'όπως' - search in All Authors, Showing 1 to 500 of 1392 hits      Show next 500

1Adrianus I, Epistolae, 96, 1218B
Περὶ δὲ τῶν ἐν τῇ εὐσεβεῖ ὑμῶν κελεύσει ἐμφερομένων τῶν πρώην γενομένων ἐν τῇ ὑμετέρᾳ βασιλίδι πόλει ἕνεκεν τῶν σεβασμίων εἰκόνων, τὸ ὅπως οἱ προβεβασιλευκότες ὑμῶν κατέστρεψαν, καὶ ἐν ἀτιμίᾳ καὶ ὕβρει κατέθηκαν ἑαυτοὺς καὶ αὐτάς.
2Adrianus I, Epistolae, 96, 1223A
Λοιπὸν οὖν καὶ ἡ ὑμετέρα ἐπιεικεστάτη βασιλεία δυναστείαν ἐν τοῖς μέρεσι τῆς αὐτῆς Γραικίας ποιῆσαι κελεύσῃ, καὶ τὴν ὀρθόδοξον πίστιν ἐξισώσῃ· ἵνα, καθὼς γεγραπται, « Γένηται μία ποίμνη καὶ εἷς ποιμήν· » ἐπειδὴ ἐν ὅλῳ τῷ κόσμῳ, ὅπου ἐστὶν ὁ Χριστιανισμὸς, αἱ αὐταὶ σεβάσμιαι εἰκόνες παρὰ πάντων τῶν πιστοτά· των τιμῶνται· ὅπως διὰ τοῦ ὁρατοῦ χαρακτῆρος εἰς τὴν ἀόρατον θεότητα τῆς μεγαλειότητος αὐτοῦ ἡ διάνοια ἡμῶν ἁρπαγῇ πνευματικῇ τάξει κατὰ τὴν σάρκα, ἢν ὁ Υἱὸς τοῦ Θεοῦ διὰ τὴν ἡμετέραν σωτηρίαν δέξασθαι κατηξίωσε.
3Adrianus I, Epistolae, 96, 1235A
Ποιμαντικαῖς φροντίσιν, ἐν αἷς ἁρμόζει ποιμαίνειν τὸν λαὸν τοῦ Θεοῦ, καὶ λεπτοτάτῳ λογισμῷ κατανοοῦντες, ὃν τρόπον ἡ τοῦ κηρύγματος φωνὴ ὑγιὴς ὑπὸ κήρυκος ἐν παντὶ καιρῷ ὀφείλει κηρύττεσθαι, καὶ ὁποῖος ὁ ποιμὴν ἐν συμπαθείᾳ, καὶ ὁποῖος ἐν ἀναστροφῇ ὀφείλει εἶναι, ἵνα τοῖς πᾶσι πλησίον τῇ συμπαθείᾳ γένηται, καὶ τοῖς ὅλοις τῇ ἀναστροφῇ ἐπίσημος· καὶ ὅπως ἂν πρὸς ἑαυτὸν διὰ τῆς εὐσεβοῦς εὐπλαγχνίας τὰς τῶν ἁπάντων ἀῤῥωστίας μετενέγκῃ, ἢ καὶ διὰ τῆς ὑψηλοτάτης ἐπιβλέψεως ἑαυτοῦ αἰτούμενος εἰς τὰ θεῖα πάντας μεταβιβάσῃ [L. ἑαυτοῦ ἐπὶ τὰ θεῖα διαβαίνῃ]· περὶ τούτων πάντων συνείδομεν τῇ ὑμετέρᾳ ἠγαπημένῃ ἁγιωσύνῃ καὶ ἱερατικῇ ὁμονοίᾳ προσφθέγξασθαι, καὶ λεπτομερῶς τὸν λόγον φανερῶσαι.
4Adrianus I, Epistolae, 96, 1238D
» Ἐὰν οὕτω ποιεῖ [Al. κάμνει] καὶ ἀγρυπνεῖ ὁ ποιμαίνων τὰ πρόβατα Λάβαν, πόσους καμάτους, πόσας ἀγρυπνίας ὀφείλει ὑποφέρειν ὁ ποιμαίνων τὰ πρόβατα τοῦ Χριστοῦ; Ἀλλ' ἐν πᾶσι τούτοις αὐτὸς ὑμᾶς στηρίξῃ καὶ διδάξῃ, ὃς δι' ἡμᾶς ἄνθρωπος ἐγένετο, καταξιώσας γενέσθαι ὃ ἐποίησεν, αὐτὸς τὴν ἀγάπην τοῦ ἁγίου αὐτοῦ Πνεύματος καὶ τὸν πόθον ἐκχέῃ εἰς ὑμᾶς καὶ ἐκ πάσης μερίμνης διατηρήσῃ, καὶ τοὺς ὀφθαλμοὺς τῆς διανοίας ὑμῶν ἀνοίξῃ, ἵνα διὰ τοῦ μόχθου καὶ τοῦ ἀγῶνος τῆς ὑμετέρας ἀγάπης, καὶ τοῦ δρόμου, τὴν ἡμετέραν μιμουμένης ἀποστολικὴν τῆς πάλαι ὀρθοδόξου πίστεως παράδοσιν, ἐν τοῖς μέρεσι τοῖς τῶν εὐσεβῶν βασιλέων ἡμῶν αἱ ἱεραὶ καὶ σεπταὶ εἰκόνες κατὰ τὴν ἀρχαίαν τάξιν σταθῶσιν, ὅπως ἐν τούτῳ τὸ ὑμέτερον σταθηρὸν διαμείνῃ ἱερατεῖον.
5Adrianus I, Epistolae, 96, 1242
Τούτου ἕνεκεν μετὰ ἀκροτάτου μόχθου καὶ πόθου τῆς πίστεως καὶ ἀγῶνος ἐν τούτοις πᾶσιν ἀδιστάκτως τὴν ὑμετέραν σεπτοτάτην ἁγιωσύνην ἁρμόζει τὰς ἱερὰς καὶ σεπτας εἰκόνας τοῦ Κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τῆς ἁγίας αὐτοῦ γεννητρίας καὶ ἀειπαρθένου Μαρίας, καὶ τῶν ἁγίων ἀποστόλων, καὶ πάντων τῶν ἁγίων προφητῶν τε καὶ μαρτύρων, ἄμα ὁμολογητῶν, εν τοῖς μέρεσι τῶν αὐτόθι ἐν τῇ ἀρχαίᾳ τάξει ἀναστῆσαι, ὅπως ἐν ὁμονοίᾳ ἀξίως τὴν προφητικὴν ἀνυμνήσωμεν ᾠδὴν, λέγοντες· Κύριε, σῶσον τοὺς εὐσεβεστάτους βασιλεῖς ἡμῶν, « καὶ ἐπάκουσον ἡμῶν ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε· » ὅτι ἠγάπησαν « τὴν εὐπρέπειαν τοῦ σου, καὶ τόπον σκηνώματος δόξης σου.
6Adrianus I, Epistolae, 96, 1242
» Τοὺς δὲ ἀποσταλέντας παρ' ἡμῶν Πέτρον τὸν ἠγαπημένον ἡμῶν πρωτοπρεσβύτερον τῆς ἁγίας Ῥωμαϊκῆς Ἐκκλησίας, καὶ Πέτρον τὸν ἀββᾶν, πρεσβύτερον καὶ ἡγούμενον, πρὸς τὰ ἴχνη τῶν γαληνοτάτων καὶ εὐσεβῶν βασιλέων, δυσωποῦμεν, ἵνα διὰ τὸν πόθον τοῦ ἁγίου Πέτρου τοῦ κορυφαίου τῶν ἀποστόλων, καὶ δι' ἡμᾶς ἐν πάσῃ ἀντιλήψει καὶ εὐμενείᾳ ἀνθρωπίνῃ διάγειν καταξιώσωσιν, ὅπως καὶ ἐν τούτῳ μεγάλας ἰσχύσωμεν εὐχαριστίας προσάγειν.
7Adrianus II, Epistola et decreta, 122, 1311D
Ἔγραψας (ἵνα τὰ πολλὰ παρεάσωμεν) ὅπως οἱ πρεσβύτεροι ἡμῶν ἐκ τῆς χώρας τῶν Βουλγάρων μετὰ ὀνειδισμοῦ μεγάλου καὶ αἰσχύνης ἐξωθῶσι, καὶ οἱ ἐπίσκοποι οὐ μετὰ μικρᾶς ἐκεῖθεν ἀτιμίας ἀπελαθῶσι· καὶ ταῦτα μηδέποτε γεγονυίας περὶ τούτου κρίσεως ἐνώπιον ὑμῶν· οὐδὲ γὰρ προσεκλὴθημέν ποτε εἰς κριτήριον διὰ τούτο.
8Agatho papa, Epistolae, 87, 1219A
Ἐν τούτῳ γὰρ ὅ τε ἀποστολικὸς θρόνος, οἵ τε προηγησάμενοι τὴν ἡμετέραν μετριότητα μέχρι τοσούτου [τούτων, L.] οὐ χωρὶς κινδύνων ἀπέκαμον, νῦν δογματικῶς μετὰ τῶν ἀποστολικῶν ἀρχιερέων βουλευσάμενοι, νῦν συνοδικῷ ὅρῳ τῆς ἀληθείας περιεχομένους κανόνας πᾶσι γνωρίσαντες· καὶ τὰ αἰώνια ὅρια, ἅτινα παραβῆναι οὐ θέμις ἐστὶ, μέχρι τῆς ἐξόδου αὐτῆς τῆς ψυχῆς συστατικῶς διεκδικοῦντες, μὴ ἀπατηθέντες κολακείαις, μήτε κινδύνους ὑφορώμενοι, ὅπως ἐκεῖνο τὸ ἐν Εὐαγγελίοις τοῦ Κυρίου ἡμῶν θέσπισμα ἔργοις ἀποδείξωσιν, ᾧπερ ἀποφαντικῶς διδάσκων παραγγέλλει· « Ὅστις μὲ ὁμολογήσει ἐνώπιον τῶν ἀνθρώπων, κἀγὼ ὁμολογήσω αὐτὸν ἐνώπιον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς, » καὶ τῇ ἐπακολουθήσῃ τιμωρίᾳ ἐκφοβεῖ, ᾗτινι αὐστηρῶς ἀπειλεῖ· « Καὶ ὅστις μὲ ἀρνήσεται ἐνώπιον τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἐνώπιον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς.
9Agatho papa, Epistolae, 87, 1227A
Δέξασθαι τοίνυν καταξιώσατε εὐσεβέστατοι βασιλέων τοὺς σταλέντας παρὰ τῆς ἡμετέρας μετριότητος ἐπισκόπους μετὰ τῶν ὑπολοίπων τῆς ἐκκλησιαστικῆς τάξεως ἀνδρῶν, καὶ τῶν εὐλαβεστάτων δούλων τοῦ Θεοῦ μετ' εὐμενείας τῆς εἰθισμένης γαληνότητος, ὅπως καὶ τῇ ἐξ αὐτῶν μαρτυρίᾳ μετ' εὐχαριστίας εἰς τὰ οἰκεῖα αὐτῶν ἐπαναστρέφοντες [ἐπαναστρεφόντων] παρὰ πᾶσι τοῖς ἔθνεσι συχνάσῃ ὁ ἔπαινος τῆς ὑμετέρας φιλανθρωπίας, ὡς ἐκείνου τοῦ μεγάλου Κωνσταντίνου, οὗτινος μετὰ τὴν τελευτὴν ἀξιέπαινος [ἀξιεπαίνετος] οὐδὲν ἧττον φήμη ἀκμάζει· οὗτινος οὐ μόνον τὸ ἐπίσημον τῆς ἐξουσίας ἐστὶν, ἀλλὰ καὶ τῆς εὐσεβείας, μεθ' οὗ ἐκείνη ἡ ἱερωτάτη σύνοδος τῶν τριακοσίων δέκα καὶ ὀκτὼ προέδρων ἐν τῇ Νικαίων πόλει ἐπὶ διεκδικήσει τῆς ὁμοουσίου Τριάδος συνῆλθε.
10Agatho papa, Epistolae, 87, 1227C
Καὶ καθὼς τοῦ τελευταίου μὲν, ὅμως δὲ πάντων ἐξοχωτέρου, τοῦ μεγάλου ἐκείνου Ἰουστινιανοῦ, οὗτινος ὡς ἡ ἀρετὴ, οὕτω καὶ ἡ εὐσέβεια εἰς κρείττονα τάξιν ἀνεκαίνισε τὰ πάντα· οὗτινος καθ' ὁμοίωμα ἡ αὐτοκρατορία τῆς ἀνδρειοτάτης ὑμῶν εὐμενείας ἀρεταῖς τε καὶ ἐγχειρήμασι τὴν πολιτείαν τῶν Χριστιανῶν κατασφαλίζεται, καὶ ἐπὶ τὸ κρεῖττον ἀνακαινίζει, τοῖς τε τῆς εὐσεβείας σπουδάσμασι τῇ καθολικῇ συντρέχει Ἐκκλησία, ἵνα ἐν τῇ ἑνώσει [ἑνότητι L.] τῆς ἀληθοῦς ἀποστολικῆς ὁμολογίας τελεώτερον συναφθῇ, ἣν μέχρι τοῦ παρόντος σὺν ἡμῖν ἡ ἁγία τῶν Ρὡμαίων Ἐκκλησία φυλάττει, ὅπως τῆς ἀληθοῦς εὐσεβείας τὸ μυστήριον λαμπρότερον σάλπιγγος εἰς ὅλον τὸν κόσμον κηρυχθῇ· καὶ ἔνθα ταύτης τῆς ἀληθοῦς ὁμολογίας τὸ ἀκέραιον ταῖς εὐσεβέσι σπουδαῖς τῆς ὑμετέρας βασιλείας ἐπικρατεῖ, ἔπαινος ἅμα καὶ εὐεργεσία τοῦ γαληναίου ὑμῶν κράτους κηρυχθῇ, ἵνα μετὰ τῶν τῆς εὐσεβείας ἐπαίνων καὶ τῆς βασιλείας ὑμῶν πλατυνθῶσι Θεοῦ ἐπινεύοντος τὰ ἐξαίρετα [ἐπίσημα]· καὶ οὓς ἡ τῆς ἀληθοῦς εὐσεβείας ὁμολογία προτρέπεται, ἡ βασιλικὴ ἀνδρεία κτήσηται.
11Agatho papa, Epistolae, 87, 1162B
Κατανοοῦντί μοι τοῦ ἀνθρωπίνου βίου τὰς διαφόρους ὀδύνας, καὶ πρὸς τὸν Θεὸν τὸν μόνον ἀληθινὸν μετὰ σφοδρότητος ὀδυρμῶν στενάζοντι, ὅπως παράκλησιν τῇ χειμαζομένῃ ψυχῆ τῷ πόθῳ τῆς θείας εὐσπλαγχνίας μεταδῷ, καὶ ἀπὸ τοῦ βυθοῦ τῶν θλίψεων τῇ δυναστείᾳ τῆς αὐτοῦ δεξιᾶς ἀνακουφίσῃ, μεγάλην καὶ θαυμαστὴν μετὰ ἀκαταπαύστου εὐχαριστίας ὁμολογῶ, γαληνότατοι δεσπόται καὶ τέκνα, παραμυθίας ἐπιτηδειότητα παραστῆσαι κατηξίωσε τὴν εὐσεβῆ πρόθεσιν τῆς γαληναίας ὑμῶν ἡμερότητος· ἥντινα πρὸς σύστασιν τῇ θεόθεν καταπιστευθείσῃ αὐτῇ [αὐτῆς] Χριστιανικωτάτῃ πολιτείᾳ ἡ αὐτοῦ ἐπίνευσις ἐχαρίσατο, ὅπως ἡ βασιλικὴ ἰσχὺς καὶ εὐμένεια περὶ Θεοῦ, δι' οὗ βασιλεῖς βασιλεύουσι, τοῦ Βασιλέως ὄντως τῶν βασιλευόντων, καὶ Κυρίου τῶν κυριευόντων, καὶ φροντίσῃ, καὶ ζητήσῃ, καὶ τῆς Ἀμωμήτου αὐτοῦ πίστεως τὴν ἀλήθειαν, ὡς παρὰ τῶν ἀποστόλων, καὶ τῶν ἀποστολικῶν Πατέρων παρεδόθη, ἀγρύπνως ἐπιζητήσῃ· καὶ ὡς ἡ ἀληθὴς παράδοσις περιέχει, ἐνστατικῶς ἐπιθυμήσῃ ἐν πάσαις ταῖς Ἐκκλησίαις ἐπικρατῆσαι.
12Agatho papa, Epistolae, 87, 1166A
Οἷς τισι διακομισταῖς καὶ χρησεις τινὰς τῶν ἁγίων Πατέρων, οὓς ἐδέξατο αὕτη [ταύτη] ἡ ἀποστολικὴ τοῦ Χριστοῦ Ἐκκλησία, μετὰ τῶν βιβλίων αὐτῶν παραδεδώκαμεν· ὅπως εὐπορίας τυχόντες τοῦ ἀναφέρειν ἀπὸ τοῦ εὐμενοῦς ὑμῶν καὶ Χριστιανικωτάτου κράτους ἐκ τούτων μόνον ἀπολογήσασθαι σπεύσωσι, ἐπ' ἄν ἡ βασιλικὴ ἡμερότης προστάξῃ, τί αὕτη [ταύτη] ἡ πνευματικὴ μήτηρ τοῦ θεοκατορθώτου ὑμῶν κράτους, ἡ τοῦ Χριστοῦ ἀποστολικὴ Ἐκκλησία πιστεύει, καὶ κηρύσσει οὐ διὰ κοσμικῆς εὐγλωττίας, ἥτις οὐδὲ ἰδιώταις ἀνθρώποις βοηθεῖ, ἀλλὰ δι' ἀκεραιότητος τῆς ἀποστολικῆς πίστεως, ἐν ᾗ καὶ ἐκ σπαργάνων ἀνατραφέντες μέχρι τέλους τῷ κατορθωτῇ τοῦ Χριστιανικωτάτου ὑμῶν κράτους τῷ Κυρίῳ τοῦ οὐρανοῦ πάντας σὺν ἡμῖν ἱκετεύομεν δουλεύειν καὶ φυλάττεσθαι.
13Agatho papa, Epistolae, 87, 1174D
Ἵνα δὲ ταύτης τῆς ἀληθοῦς ὁμολογίας ἡ νόησις ἐκ τῆς παλαιᾶς καὶ Καινῆς Διαθήκης ἡ Θεόπνευστος διδασκαλία [L., ἐκ τῆς ἐν τῇ Παλαιᾷ καὶ Καινῇ Διαθήκῃ Θεοπνεύστου διδασκαλίας] ταῖς ἐννοίαις τῆς ὑμετέρας εὐσεβείας φανῇ· πλέον γὰρ καὶ ἀσυγκρίτως ἡ ὑμετέρα φιλανθρωπία δυνήσεται τὴν ἔννοιαν τῶν ἁγίων Γραφῶν ἐπεξεργάσασθαι, ἤπερ ἡ ἡμετέρα σμικρότης ῥευστοῖς ῥήμασι σαφηνίσαι· αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὃς ἀληθινὸς καὶ τέλειος Θεὸς, ἀληθινὸς καὶ τέλειος ἄνθρωπός ἐστιν, ἐν τοῖς ἱεροῖς αὐτοῦ Εὐαγγελίοις προσμαρτύρεται ἔν τισι τὰ ἀνθρώπινα, ἔν τισι τὰ θεῖα, καὶ ἅμα ἑκάτερα ἐν ἄλλοις περὶ αὐτοῦ φανερὰ ποιούμενος· ὅπως αὐτὸν ἀληθῆ Θεὸν καὶ ἀληθῆ ἄνθρωπον πιστεύειν καὶ κηρύττειν τοὺς πιστοὺς αὐτοῦ καταρτίσῃ.
14Agatho papa, Epistolae, 87, 1179A
Προσεπιτούτοις, ὅπως εὐσεβῶς [L. πῶς ἂν εὐσεβῶς] δυνηθῶσι νοεῖσθαι αἱ διάφοροι ἐπὶ τούτῳ τῶν ἁγίων Γραφῶν μαρτυρίαι, ἅ τινα [L. αἵ τινες] ποτὲ μὲν ἐκ τῆς φύσεως τῆς ἀνθρωπότητος, ποτὲ δὲ ἐκ τῆς θείας τοῦ ἑνὸς καὶ τοῦ αὐτοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ καὶ ἀνθρώπου κατασκευάζονται [παράγονται]; καὶ ὅτε [ἐπὶ τοῦ παρόντος] μὲν ἡ Γραφὴ μνημονεύει· « Πάντα ὅσα ἠθέλησεν ὁ Κύριος, ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ.
15Agatho papa, Epistolae, 87, 1186B
Διὰ ταῦτα, ἅπερ ὁμᾶς αἱ σεβάσμιαι αὗται σύνοδοι πιστῶς ὑπομιμνήσκουσιν, ἀναγκαῖόν ἐστι φυλάξαι, ὅπως μηδαμοῦ τὴν διαφορὰν τῶν φύσεων διὰ τὴν ἕνωσιν ἀφαιρῶμεν, ἀλλὰ σωζομένης τῆς ἰδιότητος ἑκατέρας φύσεως, ἕνα Χριστὸν Θεὸν ἀληθινὸν καὶ τέλειον, καὶ τὸν αὐτὸν ἄνθρωπον ἀληθινὸν καὶ τέλειον ὁμολογήσωμεν.
16Agatho papa, Epistolae, 87, 1186B
Τοιγαροῦν ἐὰν αἱ ἱδιότητες τῶν φύσεων ἐν τῷ ἑνὶ καὶ τῷ αὐτῷ Κυριῳ ἡμῶν Ἰητοῦ Χριστῷ διὰ τὴν διαφορὰν φυλάττωνται, ὁμοίως καὶ τὴν διαφορὰν τῶν φυσικῶν αὐτοῦ θελημάτων, καὶ τῶν φυσικῶν αὐτοῦ ἐνεργειῶν ἁρμόζει ἡμᾶς ὁμολογεῖν πληρεστάτῃ πίστει, ὅπως τῇ αὐτῶν διδασκαλίᾳ ἐν πᾶσιν ἀκολουθοῦντες ἀποδειχθῶμεν, καὶ μηδέν τῆς αἱρετικῆς καινότητος εἰς τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν προσδεξώμεθα.
17Agatho papa, Epistolae, 87, 1190D
Ὅθεν ὁ ἅγιος Ἱλάριος ὁ τῆς ἀληθείας ἐξοχώτατος ἐκδικητὴς ἐν τῷ ἐννάτῳ λόγῳ περὶ πίστεως κατὰ Ἀρειανῶν οὕτως ἡμᾶς κατήρτισεν· Ἐτέχθη τοίνυν ὁ μονογενὴς Θεὸς ἐκ Παρθένου ἄνθρωπος, καὶ κατὰ τὸ πλήρωμα τῶν χρόνων, ἐν ἑαυτῷ μέλλων προάγεσθαι εἰς Θεὸν τὸν ἄνθρωπον, τοῦτον κατὰ πὰντα τὸν τρόπον τοῦ εὐαγγελικοῦ λόγου ἐκράτησεν, ὅπως ἑαυτὸν Υἱὸν Θεοῦ πιστεύεσθαι διδάξῃ, ὡς ἀνθρώπου Υἱὸν κηρύττεσθαι ὑπομνήσῃ· λαλῶν καὶ πράττων ὁ ἄνθρωπος [καὶ πράττων ἄνθρωπος] ἅπαντα τὰ τοῦ Θεοῦ, εἶτα φθεγγόμενος, καὶ πράττων ὁ Θεὸς [καὶ πράττων Θεὸς] ἅπαντα ἅπερ εἰσὶν ἀνθρώπου.
18Agatho papa, Epistolae, 87, 1191B
Μή τι ἀρφίβολον δυνηθείη ὑπολαμβάνεσθαι, ὅπερ ἐνταῦθα ὁ Πατὴρ τῷ φωτὶ τῆς ἀληθείας φανεροποιεῖ ἐν τῷ λέγειν, καὶ λαλοῦντα καὶ πράττοντα τὸν αὐτὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν πάντα τὰ τοῦ Θεοῦ ὄντα ἄνθρωπον, καὶ τὸν αὐτὸν τοῦτον πάλιν τὰ τοῦ ἀνθρώπου πράττοντα ὄντα Θεὸν, καὶ ἑκάτερον γένος σημαντικὸν Θεοῦ καὶ ἀνθρώπου ἀποδεικνῦντα; ὅπως ἐπιγνῶναι τοῖς ἐθέλουσι τὴν τῆς ἀληθείας ὁδὸν ἀνάξῃ [ὁδὸν ἀνοίξῃ ex L.], ἐπειδὴ ὁ αὐτὸς οὗτος εἷς ὢν Χριστὸς ὁ Θεὸς καὶ [ὁ αὐτὸς οὗτος εἰπὼν, Χριστὸς ὁ Θεὸς καὶ] ἄνθρωπος καὶ τῆς θείας ἐνεργείας τὴν δυναστείαν, καὶ τῆς ἀνθρωπίνης φύσεως τὴν ἐνέργειαν ἔχειν αὐτὸν δείκνυσι, καὶ ἑκάτερα μετ' ἀλλήλων ἀκὲραια διὰ τῆς θεωρητικῆς διακρίσεως σημαίνει.
19Agatho papa, Epistolae, 87, 1202A
Ὅπως [τούτων] δὲ καὶ τῶν θεομισήτων αἱρετικῶν, ὧν καθὼς τὰς προσηγορίας ὁμοίως βδελυττόμεθα καὶ τὰ ῥήματα, πρὸς ἔνδειξιν καὶ μόνον τούτων, οἷς τισιν οἱ τοῦ καινοῦ δόγματος ἐφευρεταὶ ἓν ἐν τῷ Χριστῷ λέγοντες θέλημα καὶ ἐνέργειαν ἠκολούθησαν, ὀλίγα τινὰ ἐκ τῶν καταράτων αὐτῶν ῥημάτων ἐπισυνήψαμεν· Ἀπολλιναρίου αἱρετικοῦ κατὰ Διοδώρου πρὸς τὸ κείμενον ἐν τῷ ἠδίκτῳ τῆς ὀρθοδόξου πίστεως τοῦ ἐν εὐσεβεῖ τῇ μνήμῃ Ἰουστινιανοῦ τοῦ βασιλέως· Ὄργανον καὶ τὸ κινοῦν μίαν πέφυκεν ἀποτελεῖν τὴν ἐνέργειαν· ὧν δὲ μία ἐνέργεια, τούτων μία ἐστὶν οὐσία, μία ἄρα οὐσία τοῦ Λόγου καὶ τῆς σαρκός.
20Agatho papa, Epistolae, 87, 1207B
Ταῦτα δὲ τῇ ἡμετέρᾳ μετρίᾳ ἀναφορᾷ ἐνθεῖναι ἐφροντίσαμεν καταπεπονημένοι, καὶ ἀδιαλείπτως στενάζοντες περὶ τῆς τοσαύτης πλάνης τῶν τῆς Ἐκκλησίας ἱερέων, ἴδια μᾶλλον ζητούντων παρὰ τὴν ἀλήθειαν τῆς πίστεως ὁρίσαι, καὶ τῆς ἀδελφικῆς ὑπομνήσεως τὸ ἀκέραιον εἰς οἰκείαν καταφρόνησιν ἀνήκειν κρινόντων· οὐ φθονοῦντι λογισμῷ, ὡς ὁ Θεὸς μαρτυρεῖ, οὔτε κατ' ἔπαρσιη ἀλαζονείας, οὔτε κατ' ἐναντίωσιν φιλονεικίας, οὔτε μάτην ἐπιλαβέσθαι τῆς αὐτῶν διδασκαλίας ἐπιθυμοῦντες, μήτε οἱανδήποτε ὑποπτεύσῃ τις ἀνθρωπίνης τέρψεως ἀλαζονείαν, ἀλλ' ὑπὲρ τῆς ὀρθότητος αὐτῆς τῆς ἀληθείας, ἐν ᾗ σωθῆναι ἡμᾶς θαῤῤοῦμεν, καὶ ὑπὲρ τοῦ κανόνος αὐτῆς τῆς καθαρᾶς καὶ εὐαγγελικῆς ὁμολογίας, ὑπὲρ σωτηρίας δηλονότι τῶν ψυχῶν, καὶ τῆς συστάσεως τῆς τῶν Χριστιανῶν πολιτείας, ὑπὲρ ῥώσεως τῶν τοῦ Ῥωμαϊκοῦ κράτους τὰς κυβερνήσεις διοικούντων, τῆς ἐμῆς μετριότητος τοὺς προηγησαμένους ἀποστολικοὺς ὑπομνῆσαι, ἐρωτῆσαι, ἐπιτιμῆσαι, παρακαλέσαι, ἐλέγξαι, καὶ πάντα τρόπον προτροπῆς ἐγγυμνάσαι, ὅπως θεραπείαν δυνήσηται τὸ νεαρὸν τραῦμα λαβεῖν.
21Agatho papa, Epistolae, 87, 1207D
Οὔτε μετὰ τὴν παλαιότητα τῆς [L., ἐπικρατησάσης] δυσώδους πλάνης ἀπὸ τῆς ὑπομνήσεως ἀπεσιώπησαν, ἀλλὰ διὰ παντὸς προέτρεψαν καὶ διεμαρτύραντο, καὶ τοῦτο ἐξ ἀγάπης ἀδελφικῆς, οὐ κατὰ πονηρίαν, ἢ κατὰ πεῖσμα μίσους (ἀπέστω, ἀπέστω ἀπὸ τῆς τῶν Χριστιανῶν καρδίας, ἵνα εἰς ὄλισθον ἑτέρου [ἐπεμβαίνῃ] παχύνηται, ὁπόταν ὁ τῶν πάντων Κύριος διδάσκῃ· Οὐ θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ἀλλ' ἵνα ἐπιστραφῇ, καὶ ζήσῃ· ὁ χαίρων ἐπὶ ἑνὶ μετανοοῦντι, ἢ ἐπὶ ἐννενήκοντα ἐννέα δικαίοις· ὃς πρὸς τὸ ἐλευθερῶσαι τὸ ἀπολωλὸς πρόβατον τῆς ἑαυτοῦ μεγαλειότητος τὴν δυναστείαν ἐπικλίνας ἐξ οὐρανοῦ εἰς τὴν γῆν καταβέβηκε), καὶ ἐξηπλωμέναις ταῖς πνευματικαῖς χερσὶν εὐχόμενοι, καὶ δυσωποῦντες αὐτοὺς εἰς τὴν ὁμοψυχίαν τῆς ὀρθοδόξου πίστεως ἐπανακάμπτοντας ἀσπάσασθαι, καὶ τὴν τούτων ἐπιστροφὴν πρὸς τὴν ὑγιῆ ὀρθότητα τῆς ὀρθοδόξου πίστεως ἀναμένοντες, ὅπως ἀπὸ τοῦ ἡμετέρου καταλόγου ἤτοι τοῦ μακαρίου Πέτρου τοῦ ἀποστόλου, οὗτινος, εἰ καὶ ἀνάξιοι, τὴν διακονίαν ἐκτελοῦμεν, καὶ τῆς παραδόσεως τὸν τύπον κηρύσσομεν, μὴ ποιήσωσιν ἑαυτοὺς ἀλλοτρίους, ἀλλ' ὁμονοητικῶς ἅμα ἡμῖν τὴν ἀμώμητον θυσίαν ὑπὲρ τῆς συστάσεως τοῦ ἀνδρειοτάτου καὶ γαληνοτάτου κράτους [προσφέροντες] ἀκαταπαύστως Χριστὸν τὸν Κύριον ἐκδυσωπῶσι.
22Agatho papa, Epistolae, 87, 1211A
» Ὧιτινι καὶ ἐν τοῖς Ψαλμοῖς ἐπαγγέλλεται· « Ηὗρον Δαβὶδ τὸν δοῦλὸν μου, ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτόν· ἡ γὰρ χείρ μου συναντιλήψεται αὐτῷ, καὶ ὁ βραχίων μου κατισχύσει αὐτὸν, » ὅπως οὗτινος τὸ πρᾶγμα τῇ ζεούσῃ σπουδῇ ἡ τῆς Χριστιανικωτάτης ὑμῶν βασιλείας εὐσέβεια ἀγωνίζεται ἀποτελέσαι, πασας τὰς πραξεις τοῦ ἀνδρειοτάτου ὑμῶν κράτους εὐτυχεῖς καὶ αἰσίας ποιήσῃ, ὃς ἐν τοῖς ἑαυτοῦ ἁγίοις Εὐαγγελίοις ἐπαγγέλλεται φάσκων· « Ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.
23Agatho papa, Epistolae, 87, 1211B
Καὶ θαῤῥοῦμεν, ὅτι ἅπερ ὑπέσχετο ἡ ὑμετέρα εὐσεβὴς εὐμένεια, δύναται καὶ ἀποτελέσαι, ὅπως ὅπερ τῷ Θεῷ ἀφιέρωται Θεοσεβεῖ φιλανθρωπίᾳ παρὰ τοῦ φιλοχρίστου ὑμῶν κράτους, οὐδὲν ἧττον τῆς αὐτοῦ παντοκρατορίας συνεργούσης καὶ ἡ ὑπόσχεσις πληρωθῇ.
24Agatho papa, Epistolae, 87, 1211C
Ὅθεν καὶ ἔπαινος ἀπὸ πάντων τῶν ἐθνῶν τῶν Χριστιανῶν, καὶ αἰωνίζουσα μνήμη, καὶ συνεχὴς εὐχὴ πλεονάσει ὑπὲρ ῥώσεως, καὶ τῆς δωρηθησομένης τροπαιούχου καὶ τελείας νίκης ἀπὸ τοῦ Δεσπότου Χρίστοῦ, οὗτινος καὶ τὸ πρᾶγμα ἐστιν, ὅπως τῆς ἀνωτάτης μεγαλειότητος τῷ φόβῳ πληγέντα τὰ γένη τῶν ἐθνῶν ὑπὸ τοῖς σκηπτροις τοῦ ῥωμαλέου ὑμῶν κράτους τοὺς ἑαυτῶν αὐχένας ταπεινωθέντες ὑποστρώσωσιν, ἵνα τῆς ὑμετέρας εὐσεβοῦς βασιλείας κραταιωθῇ ἡ δυναστεία, ἕως τὸ χρονικὸν κράτος ἡ διαιωνίζουσα μακαριότης τῆς οὐρανίου [ἀιδίου] διαδέξηται βασιλείας.
25Agatho papa, Epistolae, 87, 1214B
Παρακαλῶ τοίνυν, εὐσεβέστατοι καὶ φιλανθρωπότατοι βασιλέων, καὶ Αὔγουστοι, καὶ ἅμα σὺν τῇ ἐμῇ ἐλαχιστίᾳ πᾶσα ψυχὴ Χριστιανῶν γονυπετοῦσα δέεται, ἵνα πᾶσι τοῖς θεαρέστοις ἀγαθοῖς, καὶ ταῖς θαυμασταῖς καὶ βασιλικαῖς εὐεργεσίαις, ἅστινας διὰ τῆς ὑμῶν Θεαρέστου σπουδῆς ἡ ὕψιστος ῥοπὴ τῷ ἀνθρωπίνῳ γένει χαρίσασθαι κατηξίωσε, καὶ τοῦτο εἰς ὁλόκληρον ἀποκατάστασιν τῆς τελείας εὐσεβείας τῷ συμβασιλεύοντι Δεσπότῃ Χριστῷ εὐπρόσδεκτον θυσίαν προσαγαγεῖν κελεύσητε, τὸν λόγον τῆς ἀτιμωρησίας χαρισάμενοι, καὶ ἐλευθέραν τοῦ λαλεῖν ἄδειαν ἑνὶ ἑκάστῳ τῷ λαλεῖν ἐθέλοντι, καὶ λόγον ὑπὲρ τῆς πίστεως ἧς πιστεύει καὶ κρατεῖ, ἀποδοῦναι, ἵνα ἀπὸ πάντων φανερῶς ἐπιγνωσθῇ, ὅτι οὐδενὶ φόβῳ, οὐδεμιᾷ δυναστείᾳ, οὐδεμιᾷ ἀπειλῇ, ἢ ἀποστροφῇ, τίς ποτε ὑπὲρ τῆς ἀληθείας τῆς καθολικῆς καὶ ἀποστολικῆς πίστεως λαλεῖν θέλων ἐκωλύθη, ἢ ἀπεβλήθη, ὅπως πάντες ὁμοθυμαδὸν ὑπὲρ τοῦ τοιούτου καὶ οὕτως ἀνεικάστου ἀγαθοῦ εἰς πάντα τὸν χρόνον τῆς ἑαυτῶν ζωῆς τὴν θείαν μεγαλοσύνην δοξάζωσι, καὶ ὑπὲρ ῥώσεως καὶ ὑψώσεως τοῦ ἀνδρειοτάτου ὑμῶν κράτους ἀκαταπαύστους ὁμοθυμαδὸν τῷ Δεσπότῃ Χριστῷ δεήσηις ἐκχέωσιν.
26Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0573A
Ἀναγκαίως οὖν καὶ τοῦτο μαθὼν δεδήλωκά σοι, θεοτίμητε Πάτερ, ὡς ἂν διὰ πάντων φραξάμενος ἔχοις ὅπως διακρούσῃ τῶν ἐναντίων τὰς φάλαγγας, λόγῳ τε βάλλων εὐτόνος καὶ πίστει κατὰ κράτος υπερνικῶν, δόξαν τε τὴν τοῦ Μονογενοῦς ἐντεῦθεν εἰς ἀνάῤῥησιν ἔχων, καὶ διάδημα τὴν αὐτοῦ κατὰ χάριν κοινωνίαν καὶ ἕνωσιν.
27Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0611D
Οὐ γὰρ ἐσκόπουν τὰ τῶν ἄλλων, ἀλλ' ἐσκόπουν ὅπως ἂν αὐτοὶ μὴ ἐκπέσωσι τῆς ἀληθοῦς εὐσεβείας.
28Aphthonius, De metris omnibus, p. 67, l. 25 (auctor c.350)
at in ultima miuros ob decurtationem, ut Graeci dixerunt, caudae, id est extimae partis, ut est ille uersus apud Homerum, Τρῶες δ᾽ ἐρρίγησαν, ὅπως ἴδον αἰόλον ὄφιν.
29Aristoteles, Physica, 1, 2; 21
ἐθορυ βοῦντο δὲ καὶ οἱ ὕστεροι τῶν ἀρχαίων ὅπως μὴ ἅμα γένη ται αὐτοῖς τὸ αὐτὸ ἓν καὶ πολλά.
