'όσσε' - search in All Authors, Showing 1 to 59 of 59 hits

1Desiderius Erasmus, Adagia, Chiliades, 1, 646; 4 (opus 1508)
Cuiusmodi risum eleganter describit Homerus in Odysseae Τ: Μνηστῆρσι δέ Παλλάς Ἀθήνη Ἄσβεστον γέλον ὧρσε, παρέπλαγξεν δέ νόημα· Οἳ δ’ ἤδη γναθμοῖσι γελοίων ἀλλοτρίοισιν, Αἱμοφόρυκτα δέ δή κρέα ἤσθιον, ὄσσε δ’ ἄρα σφέων Δακρυόφιν πίμπλαντο, γόον δέ ὠίετο θυμός, id est Deinde procis risum commovit diva Minerva, Haud compescendum mentemque excussit, at illi Protinus attoniti malis risere alienis.
2Desiderius Erasmus, Adagia, Chiliades, 3, 2401; 66 (opus 1508)
Cuiusmodi fuit et ille procorum, quem describit Homerus eodem libro, quem paulo ante citavimus alioque retulimus loco: Μνηστῆρσι δέ Πάλλας Ἀθήνη Ἂσβεστον γέλον ὧρσε, παρέπλαγξεν δέ υόημα· Οἱ δ’ ἤδη γναθμοῖσι γελοίων ἀλλοτρίοισιν, Αἱμοφόρυκτα δέ δή κρέα ἤσθιον, ὄσσε δ’ ἄρα σφέων Δακρυόφιν πίμπλαντο, γόον δ’ ὠἹετο θυμός, Id est Diva procis movit validum Tritonia risum Haud conspectendum ac animus stupefecit, at illi Iam malis sine mente quidem risere alienis Carnis frusta et cruda et sanguinolenta vorantes.
3Hesiodus, Theogonia, 687; 2 (auctor fl.c.700BC)
ἔζεε δὲ χθὼν πᾶσα καὶ Ὠκεανοῖο ῥέεθρα πόντος τ' ἀτρύγετος· τοὺς δ' ἄμφεπε θερμὸς ἀυτμὴ Τιτῆνας χθονίους, φλὸξ δ' αἰθέρα δῖαν ἵκανεν ἄσπετος, ὄσσε δ' ἄμερδε καὶ ἰφθίμων περ ἐόντων αὐγὴ μαρμαίρουσα κεραυνοῦ τε στεροπῆς τε.
4Homerus, Ilias, 1, 92; 2 (auctor fl.700BC)
ἤτοι ὅ γ' ὣς εἰπών κατ' ἄρ' ἕζετο· τοῖσι δ' ἀνέστη ἥρως Ἀτρεΐδης εὐρύ κρείων Ἀγαμέμνων ἀχνύμενος· μένεος δέ μέγα φρένες ἀμφιμέλαιναι πίμπλαντ', ὄσσε δέ οἱ πυρί λαμπετόωντι ἐΐκτην· Κάλχαντα πρώτιστα κάκ' ὀσσόμενος προσέειπε· μάντι κακῶν οὐ πώ ποτέ μοι τό κρήγυον εἶπας· αἰεί τοι τά κάκ' ἐστί φίλα φρεσί μαντεύεσθαι, ἐσθλόν δ' οὔτέ τί πω εἶπας ἔπος οὔτ' ἐτέλεσσας· καί νῦν ἐν Δαναοῖσι θεοπροπέων ἀγορεύεις ὡς δή τοῦδ' ἕνεκά σφιν ἑκηβόλος ἄλγεα τεύχει, οὕνεκ' ἐγώ κούρης Χρυσηΐδος ἀγλά' ἄποινα οὐκ ἔθελον δέξασθαι, ἐπεί πολύ βούλομαι αὐτήν οἴκοι ἔχειν· καί γάρ ῥα Κλυταιμνήστρης προβέβουλα κουριδίης ἀλόχου, ἐπεί οὔ ἑθέν ἐστι χερείων, οὐ δέμας οὐδέ φυήν, οὔτ' ἂρ φρένας οὔτέ τι ἔργα.
5Homerus, Ilias, 1, 172; 4 (auctor fl.700BC)
ἧος ὃ ταῦθ' ὥρμαινε κατά φρένα καί κατά θυμόν, ἕλκετο δ' ἐκ κολεοῖο μέγα ξίφος, ἦλθε δ' Ἀθήνη οὐρανόθεν· πρό γάρ ἧκε θεά λευκώλενος Ἥρη ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε· στῆ δ' ὄπιθεν, ξανθῆς δέ κόμης ἕλε Πηλεΐωνα οἴῳ φαινομένη· τῶν δ' ἄλλων οὔ τις ὁρᾶτο· θάμβησεν δ' Ἀχιλεύς, μετά δ' ἐτράπετ', αὐτίκα δ' ἔγνω Παλλάδ' Ἀθηναίην· δεινώ δέ οἱ ὄσσε φάανθεν· καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· τίπτ' αὖτ' αἰγιόχοιο Διός τέκος εἰλήλουθας· ἦ ἵνα ὕβριν ἴδῃ Ἀγαμέμνονος Ἀτρεΐδαο· ἀλλ' ἔκ τοι ἐρέω, τό δέ καί τελέεσθαι ὀΐω· ᾗς ὑπεροπλίῃσι τάχ' ἄν ποτε θυμόν ὀλέσσῃ.
