'ύδωρ' - search in All Authors, Showing 1 to 500 of 1288 hits      Show next 500

1Alcuinus, In Evangelium Ioannis, 100, 0767C (auctor 730-804)
« Hydriae vocantur vasa aquarum receptui parata, Graece enim aqua ὕδωρ dicitur.
2Alcuinus, In Evangelium Ioannis, 100, 0799A (auctor 730-804)
Hydria vas erat, unde aqua hauriebatur; Graeco nomine appellatur hydria, quoniam Graece, aqua, ὕδωρ dicitur, tanquam si aquarium diceretur.
3Anonymus, Adnotationes super Lucanum, 9, 9; 583 (opus c.400)
Hic ergo habitat hic serpens, unde et hoc nomen accepit; nam χέρσον Graeci terram dicunt, ὕδωρ aquam.
4Anonymus, Commenta Bernensia in Lucanum, p11, 5, 710; 324 (opus c.400)
‘Chersydros’: χέρσος terra, ὕδωρ aqua.
5Anselmus Laudunensis et schola Glossa ordina, Evangelium secundum Lucam, 114, 0306C (auctor -1117)
Ὕδωρ, aqua, inde hydropis, morbus aquosus subcutaneus, de vitio vesicae natus cum inflatione turgente et anhelitu fetido.
6Aristoteles, Physica, 1, 2; 1
Ἀνάγκη δ' ἤτοι μίαν εἶναι τὴν ἀρχὴν ἢ πλείους, καὶ εἰ μίαν, ἤτοι ἀκίνητον, ὥς φησι Παρμενίδης καὶ Μέλισσος, ἢ κι νουμένην, ὥσπερ οἱ φυσικοί, οἱ μὲν ἀέρα φάσκοντες εἶναι οἱ δ' ὕδωρ τὴν πρώτην ἀρχήν· εἰ δὲ πλείους, ἢ πεπερασμένας ἢ ἀπεί ρους, καὶ εἰ πεπερασμένας πλείους δὲ μιᾶς, ἢ δύο ἢ τρεῖς ἢ τέτ ταρας ἢ ἄλλον τινὰ ἀριθμόν, καὶ εἰ ἀπείρους, ἢ οὕτως ὥσπερ Δημόκριτος, τὸ γένος ἕν, σχήματι δὲ , ἢ εἴδει διαφερούσας ἢ καὶ ἐναντίας.
7Aristoteles, Physica, 1, 3; 5
ὥσπερ γὰρ καὶ τὸ μέρος ἓν ὄν, τοδὶ τὸ ὕδωρ, κινεῖται ἐν ἑαυτῷ, διὰ τί οὐ καὶ τὸ πᾶν;
8Aristoteles, Physica, 1, 4; 11
ἔτι εἰ πάντα μὲν ἐνυπάρχει τὰ τοιαῦτα ἐν ἀλλήλοις, καὶ μὴ γίγνεται ἀλλ' ἐκκρίνεται ἐνόντα, λέγεται δὲ ἀπὸ τοῦ πλεί ονος, γίγνεται δὲ ἐξ ὁτουοῦν ὁτιοῦν (οἷον ἐκ σαρκὸς ὕδωρ ἐκ κρινόμενον καὶ σὰρξ ἐξ ὕδατος), ἅπαν δὲ σῶμα πεπερασμέ νον ἀναιρεῖται ὑπὸ σώματος πεπερασμένου, φανερὸν ὅτι οὐκ ἐνδέχεται ἐν ἑκάστῳ ἕκαστον ὑπάρχειν.
9Aristoteles, Physica, 1, 4; 20
καὶ οὐχ ὁ αὐτὸς τρόπος, ὡς πλίνθοι ἐξ οἰκίας καὶ οἰκία ἐκ πλίνθων, οὕτω [δὲ] καὶ ὕδωρ καὶ ἀὴρ ἐξ ἀλλήλων καὶ εἰσὶ καὶ γίγνονται.
10Aristoteles, Physica, 1, 6; 11
διόπερ εἴ τις τόν τε πρότερον ἀληθῆ νομίσειεν εἶναι λόγον καὶ τοῦτον, ἀναγκαῖον, εἰ μέλλει διασώσειν ἀμφοτέρους αὐτούς, ὑποτιθέναι τι τρίτον, ὥσπερ φασὶν οἱ μίαν τινὰ φύσιν εἶναι λέγοντες τὸ πᾶν, οἷον ὕδωρ ἢ πῦρ ἢ τὸ μεταξὺ τούτων.
11Aristoteles, Physica, 1, 6; 12
δοκεῖ δὲ τὸ μεταξὺ μᾶλ λον· πῦρ γὰρ ἤδη καὶ γῆ καὶ ἀὴρ καὶ ὕδωρ μετ' ἐναντιοτή των συμπεπλεγμένα ἐστίν.
12Aristoteles, Physica, 1, 6; 13
διὸ καὶ οὐκ ἀλόγως ποιοῦσιν οἱ τὸ ὑποκείμενον ἕτερον τούτων ποιοῦντες, τῶν δ' ἄλλων οἱ ἀέρα· καὶ γὰρ ὁ ἀὴρ ἥκιστα ἔχει τῶν ἄλλων διαφορὰς αἰσθητάς· ἐχόμενον δὲ τὸ ὕδωρ.
13Aristoteles, Physica, 2, 1; 1
Τῶν ὄντων τὰ μέν ἐστι φύσει, τὰ δὲ δι' ἄλλας αἰ τίας, φύσει μὲν τά τε ζῷα καὶ τὰ μέρη αὐτῶν καὶ τὰ φυτὰ καὶ τὰ ἁπλᾶ τῶν σωμάτων, οἷον γῆ καὶ πῦρ καὶ ἀὴρ καὶ ὕδωρ (ταῦτα γὰρ εἶναι καὶ τὰ τοιαῦτα φύσει φαμέν), πάντα δὲ ταῦτα φαίνεται διαφέροντα πρὸς τὰ μὴ φύσει συνεστῶτα.
14Aristoteles, Physica, 2, 1; 12
εἰ δὲ καὶ τούτων ἕκαστον πρὸς ἕτε ρόν τι ταὐτὸ τοῦτο πέπονθεν (οἷον ὁ μὲν χαλκὸς καὶ ὁ χρυσὸς πρὸς ὕδωρ, τὰ δ' ὀστᾶ καὶ ξύλα πρὸς γῆν, ὁμοίως δὲ καὶ τῶν ἄλλων ὁτιοῦν), ἐκεῖνο τὴν φύσιν εἶναι καὶ τὴν οὐσίαν αὐ τῶν.
15Aristoteles, Physica, 2, 1; 13
διόπερ οἱ μὲν πῦρ, οἱ δὲ γῆν, οἱ δ' ἀέρα φασίν, οἱ δὲ ὕδωρ, οἱ δ' ἔνια τούτων, οἱ δὲ πάντα ταῦτα τὴν φύσιν εἶ ναι τὴν τῶν ὄντων.
16Aristoteles, Physica, 2, 8; 1
Λεκτέον δὴ πρῶτον μὲν διότι ἡ φύσις τῶν ἕνεκά του αἰτίων, ἔπειτα περὶ τοῦ ἀναγκαίου, πῶς ἔχει ἐν τοῖς φυσι κοῖς· εἰς γὰρ ταύτην τὴν αἰτίαν ἀνάγουσι πάντες, ὅτι ἐπειδὴ τὸ θερμὸν τοιονδὶ πέφυκεν καὶ τὸ ψυχρὸν καὶ ἕκαστον δὴ τῶν τοιούτων, ταδὶ ἐξ ἀνάγκης ἐστὶ καὶ γίγνεται· καὶ γὰρ ἐὰν ἄλλην αἰτίαν εἴπωσιν, ὅσον ἁψάμενοι χαίρειν ἐῶσιν, ὁ μὲν τὴν φιλίαν καὶ τὸ νεῖκος, ὁ δὲ τὸν νοῦν· ἔχει δ' ἀπορίαν τί κωλύει τὴν φύσιν μὴ ἕνεκά του ποιεῖν μηδ' ὅτι βέλτιον, ἀλλ' ὥσπερ ὕει ὁ Ζεὺς οὐχ ὅπως τὸν σῖτον αὐξήσῃ, ἀλλ' ἐξ ἀνάγκης (τὸ γὰρ ἀναχθὲν ψυχθῆναι δεῖ, καὶ τὸ ψυχθὲν ὕδωρ γενόμενον κατελθεῖν· τὸ δ' αὐξάνεσθαι τούτου γενομέ νου τὸν σῖτον συμβαίνει), ὁμοίως δὲ καὶ εἴ τῳ ἀπόλλυται ὁ σῖτος ἐν τῇ ἅλῳ, οὐ τούτου ἕνεκα ὕει ὅπως ἀπόληται, ἀλλὰ τοῦτο συμβέβηκεν – ὥστε τί κωλύει οὕτω καὶ τὰ μέρη ἔχειν ἐν τῇ φύσει, οἷον τοὺς ὀδόντας ἐξ ἀνάγκης ἀνατεῖλαι τοὺς μὲν ἐμπροσθίους ὀξεῖς, ἐπιτηδείους πρὸς τὸ διαιρεῖν, τοὺς δὲ γομφίους πλατεῖς καὶ χρησίμους πρὸς τὸ λεαίνειν τὴν τροφήν, ἐπεὶ οὐ τούτου ἕνεκα γενέσθαι, ἀλλὰ συμπεσεῖν· ὁμοίως δὲ καὶ περὶ τῶν ἄλλων μερῶν, ἐν ὅσοις δοκεῖ ὑπάρχειν τὸ ἕνεκά του.
17Aristoteles, Physica, 3, 4; 4
οἱ δὲ περὶ φύσεως πάντες [ἀεὶ] ὑποτιθέασιν ἑτέραν τινὰ φύσιν τῷ ἀπείρῳ τῶν λεγομένων στοιχείων, οἷον ὕδωρ ἢ ἀέρα ἢ τὸ μεταξὺ τούτων.
18Aristoteles, Physica, 3, 6; 17
εἰσὶν γάρ τι νες οἳ τοῦτο ποιοῦσι τὸ ἄπειρον, ἀλλ' οὐκ ἀέρα ἢ ὕδωρ, ὅπως μὴ τἆλλα φθείρηται ὑπὸ τοῦ ἀπείρου αὐτῶν· ἔχουσι γὰρ πρὸς ἄλληλα ἐναντίωσιν, οἷον ὁ μὲν ἀὴρ ψυχρός, τὸ δ' ὕδωρ ὑγρόν, τὸ δὲ πῦρ θερμόν· ὧν εἰ ἦν ἓν ἄπειρον, ἔφθαρτο ἂν ἤδη τἆλλα· νῦν δ' ἕτερον εἶναί φασιν ἐξ οὗ ταῦτα.