30Aristoteles, Physica, 2, 3; 2
ἐπεὶ γὰρ τοῦ εἰδέναι χάριν ἡ πραγματεία, εἰδέναι δὲ οὐ πρότερον οἰόμεθα ἕκαστον πρὶν ἂν λάβωμεν τὸ διὰ τί περὶ ἕκαστον (τοῦτο δ' ἐστὶ τὸ λαβεῖν τὴν πρώτην αἰτίαν), δῆλον ὅτι καὶ ἡμῖν τοῦτο ποιη τέον καὶ περὶ γενέσεως καὶ φθορᾶς καὶ πάσης τῆς φυσικῆς μεταβολῆς, ὅπως εἰδότες αὐτῶν τὰς ἀρχὰς ἀνάγειν εἰς αὐτὰς πειρώμεθα τῶν ζητουμένων ἕκαστον.
31Aristoteles, Physica, 2, 4; 5
ἄτοπον οὖν εἴτε μὴ ὑπελάμβανον εἶναι εἴτε οἰόμε νοι παρέλειπον, καὶ ταῦτ' ἐνίοτε χρώμενοι, ὥσπερ Ἐμπε δοκλῆς οὐκ ἀεὶ τὸν ἀέρα ἀνωτάτω ἀποκρίνεσθαί φησιν, ἀλλ' ὅπως ἂν τύχῃ.
32Aristoteles, Physica, 2, 8; 1
Λεκτέον δὴ πρῶτον μὲν διότι ἡ φύσις τῶν ἕνεκά του αἰτίων, ἔπειτα περὶ τοῦ ἀναγκαίου, πῶς ἔχει ἐν τοῖς φυσι κοῖς· εἰς γὰρ ταύτην τὴν αἰτίαν ἀνάγουσι πάντες, ὅτι ἐπειδὴ τὸ θερμὸν τοιονδὶ πέφυκεν καὶ τὸ ψυχρὸν καὶ ἕκαστον δὴ τῶν τοιούτων, ταδὶ ἐξ ἀνάγκης ἐστὶ καὶ γίγνεται· καὶ γὰρ ἐὰν ἄλλην αἰτίαν εἴπωσιν, ὅσον ἁψάμενοι χαίρειν ἐῶσιν, ὁ μὲν τὴν φιλίαν καὶ τὸ νεῖκος, ὁ δὲ τὸν νοῦν· ἔχει δ' ἀπορίαν τί κωλύει τὴν φύσιν μὴ ἕνεκά του ποιεῖν μηδ' ὅτι βέλτιον, ἀλλ' ὥσπερ ὕει ὁ Ζεὺς οὐχ ὅπως τὸν σῖτον αὐξήσῃ, ἀλλ' ἐξ ἀνάγκης (τὸ γὰρ ἀναχθὲν ψυχθῆναι δεῖ, καὶ τὸ ψυχθὲν ὕδωρ γενόμενον κατελθεῖν· τὸ δ' αὐξάνεσθαι τούτου γενομέ νου τὸν σῖτον συμβαίνει), ὁμοίως δὲ καὶ εἴ τῳ ἀπόλλυται ὁ σῖτος ἐν τῇ ἅλῳ, οὐ τούτου ἕνεκα ὕει ὅπως ἀπόληται, ἀλλὰ τοῦτο συμβέβηκεν – ὥστε τί κωλύει οὕτω καὶ τὰ μέρη ἔχειν ἐν τῇ φύσει, οἷον τοὺς ὀδόντας ἐξ ἀνάγκης ἀνατεῖλαι τοὺς μὲν ἐμπροσθίους ὀξεῖς, ἐπιτηδείους πρὸς τὸ διαιρεῖν, τοὺς δὲ γομφίους πλατεῖς καὶ χρησίμους πρὸς τὸ λεαίνειν τὴν τροφήν, ἐπεὶ οὐ τούτου ἕνεκα γενέσθαι, ἀλλὰ συμπεσεῖν· ὁμοίως δὲ καὶ περὶ τῶν ἄλλων μερῶν, ἐν ὅσοις δοκεῖ ὑπάρχειν τὸ ἕνεκά του.
33Aristoteles, Physica, 2, 8; 25
ἔτι ἔδει καὶ ἐν τοῖς σπέρμασι γίγνεσθαι ὅπως ἔτυχεν· ὅλως δ' ἀναιρεῖ ὁ οὕτως λέγων τὰ φύσει τε καὶ φύσιν· φύσει γάρ, ὅσα ἀπό τινος ἐν αὑτοῖς ἀρχῆς συνεχῶς κινούμενα ἀφικνεῖται εἴς τι τέλος· ἀφ' ἑκάστης δὲ οὐ τὸ αὐτὸ ἑκάστοις οὐδὲ τὸ τυχόν, ἀεὶ μέντοι ἐπὶ τὸ αὐτό, ἂν μή τι ἐμποδίσῃ.
34Aristoteles, Physica, 2, 9; 5
ὅπως τοδὶ καὶ ἕνεκα τουδί.
35Aristoteles, Physica, 3, 1; 17
δοκεῖ μὲν οὖν τισιν ἅπαν κινεῖσθαι τὸ κι νοῦν, οὐ μὴν ἀλλὰ περὶ τούτου μὲν ἐξ ἄλλων ἔσται δῆλον ὅπως ἔχει (ἔστι γάρ τι κινοῦν καὶ ἀκίνητον), ἡ δὲ τοῦ δυνάμει ὄντος , ὅταν ἐντελεχείᾳ ὂν ἐνεργῇ οὐχ ᾗ αὐτὸ ἀλλ' ᾗ κινητόν, κίνησίς ἐστιν.
36Aristoteles, Physica, 3, 6; 17
εἰσὶν γάρ τι νες οἳ τοῦτο ποιοῦσι τὸ ἄπειρον, ἀλλ' οὐκ ἀέρα ἢ ὕδωρ, ὅπως μὴ τἆλλα φθείρηται ὑπὸ τοῦ ἀπείρου αὐτῶν· ἔχουσι γὰρ πρὸς ἄλληλα ἐναντίωσιν, οἷον ὁ μὲν ἀὴρ ψυχρός, τὸ δ' ὕδωρ ὑγρόν, τὸ δὲ πῦρ θερμόν· ὧν εἰ ἦν ἓν ἄπειρον, ἔφθαρτο ἂν ἤδη τἆλλα· νῦν δ' ἕτερον εἶναί φασιν ἐξ οὗ ταῦτα.
37Aristoteles, Physica, 4, 1; 9
ἔστι δὲ τὰ τοιαῦτα οὐ μόνον πρὸς ἡμᾶς, τὸ ἄνω καὶ κάτω καὶ δεξιὸν καὶ ἀριστερόν· ἡμῖν μὲν γὰρ οὐκ ἀεὶ τὸ αὐτό, ἀλλὰ κατὰ τὴν θέσιν, ὅπως ἂν στραφῶμεν, γίγνεται (διὸ καὶ ταὐτὸ πολλάκις δεξιὸν καὶ ἀριστερὸν καὶ ἄνω καὶ κάτω καὶ πρόσθεν καὶ ὄπισθεν), ἐν δὲ τῇ φύσει διώρισται χωρὶς ἕκαστον.
38Aristoteles, Physica, 4, 5; 4
δεῖ δὲ πειρᾶσθαι τὴν σκέψιν οὕτω ποιεῖσθαι ὅπως τὸ τί ἐστιν ἀποδοθήσεται, ὥστε τά τε ἀπορούμενα λύεσθαι, καὶ τὰ δοκοῦντα ὑπάρχειν τῷ τόπῳ ὑπάρχοντα ἔσται, καὶ ἔτι τὸ τῆς δυσκολίας αἴτιον καὶ τῶν περὶ αὐτὸν ἀπορημά των ἔσται φανερόν· οὕτω γὰρ ἂν κάλλιστα δεικνύοιτο ἕκαστον.
39Aristoteles, Physica, 5, 4; 23
διὸ ἀνάγκη τὴν αὐτὴν εἶναι τῷ εἴδει καὶ ἑνὸς καὶ ἐν ἑνὶ χρόνῳ τὴν ἁπλῶς συνεχῆ κίνησιν καὶ μίαν, τῷ χρόνῳ μέν, ὅπως μὴ ἀκινησία με ταξὺ ᾖ (ἐν τῷ διαλείποντι γὰρ ἠρεμεῖν ἀνάγκη· πολλαὶ οὖν καὶ οὐ μία ἡ κίνησις, ὧν ἐστὶν ἠρεμία μεταξύ, ὥστε εἴ τις κίνησις στάσει διαλαμβάνεται, οὐ μία οὐδὲ συνεχής· δια λαμβάνεται δέ, εἰ μεταξὺ χρόνος)· τῆς δὲ τῷ εἴδει μὴ μιᾶς, καὶ εἰ μὴ διαλείπεται [ὁ χρόνος], ὁ μὲν [γὰρ] χρόνος εἷς, τῷ εἴδει δ' ἡ κίνησις ἄλλη· τὴν μὲν γὰρ μίαν ἀνάγκη καὶ τῷ εἴδει μίαν εἶναι, ταύτην δ' ἁπλῶς μίαν οὐκ ἀνάγκη.
40Aristoteles, Analytica posteriora, 1, I 24; 18 (auctor 384BC-322BC)
Οἷον τίνος ἕνεκα ἦλθεν; ὅπως λάβῃ τἀργύριον, τοῦτο δ᾿, ὅπως ἀποδῷ ὃ ὤφειλε, τοῦτο δ᾿, ὅπως μή ἀδικήσῃ· καί οὕτως ἰόντες, ὅταν μηκέτι δι᾿ ἄλλο μηδ᾿ ἄλλου ἕνεκα, διά τοῦτο ὡς τέλος φαμέν ἐλθεῖν καί εἶναι καί γίνεσθαι, καί τότε εἰδέναι μάλιστα διά τί ἦλθεν.
41Aristoteles, Analytica posteriora, 2, II 11; 16 (auctor 384BC-322BC)
Ὅσων δ᾿ αἴτιον τό ἕνεκά τινος, οἷον διά τί περιπατεῖ; ὅπως ὑγιαίνῃ· διά τί οἰκία ἐστίν; ὅπως σώζηται τά σκεύη· τό μέν ἕνεκα τοῦ ὑγιαίνειν, τό δ᾿ ἕνεκα τοῦ σώζεσθαι.
42Aristoteles, Analytica posteriora, 2, II 11; 26 (auctor 384BC-322BC)
Ἐνδέχεται δέ τό αὐτό καί ἕνεκά τινος εἶναι καί ἐξ ἀνάγκης, οἷον διά τοῦ λαμπτῆρος τό φῶς· καί γάρ ἐξ ἀνάγκης διέρχεται τό μικρομερέστερον διά τῶν μειζόνων πόρων, εἴπερ φῶς γίνεται τῷ διιέναι, καί ἕνεκά τινος, ὅπως μή πταίωμεν.
43Aristoteles, Analytica posteriora, 2, II 11; 27 (auctor 384BC-322BC)
Ἂρ᾿ οὖν εἰ εἶναι ἐνδέχεται, καί γίνεσθαι ἐνδέχεται; ὥσπερ εἰ βροντᾷ ἀποσβεννυμένου τε τοῦ πυρός ἀνάγκη σίζειν καί ψοφεῖν, καί εἰ ὡς οἱ Πυθαγόρειοί φασιν ἀπειλῆς ἕνεκα τοῖς ἐν τῷ ταρτάρῳ, ὅπως φοβῶνται.
44Aristoteles, Analytica priora, 1, I 30; 2 (auctor 384BC-322BC)
Αἱ δ᾿ ἀρχαί τῶν συλλογισμῶν καθόλου μέν εἴρηνται, ὃν τρόπον τ᾿ ἔχουσι καί ὃν τρόπον δεῖ θηρεύειν αὐτάς, ὅπως μή βλέπωμεν εἰς ἅπαντα τά λεγόμενα, μηδ᾿ εἰς ταὐτά κατασκευάζοντες καί ἀνασκευάζοντες, μηδέ κατασκευάζοντές τε κατά παντός ἢ τινός καί ἀνασκευάζοντες ἀπό πάντων ἢ τινῶν, ἀλλ᾿ εἰς ἐλάττω καί ὡρισμένα, καθ᾿ ἕκαστον δέ ἐκλέγειν τῶν ὄντων, οἷον περί ἀγαθοῦ ἢ ἐπιστήμης.
45Aristoteles, Analytica priora, 2, II 19; 1 (auctor 384BC-322BC)
Πρός δέ τό μή κατασυλλογίζεσθαι παρατηρητέον, ὅταν ἄνευ τῶν συμπερασμάτων ἐρωτᾷ τόν λόγον, ὅπως μή δοθῇ δίς ταὐτόν ἐν ταῖς προτάσεσιν, ἐπειδήπερ ἴσμεν ὅτι ἄνευ μέσου συλλογισμός οὐ γίνεται, μέσον δ᾿ ἐστί τό πλεονάκις λεγόμενον.
46Aristoteles, Athenaion Politeia, Frag., 5; 4 (auctor 384BC-322BC)
φυλὰς δὲ αὐτῶν συννενεμῆσθαι δ # , ἀπομιμησαμένων τὰς ἐν τοῖς ἐνιαυτοῖς ὥρας, ἑκάστην δὲ διῃρῆσθαι εἰς τρία μέρη τῶν φυλῶν, ὅπως γίνηται τὰ πάντα δώδεκα μέρη, καθάπερ οἱ μῆνες εἰς τὸν ἐνιαυτόν, καλεῖσθαι δὲ αὐτὰ τριττῦς καὶ φρατρίας· εἰς δὲ τὴν φρατρίαν τριάκοντα γένη διακεκοσμῆσθαι, καθάπερ αἱ ἡμέραι εἰς τὸν μῆνα, τὸ δὲ γένος εἶναι τριάκοντα ἀνδρῶν.
47Aristoteles, Athenaion Politeia, p2, 3, 4; 8 (auctor 384BC-322BC)
θεσμοθέται δὲ πολλοῖς ὕστερον ἔτεσιν ᾑρέθησαν, ἤδη κατ' ἐνιαυτὸν αἱρουμένων τὰς ἀρχάς, ὅπως ἀναγράψαντες τὰ θέσμια φυλάττωσι πρὸς τὴν τῶν ἀμφισβητούντων κρίσιν· διὸ καὶ μόνη τῶν ἀρχῶν οὐκ ἐγένετο πλείων ἐνιαυσίας.
48Aristoteles, Athenaion Politeia, p2, 4, 4; 8 (auctor 384BC-322BC)
ἡ δὲ βουλὴ ἡ ἐξ Ἀρείου πάγου φύλαξ ἦν τῶν νόμων καὶ διετήρει τὰς ἀρχάς, ὅπως κατὰ τοὺς νόμους ἄρχωσιν.
49Aristoteles, Athenaion Politeia, p2, 9, 2; 4 (auctor 384BC-322BC)
οἴονται μὲν οὖν τινες ἐπίτηδες ἀσαφεῖς αὐτὸν ποιῆσαι τοὺς νόμους, ὅπως ᾖ τῆς κρίσεως ὁ δῆμος κύριος.
50Aristoteles, Athenaion Politeia, p2, 16, 3; 4 (auctor 384BC-322BC)
τοῦτο δ' ἐποίει δυοῖν χάριν, ἵνα μήτε ἐν τῷ ἄστει διατρίβωσιν, ἀλλὰ διεσπαρμένοι κατὰ τὴν χώραν, καὶ ὅπως εὐποροῦντες τῶν μετρίων καὶ πρὸς τοῖς ἰδίοις ὄντες, μήτ' ἐπιθυμῶσι μήτε σχολάζωσιν ἐπιμελεῖσθαι τῶν κοινῶν.
51Aristoteles, Athenaion Politeia, p2, 16, 5; 7 (auctor 384BC-322BC)
διὸ καὶ τοὺς κατὰ δήμους κατεσκεύασε δικαστάς, καὶ αὐτὸς ἐξῄει πολλάκις εἰς τὴν χώραν, ἐπισκοπῶν καὶ διαλύων τοὺς διαφερομένους, ὅπως μὴ καταβαίνοντες εἰς τὸ ἄστυ παραμελῶσι τῶν ἔργων.
52Aristoteles, Athenaion Politeia, p2, 21, 2; 2 (auctor 384BC-322BC)
τότε δὲ τοῦ πλήθους προεστηκώς, ἔτει τετάρτῳ μετὰ τὴν τῶν τυράννων κατάλυσιν, ἐπὶ Ἰσαγόρου ἄρχοντος, πρῶτον μὲν συνένειμε πάντας εἰς δέκα φυλὰς ἀντὶ τῶν τεττάρων, ἀναμεῖξαι βουλόμενος, ὅπως μετάσχωσι πλείους τῆς πολιτείας· ὅθεν ἐλέχθη καὶ τὸ μὴ φυλοκρινεῖν, ‖ ‖ πρὸς τοὺς ἐξετάζειν τὰ γένη βουλομένους.
53Aristoteles, Athenaion Politeia, p2, 21, 3; 5 (auctor 384BC-322BC)
διὰ τοῦτο δὲ οὐκ εἰς δώδεκα φυλὰς συνέταξεν, ὅπως αὐτῷ μὴ συμβαίνῃ μερίζειν πρὸς τὰς προϋπαρχούσας τριττῦς.
54Aristoteles, Athenaion Politeia, p2, 21, 4; 7 (auctor 384BC-322BC)
διένειμε δὲ καὶ τὴν χώραν κατὰ δήμους τριάκοντα μέρη, δέκα μὲν τῶν περὶ τὸ ἄστυ, δέκα δὲ τῆς παραλίας, δέκα δὲ τῆς μεσογείου, καὶ ταύτας ἐπονομάσας τριττῦς, ἐκλήρωσεν τρεῖς εἰς τὴν φυλὴν ἑκάστην, ὅπως ἑκάστη μετέχῃ πάντων τῶν τόπων.
55Aristoteles, Athenaion Politeia, p2, 27, 3; 7 (auctor 384BC-322BC)
ἔτι δὲ τὰ χωρία πάντα ἄφρακτα ἦν, ὅπως ἐξῇ τῷ βουλομένῳ τῆς ὀπώρας ἀπολαύειν.
56Aristoteles, Athenaion Politeia, p2, 29, 3; 4 (auctor 384BC-322BC)
Κλειτοφῶν δὲ τὰ μὲν ἄλλα καθάπερ Πυθόδωρος εἶπεν, προσαναζητῆσαι δὲ τοὺς αἱρεθέντας ἔγραψεν καὶ τοὺς πατρίους νόμους, οὓς Κλεισθένης ἔθηκεν ὅτε καθίστη τὴν δημοκρατίαν, ὅπως ἂν ἀκούσαντες καὶ τούτων βουλεύσωνται τὸ ἄριστον, ὡς οὐ δημοτικὴν ἀλλὰ παραπλησίαν οὖσαν τὴν Κλεισθένους πολιτείαν τῇ Σόλωνος.
57Aristoteles, Athenaion Politeia, p2, 29, 4; 5 (auctor 384BC-322BC)
οἱ δ' αἱρεθέντες πρῶτον μὲν ἔγραψαν ἐπάναγκες εἶναι τοὺς πρυτάνεις ἅπαντα τὰ λεγόμενα περὶ τῆς σωτηρίας ἐπιψηφίζειν, ἔπειτα τὰς τῶν παρανόμων γραφὰς καὶ τὰς εἰσαγγελίας καὶ τὰς προσκλήσεις ἀνεῖλον, ὅπως ἂν οἱ ἐθέλοντες Ἀθηναίων συμβουλεύωσι περὶ τῶν προκειμένων.
58Aristoteles, Athenaion Politeia, p2, 30, 4; 6 (auctor 384BC-322BC)
τοὺς δ' ἑκατὸν ἄνδρας διανεῖμαι σφᾶς τε αὐτοὺς καὶ τοὺς ἄλλους τέτταρα μέρη ὡς ἰσαίτατα καὶ διακληρῶσαι καὶ εἰς ἐνιαυτὸν βουλεύειν βουλεύεσθαι δὲ ᾗ ἂν δοκῇ αὐτοῖς ἄριστα ἕξειν περί τε τῶν χρημάτων, ὅπως ἂν σῷα ᾖ καὶ εἰς τὸ δέον ἀναλίσκηται, καὶ περὶ τῶν ἄλλων ὡς ἂν δύνωνται ἄριστα· κἄν τι θέλωσιν βουλεύσασθαι μετὰ πλειόνων, ἐπεισκαλεῖν ἕκαστον ἐπείσκλητον ὃν ἂν ἐθέλῃ τῶν ἐκ τῆς αὐτῆς ἡλικίας.
59Aristoteles, Athenaion Politeia, p2, 35, 2; 3 (auctor 384BC-322BC)
τὸ μὲν οὖν πρῶτον μέτριοι τοῖς πολίταις ἦσαν καὶ προσεποιοῦντο διώκειν τὴν πάτριον πολιτείαν, καὶ τούς τ' Ἐφιάλτου καὶ Ἀρχεστράτου νόμους τοὺς περὶ τῶν Ἀρεοπαγιτῶν καθεῖλον ἐξ Ἀρείου πάγου, καὶ τῶν Σόλωνος θεσμῶν ὅσοι διαμφισβητήσεις ἔσχον, καὶ τὸ κῦρος ὃ ἦν ἐν τοῖς δικασταῖς κατέλυσαν, ὡς ἐπανορθοῦντες καὶ ποιοῦντες ἀναμφισβήτητον τὴν πολιτείαν, οἷον ‖ ‖ τὸν περὶ τοῦ δοῦναι τὰ ἑαυτοῦ ᾧ ἂν ἐθέλῃ κύριον ποιήσαντες καθάπαξ· τὰς δὲ προσούσας δυσκολίας, “ ἐὰν μὴ μανιῶν ἢ γηρῶν ἢ γυναικὶ πιθόμενος, ” ἀφεῖλον ὅπως μὴ ᾖ τοῖς συκοφάνταις ἔφοδος· ὁμοίως δὲ τοῦτ' ἔδρων καὶ ἐπὶ τῶν ἄλλων.
60Aristoteles, Athenaion Politeia, p2, 41, 3; 17 (auctor 384BC-322BC)
μισθοφόρον δ' ἐκκλησίαν τὸ μὲν πρῶτον ἀπέγνωσαν ποιεῖν· οὐ συλλεγομένων δ' εἰς τὴν ἐκκλησίαν, ἀλλὰ πολλὰ σοφιζομένων τῶν πρυτάνεων, ὅπως προσιστῆται τὸ πλῆθος πρὸς τὴν ἐπι ‖ ‖ κύρωσιν τῆς χειροτονίας, πρῶτον μὲν Ἀγύρριος ὀβολὸν ἐπόρισεν, μετὰ δὲ τοῦτον Ἡρακλείδης ὁ Κλαζομένιος ὁ βασιλεὺς ἐπικαλούμενος διώβολον, πάλιν δ' Ἀγύρριος τριώβολον.
61Aristoteles, Athenaion Politeia, p2, 43, 4; 9 (auctor 384BC-322BC)
προγράφουσι δὲ καὶ τὰς ἐκκλησίας οὗτοι· μίαν μὲν κυρίαν, ἐν ᾗ δεῖ τὰς ἀρχὰς ἐπιχειροτονεῖν εἰ δοκοῦσι καλῶς ἄρχειν, καὶ περὶ σίτου καὶ περὶ φυλακῆς τῆς χώρας χρηματίζειν, καὶ τὰς εἰσαγγελίας ἐν ταύτῃ τῇ ἡμέρᾳ τοὺς βουλομένους ποιεῖσθαι, καὶ τὰς ἀπογραφὰς τῶν δημευομένων ἀναγιγνώσκειν, καὶ τὰς λήξεις τῶν κλήρων καὶ τῶν ἐπικλήρων ἀναγινώσκειν, ὅπως μηδένα λάθῃ μηδὲν ἔρημον γενόμενον.
62Aristoteles, Athenaion Politeia, p2, 50, 2; 3 (auctor 384BC-322BC)
τούτων δὲ ε # μὲν ἄρχουσιν ἐν Πειραιεῖ, πέντε δ' ἐν ἄστει, καὶ τάς τε αὐλητρίδας καὶ τὰς ψαλτρίας καὶ τὰς κιθαριστρίας οὗτοι σκοποῦσιν, ὅπως μὴ πλείονος ἢ δυεῖν δραχμαῖν μισθωθήσονται, κἂν πλείους τὴν αὐτὴν σπουδάζωσι λαβεῖν, οὗτοι διακληροῦσι καὶ τῷ λαχόντι μισθοῦσιν.
63Aristoteles, Athenaion Politeia, p2, 50, 2; 4 (auctor 384BC-322BC)
καὶ ὅπως τῶν κοπρολόγων μηδεὶς ἐντὸς ι # σταδίων τοῦ τείχους καταβαλεῖ κόπρον ἐπιμελοῦνται.
64Aristoteles, Athenaion Politeia, p2, 51, 1; 2 (auctor 384BC-322BC)
τούτοις δὲ ὑπὸ τῶν νόμων προστέτακται τῶν ὠνίων ἐπιμελεῖσθαι πάντων, ὅπως καθαρὰ καὶ ἀκίβδηλα πωλήσεται.
65Aristoteles, Athenaion Politeia, p2, 51, 2; 4 (auctor 384BC-322BC)
καὶ οὗτοι τῶν μέτρων καὶ τῶν σταθμῶν ἐπιμελοῦνται πάντων, ὅπως οἱ πωλοῦντες χρήσονται δικαίοις.
66Aristoteles, Athenaion Politeia, p2, 51, 3; 6 (auctor 384BC-322BC)
οὗτοι δ' ἐπιμελοῦνται, πρῶτον μὲν ὅπως ὁ ἐν ἀγορᾷ σῖτος ἀργὸς ὤνιος ἔσται δικαίως, ἔπειθ' ὅπως οἵ τε μυλωθροὶ πρὸς τὰς τιμὰς τῶν κριθῶν τὰ ἄλφιτα πωλήσουσιν, καὶ οἱ ἀρτοπῶλαι πρὸς τὰς τιμὰς τῶν πυρῶν τοὺς ἄρτους, καὶ τὸν σταθμὸν ἄγοντας ὅσον ἂν οὗτοι τάξωσιν.
67Aristoteles, Athenaion Politeia, p2, 65, 4; 9 (auctor 384BC-322BC)
παραδιδόασι δὲ τοῖς εἰληχόσι ταῦτα ἀποδιδόναι τοῖς δικασταῖς ἐν ἑκάστῳ [τῷ] δικαστηρίῳ ἀριθμῷ τὰ πινάκια, ὅπως ἐκ τούτων καλοῦντες ἀποδιδῶσι τὸν μισθόν.
68Aristoteles, Athenaion Politeia, p2, 66, 3; 5 (auctor 384BC-322BC)
οἱ δὲ ἀπολαχόντες πέντε παρὰ τούτων ἀπολαμβάνουσι τὸ πρόγραμμα, καθ' ὅτι τὸν μισθὸν λήψονται καὶ ὅπου ἕκασται αἱ φυλαὶ ἐν αὐτῷ τῷ δικαστηρίῳ, ἐπειδὰν δικάσωσιν, ὅπως, δ̣ιαστά̣ν̣τες ἕκαστοι, κατ' ὀλίγους λάβωσι καὶ μὴ πολλοὶ εἰς ταὐτὸ συνκλεισθέντες ἀλλήλοις ἐνοχλῶσιν.
69Aristoteles, Athenaion Politeia, p2, 68, 3; 4 (auctor 384BC-322BC)
εἰσὶ δὲ ἀμφορεῖς δύο κείμενοι ἐν τῷ δικαστηρίῳ, ὁ μὲν χαλκοῦς, ὁ δὲ ξύλινος, διαιρετοὶ ὅπως μὴ λάθῃ ὑποβάλλων τις ψήφους, εἰς οὓς ψηφίζονται οἱ δικασταί, ὁ μὲν χαλκοῦς κύριος, ὁ δὲ ξύλινος ἄκυρος, ἔχων ὁ χαλκοῦς ἐπίθημα διερρινημένον, ὥστ' αὐτὴν μόνην χωρεῖν τὴν ψῆφον, ἵνα μὴ δύο ὁ αὐτὸς ἐμβάλλῃ.
70Aristoteles, De anima, 1, I 1; 11 (auctor 384BC-322BC)
Εὐλαβητέον δ’ ὅπως μή λανθάνῃ πότερον ἑἷς ὁ λόγος αὐτῆς ἐστί, καθάπερ ζῴου, ἢ καθ’ ἕκαστον ἕτερος, οἷον ἵππου, κυνός, ἀνθρώπου, θεοῦ· τό δέ ζῷον τό καθόλου ἤτοι οὐθέν ἐστιν ἢ ὕστερον.
71Aristoteles, De anima, 1, I 2; 1 (auctor 384BC-322BC)
Ἐπισκοποῦντας δέ περί ψυχῆς ἀναγκαῖον ἅμα διαποροῦντας περί ὧν εὐπορεῖν δεῖ, προελθόντας τάς τῶν προτέρων δόξας συμπαραλαμβάνειν ὅσοι τι περί αὐτῆς ἀπεφήναντο, ὅπως τά μέν καλῶς εἰρημένα λάβωμεν, εἰ δέ τι μή καλῶς, τοῦτ’ εὐλαβηθῶμεν.
72Aristoteles, De anima, 1, I 3; 30 (auctor 384BC-322BC)
Συνεστηκυῖαν γάρ ἐκ τῶν στοιχείων, καί μεμερισμένην κατά τούς ἁρμονικούς ἀριθμούς, ὅπως αἴσθησίν τε σύμφυτον ἁρμονίας ἔχῃ καί τό πᾶν φέρηται συμφώνους φοράς, τήν εὐθυωρίαν εἰς κύκλον κατέκαμψεν· καί διελών ἐκ τοῦ ἑνός δύο κύκλους δισσαχῇ συνημμένους πάλιν τόν ἕνα διεῖλεν εἰς ἑπτά κύκλους, ὡς οὔσας τάς τοῦ οὐρανοῦ φοράς τάς τῆς ψυχῆς κινήσεις.
73Aristoteles, De anima, 2, II 8; 22 (auctor 384BC-322BC)
Ὁ δ’ ἐν τοῖς ὠσίν ἐγκατῳκοδόμηται πρός τό ἀκίνητος εἶναι, ὅπως ἀκριβῶς αἰσθάνηται πάσας τάς διαφοράς τῆς κινήσεως.
74Aristoteles, De anima, 2, II 8; 38 (auctor 384BC-322BC)
Ἤδη γάρ τῷ ἀναπνεομένῳ καταχρῆται ἡ φύσις ἐπί δύο ἔργα, καθάπερ τῇ γλώττῃ ἐπί τε τήν γεῦσιν καί τήν διάλεκτον, ὧν ἡ μέν γεῦσις ἀναγκαῖον (διό καί πλείοσιν ὑπάρχει), ἡ δ’ ἑρμηνεία ἕνεκα τοῦ εὖ, οὕτω καί τῷ πνεύματι πρός τε τήν θερμότητα τήν ἐντός ὡς ἀναγκαῖον (τό δ’ αἴτιον ἐν ἑτέροις εἰρήσεται) καί πρός τήν φωνήν, ὅπως ὑπάρχῃ τό εὖ.
75Aristoteles, De anima, 3, III 1; 20 (auctor 384BC-322BC)
Ἢ ὅπως ἧττον λανθάνῃ τά ἀκολουθοῦντα καί κοινά, οἷον κίνησις καί μέγεθος καί ἀριθμός· εἰ γάρ ἦν ἡ ὄψις μόνη, καί αὐτή λευκοῦ, ἐλάνθανεν ἂν μᾶλλον καί ἐδόκει ταὐτό εἶναι πάντα διά τό ἀκολουθεῖν ἀλλήλοις ἅμα χρῶμα καί μέγεθος.
76Aristoteles, De anima, 3, III 13; 16 (auctor 384BC-322BC)
Τάς δ’ ἄλλας αἰσθήσεις ἔχει τό ζῷον, ὥσπερ εἴρηται, οὐ τοῦ εἶναι ἕνεκα ἀλλά τοῦ εὖ, οἷον ὄψιν, ἐπεί ἐν ἀέρι καί ὕδατι, ὅπως ὁρᾷ, ὅλως δ’ ἐπεί ἐν διαφανεῖ, γεῦσίν τε διά τό ἡδύ καί λυπηρόν, ἵνα αἰσθάνηται τό ἐν τροφῇ καί ἐπιθυμῇ καί κινῆται, ἀκοήν δέ ὅπως σημαίνῃ τι αὑτῷ, γλῶτταν δέ ὅπως σημαίνῃ τι ἑτέρῳ.
77Aristoteles, De arte poetica, 6; 13 (auctor 384BC-322BC)
Οὔκουν ὅπως τά ἤθη μιμήσωνται πράττουσιν, ἀλλά τά ἤθη συμπεριλαμβάνουσι διά τάς πράξεις.
78Aristoteles, De arte poetica, 15; 1 (auctor 384BC-322BC)
Περί δέ τά ἤθη τέτταρά ἐστιν ὧν δεῖ στοχάζεσθαι, ἓν μέν καί πρῶτον, ὅπως χρηστά ᾖ.
79Aristoteles, De arte poetica, 17; 12 (auctor 384BC-322BC)
Μετά ταῦτα δέ ἤδη ὑποθέντα τά ὀνόματα ἐπεισοδιοῦν, ὅπως δέ ἔσται οἰκεῖα τά ἐπεισόδια σκοπεῖν, οἷον ἐν τῷ Ὀρέστῃ ἡ μανία δι᾿ ἧς ἐλήφθη, καί ἡ σωτηρία διά τῆς καθάρσεως.
80Aristoteles, De caelo, 1, 8, 13; 31 (auctor 384BC-322BC)
Ὅτι μὲν οὖν οὐ τοῖς σχήμασι διαφέρει τὰ στοιχεῖα, φανερὸν ἐκ τῶν εἰρημένων· ἐπεὶ δὲ κυριώταται διαφοραὶ τῶν σωμάτων αἵ τε κατὰ τὰ πάθη καὶ τὰ ἔργα καὶ τὰς δυνάμεις (ἑκάστου γὰρ εἶναί φαμεν τῶν φύσει καὶ ἔργα καὶ πάθη καὶ δυνάμεις), πρῶτον ἂν εἴη περὶ τούτων λεκτέον, ὅπως θεωρήσαντες ταῦτα λάβωμεν τὰς ἑκάστου πρὸς ἕκαστον διαφοράς.
81Aristoteles, De caelo, 2, 2, 7; 19 (auctor 384BC-322BC)
Οὐ δεῖ γὰρ ἀπορεῖν διὰ τὸ σφαιροειδὲς εἶναι τὸ σχῆμα τοῦ παντός, ὅπως ἔσται τούτου τὸ μὲν δεξιὸν τὸ δὲ ἀριστερὸν ὁμοίων γ´ ὄντων τῶν μορίων ἁπάντων καὶ κινουμένων τὸν ἅπαντα χρόνον, ἀλλὰ νοεῖν ὥσπερ ἂν εἴ τις, ἐν οἷς ἔχει τὸ δεξιὸν πρὸς τὸ ἀριστερὸν διαφορὰν καὶ τοῖς σχήμασιν, εἶτα περιθείη σφαῖραν· ἕξει μὲν γὰρ τὴν δύναμιν διαφέρουσαν, δόξει δ´ οὔ, διὰ τὴν ὁμοιότητα τοῦ σχήματος.
82Aristoteles, De caelo, 2a, 8, 13; 31 (auctor 384BC-322BC)
Ὅτι μὲν οὖν οὐ τοῖς σχήμασι διαφέρει τὰ στοιχεῖα, φανερὸν ἐκ τῶν εἰρημένων· ἐπεὶ δὲ κυριώταται διαφοραὶ τῶν σωμάτων αἵ τε κατὰ τὰ πάθη καὶ τὰ ἔργα καὶ τὰς δυνάμεις (ἑκάστου γὰρ εἶναί φαμεν τῶν φύσει καὶ ἔργα καὶ πάθη καὶ δυνάμεις), πρῶτον ἂν εἴη περὶ τούτων λεκτέον, ὅπως θεωρήσαντες ταῦτα λάβωμεν τὰς ἑκάστου πρὸς ἕκαστον διαφοράς.
83Aristoteles, De generatione animalium, 2, 4; 18 (auctor 384BC-322BC)
ἕνεκα δὲ τοῦ βελτίονος καὶ τοῦ τέλους ἡ φύσις καταχρῆται πρὸς τὸν τόπον τοῦτον τῆς γενέσεως χάριν ὅπως οἷον ἔμελλε τοιοῦτον γένηται ἕτερον· ἤδη γὰρ ὑπάρχει δυνάμει γε ὂν τοιοῦτον οἵουπέρ ἐστι σώματος ἀπόκρισις.
84Aristoteles, De generatione animalium, 2, 8; 21 (auctor 384BC-322BC)
διὰ ταύτην δὲ τὴν αἰτίαν καὶ τὰ ὀχεῖα ἐπιβάλλουσι τοῖς ὄνοις οὐχ ὥσπερ τοῖς ἵπποις κατ' ἰσημερίαν ἀλλὰ περὶ τροπὰς θερινάς, ὅπως ἐν ἀλεεινῇ γίγνηται ὥρᾳ τὰ πωλία· ἐν τῇ αὐτῇ γὰρ γίγνεται ἐν ᾗ ἂν ὀχευθῇ· ἐνιαυτὸν γὰρ κύει καὶ ἵππος καὶ ὄνος.
85Aristoteles, De generatione animalium, 3, 4; 8 (auctor 384BC-322BC)
διὰ τοῦτο γὰρ καὶ μικρὰ πάμπαν ἀποκρίνεται καὶ ταχεῖαν λαμβάνει τὴν αὔξησιν, μικρὰ μὲν διὰ τὸ στενοχωρῆ τὴν ὑστέραν εἶναι πρὸς τὸ πλῆθος τῶν ᾠῶν, ταχὺ δ' ὅπως μὴ χρονιζόντων ἐν τῇ γενέσει περὶ τὴν αὔξησιν φθείρηται τὸ γένος, ἐπεὶ καὶ νῦν τὰ πολλὰ φθείρεται τῶν ἐκτικτομένων κυημάτων.
86Aristoteles, De generatione animalium, 4, 1; 24 (auctor 384BC-322BC)
συμβαίνει μὲν οὖν ἡ διαφορὰ τῶν μερῶν τούτων πρὸς ἄλληλα τοῖς θήλεσι καὶ τοῖς ἄρρεσιν, ἀλλ' οὐκ ἀρχὴν οἰητέον οὐδ' αἰτίαν εἶναι ταύτην ἀλλ' ἑτέραν, κἂν εἰ μηθὲν ἀποκρίνεται σπέρμα μήτε ἀπὸ τοῦ θήλεος μήτ' ἀπὸ τοῦ ἄρρενος, ἀλλ' ὅπως δή ποτε συνίσταται [τὸ σπέρμα] τὸ γιγνόμενον.