6Homerus, Ilias, 3, 421; 2 (auctor fl.700BC)
τῇ δ' ἄρα δίφρον ἑλοῦσα φιλομειδής Ἀφροδίτη ἀντί' Ἀλεξάνδροιο θεά κατέθηκε φέρουσα· ἔνθα κάθιζ' Ἑλένη κούρη Διός αἰγιόχοιο ὄσσε πάλιν κλίνασα, πόσιν δ' ἠνίπαπε μύθῳ· ἤλυθες ἐκ πολέμου· ὡς ὤφελες αὐτόθ' ὀλέσθαι ἀνδρί δαμείς κρατερῷ, ὃς ἐμός πρότερος πόσις ἦεν.
7Homerus, Ilias, 4, 446; 4 (auctor fl.700BC)
πρῶτος δ' Ἀντίλοχος Τρώων ἕλεν ἄνδρα κορυστήν ἐσθλόν ἐνί προμάχοισι Θαλυσιάδην Ἐχέπωλον· τόν ῥ' ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης, ἐν δέ μετώπῳ πῆξε, πέρησε δ' ἄρ' ὀστέον εἴσω αἰχμή χαλκείη· τόν δέ σκότος ὄσσε κάλυψεν, ἤριπε δ' ὡς ὅτε πύργος ἐνί κρατερῇ ὑσμίνῃ.
8Homerus, Ilias, 4, 488; 4 (auctor fl.700BC)
τόν ῥ' Ὀδυσεύς ἑτάροιο χολωσάμενος βάλε δουρί κόρσην· ἣ δ' ἑτέροιο διά κροτάφοιο πέρησεν αἰχμή χαλκείη· τόν δέ σκότος ὄσσε κάλυψε, δούπησεν δέ πεσών, ἀράβησε δέ τεύχε' ἐπ' αὐτῷ.
9Homerus, Ilias, 4, 517; 2 (auctor fl.700BC)
ἀμφοτέρω δέ τένοντε καί ὀστέα λᾶας ἀναιδής ἄχρις ἀπηλοίησεν· ὃ δ' ὕπτιος ἐν κονίῃσι κάππεσεν ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας θυμόν ἀποπνείων· ὃ δ' ἐπέδραμεν ὅς ῥ' ἔβαλέν περ Πείροος, οὖτα δέ δουρί παρ' ὀμφαλόν· ἐκ δ' ἄρα πᾶσαι χύντο χαμαί χολάδες, τόν δέ σκότος ὄσσε κάλυψε.
10Homerus, Ilias, 5, 43; 8 (auctor fl.700BC)
Εὐρύπυλος δ' Εὐαιμονίδης Ὑψήνορα δῖον υἱόν ὑπερθύμου Δολοπίονος, ὅς ῥα Σκαμάνδρου ἀρητήρ ἐτέτυκτο, θεός δ' ὣς τίετο δήμῳ, τόν μέν ἄρ' Εὐρύπυλος, Εὐαίμονος ἀγλαός υἱός, πρόσθεν ἕθεν φεύγοντα μεταδρομάδην ἔλασ' ὦμον φασγάνῳ ἀΐξας, ἀπό δ' ἔξεσε χεῖρα βαρεῖαν· αἱματόεσσα δέ χείρ πεδίῳ πέσε· τόν δέ κατ' ὄσσε ἔλλαβε πορφύρεος θάνατος καί μοῖρα κραταιή.
11Homerus, Ilias, 5, 280; 7 (auctor fl.700BC)
τῷ βάλεν Αἰνείαο κατ' ἰσχίον ἔνθά τε μηρός ἰσχίῳ ἐνστρέφεται, κοτύλην δέ τέ μιν καλέουσι· θλάσσε δέ οἱ κοτύλην, πρός δ' ἄμφω ῥῆξε τένοντε· ὦσε δ' ἀπό ῥινόν τρηχύς λίθος· αὐτάρ ὅ γ' ἥρως ἔστη γνύξ ἐριπών καί ἐρείσατο χειρί παχείῃ γαίης· ἀμφί δέ ὄσσε κελαινή νύξ ἐκάλυψε.
12Homerus, Ilias, 6, 1; 3 (auctor fl.700BC)
τόν ῥ' ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης, ἐν δέ μετώπῳ πῆξε, πέρησε δ' ἄρ' ὀστέον εἴσω αἰχμή χαλκείη· τόν δέ σκότος ὄσσε κάλυψεν.
13Homerus, Ilias, 11, 336; 7 (auctor fl.700BC)
Ἕκτωρ δ' ὦκ' ἀπέλεθρον ἀνέδραμε, μίκτο δ' ὁμίλῳ, στῆ δέ γνύξ ἐριπών καί ἐρείσατο χειρί παχείῃ γαίης· ἀμφί δέ ὄσσε κελαινή νύξ ἐκάλυψεν.
