοῦντες γὰρ πρὸς τὰς κρίσεις μεταβάλλουσι τὴν πολιτείαν, ὅπερ καὶ ἐν Ἡρακλείᾳ ἐγένετο τῇ ἐν τῷ Πόντῳ – ἔτι δ' ὅταν ἔνιοι εἰς ἐλάττους ἕλκωσι τὴν ὀλιγαρχίαν· οἱ γὰρ τὸ ἴσον ζητοῦντες ἀναγκάζονται βοηθὸν ἐπαγαγέσθαι τὸν δῆμον) .
403Aristoteles, Politica, 5, 1306A; 86 (auctor 384BC-322BC)
γίνονται δὲ μεταβολαὶ τῆς ὀλιγαρχίας καὶ ὅταν ἀναλώσωσι τὰ ἴδια ζῶντες ἀσελγῶς· καὶ γὰρ οἱ τοιοῦτοι καινοτομεῖν ζητοῦσι, καὶ ἢ τυραννίδι ἐπιτίθενται αὐτοὶ ἢ κατασκευάζουσιν ἕτερον (ὥσπερ Ἱππαρῖνος Διονύσιον ἐν Συρακούσαις, καὶ ἐν Ἀμφιπόλει ᾧ ὄνομα ἦν Κλεότιμος τοὺς ἐποίκους τοὺς Χαλκιδέων ἤγαγε, καὶ ἐλθόντων διεστασίασεν αὐτοὺς πρὸς τοὺς εὐπόρους, καὶ ἐν Αἰγίνῃ ὁ τὴν πρᾶξιν τὴν πρὸς Χάρητα πράξας ἐνεχείρησε μεταβαλεῖν τὴν πολιτείαν διὰ τοιαύτην αἰτίαν) · ὁτὲ μὲν οὖν ἐπιχειροῦσί τι κινεῖν, ὁτὲ δὲ κλέπτουσι τὰ κοινά, ὅθεν πρὸς αὐτοὺς στασιάζουσιν ἢ οὗτοι ἢ οἱ πρὸς τούτους μαχόμενοι κλέπτοντας, ὅπερ ἐν Ἀπολλωνίᾳ συνέβη τῇ ἐν τῷ Πόντῳ.
404Aristoteles, Politica, 5; 90 (auctor 384BC-322BC)
τοῦτο δ' ἐστὶν ὅταν τοῦ παντὸς πολιτεύματος ὀλίγου ὄντος τῶν μεγίστων ἀρχῶν μὴ μετέχωσιν οἱ ὀλίγοι πάντες, ὅπερ ἐν Ἤλιδι συνέβη ποτέ· τῆς πολιτείας γὰρ δι' ὀλίγων οὔσης τῶν γερόντων ὀλίγοι πάμπαν ἐγίνοντο διὰ τὸ ἀιδίους εἶναι ἐνενήκοντα ὄντας, τὴν δ' αἵρεσιν δυναστευτικὴν εἶναι καὶ ὁμοίαν τῇ τῶν ἐν Λακεδαίμονι γερόντων.
405Aristoteles, Politica, 5; 91 (auctor 384BC-322BC)
γίγνεται δὲ μεταβολὴ τῶν ὀλιγαρχιῶν καὶ ἐν πολέμῳ καὶ ἐν εἰρήνῃ, ἐν μὲν πολέμῳ διὰ τὴν πρὸς τὸν δῆμον ἀπιστίαν στρατιώταις ἀναγκαζομένων χρῆσθαι (ᾧ γὰρ ἂν ἐγχειρίσωσιν, οὗτος πολλάκις γίνεται τύραννος, ὥσπερ ἐν Κορίνθῳ Τιμοφάνης· ἂν δὲ πλείους, οὗτοι αὑτοῖς περιποιοῦνται δυναστείαν· ὁτὲ δὲ ταῦτα δεδιότες μεταδιδόασι τῷ πλήθει τῆς πολιτείας διὰ τὸ ἀναγκάζεσθαι τῷ δήμῳ χρῆσθαι) · ἐν δὲ τῇ εἰρήνῃ διὰ τὴν ἀπιστίαν τὴν πρὸς ἀλλήλους ἐγχειρίζουσι τὴν φυλακὴν στρατιώταις καὶ ἄρχοντι μεσιδίῳ, ὃς ἐνίοτε γίνεται κύριος ἀμφοτέρων, ὅπερ συνέβη ἐν Λαρίσῃ ἐπὶ τῆς τῶν Ἀλευαδῶν ἀρχῆς τῶν περὶ Σῖμον, καὶ ἐν Ἀβύδῳ ἐπὶ τῶν ἑταιριῶν ὧν ἦν μία ἡ Ἰφιάδου.
406Aristoteles, Politica, 5; 97 (auctor 384BC-322BC)
ἐν δὲ ταῖς ἀριστοκρατίαις γίνονται αἱ στάσεις αἱ μὲν διὰ τὸ ὀλίγους τῶν τιμῶν μετέχειν, ὅπερ εἴρηται κινεῖν καὶ τὰς ὀλιγαρχίας, διὰ τὸ καὶ τὴν ἀριστοκρατίαν ὀλιγαρχίαν εἶναί πως (ἐν ἀμφοτέραις γὰρ ὀλίγοι οἱ ἄρχοντες, οὐ μέντοι διὰ ταὐτὸν ὀλίγοι) · ἐπεὶ δοκεῖ γε διὰ ταῦτα καὶ ἡ ἀριστοκρατία ὀλιγαρχία εἶναι.
407Aristoteles, Politica, 5, 1307B; 106 (auctor 384BC-322BC)
μάλιστα δὲ λανθάνουσιν αἱ ἀριστοκρατίαι μεταβάλλουσαι τῷ λύεσθαι κατὰ μικρόν, ὅπερ εἴρηται ἐν τοῖς πρότερον καθόλου κατὰ πασῶν τῶν πολιτειῶν, ὅτι αἴτιον τῶν μεταβολῶν καὶ τὸ μικρόν ἐστιν· ὅταν γάρ τι προῶνται τῶν πρὸς τὴν πολιτείαν, μετὰ τοῦτο καὶ ἄλλο μικρῷ μεῖζον εὐχερέστερον κινοῦσιν, ἕως ἂν πάντα κινήσωσι τὸν κόσμον.
408Aristoteles, Politica, 5; 111 (auctor 384BC-322BC)
ὅπερ συνέβαινεν ἐπ' Ἀθηναίων καὶ Λακεδαιμονίων· οἱ μὲν γὰρ Ἀθηναῖοι πανταχοῦ τὰς ὀλιγαρχίας, οἱ δὲ Λάκωνες τοὺς δήμους κατέλυον.
409Aristoteles, Politica, 5; 210 (auctor 384BC-322BC)
ὅπερ καὶ πρὸς τὴν γυναῖκα ἀποκρίνασθαί φασιν αὐτόν, εἰποῦσαν εἰ μηδὲν αἰσχύνεται τὴν βασιλείαν ἐλάττω παραδιδοὺς τοῖς υἱέσιν ἢ παρὰ τοῦ πατρὸς παρέλαβεν· « οὐ δῆτα » φάναι· « παραδίδωμι γὰρ πολυχρονιωτέραν.
410Aristoteles, Politica, 5; 219 (auctor 384BC-322BC)
διὸ καὶ ὁ κόλαξ παρ' ἀμφοτέροις ἔντιμος, παρὰ μὲν τοῖς δήμοις ὁ δημαγωγός (ἔστι γὰρ ὁ δημαγωγὸς τοῦ δήμου κόλαξ) , παρὰ δὲ τοῖς τυράννοις οἱ ταπεινῶς ὁμιλοῦντες, ὅπερ ἐστὶν ἔργον κολακείας.