87Aristoteles, De generatione animalium, 4, 8; 8 (auctor 384BC-322BC)
τὸ μὲν γὰρ ἄνω τοῦ ὑποζώματος τὸ κύριον τῆς ζωῆς ἐστι, τὸ δὲ κάτω τῆς τροφῆς καὶ τοῦ περιττώματος, ὅπως ὅσα πορευτικὰ τῶν ζῴων ἐν αὑτοῖς ἔχοντα τὴν τῆς τροφῆς αὐτάρκειαν μεταβάλλῃ τοὺς τόπους.
88Aristoteles, De generatione animalium, 5, 1; 3 (auctor 384BC-322BC)
τυγχάνει δὲ τῶν τοιούτων ἔνια μὲν ὅλοις ὑπάρχοντα τοῖς γένεσιν, ἐνίοις δ' ὅπως ἔτυχεν, οἷον μάλιστ' ἐπὶ τῶν ἀνθρώπων τοῦτο συμβέβηκεν.
89Aristoteles, De generatione animalium, 5, 1; 54 (auctor 384BC-322BC)
Οὐ μόνον δὲ τὰ εἰρημένα αἴτια τοῦ ἀμβλὺ ἢ ὀξὺ ὁρᾶν ἀλλὰ καὶ ἡ τοῦ δέρματος φύσις τοῦ ἐπὶ τῇ κόρῃ καλουμένῃ· δεῖ γὰρ αὐτὸ διαφανὲς εἶναι, τοιοῦτον δ' ἀναγκαῖον εἶναι τὸ λεπτὸν καὶ λευκὸν καὶ ὁμαλόν-λεπτὸν μὲν ὅπως ἡ θύραθεν εὐθυπορῇ κίνησις, ὁμαλὸν δ' ὅπως μὴ ἐπισκιάζῃ ῥυτιδούμενον (καὶ γὰρ διὰ τοῦθ' οἱ γέροντες οὐκ ὀξὺ ὁρῶσιν· ὥσπερ γὰρ καὶ τὸ ἄλλο δέρμα καὶ τὸ τοῦ ὄμματος ῥυτιδοῦταί τε καὶ παχύτερον γίγνεται γηράσκουσιν), λευκὸν δὲ διὰ τὸ τὸ μέλαν μὴ εἶναι διαφανές· αὐτὸ γὰρ τοῦτ' ἔστι τὸ μέλαν, τὸ μὴ διαφαινόμενον.
90Aristoteles, De generatione et corruptione, 1, 2, 1; 1 (auctor 384BC-322BC)
Πλάτων μὲν οὖν μόνον περὶ γενέσεως ἐσκέψατο καὶ φθορᾶς, ὅπως ὑπάρχει τοῖς πράγμασι, καὶ περὶ γενέσεως οὐ πάσης ἀλλὰ τῆς τῶν στοιχείων· πῶς δὲ σάρκες ἢ ὀστᾶ ἢ τῶν ἄλλων τι τῶν τοιούτων, οὐδέν· ἔτι οὔτε περὶ ἀλλοιώσεως οὔτε περὶ αὐξήσεως, τίνα τρόπον ὑπάρχουσι τοῖς πράγμασιν.
91Aristoteles, De generatione et corruptione, 2, 6, 5; 12 (auctor 384BC-322BC)
Τί οὖν τὸ αἴτιον τοῦ ἐξ ἀνθρώπου ἄνθρωπον ἢ ἀεὶ ἢ ὡς ἐπὶ τὸ πολύ, καὶ ἐκ τοῦ πυροῦ πυρὸν ἀλλὰ μὴ ἐλαίαν; ἢ καὶ ἐὰν ὡδὶ συντεθῇ ὀστοῦν; οὐ γὰρ ὅπως ἔτυχε συνελθόντων οὐδὲν γίνεται, καθ´ ἃ ἐκεῖνός φησιν, ἀλλὰ λόγῳ τινί.
92Aristoteles, De generatione et corruptione, 2, 10, 3; 6 (auctor 384BC-322BC)
Δεῖ 〈δὴ〉 πλείους εἶναι τὰς κινήσεις καὶ ἐναντίας, ἢ τῇ φορᾷ ἢ τῇ ἀνωμαλίᾳ· τῶν γὰρ ἐναντίων τἀναντία αἴτια· διὸ καὶ οὐχ ἡ πρώτη φορὰ αἰτία ἐστὶ γενέσεως καὶ φθορᾶς, ἀλλ´ ἡ κατὰ τὸν λοξὸν κύκλον· ἐν ταύτῃ γὰρ καὶ τὸ συνεχές ἐστι καὶ τὸ κινεῖσθαι δύο κινήσεις· ἀνάγκη γάρ, εἴ γε ἀεὶ ἔσται συνεχὴς γένεσις καὶ φθορά, ἀεὶ μέν τι κινεῖσθαι, ἵνα μὴ ἐπιλείπωσιν αὗται αἱ μεταβολαί, δύο δ´, ὅπως μὴ θάτερον συμβαίνῃ μόνον.
93Aristoteles, De interpretatione, 11; 16 (auctor 384BC-322BC)
Ὅτι μὲν οὖν εἴ τις ἁπλῶς φήσει τὰς συμπλοκὰς γίνεσθαι, πολλὰ συμβαίνει λέγειν ἄτοπα, δῆλον· ὅπως δὲ θετέον, λέγομεν νῦν.
94Aristoteles, De interpretatione, 12; 1 (auctor 384BC-322BC)
Τούτων δὲ διωρισμένων σκεπτέον ὅπως ἔχουσιν αἱ ἀποφάσεις καὶ καταφάσεις πρὸς ἀλλήλας αἱ τοῦ δυνατὸν εἶναι καὶ μὴ δυνατὸν καὶ ἐνδεχόμενον καὶ μὴ ἐνδεχόμενον, καὶ περὶ τοῦ ἀδυνάτου τε καὶ ἀναγκαίου· ἔχει γὰρ ἀπορίας τινάς.
95Aristoteles, De iuventute et senectute De vita et morte, 6; 4 (auctor 384BC-322BC)
Διὸ καὶ γένη τινὰ λίθων ταῖς ῥίζαις ὑποβάλλουσι καὶ ὕδωρ ἐν ἀγγείοις, ὅπως αἱ ῥίζαι ψύχωνται τῶν φυτῶν.
96Aristoteles, De partibus animalium, 1, 1, 23; 56 (auctor 384BC-322BC)
Ἀλλ´ ἴσως ὁ μὲν τέκτων ἐρεῖ πέλεκυν ἢ τρύπανον, ὁ δ´ ἀέρα καὶ γῆν, πλὴν βέλτιον ὁ τέκτων· οὐ γὰρ ἱκανὸν ἔσται αὐτῷ τὸ τοσοῦτον εἰπεῖν, ὅτι ἐμπεσόντος τοῦ ὀργάνου τὸ μὲν κοῖλον ἐγένετο τὸ δὲ ἐπίπεδον, ἀλλὰ διότι τὴν πληγὴν ἐποιήσατο τοιαύτην, καὶ τίνος ἕνεκα, ἐρεῖ τὴν αἰτίαν, ὅπως τοιόνδε ἢ τοιόνδε ποτὲ τὴν μορφὴν γένηται.
97Aristoteles, De partibus animalium, 2, 7, 15; 25 (auctor 384BC-322BC)
Καὶ ῥαφὰς δὲ πλείστας ἔχει περὶ τὴν κεφαλήν, καὶ τὸ ἄρρεν πλείους τῶν θηλειῶν, διὰ τὴν αὐτὴν αἰτίαν, ὅπως ὁ τόπος εὔπνους ᾖ, καὶ μᾶλλον ὁ πλείων ἐγκέφαλος· ὑγραινόμενος γὰρ ἢ ξηραινόμενος μᾶλλον οὐ ποιήσει τὸ αὑτοῦ ἔργον, ἀλλ´ ἢ οὐ ψύξει ἢ πήξει, ὥστε νόσους καὶ παρανοίας ποιεῖν καὶ θανάτους· τὸ γὰρ ἐν τῇ καρδίᾳ θερμὸν καὶ ἡ ἀρχὴ συμπαθέστατόν ἐστι καὶ ταχεῖαν ποιεῖται τὴν αἴσθησιν μεταβάλλοντός τι καὶ πάσχοντος τοῦ περὶ τὸν ἐγκέφαλον αἵματος.
98Aristoteles, De partibus animalium, 2, 9, 7; 14 (auctor 384BC-322BC)
Τοῖς μὲν οὖν ἄλλοις ὕπεστιν ὀστᾶ τοῖς σαρκώδεσι μορίοις, τοῖς μὲν κινουμένοις διὰ κάμψιν τούτου χάριν, τοῖς δ´ ἀκινήτοις φυλακῆς ἕνεκεν, οἷον αἱ συγκλείουσαι πλευραὶ τὸ στῆθος σωτηρίας χάριν τῶν περὶ τὴν καρδίαν σπλάγχνων· τὰ δὲ περὶ τὴν κοιλίαν ἀνόστεα πᾶσιν, ὅπως μὴ κωλύῃ τὴν ἀνοίδησιν τὴν ἀπὸ τῆς τροφῆς γινομένην τοῖς ζῴοις ἐξ ἀνάγκης καὶ τοῖς θήλεσι τὴν ἐν αὐτοῖς τῶν ἐμβρύων αὔξησιν.
99Aristoteles, De partibus animalium, 2, 13, 2; 4 (auctor 384BC-322BC)
Τοῦ μὲν οὖν εὖ ἕνεκα λεπτὸν τὸ δέρμα τὸ περὶ τὴν κόρην ἐστί, τῆς δὲ σωτηρίας χάριν τὰ βλέφαρα· καὶ διὰ τοῦτο σκαρδαμύσσει τε πάντα καὶ μάλιστ´ ἄνθρωπος, πάντα μὲν ὅπως τὰ προσπίπτοντα τοῖς βλεφάροις κωλύωσι (καὶ τοῦτο οὐκ ἐκ προαιρέσεως, ἀλλ´ ἡ φύσις ἐποίησε), πλειστάκις δ´ ὁ ἄνθρωπος διὰ τὸ λεπτοδερμότατος εἶναι.
100Aristoteles, De partibus animalium, 2, 13, 7; 18 (auctor 384BC-322BC)
Ἐπεὶ δ´ ἀναγκαῖον διὰ τὴν σκληρότητα ἀμβλύτερον βλέπειν, κινουμένους ἐποίησεν ἡ φύσις τοὺς ὀφθαλμοὺς τοῖς ἐντόμοις, καὶ μᾶλλον ἔτι τοῖς σκληροδέρμοις, ὥσπερ ἔνια τῶν τετραπόδων τὰ ὦτα, ὅπως ὀξύτερον βλέπῃ στρέφοντα πρὸς τὸ φῶς καὶ δεχόμενα τὴν αὐγήν.
101Aristoteles, De partibus animalium, 2, 14, 5; 10 (auctor 384BC-322BC)
Τὴν δὲ κεφαλὴν ἄνθρωπός ἐστι τῶν ζῴων δασύτατον, ἐξ ἀνάγκης μὲν διὰ τὴν ὑγρότητα τοῦ ἐγκεφάλου καὶ διὰ τὰς ῥαφάς (ὅπου γὰρ ὑγρὸν καὶ θερμὸν πλεῖστον, ἐνταῦθ´ ἀναγκαῖον πλείστην εἶναι τὴν ἔκφυσιν), ἕνεκεν δὲ βοηθείας, ὅπως σκεπάζωσι φυλάττουσαι τὰς ὑπερβολὰς τοῦ τε ψύχους καὶ τῆς ἀλέας.
102Aristoteles, De partibus animalium, 2, 15, 1; 1 (auctor 384BC-322BC)
Αἱ δ´ ὀφρύες καὶ αἱ βλεφαρίδες ἀμφότεραι βοηθείας χάριν εἰσίν, αἱ μὲν ὀφρύες τῶν καταβαινόντων ὑγρῶν, ὅπως ἀποστέγωσιν οἷον ἀπογείσωμα τῶν ἀπὸ τῆς κεφαλῆς ὑγρῶν, αἱ δὲ βλεφαρίδες τῶν πρὸς τὰ ὄμματα προσπιπτόντων ἕνεκεν, οἷον τὰ χαρακώματα ποιοῦσί τινες πρὸ τῶν ἐρυμάτων.
103Aristoteles, De partibus animalium, 2, 16, 8; 13 (auctor 384BC-322BC)
Δίπουν γάρ ἐστι καὶ πτερυγωτόν, ὥστ´ ἀνάγκη μικρὸν τὸ βάρος ἔχειν τὸ τοῦ αὐχένος καὶ τὸ τῆς κεφαλῆς, ὥσπερ καὶ τὸ στῆθος στενόν· ὅπως μὲν οὖν ᾖ χρήσιμον πρός τε τὴν ἀλκὴν καὶ διὰ τὴν τροφήν, ὀστῶδες ἔχουσι τὸ ῥύγχος, στενὸν δὲ διὰ τὴν μικρότητα τῆς κεφαλῆς.
104Aristoteles, De partibus animalium, 2, 17, 3; 2 (auctor 384BC-322BC)
Ὁ μὲν οὖν ἄνθρωπος ἀπολελυμένην τε καὶ μαλακωτάτην ἔχει μάλιστα τὴν γλῶτταν καὶ πλατεῖαν, ὅπως πρὸς ἀμφοτέρας ᾖ τὰς ἐργασίας χρήσιμος, πρός τε τὴν τῶν χυμῶν αἴσθησιν (ὁ γὰρ ἄνθρωπος εὐαισθητότατος τῶν ἄλλων ζῴων, καὶ ἡ μαλακὴ γλῶττα· ἁπτικωτάτη γάρ, ἡ δὲ γεῦσις ἁφή τίς ἐστιν), καὶ πρὸς τὴν τῶν γραμμάτων διάρθρωσιν καὶ πρὸς τὸν λόγον ἡ μαλακὴ καὶ πλατεῖα χρήσιμος· συστέλλειν γὰρ καὶ προβάλλειν παντοδαπῇ τοιαύτη οὖσα καὶ ἀπολελυμένη μάλιστ´ ἂν δύναιτο.
105Aristoteles, De partibus animalium, 3, 1, 4; 9 (auctor 384BC-322BC)
Ἐπεὶ γὰρ ἐν τοῖς ὀδοῦσιν ἡ ἰσχὺς αὐτῶν, τοῦτο δὲ γίνοιτ´ ἂν διὰ τὴν ὀξύτητα, οἱ χρήσιμοι δὴ πρὸς τὴν ἀλκὴν ἐναλλὰξ ἐμπίπτουσιν, ὅπως μὴ ἀμβλύνωνται τριβόμενοι πρὸς ἀλλήλους.
106Aristoteles, De partibus animalium, 3, 2, 10; 25 (auctor 384BC-322BC)
Ὅπως δὲ μηδὲ τὸ κοῖλον ἀσθενὲς ᾖ, πέφυκεν ἐκ τοῦ δέρματος, ἐν τούτῳ δ´ ἐνήρμοσται στερεὸν ἐκ τῶν ὀστῶν· οὕτω γὰρ καὶ τὰ κέρατα ἔχοντα πρὸς ἀλκήν τε χρησιμώτατ´ εἶναι, καὶ πρὸς τὸν ἄλλον βίον ἀνοχλότατα.
107Aristoteles, De partibus animalium, 3, 3, 3; 11 (auctor 384BC-322BC)
Ἔστι δ´ ὁ μὲν οἰσοφάγος σαρκώδης, ἔχων νευρώδη τάσιν, νευρώδης μέν, ὅπως ἔχῃ διάτασιν εἰσιούσης τῆς τροφῆς, σαρκώδης δέ, ὅπως μαλακὸς ᾖ καὶ ἐνδιδῷ καὶ μὴ βλάπτηται τραχυνόμενος ὑπὸ τῶν κατιόντων.
108Aristoteles, De partibus animalium, 3, 4, 18; 47 (auctor 384BC-322BC)
Ἔτι δὲ βέλτιον τρεῖς εἶναι τὰς κοιλίας, ὅπως ᾖ μία ἀρχὴ κοινή· τὸ δὲ μέσον καὶ περιττὸν ἀρχή· ὥστε μεγέθους δεῖ μείζονος αὐταῖς ἀεί, διόπερ αἱ μέγισται τρεῖς ἔχουσι μόναι.
109Aristoteles, De partibus animalium, 3, 7, 6; 15 (auctor 384BC-322BC)
Ἔστι δὲ σπλάγχνα τὰ κάτω τοῦ ὑποζώματος κοινῇ μὲν πάντα τῶν φλεβῶν χάριν, ὅπως οὖσαι μετέωροι μένωσι τῷ τούτων συνδέσμῳ πρὸς τὸ σῶμα.
110Aristoteles, De partibus animalium, 3, 7, 13; 28 (auctor 384BC-322BC)
Οἱ δὲ νεφροὶ τοῖς ἔχουσιν οὐκ ἐξ ἀνάγκης, ἀλλὰ τοῦ εὖ καὶ καλῶς ἕνεκεν ὑπάρχουσιν· τῆς γὰρ περιττώσεως χάριν τῆς εἰς τὴν κύστιν ἀθροιζομένης εἰσὶ κατὰ τὴν ἰδίαν φύσιν, ἐν ὅσοις πλεῖον ὑπόστημα γίνεται τὸ τοιοῦτον, ὅπως βέλτιον ἀποδιδῷ ἡ κύστις τὸ αὑτῆς ἔργον.
111Aristoteles, De partibus animalium, 3, 9, 5; 11 (auctor 384BC-322BC)
Ταῦτα δ´ ἔχει τὸν τρόπον τοῦτον, ὅπως ἐκ μὲν τῆς φλεβὸς τὸ περίττωμα τῆς ὑγρότητος βαδίζῃ εἰς τοὺς νεφρούς, ἐκ δὲ τῶν νεφρῶν ἡ γιγνομένη ὑπόστασις διηθουμένων τῶν ὑγρῶν διὰ τοῦ σώματος τῶν νεφρῶν εἰς τὸ μέσον συρρέῃ, οὗ τὸ κοῖλον οἱ πλεῖστοι ἔχουσιν αὐτῶν· διὸ καὶ δυσωδέστατον τοῦτο τῶν σπλάγχνων ἐστίν.
112Aristoteles, De partibus animalium, 3, 9, 9; 21 (auctor 384BC-322BC)
Ἔσχατοί τε γὰρ ὄντες ἀλέας δέονται πλείονος· τὸ μὲν γὰρ νῶτον σαρκῶδές ἐστιν, ὅπως ᾖ προβολὴ τοῖς περὶ τὴν καρδίαν σπλάγχνοις, ἡ δ´ ὀσφὺς ἄσαρκος (ἄσαρκοι γὰρ αἱ καμπαὶ πάντων)· ἀντὶ σαρκὸς οὖν ἡ πιμελὴ πρόβλημα γίνεται τοῖς νεφροῖς.
113Aristoteles, De partibus animalium, 3, 10, 2; 6 (auctor 384BC-322BC)
Τούτου δ´ αἴτιον ὅτι τοῦ διορισμοῦ χάριν ἐστὶ τοῦ τε περὶ τὴν κοιλίαν τόπου καὶ τοῦ περὶ τὴν καρδίαν, ὅπως ἡ τῆς αἰσθητικῆς ψυχῆς ἀρχὴ ἀπαθὴς ᾖ καὶ μὴ ταχὺ καταλαμβάνηται διὰ τὴν ἀπὸ τῆς τροφῆς γινομένην ἀναθυμίασιν καὶ τὸ πλῆθος τῆς ἐπεισάκτου θερμότητος.
114Aristoteles, De partibus animalium, 3, 11, 1; 1 (auctor 384BC-322BC)
Πάντα δὲ τὰ σπλάγχνα ἐν ὑμένι ἐστίν· προβολῆς τε γὰρ δεῖ πρὸς τὸ ἀπαθῆ εἶναι, καὶ ταύτης ἐλαφρᾶς, ὁ δ´ ὑμὴν τὴν φύσιν τοιοῦτος· πυκνὸς μὲν γὰρ ὥστ´ ἀποστέγειν, ἄσαρκος δὲ ὥστε μὴ ἕλκειν μηδ´ ἔχειν ἰκμάδα, λεπτὸς δ´, ὅπως κοῦφος ᾖ καὶ μηδὲν ποιῇ βάρος.
115Aristoteles, De partibus animalium, 3, 14, 7; 12 (auctor 384BC-322BC)
Τούτων δ´ ἕκαστον πλείους ἔχει κοιλίας, οἷον πρόβατον βοῦς αἲξ ἔλαφος καὶ τἆλλα τὰ τοιαῦτα τῶν ζῴων, ὅπως ἐπειδὴ τῆς ἐργασίας ἐλλείπει περὶ τὴν τροφὴν ἡ λειτουργία ἡ τοῦ στόματος διὰ τὴν ἔνδειαν τῶν ὀδόντων, ἡ τῶν κοιλιῶν ἑτέρα πρὸς ἑτέρας δεχομένη τὴν τροφήν, ἡ μὲν ἀκατέργαστον, ἡ δὲ κατειργασμένην μᾶλλον, ἡ δὲ πάμπαν, ἡ δὲ λείαν.
116Aristoteles, De partibus animalium, 3, 14, 20; 37 (auctor 384BC-322BC)
Εἶτ´ ἐντεῦθεν πάλιν, ὥσπερ ἀπὸ τῆς ἄνω κοιλίας δέχεται στενώτερον ἔντερον, οὕτως ἐκ τοῦ κώλου καὶ τῆς εὐρυχωρίας ἐν τῇ κάτω κοιλίᾳ πάλιν εἰς στενώτερον ἔρχεται καὶ εἰς τὴν ἕλικα τὸ περίττωμα ἐξικμασμένον πάμπαν, ὅπως ταμιεύηται ἡ φύσις καὶ μὴ ἀθρόος ᾖ ἡ ἔξοδος τοῦ περιττώματος.
117Aristoteles, De partibus animalium, 4, 2, 2; 4 (auctor 384BC-322BC)
Φασὶ γὰρ εἶναι διὰ τοῦτο, ὅπως τῆς ψυχῆς τὸ περὶ τὸ ἧπαρ μόριον δάκνουσα μὲν συνιστῇ, λυομένη δ´ ἵλεων ποιῇ.
118Aristoteles, De partibus animalium, 4, 3, 4; 10 (auctor 384BC-322BC)
Ἡ μὲν οὖν γένεσις τοῦ ἐπιπλόου συμβαίνει κατὰ τὸν λόγον τοῦτον, καταχρῆται δ´ ἡ φύσις αὐτῷ πρὸς τὴν εὐπεψίαν τῆς τροφῆς, ὅπως ῥᾷον πέττῃ καὶ θᾶττον τὰ ζῷα τὴν τροφήν· τὸ μὲν γὰρ θερμὸν πεπτικόν, τὸ δὲ πῖον θερμόν, τὸ δ´ ἐπίπλοον πῖον Καὶ διὰ τοῦτο ἀπὸ μέσης ἦρκται τῆς κοιλίας, ὅτι τὸ ἐπ´ ἐκεῖνο μέρος συμπέττει τὸ παρακείμενον ἧπαρ.
119Aristoteles, De partibus animalium, 4, 5, 33; 101 (auctor 384BC-322BC)
Ἐπὶ δὲ τῆς μύτιδος τὸ ἔντερον ἔξωθεν, καὶ ὁ θολὸς πρὸς τῷ ἐντέρῳ, ὅπως ὅτι πλεῖστον ἀπέχῃ τῆς εἰσόδου καὶ τὸ δυσχερὲς ἄποθεν ᾖ τοῦ βελτίονος καὶ τῆς ἀρχῆς.
120Aristoteles, De partibus animalium, 4, 5, 36; 112 (auctor 384BC-322BC)
Τὰ δὲ κοιλίαν μετὰ τὸ στόμα, ἀπὸ δὲ τῆς κοιλίας τὸ ἔντερον εἱλιγμένον, ὅπως ὅσα βρωτικώτερα καὶ μείζω τὴν φύσιν, ὑποδοχὴν ἔχῃ πλείονος τροφῆς.
121Aristoteles, De partibus animalium, 4, 5, 38; 116 (auctor 384BC-322BC)
Ἀρκτέον δ´ ἀπὸ τῶν νῦν εἰρημένων, ἀλλ´ οὐκ ἀφ´ ὧν ἀπελίπομεν, ὅπως ἀπὸ τούτων διατριβὴν ἐλάττω ἐχόντων ἐπὶ τῶν τελείων καὶ ἐναίμων ζῴων ὁ λόγος σχολάζῃ μᾶλλον.
122Aristoteles, De partibus animalium, 4, 6, 2; 9 (auctor 384BC-322BC)
Τὰ δὲ βραχέα καὶ τοῖς βίοις ἑδραῖα πολύπτερα μὲν ὁμοίως ταῖς μελίτταις ἐστίν, ἔχει δ´ ἔλυτρα τοῖς πτεροῖς, οἷον αἵ τε μηλολόνθαι καὶ τὰ τοιαῦτα τῶν ἐντόμων, ὅπως σῴζῃ τὴν τῶν πτερῶν δύναμιν.
123Aristoteles, De partibus animalium, 4, 6, 3; 12 (auctor 384BC-322BC)
Ἔντομα δ´ ἐστὶ διά τε τὰς εἰρημένας αἰτίας, καὶ ὅπως σῴζηται δι´ ἀπάθειαν συγκαμπτόμενα· συνελίττεται γὰρ τὰ μῆκος ἔχοντ´ αὐτῶν, τοῦτο δ´ οὐκ ἂν ἐγίνετ´ αὐτοῖς μὴ οὖσιν ἐντόμοις.
124Aristoteles, De partibus animalium, 4, 6, 9; 33 (auctor 384BC-322BC)
Τοὺς δὲ πόδας τοὺς προσθίους μείζους ἔνια τούτων ἔχει, ὅπως ἐπειδὴ διὰ τὸ σκληρόφθαλμα εἶναι οὐκ ἀκριβῆ τὴν ὄψιν ἔχουσι, τὰ προσπίπτοντα τοῖς προσθίοις ἀποκαθαίρωσι σκέλεσιν· ὅπερ καὶ φαίνονται ποιοῦσαι αἵ τε μυῖαι καὶ τὰ μελιττώδη τῶν ζῴων· ἀεὶ γὰρ χαρακίζουσι τοῖς προσθίοις σκέλεσιν.
125Aristoteles, De partibus animalium, 4, 9, 5; 15 (auctor 384BC-322BC)
Διαφέρει δὲ οὐδὲν ἄλλο πλὴν ὅτι τοῖς μὲν μαλακὸν τὸ πέριξ, τοῖς δὲ σκληρὸν περὶ τὸ σαρκῶδες περιέθηκεν ἡ φύσις, ὅπως σῴζηται διὰ τὴν δυσκινησίαν· καὶ διὰ τοῦτο τὸ περίττωμα τοῖς τε μαλακίοις ἐξέρχεται περὶ τὸ στόμα καὶ τοῖς στρομβώδεσι, πλὴν τοῖς μὲν μαλακίοις κάτωθεν, τοῖς δὲ στρομβώδεσιν ἐκ τοῦ πλαγίου.
126Aristoteles, De partibus animalium, 4, 9, 12; 35 (auctor 384BC-322BC)
Τοῦτο δ´ ἔχουσιν ὅπως νέωσι καὶ πρὸς τὸ διορθοῦν, ὥσπερ τοῖς μὲν πτηνοῖς τὸ ὀρροπύγιον, τοῖς δ´ ἰχθύσι τὸ οὐραῖον.
127Aristoteles, De partibus animalium, 4, 10, 5; 10 (auctor 384BC-322BC)
Τοῖς μὲν οὖν ἄλλοις ἐστὶ καμπτὸς καὶ σφονδύλους ἔχων, οἱ δὲ λύκοι καὶ λέοντες μονοστοῦν τὸν αὐχένα ἔχουσιν· ἔβλεψε γὰρ ἡ φύσις ὅπως πρὸς τὴν ἰσχὺν χρήσιμον αὐτὸν ἔχωσι μᾶλλον ἢ πρὸς τὰς ἄλλας βοηθείας.
128Aristoteles, De partibus animalium, 4, 10, 22; 56 (auctor 384BC-322BC)
Τὰ δὲ μικρὰ τῶν πολυδακτύλων καὶ τοὺς ὀπισθίους ἔχει πενταδακτύλους διὰ τὸ ἑρπυστικὰ εἶναι, ὅπως τοῖς ὄνυξι πλείοσιν οὖσιν ἀντιλαμβανόμενα ῥᾷον ἀνέρπῃ πρὸς τὸ μετεωρότερον καὶ ὑπὲρ κεφαλῆς.
129Aristoteles, De partibus animalium, 4, 10, 30; 74 (auctor 384BC-322BC)
Καὶ περὶ μὲν μαστῶν εἴρηται, μετὰ δὲ τὸ στῆθος ὁ περὶ τὴν κοιλίαν ἐστὶ τόπος, ἀσύγκλειστος ταῖς πλευραῖς διὰ τὴν εἰρημένην ἔμπροσθεν αἰτίαν, ὅπως μὴ ἐμποδίζωσι μήτε τὴν ἀνοίδησιν τῆς τροφῆς, ἣν ἀναγκαῖον συμβαίνειν θερμαινομένης αὐτῆς, μήτε τὰς ὑστέρας τὰς περὶ τὴν κύησιν.
130Aristoteles, De partibus animalium, 4, 10, 38; 94 (auctor 384BC-322BC)
Ὅπως δ´ ἐν φυλακῇ καὶ σκέπῃ ᾖ τὸ λειτουργοῦν μόριον τὴν ἔξοδον τοῦ περιττώματος, τὴν καλουμένην οὐρὰν καὶ κέρκον αὐτοῖς ἀπέδωκεν ἡ φύσις, ἀφελομένη τῆς εἰς τὰ σκέλη γιγνομένης τροφῆς.
131Aristoteles, De partibus animalium, 4, 12, 21; 62 (auctor 384BC-322BC)
Οἱ δ´ ὄρνιθες οὐκ ὀρθοὶ μὲν διὰ τὸ νανώδεις εἶναι τὴν φύσιν, σκέλη δ´ ἐμπρόσθια οὐκ ἔχουσιν (διὰ τοῦτο πτέρυγας ἔχουσιν ἀντ´ αὐτῶν)· ἀντὶ δὲ τούτου μακρὸν ἡ φύσις τὸ ἰσχίον ποιήσασα εἰς μέσον προσήρεισεν· ἐντεῦθεν δὲ ὑπέθηκε τὰ σκέλη, ὅπως ἰσορρόπου ὄντος τοῦ βάρους ἔνθεν καὶ ἔνθεν πορεύεσθαι δύνηται καὶ μένῃ.
132Aristoteles, De partibus animalium, 4, 13, 10; 34 (auctor 384BC-322BC)
Διὰ τοῦτο τοῖς σελαχώδεσι καὶ αὐτῶν τῶν πόρων ἡ συναγωγὴ γίνεται τῶν βραγχίων, καὶ οὐ δεῖ ἐπικαλύμματος, ὅπως γίγνηται ταχεῖα.
133Aristoteles, De sensu et sensibilibus, 1; 14 (auctor 384BC-322BC)
Αἱ δὲ διὰ τῶν ἔξωθεν αἰσθήσεις τοῖς πορευτικοῖς αὐτῶν, οἷον ὄσφρησις καὶ ἀκοὴ καὶ ὄψις, πᾶσι μὲν τοῖς ἔχουσι σωτηρίας ἕνεκεν ὑπάρχουσιν, ὅπως διώκωσί τε προαισθανόμενα τὴν τροφὴν καὶ τὰ φαῦλα καὶ τὰ φθαρτικὰ φεύγωσι, τοῖς δὲ καὶ φρονήσεως τυγχάνουσι τοῦ εὖ ἕνεκα· πολλὰς γὰρ εἰσαγγέλλουσι διαφοράς, ἐξ ὧν ἥ τε τῶν νοητῶν ἐγγίνεται φρόνησις καὶ ἡ τῶν πρακτῶν.
134Aristoteles, De sensu et sensibilibus, 1; 187 (auctor 384BC-322BC)
Τοῖς δ’ ἄλλοις ὅσα πλεύμονα ἔχει διὰ τὸ ἀναπνεῖν τοῦ ἑτέρου γένους τῆς ὀσμῆς τὴν αἴσθησιν ἀποδέδωκεν ἡ φύσις, ὅπως μὴ δύο αἰσθητήρια ποιῇ· ἀπόχρη γάρ, ἐπείπερ καὶ ὣς ἀναπνέουσιν, ὥσπερ τοῖς ἀνθρώποις ἀμφοτέρων τῶν ὀσφραντῶν, τούτοις τῶν ἑτέρων μόνων ὑπάρχουσα ἡ αἴσθησις.
135Aristoteles, De somno et vigilia, 3; 4 (auctor 384BC-322BC)
Εἴρηται δὲ περὶ τούτων ἐν τοῖς περὶ τροφῆς· νῦν δ’ ἀναληπτέον ὑπὲρ αὐτῶν τούτου χάριν, ὅπως τὰς ἀρχὰς τῆς κινήσεως θεωρήσωμεν, καὶ τί πάσχοντος τοῦ μορίου τοῦ αἰσθητικοῦ συμβαίνει ἡ ἐγρήγορσις καὶ ὁ ὕπνος.
136Aristoteles, De sophisticis elenchis, 17; 18 (auctor 384BC-322BC)
Συμβαίνει μέντοι πολλάκις ὁρῶντας τήν ἀμφιβολίαν ὀκνεῖν διαιρεῖσθαι διά τήν πυκνότητα τῶν τά τοιαῦτα προτεινόντων, ὅπως μή πρός ἅπαν δοκῶσι δυσκολαίνειν· εἶτ᾿ οὐκ ἂν οἰηθέντων παρά τοῦτο γενέσθαι τόν λόγον, πολλάκις ἀπήντησε παράδοξον.
137Aristoteles, De sophisticis elenchis, 18; 4 (auctor 384BC-322BC)
Ὥστε τοῖς βουλομένοις λύειν λόγον πρῶτον μέν σκεπτέον εἰ συλλελόγισται ἢ ἀσυλλόγιστος, εἶτα πότερον ἀληθές τό συμπέρασμα ἢ ψεῦδος, ὅπως ἢ διαιροῦντες ἢ ἀναιροῦντες λύωμεν, καί ἀναιροῦντες ἢ ὧδε ἢ ὧδε, καθάπερ ἐλέχθη πρότερον.
138Aristoteles, De sophisticis elenchis, 26; 1 (auctor 384BC-322BC)
Τοῖς δέ παρά τόν ὁρισμόν γινομένοις τοῦ ἐλέγχου, καθάπερ ὑπεγράφη πρότερον, ἀπαντητέον σκοποῦσι τό συμπέρασμα πρός τήν ἀντίφασιν, ὅπως ἔσται τό αὐτό καί κατά τό αὐτό καί πρός τό αὐτό καί ὡσαύτως καί ἐν τῷ αὐτῷ χρόνῳ.
139Aristoteles, De sophisticis elenchis, 33; 25 (auctor 384BC-322BC)
Ἐπεί δέ προσκατασκευάζεται πρός αὐτήν διά τήν τῆς σοφιστικῆς γειτνίασιν, ὡς οὐ μόνον πεῖραν δύναται λαβεῖν διαλεκτικῶς ἀλλά καί ὡς εἰδώς, διά τοῦτο οὐ μόνον τό λεχθέν ἔργον ὑπεθέμεθα τῆς πραγματείας, τό λόγον δύνασθαι λαβεῖν, ἀλλά καί ὅπως λόγον ὑπέχοντες φυλάξομεν τήν θέσιν ὡς δι᾿ ἐνδοξοτάτων ὁμοτρόπως.
140Aristoteles, Ethica Eudemia, 1; 96 (auctor 384BC-322BC)
οὐ γὰρ ὅπως ὑπάρξει τὸ ὁτῳοῦν ὑπάρχον ἡ ἰατρικὴ πραγματεύεται, ἀλλ' ὅπως ὑγίεια.
141Aristoteles, Ethica Eudemia, 2; 264 (auctor 384BC-322BC)
βουλεύεται γὰρ ὁ βουλευόμενος, εἰ ἀπὸ τοῦ τέλους ἔσκεπται, ἢ ὅ τι ἐκεῖ συντείνει ὅπως εἰς αὑτὸν ἀγάγῃ, ἢ αὐτὸς δύναται πρὸς τὸ τέλος.
142Aristoteles, Ethica Eudemia, 3; 102 (auctor 384BC-322BC)
ἀναίσθητος μὲν οὖν, ἢ ὅπως δεῖ ὀνομάζειν, ὁ οὕτως ἔχων ὥστε καὶ ἐλλείπειν ὅσων ἀνάγκη κοινωνεῖν ὡς ἐπὶ τὸ πολὺ πάντας καὶ χαίρειν· ὁ δ' ὑπερβάλλων ἀκόλαστος.
143Aristoteles, Ethica Eudemia, 3; 161 (auctor 384BC-322BC)
ὁ δ' ὅπως ἔτυχεν ἔχων πρὸς τὴν ἀξίαν [ὃ] οὐθεὶς τούτων.
144Aristoteles, Ethica Eudemia, 7; 81 (auctor 384BC-322BC)
καὶ τοῦτο ἡ ἀρετὴ ποιεῖ· καὶ ἡ πολιτικὴ ἐπὶ τούτῳ, ὅπως οἷς μήπω ἐστὶ γένηται.
145Aristoteles, Ethica Eudemia, 7; 305 (auctor 384BC-322BC)
αδεσποτα 6 (βεργK) καὶ οἱ πολῖται, ὅταν μὴ χρήσιμοι ἀλλήλοις, ἀλλ' ἐκ χειρὸς εἰς χεῖρα ἡ φιλία· ἔστι δὲ ἐνταῦθα καὶ ἄρχον καὶ ἀρχόμενον οὔτε τὸ φυσικὸν οὔτε τὸ βασιλικόν, ἀλλὰ τὸ ἐν τῷ μέρει, οὐδὲ τούτου ἕνεκα ὅπως εὖ ποιῇ ὁ θεός, ἀλλ' ἵνα ἴσον ᾖ τοῦ ἀγαθοῦ καὶ τῆς λειτουργίας.