14Homerus, Ilias, 11, 411; 11 (auctor fl.700BC)
ἆ δείλ' οὐ μέν σοί γε πατήρ καί πότνια μήτηρ ὄσσε καθαιρήσουσι θανόντι περ, ἀλλ' οἰωνοί ὠμησταί ἐρύουσι, περί πτερά πυκνά βαλόντες.
15Homerus, Ilias, 12, 442; 4 (auctor fl.700BC)
στῆ δέ μάλ' ἐγγύς ἰών, καί ἐρεισάμενος βάλε μέσσας εὖ διαβάς, ἵνα μή οἱ ἀφαυρότερον βέλος εἴη, ῥῆξε δ' ἀπ' ἀμφοτέρους θαιρούς· πέσε δέ λίθος εἴσω βριθοσύνῃ, μέγα δ' ἀμφί πύλαι μύκον, οὐδ' ἄρ' ὀχῆες ἐσχεθέτην, σανίδες δέ διέτμαγεν ἄλλυδις ἄλλη λᾶος ὑπό ῥιπῆς· ὃ δ' ἄρ' ἔσθορε φαίδιμος Ἕκτωρ νυκτί θοῇ ἀτάλαντος ὑπώπια· λάμπε δέ χαλκῷ σμερδαλέῳ, τόν ἕεστο περί χροΐ, δοιά δέ χερσί δοῦρ' ἔχεν· οὔ κέν τίς μιν ἐρύκακεν ἀντιβολήσας νόσφι θεῶν ὅτ' ἐσᾶλτο πύλας· πυρί δ' ὄσσε δεδήει.
16Homerus, Ilias, 13, 1; 1 (auctor fl.700BC)
Ζεύς δ' ἐπεί οὖν Τρῶάς τε καί Ἕκτορα νηυσί πέλασσε, τούς μέν ἔα παρά τῇσι πόνον τ' ἐχέμεν καί ὀϊζύν νωλεμέως, αὐτός δέ πάλιν τρέπεν ὄσσε φαεινώ νόσφιν ἐφ' ἱπποπόλων Θρῃκῶν καθορώμενος αἶαν Μυσῶν τ' ἀγχεμάχων καί ἀγαυῶν ἱππημολγῶν γλακτοφάγων Ἀβίων τε δικαιοτάτων ἀνθρώπων.
17Homerus, Ilias, 13, 1; 2 (auctor fl.700BC)
ἐς Τροίην δ' οὐ πάμπαν ἔτι τρέπεν ὄσσε φαεινώ· οὐ γάρ ὅ γ' ἀθανάτων τινα ἔλπετο ὃν κατά θυμόν ἐλθόντ' ἢ Τρώεσσιν ἀρηξέμεν ἢ Δαναοῖσιν.
18Homerus, Ilias, 13, 328; 3 (auctor fl.700BC)
ἔφριξεν δέ μάχη φθισίμβροτος ἐγχείῃσι μακρῇς, ἃς εἶχον ταμεσίχροας· ὄσσε δ' ἄμερδεν αὐγή χαλκείη κορύθων ἄπο λαμπομενάων θωρήκων τε νεοσμήκτων σακέων τε φαεινῶν ἐρχομένων ἄμυδις· μάλα κεν θρασυκάρδιος εἴη ὃς τότε γηθήσειεν ἰδών πόνον οὐδ' ἀκάχοιτο.
19Homerus, Ilias, 13, 424; 2 (auctor fl.700BC)
ἔνθ' Αἰσυήταο διοτρεφέος φίλον υἱόν ἥρω' Ἀλκάθοον, γαμβρός δ' ἦν Ἀγχίσαο, πρεσβυτάτην δ' ὤπυιε θυγατρῶν Ἱπποδάμειαν τήν περί κῆρι φίλησε πατήρ καί πότνια μήτηρ ἐν μεγάρῳ· πᾶσαν γάρ ὁμηλικίην ἐκέκαστο κάλλεϊ καί ἔργοισιν ἰδέ φρεσί· τοὔνεκα καί μιν γῆμεν ἀνήρ ὤριστος ἐνί Τροίῃ εὐρείῃ· τόν τόθ' ὑπ' Ἰδομενῆϊ Ποσειδάων ἐδάμασσε θέλξας ὄσσε φαεινά, πέδησε δέ φαίδιμα γυῖα· οὔτε γάρ ἐξοπίσω φυγέειν δύνατ' οὔτ' ἀλέασθαι, ἀλλ' ὥς τε στήλην ἢ δένδρεον ὑψιπέτηλον ἀτρέμας ἑσταότα στῆθος μέσον οὔτασε δουρί ἥρως Ἰδομενεύς, ῥῆξεν δέ οἱ ἀμφί χιτῶνα χάλκεον, ὅς οἱ πρόσθεν ἀπό χροός ἤρκει ὄλεθρον· δή τότε γ' αὖον ἄϋσεν ἐρεικόμενος περί δουρί.