411Aristoteles, Politica, 5, 1315A; 231 (auctor 384BC-322BC)
πρῶτον μὲν [τοῦ δοκεῖν] φροντίζειν τῶν κοινῶν, μήτε δαπανῶντα εἰσ δωρεὰς τοιαύτας ἐφ' αἷς τὰ πλήθη χαλεπαίνουσιν, ὅταν ἀπ' αὐτῶν μὲν λαμβάνωσιν ἐργαζομένων καὶ πονούντων γλίσχρως, διδῶσι δ' ἑταίραις καὶ ξένοις καὶ τεχνίταις ἀφθόνως, λόγον τε ἀποδιδόντα τῶν λαμβανομένων καὶ δαπανωμένων, ὅπερ ἤδη πεποιήκασί τινες τῶν τυράννων (οὕτω γὰρ ἄν τις διοικῶν οἰκονόμος ἀλλ' οὐ τύραννος εἶναι δόξειεν· οὐ δεῖ δὲ φοβεῖσθαι μή ποτε ἀπορήσῃ χρημάτων κύριος ὢν τῆς πόλεως· ἀλλὰ τοῖς γ' ἐκτοπίζουσι τυράννοις ἀπὸ τῆς οἰκείας καὶ συμφέρει τοῦτο μᾶλλον ἢ καταλιπεῖν ἀθροίσαντας· ἧττον γὰρ ἂν οἱ φυλάττοντες ἐπιτιθεῖντο τοῖς πράγμασιν, εἰσὶ δὲ φοβερώτεροι τῶν τυράννων τοῖς ἀποδημοῦσιν οἱ φυλάττοντες τῶν πολιτῶν· οἱ μὲν γὰρ συναποδημοῦσιν, οἱ δὲ ὑπομένουσιν) · ἔπειτα τὰς εἰσφορὰς καὶ τὰς λειτουργίας δεῖ φαίνεσθαι τῆς τε οἰκονομίας ἕνεκα συνάγοντα, κἄν ποτε δεηθῇ χρῆσθαι πρὸς τοὺς πολεμικοὺς καιρούς, ὅλως τε αὑτὸν παρασκευάζειν φύλακα καὶ ταμίαν ὡς κοινῶν ἀλλὰ μὴ ὡς ἰδίων· καὶ φαίνεσθαι μὴ χαλεπὸν ἀλλὰ σεμνόν, ἔτι δὲ τοιοῦτον ὥστε μὴ φοβεῖσθαι τοὺς ἐντυγχάνοντας ἀλλὰ μᾶλλον αἰδεῖσθαι· τούτου μέντοι τυγχάνειν οὐ ῥᾴδιον ὄντα εὐκαταφρόνητον, διὸ δεῖ κἂν μὴ τῶν ἄλλων ἀρετῶν ἐπιμέλειαν ποιῆται ἀλλὰ τῆς πολεμικῆς, καὶ δόξαν ἐμποιεῖν περὶ αὑτοῦ τοιαύτην· ἔτι δὲ μὴ μόνον αὐτὸν φαίνεσθαι μηδένα τῶν ἀρχομένων ὑβρίζοντα, μήτε νέον μήτε νέαν, ἀλλὰ μηδ' ἄλλον μηδένα τῶν περὶ αὐτόν, ὁμοίως δὲ καὶ τὰς οἰκείας ἔχειν γυναῖκας πρὸς τὰς ἄλλας, ὡς καὶ διὰ γυναικῶν ὕβρεις πολλαὶ τυραννίδες ἀπολώλασιν· περί τε τὰς ἀπολαύσεις τὰς σωματικὰς τοὐναντίον ποιεῖν ἢ νῦν τινες τῶν τυράννων ποιοῦσιν (οὐ γὰρ μόνον εὐθὺς ἕωθεν τοῦτο δρῶσιν, καὶ συνεχῶς πολλὰς ἡμέρας, ἀλλὰ καὶ φαίνεσθαι τοῖς ἄλλοις βούλονται τοῦτο πράττοντες, ἵν' ὡς εὐδαίμονας καὶ μακαρίους θαυμάσωσιν) , ἀλλὰ μάλιστα μὲν μετριάζειν τοῖς τοιούτοις, εἰ δὲ μή, τό γε φαίνεσθαι τοῖς ἄλλοις διαφεύγειν (οὔτε γὰρ εὐεπίθετος οὔτ' εὐκαταφρόνητος ὁ νήφων, ἀλλ' ὁ μεθύων, οὐδ' ὁ ἄγρυπνος, ἀλλ' ὁ καθεύδων) · τοὐναντίον τε ποιητέον τῶν πάλαι λεχθέντων σχεδὸν πάντων (κατασκευάζειν γὰρ δεῖ καὶ κοσμεῖν τὴν πόλιν ὡς ἐπίτροπον ὄντα καὶ μὴ τύραννον) · ἔτι δὲ τὰ πρὸς τοὺς θεοὺς φαίνεσθαι ἀεὶ σπουδάζοντα διαφερόντως (ἧττόν τε γὰρ φοβοῦνται τὸ παθεῖν τι παράνομον ὑπὸ τῶν τοιούτων, ἐὰν δεισιδαίμονα νομίζωσιν εἶναι τὸν ἄρχοντα καὶ φροντίζειν τῶν θεῶν, καὶ ἐπιβουλεύουσιν ἧττον ὡς συμμάχους ἔχοντι καὶ τοὺς θεούς) , δεῖ δὲ ἄνευ ἀβελτερίας φαίνεσθαι τοιοῦτον· τούς τε ἀγαθοὺς περί τι γιγνομένους τινᾶν οὕτως ὥστε μὴ νομίζειν ἄν ποτε τιμηθῆναι μᾶλλον ὑπὸ τῶν πολιτῶν αὐτονόμων ὄντων, καὶ τὰς μὲν τοιαύτας τιμὰς ἀπονέμειν αὐτόν, τὰς δὲ κολάσεις δι' ἑτέρων ἀρχόντων καὶ δικαστηρίων.
412Aristoteles, Politica, 6, 1319A; 37 (auctor 384BC-322BC)
ὥστε ἀναγκαῖον συμβαίνειν ὅπερ ἐστὶν ὠφελιμώτατον ἐν ταῖς πολιτείαις, ἄρχειν τοὺς ἐπιεικεῖς ἀναμαρτήτους ὄντας, μηδὲν ἐλαττουμένου τοῦ πλήθους.
413Aristoteles, Politica, 6; 46 (auctor 384BC-322BC)
εἰώθασι μὲν οὖν οἱ δημαγωγοὶ κατασκευάζειν οὕτω, δεῖ μέντοι προσλαμβάνειν μέχρι ἂν ὑπερτείνῃ τὸ πλῆθος τῶν γνωρίμων καὶ τῶν μέσων, καὶ τούτου μὴ πέρα προβαίνειν· ὑπερβάλλοντες γὰρ ἀτακτοτέραν τε ποιοῦσι τὴν πολιτείαν, καὶ τοὺς γνωρίμους πρὸς τὸ χαλεπῶς ὑπομένειν τὴν δημοκρατίαν παροξύνουσι μᾶλλον, ὅπερ συνέβη τῆς στάσεως αἴτιον γενέσθαι περὶ Κυρήνην· ὀλίγον μὲν γὰρ πονηρὸν παρορᾶται, πολὺ δὲ γινόμενον ἐν ὀφθαλμοῖς μᾶλλόν ἐστιν.
414Aristoteles, Politica, 7; 34 (auctor 384BC-322BC)
ἀλλ' ἐοίκασιν οἱ πολλοὶ τὴν δεσποτικὴν πολιτικὴν οἴεσθαι εἶναι, καὶ ὅπερ αὑτοῖς ἕκαστοι οὔ φασιν εἶναι δίκαιον οὐδὲ συμφέρον, τοῦτ' οὐκ αἰσχύνονται πρὸς τοὺς ἄλλους ἀσκοῦντες· αὐτοὶ μὲν γὰρ παρ' αὑτοῖς τὸ δικαίως ἄρχειν ζητοῦσι, πρὸς δὲ τοὺς ἄλλους οὐδὲν μέλει τῶν δικαίων.
415Aristoteles, Politica, 7; 73 (auctor 384BC-322BC)
περὶ ἀμφότερα γὰρ οὐ δίκαιον αὐτοσχεδιάζειν, ὅπερ ἐν τῇ πολυανθρωπίᾳ τῇ λίαν ὑπάρχει φανερῶς.
416Aristoteles, Politica, 7; 101 (auctor 384BC-322BC)
ὅπερ γάρ φασί τινες δεῖν ὑπάρχειν τοῖς φύλαξι, τὸ φιλητικοὺς μὲν εἶναι τῶν γνωρίμων πρὸς δὲ τοὺς ἀγνῶτας ἀγρίους, ὁ θυμός ἐστιν ὁ ποιῶν τὸ φιλητικόν· αὕτη γάρ ἐστιν ἡ τῆς ψυχῆς δύναμις ᾗ φιλοῦμεν.
417Aristoteles, Politica, 7; 106 (auctor 384BC-322BC)
τοῦτο δὲ μᾶλλον ἔτι πρὸς τοὺς συνήθεις πάσχουσιν, ὅπερ εἴρηται πρότερον, ἂν ἀδικεῖσθαι νομίσωσιν.
418Aristoteles, Politica, 7; 234 (auctor 384BC-322BC)
δῆλον γὰρ ὅτι καὶ τῶν πολιτῶν τῷ δυναμένῳ τοῦτο πειρατέον διώκειν, ὅπως δύνηται τῆς οἰκείας πόλεως ἄρχειν· ὅπερ ἐγκαλοῦσιν οἱ Λάκωνες Παυσανίᾳ τῷ βασιλεῖ, καίπερ ἔχοντι τηλικαύτην τιμήν.