146Aristoteles, Ethica Eudemia, 7; 367 (auctor 384BC-322BC)
ἀνάγκη ἄρα ἐλαχίστους εἶναι φίλους τῷ ἄριστα ζῶντι, καὶ ἀεὶ ἐλάττους γίνεσθαι, καὶ μὴ σπουδάζειν ὅπως ὦσι φίλοι, ἀλλ' ὀλιγωρεῖν μὴ μόνον τῶν χρησίμων, ἀλλὰ καὶ εἰς τὸ συζῆν αἱρετῶν.
147Aristoteles, Ethica Nicomachea, 1, 7; 4 (auctor 384BC-322BC)
τὸν αὐτὸν δὴ τρόπον καὶ ἐν τοῖς ἄλλοις ποιητέον, ὅπως μὴ τὰ πάρεργα τῶν ἔργων πλείω γίνηται.
148Aristoteles, Ethica Nicomachea, 1, 7; 7 (auctor 384BC-322BC)
μετιέναι δὲ πειρατέον ἑκάστας ᾗ πεφύκασιν, καὶ σπουδαστέον ὅπως διορισθῶσι καλῶς· μεγάλην γὰρ ἔχουσι ῥοπὴν πρὸς τὰ ἑπόμενα.
149Aristoteles, Ethica Nicomachea, 4, 2; 6 (auctor 384BC-322BC)
ὅθεν δὲ δεῖ, λήψεται, οἷον ἀπὸ τῶν ἰδίων κτημάτων, οὐχ ὡς καλὸν ἀλλ' ὡς ἀναγκαῖον, ὅπως ἔχῃ διδόναι.
150Aristoteles, Ethica Nicomachea, 4, 2; 15 (auctor 384BC-322BC)
συμβαίνει δ' οὐκ ἀλόγως τοῦτο· οὐ γὰρ οἷόν τε χρήματ' ἔχειν μὴ ἐπιμελόμενον ὅπως ἔχῃ, ὥσπερ οὐδ' ἐπὶ τῶν ἄλλων.
151Aristoteles, Ethica Nicomachea, 4, 7; 21 (auctor 384BC-322BC)
μάλιστα μὲν οὖν ἐστίν, ὥσπερ εἴρηται, ὁ μεγαλόψυχος περὶ τιμάς, οὐ μὴν ἀλλὰ καὶ περὶ πλοῦτον καὶ δυναστείαν καὶ πᾶσαν εὐτυχίαν καὶ ἀτυχίαν μετρίως ἕξει, ὅπως ἂν γίνηται, καὶ οὔτ' εὐτυχῶν περιχαρὴς ἔσται οὔτ' ἀτυχῶν περίλυπος.
152Aristoteles, Ethica Nicomachea, 4, 8; 15 (auctor 384BC-322BC)
οὐδ' ἀνθρωπολόγος· οὔτε γὰρ περὶ αὑτοῦ ἐρεῖ οὔτε περὶ ἑτέρου· οὔτε γὰρ ἵνα ἐπαινῆται μέλει αὐτῷ οὔθ' ὅπως οἱ ἄλλοι ψέγωνται· οὐδ' αὖ ἐπαινετικός ἐστιν· διόπερ οὐδὲ κακολόγος, οὐδὲ τῶν ἐχθρῶν, εἰ μὴ δι' ὕβριν.
153Aristoteles, Ethica Nicomachea, 4, 12; 10 (auctor 384BC-322BC)
ὁ μὲν οὖν μέσος τοιοῦτός ἐστιν, οὐκ ὠνόμασται δέ· τοῦ δὲ συνηδύνοντος ὁ μὲν τοῦ ἡδὺς εἶναι στοχαζόμενος μὴ διά τι ἄλλο ἄρεσκος, ὁ δ' ὅπως ὠφέλειά τις αὑτῷ γίνηται εἰς χρήματα καὶ ὅσα διὰ χρημάτων, κόλαξ· ὁ δὲ πᾶσι δυσχεραίνων εἴρηται ὅτι δύσκολος καὶ δύσερις.
154Aristoteles, Ethica Nicomachea, 6, 4; 4 (auctor 384BC-322BC)
ἔστι δὲ τέχνη πᾶσα περὶ γένεσιν καὶ τὸ τεχνάζειν καὶ θεωρεῖν ὅπως ἂν γένηταί τι τῶν ἐνδεχομένων καὶ εἶναι καὶ μὴ εἶναι, καὶ ὧν ἡ ἀρχὴ ἐν τῷ ποιοῦντι ἀλλὰ μὴ ἐν τῷ ποιουμένῳ· οὔτε γὰρ τῶν ἐξ ἀνάγκης ὄντων ἢ γινομένων ἡ τέχνη ἐστίν, οὔτε τῶν κατὰ φύσιν· ἐν αὑτοῖς γὰρ ἔχουσι ταῦτα τὴν ἀρχήν.
155Aristoteles, Ethica Nicomachea, 6, 13; 33 (auctor 384BC-322BC)
ἀλλὰ μὴν οὐδὲ κυρία γ' ἐστὶ τῆς σοφίας οὐδὲ τοῦ βελτίονος μορίου, ὥσπερ οὐδὲ τῆς ὑγιείας ἡ ἰατρική· οὐ γὰρ χρῆται αὐτῇ, ἀλλ' ὁρᾷ ὅπως γένηται· ἐκείνης οὖν ἕνεκα ἐπιτάττει, ἀλλ' οὐκ ἐκείνῃ.
156Aristoteles, Ethica Nicomachea, 7, 14; 8 (auctor 384BC-322BC)
καὶ διὰ τοῦτο πάντες τὸν εὐδαίμονα ἡδὺν οἴονται βίον εἶναι, καὶ ἐμπλέκουσι τὴν ἡδονὴν εἰς τὴν εὐδαιμονίαν, εὐλόγως· οὐδεμία γὰρ ἐνέργεια τέλειος ἐμποδιζομένη, ἡ δ' εὐδαιμονία τῶν τελείων· διὸ προσδεῖται ὁ εὐδαίμων τῶν ἐν σώματι ἀγαθῶν καὶ τῶν ἐκτὸς καὶ τῆς τύχης, ὅπως μὴ ἐμποδίζηται ταῦτα.
157Aristoteles, Ethica Nicomachea, 8, 15; 15 (auctor 384BC-322BC)
ἐν ἀρχῇ δ' ἐπισκεπτέον ὑφ' οὗ εὐεργετεῖται καὶ ἐπὶ τίνι, ὅπως ἐπὶ τούτοις ὑπομένῃ ἢ μή.
158Aristoteles, Ethica Nicomachea, 10, 6; 15 (auctor 384BC-322BC)
παίζειν δ' ὅπως σπουδάζῃ, κατ' Ἀνάχαρσιν, ὀρθῶς ἔχειν δοκεῖ· ἀναπαύσει γὰρ ἔοικεν ἡ παιδιά, ἀδυνατοῦντες δὲ συνεχῶς πονεῖν ἀναπαύσεως δέονται.
159Aristoteles, Ethica Nicomachea, 10, 10; 35 (auctor 384BC-322BC)
παραλιπόντων οὖν τῶν προτέρων ἀνερεύνητον τὸ περὶ τῆς νομοθεσίας, αὐτοὺς ἐπισκέψασθαι μᾶλλον βέλτιον ἴσως, καὶ ὅλως δὴ περὶ πολιτείας, ὅπως εἰς δύναμιν ἡ περὶ τὰ ἀνθρώπεια φιλοσοφία τελειωθῇ.
160Aristoteles, Historia animalium, 1, I 15; 19 (auctor 384BC-322BC)
Ἡ δέ θέσις τῶν μερῶν πρός τό ἄνω καί κάτω καί πρόσθιον καί ὀπίσθιον καί δεξιόν καί ἀριστερόν ὡς ἔχει, φανερά μέν ἂν εἶναι δόξειε τά ἔξωθεν κατά τήν αἴσθησιν, οὐ μήν ἀλλά διά τήν αὐτήν αἰτίαν λεκτέον δι’ ἥνπερ καί τά πρότερον εἰρήκαμεν, ἵνα περαίνηται τό ἐφεξῆς, καί καταριθμουμένων ὅπως ἧττον λανθάνῃ τά μή τόν αὐτόν ἔχοντα τρόπον ἐπί τε τῶν ἄλλων ζῴων καί ἐπί τῶν ἀνθρώπων.
161Aristoteles, Historia animalium, 3, III 17; 14 (auctor 384BC-322BC)
Γίνεται δέ περίνεφρα δι’ εὐβοσίαν, οἷον τῆς Σικελίας περί Λεοντίνους· διό καί ἐξελαύνουσιν ὀψέ τά πρόβατα τῆς ἡμέρας, ὅπως ἐλάττω λάβωσι τήν τροφήν.
162Aristoteles, Historia animalium, 4, IV 8; 19 (auctor 384BC-322BC)
Ἔτι δ’ ἐν ταῖς θήραις τῶν ἰχθύων ὅτι μάλιστα εὐλαβοῦνται ψόφον ποιεῖν ἢ κώπης ἢ δικτύων οἱ περί τήν θήραν ταύτην ὄντες· ἀλλ’ ὅταν κατανοήσωσιν ἔν τινι τόπῳ πολλούς ἀθρόους ὄντας, ἐκ τοσούτου τόπου τεκμαιρόμενοι καθιᾶσι τά δίκτυα, ὅπως μήτε κώπης μήτε τῆς ῥύμης τῆς ἁλιάδος ἀφίκηται πρός τόν τόπον ἐκεῖνον ὁ ψόφος· παραγγέλλουσί τε πᾶσι τοῖς ναύταις ὅτι μάλιστα σιγῇ πλεῖν, μέχρι περ ἂν συγκυκλώσωνται.
163Aristoteles, Historia animalium, 5, V 15; 20 (auctor 384BC-322BC)
Οἱ μέν οὖν ἀρχαῖοι πρός τοῖς δελέασιν οὐ καθίεσαν οὐδέ προσῆπτον τούς κύρτους, ὥστε συνέβαινεν ἀνεσπασμένην ἤδη πολλάκις ἀποπίπτειν· οἱ δέ νῦν προσάπτουσιν, ὅπως ἐάν ἀποπέσῃ, μή ἀπολλύηται.
164Aristoteles, Historia animalium, 5, V 29; 2 (auctor 384BC-322BC)
Φθείρεται δ’ αὐτῶν τά ᾠά ὑπό τῶν μετοπωρινῶν ὑδάτων, ὅταν πολλά γένηται· ἂν δ’ αὐχμός συμβῇ, τότε γίνονται μᾶλλον πολλοί οἱ ἀττέλαβοι διά τό μή φθείρεσθαι ὁμοίως, ἐπεί ἄτακτός γε δοκεῖ ἡ φθορά αὐτῶν, καί γίνεσθαι ὅπως αν τύχῃ.
165Aristoteles, Historia animalium, 6, VI 3; 20 (auctor 384BC-322BC)
Ἐν δέ τούτῳ λευκόν ἔνεστιν ὑγρόν, εἶτα ὁ νεοττός, καί περί αὐτόν ὑμήν χωρίζων, ὅπως μή ᾖ ἐν ὑγρῷ ὁ νεοττός· ὑπό δέ τόν νεοττόν τό ὠχρόν, εἰς ὃ τῶν φλεβῶν ἔφερεν ἡ ἑτέρα, ἡ δ’ ἑτέρα εἰς τό περιέχον λευκόν.
166Aristoteles, Historia animalium, 6, VI 6; 4 (auctor 384BC-322BC)
Ἅμα δέ καί λέγεται ἐν τῷ χρόνῳ τούτῳ ἄπαστος γίνεσθαι, ὅπως μή ἁρπάζῃ τούς τῶν θηρίων σκύμνους· οἵ τε οὖν ὄνυχες αὐτοῦ διαστρέφονται ὀλίγας ἡμέρας, καί τά πτερά λευκαίνεται, ὥστε καί τοῖς τέκνοις τότε γίνονται χαλεποί.
167Aristoteles, Historia animalium, 6, VI 9; 8 (auctor 384BC-322BC)
Ἐπιμελοῦνται δ’ ὅπως μή καταβαίνουσα διαλίπῃ τόν ἐπῳασμόν, παρατιθέντες τροφήν.
168Aristoteles, Historia animalium, 6, VI 13; 8 (auctor 384BC-322BC)
Καί τούτων δ’ οὐ γίνεται τά πολλά γόνιμα, ἀλλ’ ὅσα ἂν ἐπιρράνῃ ὁ ἄρρην τῷ θορῷ· ὅταν γάρ ἐκτέκῃ, παρεπόμενος ὁ ἄρρην ἐπιρραίνει ἐπί τά ᾠά τόν θορόν, καί ὅσα μέν ἂν ἐπιρρανθῇ, ἐκ πάντων γίνεται ἰχθύδια, ἐκ δέ τῶν ἄλλων ὅπως ἂν τύχῃ.
169Aristoteles, Historia animalium, 6, VI 14; 13 (auctor 384BC-322BC)
Ἔστι δέ βραδυτάτη μέν ἐκ τῶν ᾠῶν ἡ τῶν γλανίων αὔξησις, διό προσεδρεύει ὁ ἄρρην καί τετταράκοντα καί πεντήκοντα ἡμέρας, ὅπως μή κατεσθίηται ὁ γόνος ὑπό τῶν παρατυχόντων ἰχθυδίων· δευτέρα δέ βραδυτῆτι ἡ τοῦ κυπρίνου γένεσις, ὅμως δέ ταχέως καί τούτων ὁ σωζόμενος διαφεύγει γόνος.
170Aristoteles, Historia animalium, 7, VII 4; 4 (auctor 384BC-322BC)
Ταῦτα δέ ταῖς μέν θᾶττον καί σχεδόν δεκαταίαις γίνεται, ταῖς δέ βραδύτερον, ὅπως ἂν τύχωσιν οὖσαι τῷ περιττωματικαί εἶναι μᾶλλον καί ἧττον.
171Aristoteles, Historia animalium, 8, VIII 2; 11 (auctor 384BC-322BC)
Καί ἔξω δέ ζῇ πολύν χρόνον μύζων καί στένων, ὥσπερ καί τἆλλα τῶν ἀναπνεόντων ζῴων· ἔτι δέ καθεύδων ὑπερέχει τό ῥύγχος, ὅπως ἀναπνέῃ.
172Aristoteles, Historia animalium, 8, VIII 2; 63 (auctor 384BC-322BC)
Τῶν δ’ ἐγχελύων τρέφονται ὀλίγαι μέν τινες καί ἐνιαχοῦ καί τῇ ἰλύϊ καί σιτίοις, ἄν τις παραβάλλῃ, αἱ μέντοι πλεῖσται τῷ ποτίμῳ ὕδατι· καί τοῦτο τηροῦσιν οἱ ἐγχελυοτρόφοι ὅπως ὅτι μάλιστα καθαρόν ᾖ, ἀπορρέον ἀεί καί ἐπιρρέον ἐπί πλαταμώνων· ἢ κονιῶνται τούς ἐγχελεῶνας.
173Aristoteles, Historia animalium, 8, VIII 5; 11 (auctor 384BC-322BC)
Τό δέ περίττωμα προΐεται σπανίως· διά τρίτης γάρ ἢ ὅπως ἂν τύχῃ προχωρεῖ, καί τοῦτο ξηρόν καί ἐξικμασμένον, ὅμοιον κυνί.
174Aristoteles, Historia animalium, 8, VIII 7; 5 (auctor 384BC-322BC)
Αὐξάνονται δέ ὅταν πλείω ἔτη ἀνόχευτοι ὦσιν· διό οἱ ἐν τῇ Ἠπείρῳ τάς καλουμένας Πυρρίχας βοῦς ἐννέα ἔτη διατηροῦσιν ἀνοχεύτους καί καλοῦσιν ἀποταύρους, ὅπως αὐξάνωνται.
175Aristoteles, Historia animalium, 9, IX 6; 7 (auctor 384BC-322BC)
Διό καί οἱ κυνηγοί κρεμαννύουσιν ἐν ἀγγείῳ ἔκ τινος δένδρου τήν κόπρον, ὅπως μή ἀποχωρῇ μακράν τό θηρίον· αὐτοῦ γάρ προσαλλομένη ἡ πάρδαλις καί ἐλπίζουσα λήψεσθαι τελευτᾷ.
176Aristoteles, Historia animalium, 9, IX 7; 4 (auctor 384BC-322BC)
Περί τε τήν τροφήν τῶν τέκνων ἐκπονεῖται ἀμφότερα· δίδωσι δ’ ἑκατέρῳ διατηροῦσά τινι συνηθείᾳ τό προειληφός, ὅπως μή δίς λάβῃ.
177Aristoteles, Historia animalium, 9, IX 8; 8 (auctor 384BC-322BC)
Διά δέ τό εἶναι ἀφροδισιαστικοί, ὅπως μή ἐπῳάζῃ ἡ θήλεια, οἱ ἄρρενες τά ᾠά διακυλινδοῦσι καί συντρίβουσιν, ἐάν εὕρωσιν· ἡ δέ θήλεια ἀντιμηχανωμένη ἀποδιδράσκουσα τίκτει, καί πολλάκις διά τό ὀργᾶν τεκεῖν, ὅπου ἂν τύχῃ, ἐκβάλλει, ἂν μή παρῇ ὁ ἄρρην· καί ὅπως σώζηται ἀθρόα, οὐκ ἔρχεται πρός αὐτά.
178Aristoteles, Historia animalium, 9, IX 8; 19 (auctor 384BC-322BC)
Ὁ δέ πολλάκις διά ταῦτα σιωπῇ προσέρχεται, ὅπως μή ἄλλος τῆς φωνῆς ἀκούσας ἔλθῃ μαχούμενος αὐτῷ.
179Aristoteles, Historia animalium, 9, IX 8; 20 (auctor 384BC-322BC)
Ἐνίοτε δέ φασιν οἱ ἔμπειροι τόν ἄρρενα προσιόντα τήν θήλειαν κατασιγάζειν, ὅπως μή ἀκουσάντων τῶν ἀρρένων ἀναγκασθῇ διαμάχεσθαι πρός αὐτούς.
180Aristoteles, Historia animalium, 9, IX 9; 10 (auctor 384BC-322BC)
Καί τιθασσευόμενος δέ τις ἤδη ἀμύγδαλον εἰς ῥωγμήν ξύλου ἐνθείς, ὅπως ἐναρμοσθέν ὑπομείνειεν αὐτοῦ τήν πληγήν, ἐν τῇ τρίτῃ πληγῇ διέκοψε καί κατήσθιε τό μαλακόν.
181Aristoteles, Historia animalium, 9, IX 32; 28 (auctor 384BC-322BC)
Ὑψοῦ δέ πέτεται, ὅπως ἐπί πλεῖστον τόπον καθορᾷ· διόπερ θεῖον οἱ ἄνθρωποί φασιν εἶναι μόνον τῶν ὀρνέων.
182Aristoteles, Historia animalium, 9, IX 39; 11 (auctor 384BC-322BC)
Τό μέν οὖν μακροσκελέστερον κάτωθεν κρεμάμενον τηρεῖ, ὅπως ἂν μή φοβούμενα τά θηρία εὐλαβῆται ἀλλ’ ἐμπίπτῃ ἄνω (διά γάρ τό μέγεθος οὐκ εὐκρυφές ἐστι), τό δέ συμμετρότερον ἄνωθεν ἐπηλυγισάμενον τοῦ ἀραχνίου ὀπήν μικράν.
183Aristoteles, Historia animalium, 9, IX 40; 41 (auctor 384BC-322BC)
Καί τά πίπτοντα δέ τῶν κηρίων ὀρθοῦσιν αἱ μέλιτται, καί ὑφιστᾶσιν ἐρείσματα, ὅπως ἂν δύνωνται ὑπιέναι· ὅταν γάρ μή ἔχωσιν ὁδόν ᾗ προσπορεύσονται, οὐ προσκαθίζουσιν, εἶτ’ ἀραχνιοῦται.
184Aristoteles, Historia animalium, 9, IX 50; 10 (auctor 384BC-322BC)
Οἱ μέν οὖν μόσχοι ἐκτέμνονται ἐνιαύσιοι, εἰ δέ μή, αἰσχίους γίνονται καί ἐλάττους· οἱ δέ δαμάλαι ἐκτέμνονται τόν τρόπον τοῦτον· κατακλίνοντες καί ἀποτέμνοντες τῆς ὀσχέας κάτωθεν τούς ὄρχεις ἀποθλίβουσιν, εἶτα ἀναστέλλουσι τάς ῥίζας ἄνω ὡς μάλιστα, καί τήν τομήν θριξί βύουσιν, ὅπως ὁ ἰχώρ ῥέῃ ἔξω· καί ἐάν φλεγμαίνῃ, κατακαύσαντες τήν ὀσχέαν ἐπιπάττουσιν.
185Aristoteles, Historia animalium, 10, X 1; 2 (auctor 384BC-322BC)
Πρῶτον μέν οὖν ἐπί τοῦ θήλεος δεῖ θεωρεῖν τά περί τάς ὑστέρας ὅπως ἔχει, ἵν’ εἰ μέν ἐν ταύταις τό αἴτιον, αὗται τυγχάνωσι θεραπείας, εἰ δέ μή ἐν ταύταις, περί ἕτερόν τι τῶν αἰτίων ποιῶνται τήν ἐπιμέλειαν.
186Aristoteles, Historia animalium, 10, X 2; 9 (auctor 384BC-322BC)
Λέγω δέ τό καλῶς τοιοῦτον, ὅπως ὅταν ἄρχηται τά γυναικεῖα, θιγγανόμενον ἔσται τό στόμα μαλακώτερον ἢ πρότερον, καί μή διεστομωμένον φανερῶς.
187Aristoteles, Historia animalium, 10, X 5; 25 (auctor 384BC-322BC)
Διό ἐπιμελοῦνται ὅπως γένηται ξηρός οὕτως, ὥσπερ πρίν τοῦτο συμβαίνειν.
188Aristoteles, Magna moralia, 1, 1, 4; 6 (auctor 384BC-322BC)
οὐ γὰρ μόνον ὅπως εἰδήσομεν τί ἐστι σκοπεῖσθαι δεῖ, ἀλλὰ καὶ ἐκ τίνων ἔσται σκέψασθαι.
189Aristoteles, Magna moralia, 1, 34, 29; 61 (auctor 384BC-322BC)
αἱ γὰρ ἀρεταὶ πᾶσαι πρακτικαὶ εἰσίν, ἡ δὲ φρόνησις ὥσπερ ἀρχιτέκτων τις αὐτῶν ἐστίν ὅπως γὰρ αὕτη προστάξει, οὕτως αἱ ἀρεταὶ καὶ οἳ κατ' αὐτὰς πράττουσιν ἐπεὶ οὖν αἱ ἀρεταὶ πρακτικαί, καὶ ἡ φρόνησις πρακτικὴ ἂν εἴη.
190Aristoteles, Magna moralia, 1, 34, 32; 65 (auctor 384BC-322BC)
οὗτος γὰρ πάντων κύριος καὶ πάντα διοικεῖ ἀλλ'οὔπω οὗτος ἄρχει πάντων, ἀλλὰ παρασκευάζει τῷ δεσπότῃ σχολήν, ὅπως ἂν ἐκεῖνος μὴ κωλυόμενος ὑπὸ τῶν ἀναγκαίων ἐκκλείηται τοῦ τῶν καλῶν τι καὶ προσηκόντων πράττειν.
191Aristoteles, Magna moralia, 2, 6, 1; 1 (auctor 384BC-322BC)
Ὑπὲρ δὲ ἀκρασίας καὶ ἐγκρατείας πρῶτον ἂν δέοι εἰπεῖν τὰ ἀπορούμενα καὶ τοὺς ἐναντιουμένους λόγους τοῖς φαινομένοις, ὅπως ἐκ τῶν ἀπορουμένων καὶ ἐναντιουμένων λόγων συνεπισκεψάμενοι καὶ ταῦτα ἐξετάσαντες τὴν ἀλήθειαν ὑπὲρ αὐτῶν εἰς τὸ ἐνδεχόμενον ἴδωμεν ῥᾷον γὰρ οὕτως ἰδεῖν τἀληθὲς ἔσται.
192Aristoteles, Metaphysica, 1, 5; 5 (auctor 384BC-322BC)
ἀλλ' οὗ δὴ χάριν ἐπερχόμεθα, τοῦτό ἐστιν ὅπως λάβωμεν καὶ παρὰ τούτων τίνας εἶναι τιθέασι τὰς ἀρχὰς καὶ πῶς εἰς τὰς εἰρημένας ἐμπίπτουσιν αἰτίας.
193Aristoteles, Metaphysica, 1, 9; 43 (auctor 384BC-322BC)
ὅλως δὲ ζητούσης τῆς σοφίας περὶ τῶν φανερῶν τὸ αἴτιον, τοῦτο μὲν εἰάκαμεν (οὐθὲν γὰρ λέγομεν περὶ τῆς αἰτίας ὅθεν ἡ ἀρχὴ τῆς μεταβολῆς) , τὴν δ' οὐσίαν οἰόμενοι λέγειν αὐτῶν ἑτέρας μὲν οὐσίας εἶναί φαμεν, ὅπως δ' ἐκεῖναι τούτων οὐσίαι, διὰ κενῆς λέγομεν· τὸ γὰρ μετέχειν, ὥσπερ καὶ πρότερον εἴπομεν, οὐθέν ἐστιν.
194Aristoteles, Metaphysica, 1, 9; 48 (auctor 384BC-322BC)
οὐθένα δ' ἔχει λόγον οὐδὲ τὰ μετὰ τοὺς ἀριθμοὺς μήκη τε καὶ ἐπίπεδα καὶ στερεά, οὔτε ὅπως ἔστιν ἢ ἔσται οὔτε τίνα ἔχει δύναμιν· ταῦτα γὰρ οὔτε εἴδη οἷόν τε εἶναι (οὐ γάρ εἰσιν ἀριθμοί) οὔτε τὰ μεταξύ (μαθηματικὰ γὰρ ἐκεῖνα) οὔτε τὰ φθαρτά, ἀλλὰ πάλιν τέταρτον ἄλλο φαίνεται τοῦτό τι γένος.
195Aristoteles, Metaphysica, 3, 4; 45 (auctor 384BC-322BC)
οὔτε γὰρ ὅπως ἐξ ἑνὸς καὶ ταύτης οὔτε ὅπως ἐξ ἀριθμοῦ τινὸς καὶ ταύτης γένοιτ' ἂν τὰ μεγέθη, δῆλον.
196Aristoteles, Metaphysica, 5, 30; 6 (auctor 384BC-322BC)
συνέβη τῳ εἰς Αἴγιναν ἐλθεῖν, εἰ μὴ διὰ τοῦτο ἀφίκετο ὅπως ἐκεῖ ἔλθῃ, ἀλλ' ὑπὸ χειμῶνος ἐξωσθεὶς ἢ ὑπὸ λῃστῶν ληφθείς.
197Aristoteles, Metaphysica, 9, 8; 13 (auctor 384BC-322BC)
οὐ γὰρ ἵνα ὄψιν ἔχωσιν ὁρῶσι τὰ ζῷα ἀλλ' ὅπως ὁρῶσιν ὄψιν ἔχουσιν, ὁμοίως δὲ καὶ οἰκοδομικὴν ἵνα οἰκοδομῶσι καὶ τὴν θεωρητικὴν ἵνα θεωρῶσιν· ἀλλ' οὐ θεωροῦσιν ἵνα θεωρητικὴν ἔχωσιν, εἰ μὴ οἱ μελετῶντες· οὗτοι δὲ οὐχὶ θεωροῦσιν ἀλλ' ἢ ὡδί, † ἢ ὅτι οὐδὲν δέονται θεωρεῖν † .
198Aristoteles, Metaphysica, 11, 8; 3 (auctor 384BC-322BC)
πᾶν δή φαμεν εἶναι τὸ μὲν ἀεὶ καὶ ἐξ ἀνάγκης (ἀνάγκης δ' οὐ τῆς κατὰ τὸ βίαιον λεγομένης ἀλλ' ᾗ χρώμεθα ἐν τοῖς κατὰ τὰς ἀποδείξεις) , τὸ δ' ὡς ἐπὶ τὸ πολύ, τὸ δ' οὔθ' ὡς ἐπὶ τὸ πολὺ οὔτ' ἀεὶ καὶ ἐξ ἀνάγκης ἀλλ' ὅπως ἔτυχεν· οἷον ἐπὶ κυνὶ γένοιτ' ἂν ψῦχος, ἀλλὰ τοῦτ' οὔτ' [ὡς] ἀεὶ καὶ ἐξ ἀνάγκης οὔθ' ὡς ἐπὶ τὸ πολὺ γίγνεται, συμβαίη δέ ποτ' ἄν.
199Aristoteles, Metaphysica, 11, 8; 7 (auctor 384BC-322BC)
εἰ γὰρ τόδε μὲν ἔστι τοῦδε ὄντος τόδε δὲ τοῦδε, τοῦτο δὲ μὴ ὅπως ἔτυχεν ἀλλ' ἐξ ἀνάγκης, ἐξ ἀνάγκης ἔσται καὶ οὗ τοῦτ' ἦν αἴτιον ἕως τοῦ τελευταίου λεγομένου αἰτιατοῦ (τοῦτο δ' ἦν κατὰ συμβεβηκός) , ὥστ' ἐξ ἀνάγκης ἅπαντ' ἔσται, καὶ τὸ ὁποτέρως ἔτυχε καὶ τὸ ἐνδέχεσθαι καὶ γενέσθαι καὶ μὴ παντελῶς ἐκ τῶν γιγνομένων ἀναιρεῖται.
200Aristoteles, Metaphysica, 12, 8; 7 (auctor 384BC-322BC)
ὅτι μὲν οὖν πλείους τῶν φερομένων αἱ φοραί, φανερὸν τοῖς καὶ μετρίως ἡμμένοις (πλείους γὰρ ἕκαστον φέρεται μιᾶς τῶν πλανωμένων ἄστρων) · πόσαι δ' αὗται τυγχάνουσιν οὖσαι, νῦν μὲν ἡμεῖς ἃ λέγουσι τῶν μαθηματικῶν τινὲς ἐννοίας χάριν λέγομεν, ὅπως ᾖ τι τῇ διανοίᾳ πλῆθος ὡρισμένον ὑπολαβεῖν· τὸ δὲ λοιπὸν τὰ μὲν ζητοῦντας αὐτοὺς δεῖ τὰ δὲ πυνθανομένους παρὰ τῶν ζητούντων, ἄν τι φαίνηται παρὰ τὰ νῦν εἰρημένα τοῖς ταῦτα πραγματευομένοις, φιλεῖν μὲν ἀμφοτέρους, πείθεσθαι δὲ τοῖς ἀκριβεστέροις.
201Aristoteles, Metaphysica, 13, 1; 1 (auctor 384BC-322BC)
περὶ μὲν οὖν τῆς τῶν αἰσθητῶν οὐσίας εἴρηται τίς ἐστιν, ἐν μὲν τῇ μεθόδῳ τῇ τῶν φυσικῶν περὶ τῆς ὕλης, ὕστερον δὲ περὶ τῆς κατ' ἐνέργειαν· ἐπεὶ δ' ἡ σκέψις ἐστὶ πότερον ἔστι τις παρὰ τὰς αἰσθητὰς οὐσίας ἀκίνητος καὶ ἀΐδιος ἢ οὐκ ἔστι, καὶ εἰ ἔστι τίς ἐστι, πρῶτον τὰ παρὰ τῶν ἄλλων λεγόμενα θεωρητέον, ὅπως εἴτε τι μὴ καλῶς λέγουσι, μὴ τοῖς αὐτοῖς ἔνοχοι ὦμεν, καὶ εἴ τι δόγμα κοινὸν ἡμῖν κἀκείνοις, τοῦτ' ἰδίᾳ μὴ καθ' ἡμῶν δυσχεραίνωμεν· ἀγαπητὸν γὰρ εἴ τις τὰ μὲν κάλλιον λέγοι τὰ δὲ μὴ χεῖρον.
202Aristoteles, Metaphysica, 13, 6; 6 (auctor 384BC-322BC)
καὶ οἱ Πυθαγόρειοι δ' ἕνα, τὸν μαθηματικόν, πλὴν οὐ κεχωρισμένον ἀλλ' ἐκ τούτου τὰς αἰσθητὰς οὐσίας συνεστάναι φασίν· τὸν γὰρ ὅλον οὐρανὸν κατασκευάζουσιν ἐξ ἀριθμῶν, πλὴν οὐ μοναδικῶν, ἀλλὰ τὰς μονάδας ὑπολαμβάνουσιν ἔχειν μέγεθος· ὅπως δὲ τὸ πρῶτον ἓν συνέστη ἔχον μέγεθος, ἀπορεῖν ἐοίκασιν.
203Aristoteles, Metaphysica, 13, 9; 11 (auctor 384BC-322BC)
ἔτι πῶς μὲν ἐνδέχεται εἶναι ἐκ τοῦ ἑνὸς καὶ πλήθους τὸν ἀριθμὸν οὐθὲν ἐπιχειρεῖται· ὅπως δ' οὖν λέγουσι ταὐτὰ συμβαίνει δυσχερῆ ἅπερ καὶ τοῖς ἐκ τοῦ ἑνὸς καὶ ἐκ τῆς δυάδος τῆς ἀορίστου.
204Aristoteles, Metaphysica, 14, 2; 13 (auctor 384BC-322BC)
ἄτοπον δὴ τὸ ὅπως μὲν πολλὰ τὸ ὂν τὸ τί ἐστι ζητῆσαι, πῶς δὲ ἢ ποιὰ ἢ ποσά, μή.
205Aristoteles, Meteorologica, 1, I 4; 15 (auctor 384BC-322BC)
Ὅσα μέν οὖν μᾶλλον ἐν τῷ ἀνωτάτω τόπῳ συνίσταται, ἐκκαομένης γίγνεται τῆς ἀναθυμιάσεως, ὅσα δέ κατώτερον, ἐκκρινομένης διά τό συνιέναι καί ψύχεσθαι τήν ὑγροτέραν ἀναθυμίασιν· αὕτη γάρ συνιοῦσα καί κάτω ῥέπουσα ἀπωθεῖ πυκνουμένη καί κάτω ποιεῖ τοῦ θερμοῦ τήν ῥίψιν· διά δέ τήν θέσιν τῆς ἀναθυμιάσεως, ὅπως ἂν τύχῃ κειμένη τοῦ πλάτους καί τοῦ βάθους, οὕτω φέρεται ἢ ἄνω ἢ κάτω ἢ εἰς τό πλάγιον.
206Aristoteles, Meteorologica, 1, I 7; 4 (auctor 384BC-322BC)
Ὅταν οὖν εἰς τήν τοιαύτην πύκνωσιν ἐμπέσῃ διά τήν τῶν ἄνωθεν κίνησιν ἀρχή πυρώδης, μήτε οὕτω πολλή λίαν ὥστε ταχύ καί ἐπί πολύ ἐκκάειν, μήθ’ οὕτως ἀσθενής ὥστ’ ἀποσβεσθῆναι ταχύ, ἀλλά πλείων καί ἐπί πολύ, ἅμα δέ κάτωθεν συμπίπτῃ ἀναβαίνειν εὔκρατον ἀναθυμίασιν, ἀστήρ τοῦτο γίνεται κομήτης, ὅπως ἂν τό ἀναθυμιώμενον τύχῃ ἐσχηματισμένον· ἐάν μέν γάρ πάντῃ ὁμοίως, κομήτης, ἐάν δ’ ἐπί μῆκος, καλεῖται πωγωνίας.
207Aristoteles, Meteorologica, 1, I 8; 1 (auctor 384BC-322BC)
Ὅπως δέ καί διά τίν’ αἰτίαν γίνεται καί τί ἐστι τό γάλα, λέγωμεν ἤδη.
208Aristoteles, Meteorologica, 1, I 14; 29 (auctor 384BC-322BC)
Διό ἐκεῖνός τε πρότερον καί Δαρεῖος ὕστερον ἐπαύσατο διορύττων, ὅπως μή διαφθαρῇ τό ῥεῦμα τοῦ ποταμοῦ συμμιγείσης τῆς θαλάττης.
209Aristoteles, Oeconomica, 1; 55 (auctor 384BC-322BC)
διῃρῆσθαι δὲ δεῖ τούτων ἕκαστον, καὶ πλείω τὰ κάρπιμα εἶναι τῶν ἀκάρπων, καὶ τὰς ἐργασίας οὕτω νενεμῆσθαι, ὅπως μὴ ἅμα κινδυνεύσωσιν ἅπασιν.
210Aristoteles, Physica, 1, 2; 20 (auctor 384BC-322BC)
ἐθορυβοῦντο δὲ καὶ οἱ ὕστεροι τῶν ἀρχαίων ὅπως μὴ ἅμα γένηται αὐτοῖς τὸ αὐτὸ ἓν καὶ πολλά.
211Aristoteles, Physica, 2, 3; 2 (auctor 384BC-322BC)
ἐπεὶ γὰρ τοῦ εἰδέναι χάριν ἡ πραγματεία, εἰδέναι δὲ οὐ πρότερον οἰόμεθα ἕκαστον πρὶν ἂν λάβωμεν τὸ διὰ τί περὶ ἕκαστον (τοῦτο δ' ἐστὶ τὸ λαβεῖν τὴν πρώτην αἰτίαν), δῆλον ὅτι καὶ ἡμῖν τοῦτο ποιητέον καὶ περὶ γενέσεως καὶ φθορᾶς καὶ πάσης τῆς φυσικῆς μεταβολῆς, ὅπως εἰδότες αὐτῶν τὰς ἀρχὰς ἀνάγειν εἰς αὐτὰς πειρώμεθα τῶν ζητουμένων ἕκαστον.
212Aristoteles, Physica, 2, 4; 5 (auctor 384BC-322BC)
ἄτοπον οὖν εἴτε μὴ ὑπελάμβανον εἶναι εἴτε οἰόμενοι παρέλειπον, καὶ ταῦτ' ἐνίοτε χρώμενοι, ὥσπερ Ἐμπεδοκλῆς οὐκ ἀεὶ τὸν ἀέρα ἀνωτάτω ἀποκρίνεσθαί φησιν, ἀλλ' ὅπως ἂν τύχῃ.