19Aristoteles, Physica, 3, 6; 18
ἀδύ νατον δ' εἶναι τοιοῦτον, οὐχ ὅτι ἄπειρον (περὶ τούτου μὲν γὰρ κοινόν τι λεκτέον ἐπὶ παντὸς ὁμοίως, καὶ ἀέρος καὶ ὕδατος καὶ ὁτουοῦν), ἀλλ' ὅτι οὐκ ἔστιν τοιοῦτον σῶμα αἰσθητὸν παρὰ τὰ καλούμενα στοιχεῖα· ἅπαντα γὰρ ἐξ οὗ ἐστι, καὶ διαλύε ται εἰς τοῦτο, ὥστε ἦν ἂν ἐνταῦθα παρὰ ἀέρα καὶ πῦρ καὶ γῆν καὶ ὕδωρ· φαίνεται δ' οὐδέν.
20Aristoteles, Physica, 3, 6; 31
πεπερασμένα μὲν οὖν οὐχ οἷόν τε (ἔσται γὰρ τὰ μὲν ἄπειρα τὰ δ' οὔ, εἰ τὸ πᾶν ἄπειρον, οἷον τὸ πῦρ ἢ τὸ ὕδωρ· φθορὰ δὲ τὸ τοιοῦτον τοῖς ἐναντίοις [καθάπερ εἴρηται πρότερον])· [καὶ ...
21Aristoteles, Physica, 4, 1; 6
ὅτι μὲν οὖν ἔστιν ὁ τόπος, δοκεῖ δῆλον εἶναι ἐκ τῆς ἀντιμεταστάσεως· ὅπου γὰρ ἔστι νῦν ὕδωρ, ἐνταῦθα ἐξελθόν τος ὥσπερ ἐξ ἀγγείου πάλιν ἀὴρ ἔνεστιν, ὁτὲ δὲ τὸν αὐτὸν τόπον τοῦτον ἄλλο τι τῶν σωμάτων κατέχει· τοῦτο δὴ τῶν ἐγγιγνομένων καὶ μεταβαλλόντων ἕτερον πάντων εἶναι δοκεῖ· ἐν ᾧ γὰρ ἀὴρ ἔστι νῦν, ὕδωρ ἐν τούτῳ πρότερον ἦν, ὥστε δῆ λον ὡς ἦν ὁ τόπος τι καὶ ἡ χώρα ἕτερον ἀμφοῖν, εἰς ἣν καὶ ἐξ ἧς μετέβαλον.
22Aristoteles, Physica, 4, 2; 8
τὸ μὲν γὰρ εἶδος καὶ ἡ ὕλη οὐ χωρίζεται τοῦ πράγματος, τὸν δὲ τόπον ἐνδέχεται· ἐν ᾧ γὰρ ἀὴρ ἦν, ἐν τούτῳ πάλιν ὕδωρ, ὥσπερ ἔφαμεν, γίγνεται, ἀντιμεθισταμένων ἀλλήλοις τοῦ τε ὕδατος καὶ τοῦ ἀέρος, καὶ τῶν ἄλλων σωμάτων ὁμοίως, ὥστε οὔτε μόριον οὔθ' ἕξις ἀλλὰ χωριστὸς ὁ τόπος ἑκάστου ἐστί.
23Aristoteles, Physica, 4, 2; 17
ἔτι ὅταν ἐξ ἀέρος ὕδωρ γένηται, ἀπόλωλεν ὁ τόπος· οὐ γὰρ ἐν τῷ αὐτῷ τόπῳ τὸ γενόμενον σῶμα· τίς οὖν ἡ φθορά;
24Aristoteles, Physica, 4, 6; 6
[ἔτι ὅταν μὴ διῃρημένον ᾖ, ὡς μέρος ἐν ὅλῳ λέ γεται, οἷον ἐν τῷ ὀφθαλμῷ ἡ ὄψις ἢ ἐν τῷ σώματι ἡ χείρ, ὅταν δὲ διῃρημένον, οἷον ἐν τῷ κάδῳ τὸ ὕδωρ ἢ ἐν τῷ κεραμίῳ ὁ οἶνος· ἡ μὲν γὰρ χεὶρ μετὰ τοῦ σώματος κινεῖται, τὸ δὲ ὕδωρ ἐν τῷ κάδῳ.
25Aristoteles, Physica, 4, 6; 11
διὰ δὲ τὸ μεταβάλ λειν πολλάκις μένοντος τοῦ περιέχοντος τὸ περιεχόμενον καὶ διῃρημένον, οἷον ἐξ ἀγγείου ὕδωρ, τὸ μεταξὺ εἶναί τι δοκεῖ διάστημα, ὡς ὄν τι παρὰ τὸ σῶμα τὸ μεθιστάμενον.
26Aristoteles, Physica, 4, 6; 14
οὐκ ἔστι δὲ ἄλλος ὁ τόπος τοῦ μορίου, ἐν ᾧ κινεῖται, ὅταν ὅλον τὸ ἀγγεῖον μεθίστηται, ἀλλ' ὁ αὐτός· ἐν ᾧ γὰρ ἔστιν, ἀντιμεθίσταται ὁ ἀὴρ καὶ τὸ ὕδωρ ἢ τὰ μόρια τοῦ ὕδατος, ἀλλ' οὐκ ἐν ᾧ γίγνονται τόπῳ, ὃς μέρος ἐστὶ τοῦ τόπου ὅς ἐστι τόπος ὅλου τοῦ οὐρανοῦ.
27Aristoteles, Physica, 4, 6; 16
ὥσπερ γὰρ εἰ ἀλλοιοῦται, ἔστι τι ὃ νῦν μὲν λευκὸν πάλαι δὲ μέλαν, καὶ νῦν μὲν σκληρὸν πάλαι δὲ μαλακόν (διό φαμεν εἶναί τι τὴν ὕλην), οὕτω καὶ ὁ τόπος διὰ τοιαύτης τινὸς εἶναι δοκεῖ φαντασίας, πλὴν ἐκεῖνο μὲν διότι ὃ ἦν ἀήρ, τοῦτο νῦν ὕδωρ, ὁ δὲ τό πος ὅτι οὗ ἦν ἀήρ, ἐνταῦθ' ἔστι νῦν ὕδωρ.
28Aristoteles, Physica, 4, 7; 2
διὸ κἂν ὕδωρ γένηται τοι οῦτο, τὰ μὲν μόρια κινήσεται αὐτοῦ (περιέχεται γὰρ ὑπ' ἀλλήλων), τὸ δὲ πᾶν ἔστι μὲν ὡς κινήσεται ἔστι δ' ὡς οὔ.
29Aristoteles, Physica, 4, 7; 16
οὕτω δὲ καὶ ἀὴρ ἔχει πρὸς ὕδωρ· οἷον ὕλη γάρ, τὸ δὲ εἶδος, τὸ μὲν ὕδωρ ὕλη ἀέρος, ὁ δ' ἀὴρ οἷον ἐνέργειά τις ἐκείνου· τὸ γὰρ ὕδωρ δυνάμει ἀήρ ἐστιν, ὁ δ' ἀὴρ δυνάμει ὕδωρ ἄλλον τρόπον.
30Aristoteles, Physica, 4, 7; 18
εἰ οὖν τὸ αὐτὸ [ἡ] ὕλη καὶ ἐντελέχεια (ὕδωρ γὰρ ἄμφω, ἀλλὰ τὸ μὲν δυνά μει τὸ δ' ἐντελεχείᾳ), ἔχοι ἂν ὡς μόριόν πως πρὸς ὅλον.
31Aristoteles, Physica, 4, 8; 15
μαρτύριον δὲ καὶ τὸ περὶ τῆς τέφρας ποιοῦνται, ἣ δέχεται ἴσον ὕδωρ ὅσον τὸ ἀγγεῖον τὸ κενόν.
32Aristoteles, Physica, 4, 10; 24
ἔστω γὰρ τὸ μὲν Β ὕδωρ, τὸ δὲ Δ ἀήρ· ὅσῳ δὴ λεπτότερον ἀὴρ ὕδατος καὶ ἀσωματώτερον, τοσούτῳ θᾶττον τὸ Α διὰ τοῦ Δ οἰσθήσεται ἢ διὰ τοῦ Β.
33Aristoteles, Physica, 4, 10; 25
ἐχέτω δὴ τὸν αὐτὸν λόγον ὅνπερ διέστηκεν ἀὴρ πρὸς ὕδωρ, τὸ τάχος πρὸς τὸ τάχος.
34Aristoteles, Physica, 4, 10; 48
ὥσπερ γὰρ ἐὰν ἐν ὕδατι τιθῇ τις κύβον, ἐκστήσεται τοσοῦτον ὕδωρ ὅσος ὁ κύβος, οὕτω καὶ ἐν ἀέρι· ἀλλὰ τῇ αἰσθήσει ἄδηλον.
35Aristoteles, Physica, 4, 10; 49
καὶ αἰεὶ δὴ ἐν παντὶ σώματι ἔχοντι μετάστασιν, ἐφ' ὃ πέφυκε μεθίστασθαι, ἀνάγκη, ἂν μὴ συμπιλῆται, μεθίστασθαι ἢ κάτω αἰεί, εἰ κάτω ἡ φορὰ ὥσπερ γῆς, ἢ ἄνω, εἰ πῦρ, ἢ ἐπ' ἄμφω, [ἢ] ὁποῖον ἄν τι ᾖ τὸ ἐντιθέμενον· ἐν δὲ δὴ τῷ κενῷ τοῦτο μὲν ἀδύνατον (οὐδὲν γὰρ σῶμα), διὰ δὲ τοῦ κύβου τὸ ἴσον διάστημα διεληλυθέναι, ὅπερ ἦν καὶ πρότερον ἐν τῷ κενῷ, ὥσπερ ἂν εἰ τὸ ὕδωρ μὴ μεθίστατο τῷ ξυλίνῳ κύβῳ μηδ' ὁ ἀήρ, ἀλλὰ πάντῃ διῄεσαν δι' αὐτοῦ.