20Homerus, Ilias, 13, 560; 3 (auctor fl.700BC)
ἔνθά οἱ ἔγχος ἔπηξεν· ὃ δ' ἑσπόμενος περί δουρί ἤσπαιρ' ὡς ὅτε βοῦς τόν τ' οὔρεσι βουκόλοι ἄνδρες ἰλλάσιν οὐκ ἐθέλοντα βίῃ δήσαντες ἄγουσιν· ὣς ὃ τυπείς ἤσπαιρε μίνυνθά περ, οὔ τι μάλα δήν, ὄφρά οἱ ἐκ χροός ἔγχος ἀνεσπάσατ' ἐγγύθεν ἐλθών ἥρως Μηριόνης· τόν δέ σκότος ὄσσε κάλυψε.
21Homerus, Ilias, 13, 601; 4 (auctor fl.700BC)
ἤτοι ὃ μέν κόρυθος φάλον ἤλασεν ἱπποδασείης ἄκρον ὑπό λόφον αὐτόν, ὃ δέ προσιόντα μέτωπον ῥινός ὕπερ πυμάτης· λάκε δ' ὀστέα, τώ δέ οἱ ὄσσε πάρ ποσίν αἱματόεντα χαμαί πέσον ἐν κονίῃσιν, ἰδνώθη δέ πεσών· ὃ δέ λάξ ἐν στήθεσι βαίνων τεύχεά τ' ἐξενάριξε καί εὐχόμενος ἔπος ηὔδα· λείψετέ θην οὕτω γε νέας Δαναῶν ταχυπώλων Τρῶες ὑπερφίαλοι δεινῆς ἀκόρητοι ἀϋτῆς, ἄλλης μέν λώβης τε καί αἴσχεος οὐκ ἐπιδευεῖς ἣν ἐμέ λωβήσασθε κακαί κύνες, οὐδέ τι θυμῷ Ζηνός ἐριβρεμέτεω χαλεπήν ἐδείσατε μῆνιν ξεινίου, ὅς τέ ποτ' ὔμμι διαφθέρσει πόλιν αἰπήν· οἵ μευ κουριδίην ἄλοχον καί κτήματα πολλά μάψ οἴχεσθ' ἀνάγοντες, ἐπεί φιλέεσθε παρ' αὐτῇ· νῦν αὖτ' ἐν νηυσίν μενεαίνετε ποντοπόροισι πῦρ ὀλοόν βαλέειν, κτεῖναι δ' ἥρωας Ἀχαιούς.
22Homerus, Ilias, 14, 193; 11 (auctor fl.700BC)
κοίμησόν μοι Ζηνός ὑπ' ὀφρύσιν ὄσσε φαεινώ αὐτίκ' ἐπεί κεν ἐγώ παραλέξομαι ἐν φιλότητι.
23Homerus, Ilias, 14, 270; 5 (auctor fl.700BC)
ἔνθ' Ὕπνος μέν ἔμεινε πάρος Διός ὄσσε ἰδέσθαι εἰς ἐλάτην ἀναβάς περιμήκετον, ἣ τότ' ἐν Ἴδῃ μακροτάτη πεφυυῖα δι' ἠέρος αἰθέρ' ἵκανεν· ἔνθ' ἧστ' ὄζοισιν πεπυκασμένος εἰλατίνοισιν ὄρνιθι λιγυρῇ ἐναλίγκιος, ἥν τ' ἐν ὄρεσσι χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δέ κύμινδιν.
24Homerus, Ilias, 14, 402; 8 (auctor fl.700BC)
ἀλλ' ὅτε δή πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς, ἔνθά μιν ἐξ ἵππων πέλασαν χθονί, κάδ δέ οἱ ὕδωρ χεῦαν· ὃ δ' ἀμπνύνθη καί ἀνέδρακεν ὀφθαλμοῖσιν, ἑζόμενος δ' ἐπί γοῦνα κελαινεφές αἷμ' ἀπέμεσσεν· αὖτις δ' ἐξοπίσω πλῆτο χθονί, τώ δέ οἱ ὄσσε νύξ ἐκάλυψε μέλαινα· βέλος δ' ἔτι θυμόν ἐδάμνα.
25Homerus, Ilias, 14, 506; 3 (auctor fl.700BC)
Αἴας ῥα πρῶτος Τελαμώνιος Ὕρτιον οὖτα Γυρτιάδην Μυσῶν ἡγήτορα καρτεροθύμων· Φάλκην δ' Ἀντίλοχος καί Μέρμερον ἐξενάριξε· Μηριόνης δέ Μόρυν τε καί Ἱπποτίωνα κατέκτα, Τεῦκρος δέ Προθόωνά τ' ἐνήρατο καί Περιφήτην· Ἀτρεΐδης δ' ἄρ' ἔπειθ' Ὑπερήνορα ποιμένα λαῶν οὖτα κατά λαπάρην, διά δ' ἔντερα χαλκός ἄφυσσε δῃώσας· ψυχή δέ κατ' οὐταμένην ὠτειλήν ἔσσυτ' ἐπειγομένη, τόν δέ σκότος ὄσσε κάλυψε.
26Homerus, Ilias, 15, 559; 6 (auctor fl.700BC)
δούπησεν δέ πεσών, τόν δέ σκότος ὄσσε κάλυψεν.