213Aristoteles, Physica, 2, 8; 1 (auctor 384BC-322BC)
Λεκτέον δὴ πρῶτον μὲν διότι ἡ φύσις τῶν ἕνεκά του αἰτίων, ἔπειτα περὶ τοῦ ἀναγκαίου, πῶς ἔχει ἐν τοῖς φυσικοῖς· εἰς γὰρ ταύτην τὴν αἰτίαν ἀνάγουσι πάντες, ὅτι ἐπειδὴ τὸ θερμὸν τοιονδὶ πέφυκεν καὶ τὸ ψυχρὸν καὶ ἕκαστον δὴ τῶν τοιούτων, ταδὶ ἐξ ἀνάγκης ἐστὶ καὶ γίγνεται· καὶ γὰρ ἐὰν ἄλλην αἰτίαν εἴπωσιν, ὅσον ἁψάμενοι χαίρειν ἐῶσιν, ὁ μὲν τὴν φιλίαν καὶ τὸ νεῖκος, ὁ δὲ τὸν νοῦν· ἔχει δ' ἀπορίαν τί κωλύει τὴν φύσιν μὴ ἕνεκά του ποιεῖν μηδ' ὅτι βέλτιον, ἀλλ' ὥσπερ ὕει ὁ Ζεὺς οὐχ ὅπως τὸν σῖτον αὐξήσῃ, ἀλλ' ἐξ ἀνάγκης (τὸ γὰρ ἀναχθὲν ψυχθῆναι δεῖ, καὶ τὸ ψυχθὲν ὕδωρ γενόμενον κατελθεῖν· τὸ δ' αὐξάνεσθαι τούτου γενομένου τὸν σῖτον συμβαίνει), ὁμοίως δὲ καὶ εἴ τῳ ἀπόλλυται ὁ σῖτος ἐν τῇ ἅλῳ, οὐ τούτου ἕνεκα ὕει ὅπως ἀπόληται, ἀλλὰ τοῦτο συμβέβηκεν-ὥστε τί κωλύει οὕτω καὶ τὰ μέρη ἔχειν ἐν τῇ φύσει, οἷον τοὺς ὀδόντας ἐξ ἀνάγκης ἀνατεῖλαι τοὺς μὲν ἐμπροσθίους ὀξεῖς, ἐπιτηδείους πρὸς τὸ διαιρεῖν, τοὺς δὲ γομφίους πλατεῖς καὶ χρησίμους πρὸς τὸ λεαίνειν τὴν τροφήν, ἐπεὶ οὐ τούτου ἕνεκα γενέσθαι, ἀλλὰ συμπεσεῖν· ὁμοίως δὲ καὶ περὶ τῶν ἄλλων μερῶν, ἐν ὅσοις δοκεῖ ὑπάρχειν τὸ ἕνεκά του.
214Aristoteles, Physica, 2, 8; 25 (auctor 384BC-322BC)
ἔτι ἔδει καὶ ἐν τοῖς σπέρμασι γίγνεσθαι ὅπως ἔτυχεν· ὅλως δ' ἀναιρεῖ ὁ οὕτως λέγων τὰ φύσει τε καὶ φύσιν· φύσει γάρ, ὅσα ἀπό τινος ἐν αὑτοῖς ἀρχῆς συνεχῶς κινούμενα ἀφικνεῖται εἴς τι τέλος· ἀφ' ἑκάστης δὲ οὐ τὸ αὐτὸ ἑκάστοις οὐδὲ τὸ τυχόν, ἀεὶ μέντοι ἐπὶ τὸ αὐτό, ἂν μή τι ἐμποδίσῃ.
215Aristoteles, Physica, 2, 9; 3 (auctor 384BC-322BC)
ὁμοίως δὲ καὶ ἐν τοῖς ἄλλοις πᾶσιν, ἐν ὅσοις τὸ ἕνεκά του ἔστιν, οὐκ ἄνευ μὲν τῶν ἀναγκαίαν ἐχόντων τὴν φύσιν, οὐ μέντοι γε διὰ ταῦτα ἀλλ' ἢ ὡς ὕλην, ἀλλ' ἕνεκά του, οἷον διὰ τί ὁ πρίων τοιοσδί; ὅπως τοδὶ καὶ ἕνεκα τουδί.
216Aristoteles, Physica, 3, 1; 17 (auctor 384BC-322BC)
δοκεῖ μὲν οὖν τισιν ἅπαν κινεῖσθαι τὸ κινοῦν, οὐ μὴν ἀλλὰ περὶ τούτου μὲν ἐξ ἄλλων ἔσται δῆλον ὅπως ἔχει (ἔστι γάρ τι κινοῦν καὶ ἀκίνητον), ἡ δὲ τοῦ δυνάμει ὄντος ἐντελέχεια, ὅταν ἐντελεχείᾳ ὂν ἐνεργῇ οὐχ ᾗ αὐτὸ ἀλλ' ᾗ κινητόν, κίνησίς ἐστιν.
217Aristoteles, Physica, 3, 5; 17 (auctor 384BC-322BC)
εἰσὶν γάρ τινες οἳ τοῦτο ποιοῦσι τὸ ἄπειρον, ἀλλ' οὐκ ἀέρα ἢ ὕδωρ, ὅπως μὴ τἆλλα φθείρηται ὑπὸ τοῦ ἀπείρου αὐτῶν· ἔχουσι γὰρ πρὸς ἄλληλα ἐναντίωσιν, οἷον ὁ μὲν ἀὴρ ψυχρός, τὸ δ' ὕδωρ ὑγρόν, τὸ δὲ πῦρ θερμόν· ὧν εἰ ἦν ἓν ἄπειρον, ἔφθαρτο ἂν ἤδη τἆλλα· νῦν δ' ἕτερον εἶναί φασιν ἐξ οὗ ταῦτα.
218Aristoteles, Physica, 4, 1; 8 (auctor 384BC-322BC)
ἔστι δὲ τὰ τοιαῦτα οὐ μόνον πρὸς ἡμᾶς, τὸ ἄνω καὶ κάτω καὶ δεξιὸν καὶ ἀριστερόν· ἡμῖν μὲν γὰρ οὐκ ἀεὶ τὸ αὐτό, ἀλλὰ κατὰ τὴν θέσιν, ὅπως ἂν στραφῶμεν, γίγνεται (διὸ καὶ ταὐτὸ πολλάκις δεξιὸν καὶ ἀριστερὸν καὶ ἄνω καὶ κάτω καὶ πρόσθεν καὶ ὄπισθεν), ἐν δὲ τῇ φύσει διώρισται χωρὶς ἕκαστον.
219Aristoteles, Physica, 4, 4; 5 (auctor 384BC-322BC)
δεῖ δὲ πειρᾶσθαι τὴν σκέψιν οὕτω ποιεῖσθαι ὅπως τὸ τί ἐστιν ἀποδοθήσεται, ὥστε τά τε ἀπορούμενα λύεσθαι, καὶ τὰ δοκοῦντα ὑπάρχειν τῷ τόπῳ ὑπάρχοντα ἔσται, καὶ ἔτι τὸ τῆς δυσκολίας αἴτιον καὶ τῶν περὶ αὐτὸν ἀπορημά των ἔσται φανερόν· οὕτω γὰρ ἂν κάλλιστα δεικνύοιτο ἕκαστον.
220Aristoteles, Physica, 5, 4; 19 (auctor 384BC-322BC)
διὸ ἀνάγκη τὴν αὐτὴν εἶναι τῷ εἴδει καὶ ἑνὸς καὶ ἐν ἑνὶ χρόνῳ τὴν ἁπλῶς συνεχῆ κίνησιν καὶ μίαν, τῷ χρόνῳ μέν, ὅπως μὴ ἀκινησία μεταξὺ ᾖ (ἐν τῷ διαλείποντι γὰρ ἠρεμεῖν ἀνάγκη· πολλαὶ οὖν καὶ οὐ μία ἡ κίνησις, ὧν ἐστὶν ἠρεμία μεταξύ, ὥστε εἴ τις κίνησις στάσει διαλαμβάνεται, οὐ μία οὐδὲ συνεχής· διαλαμβάνεται δέ, εἰ μεταξὺ χρόνος)· τῆς δὲ τῷ εἴδει μὴ μιᾶς, καὶ εἰ μὴ διαλείπεται [ὁ χρόνος], ὁ μὲν [γὰρ] χρόνος εἷς, τῷ εἴδει δ' ἡ κίνησις ἄλλη· τὴν μὲν γὰρ μίαν ἀνάγκη καὶ τῷ εἴδει μίαν εἶναι, ταύτην δ' ἁπλῶς μίαν οὐκ ἀνάγκη.
221Aristoteles, Politica, 1; 44 (auctor 384BC-322BC)
ἔστι δέ τι μέρος ὃ δοκεῖ τοῖς μὲν εἶναι οἰκονομία, τοῖς δὲ μέγιστον μέρος αὐτῆς· ὅπως δ' ἔχει, θεωρητέον· λέγω δὲ περὶ τῆς καλουμένης χρηματιστικῆς.
222Aristoteles, Politica, 1; 111 (auctor 384BC-322BC)
ἓν μὲν οὖν εἶδος κτητικῆς κατὰ φύσιν τῆς οἰκονομικῆς μέρος ἐστίν, καθὸ δεῖ ἤτοι ὑπάρχειν ἢ πορίζειν αὐτὴν ὅπως ὑπάρχῃ ὧν ἔστι θησαυρισμὸς χρημάτων πρὸς ζωὴν ἀναγκαίων, καὶ χρησίμων εἰς κοινωνίαν πόλεως ἢ οἰκίας.
223Aristoteles, Politica, 1; 198 (auctor 384BC-322BC)
ἔθεμεν δὲ πρὸς τἀναγκαῖα χρήσιμον εἶναι τὸν δοῦλον, ὥστε δῆλον ὅτι καὶ ἀρετῆς δεῖται μικρᾶς, καὶ τοσαύτης ὅπως μήτε δι' ἀκολασίαν μήτε διὰ δειλίαν ἐλλείψῃ τῶν ἔργων.
224Aristoteles, Politica, 2; 55 (auctor 384BC-322BC)
φανερὸν τοίνυν ὅτι βέλτιον εἶναι μὲν ἰδίας τὰς κτήσεις, τῇ δὲ χρήσει ποιεῖν κοινάς· ὅπως δὲ γίνωνται τοιοῦτοι, τοῦ νομοθέτου τοῦτ' ἔργον ἴδιόν ἐστιν.
225Aristoteles, Politica, 2; 137 (auctor 384BC-322BC)
9.319 οὐ μόνον δ' οἱ ἄνθρωποι διὰ τἀναγκαῖα ἀδικοῦσιν, ὧν ἄκος εἶναι νομίζει τὴν ἰσότητα τῆς οὐσίας, ὥστε μὴ λωποδυτεῖν διὰ τὸ ῥιγοῦν ἢ πεινῆν, ἀλλὰ καὶ ὅπως χαίρωσι καὶ μὴ ἐπιθυμῶσιν· ἐὰν γὰρ μείζω ἔχωσιν ἐπιθυμίαν τῶν ἀναγκαίων, διὰ τὴν ταύτης ἰατρείαν ἀδικήσουσιν· οὐ τοίνυν διὰ ταύτην μόνον, ἀλλὰ καὶ [ἂν ἐπιθυμοῖεν] ἵνα χαίρωσι ταῖς ἄνευ λυπῶν ἡδοναῖς.
226Aristoteles, Politica, 2; 163 (auctor 384BC-322BC)
ἔτι δὲ νόμον ἐτίθει περὶ τῶν εὑρισκόντων τι τῇ πόλει συμφέρον, ὅπως τυγχάνωσι τιμῆς, καὶ τοῖς παισὶ τῶν ἐν τῷ πολέμῳ τελευτώντων ἐκ δημοσίου γίνεσθαι τὴν τροφήν, ὡς οὔπω τοῦτο παρ' ἄλλοις νενομοθετημένον (ἔστι δὲ καὶ ἐν Ἀθήναις οὗτος ὁ νόμος νῦν καὶ ἐν ἑτέραις τῶν πόλεων) · τοὺς δ' ἄρχοντας αἱρετοὺς ὑπὸ τοῦ δήμου εἶναι πάντας.
227Aristoteles, Politica, 2; 171 (auctor 384BC-322BC)
τοῦτο δὲ ἐν μὲν τῇ διαίτῃ καὶ πλείοσιν ἐνδέχεται (κοινολογοῦνται γὰρ ἀλλήλοις περὶ τῆς κρίσεως) , ἐν δὲ τοῖς δικαστηρίοις οὐκ ἔστιν, ἀλλὰ καὶ τοὐναντίον τούτου τῶν νομοθετῶν οἱ πολλοὶ παρασκευάζουσιν ὅπως οἱ δικασταὶ μὴ κοινολογῶνται πρὸς ἀλλήλους.
228Aristoteles, Politica, 2; 287 (auctor 384BC-322BC)
ἐξ ἀρχῆς γὰρ τοῦθ' ὁρᾶν ἐστι τῶν ἀναγκαιοτάτων, ὅπως οἱ βέλτιστοι δύνωνται σχολάζειν καὶ μηδὲν ἀσχημονεῖν, μὴ μόνον ἄρχοντες ἀλλὰ μηδ' ἰδιωτεύοντες.
229Aristoteles, Politica, 2; 296 (auctor 384BC-322BC)
δεῖ δ' ὅπως γίνηται τοῦθ' ὁρᾶν τὸν νομοθέτην, καὶ μὴ προστάττειν τὸν αὐτὸν αὐλεῖν καὶ σκυτοτομεῖν.
230Aristoteles, Politica, 2; 315 (auctor 384BC-322BC)
καὶ νῦν ἔτι δεικνύουσι τοὺς τάφους αὐτῶν ἀλλήλοις μὲν εὐσυνόπτους ὄντας, πρὸς δὲ τὴν τῶν Κορινθίων χώραν τὸν μὲν σύνοπτον τὸν δ' οὐ σύνοπτον· μυθολογοῦσι γὰρ αὐτοὺς οὕτω τάξασθαι τὴν ταφήν, τὸν μὲν Διοκλέα διὰ τὴν ἀπέχθειαν τοῦ πάθους, ὅπως μὴ ἄποπτος ἔσται ἡ Κορινθία ἀπὸ τοῦ χώματος, τὸν δὲ Φιλόλαον ὅπως ἄποπτος.
231Aristoteles, Politica, 2, 1274B; 316 (auctor 384BC-322BC)
ᾤκησαν μὲν οὖν διὰ τὴν τοιαύτην αἰτίαν παρὰ τοῖς Θηβαίοις, νομοθέτης δ' αὐτοῖς ἐγένετο Φιλόλαος περί τ' ἄλλων τινῶν καὶ περὶ τῆς παιδοποιίας, οὓς καλοῦσιν ἐκεῖνοι νόμους θετικούς· καὶ τοῦτ' ἐστὶν ἰδίως ὑπ' ἐκείνου νενομοθετημένον, ὅπως ὁ ἀριθμὸς σῴζηται τῶν κλήρων.
232Aristoteles, Politica, 2; 318 (auctor 384BC-322BC)
Φαλέου δ' ἴδιον ἡ τῶν οὐσιῶν ἀνομάλωσις, Πλάτωνος δ' ἥ τε τῶν γυναικῶν καὶ παίδων καὶ τῆς οὐσίας κοινότης καὶ τὰ συσσίτια τῶν γυναικῶν, ἔτι δ' ὁ περὶ τὴν μέθην νόμος, τὸ τοὺς νήφοντας συμποσιαρχεῖν, καὶ τὴν ἐν τοῖς πολεμικοῖς ἄσκησιν ὅπως ἀμφιδέξιοι γίνωνται κατὰ τὴν μελέτην, ὡς δέον μὴ τὴν μὲν χρήσιμον εἶναι τοῖν χεροῖν τὴν δὲ ἄχρηστον.
233Aristoteles, Politica, 3; 132 (auctor 384BC-322BC)
εἰ μὲν γὰρ τῶν κτημάτων χάριν ἐκοινώνησαν καὶ συνῆλθον, τοσοῦτον μετέχουσι τῆς πόλεως ὅσον περ καὶ τῆς κτήσεως, ὥσθ' ὁ τῶν ὀλιγαρχικῶν λόγος δόξειεν ἂν ἰσχύειν (οὐ γὰρ εἶναι δίκαιον ἴσον μετέχειν τῶν ἑκατὸν μνῶν τὸν εἰσενέγκαντα μίαν μνᾶν τῷ δόντι τὸ λοιπὸν πᾶν, οὔτε τῶν ἐξ ἀρχῆς οὔτε τῶν ἐπιγινομένων) · εἰ δὲ μήτε τοῦ ζῆν μόνον ἕνεκεν ἀλλὰ μᾶλλον τοῦ εὖ ζῆν (καὶ γὰρ ἂν δούλων καὶ τῶν ἄλλων ζῴων ἦν πόλις· νῦν δ' οὐκ ἔστι, διὰ τὸ μὴ μετέχειν εὐδαιμονίας μηδὲ τοῦ ζῆν κατὰ προαίρεσιν) , μήτε συμμαχίας ἕνεκεν, ὅπως ὑπὸ μηδενὸς ἀδικῶνται, μήτε διὰ τὰς ἀλλαγὰς καὶ τὴν χρῆσιν τὴν πρὸς ἀλλήλους – καὶ γὰρ ἂν Τυρρηνοὶ καὶ Καρχηδόνιοι, καὶ πάντες οἷς ἔστι σύμβολα πρὸς ἀλλήλους, ὡς μιᾶς ἂν πολῖται πόλεως ἦσαν· εἰσὶ γοῦν αὐτοῖς συνθῆκαι περὶ τῶν εἰσαγωγίμων καὶ σύμβολα περὶ τοῦ μὴ ἀδικεῖν καὶ γραφαὶ περὶ συμμαχίας.
234Aristoteles, Politica, 3, 1280B; 133 (auctor 384BC-322BC)
ἀλλ' οὔτ' ἀρχαὶ πᾶσιν ἐπὶ τούτοις κοιναὶ καθεστᾶσιν, ἀλλ' ἕτεραι παρ' ἑκατέροις, οὔτε τοῦ ποίους τινὰς εἶναι δεῖ φροντίζουσιν ἅτεροι τοὺς ἑτέρους, οὐδ' ὅπως μηδεὶς ἄδικος ἔσται τῶν ὑπὸ τὰς συνθήκας μηδὲ μοχθηρίαν ἕξει μηδεμίαν, ἀλλὰ μόνον ὅπως μηδὲν ἀδικήσουσιν ἀλλήλους.
235Aristoteles, Politica, 4, 1295A; 127 (auctor 384BC-322BC)
περὶ δὲ τυραννίδος ἦν ἡμῖν λοιπὸν εἰπεῖν, οὐχ ὡς ἐνούσης πολυλογίας περὶ αὐτήν, ἀλλ' ὅπως λάβῃ τῆς μεθόδου τὸ μέρος, ἐπειδὴ καὶ ταύτην τίθεμεν τῶν πολιτειῶν τι μέρος.
236Aristoteles, Politica, 4; 178 (auctor 384BC-322BC)
τοῖς μὲν γὰρ ἀπόροις ἔξεστι μὴ κεκτῆσθαι, τοῖς δ' εὐπόροις ἐπιζήμιον μὴ κεκτημένοις, κἂν μὴ γυμνάζωνται, τοῖς μὲν οὐδεμία ζημία, τοῖς δ' εὐπόροις ἐπιζήμιον, ὅπως οἱ μὲν διὰ τὴν ζημίαν μετέχωσιν, οἱ δὲ διὰ τὸ μὴ φοβεῖσθαι μὴ μετέχωσιν.
237Aristoteles, Politica, 4; 220 (auctor 384BC-322BC)
βουλὴ δὲ δημοτικόν· δεῖ μὲν γὰρ εἶναί τι τοιοῦτον ᾧ ἐπιμελὲς ἔσται τοῦ δήμου προβουλεύειν, ὅπως ἀσχολῶν ἔσται, τοῦτο δ', ἐὰν ὀλίγοι τὸν ἀριθμὸν ὦσιν, ὀλιγαρχικόν· τοὺς δὲ προβούλους ὀλίγους ἀναγκαῖον εἶναι τὸ πλῆθος, ὥστ' ὀλιγαρχικόν.
238Aristoteles, Politica, 5; 9 (auctor 384BC-322BC)
ἀρχαὶ μὲν οὖν ὡς εἰπεῖν αὗται καὶ πηγαὶ τῶν στάσεών εἰσιν, ὅθεν στασιάζουσιν· διὸ καὶ αἱ μεταβολαὶ γίνονται διχῶς· ὁτὲ μὲν γὰρ πρὸς τὴν πολιτείαν, ὅπως ἐκ τῆς καθεστηκυίας ἄλλην μεταστήσωσιν, οἷον ἐκ δημοκρατίας ὀλιγαρχίαν ἢ δημοκρατίαν ἐξ ὀλιγαρχίας, ἢ πολιτείαν καὶ ἀριστοκρατίαν ἐκ τούτων, ἢ ταύτας ἐξ ἐκείνων, ὁτὲ δ' οὐ πρὸς τὴν καθεστηκυῖαν πολιτείαν, ἀλλὰ τὴν μὲν κατάστασιν προαιροῦνται τὴν αὐτήν, δι' αὑτῶν δ' εἶναι βούλονται ταύτην, οἷον τὴν ὀλιγαρχίαν ἢ τὴν μοναρχίαν· ἔτι περὶ τοῦ μᾶλλον καὶ ἧττον, οἷον ἢ ὀλιγαρχίαν οὖσαν εἰς τὸ μᾶλλον ὀλιγαρχεῖσθαι ἢ εἰς τὸ ἧττον, ἢ δημοκρατίαν οὖσαν εἰς τὸ μᾶλλον δημοκρατεῖσθαι ἢ εἰς τὸ ἧττον, ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν πολιτειῶν, ἢ ἵνα ἐπιταθῶσιν ἢ ἀνεθῶσιν· ἔτι πρὸς τὸ μέρος τι κινῆσαι τῆς πολιτείας, οἷον ἀρχήν τινα καταστῆσαι ἢ ἀνελεῖν, ὥσπερ ἐν Λακεδαίμονί φασι Λύσανδρόν τινες ἐπιχειρῆσαι καταλῦσαι τὴν βασιλείαν καὶ Παυσανίαν τὸν βασιλέα τὴν ἐφορείαν, καὶ ἐν Ἐπιδάμνῳ δὲ μετέβαλεν ἡ πολιτεία κατὰ μόριον (ἀντὶ γὰρ τῶν φυλάρχων βουλὴν ἐποίησαν, εἰς δὲ τὴν ἡλιαίαν ἐπάναγκές ἐστιν ἔτι τῶν ἐν τῷ πολιτεύματι βαδίζειν τὰς ἀρχάς, ὅταν ἐπιψηφίζηται ἀρχή τις, ὀλιγαρχικὸν δὲ καὶ ὁ ἄρχων ὁ εἷς ἦν ἐν τῇ πολιτείᾳ ταύτῃ) .
239Aristoteles, Politica, 5; 25 (auctor 384BC-322BC)
οἱ μὲν γὰρ ἰσότητος ἐφιέμενοι στασιάζουσιν ἂν νομίζωσιν ἔλαττον ἔχειν ὄντες ἴσοι τοῖς πλεονεκτοῦσιν, οἱ δὲ τῆς ἀνισότητος καὶ τῆς ὑπεροχῆς ἂν ὑπολαμβάνωσιν ὄντες ἄνισοι μὴ πλέον ἔχειν ἀλλ' ἴσον ἢ ἔλαττον (τούτων δ' ἔστι μὲν ὀρέγεσθαι δικαίως, ἔστι δὲ καὶ ἀδίκως) · ἐλάττους τε γὰρ ὄντες ὅπως ἴσοι ὦσι στασιάζουσι, καὶ ἴσοι ὄντες ὅπως μείζους.
240Aristoteles, Politica, 5; 32 (auctor 384BC-322BC)
– δι' ὑπεροχὴν δέ, ὅταν τις ᾖ τῇ δυνάμει μείζων (ἢ εἷς ἢ πλείους) ἢ κατὰ τὴν πόλιν καὶ τὴν δύναμιν τοῦ πολιτεύματος· γίνεσθαι γὰρ εἴωθεν ἐκ τῶν τοιούτων μοναρχία ἢ δυναστεία· διὸ ἐνιαχοῦ εἰώθασιν ὀστρακίζειν, οἷον ἐν Ἄργει καὶ Ἀθήνησιν· καίτοι βέλτιον ἐξ ἀρχῆς ὁρᾶν ὅπως μὴ ἐνέσονται τοσοῦτον ὑπερέχοντες, ἢ ἐάσαντας γενέσθαι ἰᾶσθαι ὕστερον.
241Aristoteles, Politica, 5; 115 (auctor 384BC-322BC)
ἐν μὲν οὖν ταῖς εὖ κεκραμέναις πολιτείαις, εἰπερ ἄλλο τι δεῖ τηρεῖν ὅπως μηθὲν παρανομῶσι, καὶ μάλιστα τὸ μικρὸν φυλάττειν· λανθάνει γὰρ παραδυομένη ἡ παρανομία, ὥσπερ τὰς οὐσίας τὸ μικρὸν δαπάνημα ἀναιρεῖ πολλάκις γινόμενον.
242Aristoteles, Politica, 5; 140 (auctor 384BC-322BC)
ἢ ὅτι ἐνδέχεται τοὺς τὰ δύο ταῦτα ἔχοντας ἀκρατεῖς εἶναι, ὥστε καθάπερ καὶ αὑτοῖς οὐχ ὑπηρετοῦσιν εἰδότες καὶ φιλοῦντες αὑτούς, οὕτω καὶ πρὸς τὸ κοινὸν οὐθὲν κωλύει ἔχειν ἐνίους· ἁπλῶς δέ, ὅσα ἐν τοῖς νόμοις ὡς συμφέροντα λέγομεν ταῖς πολιτείαις, ἅπαντα ταῦτα σῴζει τὰς πολιτείας, καὶ τὸ πολλάκις εἰρημένον μέγιστον στοιχεῖον, τὸ τηρεῖν ὅπως κρεῖττον ἔσται τὸ βουλόμενον τὴν πολιτείαν πλῆθος τοῦ μὴ βουλομένου.
243Aristoteles, Politica, 5; 157 (auctor 384BC-322BC)
ὑπάρχει δ' ἡ γένεσις εὐθὺς ἐξ ἐναντίων ἑκατέρᾳ τῶν μοναρχιῶν· ἡ μὲν γὰρ βασιλεία πρὸς βοήθειαν τὴν ἀπὸ τοῦ δήμου τοῖς ἐπιεικέσι γέγονεν, καὶ καθίσταται βασιλεὺς ἐκ τῶν ἐπιεικῶν καθ' ὑπεροχὴν ἀρετῆς ἢ πράξεων τῶν ἀπὸ τῆς ἀρετῆς, ἢ καθ' ὑπεροχὴν τοιούτου γένους, ὁ δὲ τύραννος ἐκ τοῦ δήμου καὶ τοῦ πλήθους ἐπὶ τοὺς γνωρίμους, ὅπως ὁ δῆμος ἀδικῆται μηδὲν ὑπ' αὐτῶν.
244Aristoteles, Politica, 5, 1311A; 165 (auctor 384BC-322BC)
βούλεται δ' ὁ βασιλεὺς εἶναι φύλαξ, ὅπως οἱ μὲν κεκτημένοι τὰς οὐσίας μηθὲν ἄδικον πάσχωσιν, ὁ δὲ δῆμος μὴ ὑβρίζηται μηθέν· ἡ δὲ τυραννίς, ὥσπερ εἴρηται πολλάκις, πρὸς οὐδὲν ἀποβλέπει κοινόν, εἰ μὴ τῆς ἰδίας ὠφελείας χάριν.
245Aristoteles, Politica, 5; 214 (auctor 384BC-322BC)
καὶ τὸ πένητας ποιεῖν τοὺς ἀρχομένους τυραννικόν, ὅπως μήτε φυλακὴ τρέφηται καὶ πρὸς τῷ καθ' ἡμέραν ὄντες ἄσχολοι ὦσιν ἐπιβουλεύειν.
246Aristoteles, Politica, 5; 216 (auctor 384BC-322BC)
ἔστι δὲ καὶ πολεμοποιὸς ὁ τύραννος, ὅπως δὴ ἄσχολοί τε ὦσι καὶ ἡγεμόνος ἐν χρείᾳ διατελῶσιν ὄντες.
247Aristoteles, Politica, 5; 225 (auctor 384BC-322BC)
εἰς οὓς μὲν οὖν ὅρους ἀνάγεται τὰ βουλεύματα τῶν τυράννων, οὗτοι τρεῖς τυγχάνουσιν ὄντες· πάντα γὰρ ἀναγάγοι τις ἂν τὰ τυραννικὰ πρὸς ταύτας τὰς ὑποθέσεις, τὰ μὲν ὅπως μὴ πιστεύωσιν ἀλλήλοις, τὰ δ' ὅπως μὴ δύνωνται, τὰ δ' ὅπως μικρὸν φρονῶσιν.
248Aristoteles, Politica, 5; 228 (auctor 384BC-322BC)
ὥσπερ γὰρ τῆς βασιλείας εἷς τρόπος τῆς φθορᾶς τὸ ποιεῖν τὴν ἀρχὴν τυραννικωτέραν, οὕτω τῆς τυραννίδος σωτηρία τὸ ποιεῖν αὐτὴν βασιλικωτέραν, ἓν φυλάττοντα μόνον, τὴν δύναμιν, ὅπως ἄρχῃ μὴ μόνον βουλομένων ἀλλὰ καὶ μὴ βουλομένων.
249Aristoteles, Politica, 6; 48 (auctor 384BC-322BC)
φυλαί τε γὰρ ἕτεραι ποιητέαι πλείους καὶ φατρίαι, καὶ τὰ τῶν ἰδίων ἱερῶν συνακτέον εἰς ὀλίγα καὶ κοινά, καὶ πάντα σοφιστέον ὅπως ἂν ὅτι μάλιστα ἀναμειχθῶσι πάντες ἀλλήλοις, αἱ δὲ συνήθειαι διαζευχθῶσιν αἱ πρότερον.
250Aristoteles, Politica, 6; 49 (auctor 384BC-322BC)
ἔτι δὲ καὶ τὰ τυραννικὰ κατασκευάσματα δημοτικὰ δοκεῖ πάντα, λέγω δ' οἷον ἀναρχία τε δούλων (αὕτη δ' ἂν εἴη μέχρι του συμφέρουσα) καὶ γυναικῶν καὶ παίδων, καὶ τὸ ζῆν ὅπως τις βούλεται παρορᾶν· πολὺ γὰρ ἔσται τὸ τῇ τοιαύτῃ πολιτείᾳ βοηθοῦν· ἥδιον γὰρ τοῖς πολλοῖς τὸ ζῆν ἀτάκτως ἢ τὸ σωφρόνως.
251Aristoteles, Politica, 6; 50 (auctor 384BC-322BC)
ἔστι δὲ [ἔργον] τοῦ νομοθέτου καὶ τῶν βουλομένων συνιστάναι τινὰ τοιαύτην πολιτείαν οὐ τὸ καταστῆσαι μέγιστον ἔργον οὐδὲ μόνον, ἀλλ' ὅπως σῴζηται μᾶλλον· μίαν γὰρ ἢ δύο ἢ τρεῖς ἡμέρας οὐ χαλεπὸν μεῖναι πολιτευομένους ὁπωσοῦν.
252Aristoteles, Politica, 6; 56 (auctor 384BC-322BC)
ἀλλὰ δεῖ τὸν ἀληθινῶς δημοτικὸν ὁρᾶν ὅπως τὸ πλῆθος μὴ λίαν ἄπορον ᾖ· τοῦτο γὰρ αἴτιον τοῦ μοχθηρὰν εἶναι τὴν δημοκρατίαν.
253Aristoteles, Politica, 6; 57 (auctor 384BC-322BC)
τεχναστέον οὖν ὅπως ἂν εὐπορία γένοιτο χρόνιος.
254Aristoteles, Politica, 6; 62 (auctor 384BC-322BC)
ἐκεῖνοι γὰρ κοινὰ ποιοῦντες τὰ κτήματα τοῖς ἀπόροις ἐπὶ τὴν χρῆσιν εὔνουν παρασκευάζουσι τὸ πλῆθος· ἔτι δὲ τὰς ἀρχὰς πάσας ἐποίησαν διττάς, τὰς μὲν αἱρετὰς τὰς δὲ κληρωτάς, τὰς μὲν κληρωτὰς ὅπως ὁ δῆμος αὐτῶν μετέχῃ, τὰς δ' αἱρετὰς ἵνα πολιτεύωνται βέλτιον.
255Aristoteles, Politica, 6; 85 (auctor 384BC-322BC)
ἑτέρα δὲ ἐπιμέλεια ταύτης ἐχομένη καὶ σύνεγγυς ἡ τῶν περὶ τὸ ἄστυ δημοσίων καὶ ἰδίων, ὅπως εὐκοσμία ᾖ, καὶ τῶν πιπτόντων οἰκοδομημάτων καὶ ὁδῶν σωτηρία καὶ διόρθωσις, καὶ τῶν ὁρίων τῶν πρὸς ἀλλήλους, ὅπως ἀνεγκλήτως ἔχωσιν, καὶ ὅσα τούτοις ἄλλα τῆς ἐπιμελείας ὁμοιότροπα.
256Aristoteles, Politica, 7; 28 (auctor 384BC-322BC)
παρ' ἐνίοις δὲ καὶ τῆς πολιτείας οὗτος ὅρος καὶ τῶν νόμων ὅπως δεσπόζωσι τῶν πέλας.
257Aristoteles, Politica, 7; 31 (auctor 384BC-322BC)
καίτοι δόξειεν ἂν ἄγαν ἄτοπον ἴσως εἶναι τοῖς βουλομένοις ἐπισκοπεῖν, εἰ τοῦτ' ἐστὶν ἔργον τοῦ πολιτικοῦ, τὸ δύνασθαι θεωρεῖν ὅπως ἄρχῃ καὶ δεσπόζῃ τῶν πλησίον, καὶ βουλομένων καὶ μὴ βουλομένων.
258Aristoteles, Politica, 7; 119 (auctor 384BC-322BC)
πρῶτον μὲν οὖν ὑπάρχειν δεῖ τροφήν, ἔπειτα τέχνας (πολλῶν γὰρ ὀργάνων δεῖται τὸ ζῆν) , τρίτον δὲ ὅπλα (τοὺς γὰρ κοινωνοῦντας ἀναγκαῖον καὶ ἐν αὑτοῖς ἔχειν ὅπλα πρός τε τὴν ἀρχήν, τῶν ἀπειθούντων χάριν, καὶ πρὸς τοὺς ἔξωθεν ἀδικεῖν ἐπιχειροῦντας) , ἔτι χρημάτων τινὰ εὐπορίαν, ὅπως ἔχωσι καὶ πρὸς τὰς καθ' αὑτοὺς χρείας καὶ πρὸς τὰσ πολεμικάς, πέμπτον δὲ καὶ πρῶτον τὴν περὶ τὸ θεῖον ἐπιμέλειαν, ἣν καλοῦσιν ἱερατείαν, ἕκτον δὲ τὸν ἀριθμὸν καὶ πάντων ἀναγκαιότατον κρίσιν περὶ τῶν συμφερόντων καὶ τῶν δικαίων τῶν πρὸς ἀλλήλους.
259Aristoteles, Politica, 7; 171 (auctor 384BC-322BC)
εἰ δὴ τοῦτον ἔχει τὸν τρόπον, οὐχ ὅτι τείχη μόνον περιβλητέον, ἀλλὰ καὶ τούτων ἐπιμελητέον, ὅπως καὶ πρὸς κόσμον ἔχῃ τῇ πόλει πρεπόντως καὶ πρὸς τὰς πολεμικὰς χρείας, τάς τε ἄλλας καὶ τὰς νῦν ἐπεξευρημένας.
260Aristoteles, Politica, 7; 215 (auctor 384BC-322BC)
(ἔστι δὲ ἀρχή, καθάπερ ἐν τοῖς πρώτοις εἴρηται λόγοις, ἡ μὲν τοῦ ἄρχοντος χάριν ἡ δὲ τοῦ ἀρχομένου. τούτων δὲ τὴν μὲν δεσποτικὴν εἶναί φαμεν, τὴν δὲ τῶν ἐλευθέρων. διαφέρει δ' ἔνια τῶν ἐπιταττομένων οὐ τοῖς ἔργοις ἀλλὰ τῷ τίνος ἕνεκα. διὸ πολλὰ τῶν εἶναι δοκούντων διακονικῶν ἔργων καὶ τῶν νέων τοῖς ἐλευθέροις καλὸν διακονεῖν· πρὸς γὰρ τὸ καλὸν καὶ τὸ μὴ καλὸν οὐχ οὕτω διαφέρουσιν αἱ πράξεις καθ' αὑτὰς ὡς ἐν τῷ τέλει καὶ τῷ τίνος ἕνεκεν.) ἐπεὶ δὲ πολίτου καὶ ἄρχοντος τὴν αὐτὴν ἀρετὴν εἶναί φαμεν καὶ τοῦ ἀρίστου ἀνδρός, τὸν δ' αὐτὸν ἀρχόμενόν τε δεῖν γίγνεσθαι πρότερον καὶ ἄρχοντα ὕστερον, τοῦτ' ἂν εἴη τῷ νομοθέτῃ πραγματευτέον, ὅπως ἄνδρες ἀγαθοὶ γίγνωνται, καὶ διὰ τίνων ἐπιτηδευμάτων, καὶ τί τὸ τέλος τῆς ἀρίστης ζωῆς.
261Aristoteles, Politica, 7; 234 (auctor 384BC-322BC)
δῆλον γὰρ ὅτι καὶ τῶν πολιτῶν τῷ δυναμένῳ τοῦτο πειρατέον διώκειν, ὅπως δύνηται τῆς οἰκείας πόλεως ἄρχειν· ὅπερ ἐγκαλοῦσιν οἱ Λάκωνες Παυσανίᾳ τῷ βασιλεῖ, καίπερ ἔχοντι τηλικαύτην τιμήν.
262Aristoteles, Politica, 7, 1334A; 236 (auctor 384BC-322BC)
ταὐτὰ γὰρ ἄριστα καὶ ἰδίᾳ καὶ κοινῇ, τόν τε νομοθέτην ἐμποιεῖν δεῖ ταῦτα ταῖς ψυχαῖς τῶν ἀνθρώπων· τήν τε τῶν πολεμικῶν ἄσκησιν οὐ τούτου χάριν δεῖ μελετᾶν, ἵνα καταδουλώσωνται τοὺς ἀναξίους, ἀλλ' ἵνα πρῶτον μὲν αὐτοὶ μὴ δουλεύσωσιν ἑτέροις, ἔπειτα ὅπως ζητῶσι τὴν ἡγεμονίαν τῆς ὠφελείας ἕνεκα τῶν ἀρχομένων, ἀλλὰ μὴ πάντων δεσποτείας· τρίτον δὲ τὸ δεσπόζειν τῶν ἀξίων δουλεύειν.