36Aristoteles, Physica, 4, 10; 59
νῦν δ' οὐδα μοῦ ἐντὸς τοῦ κόσμου· ὁ γὰρ ἀὴρ ἔστιν τι, οὐ δοκεῖ δέ γε – οὐδὲ τὸ ὕδωρ, εἰ ἦσαν οἱ ἰχθύες σιδηροῖ· τῇ ἁφῇ γὰρ ἡ κρίσις τοῦ ἁπτοῦ.
37Aristoteles, Physica, 4, 11; 2
εἰ μὲν γὰρ μὴ ἔστι μανὸν καὶ πυκνόν, οὐδὲ συνιέναι καὶ πιλεῖσθαι οἷόν τε· εἰ δὲ τοῦτο μὴ εἴη, ἢ ὅλως κίνησις οὐκ ἔσται, ἢ κυμανεῖ τὸ ὅλον, ὥσπερ ἔφη Ξοῦθος, ἢ εἰς ἴσον ἀεὶ μεταβάλλειν ἀέρα καὶ ὕδωρ (λέγω δὲ οἷον εἰ ἐξ ὕδατος κυάθου γέγονεν ἀήρ, ἅμα ἐξ ἴσου ἀέρος ὕδωρ τοσοῦτον γεγενῆσθαι), ἢ κενὸν εἶναι ἐξ ἀνάγκης· συμπιλεῖσθαι γὰρ καὶ ἐπεκτείνεσθαι οὐκ ἐνδέχεται ἄλ λως.
38Aristoteles, Physica, 4, 11; 9
ἐπεὶ δὲ κενὸν μὲν οὔ φαμεν εἶναι, τὰ ἄλλα δ' ἠπόρηται ἀληθῶς, ὅτι ἢ κίνησις οὐκ ἔσται, εἰ μὴ ἔσται πύκνωσις καὶ μάνωσις, ἢ κυμανεῖ ὁ οὐρανός, ἢ αἰεὶ ἴσον ὕδωρ ἐξ ἀέρος ἔσται καὶ ἀὴρ ἐξ ὕδατος (δῆλον γὰρ ὅτι πλείων ἀὴρ ἐξ ὕδατος γίγνε ται· ἀνάγκη τοίνυν, εἰ μὴ ἔστι πίλησις, ἢ ἐξωθούμενον τὸ ἐχόμενον τὸ ἔσχατον κυμαίνειν ποιεῖν, ἢ ἄλλοθί που ἴσον μεταβάλλειν ἐξ ἀέρος ὕδωρ, ἵνα ὁ πᾶς ὄγκος τοῦ ὅλου ἴσος ᾖ, ἢ μηδὲν κινεῖσθαι· ἀεὶ γὰρ μεθισταμένου τοῦτο συμβήσε ται, ἂν μὴ κύκλῳ περιίστηται· οὐκ ἀεὶ δ' εἰς τὸ κύκλῳ ἡ φορά, ἀλλὰ καὶ εἰς εὐθύ)· οἱ μὲν δὴ διὰ ταῦτα κενόν τι φαῖεν ἂν εἶναι, ἡμεῖς δὲ λέγομεν ἐκ τῶν ὑποκειμένων ὅτι ἔστιν ὕλη μία τῶν ἐναντίων, θερμοῦ καὶ ψυχροῦ καὶ τῶν ἄλ λων τῶν φυσικῶν ἐναντιώσεων, καὶ ἐκ δυνάμει ὄντος ἐνερ γείᾳ ὂν γίγνεται, καὶ οὐ χωριστὴ μὲν ἡ ὕλη, τὸ δ' εἶναι ἕτε ρον, καὶ μία τῷ ἀριθμῷ, εἰ ἔτυχε, χροιᾶς καὶ θερμοῦ καὶ ψυχροῦ.
39Aristoteles, Physica, 4, 11; 11
δῆλον δέ· ὅταν γὰρ ἐξ ὕδατος ἀὴρ γένηται, ἡ αὐτὴ ὕλη οὐ προσλαβοῦσά τι ἄλλο ἐγένετο, ἀλλ' ὃ ἦν δυνάμει, ἐνεργείᾳ ἐγένετο, καὶ πάλιν ὕδωρ ἐξ ἀέρος ὡσαύ τως, ὁτὲ μὲν εἰς μέγεθος ἐκ μικρότητος, ὁτὲ δ' εἰς μικρό τητα ἐκ μεγέθους.
40Aristoteles, Physica, 7, 7; 21
ὁ μὲν οὖν ἵππος καὶ ὁ κύων συμβλητά, πότερον λευ κότερον (ἐν ᾧ γὰρ πρώτῳ, τὸ αὐτό, ἡ ἐπιφάνεια), καὶ κατὰ μέγεθος ὡσαύτως· ὕδωρ δὲ καὶ φωνὴ οὔ· ἐν ἄλλῳ γάρ.
41Aristoteles, Physica, 8, 4; 28
δυνάμει δ' ἐστὶν κοῦφον καὶ βαρὺ πολλαχῶς, ὥσπερ εἴρηται· ὅταν τε γὰρ ᾖ ὕδωρ, δυνάμει γέ πώς ἐστι κοῦφον, καὶ ὅταν ἀήρ, ἔστιν ὡς ἔτι δυνάμει (ἐνδέχεται γὰρ ἐμποδιζόμενον μὴ ἄνω εἶναι)· ἀλλ' ἐὰν ἀφαιρεθῇ τὸ ἐμπο δίζον, ἐνεργεῖ καὶ ἀεὶ ἀνωτέρω γίγνεται.
42Aristoteles, Physica, 8, 18; 5
ἀνάγκη δὴ τοῦτο μὲν λέγειν, ὅτι τὸ πρῶτον κινῆσαν ποιεῖ οἷόν τε κινεῖν ἢ τὸν ἀέρα [τοιοῦτον] ἢ τὸ ὕδωρ ἤ τι ἄλλο τοιοῦτον ὃ πέφυκε κινεῖν καὶ κινεῖσθαι· ἀλλ' οὐχ ἅμα παύεται κινοῦν καὶ κινούμενον, ἀλλὰ κινούμενον μὲν ἅμα ὅταν ὁ κινῶν παύσηται κινῶν, κινοῦν δὲ ἔτι ἐστίν.
43Aristoteles, Physica, 8, 19; 8
ἔχει δ' ἀπορίαν εἰ ἐνδέχε ταί τι κινούμενον κινεῖν συνεχῶς, ἀλλὰ μὴ ὥσπερ τὸ ὠθοῦν πάλιν καὶ πάλιν, τῷ ἐφεξῆς εἶναι συνεχῶς· ἢ γὰρ αὐτὸ δεῖ ἀεὶ ὠθεῖν ἢ ἕλκειν ἢ ἄμφω, ἢ ἕτερόν τι ἐκδεχόμενον ἄλλο παρ' ἄλλου, ὥσπερ πάλαι ἐλέχθη ἐπὶ τῶν ῥιπτουμένων, εἰ διαιρετὸς ὢν ὁ ἀὴρ [ἢ τὸ ὕδωρ] κινεῖ ἄλλος ἀεὶ κινούμε νος.
44Aristoteles, Analytica posteriora, 2, II 12; 3 (auctor 384BC-322BC)
Τί ἐστι κρύσταλλος; εἰλήφθω δή ὅτι ὕδωρ πεπηγός.
45Aristoteles, Analytica posteriora, 2, II 12; 4 (auctor 384BC-322BC)
Ὕδωρ ἐφ᾿ οὗ Γ, πεπηγός ἐφ᾿ οὗ Α, αἴτιον τό μέσον ἐφ᾿ οὗ Β, ἔκλειψις θερμοῦ παντελής.
46Aristoteles, Analytica posteriora, 2, II 12; 49 (auctor 384BC-322BC)
Βεβρεγμένης τῆς γῆς ἀνάγκη ἀτμίδα γίνεσθαι, τούτου δέ γενομένου νέφος, τούτου δέ γενομένου ὕδωρ· τούτου δέ γενομένου ἀνάγκη βεβρέχθαι τήν γῆν· τοῦτο δ᾿ ἦν τό ἐξ ἀρχῆς, ὥστε κύκλῳ περιελήλυθεν· ἑνός γάρ αὐτῶν ὁτουοῦν ὄντος ἕτερόν ἐστι, κἀκείνου ἄλλο, καί τούτου τό πρῶτον.
47Aristoteles, Analytica priora, 1, I 43; 1 (auctor 384BC-322BC)
Τούς τε πρός ὁρισμόν τῶν λόγων, ὅσοι πρός ἕν τι τυγχάνουσι διειλεγμένοι τῶν ἐν τῷ ὅρῳ, πρός ὃ διείλεκται, θετέον ὅρον, καί οὐ τόν ἅπαντα λόγον· ἧττον γάρ συμβήσεται ταράττεσθαι διά τό μῆκος, οἷον εἰ τό ὕδωρ ἔδειξεν ἅτι ὑγρόν ποτόν, τό ποτόν καί τό ὕδωρ ὅρους θετέον.
48Aristoteles, Athenaion Politeia, p2, 66, 2; 4 (auctor 384BC-322BC)
ἐπει̣δὰν δ' ἔλθωσιν καὶ νενεμημένοι ἐφ' ἕκαστον ὦσιν οἱ δικασταί, ἡ ἀρχὴ ἡ ἐφεστηκυῖα ἐν τῷ δικαστηρίῳ ἑκάστῳ ἕλκει ἐξ ἑκάστου τοῦ κιβωτίου πινάκιον ἕν, ἵνα γένωνται δέκα, εἷς ἐξ ἑκάστης τῆς φυλῆς, καὶ ταῦτα τὰ πινάκι̣α εἰς ἕτερον κενὸν κιβώτιον ἐμβάλλει· καὶ τούτων ε # τοὺς πρώτους διακληροῖ, ἕνα μὲν ἐπὶ τὸ ὕδωρ, τέτταρας δὲ ἄλλους ἐπὶ τὰς ψήφ̣ους, ἵνα μηδεὶς παρασκευάζηι μήτε τὸν ἐπὶ τὸ ὕδωρ μήτε τοὺς ἐπὶ τὰς ψήφους, μηδὲ γίγνηται περὶ ταῦτα κακούργημα μηδέν.
49Aristoteles, Athenaion Politeia, p2, 67, 3; 4 (auctor 384BC-322BC)
ὁ δ' ἐφ' ὕδωρ εἰληχὼς ἐπιλαμβάνει τ̣ὸν αὐλίσκον, ἐπειδὰν μέλλῃ τινὰ ἢ νόμον ἢ μαρτυρίαν ἢ τοιοῦτόν τι ὁ γραμματεὺς ἀναγιγνώσκειν.