419Aristoteles, Politica, 8; 15 (auctor 384BC-322BC)
νῦν μὲν γὰρ ὡς ἡδονῆς χάριν οἱ πλεῖστοι μετέχουσιν αὐτῆς· οἱ δ' ἐξ ἀρχῆς ἔταξαν ἐν παιδείᾳ διὰ τὸ τὴν φύσιν αὐτὴν ζητεῖν, ὅπερ πολλάκις εἴρηται, μὴ μόνον ἀσχολεῖν ὀρθῶς ἀλλὰ καὶ σχολάζειν δύνασθαι καλῶς.
420Aristoteles, Politica, 8; 25 (auctor 384BC-322BC)
διὸ καὶ τὴν μουσικὴν οἱ πρότερον εἰς παιδείαν ἔταξαν οὐχ ὡς ἀναγκαῖον (οὐδὲν γὰρ ἔχει τοιοῦτον) , οὐδ' ὡς χρήσιμον (ὥσπερ τὰ γράμματα πρὸς χρηματισμὸν καὶ πρὸς οἰκονομίαν καὶ πρὸς μάθησιν καὶ πρὸς πολιτικὰς πράξεις πολλάς, δοκεῖ δὲ καὶ γραφικὴ χρήσιμος εἶναι πρὸς τὸ κρίνειν τὰ τῶν τεχνιτῶν ἔργα κάλλιον) , οὐδ' αὖ καθάπερ ἡ γυμναστικὴ πρὸς ὑγίειαν καὶ ἀλκήν (οὐδέτερον γὰρ τούτων ὁρῶμεν γιγνόμενον ἐκ τῆς μουσικῆς) · λείπεται τοίνυν πρὸς τὴν ἐν τῇ σχολῇ διαγωγήν, εἰς ὅπερ καὶ φαίνονται παράγοντες αὐτήν.
421Aristoteles, Problemata, 2, 14; 4 (auctor 384BC-322BC)
ὅπερ ἐστὶν αἴτιον καὶ τοῦ τὰς μασχάλας ἱδροῦν τάχιστα καὶ μάλιστα· ἥκιστα γὰρ ψύχονται.
422Aristoteles, Problemata, 3, 2; 1 (auctor 384BC-322BC)
Ἢ ὅτι οὔθ´ οὕτως ὀλίγον πεπώκασιν ὥστε ὁμοίως ἔχειν τοῖς νήφουσιν, οὔθ´ οὕτως ὥστε διαλύεσθαι, ὅπερ πάσχουσιν οἱ πολὺ πεπωκότες; Ἔτι οἱ μὲν νήφοντες μᾶλλον ὀρθῶς κρίνουσιν, οἱ δὲ σφόδρα μεθύοντες οὐδ´ ἐγχειροῦσι κρίνειν· οἱ δὲ ἀκροθώρακες κρίνουσι μὲν διὰ τὸ μὴ σφόδρα μεθύειν, κακῶς δὲ διὰ τὸ μὴ νήφειν, καὶ ταχὺ τῶν μὲν καταφρονοῦσιν, ὑπὸ τῶν δὲ ὀλιγωρεῖσθαι δοκοῦσιν.
423Aristoteles, Problemata, 3, 15; 1 (auctor 384BC-322BC)
Ἢ ὅτι οἱ ἔχοντες περίττωμα καὶ ὑγρὸν ἐν αὑτοῖς οὐρητικοὶ γίνονται· ὅπερ ποιεῖ δύνασθαι πίνειν καὶ ὕστερον κούφως ἔχειν διὰ τὸ μὴ ἐμμένειν πολὺ ὑγρὸν οἰνῶδες.
424Aristoteles, Problemata, 3, 17; 6 (auctor 384BC-322BC)
Ἔτι δὲ συμβαίνει τῶν ὑγρῶν κατασπωμένων καὶ ἐκκρινομένων κάτω καὶ πνεῦμα ἐπάγεσθαι αὐτοῖς, ὅπερ μόνον ἀπὸ τοῦ οἴνου εἰς τὴν κεφαλὴν φερόμενον τὸν κάρον καὶ τὴν κραιπάλην ποιεῖ.
425Aristoteles, Problemata, 4, 12; 1 (auctor 384BC-322BC)
Ἢ ὅτι διὰ τὴν θερμότητα καὶ τὴν κίνησιν ταὐτὸ πάσχουσιν ὅπερ ἐν τῇ ὁμιλίᾳ; διὸ καὶ τῇ τῆς ἐπεχούσης ἡλικίας ἐπιδόσει περὶ τὰ αἰδοῖα μείζω τὰ μόρια ταῦτα γίνεται.
426Aristoteles, Problemata, 5, 13; 1 (auctor 384BC-322BC)
Πότερον διὰ τὸ ψυχρότερον εἶναι τὸν ἀεὶ προσπίπτοντα ἀέρα, ὅσῳ ἂν ἐλάττω χρόνον ἅπτηται τοῦ σώματος, ὅπερ ἐπὶ τῶν γυμνῶν θεόντων συμβαίνει; τὸ δὲ ψῦχος δάκρυον ποιεῖ.
427Aristoteles, Problemata, 5, 16; 1 (auctor 384BC-322BC)
Πότερον ὅτι πᾶς ῥυθμὸς ὡρισμένῃ μετρεῖται κινήσει, τοιαύτη δ´ ἐστὶν ἡ δι´ ἴσου οὖσα, ὅπερ οἱ τροχάζοντες ποιοῦσιν.
428Aristoteles, Problemata, 10; 30 (auctor 384BC-322BC)
ὅπερ συμβαίνει· γίνονται γὰρ ἐν ταῖς μεταβολαῖς μάλιστα.
429Aristoteles, Problemata, 10; 79 (auctor 384BC-322BC)
Διὰ τί τοῖς ζῴοις ἄρτιοι πόδες; ἢ ὅτι παντὸς μὲν τοῦ κινουμένου ἀνάγκη τι ἠρεμεῖν, συνέβαινε δὲ περιττῶν ὄντων μὴ γίνεσθαι τοῦτο· ὅπερ κατὰ τὴν ἀντιστοιχίαν τῶν ποδῶν ἦν ἡ κίνησις.
430Aristoteles, Problemata, 12; 9 (auctor 384BC-322BC)
αἴτιον δὲ τῆς εὐωδίας ἐστίν, ὅπερ καὶ ἐπὶ τῆς γῆς· διαθέρμου γὰρ καὶ διακεκαυμένης οὔσης, ὃ ἂν ἐκφύσῃ, τὸ πρῶτον εὐῶδες ὄζει.
431Aristoteles, Problemata, 14; 27 (auctor 384BC-322BC)
Διὰ τί οἱ ἐν τοῖς θερμοῖς τόποις σοφώτεροί εἰσιν ἢ ἐν τοῖς ψυχροῖς; πότερον διὰ τὸ αὐτὸ δι' ὅπερ καὶ οἱ γέροντες τῶν νέων; οἱ μὲν γὰρ διὰ τὴν ψυχρότητα τοῦ τόπου ἐπανιούσης τῆς φύσεως αὐτῶν θερμότεροί εἰσι πολύ, ὥστε λίαν μεθύουσιν ἐοίκασι, καὶ οὐκ εἰσὶ ζητητικοὶ ἀλλὰ ἀνδρεῖοι καὶ εὐέλπιδες· οἱ δὲ ἐν τοῖς ἀλεεινοῖς νήφουσι διὰ τὸ κατεψῦχθαι.
432Aristoteles, Problemata, 15; 15 (auctor 384BC-322BC)
τί οὖν κωλύει πλέονος γενομένου τοῦ διαστήματος διαμένειν τὴν τῶν σχημάτων φαντασίαν; Διὰ τί τοῦ ἡλίου ὁμοτόνως φερομένου ἐν τῷ ἴσῳ χρόνῳ, οὐχ ἡ αὐτὴ αὔξησις καὶ φθίσις τῶν σκιῶν; ἢ ὅτι ἴσαι γίνονται αἱ γωνίαι πρὸς τὰ ὁρώμενα, αἱ ἀπὸ τῶν ἀκτίνων ὑπὸ ταῖς ἴσαις περιφερείαις; εἰ δ' αὗται καὶ ἐμβαλλόμεναι ποιοῦσιν ἀκτῖνας ἐν τῷ τριγώνῳ, ὅπερ ἔχεται ὑπό τε τῆς πρώτης ἀκτῖνος καὶ τοῦ ὁρωμένου καὶ τῆς σκιᾶς.