263Aristoteles, Politica, 7; 237 (auctor 384BC-322BC)
ὅτι δὲ δεῖ τὸν νομοθέτην μᾶλλον σπουδάζειν ὅπως καὶ τὴν περὶ τὰ πολεμικὰ καὶ τὴν ἄλλην νομοθεσίαν τοῦ σχολάζειν ἕνεκεν τάξῃ καὶ τῆς εἰρήνης, μαρτυρεῖ τὰ γιγνόμενα τοῖς λόγοις.
264Aristoteles, Politica, 7; 243 (auctor 384BC-322BC)
δεῖ γὰρ πολλὰ τῶν ἀναγκαίων ὑπάρχειν ὅπως ἐξῇ σχολάζειν· διὸ σώφρονα τὴν πόλιν εἶναι προσήκει καὶ ἀνδρείαν καὶ καρτερικήν· κατὰ γὰρ τὴν παροιμίαν, οὐ σχολὴ δούλοις, οἱ δὲ μὴ δυνάμενοι κινδυνεύειν ἀνδρείως δοῦλοι τῶν ἐπιόντων εἰσίν.
265Aristoteles, Politica, 7; 256 (auctor 384BC-322BC)
εἴπερ οὖν ἀπ' ἀρχῆς τὸν νομοθέτην ὁρᾶν δεῖ ὅπως βέλτιστα τὰ σώματα γένηται τῶν τρεφομένων, πρῶτον μὲν ἐπιμελητέον περὶ τὴν σύζευξιν, πότε καὶ ποίους τινὰς ὄντας χρὴ ποιεῖσθαι πρὸς ἀλλήλους τὴν γαμικὴν ὁμιλίαν.
266Aristoteles, Politica, 7, 1335A; 257 (auctor 384BC-322BC)
δεῖ δ' ἀποβλέποντα νομοθετεῖν ταύτην τὴν κοινωνίαν πρὸς αὐτούς τε καὶ τὸν τοῦ ζῆν χρόνον, ἵνα συγκαταβαίνωσι ταῖς ἡλικίαις ἐπὶ τὸν αὐτὸν καιρὸν καὶ μὴ διαφωνῶσιν αἱ δυνάμεις τοῦ μὲν ἔτι δυναμένου γεννᾶν τῆς δὲ μὴ δυναμένης, ἢ ταύτης μὲν τοῦ δ' ἀνδρὸς μή (ταῦτα γὰρ ποιεῖ καὶ στάσεις πρὸς ἀλλήλους καὶ διαφοράς) · ἔπειτα καὶ πρὸς τὴν τῶν τέκνων διαδοχήν, δεῖ γὰρ οὔτε λίαν ὑπολείπεσθαι ταῖς ἡλικίαις τὰ τέκνα τῶν πατέρων (ἀνόνητος γὰρ τοῖς μὲν πρεσβυτέροις ἡ χάρις παρὰ τῶν τέκνων, ἡ δὲ παρὰ τῶν πατέρων βοήθεια τοῖς τέκνοις) , οὔτε λίαν πάρεγγυς εἶναι (πολλὴν γὰρ ἔχει δυσχέρειαν· ἥ τε γὰρ αἰδὼς ἧττον ὑπάρχει τοῖς τοιούτοις ὥσπερ ἡλικιώταις καὶ περὶ τὴν οἰκονομίαν ἐγκληματικὸν τὸ πάρεγγυς) · ἔτι δ', ὅθεν ἀρχόμενοι δεῦρο μετέβημεν, ὅπως τὰ σώματα τῶν γεννωμένων ὑπάρχῃ πρὸς τὴν τοῦ νομοθέτου βούλησιν.
267Aristoteles, Politica, 7; 287 (auctor 384BC-322BC)
περὶ μὲν οὖν τὴν πρώτην συμφέρει ποιεῖσθαι τὴν ἐπιμέλειαν τοιαύτην τε καὶ τὴν ταύτῃ παραπλησίαν· τὴν δ' ἐχομένην ταύτης ἡλικίαν μέχρι πέντε ἐτῶν, ἣν οὔτε πω πρὸς μάθησιν καλῶς ἔχει προσάγειν οὐδεμίαν οὔτε πρὸς ἀναγκαίους πόνους, ὅπως μὴ τὴν αὔξησιν ἐμποδίζωσιν, δεῖ τοσαύτης τυγχάνειν κινήσεως ὥστε διαφεύγειν τὴν ἀργίαν τῶν σωμάτων· ἣν χρὴ παρασκευάζειν καὶ δι' ἄλλων πράξεων καὶ διὰ τῆς παιδιᾶς.
268Aristoteles, Politica, 7; 292 (auctor 384BC-322BC)
ἐπισκεπτέον δὲ τοῖς παιδονόμοις τὴν τούτων διαγωγήν, τήν τ' ἄλλην καὶ ὅπως ὅτι ἥκιστα μετὰ δούλων ἔσται.
269Aristoteles, Politica, 7; 295 (auctor 384BC-322BC)
ὅλως μὲν οὖν αἰσχρολογίαν ἐκ τῆς πόλεως, ὥσπερ ἄλλο τι, δεῖ τὸν νομοθέτην ἐξορίζειν (ἐκ τοῦ γὰρ εὐχερῶς λέγειν ὁτιοῦν τῶν αἰσχρῶν γίνεται καὶ τὸ ποιεῖν σύνεγγυς) · μάλιστα μὲν οὖν ἐκ τῶν νέων, ὅπως μήτε λέγωσι μήτε ἀκούωσι μηδὲν τοιοῦτον· ἐὰν δέ τις φαίνηταί τι λέγων ἢ πράττων τῶν ἀπηγορευμένων, τὸν μὲν ἐλεύθερον μὲν μήπω δὲ κατακλίσεως ἠξιωμένον ἐν τοῖς συσσιτίοις ἀτιμίαις κολάζειν καὶ πληγαῖς, τὸν δὲ πρεσβύτερον τῆς ἡλικίας ταύτης ἀτιμίαις ἀνελευθέροις ἀνδραποδωδίας χάριν.
270Aristoteles, Politica, 8; 71 (auctor 384BC-322BC)
ἅμα δὲ καὶ δεῖ τοὺς παῖδας ἔχειν τινὰ διατριβήν, καὶ τὴν Ἀρχύτου πλαταγὴν οἴεσθαι γενέσθαι καλῶς, ἣν διδόασι τοῖς παιδίοις, ὅπως χρώμενοι ταύτῃ μηδὲν καταγνύωσι τῶν κατὰ τὴν οἰκίαν· οὐ γὰρ δύναται τὸ νέον ἡσυχάζειν.
271Aristoteles, Problemata, 1, 32; 1 (auctor 384BC-322BC)
Ἢ ὅσα μὲν ἔχει στόμα μέγα καὶ οὐ ταχὺ συμφύεται, ταῦτα καίειν δεῖ, ὅπως ἡ ἐσχάρα ἐκεῖ πέσῃ; οὕτω γὰρ οὐκ ἔσται ὕπουλα.
272Aristoteles, Problemata, 1, 51; 1 (auctor 384BC-322BC)
Ἢ ἀρχομένῳ, ὅπως μὴ προεξησθενηκότι ἡ φλεγμασία ἐπιπίπτῃ; ἢ οὖν ἀπισχναντέον εὐθύς, ἢ οὕτω προσοιστέον· ἀναλαμβάνειν χρὴ πρῶτον τοῖς ῥοφήμασι· πραότερα γὰρ καὶ λειότερα καὶ εὐτηκτότερα, καὶ ἐκδέξασθαι τὴν τροφὴν ἐκ τούτου ῥᾴδιόν ἐστιν ἀσθενεῖ σώματι.
273Aristoteles, Problemata, 1, 56; 10 (auctor 384BC-322BC)
Ἐπὶ δὲ τῶν διαλειπόντων πυρετῶν προπαρασκευάζειν δεῖ καὶ ἐκλύοντα, καὶ πυριάματα πρὸς τοὺς πόδας παρατιθέντα, καὶ περιεσταλμένον ἀναπαύεσθαι, ὅπως ὅτι θερμότατος ᾖ πρὸ τοῦ τὴν λῆψιν εἶναι.
274Aristoteles, Problemata, 10; 45 (auctor 384BC-322BC)
Διὰ τί ἡ γλῶττα οὐδενὸς πιερὰ τῶν ζῴων; ἢ ὅτι τὸ πῖον πυκνόν, ἡ δὲ γλῶττα ἀραιὰ φύσει ἐστίν, ὅπως τοὺς χυμοὺς γνωρίζῃ; Διὰ τί τὰ θήλεα συντάσει οὐρεῖ, τὰ δὲ ἄρρενα οὔ; ἢ ὅτι πορρώτερόν ἐστιν ἡ κύστις ἡ τῶν θηλειῶν, καὶ εἰς βάθος καὶ εἰς μῆκος; μεταξὺ γὰρ αὐτῶν ἡ μήτρα τῆς ἕδρας καὶ στῆς κύστεως.
275Aristoteles, Problemata, 12; 35 (auctor 384BC-322BC)
ἀλλὰ τὰ δυσώδη ἄπεπτά ἐστιν· δεῖ δὲ μὴ μόνον θερμὰ εἶναι ἀλλὰ καὶ εὔπεπτα, εἰ ἔσται οὐρητικά, ὅπως συγκατιόντα λεπτύνῃ τὰ ὑγρά.
276Aristoteles, Problemata, 19; 61 (auctor 384BC-322BC)
Διὰ τί νόμοι καλοῦνται οὓς ᾄδουσιν; ἢ ὅτι πρὶν ἐπίστασθαι γράμματα, ᾖδον τοὺς νόμους, ὅπως μὴ ἐπιλάθωνται, ὥσπερ ἐν Ἀγαθύρσοις ἔτι εἰώθασιν; καὶ τῶν ὑστέρων οὖν ᾠδῶν τὰς πρώτας τὸ αὐτὸ ἐκάλεσαν ὅπερ τὰς πρώτας.
277Aristoteles, Problemata, 20; 32 (auctor 384BC-322BC)
δεῖ δὲ μὴ μόνον εἶναι θερμὰ ἀλλὰ καὶ εὔπεπτα, εἰ ἔσται οὐρητικά, ὅπως συγκατιόντα λεπτύνῃ τὰ ὑγρά.
278Aristoteles, Problemata, 29; 24 (auctor 384BC-322BC)
τῷ δὲ διώκοντι ἔστιν ὅπως βούλεται, καὶ πρὸ τοῦ τὴν δίκην κλητεύσασθαι, ἐνστήσασθαι τὸ πρᾶγμα, καὶ ἤδη κεκληκότα, πλασάμενον ὅ τι βούλεται πιθανόν, κατηγορεῖν αὐτοῦ.
279Aristoteles, Problemata, 29; 40 (auctor 384BC-322BC)
ὁ μὲν δὴ συκοφαντῶν ἀεὶ ἐκ προνοίας ἀδικεῖ, ὁ δὲ ἕτερόν τι ἀδικῶν τὰ μὲν δι' ἀνάγκην τὰ δὲ δι' ἄγνοιαν, τὰ δὲ ὅπως ἔτυχεν ἀδικεῖν αὐτῷ συμπίπτει.
280Aristoteles, Problemata, 29; 44 (auctor 384BC-322BC)
Διὰ τί ποτε, ἐὰν μέν τις ἐκ βαλανείου κλέψῃ ἢ ἐκ παλαίστρας ἢ ἐξ ἀγορᾶς ἢ τῶν τοιούτων τινός, θανάτῳ ζημιοῦται, ἐὰν δέ τις ἐξ οἰκίας, διπλοῦν τῆς ἀξίας τοῦ κλέμματος ἀποτίνει; ἢ ὅτι ἐν μὲν ταῖς οἰκίαις φυλάξαι ὁπωσοῦν ἔστιν· καὶ γὰρ ὁ τοῖχος ἰσχυρὸς καὶ κλεῖς ἐστί, καὶ οἰκέταις τοῖς ἐν τῇ οἰκίᾳ πᾶσιν ἐπιμελές ἐστιν ὅπως σώζηται τὰ ἐνόντα.
281Aristoteles, Problemata, 29; 50 (auctor 384BC-322BC)
οἱ δὲ ἑνὶ μόνῳ φανεροὶ γενόμενοι πρὸς τοὺς ἄλλους ἐπιχειροῦσι πείθειν, ἀποτίσαντές τι, ὅπως μὴ καταφανεῖς αὐτοὺς ποιήσῃ· διὸ οὐ παντελῶς ἂν εἶεν πονηροὶ διὰ τέλους, ἀνθ' ὧν ὁ νομοθέτης ἐλάττω αὐτοῖς τὰ ἐπιζήμια ἐποίησεν.
282Aristoteles, Problemata, 30; 53 (auctor 384BC-322BC)
αἴτιον δὲ τῆς τοιαύτης δυνάμεως ἡ κρᾶσις, ὅπως ἂν ἔχῃ ψύξεώς τε καὶ θερμότητος.
283Aristoteles, Problemata, 32; 12 (auctor 384BC-322BC)
Διὰ τί οἱ σπογγεῖς διατέμνονται τὰ ὦτα καὶ τοὺς μυκτῆρας; ἢ ὅπως εὐπνούστεροι ὦσι; ταύτῃ γὰρ ἐξιέναι δοκεῖ τὸ πνεῦμα.
284Aristoteles, Rhetorica, 1, 1, 9; 8 (auctor 384BC-322BC)
εἰ δὲ ταῦθ' οὕτως ἔχει, φανερὸν ὅτι τὰ ἔξω τοῦ πράγματος τεχνολογοῦσιν ὅσοι τἆλλα διορίζουσιν, οἷον τί δεῖ τὸ προοίμιον ἢ τὴν διήγησιν ἔχειν, καὶ τῶν ἄλλων ἕκαστον μορίων· οὐδὲν γὰρ ἐν αὐτοῖς ἄλλο πραγματεύονται πλὴν ὅπως τὸν κριτὴν ποιόν τινα ποιήσωσιν, περὶ δὲ τῶν ἐντέχνων πίστεων οὐδὲν δεικνύουσιν, τοῦτο δ' ἐστὶν ὅθεν ἄν τις γένοιτο ἐνθυμηματικός.
285Aristoteles, Rhetorica, 1, 1, 12; 15 (auctor 384BC-322BC)
ἔτι δὲ τἀναντία δεῖ δύνασθαι πείθειν, καθάπερ καὶ ἐν τοῖς συλλογισμοῖς, οὐχ ὅπως ἀμφότερα πράττωμεν (οὐ γὰρ δεῖ τὰ φαῦλα πείθειν) , ἀλλ' ἵνα μὴ λανθάνῃ πῶς ἔχει, καὶ ὅπως ἄλλου χρωμένου τοῖς λόγοις μὴ δικαίως αὐτοὶ λύειν ἔχωμεν.
286Aristoteles, Rhetorica, 1, 2, 22; 44 (auctor 384BC-322BC)
πρότερον οὖν εἴπωμεν περὶ τῶν εἰδῶν· πρῶτον δὲ λάβωμεν τὰ γένη τῆς ῥητορικῆς, ὅπως διελόμενοι πόσα ἐστίν, περὶ τούτων χωρὶς λαμβάνωμεν τὰ στοιχεῖα καὶ τὰς προτάσεις.
287Aristoteles, Rhetorica, 1, 4, 8; 7 (auctor 384BC-322BC)
σχεδὸν γάρ, περὶ ὧν βουλεύονται πάντες καὶ περὶ ὧν ἀγορεύουσιν οἱ συμβουλεύοντες, τὰ μέγιστα τυγχάνει πέντε τὸν ἀριθμὸν ὄντα· ταῦτα δ' ἐστὶν περί τε πόρων, καὶ πολέμου καὶ εἰρήνης, ἔτι δὲ περὶ φυλακῆς τῆς χώρας, καὶ τῶν εἰσαγομένων καὶ ἐξαγομένων, καὶ νομοθεσίας· ὥστε περὶ μὲν πόρων τὸν μέλλοντα συμβουλεύειν δέοι ἂν τὰς προσόδους τῆς πόλεως εἰδέναι τίνες καὶ πόσαι, ὅπως εἴτε τις παραλείπεται προστεθῇ καὶ εἴ τις ἐλάττων αὐξηθῇ, ἔτι δὲ τὰς δαπάνας τῆς πόλεως ἁπάσας, ὅπως εἴ τις περίεργος ἀφαιρεθῇ καὶ εἴ τις μείζων ἐλάττων γένηται· οὐ γὰρ μόνον πρὸς τὰ ὑπάρχοντα προστιθέντες πλουσιώτεροι γίγνονται, ἀλλὰ καὶ ἀφαιροῦντες τῶν δαπανημάτων.
288Aristoteles, Rhetorica, 1, 4, 9; 10 (auctor 384BC-322BC)
οὐ μόνον δὲ τῆς οἰκείας πόλεως ἀλλὰ καὶ τῶν ὁμόρων ταῦτα ἀναγκαῖον εἰδέναι, καὶ πρὸς οὓς ἐπίδοξον πολεμεῖν, ὅπως πρὸς μὲν τοὺς κρείττους εἰρηνεύηται, πρὸς δὲ τοὺς ἥττους ἐφ' αὑτοῖς ᾖ τὸ πολεμεῖν, καὶ τὰς δυνάμεις, πότερον ὅμοιαι ἢ ἀνόμοιαι· ἔστιν γὰρ καὶ ταύτῃ πλεονεκτεῖν ἢ ἐλαττοῦσθαι.
289Aristoteles, Rhetorica, 1, 7, 13; 17 (auctor 384BC-322BC)
δῆλον οὖν ἐκ τῶν εἰρημένων ὅτι ἀμφοτέρως μεῖζον ἔστιν φαίνεσθαι· καὶ γὰρ εἰ ἀρχή, τὸ δὲ μὴ ἀρχή, δόξει μεῖζον εἶναι, καὶ εἰ μὴ ἀρχή, τὸ δὲ ἀρχή· τὸ γὰρ τέλος μεῖζον καὶ οὐχ ἡ ἀρχή, ὥσπερ ὁ Λεωδάμας κατηγορῶν ἔφη Καλλιστράτου τὸν βουλεύσαντα τοῦ πράξαντος μᾶλλον ἀδικεῖν· οὐ γὰρ ἂν πραχθῆναι μὴ βουλεύσαντος· πάλιν δὲ καὶ Χαβρίου, τὸν πράξαντα τοῦ βουλεύσαντος· οὐ γὰρ ἂν γενέσθαι, εἰ μὴ ἦν ὁ πράξων· τούτου γὰρ ἕνεκα ἐπιβουλεύειν, ὅπως πράξωσιν.
290Aristoteles, Rhetorica, 1, 12, 31; 41 (auctor 384BC-322BC)
καὶ οὓς ἀδικήσαντες δυνήσονται πολλὰ δίκαια πράττειν, ὡς ῥᾳδίως ἰασόμενοι, ὥσπερ ἔφη Ἰάσων ὁ Θετταλὸς δεῖν ἀδικεῖν ἔνια, ὅπως δύνηται καὶ δίκαια πολλὰ ποιεῖν.
291Aristoteles, Rhetorica, 1, 13, 9; 12 (auctor 384BC-322BC)
ἐπεὶ δ' ὁμολογοῦντες πολλάκις πεπραχέναι ἢ τὸ ἐπίγραμμα οὐχ ὁμολογοῦσιν ἢ περὶ ὃ τὸ ἐπίγραμμα, οἷον λαβεῖν μὲν ἀλλ' οὐ κλέψαι, καὶ πατάξαι πρότερον ἀλλ' οὐχ ὑβρίσαι, καὶ συγγενέσθαι ἀλλ' οὐ μοιχεῦσαι, ἢ κλέψαι μὲν ἀλλ' οὐχ ἱεροσυλῆσαι (οὐ γὰρ θεοῦ τι) , ἢ ἐπεργάσασθαι μὲν ἀλλ' οὐ δημοσίαν, ἢ διειλέχθαι μὲν τοῖς πολεμίοις ἀλλ' οὐ προδοῦναι, διὰ ταῦτα δέοι ἂν καὶ περὶ τούτων διωρίσθαι, τί κλοπή, τί ὕβρις, τί μοιχεία, ὅπως ἐάν τε ὑπάρχειν ἐάν τε μὴ ὑπάρχειν βουλώμεθα δεικνύναι ἔχωμεν ἐμφανίζειν τὸ δίκαιον.
292Aristoteles, Rhetorica, 1, 13, 19; 26 (auctor 384BC-322BC)
καὶ τὸ εἰς δίαιταν μᾶλλον ἢ εἰς δίκην βούλεσθαι ἰέναι· ὁ γὰρ διαιτητὴς τὸ ἐπιεικὲς ὁρᾷ, ὁ δὲ δικαστὴς τὸν νόμον· καὶ τούτου ἕνεκα διαιτητὴς εὑρέθη, ὅπως τὸ ἐπιεικὲς ἰσχύῃ.
293Aristoteles, Rhetorica, 1, 15, 7; 9 (auctor 384BC-322BC)
καὶ ὅτι ὥσπερ ἀργυρογνώμων ὁ κριτής ἐστιν, ὅπως διακρίνῃ τὸ κίβδηλον δίκαιον καὶ τὸ ἀληθές.
294Aristoteles, Rhetorica, 1, 15, 32; 51 (auctor 384BC-322BC)
ἐπεὶ δὲ καθ' ἕκαστον δῆλον ὅπως λεκτέον, καὶ συνδυαζομένων πῶς λεκτέον δῆλον, οἷον εἰ αὐτὸς μὲν θέλει λαμβάνειν διδόναι δὲ μή, καὶ εἰ δίδωσι μὲν λαμβάνειν δὲ μὴ θέλει, καὶ εἰ λαμβάνειν καὶ διδόναι θέλει εἴτε μηδέτερον· ἐκ γὰρ τῶν εἰρημένων ἀνάγκη συγκεῖσθαι, ὥστε καὶ τοὺς λόγους συγκεῖσθαι ἐκ τῶν εἰρημένων.
295Aristoteles, Rhetorica, 2, 1, 3; 2 (auctor 384BC-322BC)
ἐπεὶ δὲ ἕνεκα κρίσεώς ἐστιν ἡ ῥητορική (καὶ γὰρ τὰς συμβουλὰς κρίνουσι καὶ ἡ δίκη κρίσις ἐστίν) , ἀνάγκη μὴ μόνον πρὸς τὸν λόγον ὁρᾶν, ὅπως ἀποδεικτικὸς ἔσται καὶ πιστός, ἀλλὰ καὶ αὑτὸν ποιόν τινα καὶ τὸν κριτὴν κατασκευάζειν· πολὺ γὰρ διαφέρει πρὸς πίστιν, μάλιστα μὲν ἐν ταῖς συμβουλαῖς, εἶτα καὶ ἐν ταῖς δίκαις, τό τε ποιόν τινα φαίνεσθαι τὸν λέγοντα καὶ τὸ πρὸς αὑτοὺς ὑπολαμβάνειν πως διακεῖσθαι αὐτόν, πρὸς δὲ τούτοις ἐὰν καὶ αὐτοὶ διακείμενοί πως τυγχάνωσιν.
296Aristoteles, Rhetorica, 2, 2, 5; 7 (auctor 384BC-322BC)
ἔστι γὰρ ὁ ἐπηρεασμὸς ἐμποδισμὸς ταῖς βουλήσεσιν μὴ ἵνα τι αὑτῷ ἀλλ' ἵνα μὴ ἐκείνῳ· ἐπεὶ οὖν οὐχ ἵνα αὑτῷ τι, ὀλιγωρεῖ· δῆλον γὰρ ὅτι οὔτε βλάψειν ὑπολαμβάνει, ἐφοβεῖτο γὰρ ἂν καὶ οὐκ ὠλιγώρει, οὔτ' ὠφελῆσαι ἂν οὐδὲν ἄξιον λόγου, ἐφρόντιζε γὰρ ἂν ὥστε φίλος εἶναι· καὶ ὁ ὑβρίζων δὲ ὀλιγωρεῖ· ἔστι γὰρ ὕβρις τὸ πράττειν καὶ λέγειν ἐφ' οἷς αἰσχύνη ἔστι τῷ πάσχοντι, μὴ ἵνα τι γίγνηται αὑτῷ ἄλλο ἢ ὅ τι ἐγένετο, ἀλλ' ὅπως ἡσθῇ· οἱ γὰρ ἀντιποιοῦντες οὐχ ὑβρίζουσιν ἀλλὰ τιμωροῦνται.
297Aristoteles, Rhetorica, 2, 18, 5; 5 (auctor 384BC-322BC)
τούτων δὲ διορισθέντων περὶ τῶν ἐνθυμημάτων κοινῇ πειραθῶμεν εἰπεῖν, εἴ τι ἔχομεν, καὶ περὶ παραδειγμάτων, ὅπως τὰ λοιπὰ προσθέντες ἀποδῶμεν τὴν ἐξ ἀρχῆς πρόθεσιν.
298Aristoteles, Rhetorica, 2, 21, 8; 25 (auctor 384BC-322BC)
ἁρμόττει δ' ἐν τοῖς τοιούτοις καὶ τὰ Λακωνικὰ ἀποφθέγματα καὶ τὰ αἰνιγματώδη, οἷον εἴ τις λέγει ὅπερ Στησίχορος ἐν Λοκροῖς εἶπεν, ὅτι οὐ δεῖ ὑβριστὰς εἶναι, ὅπως μὴ οἱ τέττιγες χαμόθεν ᾄδωσιν.
299Aristoteles, Rhetorica, 2, 23, 19; 49 (auctor 384BC-322BC)
ἄλλος ἐκ τοῦ μὴ ταὐτὸ ἀεὶ αἱρεῖσθαι ὕστερον καὶ πρότερον, ἀλλ' ἀνάπαλιν, οἷον τόδε τὸ ἐνθύμημα, « ἦ φεύγοντες μὲν ἐμαχόμεθα ὅπως κατέλθωμεν, κατελθόντες δὲ φευξόμεθα ὅπως μὴ μαχώμεθα· » ὁτὲ μὲν γὰρ τὸ μένειν ἀντὶ τοῦ μάχεσθαι ᾑροῦντο, ὁτὲ δὲ τὸ μὴ μάχεσθαι ἀντὶ τοῦ μὴ μένειν.
300Aristoteles, Rhetorica, 2, 23, 20; 51 (auctor 384BC-322BC)
καὶ τὸ ἐκ τοῦ Μελεάγρου τοῦ Ἀντιφῶντος, οὐχ ὡς κτάνωσι θῆρ', ὅπως δὲ μάρτυρες ἀρετῆς γένωνται Μελεάγρῳ πρὸς Ἑλλάδα.
301Aristoteles, Rhetorica, 3, 6, 7; 9 (auctor 384BC-322BC)
ἔστι δὲ τοῦτο καὶ ἐπὶ ἀγαθῶν καὶ κακῶν, ὅπως οὐκ ἔχει, ὁποτέρως ἂν ᾖ χρήσιμον, ὅθεν καὶ τὰ ὀνόματα οἱ ποιηταὶ φέρουσιν, τὸ ἄχορδον καὶ τὸ ἄλυρον μέλος· ἐκ τῶν στερήσεων γὰρ ἐπιφέρουσιν· εὐδοκιμεῖ γὰρ τοῦτο ἐν ταῖς μεταφοραῖς λεγόμενον ταῖς ἀνάλογον, οἷον τὸ φάναι τὴν σάλπιγγα ἱέναι μέλος ἄλυρον.
302Aristoteles, Rhetorica, 3, 7, 7; 9 (auctor 384BC-322BC)
πάσχουσι δέ τι οἱ ἀκροαταὶ καὶ ᾧ κατακόρως χρῶνται οἱ λογογράφοι, « τίς δ' οὐκ οἶδεν· » , « ἅπαντες ἴσασιν » · ὁμολογεῖ γὰρ ὁ ἀκούων αἰσχυνόμενος, ὅπως μετέχῃ οὗπερ καὶ οἱ ἄλλοι πάντες.
303Aristoteles, Rhetorica, 3, 14, 6; 13 (auctor 384BC-322BC)
1.1 ἥγεό μοι λόγον ἄλλον, ὅπως Ἀσίας ἀπὸ γαίης ἦλθεν ἐς Εὐρώπην πόλεμος μέγας.
304Aristoteles, Rhetorica, 3, 14, 10; 25 (auctor 384BC-322BC)
ὅτι δὲ πρὸς τὸν ἀκροατὴν οὐχ ᾗπερ [ὁ] ἀκροατής, δῆλον· πάντες γὰρ ἢ διαβάλλουσιν ἢ φόβους ἀπολύονται ἐν τοῖς προοιμίοις· ἄναξ, ἐρῶ μὲν οὐχ ὅπως σπουδῆς ὕπο, σοπη.
305Aristoteles, Rhetorica, 3, 15, 3; 4 (auctor 384BC-322BC)
καὶ ἀντικαταλλάττεσθαι τὸ οὗ ἕνεκα, ὅτι οὐ βλάψαι ἐβούλετο ἀλλὰ τόδε, καὶ οὐ τοῦτο ὃ διεβάλλετο ποιῆσαι, συνέβη δὲ βλαβῆναι· « δίκαιον δὲ μισεῖν, εἰ ὅπως τοῦτο γένηται ἐποίουν.
306Aristoteles, Rhetorica, 3, 18, 7; 13 (auctor 384BC-322BC)
περὶ δὲ τῶν γελοίων, ἐπειδή τινα δοκεῖ χρῆσιν ἔχειν ἐν τοῖς ἀγῶσι, καὶ δεῖν ἔφη Γοργίας τὴν μὲν σπουδὴν διαφθείρειν τῶν ἐναντίων γέλωτι τὸν δὲ γέλωτα σπουδῇ, ὀρθῶς λέγων, εἴρηται πόσα εἴδη γελοίων ἔστιν ἐν τοῖς περὶ ποιητικῆς, ὧν τὸ μὲν ἁρμόττει ἐλευθέρῳ τὸ δ' οὔ, ὅπως τὸ ἁρμόττον αὑτῷ λήψεται.
307Aristoteles, Rhetorica, 3, 19, 6; 17 (auctor 384BC-322BC)
τελευτὴ δὲ τῆς λέξεως ἁρμόττει ἡ ἀσύνδετος, ὅπως ἐπίλογος ἀλλὰ μὴ λόγος ᾖ· « εἴρηκα, ἀκηκόατε, ἔχετε, κρίνατε » .
308Aristoteles, Topica, 1, I 1; 2 (auctor 384BC-322BC)
Πρῶτον οὖν ῥητέον τί ἐστι συλλογισμός καί τίνες αὐτοῦ διαφοραί, ὅπως ληφθῇ ὁ διαλεκτικός συλλογισμός· τοῦτον γάρ ζητοῦμεν κατά τήν προκειμένην πραγματείαν.
309Aristoteles, Topica, 1, I 11; 2 (auctor 384BC-322BC)
Ἔνια μέν γάρ τῶν προβλημάτων χρήσιμον εἰδέναι πρός τό ἑλέσθαι ἢ φυγεῖν, οἷον πότερον ἡ ἡδονή αἱρετόν ἢ οὔ, ἔνια δέ πρός τό εἰδέναι μόνον, οἷον πότερον ὁ κόσμος ἀΐδιος ἢ οὔ, ἔνια δέ αὐτά μέν καθ᾿ αὑτά πρός οὐδέτερον τούτων, συνεργά δέ ἐστι πρός τινα τῶν τοιούτων· πολλά γάρ αὐτά μέν καθ᾿ αὑτά οὐ βουλόμεθα γνωρίζειν, ἑτέρων δ᾿ ἕνεκα, ὅπως διά τούτων ἄλλο τι γνωρίσωμεν.
310Aristoteles, Topica, 2, II 7; 1 (auctor 384BC-322BC)
Ἐπεί δέ τά ἐναντία συμπλέκεται μέν ἀλλήλοις ἑξαχῶς, ἐναντίωσιν δέ ποιεῖ τετραχῶς συμπλεκόμενα, δεῖ λαμβάνειν τά ἐναντία, ὅπως ἂν χρήσιμον ᾖ καί ἀναιροῦντι καί κατασκευάζοντι.
311Aristoteles, Topica, 3, III 1; 12 (auctor 384BC-322BC)
Τό μέν γάρ καθ᾿ αὑτό αἱρετόν, τό δέ κατά συμβεβηκός· τό γάρ τούς ἐχθρούς δικαίους εἶναι κατά συμβεβηκός αἱρούμεθα, ὅπως μηδέν ἡμᾶς βλάπτωσιν.
312Aristoteles, Topica, 3, III 1; 13 (auctor 384BC-322BC)
Ἔστι δέ τοῦτο ταὐτό τῷ πρό τούτου, διαφέρει δέ τῷ τρόπῳ· τό μέν γάρ τούς φίλους δικαίους εἶναι δι᾿ αὑτό αἱρούμεθα, καί εἰ μηδέν ἡμῖν μέλλει ἔσεσθαι, κἂν ἐν Ἰνδοῖς ὦσιν· τό δέ τούς ἐχθρούς δι᾿ ἕτερον, ὅπως μηθέν ἡμᾶς βλάπτωσιν.
313Aristoteles, Topica, 5, V 1; 8 (auctor 384BC-322BC)
Ὅπως δ᾿ οὖν δειχθέντος ἀναιρεῖται τό προκείμενον.
314Aristoteles, Topica, 6, VI 4; 33 (auctor 384BC-322BC)
Δεῖ δ᾿ ὅπως φωραθῇ τά τοιαῦτα μεταλαμβάνειν ἀντί τοῦ ὀνόματος τόν λόγον, οἷον ὅτι ἡμέρα ἡλίου φορά ὑπέρ γῆς ἐστίν· δῆλον γάρ ὅτι ὁ τήν φοράν ἡλίου ὑπέρ γῆς εἰρηκώς τόν ἥλιον εἴρηκεν, ὥστε κέχρηται τῷ ἡλίῳ ὁ τῇ ἡμέρᾳ χρησάμενος.
315Aristoteles, Topica, 8, VIII 2; 4 (auctor 384BC-322BC)
Διό πειρατέον ἐπί πάντων τῶν τοιούτων ὀνοματοποιεῖν αὐτόν, ὅπως μήτε τῷ ἀποκρινομένῳ ἐξῇ ἀμφισβητεῖν ὡς οὐχ ὁμοίως τό ἐπιφερόμενον λέγεται, μήτε τῷ ἐρωτῶντι συκοφαντεῖν ὡς ὁμοίως λεγομένου, ἐπειδή πολλά τῶν οὐχ ὁμοίως λεγομένων ὁμοίως φαίνεται λέγεσθαι.
316Auctores varii 013, Epistolae et decreta, 13, 0560B
Εἰ καὶ μάλιστα διὰ προτέρων γραμμάτων ἐδηλώσαμεν, ὅπως ἀμερίμνως, εἰς τὸ ἡμέτερον κομιτάτον παραγένῃ, διά τὸ μάλιστα βουλεύεσθαι ἡμᾶς ἀποστεῖλαί σε εἰς τὰ ἴδια, ὅμως καὶ νῦν ταῦτα τὰ γράμματα, πρὸς τὴν σὴν στεῤῥότητα δεδηλώκαμεν· διὸ, προτρεπόμεθα χωρίς τινος ἀπιστίας καὶ φόβου, ἐπιβῆναί σε δημοσίοις ὀχήμασι καὶ σπουδάσαι πρὸς ἡμᾶς, ἵνα ὧν ἐπιθυμεῖς, ἀπολαῦσαι δυνηθῇς.
317Auctores varii 013, Epistolae et decreta, 13, 0572B
Τὰ γράμματα τῆς σῆς φιλανθρωπίας ἐδεξάμεθα, κύριε θεοφιλέστατε βασιλεῦ, τὰ περιέχοντα διὰ τὴν τῶν δημοσίων ἀνάγκην, τέως μὴ δεδυνῆσθαί σε τοὺς ἡμετέροὺς πρέσβεις θεωρῆσαι· ἡμᾶς δὲ κελεύεις ἐκδέξασθαι τὴν αὐτῶν ἐπάνοδον ἕως ἂν τὰ παρ' ἡμῶν ὁρισθέντα ἀκολούθως τοῖς προγόνοις ἡμῶν ἐπιγνῷ παρ' αὐτῶν ἡ σὴ εὐλάβεια· ἀλλὰ καὶ νῦν διὰ τούτων τῶν γραμμάτων ὁμολογοῦμεν καὶ διαβεβαιούμεθα, μηδαμῶς ἡμᾶς ἀναχωρεῖν τῆς ἡμετέρας προθέσεως· τοῦτο γὰρ καὶ τοῖς πρέσβεσιν ἡμῶν ἐνετειλάμεθα· ἀξιοῦμεν τοίνυν ὅπως γαληναίᾳ τῇ προσόψει, τάτε νῦν γράμματα τῆς ἡμετέρας μετριότητος κελεύσεις ἀναγνωσθῆναι· ἀλλὰ γὰρ κᾀκεῖνα ἃ διὰ τῶν πρέσβεων ἡμῶν ἐνετειλάμεθα ἡδέως ὑπόδεξαι· ἐκεῖνο μέντοι συνορᾷ μεθ' ἡμῶν καὶ ἡ σὴ ἡμερότης, ὅση νῦν ἐστι λύπη καὶ κατήφεια, ὅτι ἐν τοῖς μακαριωτάτοις καιροῖς τοσαῦται ἐκκλησίαι χωρὶς ἐπισκόπων εἰσι· καὶ διὰ τοῦτο πάλιν τὴν σὴν φιλανθρωπίαν ἀξιοῦμεν, κύριε θεοφιλέστατε βασιλεῦ, ὅπως πρὸ τῆς τραχύτητος τῶν χειμώνων, εἴπερ ἀρέσειε τῇ σῇ εὐσεβείᾳ, κελεύσεις ἡμᾶς εἰς τὰς ἡμετέρας ἐκκλησίας ἐπανελθεῖν, ὑπὲρ τοῦ δύνασθαι ἡμᾶς τῷ παντοκράτορι Θεῷ καὶ τῷ δεσπότῃ καὶ σωτῆρι ἡμῶν Χριστῷ, τῷ υἱῷ αὐτοῦ τῷ μονογενεῖ, ὑπὲρ τῆς σῆς βασιλείας, τὰς ἐθίμους εὐχὰς μετὰ τῶν λαῶν ἀποπληροῦν, καθὼς καὶ ἀεὶ ἐπετελέσαμεν καὶ νῦν ἐχόμενοι.
318Biblia, Biblia graeca iuxta LXX interpretes, p5, 1; 17
καὶ ὥσπερ τινὶ ἠδικηκότι βασιλέα περιπεφραγμέναι εἰσὶν αἱ αὐλαὶ ὡς ἐπὶ θανάτῳ ἀπηγμένῳ, τοὺς οἴκους αὐτῶν ὀχυροῦσιν οἱ ἱερεῖς θυρώμασίν τε καὶ κλείθροις καὶ μοχλοῖς, ὅπως ὑπὸ τῶν λῃστῶν μὴ συληθῶσι.