50Aristoteles, Athenaion Politeia, p2, 67, 4; 5 (auctor 384BC-322BC)
ἐπειδὰν δὲ ᾖ πρὸς διαμεμετρημένην τὴν ἡμέραν̣ ὁ ἀγὼν, τότε δὲ οὐκ ἐπιλαμβάνει αὐτόν, ἀλλὰ δίδοται τὸ ἴσον ὕδωρ τῷ τε κατηγοροῦντι καὶ τῷ ἀπολογουμένῳ, διαμετρεῖται δὲ πρὸς τὰς ἡμέρας τοῦ Ποσιδεῶνος ................... α̣ρο̣...ντ̣α̣ι̣ χρῶνται ...............ια ...τενταις τα κλι.................π̣οτ̣ι̣..α̣σιν οἱ δικασ̣ταὶ ...............ολ.....ισον ἕκαστοι λ̣................τε... γὰρ ἔσπευδον .................πετ..ρος ἐξωθεῖν τοὺς ..................λει..ν ὕδωρ λαμβαν.............. εἰσιν ὁ μὲν ἕτ̣ερος τοῖς διώκουσιν, ὁ δ' ἕτερος τοῖς φεύγουσιν.
51Aristoteles, Categoriae, 7; 44 (auctor 384BC-322BC)
Ἔτι ἡ μὲν αἴσθησις ἅμα τῷ αἰσθητικῷ γίνεται· ἅμα γὰρ τῷ ζῴῳ γίνεται καὶ αἴσθησις· τὸ δέ γε αἴσθητόν ἐστι καὶ πρὸ τοῦ ζῷον ἢ αἴσθησιν εἶναι· πῦρ γὰρ καὶ ὕδωρ καὶ τὰ τοιαῦτα, ἐξ ὧν καὶ τὸ ζῷον συνίσταται, ἔστι καὶ πρὸ τοῦ ζῷον ὅλως εἶναι ἢ αἴσθησιν, ὥστε πρότερον ἂν τῆς αἰσθήσεως τὸ αἰσθητὸν εἶναι δόξειεν.
52Aristoteles, De anima, 1, I 2; 18 (auctor 384BC-322BC)
Ὅσοι μέν οὖν ἐπί τό κινεῖσθαι τό ἔμψυχον ἀπέβλεψαν, οὗτοι τό κινητικώτατον ὑπέλαβον τήν ψυχήν· ὅσοι δ’ ἐπί τό γινώσκειν καί τό αἰσθάνεσθαι τῶν ὄντων, οὗτοι δέ λέγουσι τήν ψυχήν τάς ἀρχάς, οἱ μέν πλείους ποιοῦντες, οἱ δέ μίαν ταύτην, ὥσπερ Ἐμπεδοκλῆς μέν ἐκ τῶν στοιχείων πάντων εἶναι δέ καί ἕκαστον ψυχήν τούτων, λέγων οὕτω γαίῃ μέν γάρ γαῖαν ὀπώπαμεν, ὕδατι δ’ ὕδωρ, αἰθέρι δ’ αἰθέρα δῖαν, ἀτάρ πυρί πῦρ ἀΐδηλον, στοργῇ δέ στοργήν, νεῖκος δέ τε νείκεϊ λυγρῷ.
53Aristoteles, De anima, 1, I 2; 36 (auctor 384BC-322BC)
Τῶν δέ φορτικωτέρων καί ὕδωρ τινές ἀπεφήναντο, καθάπερ Ἵππων.
54Aristoteles, De anima, 2, II 4; 27 (auctor 384BC-322BC)
Φαίνεται δ’ οὐδ’ ἐκεῖνα τόν αὐτόν τρόπον ἀλλήλοις εἶναι τροφή, ἀλλά τό μέν ὕδωρ τῷ πυρί τροφή, τό δέ πῦρ οὐ τρέφει τό ὕδωρ.
55Aristoteles, De anima, 2, II 7; 10 (auctor 384BC-322BC)
Τοιοῦτον δέ ἐστιν ἀήρ καί ὕδωρ καί πολλά τῶν στερεῶν· οὐ γάρ ᾗ ὕδωρ οὐδ’ ᾗ ἀήρ, διαφανές, ἀλλ’ ὅτι ἐστί φύσις ἐνυπάρχουσα ἡ αὐτή ἐν τούτοις ἀμφοτέροις καί ἐν τῷ ἀϊδίῳ τῷ ἄνω σώματι.
56Aristoteles, De anima, 2, II 8; 9 (auctor 384BC-322BC)
Οὐκ ἔστι δέ ψόφου κύριος ὁ ἀήρ οὐδέ τό ὕδωρ· ἀλλά δεῖ στερεῶν πληγήν γενέσθαι πρός ἄλληλα καί πρός τόν ἀέρα.
57Aristoteles, De anima, 2, II 11; 17 (auctor 384BC-322BC)
Τό δ’ ὑγρόν οὐκ ἔστιν ἄνευ σώματος, οὐδέ τό διερόν, ἀλλ’ ἀναγκαῖον ὕδωρ εἶναι ἢ ἔχειν ὕδωρ.
58Aristoteles, De anima, 2, II 11; 18 (auctor 384BC-322BC)
Τά δέ ἁπτόμενα ἀλλήλων ἐν τῷ ὕδατι, μή ξηρῶν τῶν ἄκρων ὄντων, ἀναγκαῖον ὕδωρ ἔχειν μεταξύ, οὗ ἀνάπλεα τά ἔσχατα.
59Aristoteles, De anima, 2, II 11; 20 (auctor 384BC-322BC)
Τόν αὐτόν δέ τρόπον καί ἐν τῷ ἀέρι· ὁμοίως γάρ ἔχει ὁ ἀήρ πρός τά ἐν αὐτῷ καί τό ὕδωρ πρός τά ἐν τῷ ὕδατι.
60Aristoteles, De anima, 2, II 11; 27 (auctor 384BC-322BC)
Ὅλως δ’ ἔοικεν ἡ σάρξ καί ἡ γλῶττα, ὡς ὁ ἀήρ καί τό ὕδωρ πρός τήν ὄψιν καί τήν ἀκοήν καί τήν ὄσφρησιν ἔχουσιν, οὕτως ἔχειν πρός τό αἰσθητήριον ὥσπερ ἐκείνων ἕκαστον.
61Aristoteles, De anima, 3, III 1; 4 (auctor 384BC-322BC)
Εἰ δέ πλείω τοῦ αὐτοῦ, οἷον χρόας καί ἀήρ καί ὕδωρ (ἄμφω γάρ διαφανῆ), καί ὁ τό ἕτερον αὐτῶν ἔχων μόνον αἰσθήσεται ἀμφοῖν.
62Aristoteles, De anima, 3, III 4; 11 (auctor 384BC-322BC)
Ἐπεί δ’ ἄλλο ἐστί τό μέγεθος καί τό μεγέθει εἶναι καί ὕδωρ καί ὕδατι εἶναι· οὕτω δέ καί ἐφ’ ἑτέρων πολλῶν, ἀλλ’ οὐκ ἐπί πάντων· ἐπ’ ἐνίων γάρ ταὐτόν ἐστι τό σαρκί εἶναι καί σάρκα· ἢ ἄλλῳ ἢ ἄλλως ἔχοντι κρίνει· ἡ γάρ σάρξ οὐκ ἄνευ τῆς ὕλης, ἀλλ’ ὥσπερ τό σιμόν τόδε ἐν τῷδε.
63Aristoteles, De anima, 3, III 12; 21 (auctor 384BC-322BC)
Ὥσ περ γάρ τό κινοῦν κατά τόπον μέχρι τοῦ μεταβάλλειν ποιεῖ, καί τό ὦσαν ἕτερον ποιεῖ ὥστε ὠθεῖν, καί ἔστι διά μέσου ἡ κίνησις, καί δή τό μέν πρῶτον κινοῦν ὠθεῖ οὐκ ὠθούμενον, τό δ’ ἔσχατον μόνον ὠθεῖται οὐκ ὦσαν, τό δέ μέσον ἄμφω, πολλά δέ μέσα, οὕτως ἐπ’ ἀλλοιώσεως, πλήν ὅτι μένοντος ἐν τῷ αὐτῷ τόπῳ ἀλλοιοῖ, οἷον εἰ εἰς κηρόν βάψειέ τις, μέχρι τούτου ἐκινήθη, ἕως ἔβαψεν· λίθος δέ οὐδέν, ἀλλ’ ὕδωρ μέχρι πόρρω.
64Aristoteles, De caelo, 1, 1, 8; 20 (auctor 384BC-322BC)
Εἰ δὴ τῶν ἀδυνάτων ἐστὶν ἑκατέρου μέρους μηδὲν ἔχοντος βάρος τὰ ἄμφω ἔχειν βάρος, τὰ δ´ αἰσθητὰ σώματα ἢ πάντα ἢ ἔνια βάρος ἔχει, οἷον ἡ γῆ καὶ τὸ ὕδωρ, ὡς κἂν αὐτοὶ φαῖεν, εἰ ἡ στιγμὴ μηδὲν ἔχει βάρος, δῆλον ὅτι οὐδ´ αἱ γραμμαί, εἰ δὲ μὴ αὗται, οὐδὲ τὰ ἐπίπεδα· ὥστ´ οὐδὲ τῶν σωμάτων οὐθέν.
65Aristoteles, De caelo, 1, 4, 5; 11 (auctor 384BC-322BC)
Ποῖον δὲ καὶ τί ἑκάστου τὸ σχῆμα τῶν στοιχείων, οὐθὲν ἐπιδιώρισαν, ἀλλὰ μόνον τῷ πυρὶ τὴν σφαῖραν ἀπέδωκαν· ἀέρα δὲ καὶ ὕδωρ καὶ τἆλλα μεγέθει καὶ μικρότητι διεῖλον, ὡς οὖσαν αὐτῶν τὴν φύσιν οἷον πανσπερμίαν πάντων τῶν στοιχείων.