433Aristoteles, Problemata, 16; 41 (auctor 384BC-322BC)
εὔλογον δὲ τοῦτο γίνεσθαι· τοῦ γὰρ αὐτοῦ ἐστὶ κινῆσαί τε ἐκ τῆς οἰκείας χώρας τι, καὶ τοῦτο ἴσχειν, ὡς ἐκείνης, ἐν πλείονι δὲ χρόνῳ, ἐὰν ᾖ ὅμοια τῇ δυνάμει τό τε ἔχον καὶ τὸ ἐχόμενον, ἢ τὸ ἴσον κρεῖττον, ὅπερ ἐνταῦθα συμβαίνει· πνεῦμα γὰρ ὕδατός ἐστι κρεῖττον τῇ δυνάμει.
434Aristoteles, Problemata, 18; 2 (auctor 384BC-322BC)
ὅταν δὲ ἐρείσωσι πρός τι ἐν τῇ διανοίᾳ, ὅπερ ἡ ἀνάγνωσις ποιεῖ, κινοῦνται ὑπὸ τῆς θερμαντικῆς κινήσεως οὐκ ἐκκρουομένης ὑπ' οὐδενός, ὥστε οὐ δύνανται καθεύδειν.
435Aristoteles, Problemata, 18; 19 (auctor 384BC-322BC)
ὅταν δὲ ἐρείσωσι πρός τι τὴν διάνοιαν, ὅπερ ἡ ἀνάγνωσις ποιεῖ, κινοῦνται ὑπὸ τῆς πνευματικῆς κινήσεως, οὐκ ἐκκρουομένης ὑπ' οὐδενός, ὥστε οὐ δύνανται καθεύδειν.
436Aristoteles, Problemata, 19; 61 (auctor 384BC-322BC)
Διὰ τί νόμοι καλοῦνται οὓς ᾄδουσιν; ἢ ὅτι πρὶν ἐπίστασθαι γράμματα, ᾖδον τοὺς νόμους, ὅπως μὴ ἐπιλάθωνται, ὥσπερ ἐν Ἀγαθύρσοις ἔτι εἰώθασιν; καὶ τῶν ὑστέρων οὖν ᾠδῶν τὰς πρώτας τὸ αὐτὸ ἐκάλεσαν ὅπερ τὰς πρώτας.
437Aristoteles, Problemata, 19; 110 (auctor 384BC-322BC)
τὴν μὲν γὰρ νεάτην ἴσμεν οὗ κινεῖται ἐπιληφθεῖσα· τὴν δὲ ὑπάτην αὐτὴν ὁρῶντες ἀκατάληπτον οὖσαν, καὶ φθόγγου αὐτῆς ἀκούοντες, ταύτην οἰόμεθα ἠχεῖν· ὅπερ ἐπὶ πολλῶν ἡμῖν συμβαίνει, ἐφ' ὧν μήτε τῷ λογισμῷ μήτε τῇ αἰσθήσει δυνάμεθα εἰδῆσαι τὸ ἀκριβές.
438Aristoteles, Problemata, 22; 21 (auctor 384BC-322BC)
ἢ ὅτι ἡ ὀπώρα καὶ θερμή ἐστι καὶ ὑγρὰ διὰ τὴν γένεσιν; ἔχει γὰρ πολὺ πῦρ καὶ ὑγρότητα, ὥστε διὰ μὲν τὸ πῦρ οἷον ζέσιν ποιεῖ ὁ χυμὸς εἴσω, ὅπερ ἔξω τὸ γλεῦκος ποιεῖ.
439Aristoteles, Problemata, 31; 19 (auctor 384BC-322BC)
τὰ μὲν γὰρ ἄκρα εἰς τἀναντία ἂν κινοῖτο, εἰ τὸ μὲν ἄνω τὸ δὲ κάτω κινοῖτο, ἡ δὲ ἀρχὴ ἀμφοῖν ἂν ἀκολουθοίη· ὅπερ ἀδύνατον.
440Aristoteles, Rhetorica, 1, 1, 5; 3 (auctor 384BC-322BC)
νῦν μὲν οὖν οἱ τὰς τέχνας τῶν λόγων συντιθέντες οὐδὲν ὡς εἰπεῖν πεπορίκασιν αὐτῆς μόριον (αἱ γὰρ πίστεις ἔντεχνόν εἰσι μόνον, τὰ δ' ἄλλα προσθῆκαι) , οἱ δὲ περὶ μὲν ἐνθυμημάτων οὐδὲν λέγουσιν, ὅπερ ἐστὶ σῶμα τῆς πίστεως, περὶ δὲ τῶν ἔξω τοῦ πράγματος τὰ πλεῖστα πραγματεύονται· διαβολὴ γὰρ καὶ ἔλεος καὶ ὀργὴ καὶ τὰ τοιαῦτα πάθη τῆς ψυχῆς οὐ περὶ τοῦ πράγματός ἐστιν, ἀλλὰ πρὸς τὸν δικαστήν· ὥστ' εἰ περὶ πάσας ἦν τὰς κρίσεις καθάπερ ἐν ἐνίαις γε νῦν ἐστι τῶν πόλεων καὶ μάλιστα ταῖς εὐνομουμέναις, οὐδὲν ἂν εἶχον ὅ τι λέγωσιν· ἅπαντες γὰρ οἱ μὲν οἴονται δεῖν οὕτω τοὺς νόμους ἀγορεύειν, οἱ δὲ καὶ χρῶνται καὶ κωλύουσιν ἔξω τοῦ πράγματος λέγειν, καθάπερ καὶ ἐν Ἀρείῳ πάγῳ, ὀρθῶς τοῦτο νομίζοντες· οὐ γὰρ δεῖ τὸν δικαστὴν διαστρέφειν εἰς ὀργὴν προάγοντας ἢ φθόνον ἢ ἔλεον· ὅμοιον γὰρ κἂν εἴ τις ᾧ μέλλει χρῆσθαι κανόνι, τοῦτον ποιήσειε στρεβλόν.
441Aristoteles, Rhetorica, 1, 2, 18; 29 (auctor 384BC-322BC)
ὅπερ τῶν σημείων τεκμήριον μόνον ἐστίν· μόνον γάρ, ἂν ἀληθὲς ᾖ, ἄλυτόν ἐστιν.
442Aristoteles, Rhetorica, 1, 4, 5; 4 (auctor 384BC-322BC)
καθ' ἕκαστον μὲν οὖν ἀκριβῶς διαριθμήσασθαι καὶ διαλαβεῖν εἰς εἴδη περὶ ὧν εἰώθασι χρηματίζειν, ἔτι δ' ὅσον ἐνδέχεται περὶ αὐτῶν διορίσαι κατὰ τὴν ἀλήθειαν, οὐ δεῖ κατὰ τὸν παρόντα καιρὸν ζητεῖν διὰ τὸ μήτε τῆς ῥητορικῆς εἶναι τέχνης, ἀλλ' ἐμφρονεστέρας καὶ μᾶλλον ἀληθινῆς, πολλῷ τε πλείω δεδόσθαι καὶ νῦν αὐτῇ τῶν οἰκείων θεωρημάτων· ὅπερ γὰρ καὶ πρότερον εἰρηκότες τυγχάνομεν ἀληθές ἐστιν, ὅτι ἡ ῥητορικὴ σύγκειται μὲν ἔκ τε τῆς ἀναλυτικῆς ἐπιστήμης καὶ τῆς περὶ τὰ ἤθη πολιτικῆς, ὁμοία δ' ἐστὶν τὰ μὲν τῇ διαλεκτικῇ τὰ δὲ τοῖς σοφιστικοῖς λόγοις.
443Aristoteles, Rhetorica, 1, 7, 8; 10 (auctor 384BC-322BC)
καὶ αἱρετώτερον τὸ καθ' αὑτὸ τοῦ μὴ καθ' αὑτό, οἷον ἰσχὺς ὑγιεινοῦ· τὸ μὲν γὰρ οὐχ αὑτοῦ ἕνεκα, τὸ δὲ αὑτοῦ, ὅπερ ἦν τὸ ἀγαθόν.
444Aristoteles, Rhetorica, 1, 9, 38; 58 (auctor 384BC-322BC)
κἂν μὴ καθ' αὑτὸν εὐπορῇς, πρὸς ἄλλους ἀντιπαραβάλλειν, ὅπερ Ἰσοκράτης ἐποίει διὰ τὴν ἀσυνήθειαν τοῦ δικολογεῖν.