27Homerus, Ilias, 15, 592; 5 (auctor fl.700BC)
μαίνετο δ' ὡς ὅτ' Ἄρης ἐγχέσπαλος ἢ ὀλοόν πῦρ οὔρεσι μαίνηται βαθέης ἐν τάρφεσιν ὕλης· ἀφλοισμός δέ περί στόμα γίγνετο, τώ δέ οἱ ὄσσε λαμπέσθην βλοσυρῇσιν ὑπ' ὀφρύσιν, ἀμφί δέ πήληξ σμερδαλέον κροτάφοισι τινάσσετο μαρναμένοιο Ἕκτορος· αὐτός γάρ οἱ ἀπ' αἰθέρος ἦεν ἀμύντωρ Ζεύς, ὅς μιν πλεόνεσσι μετ' ἀνδράσι μοῦνον ἐόντα τίμα καί κύδαινε.
28Homerus, Ilias, 16, 306; 3 (auctor fl.700BC)
Φυλεΐδης δ' Ἄμφικλον ἐφορμηθέντα δοκεύσας ἔφθη ὀρεξάμενος πρυμνόν σκέλος, ἔνθα πάχιστος μυών ἀνθρώπου πέλεται· περί δ' ἔγχεος αἰχμῇ νεῦρα διεσχίσθη· τόν δέ σκότος ὄσσε κάλυψε.
29Homerus, Ilias, 16, 306; 5 (auctor fl.700BC)
Μάρις δ' αὐτοσχεδά δουρί Ἀντιλόχῳ ἐπόρουσε κασιγνήτοιο χολωθείς στάς πρόσθεν νέκυος· τοῦ δ' ἀντίθεος Θρασυμήδης ἔφθη ὀρεξάμενος πρίν οὐτάσαι, οὐδ' ἀφάμαρτεν, ὦμον ἄφαρ· πρυμνόν δέ βραχίονα δουρός ἀκωκή δρύψ' ἀπό μυώνων, ἀπό δ' ὀστέον ἄχρις ἄραξε· δούπησεν δέ πεσών, κατά δέ σκότος ὄσσε κάλυψεν.
30Homerus, Ilias, 16, 306; 8 (auctor fl.700BC)
πᾶν δ' ὑπεθερμάνθη ξίφος αἵματι· τόν δέ κατ' ὄσσε ἔλλαβε πορφύρεος θάνατος καί μοῖρα κραταιή.
31Homerus, Ilias, 16, 619; 8 (auctor fl.700BC)
οἳ δ' αἰεί περί νεκρόν ὁμίλεον, ὡς ὅτε μυῖαι σταθμῷ ἔνι βρομέωσι περιγλαγέας κατά πέλλας ὥρῃ ἐν εἰαρινῇ, ὅτε τε γλάγος ἄγγεα δεύει· ὣς ἄρα τοί περί νεκρόν ὁμίλεον, οὐδέ ποτε Ζεύς τρέψεν ἀπό κρατερῆς ὑσμίνης ὄσσε φαεινώ, ἀλλά κατ' αὐτούς αἰέν ὅρα καί φράζετο θυμῷ, πολλά μάλ' ἀμφί φόνῳ Πατρόκλου μερμηρίζων, ἢ ἤδη καί κεῖνον ἐνί κρατερῇ ὑσμίνῃ αὐτοῦ ἐπ' ἀντιθέῳ Σαρπηδόνι φαίδιμος Ἕκτωρ χαλκῷ δῃώσῃ, ἀπό τ' ὤμων τεύχε' ἕληται, ἦ ἔτι καί πλεόνεσσιν ὀφέλλειεν πόνον αἰπύν.
32Homerus, Ilias, 16, 777; 4 (auctor fl.700BC)
ἀλλ' ὅτε δή τό τέταρτον ἐπέσσυτο δαίμονι ἶσος, ἔνθ' ἄρα τοι Πάτροκλε φάνη βιότοιο τελευτή· ἤντετο γάρ τοι Φοῖβος ἐνί κρατερῇ ὑσμίνῃ δεινός· ὃ μέν τόν ἰόντα κατά κλόνον οὐκ ἐνόησεν, ἠέρι γάρ πολλῇ κεκαλυμμένος ἀντεβόλησε· στῆ δ' ὄπιθεν, πλῆξεν δέ μετάφρενον εὐρέε τ' ὤμω χειρί καταπρηνεῖ, στρεφεδίνηθεν δέ οἱ ὄσσε.
33Homerus, Ilias, 17, 106; 9 (auctor fl.700BC)
Αἴας δ' ἀμφί Μενοιτιάδῃ σάκος εὐρύ καλύψας ἑστήκει ὥς τίς τε λέων περί οἷσι τέκεσσιν, ᾧ ῥά τε νήπι' ἄγοντι συναντήσωνται ἐν ὕλῃ ἄνδρες ἐπακτῆρες· ὃ δέ τε σθένεϊ βλεμεαίνει, πᾶν δέ τ' ἐπισκύνιον κάτω ἕλκεται ὄσσε καλύπτων· ὣς Αἴας περί Πατρόκλῳ ἥρωϊ βεβήκει.