66Aristoteles, De caelo, 1, 4, 7; 15 (auctor 384BC-322BC)
Ἅμα δὲ καὶ ἐναντία λέγειν αὐτοὺς αὑτοῖς ἀνάγκη· ἀδύνατον γὰρ ἀτόμων ὄντων τῶν στοιχείων μεγέθει καὶ μικρότητι διαφέρειν ἀέρα καὶ γῆν καὶ ὕδωρ· οὐ γὰρ οἷόν τ´ ἐξ ἀλλήλων γίγνεσθαι· ὑπολείψει γὰρ ἀεὶ τὰ μέγιστα σώματα ἐκκρινόμενα, φασὶ δ´ οὕτω γίγνεσθαι ὕδωρ καὶ ἀέρα καὶ γῆν ἐξ ἀλλήλων.
67Aristoteles, De caelo, 1, 4, 1; 22 (auctor 384BC-322BC)
Ἔνιοι γὰρ ἓν μόνον ὑποτίθενται, καὶ τοῦτο οἱ μὲν ὕδωρ, οἱ δ´ ἀέρα, οἱ δὲ πῦρ, οἱ δ´ ὕδατος μὲν λεπτότερον, ἀέρος δὲ πυκνότερον, ὃ περιέχειν φασὶ πάντας τοὺς οὐρανοὺς ἄπειρον ὄν.
68Aristoteles, De caelo, 1, 4, 1; 23 (auctor 384BC-322BC)
Ὅσοι μὲν οὖν τὸ ἓν τοῦτο ποιοῦσιν ὕδωρ ἢ ἀέρα ἢ ὕδατος μὲν λεπτότερον, ἀέρος δὲ πυκνότερον, εἶτ´ ἐκ τούτου μανότητι καὶ πυκνότητι τἆλλα γεννῶσιν, οὗτοι λανθάνουσιν αὐτοὶ αὑτοὺς ἄλλο τι πρότερον τοῦ στοιχείου ποιοῦντες· ἔστι γὰρ ἡ μὲν ἐκ τῶν στοιχείων γένεσις σύνθεσις, ὥς φασιν, ἡ δ´ εἰς τὰ στοιχεῖα διάλυσις, ὥστ´ ἀνάγκη πρότερον εἶναι τῇ φύσει τὸ λεπτομερέστερον.
69Aristoteles, De caelo, 1, 4, 2; 27 (auctor 384BC-322BC)
Οὕτω δὲ διοριζομένοις ἅπαντα συμβήσεται λέγειν πρός τι, καὶ οὐκ ἔσται ἁπλῶς τὸ μὲν πῦρ τὸ δ´ ὕδωρ τὸ δ´ ἀήρ, ἀλλὰ τὸ αὐτὸ πρὸς μὲν τόδε πῦρ, πρὸς δέ τι ἄλλο ἀήρ, ὅπερ συμβαίνει καὶ τοῖς πλείω μὲν τὰ στοιχεῖα λέγουσι, μεγέθει δὲ καὶ μικρότητι διαφέρειν φάσκουσιν· ἐπεὶ γὰρ τῷ ποσῷ διώρισται ἕκαστον, ἔσται τις λόγος πρὸς ἄλληλα τῶν μεγεθῶν, ὥστε τὰ τοῦτον ἔχοντα τὸν λόγον πρὸς ἄλληλα ἀνάγκη τὸ μὲν ἀέρα εἶναι τὸ δὲ πῦρ τὸ δὲ γῆν τὸ δ´ ὕδωρ, διὰ τὸ ἐνυπάρχειν ἐν τοῖς μείζοσι τοὺς τῶν ἐλαττόνων λόγους.
70Aristoteles, De caelo, 1, 4, 9; 37 (auctor 384BC-322BC)
Ἔτι δὲ καὶ τούτοις συμβαίνει λέγειν ὡς ταὐτὸν πρὸς μὲν τόδε πῦρ ἐστι, πρὸς ἄλλο δ´ ἀήρ, καὶ πάλιν ὕδωρ καὶ γῆ.
71Aristoteles, De caelo, 1, 6, 1; 2 (auctor 384BC-322BC)
Ἀΐδια μὲν οὖν εἶναι ἀδύνατον· ὁρῶμεν γὰρ καὶ πῦρ καὶ ὕδωρ καὶ ἕκαστον τῶν ἁπλῶν σωμάτων διαλυόμενον.
72Aristoteles, De caelo, 1, 7, 2; 5 (auctor 384BC-322BC)
Ἀνάγκη δὲ τοῦτο λέγειν τοῖς φάσκουσιν ἐκκρίνεσθαι τὸ ὕδωρ ἐκ τοῦ ἀέρος ἐνυπάρχον· ὅταν γὰρ ὕδωρ ἐξ ἀέρος γένηται, βαρύτερόν ἐστιν.
73Aristoteles, De caelo, 1, 7, 4; 10 (auctor 384BC-322BC)
Ὅταν γὰρ ἐκ γῆς ὕδωρ γένηται, ἀφῄρηταί τι τῆς γῆς, εἴπερ ἐκκρίσει ἡ γένεσις· καὶ πάλιν ὅταν ἐκ τῆς ὑπολειπομένης, ὡσαύτως.
74Aristoteles, De caelo, 1, 8, 2; 2 (auctor 384BC-322BC)
Ἔπειτα φαίνεται πάντα μὲν τὰ ἁπλᾶ σώματα σχηματιζόμενα τῷ περιέχοντι τόπῳ, μάλιστα δὲ τὸ ὕδωρ καὶ ὁ ἀήρ.
75Aristoteles, De caelo, 1, 8, 2; 4 (auctor 384BC-322BC)
Ἀλλὰ μὴν εἰ μεταρρυθμισθήσεται, οὐκέτι ἔσται ὕδωρ, εἴπερ τῷ σχήματι διέφερεν.
76Aristoteles, De caelo, 2, 4, 9; 23 (auctor 384BC-322BC)
Εἰ γὰρ τὸ μὲν ὕδωρ ἐστὶ περὶ τὴν γῆν, ὁ δ´ ἀὴρ περὶ τὸ ὕδωρ, τὸ δὲ πῦρ περὶ τὸν ἀέρα, καὶ τὰ ἄνω σώματα κατὰ τὸν αὐτὸν λόγον (συνεχῆ μὲν γὰρ οὐκ ἔστιν, ἅπτεται δὲ τούτων), ἡ δὲ τοῦ ὕδατος ἐπιφάνεια σφαιροειδής ἐστιν, τὸ δὲ τῷ σφαιροειδεῖ συνεχὲς ἢ κείμενον περὶ τὸ σφαιροειδὲς καὶ αὐτὸ τοιοῦτον ἀναγκαῖον εἶναι· ὥστε κἂν διὰ τοῦτο φανερὸν εἴη ὅτι σφαιροειδής ἐστιν ὁ οὐρανός.
77Aristoteles, De caelo, 2, 4, 10; 24 (auctor 384BC-322BC)
Ἀλλὰ μὴν ὅτι γε ἡ τοῦ ὕδατος ἐπιφάνεια τοιαύτη φανερόν, ὑπόθεσιν λαμβάνουσιν ὅτι πέφυκεν ἀεὶ συρρεῖν τὸ ὕδωρ εἰς τὸ κοιλότερον· κοιλότερον δέ ἐστι τὸ τοῦ κέντρου ἐγγύτερον.
78Aristoteles, De caelo, 2, 4, 10; 27 (auctor 384BC-322BC)
Ὥστε περιρρεύσεται τὸ ὕδωρ, ἕως ἂν ἰσασθῇ.
79Aristoteles, De caelo, 2, 4, 10; 29 (auctor 384BC-322BC)
Ὥστ´ ἀνάγκη πρὸς ταῖς ἐκ τοῦ κέντρου εἶναι τὸ ὕδωρ· τότε γὰρ ἠρεμήσει.
80Aristoteles, De caelo, 2, 4, 11; 32 (auctor 384BC-322BC)
Ἐξ ὧν γὰρ τὴν σύστασιν εἴληφεν, οὐδὲν οὕτω δυνατὸν ὁμαλότητα δέξασθαι καὶ ἀκρίβειαν ὡς ἡ τοῦ πέριξ σώματος φύσις· δῆλον γὰρ ὡς ἀνάλογον ἔχει, καθάπερ ὕδωρ πρὸς γῆν, καὶ τὰ πλεῖον ἀεὶ ἀπέχοντα τῶν συστοίχων.
81Aristoteles, De caelo, 2, 13, 8; 25 (auctor 384BC-322BC)
Τοῦτον γὰρ ἀρχαιότατον παρειλήφαμεν τὸν λόγον, ὅν φασιν εἰπεῖν Θαλῆν τὸν Μιλήσιον, ὡς διὰ τὸ πλωτὴν εἶναι μένουσαν ὥσπερ ξύλον ἤ τι τοιοῦτον ἕτερον (καὶ γὰρ τούτων ἐπ´ ἀέρος μὲν οὐθὲν πέφυκε μένειν, ἀλλ´ ἐφ´ ὕδατος), ὥσπερ οὐ τὸν αὐτὸν λόγον ὄντα περὶ τῆς γῆς καὶ τοῦ ὕδατος τοῦ ὀχοῦντος τὴν γῆν· οὐδὲ γὰρ τὸ ὕδωρ πέφυκε μένειν μετέωρον, ἀλλ´ ἐπί τινός ἐστιν.
82Aristoteles, De caelo, 2, 13, 8; 26 (auctor 384BC-322BC)
Ἔτι δ´ ὥσπερ ἀὴρ ὕδατος κουφότερον, καὶ γῆς ὕδωρ· ὥστε πῶς οἷόν τε τὸ κουφότερον κατωτέρω κεῖσθαι τοῦ βαρυτέρου τὴν φύσιν; Ἔτι δ´ εἴπερ ὅλη πέφυκε μένειν ἐφ´ ὕδατος, δῆλον ὅτι καὶ τῶν μορίων ἕκαστον· νῦν δ´ οὐ φαίνεται τοῦτο γιγνόμενον, ἀλλὰ τὸ τυχὸν μόριον φέρεται εἰς βυθόν, καὶ θᾶττον τὸ μεῖζον.
83Aristoteles, De caelo, 2, 13, 10; 32 (auctor 384BC-322BC)
Ταὐτὸ δὴ τοῦτο ποιεῖν τῷ πλάτει φασὶ τὴν γῆν πρὸς τὸν ὑποκείμενον ἀέρα, (τὸν δ´ οὐκ ἔχοντα μεταστῆναι τόπον ἱκανὸν ἀθρόως [τῷ] κάτωθεν ἠρεμεῖν,) ὥσπερ τὸ ἐν ταῖς κλεψύδραις ὕδωρ.