445Aristoteles, Rhetorica, 1, 14, 6; 15 (auctor 384BC-322BC)
καὶ τὸ ἐνταῦθα οὗ κολάζονται οἱ ἀδικοῦντες, ὅπερ ποιοῦσιν οἱ ψευδομαρτυροῦντες· ποῦ γὰρ οὐκ ἂν ἀδικήσαιεν, εἴ γε καὶ ἐν τῷ δικαστηρίῳ· καὶ ἐφ' οἷς αἰσχύνη μάλιστα.
446Aristoteles, Rhetorica, 2, 4, 7; 9 (auctor 384BC-322BC)
καὶ τοὺς τοῖς αὐτοῖς ἐχθροὺς καὶ μισοῦντας οὓς αὐτοὶ μισοῦσιν, καὶ τοὺς μισουμένους ὑπὸ τῶν αὐτοῖς μισουμένων· πᾶσιν γὰρ τούτοις τὰ αὐτὰ ἀγαθὰ φαίνεται εἶναι καὶ αὐτοῖς, ὥστε βούλεσθαι τὰ αὐτοῖς ἀγαθά, ὅπερ ἦν τοῦ φίλου.
447Aristoteles, Rhetorica, 2, 13, 12; 14 (auctor 384BC-322BC)
καὶ ζῶσι τῇ μνήμῃ μᾶλλον ἢ τῇ ἐλπίδι· τοῦ γὰρ βίου τὸ μὲν λοιπὸν ὀλίγον τὸ δὲ παρεληλυθὸς πολύ, ἔστι δὲ ἡ μὲν ἐλπὶς τοῦ μέλλοντος ἡ δὲ μνήμη τῶν παροιχομένων· ὅπερ αἴτιον καὶ τῆς ἀδολεσχίας αὐτοῖς· διατελοῦσι γὰρ τὰ γενόμενα λέγοντες· ἀναμιμνησκόμενοι γὰρ ἥδονται.
448Aristoteles, Rhetorica, 2, 15, 3; 4 (auctor 384BC-322BC)
ἔστι δὲ εὐγενὲς μὲν κατὰ τὴν τοῦ γένους ἀρετήν, γενναῖον δὲ κατὰ τὸ μὴ ἐξίστασθαι τῆς φύσεως· ὅπερ ὡς ἐπὶ τὸ πολὺ οὐ συμβαίνει τοῖς εὐγενέσιν, ἀλλ' εἰσὶν οἱ πολλοὶ εὐτελεῖς· φορὰ γὰρ τίς ἐστιν ἐν τοῖς γένεσιν ἀνδρῶν ὥσπερ ἐν τοῖς κατὰ τὰς χώρας γιγνομένοις, καὶ ἐνίοτε ἂν ᾖ ἀγαθὸν τὸ γένος, ἐγγίνονται διά τινος χρόνου ἄνδρες περιττοί, κἄπειτα πάλιν ἀναδίδωσιν.
449Aristoteles, Rhetorica, 2, 20, 7; 13 (auctor 384BC-322BC)
» εἰσὶ δ' οἱ λόγοι δημηγορικοί, καὶ ἔχουσιν ἀγαθὸν τοῦτο, ὅτι πράγματα μὲν εὑρεῖν ὅμοια γεγενημένα χαλεπόν, λόγους δὲ ῥᾷον· ποιῆσαι γὰρ δεῖ ὥσπερ καὶ παραβολάς, ἄν τις δύνηται τὸ ὅμοιον ὁρᾶν, ὅπερ ῥᾷόν ἐστιν ἐκ φιλοσοφίας.
450Aristoteles, Rhetorica, 2, 21, 8; 25 (auctor 384BC-322BC)
ἁρμόττει δ' ἐν τοῖς τοιούτοις καὶ τὰ Λακωνικὰ ἀποφθέγματα καὶ τὰ αἰνιγματώδη, οἷον εἴ τις λέγει ὅπερ Στησίχορος ἐν Λοκροῖς εἶπεν, ὅτι οὐ δεῖ ὑβριστὰς εἶναι, ὅπως μὴ οἱ τέττιγες χαμόθεν ᾄδωσιν.
451Aristoteles, Rhetorica, 3, 1, 3; 2 (auctor 384BC-322BC)
τὸ μὲν οὖν πρῶτον ἐζητήθη κατὰ φύσιν ὅπερ πέφυκε πρῶτον, αὐτὰ τὰ πράγματα ἐκ τίνων ἔχει τὸ πιθανόν, δεύτερον δὲ τὸ ταῦτα τῇ λέξει διαθέσθαι, τρίτον δὲ τούτων ὃ δύναμιν μὲν ἔχει μεγίστην, οὔπω δ' ἐπικεχείρηται, τὰ περὶ τὴν ὑπόκρισιν.
452Aristoteles, Rhetorica, 3, 1, 3; 4 (auctor 384BC-322BC)
δῆλον οὖν ὅτι καὶ περὶ τὴν ῥητορικήν ἐστι τὸ τοιοῦτον ὥσπερ καὶ περὶ τὴν ποιητικήν, ὅπερ ἕτεροί τέ τινες ἐπραγματεύθησαν καὶ Γλαύκων ὁ Τήιος.
453Aristoteles, Rhetorica, 3, 2, 5; 4 (auctor 384BC-322BC)
κλέπτεται δ' εὖ, ἐάν τις ἐκ τῆς εἰωθυίας διαλέκτου ἐκλέγων συντιθῇ· ὅπερ Εὐριπίδης ποιεῖ καὶ ὑπέδειξε πρῶτος.
454Aristoteles, Rhetorica, 3, 5, 4; 7 (auctor 384BC-322BC)
τοῦτο δ' ἂν μὴ τἀναντία προαιρῆται, ὅπερ ποιοῦσιν ὅταν μηδὲν μὲν ἔχωσι λέγειν, προσποιῶνται δέ τι λέγειν· οἱ γὰρ τοιοῦτοι ἐν ποιήσει λέγουσιν ταῦτα, οἷον Ἐμπεδοκλῆς· φενακίζει γὰρ τὸ κύκλῳ πολὺ ὄν, καὶ πάσχουσιν οἱ ἀκροαταὶ ὅπερ οἱ πολλοὶ παρὰ τοῖς μάντεσιν· ὅταν γὰρ λέγωσιν ἀμφίβολα, συμπαρανεύουσιν – Κροῖσος Ἅλυν διαβὰς μεγάλην ἀρχὴν καταλύσει ηδτ.
455Aristoteles, Rhetorica, 3, 5, 6; 13 (auctor 384BC-322BC)
ὅλως δὲ δεῖ εὐανάγνωστον εἶναι τὸ γεγραμμένον καὶ εὔφραστον· ἔστιν δὲ τὸ αὐτό· ὅπερ οἱ πολλοὶ σύνδεσμοι οὐκ ἔχουσιν, οὐδ' ἃ μὴ ῥᾴδιον διαστίξαι, ὥσπερ τὰ Ἡρακλείτου.
456Aristoteles, Rhetorica, 3, 6, 4; 4 (auctor 384BC-322BC)
καὶ τὸ ἓν πολλὰ ποιεῖν, ὅπερ οἱ ποιηταὶ ποιοῦσιν· ἑνὸς ὄντος λιμένος ὅμως λέγουσι λιμένας εἰς Ἀχαϊκούς καὶ δέλτου μὲν αἵδε πολύθυροι διαπτυχαί.
457Aristoteles, Rhetorica, 3, 11, 6; 27 (auctor 384BC-322BC)
γίγνεται δὲ ὅταν παράδοξον ᾖ, καὶ μή, ὡς ἐκεῖνος λέγει, πρὸς τὴν ἔμπροσθεν δόξαν, ἀλλ' ὥσπερ ἐν τοῖς γελοίοις τὰ παραπεποιημένα (ὅπερ δύναται καὶ τὰ παρὰ γράμμα σκώμματα· ἐξαπατᾷ γάρ) , καὶ ἐν τοῖς μέτροις· οὐ γὰρ ὥσπερ ὁ ἀκούων ὑπέλαβεν· ἔστειχε δ' ἔχων ὑπὸ ποσσὶ χίμεθλα· ὁ δ' ᾤετο πέδιλα ἐρεῖν.
458Aristoteles, Rhetorica, 3, 12, 1; 3 (auctor 384BC-322BC)
ἄμφω δὲ ἀνάγκη εἰδέναι· τὸ μὲν γάρ ἐστιν ἑλληνίζειν ἐπίστασθαι, τὸ δὲ μὴ ἀναγκάζεσθαι κατασιωπᾶν ἄν τι βούληται μεταδοῦναι τοῖς ἄλλοις, ὅπερ πάσχουσιν οἱ μὴ ἐπιστάμενοι γράφειν.