319Biblia, Biblia graeca iuxta LXX interpretes, p6; 17
καὶ εἶπεν τοῖς κορασίοις Ἐνέγκατε δή μοι ἔλαιον καὶ σμῆγμα καὶ τὰς θύρας τοῦ παραδείσου κλείσατε, ὅπως λούσωμαι.
320Biblia, Biblia graeca iuxta LXX interpretes, p6; 32
οἱ δὲ παράνομοι ἐκέλευσαν ἀποκαλυφθῆναι αὐτήν, ἦν γὰρ κατακεκαλυμμένη, ὅπως ἐμπλησθῶσιν τοῦ κάλλους αὐτῆς·
321Biblia, Biblia graeca iuxta LXX interpretes, p6; 59
εἶπεν δὲ αὐτῷ Δανιηλ Ὀρθῶς ἔψευσαι καὶ σὺ εἰς τὴν σεαυτοῦ κεφαλήν· μένει γὰρ ὁ ἄγγελος τοῦ θεοῦ τὴν ῥομφαίαν ἔχων πρίσαι σε μέσον, ὅπως ἐξολεθρεύσῃ ὑμᾶς.
322Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 2; 16
καὶ Δανιηλ εἰσῆλθεν καὶ ἠξίωσεν τὸν βασιλέα ὅπως χρόνον δῷ αὐτῷ, καὶ τὴν σύγκρισιν αὐτοῦ ἀναγγείλῃ τῷ βασιλεῖ.
323Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 2; 18
καὶ οἰκτιρμοὺς ἐζήτουν παρὰ τοῦ θεοῦ τοῦ οὐρανοῦ ὑπὲρ τοῦ μυστηρίου τούτου, ὅπως ἂν μὴ ἀπόλωνται Δανιηλ καὶ οἱ φίλοι αὐτοῦ μετὰ τῶν ἐπιλοίπων σοφῶν Βαβυλῶνος.
324Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 3; 95
καὶ ἀπεκρίθη Ναβουχοδονοσορ καὶ εἶπεν Εὐλογητὸς ὁ θεὸς τοῦ Σεδραχ, Μισαχ, Αβδεναγω, ὃς ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλατο τοὺς παῖδας αὐτοῦ, ὅτι ἐπεποίθεισαν ἐπ’ αὐτῷ καὶ τὸ ῥῆμα τοῦ βασιλέως ἠλλοίωσαν καὶ παρέδωκαν τὰ σώματα αὐτῶν εἰς πῦρ, ὅπως μὴ λατρεύσωσιν μηδὲ προσκυνήσωσιν παντὶ θεῷ ἀλλ’ ἢ τῷ θεῷ αὐτῶν·
325Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 4; 6
καὶ δι’ ἐμοῦ ἐτέθη δόγμα τοῦ εἰσαγαγεῖν ἐνώπιόν μου πάντας τοὺς σοφοὺς Βαβυλῶνος, ὅπως τὴν σύγκρισιν τοῦ ἐνυπνίου γνωρίσωσίν μοι.
326Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 6; 3
καὶ ἐπάνω αὐτῶν τακτικοὺς τρεῖς, ὧν ἦν Δανιηλ εἷς ἐξ αὐτῶν, τοῦ ἀποδιδόναι αὐτοῖς τοὺς σατράπας λόγον, ὅπως ὁ βασιλεὺς μὴ ἐνοχλῆται·
327Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 6; 8
συνεβουλεύσαντο πάντες οἱ ἐπὶ τῆς βασιλείας σου στρατηγοὶ καὶ σατράπαι, ὕπατοι καὶ τοπάρχαι τοῦ στῆσαι στάσει βασιλικῇ καὶ ἐνισχῦσαι ὁρισμόν, ὅπως ὃς ἂν αἰτήσῃ αἴτημα παρὰ παντὸς θεοῦ καὶ ἀνθρώπου ἕως ἡμερῶν τριάκοντα ἀλλ’ ἢ παρὰ σοῦ, βασιλεῦ, ἐμβληθήσεται εἰς τὸν λάκκον τῶν λεόντων·
328Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 6; 9
νῦν οὖν, βασιλεῦ, στῆσον τὸν ὁρισμὸν καὶ ἔκθες γραφήν, ὅπως μὴ ἀλλοιωθῇ τὸ δόγμα Μήδων καὶ Περσῶν.
329Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 6; 13
καὶ προσελθόντες λέγουσιν τῷ βασιλεῖ Βασιλεῦ, οὐχ ὁρισμὸν ἔταξας ὅπως πᾶς ἄνθρωπος, ὃς ἂν αἰτήσῃ παρὰ παντὸς θεοῦ καὶ ἀνθρώπου αἴτημα ἕως ἡμερῶν τριάκοντα ἀλλ’ ἢ παρὰ σοῦ, βασιλεῦ, ἐμβληθήσεται εἰς τὸν λάκκον τῶν λεόντων; καὶ εἶπεν ὁ βασιλεύς Ἀληθινὸς ὁ λόγος, καὶ τὸ δόγμα Μήδων καὶ Περσῶν οὐ παρελεύσεται.
330Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 6; 18
καὶ ἤνεγκαν λίθον καὶ ἐπέθηκαν ἐπὶ τὸ στόμα τοῦ λάκκου, καὶ ἐσφραγίσατο ὁ βασιλεὺς ἐν τῷ δακτυλίῳ αὐτοῦ καὶ ἐν τῷ δακτυλίῳ τῶν μεγιστάνων αὐτοῦ, ὅπως μὴ ἀλλοιωθῇ πρᾶγμα ἐν τῷ Δανιηλ.
331Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 12; 13
εἰπὸν οὖν ὅτι Ἀδελφὴ αὐτοῦ εἰμι, ὅπως ἂν εὖ μοι γένηται διὰ σέ, καὶ ζήσεται ἡ ψυχή μου ἕνεκεν σοῦ.
332Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 18; 19
ᾔδειν γὰρ ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ μετ’ αὐτόν, καὶ φυλάξουσιν τὰς ὁδοὺς κυρίου ποιεῖν δικαιοσύνην καὶ κρίσιν· ὅπως ἂν ἐπαγάγῃ κύριος ἐπὶ Αβρααμ πάντα, ὅσα ἐλάλησεν πρὸς αὐτόν.
333Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 27; 4
καὶ ποίησόν μοι ἐδέσματα, ὡς φιλῶ ἐγώ, καὶ ἔνεγκέ μοι, ἵνα φάγω, ὅπως εὐλογήσῃ σε ἡ ψυχή μου πρὶν ἀποθανεῖν με.
334Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 27; 10
καὶ εἰσοίσεις τῷ πατρί σου, καὶ φάγεται, ὅπως εὐλογήσῃ σε ὁ πατήρ σου πρὸ τοῦ ἀποθανεῖν αὐτόν.
335Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 27; 19
καὶ εἶπεν Ιακωβ τῷ πατρὶ αὐτοῦ Ἐγὼ Ησαυ ὁ πρωτότοκός σου· ἐποίησα, καθὰ ἐλάλησάς μοι· ἀναστὰς κάθισον καὶ φάγε τῆς θήρας μου, ὅπως εὐλογήσῃ με ἡ ψυχή σου.
336Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 27; 31
καὶ ἐποίησεν καὶ αὐτὸς ἐδέσματα καὶ προσήνεγκεν τῷ πατρὶ αὐτοῦ καὶ εἶπεν τῷ πατρί Ἀναστήτω ὁ πατήρ μου καὶ φαγέτω τῆς θήρας τοῦ υἱοῦ αὐτοῦ, ὅπως εὐλογήσῃ με ἡ ψυχή σου.
337Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 29; 21
εἶπεν δὲ Ιακωβ πρὸς Λαβαν Ἀπόδος τὴν γυναῖκά μου, πεπλήρωνται γὰρ αἱ ἡμέραι μου, ὅπως εἰσέλθω πρὸς αὐτήν.
338Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 37; 22
εἶπεν δὲ αὐτοῖς Ρουβην Μὴ ἐκχέητε αἷμα· ἐμβάλετε αὐτὸν εἰς τὸν λάκκον τοῦτον τὸν ἐν τῇ ἐρήμῳ, χεῖρα δὲ μὴ ἐπενέγκητε αὐτῷ· ὅπως ἐξέληται αὐτὸν ἐκ τῶν χειρῶν αὐτῶν καὶ ἀποδῷ αὐτὸν τῷ πατρὶ αὐτοῦ.
339Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 50; 20
ὑμεῖς ἐβουλεύσασθε κατ’ ἐμοῦ εἰς πονηρά, ὁ δὲ θεὸς ἐβουλεύσατο περὶ ἐμοῦ εἰς ἀγαθά, ὅπως ἂν γενηθῇ ὡς σήμερον, ἵνα διατραφῇ λαὸς πολύς.
340Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 2; 20
ὁ δὲ εἶπεν ταῖς θυγατράσιν αὐτοῦ Καὶ ποῦ ἐστι; καὶ ἵνα τί οὕτως καταλελοίπατε τὸν ἄνθρωπον; καλέσατε οὖν αὐτόν, ὅπως φάγῃ ἄρτον.
341Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 5; 3
καὶ λέγουσιν αὐτῷ Ὁ θεὸς τῶν Εβραίων προσκέκληται ἡμᾶς· πορευσόμεθα οὖν ὁδὸν τριῶν ἡμερῶν εἰς τὴν ἔρημον, ὅπως θύσωμεν τῷ θεῷ ἡμῶν, μήποτε συναντήσῃ ἡμῖν θάνατος ἢ φόνος.
342Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 9; 16
καὶ ἕνεκεν τούτου διετηρήθης, ἵνα ἐνδείξωμαι ἐν σοὶ τὴν ἰσχύν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.
343Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 10; 2
ὅπως διηγήσησθε εἰς τὰ ὦτα τῶν τέκνων ὑμῶν καὶ τοῖς τέκνοις τῶν τέκνων ὑμῶν ὅσα ἐμπέπαιχα τοῖς Αἰγυπτίοις, καὶ τὰ σημεῖά μου, ἃ ἐποίησα ἐν αὐτοῖς, καὶ γνώσεσθε ὅτι ἐγὼ κύριος.
344Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 10; 7
καὶ λέγουσιν οἱ θεράποντες Φαραω πρὸς αὐτόν Ἕως τίνος ἔσται τοῦτο ἡμῖν σκῶλον; ἐξαπόστειλον τοὺς ἀνθρώπους, ὅπως λατρεύσωσιν τῷ θεῷ αὐτῶν· ἢ εἰδέναι βούλει ὅτι ἀπόλωλεν Αἴγυπτος;
345Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 11; 7
καὶ ἐν πᾶσι τοῖς υἱοῖς Ισραηλ οὐ γρύξει κύων τῇ γλώσσῃ αὐτοῦ ἀπὸ ἀνθρώπου ἕως κτήνους, ὅπως εἰδῇς ὅσα παραδοξάσει κύριος ἀνὰ μέσον τῶν Αἰγυπτίων καὶ τοῦ Ισραηλ.
346Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 13; 9
καὶ ἔσται σοι σημεῖον ἐπὶ τῆς χειρός σου καὶ μνημόσυνον πρὸ ὀφθαλμῶν σου, ὅπως ἂν γένηται ὁ νόμος κυρίου ἐν τῷ στόματί σου· ἐν γὰρ χειρὶ κραταιᾷ ἐξήγαγέν σε κύριος ὁ θεὸς ἐξ Αἰγύπτου.
347Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 14; 12
οὐ τοῦτο ἦν τὸ ῥῆμα, ὃ ἐλαλήσαμεν πρὸς σὲ ἐν Αἰγύπτῳ λέγοντες Πάρες ἡμᾶς, ὅπως δουλεύσωμεν τοῖς Αἰγυπτίοις; κρεῖσσον γὰρ ἡμᾶς δουλεύειν τοῖς Αἰγυπτίοις ἢ ἀποθανεῖν ἐν τῇ ἐρήμῳ ταύτῃ.
348Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 16; 4
εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Ἰδοὺ ἐγὼ ὕω ὑμῖν ἄρτους ἐκ τοῦ οὐρανοῦ, καὶ ἐξελεύσεται ὁ λαὸς καὶ συλλέξουσιν τὸ τῆς ἡμέρας εἰς ἡμέραν, ὅπως πειράσω αὐτοὺς εἰ πορεύσονται τῷ νόμῳ μου ἢ οὔ·
349Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 20; 20
καὶ λέγει αὐτοῖς Μωϋσῆς Θαρσεῖτε· ἕνεκεν γὰρ τοῦ πειράσαι ὑμᾶς παρεγενήθη ὁ θεὸς πρὸς ὑμᾶς, ὅπως ἂν γένηται ὁ φόβος αὐτοῦ ἐν ὑμῖν, ἵνα μὴ ἁμαρτάνητε.
350Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 20; 26
οὐκ ἀναβήσῃ ἐν ἀναβαθμίσιν ἐπὶ τὸ θυσιαστήριόν μου, ὅπως ἂν μὴ ἀποκαλύψῃς τὴν ἀσχημοσύνην σου ἐπ’ αὐτοῦ.
351Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 23; 20
Καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ἵνα φυλάξῃ σε ἐν τῇ ὁδῷ, ὅπως εἰσαγάγῃ σε εἰς τὴν γῆν, ἣν ἡτοίμασά σοι.
352Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 33; 13
εἰ οὖν εὕρηκα χάριν ἐναντίον σου, ἐμφάνισόν μοι σεαυτόν· γνωστῶς ἴδω σε, ὅπως ἂν ὦ εὑρηκὼς χάριν ἐναντίον σου, καὶ ἵνα γνῶ ὅτι λαός σου τὸ ἔθνος τὸ μέγα τοῦτο.
353Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 17; 5
ὅπως ἀναφέρωσιν οἱ υἱοὶ Ισραηλ τὰς θυσίας αὐτῶν, ὅσας ἂν αὐτοὶ σφάξουσιν ἐν τοῖς πεδίοις, καὶ οἴσουσιν τῷ κυρίῳ ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου πρὸς τὸν ἱερέα καὶ θύσουσιν θυσίαν σωτηρίου τῷ κυρίῳ αὐτά·
354Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 18; 30
καὶ φυλάξετε τὰ προστάγματά μου, ὅπως μὴ ποιήσητε ἀπὸ πάντων τῶν νομίμων τῶν ἐβδελυγμένων, ἃ γέγονεν πρὸ τοῦ ὑμᾶς, καὶ οὐ μιανθήσεσθε ἐν αὐτοῖς· ὅτι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν.
355Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 23; 43
ὅπως ἴδωσιν αἱ γενεαὶ ὑμῶν ὅτι ἐν σκηναῖς κατῴκισα τοὺς υἱοὺς Ισραηλ ἐν τῷ ἐξαγαγεῖν με αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ἐγὼ κύριος ὁ θεὸς ὑμῶν.
356Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 15; 40
ὅπως ἂν μνησθῆτε καὶ ποιήσητε πάσας τὰς ἐντολάς μου καὶ ἔσεσθε ἅγιοι τῷ θεῷ ὑμῶν.
357Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 17; 5
μνημόσυνον τοῖς υἱοῖς Ισραηλ, ὅπως ἂν μὴ προσέλθῃ μηθεὶς ἀλλογενής, ὃς οὐκ ἔστιν ἐκ τοῦ σπέρματος Ααρων, ἐπιθεῖναι θυμίαμα ἔναντι κυρίου καὶ οὐκ ἔσται ὥσπερ Κορε καὶ ἡ ἐπισύστασις αὐτοῦ, καθὰ ἐλάλησεν κύριος ἐν χειρὶ Μωυσῆ.
358Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 27; 20
καὶ δώσεις τῆς δόξης σου ἐπ’ αὐτόν, ὅπως ἂν εἰσακούσωσιν αὐτοῦ οἱ υἱοὶ Ισραηλ.
359Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 32; 9
καὶ ἀνέβησαν Φάραγγα βότρυος καὶ κατενόησαν τὴν γῆν καὶ ἀπέστησαν τὴν καρδίαν τῶν υἱῶν Ισραηλ, ὅπως μὴ εἰσέλθωσιν εἰς τὴν γῆν, ἣν ἔδωκεν κύριος αὐτοῖς.
360Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 4; 10
ἡμέραν, ἣν ἔστητε ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν ἐν Χωρηβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας, ὅτε εἶπεν κύριος πρός με Ἐκκλησίασον πρός με τὸν λαόν, καὶ ἀκουσάτωσαν τὰ ῥήματά μου, ὅπως μάθωσιν φοβεῖσθαί με πάσας τὰς ἡμέρας, ἃς αὐτοὶ ζῶσιν ἐπὶ τῆς γῆς, καὶ τοὺς υἱοὺς αὐτῶν διδάξωσιν.
361Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 4; 40
καὶ φυλάξῃ τὰ δικαιώματα αὐτοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ, ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἵνα εὖ σοι γένηται καὶ τοῖς υἱοῖς σου μετὰ σέ, ὅπως μακροήμεροι γένησθε ἐπὶ τῆς γῆς, ἧς κύριος ὁ θεός σου δίδωσίν σοι πάσας τὰς ἡμέρας.
362Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 5; 33
κατὰ πᾶσαν τὴν ὁδόν, ἣν ἐνετείλατό σοι κύριος ὁ θεός σου πορεύεσθαι ἐν αὐτῇ, ὅπως καταπαύσῃ σε καὶ εὖ σοι ᾖ καὶ μακροημερεύσητε ἐπὶ τῆς γῆς, ἧς κληρονομήσετε.
363Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 6; 3
καὶ ἄκουσον, Ισραηλ, καὶ φύλαξαι ποιεῖν, ὅπως εὖ σοι ᾖ καὶ ἵνα πληθυνθῆτε σφόδρα, καθάπερ ἐλάλησεν κύριος ὁ θεὸς τῶν πατέρων σου δοῦναί σοι γῆν ῥέουσαν γάλα καὶ μέλι.
364Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 8; 2
καὶ μνησθήσῃ πᾶσαν τὴν ὁδόν, ἣν ἤγαγέν σε κύριος ὁ θεός σου ἐν τῇ ἐρήμῳ, ὅπως ἂν κακώσῃ σε καὶ ἐκπειράσῃ σε καὶ διαγνωσθῇ τὰ ἐν τῇ καρδίᾳ σου, εἰ φυλάξῃ τὰς ἐντολὰς αὐτοῦ ἢ οὔ.
365Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 17; 16
διότι οὐ πληθυνεῖ ἑαυτῷ ἵππον οὐδὲ μὴ ἀποστρέψῃ τὸν λαὸν εἰς Αἴγυπτον, ὅπως πληθύνῃ ἑαυτῷ ἵππον, ὁ δὲ κύριος εἶπεν Οὐ προσθήσετε ἀποστρέψαι τῇ ὁδῷ ταύτῃ ἔτι.
366Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 17; 20
ἵνα μὴ ὑψωθῇ ἡ καρδία αὐτοῦ ἀπὸ τῶν ἀδελφῶν αὐτοῦ, ἵνα μὴ παραβῇ ἀπὸ τῶν ἐντολῶν δεξιὰ ἢ ἀριστερά, ὅπως ἂν μακροχρονίσῃ ἐπὶ τῆς ἀρχῆς αὐτοῦ, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἐν τοῖς υἱοῖς Ισραηλ.
367Biblia, Biblia graeca iuxta LXX interpretes, Ios, 4; 24
ὅπως γνῶσιν πάντα τὰ ἔθνη τῆς γῆς ὅτι ἡ δύναμις τοῦ κυρίου ἰσχυρά ἐστιν, καὶ ἵνα ὑμεῖς σέβησθε κύριον τὸν θεὸν ὑμῶν ἐν παντὶ χρόνῳ.
368Biblia, Biblia graeca iuxta LXX interpretes, Ios, 11; 20
ὅτι διὰ κυρίου ἐγένετο κατισχῦσαι αὐτῶν τὴν καρδίαν συναντᾶν εἰς πόλεμον πρὸς Ισραηλ, ἵνα ἐξολεθρευθῶσιν, ὅπως μὴ δοθῇ αὐτοῖς ἔλεος, ἀλλ’ ἵνα ἐξολεθρευθῶσιν, ὃν τρόπον εἶπεν κύριος πρὸς Μωυσῆν.
369Biblia, Biblia graeca iuxta LXX interpretes, Ios, 23; 7
ὅπως μὴ εἰσέλθητε εἰς τὰ ἔθνη τὰ καταλελειμμένα ταῦτα, καὶ τὰ ὀνόματα τῶν θεῶν αὐτῶν οὐκ ὀνομασθήσεται ἐν ὑμῖν, οὐδὲ μὴ προσκυνήσητε αὐτοῖς οὐδὲ μὴ λατρεύσητε αὐτοῖς,
370Biblia, Biblia graeca iuxta LXX interpretes, 1Rg, 6; 5
καὶ μῦς χρυσοῦς ὁμοίωμα τῶν μυῶν ὑμῶν τῶν διαφθειρόντων τὴν γῆν· καὶ δώσετε τῷ κυρίῳ δόξαν, ὅπως κουφίσῃ τὴν χεῖρα αὐτοῦ ἀφ’ ὑμῶν καὶ ἀπὸ τῶν θεῶν ὑμῶν καὶ ἀπὸ τῆς γῆς ὑμῶν.
371Biblia, Biblia graeca iuxta LXX interpretes, 1Rg, 9; 6
καὶ εἶπεν αὐτῷ τὸ παιδάριον Ἰδοὺ δὴ ἄνθρωπος τοῦ θεοῦ ἐν τῇ πόλει ταύτῃ, καὶ ὁ ἄνθρωπος ἔνδοξος, πᾶν, ὃ ἐὰν λαλήσῃ, παραγινόμενον παρέσται· καὶ νῦν πορευθῶμεν, ὅπως ἀπαγγείλῃ ἡμῖν τὴν ὁδὸν ἡμῶν, ἐφ’ ἣν ἐπορεύθημεν ἐπ’ αὐτήν.
372Biblia, Biblia graeca iuxta LXX interpretes, 1Rg, 13; 9
καὶ εἶπεν Σαουλ Προσαγάγετε, ὅπως ποιήσω ὁλοκαύτωσιν καὶ εἰρηνικάς· καὶ ἀνήνεγκεν τὴν ὁλοκαύτωσιν.
373Biblia, Biblia graeca iuxta LXX interpretes, 1Rg, 15; 15
καὶ εἶπεν Σαουλ Ἐξ Αμαληκ ἤνεγκα αὐτά, ἃ περιεποιήσατο ὁ λαός, τὰ κράτιστα τοῦ ποιμνίου καὶ τῶν βοῶν, ὅπως τυθῇ τῷ κυρίῳ θεῷ σου, καὶ τὰ λοιπὰ ἐξωλέθρευσα.
374Biblia, Biblia graeca iuxta LXX interpretes, 2Rg, 10; 3
καὶ εἶπον οἱ ἄρχοντες υἱῶν Αμμων πρὸς Αννων τὸν κύριον αὐτῶν Μὴ παρὰ τὸ δοξάζειν Δαυιδ τὸν πατέρα σου ἐνώπιόν σου, ὅτι ἀπέστειλέν σοι παρακαλοῦντας; ἀλλ’ οὐχὶ ὅπως ἐρευνήσωσιν τὴν πόλιν καὶ κατασκοπήσωσιν αὐτὴν καὶ τοῦ κατασκέψασθαι αὐτὴν ἀπέστειλεν Δαυιδ τοὺς παῖδας αὐτοῦ πρὸς σέ;
375Biblia, Biblia graeca iuxta LXX interpretes, 2Rg, 13; 5
καὶ εἶπεν αὐτῷ Ιωναδαβ Κοιμήθητι ἐπὶ τῆς κοίτης σου καὶ μαλακίσθητι, καὶ εἰσελεύσεται ὁ πατήρ σου τοῦ ἰδεῖν σε, καὶ ἐρεῖς πρὸς αὐτόν Ἐλθέτω δὴ Θημαρ ἡ ἀδελφή μου καὶ ψωμισάτω με καὶ ποιησάτω κατ’ ὀφθαλμούς μου βρῶμα, ὅπως ἴδω καὶ φάγω ἐκ τῶν χειρῶν αὐτῆς.
376Biblia, Biblia graeca iuxta LXX interpretes, 2Rg, 13a; 5
καὶ εἶπεν αὐτῷ Ιωναδαβ Κοιμήθητι ἐπὶ τῆς κοίτης σου καὶ μαλακίσθητι, καὶ εἰσελεύσεται ὁ πατήρ σου τοῦ ἰδεῖν σε, καὶ ἐρεῖς πρὸς αὐτόν Ἐλθέτω δὴ Θημαρ ἡ ἀδελφή μου καὶ ψωμισάτω με καὶ ποιησάτω κατ’ ὀφθαλμούς μου βρῶμα, ὅπως ἴδω καὶ φάγω ἐκ τῶν χειρῶν αὐτῆς.
377Biblia, Biblia graeca iuxta LXX interpretes, 2Rg, 17a; 13
καὶ ἐὰν εἰς πόλιν συναχθῇ, καὶ λήμψεται πᾶς Ισραηλ πρὸς τὴν πόλιν ἐκείνην σχοινία καὶ συροῦμεν αὐτὴν ἕως εἰς τὸν χειμάρρουν, ὅπως μὴ καταλειφθῇ ἐκεῖ μηδὲ λίθος.
378Biblia, Biblia graeca iuxta LXX interpretes, 2Rg, 17a; 14
καὶ εἶπεν Αβεσσαλωμ καὶ πᾶς ἀνὴρ Ισραηλ Ἀγαθὴ ἡ βουλὴ Χουσι τοῦ Αραχι ὑπὲρ τὴν βουλὴν Αχιτοφελ· καὶ κύριος ἐνετείλατο διασκεδάσαι τὴν βουλὴν Αχιτοφελ τὴν ἀγαθήν, ὅπως ἂν ἐπαγάγῃ κύριος ἐπὶ Αβεσσαλωμ τὰ κακὰ πάντα. –
379Biblia, Biblia graeca iuxta LXX interpretes, 3Rg, 6; 6
ἡ πλευρὰ ἡ ὑποκάτω πέντε πήχεων τὸ πλάτος αὐτῆς, καὶ τὸ μέσον ἕξ, καὶ ἡ τρίτη ἑπτὰ ἐν πήχει τὸ πλάτος αὐτῆς· ὅτι διάστημα ἔδωκεν τῷ οἴκῳ κυκλόθεν ἔξωθεν τοῦ οἴκου, ὅπως μὴ ἐπιλαμβάνωνται τῶν τοίχων τοῦ οἴκου.
380Biblia, Biblia graeca iuxta LXX interpretes, 3Rg, 8; 40
ὅπως φοβῶνταί σε πάσας τὰς ἡμέρας, ἃς αὐτοὶ ζῶσιν ἐπὶ τῆς γῆς, ἧς ἔδωκας τοῖς πατράσιν ἡμῶν.
381Biblia, Biblia graeca iuxta LXX interpretes, 3Rg, 8; 43
καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου καὶ ποιήσεις κατὰ πάντα, ὅσα ἂν ἐπικαλέσηταί σε ὁ ἀλλότριος, ὅπως γνῶσιν πάντες οἱ λαοὶ τὸ ὄνομά σου καὶ φοβῶνταί σε καθὼς ὁ λαός σου Ισραηλ καὶ γνῶσιν ὅτι τὸ ὄνομά σου ἐπικέκληται ἐπὶ τὸν οἶκον τοῦτον, ὃν ᾠκοδόμησα. –
382Biblia, Biblia graeca iuxta LXX interpretes, 3Rg, 8; 60
ὅπως γνῶσιν πάντες οἱ λαοὶ τῆς γῆς ὅτι κύριος ὁ θεός, αὐτὸς θεὸς καὶ οὐκ ἔστιν ἔτι.
383Biblia, Biblia graeca iuxta LXX interpretes, 3Rg, 11; 36
τῷ δὲ υἱῷ αὐτοῦ δώσω τὰ δύο σκῆπτρα, ὅπως ᾖ θέσις τῷ δούλῳ μου Δαυιδ πάσας τὰς ἡμέρας ἐνώπιον ἐμοῦ ἐν Ιερουσαλημ τῇ πόλει, ἣν ἐξελεξάμην ἐμαυτῷ τοῦ θέσθαι ὄνομά μου ἐκεῖ.
384Biblia, Biblia graeca iuxta LXX interpretes, 3Rg, 12; 15
καὶ οὐκ ἤκουσεν ὁ βασιλεὺς τοῦ λαοῦ, ὅτι ἦν μεταστροφὴ παρὰ κυρίου, ὅπως στήσῃ τὸ ῥῆμα αὐτοῦ, ὃ ἐλάλησεν ἐν χειρὶ Αχια τοῦ Σηλωνίτου περὶ Ιεροβοαμ υἱοῦ Ναβατ.
385Biblia, Biblia graeca iuxta LXX interpretes, 3Rg, 22; 16
καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Ποσάκις ἐγὼ ὁρκίζω σε ὅπως λαλήσῃς πρός με ἀλήθειαν ἐν ὀνόματι κυρίου;
386Biblia, Biblia graeca iuxta LXX interpretes, 4Rg, 22; 17
ἀνθ’ ὧν ἐγκατέλιπόν με καὶ ἐθυμίων θεοῖς ἑτέροις, ὅπως παροργίσωσίν με ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, καὶ ἐκκαυθήσεται ὁ θυμός μου ἐν τῷ τόπῳ τούτῳ καὶ οὐ σβεσθήσεται.
387Biblia, Biblia graeca iuxta LXX interpretes, 1Par, 19; 3
καὶ εἶπον ἄρχοντες Αμμων πρὸς Αναν Μὴ δοξάζων Δαυιδ τὸν πατέρα σου ἐναντίον σου ἀπέστειλέν σοι παρακαλοῦντας; οὐχ ὅπως ἐξερευνήσωσιν τὴν πόλιν τοῦ κατασκοπῆσαι τὴν γῆν, ἦλθον παῖδες αὐτοῦ πρὸς σέ;
388Biblia, Biblia graeca iuxta LXX interpretes, 2Par, 1; 11
καὶ εἶπεν ὁ θεὸς πρὸς Σαλωμων Ἀνθ ὧν ἐγένετο τοῦτο ἐν τῇ καρδίᾳ σου καὶ οὐκ ᾐτήσω πλοῦτον χρημάτων οὐδὲ δόξαν οὐδὲ τὴν ψυχὴν τῶν ὑπεναντίων καὶ ἡμέρας πολλὰς οὐκ ᾐτήσω καὶ ᾔτησας σεαυτῷ σοφίαν καὶ σύνεσιν, ὅπως κρίνῃς τὸν λαόν μου, ἐφ’ ὃν ἐβασίλευσά σε ἐπ’ αὐτόν,
389Biblia, Biblia graeca iuxta LXX interpretes, 2Par, 6; 31
ὅπως φοβῶνται τὰς ὁδούς σου πάσας τὰς ἡμέρας, ἃς αὐτοὶ ζῶσιν ἐπὶ προσώπου τῆς γῆς, ἧς ἔδωκας τοῖς πατράσιν ἡμῶν.
390Biblia, Biblia graeca iuxta LXX interpretes, 2Par, 6; 33
καὶ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου καὶ ποιήσεις κατὰ πάντα, ὅσα ἐὰν ἐπικαλέσηταί σε ὁ ἀλλότριος, ὅπως γνῶσιν πάντες οἱ λαοὶ τῆς γῆς τὸ ὄνομά σου καὶ τοῦ φοβεῖσθαί σε ὡς ὁ λαός σου Ισραηλ καὶ τοῦ γνῶναι ὅτι ἐπικέκληται τὸ ὄνομά σου ἐπὶ τὸν οἶκον τοῦτον, ὃν ᾠκοδόμησα.
391Biblia, Biblia graeca iuxta LXX interpretes, 2Par, 31; 4
καὶ εἶπεν τῷ λαῷ τοῖς κατοικοῦσιν ἐν Ιερουσαλημ δοῦναι τὴν μερίδα τῶν ἱερέων καὶ τῶν Λευιτῶν, ὅπως κατισχύσωσιν ἐν τῇ λειτουργίᾳ οἴκου κυρίου.
392Biblia, Biblia graeca iuxta LXX interpretes, 2Par, 32; 18
καὶ ἐβόησεν φωνῇ μεγάλῃ Ιουδαιστὶ ἐπὶ λαὸν Ιερουσαλημ τὸν ἐπὶ τοῦ τείχους τοῦ φοβῆσαι αὐτοὺς καὶ κατασπάσαι, ὅπως προκαταλάβωνται τὴν πόλιν.
393Biblia, Biblia graeca iuxta LXX interpretes, Esd, 2; 16
καὶ ἐπεὶ ἐνεργεῖται τὰ κατὰ τὸν ναόν, καλῶς ἔχειν ὑπολαμβάνομεν μὴ ὑπεριδεῖν τὸ τοιοῦτο, ἀλλὰ προσφωνῆσαι τῷ κυρίῳ βασιλεῖ, ὅπως, ἂν φαίνηταί σοι, ἐπισκεφθῇ ἐν τοῖς ἀπὸ τῶν πατέρων σου βιβλίοις·
394Biblia, Biblia graeca iuxta LXX interpretes, Esd, 2; 24
καὶ προνοηθῆναι ὅπως μηθὲν παρὰ ταῦτα γένηται καὶ μὴ προβῇ ἐπὶ πλεῖον τὰ τῆς κακίας εἰς τὸ βασιλεῖς ἐνοχλῆσαι. –
395Biblia, Biblia graeca iuxta LXX interpretes, Esd, 4; 31
καὶ πρὸς τούτοις ὁ βασιλεὺς χάσκων τὸ στόμα ἐθεώρει αὐτήν· καὶ ἐὰν προσγελάσῃ αὐτῷ, γελᾷ· ἐὰν δὲ πικρανθῇ ἐπ’ αὐτόν, κολακεύει αὐτήν, ὅπως διαλλαγῇ αὐτῷ.
396Biblia, Biblia graeca iuxta LXX interpretes, Esd, 4; 48
καὶ πᾶσι τοῖς τοπάρχαις ἐν Κοίλῃ Συρίᾳ καὶ Φοινίκῃ καὶ τοῖς ἐν τῷ Λιβάνῳ ἔγραψεν ἐπιστολὰς μεταφέρειν ξύλα κέδρινα ἀπὸ τοῦ Λιβάνου εἰς Ιερουσαλημ καὶ ὅπως οἰκοδομήσωσιν μετ’ αὐτοῦ τὴν πόλιν.
397Biblia, Biblia graeca iuxta LXX interpretes, Esd, 6; 25
καὶ τὰ ἱερὰ σκεύη τοῦ οἴκου κυρίου, τά τε χρυσᾶ καὶ τὰ ἀργυρᾶ, ἃ ἐξήνεγκεν Ναβουχοδονοσορ ἐκ τοῦ οἴκου τοῦ ἐν Ιερουσαλημ καὶ ἀπήνεγκεν εἰς Βαβυλῶνα, ἀποκατασταθῆναι εἰς τὸν οἶκον τὸν ἐν Ιερουσαλημ, οὗ ἦν κείμενα, ὅπως τεθῇ ἐκεῖ.
398Biblia, Biblia graeca iuxta LXX interpretes, Esd, 6; 30
ὅπως προσφέρωνται σπονδαὶ τῷ θεῷ τῷ ὑψίστῳ ὑπὲρ τοῦ βασιλέως καὶ τῶν παίδων καὶ προσεύχωνται περὶ τῆς αὐτῶν ζωῆς.
399Biblia, Biblia graeca iuxta LXX interpretes, Esd, 8; 12
ὅπως ἐπισκέψωνται τὰ κατὰ τὴν Ιουδαίαν καὶ Ιερουσαλημ ἀκολούθως ᾧ ἔχει ἐν τῷ νόμῳ τοῦ κυρίου,
400Biblia, Biblia graeca iuxta LXX interpretes, Esd, 8; 22
καὶ ὑμῖν δὲ λέγεται ὅπως πᾶσι τοῖς ἱερεῦσιν καὶ τοῖς Λευίταις καὶ ἱεροψάλταις καὶ θυρωροῖς καὶ ἱεροδούλοις καὶ πραγματικοῖς τοῦ ἱεροῦ τούτου μηδεμία φορολογία μηδὲ ἄλλη ἐπιβολὴ γίγνηται, καὶ ἐξουσίαν μηδένα ἔχειν ἐπιβαλεῖν τι τούτοις.
401Biblia, Biblia graeca iuxta LXX interpretes, Esd, 8; 23
καὶ σύ, Εσδρα, κατὰ τὴν σοφίαν τοῦ θεοῦ ἀνάδειξον κριτὰς καὶ δικαστάς, ὅπως δικάζωσιν ἐν ὅλῃ Συρίᾳ καὶ Φοινίκῃ πάντας τοὺς ἐπισταμένους τὸν νόμον τοῦ θεοῦ σου· καὶ τοὺς μὴ ἐπισταμένους δὲ διδάξεις.
402Biblia, Biblia graeca iuxta LXX interpretes, Neh, 4; 21
καὶ νῦν θέτε γνώμην καταργῆσαι τοὺς ἄνδρας ἐκείνους, καὶ ἡ πόλις ἐκείνη οὐκ οἰκοδομηθήσεται ἔτι, ὅπως ἀπὸ τῆς γνώμης
403Biblia, Biblia graeca iuxta LXX interpretes, Neh, 5; 17
καὶ νῦν εἰ ἐπὶ τὸν βασιλέα ἀγαθόν, ἐπισκεπήτω ἐν οἴκῳ τῆς γάζης τοῦ βασιλέως Βαβυλῶνος, ὅπως γνῷς ὅτι ἀπὸ βασιλέως Κύρου ἐτέθη γνώμη οἰκοδομῆσαι τὸν οἶκον τοῦ θεοῦ ἐκεῖνον τὸν ἐν Ιερουσαλημ· καὶ γνοὺς ὁ βασιλεὺς περὶ τούτου πεμψάτω πρὸς ἡμᾶς.
404Biblia, Biblia graeca iuxta LXX interpretes, Neh, 9; 12
καὶ νῦν τὰς θυγατέρας ὑμῶν μὴ δῶτε τοῖς υἱοῖς αὐτῶν καὶ ἀπὸ τῶν θυγατέρων αὐτῶν μὴ λάβητε τοῖς υἱοῖς ὑμῶν καὶ οὐκ ἐκζητήσετε εἰρήνην αὐτῶν καὶ ἀγαθὸν αὐτῶν ἕως αἰῶνος, ὅπως ἐνισχύσητε καὶ φάγητε τὰ ἀγαθὰ τῆς γῆς καὶ κληροδοτήσητε τοῖς υἱοῖς ὑμῶν ἕως αἰῶνος.