84Aristoteles, De caelo, 2, 13, 14; 42 (auctor 384BC-322BC)
Διὸ δὴ τὴν γῆν πάντες ὅσοι τὸν οὐρανὸν γεννῶσιν, ἐπὶ τὸ μέσον συνελθεῖν φασίν· ὅτι δὲ μένει, ζητοῦσι τὴν αἰτίαν, καὶ λέγουσιν οἱ μὲν τοῦτον τὸν τρόπον, ὅτι τὸ πλάτος καὶ τὸ μέγεθος αὐτῆς αἴτιον, οἱ δ´ ὥσπερ Ἐμπεδοκλῆς, τὴν τοῦ οὐρανοῦ φορὰν κύκλῳ περιθέουσαν καὶ θᾶττον φερομένην ἢ τὴν τῆς γῆς φορὰν κωλύειν, καθάπερ τὸ ἐν τοῖς κυάθοις ὕδωρ· καὶ γὰρ τοῦτο κύκλῳ τοῦ κυάθου φερομένου πολλάκις κάτω τοῦ χαλκοῦ γινόμενον ὅμως οὐ φέρεται κάτω, πεφυκὸς φέρεσθαι, διὰ τὴν αὐτὴν αἰτίαν.
85Aristoteles, De caelo, 2a, 1, 8; 20 (auctor 384BC-322BC)
Εἰ δὴ τῶν ἀδυνάτων ἐστὶν ἑκατέρου μέρους μηδὲν ἔχοντος βάρος τὰ ἄμφω ἔχειν βάρος, τὰ δ´ αἰσθητὰ σώματα ἢ πάντα ἢ ἔνια βάρος ἔχει, οἷον ἡ γῆ καὶ τὸ ὕδωρ, ὡς κἂν αὐτοὶ φαῖεν, εἰ ἡ στιγμὴ μηδὲν ἔχει βάρος, δῆλον ὅτι οὐδ´ αἱ γραμμαί, εἰ δὲ μὴ αὗται, οὐδὲ τὰ ἐπίπεδα· ὥστ´ οὐδὲ τῶν σωμάτων οὐθέν.
86Aristoteles, De caelo, 2a, 4, 5; 11 (auctor 384BC-322BC)
Ποῖον δὲ καὶ τί ἑκάστου τὸ σχῆμα τῶν στοιχείων, οὐθὲν ἐπιδιώρισαν, ἀλλὰ μόνον τῷ πυρὶ τὴν σφαῖραν ἀπέδωκαν· ἀέρα δὲ καὶ ὕδωρ καὶ τἆλλα μεγέθει καὶ μικρότητι διεῖλον, ὡς οὖσαν αὐτῶν τὴν φύσιν οἷον πανσπερμίαν πάντων τῶν στοιχείων.
87Aristoteles, De caelo, 2a, 4, 7; 15 (auctor 384BC-322BC)
Ἅμα δὲ καὶ ἐναντία λέγειν αὐτοὺς αὑτοῖς ἀνάγκη· ἀδύνατον γὰρ ἀτόμων ὄντων τῶν στοιχείων μεγέθει καὶ μικρότητι διαφέρειν ἀέρα καὶ γῆν καὶ ὕδωρ· οὐ γὰρ οἷόν τ´ ἐξ ἀλλήλων γίγνεσθαι· ὑπολείψει γὰρ ἀεὶ τὰ μέγιστα σώματα ἐκκρινόμενα, φασὶ δ´ οὕτω γίγνεσθαι ὕδωρ καὶ ἀέρα καὶ γῆν ἐξ ἀλλήλων.
88Aristoteles, De caelo, 2a, 4, 1; 22 (auctor 384BC-322BC)
Ἔνιοι γὰρ ἓν μόνον ὑποτίθενται, καὶ τοῦτο οἱ μὲν ὕδωρ, οἱ δ´ ἀέρα, οἱ δὲ πῦρ, οἱ δ´ ὕδατος μὲν λεπτότερον, ἀέρος δὲ πυκνότερον, ὃ περιέχειν φασὶ πάντας τοὺς οὐρανοὺς ἄπειρον ὄν.
89Aristoteles, De caelo, 2a, 4, 1; 23 (auctor 384BC-322BC)
Ὅσοι μὲν οὖν τὸ ἓν τοῦτο ποιοῦσιν ὕδωρ ἢ ἀέρα ἢ ὕδατος μὲν λεπτότερον, ἀέρος δὲ πυκνότερον, εἶτ´ ἐκ τούτου μανότητι καὶ πυκνότητι τἆλλα γεννῶσιν, οὗτοι λανθάνουσιν αὐτοὶ αὑτοὺς ἄλλο τι πρότερον τοῦ στοιχείου ποιοῦντες· ἔστι γὰρ ἡ μὲν ἐκ τῶν στοιχείων γένεσις σύνθεσις, ὥς φασιν, ἡ δ´ εἰς τὰ στοιχεῖα διάλυσις, ὥστ´ ἀνάγκη πρότερον εἶναι τῇ φύσει τὸ λεπτομερέστερον.
90Aristoteles, De caelo, 2a, 4, 2; 27 (auctor 384BC-322BC)
Οὕτω δὲ διοριζομένοις ἅπαντα συμβήσεται λέγειν πρός τι, καὶ οὐκ ἔσται ἁπλῶς τὸ μὲν πῦρ τὸ δ´ ὕδωρ τὸ δ´ ἀήρ, ἀλλὰ τὸ αὐτὸ πρὸς μὲν τόδε πῦρ, πρὸς δέ τι ἄλλο ἀήρ, ὅπερ συμβαίνει καὶ τοῖς πλείω μὲν τὰ στοιχεῖα λέγουσι, μεγέθει δὲ καὶ μικρότητι διαφέρειν φάσκουσιν· ἐπεὶ γὰρ τῷ ποσῷ διώρισται ἕκαστον, ἔσται τις λόγος πρὸς ἄλληλα τῶν μεγεθῶν, ὥστε τὰ τοῦτον ἔχοντα τὸν λόγον πρὸς ἄλληλα ἀνάγκη τὸ μὲν ἀέρα εἶναι τὸ δὲ πῦρ τὸ δὲ γῆν τὸ δ´ ὕδωρ, διὰ τὸ ἐνυπάρχειν ἐν τοῖς μείζοσι τοὺς τῶν ἐλαττόνων λόγους.
91Aristoteles, De caelo, 2a, 4, 9; 37 (auctor 384BC-322BC)
Ἔτι δὲ καὶ τούτοις συμβαίνει λέγειν ὡς ταὐτὸν πρὸς μὲν τόδε πῦρ ἐστι, πρὸς ἄλλο δ´ ἀήρ, καὶ πάλιν ὕδωρ καὶ γῆ.
92Aristoteles, De caelo, 2a, 6, 1; 2 (auctor 384BC-322BC)
Ἀΐδια μὲν οὖν εἶναι ἀδύνατον· ὁρῶμεν γὰρ καὶ πῦρ καὶ ὕδωρ καὶ ἕκαστον τῶν ἁπλῶν σωμάτων διαλυόμενον.
93Aristoteles, De caelo, 2a, 7, 2; 5 (auctor 384BC-322BC)
Ἀνάγκη δὲ τοῦτο λέγειν τοῖς φάσκουσιν ἐκκρίνεσθαι τὸ ὕδωρ ἐκ τοῦ ἀέρος ἐνυπάρχον· ὅταν γὰρ ὕδωρ ἐξ ἀέρος γένηται, βαρύτερόν ἐστιν.
94Aristoteles, De caelo, 2a, 7, 4; 10 (auctor 384BC-322BC)
Ὅταν γὰρ ἐκ γῆς ὕδωρ γένηται, ἀφῄρηταί τι τῆς γῆς, εἴπερ ἐκκρίσει ἡ γένεσις· καὶ πάλιν ὅταν ἐκ τῆς ὑπολειπομένης, ὡσαύτως.
95Aristoteles, De caelo, 2a, 8, 2; 2 (auctor 384BC-322BC)
Ἔπειτα φαίνεται πάντα μὲν τὰ ἁπλᾶ σώματα σχηματιζόμενα τῷ περιέχοντι τόπῳ, μάλιστα δὲ τὸ ὕδωρ καὶ ὁ ἀήρ.
96Aristoteles, De caelo, 2a, 8, 2; 4 (auctor 384BC-322BC)
Ἀλλὰ μὴν εἰ μεταρρυθμισθήσεται, οὐκέτι ἔσται ὕδωρ, εἴπερ τῷ σχήματι διέφερεν.
97Aristoteles, De caelo, 4, 2, 4; 10 (auctor 384BC-322BC)
Πρὸς δὲ τούτοις, ἐπεὶ τὸ μὲν ἐλάσσω ἔχον τὰ ὁμογενῆ κουφότερον εἶναί φασι, τὸ δὲ πλείω βαρύτερον, ἀέρα δὲ καὶ ὕδωρ καὶ πῦρ ἐκ τῶν αὐτῶν εἶναι τριγώνων, ἀλλὰ διαφέρειν ὀλιγότητι καὶ πλήθει, διὸ τὸ μὲν αὐτῶν εἶναι κουφότερον τὸ δὲ βαρύτερον, ἔσται τι πλῆθος ἀέρος ὃ βαρύτερον ὕδατος ἔσται.
98Aristoteles, De caelo, 4, 2, 10; 28 (auctor 384BC-322BC)
Τοῦτο δὲ ἀδύνατον· τὸ γὰρ ἁπλῶς κοῦφον ἀεὶ κουφότερον τῶν ἐχόντων βάρος καὶ κάτω φερομένων, τὸ δὲ κουφότερον οὐκ ἀεὶ κοῦφον διὰ τὸ λέγεσθαι καὶ ἐν τοῖς ἔχουσι βάρος ἕτερον ἑτέρου κουφότερον, οἷον γῆς ὕδωρ.
99Aristoteles, De caelo, 4, 3, 3; 8 (auctor 384BC-322BC)
Ἐπεὶ δ´ ὁ τόπος ἐστὶ τὸ τοῦ περιέχοντος πέρας, περιέχει δὲ πάντα τὰ κινούμενα ἄνω καὶ κάτω τό τε ἔσχατον καὶ τὸ μέσον, τοῦτο δὲ τρόπον τινὰ γίγνεται τὸ εἶδος τοῦ περιεχομένου, τὸ εἰς τὸν αὑτοῦ τόπον φέρεσθαι πρὸς τὸ ὅμοιόν ἐστι φέρεσθαι· τὰ γὰρ ἐφεξῆς ὅμοιά ἐστιν ἀλλήλοις, οἷον ὕδωρ ἀέρι καὶ ἀὴρ πυρί.