459Aristoteles, Rhetorica, 3, 12, 3; 8 (auctor 384BC-322BC)
ἀνάγκη δὲ μεταβάλλειν τὸ αὐτὸ λέγοντας, ὅπερ ὥσπερ ὁδοποιεῖ τῷ ὑποκρίνεσθαι· « οὗτός ἐστιν ὁ κλέψας ὑμῶν, οὗτός ἐστιν ὁ ἐξαπατήσας, οὗτος ὁ τὸ ἔσχατον προδοῦναι ἐπιχειρήσας » , οἷον καὶ Φιλήμων ὁ ὑποκριτὴς ἐποίει ἔν τε τῇ Ἀναξανδρίδου Γεροντομαχίᾳ, ὅτε λέγοι « Ῥαδάμανθυς καὶ Παλαμήδης » , καὶ ἐν τῷ προλόγῳ τῶν Εὐσεβῶν τὸ « ἐγώ » · ἐὰν γάρ τις τὰ τοιαῦτα μὴ ὑποκρίνηται, γίγνεται « ὁ τὴν δοκὸν φέρων » .
460Aristoteles, Rhetorica, 3, 13, 5; 9 (auctor 384BC-322BC)
ἔσται οὖν, ἄν τις τὰ τοιαῦτα διαιρῇ, ὅπερ ἐποίουν οἱ περὶ Θεόδωρον, διήγησις ἕτερον καὶ [ἡ] ἐπιδιήγησις καὶ προδιήγησις, καὶ ἔλεγχος καὶ ἐπεξέλεγχος.
461Aristoteles, Rhetorica, 3, 14, 1; 1 (auctor 384BC-322BC)
τὸ μὲν οὖν προοίμιόν ἐστιν ἀρχὴ λόγου, ὅπερ ἐν ποιήσει πρόλογος καὶ ἐν αὐλήσει προαύλιον· πάντα γὰρ ἀρχαὶ ταῦτ' εἰσί, καὶ οἷον ὁδοποίησις τῷ ἐπιόντι.
462Aristoteles, Rhetorica, 3, 14, 1; 2 (auctor 384BC-322BC)
τὸ μὲν οὖν προαύλιον ὅμοιον τῷ τῶν ἐπιδεικτικῶν προοιμίῳ· καὶ γὰρ οἱ αὐληταί, ὅ τι ἂν εὖ ἔχωσιν αὐλῆσαι, τοῦτο προαυλήσαντες συνῆψαν τῷ ἐνδοσίμῳ, καὶ ἐν τοῖς ἐπιδεικτικοῖς λόγοις δεῖ οὕτως γράφειν, ὅ τι [γὰρ] ἂν βούληται εὐθὺ εἰπόντα ἐνδοῦναι καὶ συνάψαι, ὅπερ πάντες ποιοῦσιν.
463Aristoteles, Rhetorica, 3, 14, 5; 7 (auctor 384BC-322BC)
τὰ δὲ τοῦ δικανικοῦ προοίμια δεῖ λαβεῖν ὅτι ταὐτὸ δύναται ὅπερ τῶν δραμάτων οἱ πρόλογοι καὶ τῶν ἐπῶν τὰ προοίμια· τὰ μὲν γὰρ τῶν διθυράμβων ὅμοια τοῖς ἐπιδεικτικοῖς· « διὰ σὲ καὶ τεὰ δῶρα εἴτε σκῦλα » .
464Aristoteles, Rhetorica, 3, 17, 7; 12 (auctor 384BC-322BC)
καὶ μὴ περὶ πάντων ἐνθυμήματα ζητεῖ· εἰ δὲ μή, ποιήσεις ὅπερ ἔνιοι ποιοῦσι τῶν φιλοσοφούντων, οἳ συλλογίζονται τὰ γνωριμώτερα καὶ πιστότερα ἢ ἐξ ὧν λέγουσιν.
465Aristoteles, Rhetorica, 3, 17, 10; 17 (auctor 384BC-322BC)
δεῖ οὖν ἀποροῦντα τοῦτο ποιεῖν ὅπερ οἱ Ἀθήνησι ῥήτορες ποιοῦσι καὶ Ἰσοκράτης· καὶ γὰρ συμβουλεύων κατηγορεῖ, οἷον Λακεδαιμονίων μὲν ἐν τῷ πανηγυρικῷ, Χάρητος δ' ἐν τῷ συμμαχικῷ.
466Aristoteles, Rhetorica, 3, 17, 16; 31 (auctor 384BC-322BC)
εἰς δὲ τὸ ἦθος, ἐπειδὴ ἔνια περὶ αὑτοῦ λέγειν ἢ ἐπίφθονον ἢ μακρολογίαν ἢ ἀντιλογίαν ἔχει, καὶ περὶ ἄλλου ἢ λοιδορίαν ἢ ἀγροικίαν, ἕτερον χρὴ λέγοντα ποιεῖν, ὅπερ Ἰσοκράτης ποιεῖ ἐν τῷ Φιλίππῳ καὶ ἐν τῇ Ἀντιδόσει, καὶ ὡς Ἀρχίλοχος ψέγει· ποιεῖ γὰρ τὸν πατέρα λέγοντα περὶ τῆς θυγατρὸς ἐν τῷ ἰάμβῳ χρημάτων δ' ἄελπτον οὐθέν ἐστιν οὐδ' ἀπώμοτον, αρξηιλοξηυς φρ.
467Aristoteles, Topica, 1, I 6; 2 (auctor 384BC-322BC)
Δείξαντες γάρ ὅτι οὐ μόνῳ ὑπάρχει τῷ ὑπό τόν ὁρισμόν, ὥσπερ καί ἐπί τοῦ ἰδίου, ἢ ὅτι οὐ γένος τό ἀποδοθέν ἐν τῷ ὁρισμῷ, ἢ ὅτι οὐχ ὑπάρχει τι τῶν ἐν τῷ λόγῳ ῥηθέντων, ὅπερ καί ἐπί τοῦ συμβεβηκότος ἂν ῥηθείη, ἀνῃρηκότες ἐσόμεθα τόν ὁρισμόν· ὥστε κατά τόν ἔμπροσθεν ἀποδοθέντα λόγον ἅπαντ᾿ ἂν εἴη τρόπον τινά ὁρικά τά κατηριθμημένα.
468Aristoteles, Topica, 2, II 3; 2 (auctor 384BC-322BC)
Χρηστέον δ᾿ ἐπί τῶν λανθανόντων· ἐάν γάρ μή λανθάνῃ πολλαχῶς λεγόμενον, ἐνστήσεται ὅτι οὐ διείλεκται ὅπερ αὐτός ἠπόρει, ἀλλά θάτερον.
469Aristoteles, Topica, 2, II 7; 20 (auctor 384BC-322BC)
Πάλιν εἰ κεῖται συμβεβηκός ᾧ ἐστί τι ἐναντίον, σκοπεῖν εἰ καί τοῦ ἐναντίου δεκτικόν, ὅπερ καί τοῦ συμβεβηκότος· τό γάρ αὐτό τῶν ἐναντίων δεκτικόν, οἷον εἰ τό μῖσος ἕπεσθαι ὀργῇ ἔφησεν, εἴη ἂν τό μῖσος ἐν τῷ θυμοειδεῖ· ἐκεῖ γάρ ἡ ὀργή.
470Aristoteles, Topica, 2, II 7; 23 (auctor 384BC-322BC)
Εἴη γάρ ἂν καί ἐπιστήμης δεκτικόν, εἴπερ καί ἀγνοίας· ὅπερ οὐ δοκεῖ, τό ἐπιθυμητικόν δεκτικόν εἶναι ἐπιστήμης.
471Aristoteles, Topica, 3, III 1; 8 (auctor 384BC-322BC)
Ἔπειτα δέ τό ὅπερ τόδε τι τοῦ μή ἐν γένει, οἷον ἡ δικαιοσύνη τοῦ δικαίου· τό μέν γάρ ἐν γένει τῷ ἀγαθῷ, τό δ᾿ οὔ, καί τό μέν ὅπερ ἀγαθόν, τό δ᾿ οὔ· οὐδέν γάρ λέγεται ὅπερ τό γένος, ὃ μή τυγχάνει ἐν τῷ γένει ὄν, οἷον ὁ λευκός ἄνθρωπος οὐκ ἔστιν ὅπερ χρῶμα.
472Aristoteles, Topica, 4, IV 1; 5 (auctor 384BC-322BC)
Οὔτε γάρ ἡ χιών ὅπερ λευκόν, διόπερ οὐ γένος τό λευκόν τῆς χιόνος, οὔθ᾿ ἡ ψυχή ὅπερ κινούμενον· συμβέβηκε δ᾿ αὐτῇ κινεῖσθαι, καθάπερ καί τῷ ζῴῳ πολλάκις βαδίζειν τε καί βαδίζοντι εἶναι.