34Homerus, Ilias, 17, 140; 8 (auctor fl.700BC)
ἀλλά σύ γ' Αἴαντος μεγαλήτορος οὐκ ἐτάλασσας στήμεναι ἄντα κατ' ὄσσε ἰδών δηΐων ἐν ἀϋτῇ, οὐδ' ἰθύς μαχέσασθαι, ἐπεί σέο φέρτερός ἐστι.
35Homerus, Ilias, 17, 656; 4 (auctor fl.700BC)
ὣς τότε σοί Μενέλαε διοτρεφές ὄσσε φαεινώ πάντοσε δινείσθην πολέων κατά ἔθνος ἑταίρων, εἴ που Νέστορος υἱόν ἔτι ζώοντα ἴδοιτο.
36Homerus, Ilias, 17, 694; 1 (auctor fl.700BC)
ὣς ἔφατ', Ἀντίλοχος δέ κατέστυγε μῦθον ἀκούσας· δήν δέ μιν ἀμφασίη ἐπέων λάβε, τώ δέ οἱ ὄσσε δακρυόφι πλῆσθεν, θαλερή δέ οἱ ἔσχετο φωνή.
37Homerus, Ilias, 19, 1; 5 (auctor fl.700BC)
αὐτάρ Ἀχιλλεύς ὡς εἶδ', ὥς μιν μᾶλλον ἔδυ χόλος, ἐν δέ οἱ ὄσσε δεινόν ὑπό βλεφάρων ὡς εἰ σέλας ἐξεφάανθεν· τέρπετο δ' ἐν χείρεσσιν ἔχων θεοῦ ἀγλαά δῶρα.
38Homerus, Ilias, 19, 349; 5 (auctor fl.700BC)
τοῦ καί ὀδόντων μέν καναχή πέλε, τώ δέ οἱ ὄσσε λαμπέσθην ὡς εἴ τε πυρός σέλας, ἐν δέ οἱ ἦτορ δῦν' ἄχος ἄτλητον· ὃ δ' ἄρα Τρωσίν μενεαίνων δύσετο δῶρα θεοῦ, τά οἱ Ἥφαιστος κάμε τεύχων.
39Homerus, Ilias, 20, 373; 5 (auctor fl.700BC)
ὣς ἔφατ' εὐχόμενος, τόν δέ σκότος ὄσσε κάλυψε.
40Homerus, Ilias, 20, 455; 3 (auctor fl.700BC)
Τρῶα δ' Ἀλαστορίδην, ὃ μέν ἀντίος ἤλυθε γούνων, εἴ πώς εὑ πεφίδοιτο λαβών καί ζωόν ἀφείη μηδέ κατακτείνειεν ὁμηλικίην ἐλεήσας, νήπιος, οὐδέ τό ᾔδη ὃ οὐ πείσεσθαι ἔμελλεν· οὐ γάρ τι γλυκύθυμος ἀνήρ ἦν οὐδ' ἀγανόφρων, ἀλλά μάλ' ἐμμεμαώς· ὃ μέν ἥπτετο χείρεσι γούνων ἱέμενος λίσσεσθ', ὃ δέ φασγάνῳ οὖτα καθ' ἧπαρ· ἐκ δέ οἱ ἧπαρ ὄλισθεν, ἀτάρ μέλαν αἷμα κατ' αὐτοῦ κόλπον ἐνέπλησεν· τόν δέ σκότος ὄσσε κάλυψε θυμοῦ δευόμενον· ὃ δέ Μούλιον οὖτα παραστάς δουρί κατ' οὖς· εἶθαρ δέ δι' οὔατος ἦλθ' ἑτέροιο αἰχμή χαλκείη· ὃ δ' Ἀγήνορος υἱόν Ἔχεκλον μέσσην κάκ κεφαλήν ξίφει ἤλασε κωπήεντι, πᾶν δ' ὑπεθερμάνθη ξίφος αἵματι· τόν δέ κατ' ὄσσε ἔλλαβε πορφύρεος θάνατος καί μοῖρα κραταιή.
41Homerus, Ilias, 21, 161; 7 (auctor fl.700BC)
γαστέρα γάρ μιν τύψε παρ' ὀμφαλόν, ἐκ δ' ἄρα πᾶσαι χύντο χαμαί χολάδες· τόν δέ σκότος ὄσσε κάλυψεν ἀσθμαίνοντ'· Ἀχιλεύς δ' ἄρ' ἐνί στήθεσσιν ὀρούσας τεύχεά τ' ἐξενάριξε καί εὐχόμενος ἔπος ηὔδα· κεῖσ' οὕτως· χαλεπόν τοι ἐρισθενέος Κρονίωνος παισίν ἐριζέμεναι ποταμοῖό περ ἐκγεγαῶτι.
42Homerus, Ilias, 21, 400; 5 (auctor fl.700BC)
ὣς ἄρα φωνήσασα πάλιν τρέπεν ὄσσε φαεινώ· τόν δ' ἄγε χειρός ἑλοῦσα Διός θυγάτηρ Ἀφροδίτη πυκνά μάλα στενάχοντα· μόγις δ' ἐσαγείρετο θυμόν.