100Aristoteles, De caelo, 4, 3, 4; 9 (auctor 384BC-322BC)
Ἀνάπαλιν δὲ λέγειν τοῖς μέσοις ἔστι, τοῖς δ´ ἄκροις οὔ, οἷον ἀέρα μὲν ὕδατι, ὕδωρ δὲ γῇ· ἀεὶ γὰρ τὸ ἀνώτερον πρὸς τὸ ὑφ´ αὑτὸ, ὡς εἶδος πρὸς ὕλην, οὕτως ἔχει πρὸς ἄλληλα), τὸ δὲ ζητεῖν διὰ τί φέρεται τὸ πῦρ ἄνω καὶ ἡ γῆ κάτω, τὸ αὐτό ἐστι καὶ διὰ τί τὸ ὑγιαστὸν ἂν κινῆται καὶ μεταβάλλῃ ᾗ ὑγιαστόν, εἰς ὑγίειαν ἔρχεται ἀλλ´ οὐκ εἰς λευκότητα.
101Aristoteles, De caelo, 4, 4, 2; 4 (auctor 384BC-322BC)
Ἄλλως δὲ βαρὺ καὶ κοῦφον, οἷς ἀμφότερα ὑπάρχει· καὶ γὰρ ἐπιπολάζουσί τισι καὶ ὑφίστανται, καθάπερ ἀὴρ καὶ ὕδωρ· ἁπλῶς μὲν γὰρ οὐδέτερον τούτων κοῦφον ἢ βαρύ· γῆς μὲν γὰρ ἄμφω κουφότερα (ἐπιπολάζει γὰρ αὐτῇ τὸ τυχὸν αὐτῶν μόριον), πυρὸς δὲ βαρύτερα (ὑφίσταται γὰρ αὐτῶν ὁπόσον ἂν ᾖ μόριον), πρὸς ἑαυτὰ δὲ ἁπλῶς τὸ μὲν βαρὺ τὸ δὲ κοῦφον· ἀὴρ μὲν γὰρ ὁπόσος ἂν ᾖ, ἐπιπολάζει ὕδατι, ὕδωρ δὲ ὁπόσον ἂν ᾖ, ἀέρι ὑφίσταται.
102Aristoteles, De caelo, 4, 4, 5; 8 (auctor 384BC-322BC)
Γῆν μὲν οὖν καὶ ὅσα γῆς ἔχει πλεῖστον, πανταχοῦ βάρος ἔχειν ἀναγκαῖον, ὕδωρ δὲ πανταχοῦ πλὴν ἐν γῇ, ἀέρα δὲ πλὴν ἐν ὕδατι καὶ γῇ· ἐν τῇ αὑτοῦ γὰρ χώρᾳ πάντα βάρος ἔχει πλὴν πυρός, καὶ ὁ ἀήρ.
103Aristoteles, De caelo, 4, 4, 9; 27 (auctor 384BC-322BC)
Ἔστι δὲ δή τι καὶ μεταξὺ τούτων, ὃ πρὸς ἑκάτερον αὐτῶν λέγεται θάτερον· ἔστι γὰρ ὡς ἔσχατον καὶ μέσον ἀμφοτέρων ἐστὶ τὸ μεταξύ· διὰ τοῦτό ἐστί τι καὶ ἄλλο βαρὺ καὶ κοῦφον, οἷον ὕδωρ καὶ ἀήρ.
104Aristoteles, De caelo, 4, 5, 1; 1 (auctor 384BC-322BC)
Τὸ μὲν οὖν ἔχον τοιαύτην ὕλην κοῦφον καὶ ἀεὶ ἄνω, τὸ δὲ τὴν ἐναντίαν βαρὺ καὶ ἀεὶ κάτω· τὸ δ´ ἑτέρας μὲν τούτων, ἐχούσας δ´ οὕτω πρὸς ἀλλήλας ὡς αὗται ἁπλῶς, καὶ ἄνω καὶ κάτω [φερομένας]· διὸ ἀὴρ καὶ ὕδωρ ἔχουσι καὶ κουφότητα καὶ βάρος ἑκάτερον, καὶ ὕδωρ μὲν πλὴν γῆς πᾶσιν ὑφίσταται, ἀὴρ δὲ πλὴν πυρὸς πᾶσιν ἐπιπολάζει.
105Aristoteles, De caelo, 4, 5, 4; 6 (auctor 384BC-322BC)
Διὸ καὶ ὑποσπωμένων μὲν φέρεται εἰς τὰ ἐφεξῆς κάτω, ἀὴρ μὲν εἰς τὴν τοῦ ὕδατος χώραν, ὕδωρ δὲ εἰς τὴν τῆς γῆς.
106Aristoteles, De caelo, 4, 5, 4; 7 (auctor 384BC-322BC)
Ἄνω δ´ εἰς τὴν τοῦ πυρός, ἀναιρουμένου τοῦ πυρός, οὐκ οἰσθήσεται ὁ ἀήρ, εἰ μὴ βίᾳ, ὥσπερ καὶ τὸ ὕδωρ σπᾶται, ὅταν γένηται τὸ ἐπίπεδον ἓν καὶ θᾶττον σπάσῃ τις ἄνω τῆς φορᾶς, ἣν φέρεται τὸ ὕδωρ κάτω.
107Aristoteles, De caelo, 4, 5, 4; 8 (auctor 384BC-322BC)
Οὐδὲ τὸ ὕδωρ εἰς τὴν τοῦ ἀέρος, ἀλλ´ ἢ ὡς νῦν εἴρηται.
108Aristoteles, De caelo, 4, 5, 4; 10 (auctor 384BC-322BC)
Διὸ τὸ μὲν ὕδωρ εἰς τὸ ἀγγεῖον πυρωθὲν σπᾶται, γῆ δ´ οὔ.
109Aristoteles, De caelo, 4, 5, 6; 18 (auctor 384BC-322BC)
Ἐὰν δὲ δύο, τὰ μεταξὺ πῶς ἔσται ποιοῦντα ἃ ποιεῖ ἀήρ τε καὶ ὕδωρ; (Οἷον εἴ τις φαίη εἶναι τὸ κενὸν καὶ πλῆρες· τὸ μὲν οὖν πῦρ κενόν, διὸ ἄνω, τὴν δὲ γῆν πλῆρες, διὸ κάτω· ἀέρα δὲ πλεῖον πυρὸς ἔχειν, ὕδωρ δὲ γῆς).
110Aristoteles, De caelo, 4, 5, 6; 19 (auctor 384BC-322BC)
Ἔσται γάρ τι ὕδωρ ὃ πλεῖον ἕξει πῦρ ὀλίγου ἀέρος, καὶ ἀὴρ πολὺς ὀλίγου ὕδατος γῆν πλείω, ὥστε δεήσει ἀέρος τι πλῆθος θᾶττον φέρεσθαι κάτω ὕδατος ὀλίγου.
111Aristoteles, De caelo, 4, 5, 6; 21 (auctor 384BC-322BC)
Ἀνάγκη τοίνυν, ὥσπερ καὶ τὸ πῦρ ἄνω, ὅτι τοδὶ ἔχει, οἷον τὸ κενόν, τὰ δ´ ἄλλα οὔ, καὶ τὴν γῆν κάτω, ὅτι τὸ πλῆρες ἔχει, καὶ τὸν ἀέρα εἰς τὴν αὑτοῦ καὶ ἀνώτερον τοῦ ὕδατος, ὅτι τοδί τι ἔχει, καὶ τὸ ὕδωρ κάτω, ὅτι τοιόνδε τι.
112Aristoteles, De caelo, 4, 5, 6; 22 (auctor 384BC-322BC)
Εἰ δὲ ἦν ἕν τι ἄμφω ἢ δύο, ἄμφω δ´ ὑπάρξει ταῦτα ἑκατέρῳ, ἔσται τι πλῆθος ἑκατέρου ὃ ὑπερέξει ὕδωρ τε ἀέρος ὀλίγου τῷ ἄνω καὶ ἀὴρ ὕδατος τῷ κάτω, καθάπερ εἴρηται πολλάκις.
113Aristoteles, De caelo, 4, 6, 3; 8 (auctor 384BC-322BC)
Εὐδιαίρετον μὲν οὖν τὸ εὐόριστον, καὶ μᾶλλον τὸ μᾶλλον· ἀὴρ δὲ μᾶλλον ὕδατος τοιοῦτον, ὕδωρ δὲ γῆς.
114Aristoteles, De divinatione per somnum, 2; 7 (auctor 384BC-322BC)
Ὥσπερ γὰρ ὅταν κινήσῃ τι τὸ ὕδωρ ἢ τὸν ἀέρα, τοῦθ’ ἕτερον ἐκίνησε, καὶ παυσαμένου ἐκείνου συμβαίνει τὴν τοιαύτην κίνησιν προϊέναι μέχρι τινός, τοῦ κινήσαντος οὐ παρόντος, οὕτως οὐδὲν κωλύει κίνησίν τινα καὶ αἴσθησιν ἀφικνεῖσθαι πρὸς τὰς ψυχὰς τὰς ἐνυπνιαζούσας, ἀφ’ ὧν ἐκεῖνος τὰ εἴδωλα ποιεῖ καὶ τὰς ἀπορροίας, καὶ ὅπῃ δὴ ἔτυχεν ἀφικνουμένας μᾶλλον αἰσθητὰς εἶναι νύκτωρ διὰ τὸ μεθ’ ἡμέραν φερομένας διαλύεσθαι μᾶλλον (ἀταραχωδέστερος γὰρ ὁ ἀὴρ τῆς νυκτὸς διὰ τὸ νηνεμωτέρας εἶναι τὰς νύκτας), καὶ ἐν τῷ σώματι ποιεῖν αἴσθησιν διὰ τὸν ὕπνον, διὰ τὸ καὶ τῶν μικρῶν κινήσεων τῶν ἐντὸς αἰσθάνεσθαι καθεύδοντας μᾶλλον ἢ ἐγρηγορότας.
115Aristoteles, De generatione animalium, 2, 2; 2 (auctor 384BC-322BC)
τὸ γὰρ σπέρμα ἐξέρχεται μὲν ἐκ τοῦ ζῴου παχὺ καὶ λευκόν, ψυχόμενον δὲ γίγνεται ὑγρὸν ὥσπερ ὕδωρ καὶ τὸ χρῶμα ὕδατος.