473Aristoteles, Topica, 4, IV 2; 31 (auctor 384BC-322BC)
Καί εἰ τήν διαφοράν εἰς τό γένος ἔθηκεν, οἷον τό περιττόν ὅπερ ἀριθμόν.
474Aristoteles, Topica, 4, IV 2; 35 (auctor 384BC-322BC)
Ἔτι εἰ τό γένος εἰς τό εἶδος ἔθηκεν, οἷον τήν ἅψιν ὅπερ συνοχήν ἢ τήν μίξιν ὅπερ κρᾶσιν, ἢ ὡς Πλάτων ὁρίζεται φοράν τήν κατά τόπον κίνησιν.
475Aristoteles, Topica, 4, IV 2; 39 (auctor 384BC-322BC)
Πάλιν εἰ τήν διαφοράν εἰς τό εἶδος ἔθηκεν, οἷον τό ἀθάνατον ὅπερ θεόν.
476Aristoteles, Topica, 4, IV 2; 41 (auctor 384BC-322BC)
Ἔτι εἰ τό γένος εἰς τήν διαφοράν, οἷον τό χρῶμα ὅπερ συγκριτικόν ἢ τόν ἀριθμόν ὅπερ περιττόν.
477Aristoteles, Topica, 4, IV 4; 2 (auctor 384BC-322BC)
Εἰ οὖν ἐστίν ἡ ἡδονή ὅπερ ἀγαθόν, καί τό ἡδύ ὅπερ ὠφέλιμον ἔσται· δῆλον γάρ ὅτι ἀγαθοῦ ἂν εἴη ποιητικόν, ἐπειδή ἡ ἡδονή ἀγαθόν.
478Aristoteles, Topica, 4, IV 4; 10 (auctor 384BC-322BC)
Πάλιν ἐπί τῶν ἀποφάσεων σκοπεῖν ἀνάπαλιν, καθάπερ ἐπί τοῦ συμβεβηκότος ἐλέγετο, οἷον εἰ τό ἡδύ ὅπερ ἀγαθόν, τό μή ἀγαθόν οὐχ ἡδύ.
479Aristoteles, Topica, 4, IV 4; 16 (auctor 384BC-322BC)
Ἢ οὐδέ τό πρότερον ῥηθέν ἀληθές ἂν δόξειεν· ἡ γάρ ἀρετή ὅπερ καλόν καί ὅπερ ἀγαθόν, καί ἡ μέν ἀρετή τῶν πρός τι, τό δ᾿ ἀγαθόν καί τό καλόν οὐ τῶν πρός τι ἀλλά ποιά.
480Aristoteles, Topica, 4, IV 4; 37 (auctor 384BC-322BC)
Εἰ οὖν τις θείη τήν ἐπιστήμην ὅπερ αἴσθησιν, δεήσει καί τό ἐπιστητόν ὅπερ αἰσθητόν εἶναι.
481Aristoteles, Topica, 4, IV 5; 15 (auctor 384BC-322BC)
Σκοπεῖν οὖν εἰ ἐπί τινων κατά τι μετέχεται τό γένος, οἷον εἰ τό ζῷον ὅπερ αἰσθητόν ἢ ὁρατόν εἴρηται.
482Aristoteles, Topica, 4, IV 6; 14 (auctor 384BC-322BC)
Καί εἰ τοῦ αὐτοῦ εἴδους ὁμοίως πρός ἄμφω ἔχοντος εἰς τό χεῖρον καί μή εἰς τό βέλτιον γένος ἔθηκεν, οἷον τήν ψυχήν ὅπερ κίνησιν ἢ κινούμενον.
483Aristoteles, Topica, 4, IV 6; 33 (auctor 384BC-322BC)
Ἐπεί δέ δοκεῖ τό μουσικόν, ᾗ μουσικόν ἐστιν, ἐπιστῆμόν τ᾿ εἶναι καί ἡ μουσική ἐπιστήμη τις εἶναι, καί εἰ τό βαδίζον τῷ βαδίζειν κινεῖται, ἡ βάδισις κίνησίς τις εἶναι, σκοπεῖν ἐν ᾧ ἂν γένει βούλῃ τι κατασκευάσαι, τόν εἰρημένον τρόπον, οἷον εἰ τήν ἐπιστήμην ὅπερ πίστιν, εἰ ὁ ἐπιστάμενος ᾗ ἐπίσταται πιστεύει· δῆλον γάρ ὅτι ἡ ἐπιστήμη πίστις ἄν τις εἴη.
484Aristoteles, Topica, 6, VI 4; 6 (auctor 384BC-322BC)
Τό δέ τοιοῦτον οὐ δοκεῖ· ἑκάστῳ γάρ τῶν ὄντων ἕν ἐστι τό εἶναι ὅπερ ἐστίν· ὥστ᾿ εἰ πλείους ἔσονται τοῦ αὐτοῦ ὁρισμοί, ταὐτόν ἔσται τῷ ὁριζομένῳ τό εἶναι ὅπερ καθ᾿ ἑκάτερον τῶν ὁρισμῶν δηλοῦται.
485Aristoteles, Topica, 6, VI 8; 2 (auctor 384BC-322BC)
Παντός γάρ τοῦ πρός τι ἡ οὐσία πρός ἕτερον, ἐπειδή ταὐτόν ἦν ἑκάστῳ τῶν πρός τι τό εἶναι ὅπερ τό πρός τί πως ἔχειν.
486Aristoteles, Topica, 6, VI 9; 2 (auctor 384BC-322BC)
Οἷον εἰ τό ἡδύ ὅπερ ὠφέλιμον, καί ὁ ἡδόμενος ὠφελούμενος.
487Aristoteles, Topica, 7, VII 3; 16 (auctor 384BC-322BC)
Ἐπεί γάρ τό ἐναντίον ἐν τῷ αὐτῷ γένει ἢ ἐν τῷ ἐναντίῳ, ὁμοίως δέ καί αἱ διαφοραί ἢ ἐναντίαι τῶν ἐναντίων ἢ αἱ αὐταί κατηγοροῦνται, δῆλον ὅτι τοῦ προκειμένου ἤτοι τό αὐτό γένος ἂν κατηγοροῖτο ὅπερ καί τοῦ ἐναντίου, αἱ δέ διαφοραί ἐναντίαι, ἢ ἅπασαι ἢ τινές, αἱ δέ λοιπαί αἱ αὐταί· ἢ ἀνάπαλιν αἱ μέν διαφοραί αἱ αὐταί τά δέ γένη ἐναντία· ἢ ἄμφω ἐναντία, καί τά γένη καί αἱ διαφοραί.
488Aristoteles, Topica, 8, VIII 12; 2 (auctor 384BC-322BC)
Ψευδής δέ λόγος καλεῖται τετραχῶς, ἕνα μέν τρόπον ὅταν φαίνηται συμπεραίνεσθαι μή συμπεραινόμενος, ὃς καλεῖται ἐριστικός συλλογισμός· ἄλλον δέ ὅταν συμπεραίνηται μέν μή μέντοι πρός τό προκείμενον, ὅπερ συμβαίνει μάλιστα τοῖς εἰς τό ἀδύνατον ἄγουσιν· ἢ πρός τό προκείμενον μέν συμπεραίνηται, μή μέντοι κατά τήν οἰκείαν μέθοδον.
489Aristoteles, Topica, 8, VIII 14; 8 (auctor 384BC-322BC)
Δεῖ δέ πρός τό τοιοῦτο ὑπάρχειν εὐφυᾶ· καί τοῦτ᾿ ἔστιν ἡ κατ᾿ ἀλήθειαν εὐφυΐα, τό δύνασθαι καλῶς ἑλέσθαι τἀληθές καί φυγεῖν τό ψεῦδος· ὅπερ οἱ πεφυκότες εὖ δύνανται ποιεῖν· εὖ γάρ φιλοῦντες καί μισοῦντες τό προσφερόμενον εὖ κρίνουσι τό βέλτιστον.
490Auctores varii 013, Epistolae et decreta, 13, 0570D
τοιγαροῦν τοὺς ἐπισκόπους ἐκελεύσαμεν ἐν τῇ Ἀδριάνου πόλει, ἐκδέξασθαι τὴν ἡμετέραν ἐπάνοδον· ἵν' ἐπειδὰν πάντα καλῶς διατεθῇ τὰ δημόσια, τότε λοιπὸν ὅπερ ὑποβάλλουσιν ἀκοῦσαι, καὶ δοκιμάσαι δυνηθῶμεν· τῇ μέντοι στεῤῥότητι ὑμῶν μὴ βαρὺ φανέσθω, ὥστε ἐκδέξασθαι τὴν αὐτῶν ἐπάνοδον· ἵν' ἐπειδὰν ἐπανέλθωσι κωμίζοντες ὑμῖν τὰς ἡμετέρας ἀποκρίσεις, δυνηθῆτε εἰς πέρας ἀγαγεῖν τὰ πρὸς τὴν λυσιτέλειαν ἀνήκοντα τῇ καθολικῇ ἐκκλησίᾳ.