43Homerus, Ilias, 23, 388; 2 (auctor fl.700BC)
αὐτός δ' ἐκ δίφροιο παρά τροχόν ἐξεκυλίσθη, ἀγκῶνάς τε περιδρύφθη στόμα τε ῥῖνάς τε, θρυλίχθη δέ μέτωπον ἐπ' ὀφρύσι· τώ δέ οἱ ὄσσε δακρυόφι πλῆσθεν, θαλερή δέ οἱ ἔσχετο φωνή.
44Homerus, Ilias, 23, 429; 10 (auctor fl.700BC)
στῆ δ' ὀρθός καί μῦθον ἐν Ἀργείοισιν ἔειπεν· ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδέ μέδοντες οἶος ἐγών ἵππους αὐγάζομαι ἦε καί ὑμεῖς· ἄλλοι μοι δοκέουσι παροίτεροι ἔμμεναι ἵπποι, ἄλλος δ' ἡνίοχος ἰνδάλλεται· αἳ δέ που αὐτοῦ ἔβλαβεν ἐν πεδίῳ, αἳ κεῖσέ γε φέρτεραι ἦσαν· ἤτοι γάρ τάς πρῶτα ἴδον περί τέρμα βαλούσας, νῦν δ' οὔ πῃ δύναμαι ἰδέειν· πάντῃ δέ μοι ὄσσε Τρωϊκόν ἂμ πεδίον παπταίνετον εἰσορόωντι· ἦε τόν ἡνίοχον φύγον ἡνία, οὐδέ δυνάσθη εὖ σχεθέειν περί τέρμα καί οὐκ ἐτύχησεν ἑλίξας· ἔνθά μιν ἐκπεσέειν ὀΐω σύν θ' ἅρματα ἆξαι, αἳ δ' ἐξηρώησαν, ἐπεί μένος ἔλλαβε θυμόν.
45Homerus, Ilias, 23, 473; 2 (auctor fl.700BC)
οὔτε νεώτατός ἐσσι μετ' Ἀργείοισι τοσοῦτον, οὔτέ τοι ὀξύτατον κεφαλῆς ἐκδέρκεται ὄσσε· ἀλλ' αἰεί μύθοις λαβρεύεαι· οὐδέ τί σε χρή λαβραγόρην ἔμεναι· πάρα γάρ καί ἀμείνονες ἄλλοι.
46Homerus, Ilias, 24, 596; 12 (auctor fl.700BC)
αὐτάρ ἐπεί τάρπησαν ἐς ἀλλήλους ὁρόωντες, τόν πρότερος προσέειπε γέρων Πρίαμος θεοειδής· λέξον νῦν με τάχιστα διοτρεφές, ὄφρα καί ἤδη ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες· οὐ γάρ πω μύσαν ὄσσε ὑπό βλεφάροισιν ἐμοῖσιν ἐξ οὗ σῇς ὑπό χερσίν ἐμός πάϊς ὤλεσε θυμόν, ἀλλ' αἰεί στενάχω καί κήδεα μυρία πέσσω αὐλῆς ἐν χόρτοισι κυλινδόμενος κατά κόπρον.
47Homerus, Odyssea, 4, 183; 2 (auctor fl.700BC)
κλαῖε μέν Ἀργείη Ἑλένη, Διός ἐκγεγαυῖα, κλαῖε δέ Τηλέμαχός τε καί Ἀτρεΐδης Μενέλαος, οὐδ' ἄρα Νέστορος υἱός ἀδακρύτω ἔχεν ὄσσε· μνήσατο γάρ κατά θυμόν ἀμύμονος Ἀντιλόχοιο, τόν ῥ' Ἠοῦς ἔκτεινε φαεινῆς ἀγλαός υἱός· τοῦ ὅ γ' ἐπιμνησθείς ἔπεα πτερόεντ' ἀγόρευεν· " Ἀτρεΐδη, περί μέν σε βροτῶν πεπνυμένον εἶναι Νέστωρ φάσχ' ὁ γέρων, ὅτ' ἐπιμνησαίμεθα σεῖο οἷσιν ἐνί μεγάροισι, καί ἀλλήλους ἐρέοιμεν.
48Homerus, Odyssea, 4, 625; 12 (auctor fl.700BC)
τοῖσιν δ' Ἀντίνοος μετέφη Εὐπείθεος υἱός, ἀχνύμενος· μένεος δέ μέγα φρένες ἀμφιμέλαιναι πίμπλαντ', ὄσσε δέ οἱ πυρί λαμπετόωντι ἐίκτην· " ὢ πόποι, ἦ μέγα ἔργον ὑπερφιάλως ἐτελέσθη Τηλεμάχῳ ὁδός ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι.
49Homerus, Odyssea, 4, 675; 7 (auctor fl.700BC)
" ὣς φάτο, τῆς δ' αὐτοῦ λύτο γούνατα καί φίλον ἦτορ, δήν δέ μιν ἀμφασίη ἐπέων λάβε· τώ δέ οἱ ὄσσε δακρυόφι πλῆσθεν, θαλερή δέ οἱ ἔσχετο φωνή.