405Biblia, Biblia graeca iuxta LXX interpretes, Neh, 16; 13
ἐπ’ ἐμὲ ὄχλον, ὅπως φοβηθῶ καὶ ποιήσω οὕτως καὶ ἁμάρτω καὶ γένωμαι αὐτοῖς εἰς ὄνομα πονηρόν, ὅπως ὀνειδίσωσίν με. –
406Biblia, Biblia graeca iuxta LXX interpretes, Neh, 18; 14
καὶ εὕροσαν γεγραμμένον ἐν τῷ νόμῳ, ᾧ ἐνετείλατο κύριος τῷ Μωυσῇ, ὅπως κατοικήσωσιν οἱ υἱοὶ Ισραηλ ἐν σκηναῖς ἐν ἑορτῇ ἐν μηνὶ τῷ ἑβδόμῳ,
407Biblia, Biblia graeca iuxta LXX interpretes, Neh, 18; 15
καὶ ὅπως σημάνωσιν σάλπιγξιν ἐν πάσαις ταῖς πόλεσιν αὐτῶν καὶ ἐν Ιερουσαλημ. καὶ εἶπεν Εσδρας Ἐξέλθετε εἰς τὸ ὄρος καὶ ἐνέγκετε φύλλα ἐλαίας καὶ φύλλα ξύλων κυπαρισσίνων καὶ φύλλα μυρσίνης καὶ φύλλα φοινίκων καὶ φύλλα ξύλου δασέος ποιῆσαι σκηνὰς κατὰ τὸ γεγραμμένον.
408Biblia, Biblia graeca iuxta LXX interpretes, Neh, 23; 1
Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεγνώσθη ἐν βιβλίῳ Μωυσῆ ἐν ὠσὶν τοῦ λαοῦ, καὶ εὑρέθη γεγραμμένον ἐν αὐτῷ ὅπως μὴ εἰσέλθωσιν Αμμανῖται καὶ Μωαβῖται ἐν ἐκκλησίᾳ θεοῦ ἕως αἰῶνος,
409Biblia, Biblia graeca iuxta LXX interpretes, Tob, 3; 6
καὶ νῦν κατὰ τὸ ἀρεστόν σου ποίησον μετ’ ἐμοῦ καὶ ἐπίταξον ἀναλαβεῖν τὸ πνεῦμά μου ἐξ ἐμοῦ, ὅπως ἀπολυθῶ ἀπὸ προσώπου τῆς γῆς καὶ γένωμαι γῆ· διὸ λυσιτελεῖ μοι ἀποθανεῖν μᾶλλον ἢ ζῆν, ὅτι ὀνειδισμοὺς ψευδεῖς ἤκουσα, καὶ λύπη πολλὴ μετ’ ἐμοῦ. κύριε, ἐπίταξον ὅπως ἀπολυθῶ ἀπὸ τῆς ἀνάγκης ταύτης, ἀπόλυσόν με εἰς τὸν τόπον τὸν αἰώνιον καὶ μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου, κύριε, ἀπ’ ἐμοῦ· διὸ λυσιτελεῖ μοι ἀποθανεῖν μᾶλλον ἢ βλέπειν ἀνάγκην πολλὴν ἐν τῇ ζωῇ μου καὶ μὴ ἀκούειν ὀνειδισμούς.
410Biblia, Biblia graeca iuxta LXX interpretes, Tob, 3; 10
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐλυπήθη ἐν τῇ ψυχῇ καὶ ἔκλαυσεν καὶ ἀναβᾶσα εἰς τὸ ὑπερῷον τοῦ πατρὸς αὐτῆς ἠθέλησεν ἀπάγξασθαι. καὶ πάλιν ἐλογίσατο καὶ λέγει Μήποτε ὀνειδίσωσιν τὸν πατέρα μου καὶ ἐροῦσιν αὐτῷ Μία σοι ὑπῆρχεν θυγάτηρ ἀγαπητὴ καὶ αὐτὴ ἀπήγξατο ἀπὸ τῶν κακῶν· καὶ κατάξω τὸ γῆρας τοῦ πατρός μου μετὰ λύπης εἰς ᾅδου· χρησιμώτερόν μοί ἐστιν μὴ ἀπάγξασθαι, ἀλλὰ δεηθῆναι τοῦ κυρίου ὅπως ἀποθάνω καὶ μηκέτι ὀνειδισμοὺς ἀκούσω ἐν τῇ ζωῇ μου.
411Biblia, Biblia graeca iuxta LXX interpretes, Tob, 5; 9
καὶ εἰσελθὼν Τωβιας ὑπέδειξεν Τωβιθ τῷ πατρὶ αὐτοῦ καὶ εἶπεν αὐτῷ Ἰδοὺ ἄνθρωπον εὗρον τῶν ἀδελφῶν ἡμῶν τῶν υἱῶν Ισραηλ. καὶ εἶπεν αὐτῷ Κάλεσόν μοι τὸν ἄνθρωπον, ὅπως ἐπιγνῶ τί τὸ γένος αὐτοῦ καὶ ἐκ ποίας φυλῆς ἐστιν καὶ εἰ πιστός ἐστιν ἵνα πορευθῇ μετὰ σοῦ, παιδίον.
412Biblia, Biblia graeca iuxta LXX interpretes, Tob, 7; 9
Καὶ ὅτε ἐλούσαντο καὶ ἐνίψαντο καὶ ἀνέπεσαν δειπνῆσαι, εἶπεν Τωβιας τῷ Ραφαηλ Αζαρια ἄδελφε, εἰπὸν Ραγουηλ ὅπως δῷ μοι Σαρραν τὴν ἀδελφήν μου.
413Biblia, Biblia graeca iuxta LXX interpretes, Tob, 8; 4
καὶ ἐξῆλθον καὶ ἀπέκλεισαν τὴν θύραν τοῦ ταμιείου. καὶ ἠγέρθη Τωβιας ἀπὸ τῆς κλίνης καὶ εἶπεν αὐτῇ Ἀδελφή, ἀνάστηθι, προσευξώμεθα καὶ δεηθῶμεν τοῦ κυρίου ἡμῶν, ὅπως ποιήσῃ ἐφ’ ἡμᾶς ἔλεος καὶ σωτηρίαν.
414Biblia, Biblia graeca iuxta LXX interpretes, Tob, 8; 5
καὶ ἀνέστη, καὶ ἤρξαντο προσεύχεσθαι καὶ δεηθῆναι ὅπως γένηται αὐτοῖς σωτηρία, καὶ ἤρξατο λέγειν Εὐλογητὸς εἶ, ὁ θεὸς τῶν πατέρων ἡμῶν, καὶ εὐλογητὸν τὸ ὄνομά σου εἰς πάντας τοὺς αἰῶνας τῆς γενεᾶς· εὐλογησάτωσάν σε οἱ οὐρανοὶ καὶ πᾶσα ἡ κτίσις σου εἰς πάντας τοὺς αἰῶνας.
415Biblia, Biblia graeca iuxta LXX interpretes, Tob, 8; 12
καὶ εἶπεν Ἀπόστειλον μίαν τῶν παιδισκῶν καὶ εἰσελθοῦσα ἰδέτω εἰ ζῇ· καὶ εἰ τέθνηκεν, ὅπως ἂν θάψωμεν αὐτόν, ὅπως μηδεὶς γνῷ.
416Biblia, Biblia graeca iuxta LXX interpretes, Tob, 10; 8
Καὶ ὅτε συνετελέσθησαν αἱ δέκα τέσσαρες ἡμέραι τοῦ γάμου, ἃς ὤμοσεν Ραγουηλ ποιῆσαι τῇ θυγατρὶ αὐτοῦ, εἰσῆλθεν πρὸς αὐτὸν Τωβιας καὶ εἶπεν Ἐξαπόστειλόν με, γινώσκω γὰρ ἐγὼ ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου οὐ πιστεύουσιν ὅτι ὄψονταί με ἔτι· καὶ νῦν ἀξιῶ σε, πάτερ, ὅπως ἐξαποστείλῃς με καὶ πορευθῶ πρὸς τὸν πατέρα μου· ἤδη ὑπέδειξά σοι ὡς ἀφῆκα αὐτόν.
417Biblia, Biblia graeca iuxta LXX interpretes, Tob, 10; 9
καὶ εἶπεν Ραγουηλ τῷ Τωβια Μεῖνον, παιδίον, μεῖνον μετ’ ἐμοῦ, καὶ ἐγὼ ἀποστέλλω ἀγγέλους πρὸς Τωβιν τὸν πατέρα σου καὶ ὑποδείξουσιν αὐτῷ περὶ σοῦ. καὶ εἶπεν αὐτῷ Μηδαμῶς, ἀξιῶ σε ὅπως ἐξαποστείλῃς με ἐντεῦθεν πρὸς τὸν πατέρα μου.
418Biblia, Biblia graeca iuxta LXX interpretes, Idt, 3; 8
καὶ κατέσκαψεν πάντα τὰ ὅρια αὐτῶν καὶ τὰ ἄλση αὐτῶν ἐξέκοψεν, καὶ ἦν δεδομένον αὐτῷ ἐξολεθρεῦσαι πάντας τοὺς θεοὺς τῆς γῆς, ὅπως αὐτῷ μόνῳ τῷ Ναβουχοδονοσορ λατρεύσωσι πάντα τὰ ἔθνη, καὶ πᾶσαι αἱ γλῶσσαι καὶ αἱ φυλαὶ αὐτῶν ἐπικαλέσωνται αὐτὸν εἰς θεόν.
419Biblia, Biblia graeca iuxta LXX interpretes, Est, 3; 19
ὅπως οἱ πάλαι καὶ νῦν δυσμενεῖς ἐν ἡμέρᾳ μιᾷ βιαίως εἰς τὸν ᾅδην κατελθόντες εἰς τὸν μετέπειτα χρόνον εὐσταθῆ καὶ ἀτάραχα παρέχωσιν ἡμῖν διὰ τέλους τὰ πράγματα.
420Biblia, Biblia graeca iuxta LXX interpretes, Est, 5; 5
καὶ εἶπεν ὁ βασιλεύς Κατασπεύσατε Αμαν, ὅπως ποιήσωμεν τὸν λόγον Εσθηρ· καὶ παραγίνονται ἀμφότεροι εἰς τὴν δοχήν, ἣν εἶπεν Εσθηρ.
421Biblia, Biblia graeca iuxta LXX interpretes, Est, 8; 20
τὸ δὲ ἀντίγραφον τῆς ἐπιστολῆς ταύτης ἐκθέντες ἐν παντὶ τόπῳ μετὰ παρρησίας ἐᾶν τοὺς Ιουδαίους χρῆσθαι τοῖς ἑαυτῶν νομίμοις καὶ συνεπισχύειν αὐτοῖς ὅπως τοὺς ἐν καιρῷ θλίψεως ἐπιθεμένους αὐτοῖς ἀμύνωνται τῇ τρισκαιδεκάτῃ τοῦ δωδεκάτου μηνὸς Αδαρ τῇ αὐτῇ ἡμέρᾳ·
422Biblia, Biblia graeca iuxta LXX interpretes, Est, 8; 22
καὶ ὑμεῖς οὖν ἐν ταῖς ἐπωνύμοις ὑμῶν ἑορταῖς ἐπίσημον ἡμέραν μετὰ πάσης εὐωχίας ἄγετε, ὅπως καὶ νῦν καὶ μετὰ ταῦτα σωτηρία ᾖ ἡμῖν καὶ τοῖς εὐνοοῦσιν Πέρσαις, τοῖς δὲ ἡμῖν ἐπιβουλεύουσιν μνημόσυνον τῆς ἀπωλείας.
423Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 9; 15
ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιων· ἀγαλλιάσομαι ἐπὶ τῷ σωτηρίῳ σου.
424Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 16; 4
ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων, διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς.
425Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 29; 13
ὅπως ἂν ψάλῃ σοι ἡ δόξα μου καὶ οὐ μὴ κατανυγῶ· κύριε ὁ θεός μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοι.
426Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 47; 14
θέσθε τὰς καρδίας ὑμῶν εἰς τὴν δύναμιν αὐτῆς καὶ καταδιέλεσθε τὰς βάρεις αὐτῆς, ὅπως ἂν διηγήσησθε εἰς γενεὰν ἑτέραν.
427Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 50; 6
σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
428Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 59; 7
ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου, σῶσον τῇ δεξιᾷ σου καὶ ἐπάκουσόν μου.
429Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 67; 24
ὅπως ἂν βαφῇ ὁ πούς σου ἐν αἵματι, ἡ γλῶσσα τῶν κυνῶν σου ἐξ ἐχθρῶν παρ’ αὐτοῦ.
430Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 70; 8
πληρωθήτω τὸ στόμα μου αἰνέσεως, ὅπως ὑμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου.
431Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 77; 6
ὅπως ἂν γνῷ γενεὰ ἑτέρα, υἱοὶ οἱ τεχθησόμενοι, καὶ ἀναστήσονται καὶ ἀπαγγελοῦσιν αὐτὰ τοῖς υἱοῖς αὐτῶν,
432Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 77; 44
καὶ μετέστρεψεν εἰς αἷμα τοὺς ποταμοὺς αὐτῶν καὶ τὰ ὀμβρήματα αὐτῶν, ὅπως μὴ πίωσιν·
433Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 91; 8
ἐν τῷ ἀνατεῖλαι τοὺς ἁμαρτωλοὺς ὡς χόρτον καὶ διέκυψαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅπως ἂν ἐξολεθρευθῶσιν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
434Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 104; 45
ὅπως ἂν φυλάξωσιν τὰ δικαιώματα αὐτοῦ καὶ τὸν νόμον αὐτοῦ ἐκζητήσωσιν.
435Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 107; 7
ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου, σῶσον τῇ δεξιᾷ σου καὶ ἐπάκουσόν μου.
436Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 118; 11
ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι.
437Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 118; 71
ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου.
438Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 118; 80
γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασίν σου, ὅπως ἂν μὴ αἰσχυνθῶ.
439Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 118; 101
ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου, ὅπως ἂν φυλάξω τοὺς λόγους σου.
440Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 124; 3
ὅτι οὐκ ἀφήσει τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων, ὅπως ἂν μὴ ἐκτείνωσιν οἱ δίκαιοι ἐν ἀνομίᾳ χεῖρας αὐτῶν.
441Biblia, Biblia graeca iuxta LXX interpretes, Prv, 4; 21
ὅπως μὴ ἐκλίπωσίν σε αἱ πηγαί σου, φύλασσε αὐτὰς ἐν σῇ καρδίᾳ·
442Biblia, Biblia graeca iuxta LXX interpretes, Ecl, 3; 11
σὺν τὰ πάντα ἐποίησεν καλὰ ἐν καιρῷ αὐτοῦ καί γε σὺν τὸν αἰῶνα ἔδωκεν ἐν καρδίᾳ αὐτῶν, ὅπως μὴ εὕρῃ ὁ ἄνθρωπος τὸ ποίημα, ὃ ἐποίησεν ὁ θεός, ἀπ’ ἀρχῆς καὶ μέχρι τέλους.
443Biblia, Biblia graeca iuxta LXX interpretes, Ecl, 7; 21
καί γε εἰς πάντας τοὺς λόγους, οὓς λαλήσουσιν, μὴ θῇς καρδίαν σου, ὅπως μὴ ἀκούσῃς τοῦ δούλου σου καταρωμένου σε,
444Biblia, Biblia graeca iuxta LXX interpretes, Ecl, 7; 22
ὅτι πλειστάκις πονηρεύσεταί σε καὶ καθόδους πολλὰς κακώσει καρδίαν σου, ὅπως καί γε σὺ κατηράσω ἑτέρους.
445Biblia, Biblia graeca iuxta LXX interpretes, Ecl, 8; 12
ὃς ἥμαρτεν, ἐποίησεν τὸ πονηρὸν ἀπὸ τότε καὶ ἀπὸ μακρότητος αὐτῷ· ὅτι καί γε γινώσκω ἐγὼ ὅτι ἔσται ἀγαθὸν τοῖς φοβουμένοις τὸν θεόν, ὅπως φοβῶνται ἀπὸ προσώπου αὐτοῦ·
446Biblia, Biblia graeca iuxta LXX interpretes, Sap, 8; 18
καὶ ἐν φιλίᾳ αὐτῆς τέρψις ἀγαθὴ καὶ ἐν πόνοις χειρῶν αὐτῆς πλοῦτος ἀνεκλιπὴς καὶ ἐν συγγυμνασίᾳ ὁμιλίας αὐτῆς φρόνησις καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγων αὐτῆς, περιῄειν ζητῶν ὅπως λάβω αὐτὴν εἰς ἐμαυτόν.
447Biblia, Biblia graeca iuxta LXX interpretes, Sap, 16; 28
ὅπως γνωστὸν ᾖ ὅτι δεῖ φθάνειν τὸν ἥλιον ἐπ’ εὐχαριστίαν σου καὶ πρὸς ἀνατολὴν φωτὸς ἐντυγχάνειν σοι·
448Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, p3; 13
ὅπως οἱ φιλομαθεῖς καὶ τούτων ἔνοχοι γενόμενοι
449Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 23; 3
ὅπως μὴ πληθυνθῶσιν αἱ ἄγνοιαί μου καὶ αἱ ἁμαρτίαι μου πλεονάσωσιν καὶ πεσοῦμαι ἔναντι τῶν ὑπεναντίων καὶ ἐπιχαρεῖταί μοι ὁ ἐχθρός μου;
450Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 46; 1
Κραταιὸς ἐν πολέμῳ Ἰησοῦς Ναυη καὶ διάδοχος Μωυσῆ ἐν προφητείαις, ὃς ἐγένετο κατὰ τὸ ὄνομα αὐτοῦ μέγας ἐπὶ σωτηρίᾳ ἐκλεκτῶν αὐτοῦ ἐκδικῆσαι ἐπεγειρομένους ἐχθρούς, ὅπως κατακληρονομήσῃ τὸν Ισραηλ.
451Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 46; 10
ὅπως ἴδωσιν πάντες οἱ υἱοὶ Ισραηλ ὅτι καλὸν τὸ πορεύεσθαι ὀπίσω κυρίου.
452Biblia, Biblia graeca iuxta LXX interpretes, Is, 9; 15
καὶ ἔσονται οἱ μακαρίζοντες τὸν λαὸν τοῦτον πλανῶντες καὶ πλανῶσιν ὅπως καταπίωσιν αὐτούς.
453Biblia, Biblia graeca iuxta LXX interpretes, Ier, 7; 19
μὴ ἐμὲ αὐτοὶ παροργίζουσιν; λέγει κύριος· οὐχὶ ἑαυτούς, ὅπως καταισχυνθῇ τὰ πρόσωπα αὐτῶν;
454Biblia, Biblia graeca iuxta LXX interpretes, Ier, 7; 23
ἀλλ’ ἢ τὸ ῥῆμα τοῦτο ἐνετειλάμην αὐτοῖς λέγων Ἀκούσατε τῆς φωνῆς μου, καὶ ἔσομαι ὑμῖν εἰς θεόν, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς λαόν· καὶ πορεύεσθε ἐν πάσαις ταῖς ὁδοῖς μου, αἷς ἂν ἐντείλωμαι ὑμῖν, ὅπως ἂν εὖ ᾖ ὑμῖν.
455Biblia, Biblia graeca iuxta LXX interpretes, Ier, 10; 18
ὅτι τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ σκελίζω τοὺς κατοικοῦντας τὴν γῆν ταύτην ἐν θλίψει, ὅπως εὑρεθῇ ἡ πληγή σου·
456Biblia, Biblia graeca iuxta LXX interpretes, Ier, 11; 5
ὅπως στήσω τὸν ὅρκον μου, ὃν ὤμοσα τοῖς πατράσιν ὑμῶν, τοῦ δοῦναι αὐτοῖς γῆν ῥέουσαν γάλα καὶ μέλι καθὼς ἡ ἡμέρα αὕτη. καὶ ἀπεκρίθην καὶ εἶπα Γένοιτο, κύριε.
457Biblia, Biblia graeca iuxta LXX interpretes, Ier, 21; 12
οἶκος Δαυιδ, τάδε λέγει κύριος Κρίνατε τὸ πρωῒ κρίμα καὶ κατευθύνατε καὶ ἐξέλεσθε διηρπασμένον ἐκ χειρὸς ἀδικοῦντος αὐτόν, ὅπως μὴ ἀναφθῇ ὡς πῦρ ἡ ὀργή μου καὶ καυθήσεται, καὶ οὐκ ἔσται ὁ σβέσων.
458Biblia, Biblia graeca iuxta LXX interpretes, Ier, 25; 6
μὴ πορεύεσθε ὀπίσω θεῶν ἀλλοτρίων τοῦ δουλεύειν αὐτοῖς καὶ τοῦ προσκυνεῖν αὐτοῖς, ὅπως μὴ παροργίζητέ με ἐν τοῖς ἔργοις τῶν χειρῶν ὑμῶν τοῦ κακῶσαι ὑμᾶς.
459Biblia, Biblia graeca iuxta LXX interpretes, Ier, 27; 34
καὶ ὁ λυτρούμενος αὐτοὺς ἰσχυρός, κύριος παντοκράτωρ ὄνομα αὐτῷ· κρίσιν κρινεῖ πρὸς τοὺς ἀντιδίκους αὐτοῦ, ὅπως ἐξάρῃ τὴν γῆν, καὶ παροξυνεῖ τοῖς κατοικοῦσι Βαβυλῶνα.
460Biblia, Biblia graeca iuxta LXX interpretes, Ier, 28; 39
ἐν τῇ θερμασίᾳ αὐτῶν δώσω πότημα αὐτοῖς καὶ μεθύσω αὐτούς, ὅπως καρωθῶσιν καὶ ὑπνώσωσιν ὕπνον αἰώνιον καὶ οὐ μὴ ἐγερθῶσι, λέγει κύριος·
461Biblia, Biblia graeca iuxta LXX interpretes, Ier, 42; 7
καὶ οἰκίαν οὐ μὴ οἰκοδομήσητε καὶ σπέρμα οὐ μὴ σπείρητε, καὶ ἀμπελὼν οὐκ ἔσται ὑμῖν, ὅτι ἐν σκηναῖς οἰκήσετε πάσας τὰς ἡμέρας ὑμῶν, ὅπως ἂν ζήσητε ἡμέρας πολλὰς ἐπὶ τῆς γῆς, ἐφ’ ἧς διατρίβετε ὑμεῖς ἐπ’ αὐτῆς.
462Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 4; 17
ὅπως ἐνδεεῖς γένωνται ἄρτου καὶ ὕδατος· καὶ ἀφανισθήσεται ἄνθρωπος καὶ ἀδελφὸς αὐτοῦ καὶ τακήσονται ἐν ταῖς ἀδικίαις αὐτῶν. –
463Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 6; 6
ἐν πάσῃ τῇ κατοικίᾳ ὑμῶν αἱ πόλεις ἐξερημωθήσονται καὶ τὰ ὑψηλὰ ἀφανισθήσεται, ὅπως ἐξολεθρευθῇ τὰ θυσιαστήρια ὑμῶν, καὶ συντριβήσονται τὰ εἴδωλα ὑμῶν, καὶ ἐξαρθήσεται τὰ τεμένη ὑμῶν,
464Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 11; 20
ὅπως ἐν τοῖς προστάγμασίν μου πορεύωνται καὶ τὰ δικαιώματά μου φυλάσσωνται καὶ ποιῶσιν αὐτά· καὶ ἔσονταί μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς θεόν.
465Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 12; 3
καὶ σύ, υἱὲ ἀνθρώπου, ποίησον σεαυτῷ σκεύη αἰχμαλωσίας ἡμέρας ἐνώπιον αὐτῶν καὶ αἰχμαλωτευθήσῃ ἐκ τοῦ τόπου σου εἰς ἕτερον τόπον ἐνώπιον αὐτῶν, ὅπως ἴδωσιν, διότι οἶκος παραπικραίνων ἐστίν.
466Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 12; 12
καὶ ὁ ἄρχων ἐν μέσῳ αὐτῶν ἐπ’ ὤμων ἀρθήσεται καὶ κεκρυμμένος ἐξελεύσεται διὰ τοῦ τοίχου, καὶ διορύξει τοῦ ἐξελθεῖν αὐτὸν δι’ αὐτοῦ· τὸ πρόσωπον αὐτοῦ συγκαλύψει, ὅπως μὴ ὁραθῇ ὀφθαλμῷ, καὶ αὐτὸς τὴν γῆν οὐκ ὄψεται.
467Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 12; 16
καὶ ὑπολείψομαι ἐξ αὐτῶν ἄνδρας ἀριθμῷ ἐκ ῥομφαίας καὶ ἐκ λιμοῦ καὶ ἐκ θανάτου, ὅπως ἐκδιηγῶνται πάσας τὰς ἀνομίας αὐτῶν ἐν τοῖς ἔθνεσιν, οὗ εἰσήλθοσαν ἐκεῖ· καὶ γνώσονται ὅτι ἐγὼ κύριος.
468Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 12; 19
καὶ ἐρεῖς πρὸς τὸν λαὸν τῆς γῆς Τάδε λέγει κύριος τοῖς κατοικοῦσιν Ιερουσαλημ ἐπὶ τῆς γῆς τοῦ Ισραηλ Τοὺς ἄρτους αὐτῶν μετ’ ἐνδείας φάγονται καὶ τὸ ὕδωρ αὐτῶν μετὰ ἀφανισμοῦ πίονται, ὅπως ἀφανισθῇ ἡ γῆ σὺν πληρώματι αὐτῆς, ἐν ἀσεβείᾳ γὰρ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ·
469Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 14; 5
ὅπως πλαγιάσῃ τὸν οἶκον τοῦ Ισραηλ κατὰ τὰς καρδίας αὐτῶν τὰς ἀπηλλοτριωμένας ἀπ’ ἐμοῦ ἐν τοῖς ἐνθυμήμασιν αὐτῶν.
470Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 14; 11
ὅπως μὴ πλανᾶται ἔτι ὁ οἶκος τοῦ Ισραηλ ἀπ’ ἐμοῦ, καὶ ἵνα μὴ μιαίνωνται ἔτι ἐν πᾶσιν τοῖς παραπτώμασιν αὐτῶν· καὶ ἔσονταί μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς θεόν, λέγει κύριος.
471Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 16; 54
ὅπως κομίσῃ τὴν βάσανόν σου καὶ ἀτιμωθήσῃ ἐκ πάντων, ὧν ἐποίησας ἐν τῷ σε παροργίσαι με.
472Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 16; 63
ὅπως μνησθῇς καὶ αἰσχυνθῇς, καὶ μὴ ᾖ σοι ἔτι ἀνοῖξαι τὸ στόμα σου ἀπὸ προσώπου τῆς ἀτιμίας σου ἐν τῷ ἐξιλάσκεσθαί μέ σοι κατὰ πάντα, ὅσα ἐποίησας, λέγει κύριος.
473Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 19; 9
καὶ ἔθεντο αὐτὸν ἐν κημῷ καὶ ἐν γαλεάγρᾳ, ἦλθεν πρὸς βασιλέα Βαβυλῶνος, καὶ εἰσήγαγεν αὐτὸν εἰς φυλακήν, ὅπως μὴ ἀκουσθῇ ἡ φωνὴ αὐτοῦ ἐπὶ τὰ ὄρη τοῦ Ισραηλ. –
474Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 20; 9
καὶ ἐποίησα ὅπως τὸ ὄνομά μου τὸ παράπαν μὴ βεβηλωθῇ ἐνώπιον τῶν ἐθνῶν, ὧν αὐτοί εἰσιν ἐν μέσῳ αὐτῶν, ἐν οἷς ἐγνώσθην πρὸς αὐτοὺς ἐνώπιον αὐτῶν τοῦ ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου.
475Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 20; 14
καὶ ἐποίησα ὅπως τὸ ὄνομά μου τὸ παράπαν μὴ βεβηλωθῇ ἐνώπιον τῶν ἐθνῶν, ὧν ἐξήγαγον αὐτοὺς κατ’ ὀφθαλμοὺς αὐτῶν.
476Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 20; 22
καὶ ἐποίησα ὅπως τὸ ὄνομά μου τὸ παράπαν μὴ βεβηλωθῇ ἐνώπιον τῶν ἐθνῶν, ὧν ἐξήγαγον αὐτοὺς κατ’ ὀφθαλμοὺς αὐτῶν.
477Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 20; 26
καὶ μιανῶ αὐτοὺς ἐν τοῖς δόμασιν αὐτῶν ἐν τῷ διαπορεύεσθαί με πᾶν διανοῖγον μήτραν ὅπως ἀφανίσω αὐτούς.
478Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 20; 44
καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος ἐν τῷ ποιῆσαί με οὕτως ὑμῖν ὅπως τὸ ὄνομά μου μὴ βεβηλωθῇ κατὰ τὰς ὁδοὺς ὑμῶν τὰς κακὰς καὶ κατὰ τὰ ἐπιτηδεύματα ὑμῶν τὰ διεφθαρμένα, λέγει κύριος.
479Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 21; 15
ὅπως σφάξῃς σφάγια, ὀξύνου ὅπως γένῃ εἰς στίλβωσιν, ἑτοίμη εἰς παράλυσιν σφάζε, ἐξουδένει ἀπωθοῦ πᾶν ξύλον.
480Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 21; 20
ὅπως θραυσθῇ ἡ καρδία καὶ πληθυνθῶσιν οἱ ἀσθενοῦντες ἐπὶ πᾶσαν πύλην αὐτῶν· παραδέδονται εἰς σφάγια ῥομφαίας, εὖ γέγονεν εἰς σφαγήν, εὖ γέγονεν εἰς στίλβωσιν.
481Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 21; 33
καὶ σύ, υἱὲ ἀνθρώπου, προφήτευσον καὶ ἐρεῖς Τάδε λέγει κύριος πρὸς τοὺς υἱοὺς Αμμων καὶ πρὸς τὸν ὀνειδισμὸν αὐτῶν καὶ ἐρεῖς Ῥομφαία ῥομφαία ἐσπασμένη εἰς σφάγια καὶ ἐσπασμένη εἰς συντέλειαν, ἐγείρου ὅπως στίλβῃς
482Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 22; 6
ἰδοὺ οἱ ἀφηγούμενοι οἴκου Ισραηλ ἕκαστος πρὸς τοὺς συγγενεῖς αὐτοῦ συνανεφύροντο ἐν σοί, ὅπως ἐκχέωσιν αἷμα·
483Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 22; 9
ἄνδρες λῃσταὶ ἐν σοί, ὅπως ἐκχέωσιν ἐν σοὶ αἷμα, καὶ ἐπὶ τῶν ὀρέων ἤσθοσαν ἐν σοί, ἀνόσια ἐποίουν ἐν μέσῳ σου.
484Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 22; 12
δῶρα ἐλαμβάνοσαν ἐν σοί, ὅπως ἐκχέωσιν αἷμα, τόκον καὶ πλεονασμὸν ἐλαμβάνοσαν ἐν σοί· καὶ συνετελέσω συντέλειαν κακίας σου τὴν ἐν καταδυναστείᾳ, ἐμοῦ δὲ ἐπελάθου, λέγει κύριος.
485Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 22; 27
οἱ ἄρχοντες αὐτῆς ἐν μέσῳ αὐτῆς ὡς λύκοι ἁρπάζοντες ἁρπάγματα τοῦ ἐκχέαι αἷμα, ὅπως πλεονεξίᾳ πλεονεκτῶσιν.
486Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 24; 10
καὶ πληθυνῶ τὰ ξύλα καὶ ἀνακαύσω τὸ πῦρ, ὅπως τακῇ τὰ κρέα καὶ ἐλαττωθῇ ὁ ζωμὸς
487Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 24; 11
καὶ στῇ ἐπὶ τοὺς ἄνθρακας, ὅπως προσκαυθῇ καὶ θερμανθῇ ὁ χαλκὸς αὐτῆς καὶ τακῇ ἐν μέσῳ ἀκαθαρσίας αὐτῆς, καὶ ἐκλίπῃ ὁ ἰὸς αὐτῆς,
488Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 25; 10
τοῖς υἱοῖς Κεδεμ ἐπὶ τοὺς υἱοὺς Αμμων δέδωκα αὐτοὺς εἰς κληρονομίαν, ὅπως μὴ μνεία γένηται τῶν υἱῶν Αμμων·
489Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 26; 20
καὶ καταβιβάσω σε πρὸς τοὺς καταβαίνοντας εἰς βόθρον πρὸς λαὸν αἰῶνος καὶ κατοικιῶ σε εἰς βάθη τῆς γῆς ὡς ἔρημον αἰώνιον μετὰ καταβαινόντων εἰς βόθρον, ὅπως μὴ κατοικηθῇς μηδὲ ἀνασταθῇς ἐπὶ γῆς ζωῆς.
490Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 31; 14
ὅπως μὴ ὑψωθῶσιν ἐν τῷ μεγέθει αὐτῶν πάντα τὰ ξύλα τὰ ἐν τῷ ὕδατι· καὶ οὐκ ἔδωκαν τὴν ἀρχὴν αὐτῶν εἰς μέσον νεφελῶν καὶ οὐκ ἔστησαν ἐν τῷ ὕψει αὐτῶν πρὸς αὐτὰ πάντες οἱ πίνοντες ὕδωρ, πάντες ἐδόθησαν εἰς θάνατον εἰς γῆς βάθος ἐν μέσῳ υἱῶν ἀνθρώπων πρὸς καταβαίνοντας εἰς βόθρον.
491Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 36; 30
καὶ πληθυνῶ τὸν καρπὸν τοῦ ξύλου καὶ τὰ γενήματα τοῦ ἀγροῦ, ὅπως μὴ λάβητε ὀνειδισμὸν λιμοῦ ἐν τοῖς ἔθνεσιν.
492Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 40; 39
τῆς δευτέρας ἔκρυσις, ὅπως σφάζωσιν ἐν αὐτῇ τὰ ὑπὲρ ἁμαρτίας καὶ ὑπὲρ ἀγνοίας·
493Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 41; 6
καὶ τὰ πλευρὰ πλευρὸν ἐπὶ πλευρὸν τριάκοντα καὶ τρεῖς δίς, καὶ διάστημα ἐν τῷ τοίχῳ τοῦ οἴκου ἐν τοῖς πλευροῖς κύκλῳ τοῦ εἶναι τοῖς ἐπιλαμβανομένοις ὁρᾶν, ὅπως τὸ παράπαν μὴ ἅπτωνται τῶν τοίχων τοῦ οἴκου.
494Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 41; 7
καὶ τὸ εὖρος τῆς ἀνωτέρας τῶν πλευρῶν κατὰ τὸ πρόσθεμα ἐκ τοῦ τοίχου πρὸς τὴν ἀνωτέραν κύκλῳ τοῦ οἴκου, ὅπως διαπλατύνηται ἄνωθεν καὶ ἐκ τῶν κάτωθεν ἀναβαίνωσιν ἐπὶ τὰ ὑπερῷα καὶ ἐκ τῶν μέσων ἐπὶ τὰ τριώροφα.
495Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 42; 14
οὐκ εἰσελεύσονται ἐκεῖ πάρεξ τῶν ἱερέων· οὐκ ἐξελεύσονται ἐκ τοῦ ἁγίου εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν, ὅπως διὰ παντὸς ἅγιοι ὦσιν οἱ προσάγοντες, καὶ μὴ ἅπτωνται τοῦ στολισμοῦ αὐτῶν, ἐν οἷς λειτουργοῦσιν ἐν αὐτοῖς, διότι ἅγιά ἐστιν· καὶ ἐνδύσονται ἱμάτια ἕτερα, ὅταν ἅπτωνται τοῦ λαοῦ. –
496Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 46; 18
καὶ οὐ μὴ λάβῃ ὁ ἀφηγούμενος ἐκ τῆς κληρονομίας τοῦ λαοῦ καταδυναστεῦσαι αὐτούς· ἐκ τῆς κατασχέσεως αὐτοῦ κατακληρονομήσει τοῖς υἱοῖς αὐτοῦ, ὅπως μὴ διασκορπίζηται ὁ λαός μου ἕκαστος ἐκ τῆς κατασχέσεως αὐτοῦ.
497Biblia, Biblia graeca iuxta LXX interpretes, Dan, 1; 8
καὶ ἐνεθυμήθη Δανιηλ ἐν τῇ καρδίᾳ ὅπως μὴ ἀλισγηθῇ ἐν τῷ δείπνῳ τοῦ βασιλέως καὶ ἐν ᾧ πίνει οἴνῳ, καὶ ἠξίωσε τὸν ἀρχιευνοῦχον ἵνα μὴ συμμολυνθῇ.
498Biblia, Biblia graeca iuxta LXX interpretes, Dan, 2; 18
καὶ παρήγγειλε νηστείαν καὶ δέησιν καὶ τιμωρίαν ζητῆσαι παρὰ τοῦ κυρίου τοῦ ὑψίστου περὶ τοῦ μυστηρίου τούτου, ὅπως μὴ ἐκδοθῶσι Δανιηλ καὶ οἱ μετ’ αὐτοῦ εἰς ἀπώλειαν ἅμα τοῖς σοφισταῖς Βαβυλῶνος.
499Biblia, Biblia graeca iuxta LXX interpretes, Dan, 3; 15
καὶ οὕτως εἶπε Ῥίζαν μίαν ἄφετε αὐτοῦ ἐν τῇ γῇ, ὅπως μετὰ τῶν θηρίων τῆς γῆς ἐν τοῖς ὄρεσι χόρτον ὡς βοῦς νέμηται·
500Biblia, Biblia graeca iuxta LXX interpretes, Dan, 3; 31
καὶ ἐπὶ συντελείας τοῦ λόγου αὐτοῦ φωνὴν ἐκ τοῦ οὐρανοῦ ἤκουσε Σοὶ λέγεται, Ναβουχοδονοσορ βασιλεῦ, ἡ βασιλεία Βαβυλῶνος ἀφῄρηταί σου καὶ ἑτέρῳ δίδοται, ἐξουθενημένῳ ἀνθρώπῳ ἐν τῷ οἴκῳ σου· ἰδοὺ ἐγὼ καθίστημι αὐτὸν ἐπὶ τῆς βασιλείας σου, καὶ τὴν ἐξουσίαν σου καὶ τὴν δόξαν σου καὶ τὴν τρυφήν σου παραλήψεται, ὅπως ἐπιγνῷς ὅτι ἐξουσίαν ἔχει ὁ θεὸς τοῦ οὐρανοῦ ἐν τῇ βασιλείᾳ τῶν ἀνθρώπων, καὶ ᾧ ἐὰν βούληται δώσει αὐτήν· ἕως δὲ ἡλίου ἀνατολῆς βασιλεὺς ἕτερος εὐφρανθήσεται ἐν τῷ οἴκῳ σου καὶ κρατήσει τῆς δόξης σου καὶ τῆς ἰσχύος σου καὶ τῆς ἐξουσίας σου.