491Auctores varii 048, Dissertationes de historia Pelagiana, 48, 0466C
Et paulo post: Χωρισθεὶς δέ ἐστι μόνον τοῦθ' ὅπέρ ἐστι, καὶ τοῦτο μόνον ἀθάνατον, καὶ ἀΐδιον.
492Aulus Gellius, Noctes Atticae, 1, 11, 7; 6 (auctor c.125–c.180)
Sed ipsius illius egregii scriptoris uti verbis libet, quae et dignitate et fide graviora sunt: καί μετά ταῦτα ἡ ξύνοδος ἦν· ἀργεῖοι μέν καί οἱ σύμμαχοι ἐντόνως καί ὀργῇ χωροῦντες, λακεδαιμόνιοι δέ βραδέως καί ὑπό αὐλητῶν πολλῶν, νόμου ἐγκαθεστώτων, οὐ τοῦ θείου χάριν, ἀλλ' ἵνα ὁμαλῶς μετά ῥυθμοῦ βαίνοντες προσέλθοιεν καί μή διασπασθείη αὐτοῖς ἡ τάξις, ὅπερ φιλεῖ τά μεγάλα στρατόπεδα ἐν ταῖς προσόδοις ποιεῖν Cretenses quoque proelia ingredi solitos memoriae datum est praecinente ac praemoderante cithara gressibus; Alyattes autem, rex terrae Lydiae, more atque luxu barbarico praeditus, cum bellum Milesiis faceret, ut Herodotus in Historiis tradit, concinentes habuit fistulatores et fidicines atque feminas etiam tibicinas in exercitu atque in procinctu habuit, lascivientium delicias conviviorum.
493Biblia, Biblia graeca iuxta LXX interpretes, Iob, 6; 17
καθὼς τακεῖσα θέρμης γενομένης οὐκ ἐπεγνώσθη ὅπερ ἦν,
494Biblia, Biblia graeca iuxta LXX interpretes, Sap, 19; 18
δι’ ἑαυτῶν γὰρ τὰ στοιχεῖα μεθαρμοζόμενα, ὥσπερ ἐν ψαλτηρίῳ φθόγγοι τοῦ ῥυθμοῦ τὸ ὄνομα διαλλάς σουσιν, πάντοτε μένοντα ἤχῳ, ὅπερ ἐστὶν εἰκάσαι ἐκ τῆς τῶν γεγονότων ὄψεως ἀκριβῶς·
495Biblia, Biblia graeca iuxta LXX interpretes, 4Mac, 1; 12
ἀλλὰ καὶ περὶ τούτου νῦν αὐτίκα δὴ λέγειν ἐξέσται ἀρξαμένῳ τῆς ὑποθέσεως, ὅπερ εἴωθα ποιεῖν, καὶ οὕτως εἰς τὸν περὶ αὐτῶν τρέψομαι λόγον δόξαν διδοὺς τῷ πανσόφῳ θεῷ.
496Capreolus Carthaginensis, Epistolae, 53, 0846D (auctor 426-432)
Ὅθεν αἰτῶ τὴν ὑμετέραν ἁγιότητα· εἰ καὶ τὰ μάλιστα πιστεύω τῇ βοηθείᾳ τοῦ ἡμετέρου Θεοῦ, τοσαύτην σύνοδον προσκυνητῶν ἱερέων βεβαίαν διὰ πάντων τὴν πίστιν τὴν καθολικήν ἐσομένην· ἵνα, ἐνεργοῦντος τοῦ ἁγίου πνεύματος, ὅπερ ταῖς ὑμετέραις καρδίαις ἐν πᾶσι τοῖς πρακτέοις πιστεύομεν παρεσόμενον, τὰς καινὰς διδασκαλίας, καὶ πρὸ τούτου ταῖς ἐκκλησιαστικαῖς ἀκοαῖς ἀπείρους, τῆς ἀρχαῖας αὐθεντίας τῇ δυνάμει ἀπώσησθε, καὶ οὕτω ταῖς καιναῖς οἱαισδήποτε πλάναις ἀντιστῆτε· ἵνα μὴ τοὺτους, οὓς πάλαι ἐπολέμησεν ἡ ἔκκλησία, καὶ τούτοις τοῖς καιροῖς ἐν οἷς ἀνεφύησαν, καὶ τῆς ἀποστολικής καθέδρας ἡ αὐθεντὶα, καὶ εἰς ἓν συμφωνοῦσα ἡ ψῆφος ἡ ἱερατικὴ συνέχωσεν, ἐν προσχήματι δευτέρας διαλέξεως ἡ φωνὴ δόξῃ, ἡ πάλαι ἀναιρεθεῖσα, ἀνανεοῦσθαι.
497Capreolus Carthaginensis, Epistolae, 53, 0848B (auctor 426-432)
Ἐπειδὴ ὅστις βούλεται, ἅπερ ὑπὲρ τῆς καθολικῆς καταστάσεως ἐθέσπισεν, εἰς τὸ διηνεκἒς μένειν, οὐ τῇ ἰδίᾳ αὐθεντίᾳ, ἀλλὰ καὶ τῇ τῶν ἀρχαιοτέρων ψήφῳ ὀφείλει βεβαιωθῆναι ὅπερ ἐφρόνησεν· ὥστε οὕτως τοῦτο μὲν ἀπὸ τῶν ἀρχαιοτέρων, τοῦτο δὲ καὶ ἀπὸ νεωτέρων ὅρων, ὅπερ διαβεβαιοῦται, δοκιμάζων, μονογενῆ τῆς καθολικῆς ἐκκλησίας τὴν ἀλὴθειαν, ἀπὸ τῶν παρῳχημένων καιρῶν μέχρι τῶν παρόντων ἤτοι τῶν ἡμετέρων, ἁπλῇ καθαρότητι, καὶ ἀηττήτῳ αὐθεντίᾳ τρέχουσαν.
498Coelestinus I, Epistolae et decreta, 50, 0456A
Μή φησιν ὅτι ὅπερ λέγομεν, ἀποθανεῖν ὑπὲρ ἡμῶν τὸν υἱὸν τοῦ Θεοῦ, καὶ ἀναστῆναι, ὁ ἄνθρωπος ἀπέθανε, καὶ ὁ ἄνθρωπος ἀνέστη· καὶ οὐδὲν τοῦτο πρὸς τὸν τοῦ Θεοῦ λόγον.
499Coelestinus I, Epistolae et decreta, 50, 0468B
Ταῦτα εἰσῆλθεν ὑποβαλλούσης τῆς ἀλγηδόνος τῶν πιστῶν, ἃ ἐγνωρίσθη διὰ τῶν βιβλίων, ἅπερ αὐτὸς ἔπεμψε· καὶ ὅπερ μείζονος ἀποδείξεως ἦν, πεμφθεισῶν ἐπιστολῶν πρὸς ἡμᾶς, ὑπογραφῇ αὐτοῦ τοῦ αὐθέντου ὠχυρωμένων, ὡς ἀμφιβληθῆναι παρ' ἑτέρων μὴ ἐξὸν εἶναι.
500Coelestinus I, Epistolae et decreta, 50, 0472B
Ὅπερ ὡς βραδέως διὰ τὴν ἀνάγκην ἐποιοῦμεν, ἐδεξάμεθα τοιαῦτα περὶ σοῦ γράμματα τοῦ ἁγίου ἀδελφοῦ καὶ συνεπισκόπου μου Κυρίλλου, τοῦ δοκιμωτάτου ἱερέως, διὰ τοῦ υἱοῦ μου Ποσειδωνίου τοῦ διακόνου, ἀφ' ὧν σφόδρα ἐλυπήθημεν ἀπολωλέναι τῶν περὶ σοῦ ἀνενεγκόντων τὴν μαρτυρίαν· καλὰς γάρ σου τὰς ἀρχὰς κακὴ, ὡς ὁρῶμεν, ἀπόβασις διεδέξατο· καλάς φημι ἀρχὰς, τὰς παρ' ἡμῖν οὕτω φημισθείσας, ὡς δεῖξαι ἡμᾶς ἐν τῇ ἀποκρίσει τῇ πρός τὴν ἀναφορὰν τῶν ἀδελφῶν, ὅπως ἦμεν κοινωνοὶ τῆς χαρᾶς.