50Homerus, Odyssea, 4, 758; 1 (auctor fl.700BC)
ὣς φάτο, τῆς δ' εὔνησε γόον, σχέθε δ' ὄσσε γόοιο.
51Homerus, Odyssea, 5, 145; 3 (auctor fl.700BC)
τόν δ' ἄρ' ἐπ' ἀκτῆς εὗρε καθήμενον· οὐδέ ποτ' ὄσσε δακρυόφιν τέρσοντο, κατείβετο δέ γλυκύς αἰών νόστον ὀδυρομένῳ, ἐπεί οὐκέτι ἥνδανε νύμφη.
52Homerus, Odyssea, 6, 127; 2 (auctor fl.700BC)
βῆ δ' ἴμεν ὥς τε λέων ὀρεσίτροφος ἀλκί πεποιθώς, ὅς τ' εἶσ' ὑόμενος καί ἀήμενος, ἐν δέ οἱ ὄσσε δαίεται· αὐτάρ ὁ βουσί μετέρχεται ἢ ὀίεσσιν ἠέ μετ' ἀγροτέρας ἐλάφους· κέλεται δέ ἑ γαστήρ μήλων πειρήσοντα καί ἐς πυκινόν δόμον ἐλθεῖν· ὣς Ὀδυσεύς κούρῃσιν ἐυπλοκάμοισιν ἔμελλε μίξεσθαι, γυμνός περ ἐών· χρειώ γάρ ἵκανε.
53Homerus, Odyssea, 10, 208; 14 (auctor fl.700BC)
οὐδέ τι ἐκφάσθαι δύνατο ἔπος ἱέμενός περ, κῆρ ἄχεϊ μεγάλῳ βεβολημένος· ἐν δέ οἱ ὄσσε δακρυόφιν πίμπλαντο, γόον δ' ὠίετο θυμός.
54Homerus, Odyssea, 12, 192; 13 (auctor fl.700BC)
οὐδέ πῃ ἀθρῆσαι δυνάμην, ἔκαμον δέ μοι ὄσσε πάντῃ παπταίνοντι πρός ἠεροειδέα πέτρην.
55Homerus, Odyssea, 13, 366; 9 (auctor fl.700BC)
ἀλλ' ἄγε σ' ἄγνωστον τεύξω πάντεσσι βροτοῖσι· κάρψω μέν χρόα καλόν ἐνί γναμπτοῖσι μέλεσσι, ξανθάς δ' ἐκ κεφαλῆς ὀλέσω τρίχας, ἀμφί δέ λαῖφος ἕσσω ὅ κε στυγέῃσιν ἰδών ἄνθρωπον ἔχοντα, κνυζώσω δέ τοι ὄσσε πάρος περικαλλέ' ἐόντε, ὡς ἂν ἀεικέλιος πᾶσι μνηστῆρσι φανήῃς σῇ τ' ἀλόχῳ καί παιδί, τόν ἐν μεγάροισιν ἔλειπες.
56Homerus, Odyssea, 13, 416; 5 (auctor fl.700BC)
κάρψεν μέν χρόα καλόν ἐνί γναμπτοῖσι μέλεσσι, ξανθάς δ' ἐκ κεφαλῆς ὄλεσε τρίχας, ἀμφί δέ δέρμα πάντεσσιν μελέεσσι παλαιοῦ θῆκε γέροντος, κνύζωσεν δέ οἱ ὄσσε πάρος περικαλλέ' ἐόντε· ἀμφί δέ μιν ῥάκος ἄλλο κακόν βάλεν ἠδέ χιτῶνα, ῥωγαλέα ῥυπόωντα, κακῷ μεμορυγμένα καπνῷ· ἀμφί δέ μιν μέγα δέρμα ταχείης ἕσσ' ἐλάφοιο, ψιλόν· δῶκε δέ οἱ σκῆπτρον καί ἀεικέα πήρην, πυκνά ῥωγαλέην· ἐν δέ στρόφος ἦεν ἀορτήρ.
57Homerus, Odyssea, 19, 455; 5 (auctor fl.700BC)
τήν δ' ἅμα χάρμα καί ἄλγος ἕλε φρένα, τώ δέ οἱ ὄσσε δακρυόφι πλῆσθεν, θαλερή δέ οἱ ἔσχετο φωνή.
58Homerus, Odyssea, 20, 183; 7 (auctor fl.700BC)
ἴδιον, ὡς ἐνόησα, δεδάκρυνται δέ μοι ὄσσε μνησαμένῳ Ὀδυσῆος, ἐπεί καί κεῖνον ὀΐω τοιάδε λαίφε' ἔχοντα κατ' ἀνθρώπους ἀλάλησθαι, εἴ που ἔτι ζώει καί ὁρᾷ φάος ἠελίοιο.
59Homerus, Odyssea, 20, 345; 2 (auctor fl.700BC)
οἱ δ' ἤδη γναθμοῖσι γελοίων ἀλλοτρίοισιν, αἱμοφόρυκτα δέ δή κρέα ἤσθιον· ὄσσε δ' ἄρα σφέων δακρυόφιν πίμπλαντο, γόον δ' ὠΐετο θυμός.