116Aristoteles, De generatione animalium, 2, 2; 3 (auctor 384BC-322BC)
ἄτοπον δὴ ἂν δόξειεν· οὐ γὰρ παχύνεται ὕδωρ θερμῷ, τὸ δ' ἔσωθεν ἐκ θερμοῦ ἐξέρχεται παχύ, ψυχόμενον δὲ γίγνεται ὑγρόν.
117Aristoteles, De generatione animalium, 2, 2; 8 (auctor 384BC-322BC)
νῦν δ' οὐθὲν γίγνεται στερεὸν ἀλλὰ πᾶν ὥσπερ ὕδωρ.
118Aristoteles, De generatione animalium, 2, 2; 9 (auctor 384BC-322BC)
ἡ μὲν οὖν ἀπορία αὕτη ἐστίν· εἰ μὲν γὰρ ὕδατος-τὸ ὕδωρ οὐ φαίνεται παχυνόμενον ὑπὸ τοῦ θερμοῦ, τὸ δ' ἐξέρχεται παχὺ καὶ θερμὸν καὶ ἐκ θερμοῦ τοῦ σώματος· εἰ δὲ γῆς ἢ μικτὸν γῆς καὶ ὕδατος οὐκ ἔδει ὑγρὸν πᾶν γίγνεσθαι [καὶ ὕδωρ].
119Aristoteles, De generatione animalium, 2, 2; 14 (auctor 384BC-322BC)
καὶ αὐτὸ τὸ ὕδωρ ἐλαίῳ μιγνύμενον γίγνεται παχὺ καὶ λευκόν· καὶ γὰρ ὑπὸ τῆς τρίψεως ἐγκατακλείεται πνεῦμα, καὶ αὐτὸ τὸ ἔλαιον ἔχει πνεῦμα πολύ· ἔστι γὰρ οὔτε γῆς οὔτε ὕδατος ἀλλὰ πνεύματος τὸ λιπαρόν.
120Aristoteles, De generatione animalium, 2, 2; 17 (auctor 384BC-322BC)
διὰ ταύτας τὰς αἰτίας καὶ τὸ σπέρμα ἔσωθεν μὲν ἐξέρχεται στιφρὸν καὶ λευκόν, ὑπὸ τῆς ἐντὸς θερμότητος πνεῦμα πολὺ ἔχον θερμόν, ἐξελθόντος δὲ ὅταν ἀποπνεύσῃ τὸ θερμὸν καὶ ὁ ἀὴρ ψυχθῇ ὑγρὸν γίγνεται καὶ μέλαν· λείπεται γὰρ τὸ ὕδωρ καὶ εἴ τι μικρὸν γεῶδες, ὥσπερ ἐν φλέγματι, καὶ ἐν τῷ σπέρματι ξηραινομένῳ.
121Aristoteles, De generatione animalium, 2, 4; 43 (auctor 384BC-322BC)
καὶ ἡ τῶν καταμηνίων δὲ ἔκκρισις καὶ συνάθροισις ἐμπυρεύει θερμότητα ἐν τῷ μορίῳ τούτῳ, ὥστε καθάπερ τὰ κωνικὰ τῶν ἀγγείων ὅταν θερμῷ διακλυσθῇ σπᾷ τὸ ὕδωρ εἰς αὑτὰ καταστρεφομένου τοῦ στόματος.
122Aristoteles, De generatione animalium, 2, 6; 33 (auctor 384BC-322BC)
διὰ μὲν οὖν τῶν φλεβῶν καὶ τῶν ἐν ἑκάστοις πόρων διαπιδύουσα ἡ τροφή, καθάπερ ἐν τοῖς ὠμοῖς κεραμίοις τὸ ὕδωρ, γίγνονται σάρκες ἢ τὸ ταύταις ἀνάλογον ὑπὸ τοῦ ψυχροῦ συνιστάμεναι, διὸ καὶ λύονται ὑπὸ πυρός.
123Aristoteles, De generatione animalium, 3, 11; 5 (auctor 384BC-322BC)
τὸ δὲ τῶν φυτῶν γένος ἐν μὲν τῇ θαλάττῃ καὶ τοῖς τοιούτοις μικρὸν καὶ πάμπαν ὡς εἰπεῖν οὐθέν, ἐν δὲ τῇ γῇ τὰ τοιαῦτα γίγνεται πάντα· τὴν γὰρ φύσιν ἀνάλογον ἔχει, καὶ διέστηκεν ὅσῳ ζωτικώτερον τὸ ὑγρὸν τοῦ ξηροῦ καὶ γῆς ὕδωρ τοσοῦτον ἡ τῶν ὀστρακοδέρμων φύσις τῆς τῶν φυτῶν, ἐπεὶ βούλεταί γε ὡς τὰ φυτὰ πρὸς τὴν γῆν οὕτως ἔχειν τὰ ὀστρακόδερμα πρὸς τὸ ὑγρόν, ὡς ὄντα τὰ μὲν φυτὰ ὡσπερανεὶ ὄστρεα χερσαῖα τὰ δὲ ὄστρεα ὡσπερανεὶ φυτὰ ἔνυδρα.
124Aristoteles, De generatione animalium, 3, 11; 25 (auctor 384BC-322BC)
Γίγνονται δ' ἐν γῇ καὶ ἐν ὑγρῷ τὰ ζῷα καὶ τὰ φυτὰ διὰ τὸ ἐν γῇ μὲν ὕδωρ ὑπάρχειν ἐν δ' ὕδατι πνεῦμα, ἐν δὲ τούτῳ παντὶ θερμότητα ψυχικήν, ὥστε τρόπον τινὰ πάντα ψυχῆς εἶναι πλήρη· διὸ συνίσταται ταχέως ὁπόταν ἐμπεριληφθῇ.
125Aristoteles, De generatione animalium, 3, 11; 36 (auctor 384BC-322BC)
τροφὴ δ' ἐστὶ τοῖς μὲν ὕδωρ καὶ γῆ, τοῖς δὲ τὰ ἐκ τούτων, ὥσθ' ὅπερ ἡ ἐν τοῖς ζῴοις θερμότης ἐκ τῆς τροφῆς ἀπεργάζεται, τοῦθ' ἡ τῆς ὥρας ἐν τῷ περιέχοντι θερμότης ἐκ θαλάττης καὶ γῆς συγκρίνει πέττουσα καὶ συνίστησιν.
126Aristoteles, De generatione animalium, 4, 2; 13 (auctor 384BC-322BC)
διαφέρει δὲ καὶ χώρα χώρας εἰς ταῦτα καὶ ὕδωρ ὕδατος διὰ τὰς αὐτὰς αἰτίας· ποιὰ γάρ τις ἡ τροφὴ γίγνεται μάλιστα καὶ τοῦ σώματος ἡ διάθεσις διά τε τὴν κρᾶσιν τοῦ περιεστῶτος ἀέρος καὶ τῶν εἰσιόντων, μάλιστα δὲ διὰ τὴν τοῦ ὕδατος τροφήν· τοῦτο γὰρ πλεῖστον εἰσφέρονται, καὶ ἐν πᾶσίν ἐστι τροφὴ τοῦτο, καὶ ἐν τοῖς ξηροῖς.
127Aristoteles, De generatione animalium, 4, 4; 58 (auctor 384BC-322BC)
οὐδὲ γὰρ τὸ πῦρ θερμαίνει τὸ ὕδωρ μᾶλλον, ὅσῳπερ ἂν ᾖ πλεῖον, ἀλλ' ἔστιν ὅρος τις τῆς θερμότητος, ἧς ὑπαρχούσης ἐὰν αὔξῃ τις τὸ πῦρ, θερμὸν μὲν οὐκέτι γίγνεται μᾶλλον, ἐξατμίζει δὲ μᾶλλον καὶ τέλος ἀφανίζεται καὶ γίγνεται ξηρόν.
128Aristoteles, De generatione animalium, 5, 5; 9 (auctor 384BC-322BC)
τὸ μὲν γὰρ ὕδωρ ψύχει, τὸ δ' ἔλαιον μιγνύμενον κωλύει ξηραίνεσθαι ταχέως· τὸ γὰρ ὕδωρ εὐξήραντον.
129Aristoteles, De generatione animalium, 5, 8; 23 (auctor 384BC-322BC)
ὅμοιον δ' ἔοικε τὸ λέγειν τὰ αἴτια ἐξ ἀνάγκης κἂν εἴ τις διὰ τὸ μαχαίριον οἴοιτο τὸ ὕδωρ ἐξεληλυθέναι μόνον τοῖς ὑδρωπιῶσιν, ἀλλ' οὐ διὰ τὸ ὑγιαίνειν οὗ ἕνεκα τὸ μαχαίριον ἔτεμεν.
130Aristoteles, De generatione et corruptione, 1, 1, 5; 9 (auctor 384BC-322BC)
Ἐναντίως δὲ φαίνονται λέγοντες οἱ περὶ Ἀναξαγόραν τοῖς περὶ Ἐμπεδοκλέα· ὁ μὲν γάρ φησι πῦρ καὶ ὕδωρ καὶ ἀέρα καὶ γῆν στοιχεῖα τέσσαρα καὶ ἁπλᾶ εἶναι μᾶλλον ἢ σάρκα καὶ ὀστοῦν καὶ τὰ τοιαῦτα τῶν ὁμοιομερῶν, οἱ δὲ ταῦτα μὲν ἁπλᾶ καὶ στοιχεῖα, γῆν δὲ καὶ πῦρ καὶ ὕδωρ καὶ ἀέρα σύνθετα· παν σπερμίαν γὰρ εἶναι τούτων.
131Aristoteles, De generatione et corruptione, 1, 1, 6; 18 (auctor 384BC-322BC)
Ὥστ´ εἰ μὴ δυνατὸν ἐκ πυρὸς γενέσθαι ὕδωρ μηδ´ ἐξ ὕδατος γῆν, οὐδ´ ἐκ λευκοῦ μέλαν ἔσται οὐδὲν οὐδ´ ἐκ μαλακοῦ σκληρόν· ὁ δ´ αὐτὸς λόγος καὶ περὶ τῶν ἄλλων· τοῦτο δ´ ἦν ἀλλοίωσις.
132Aristoteles, De generatione et corruptione, 1, 1, 10; 23 (auctor 384BC-322BC)
Ὥστ´ ἐξ ἑνός τινος δῆλον ὅτι διαφοραῖς τισι χωριζομένων καὶ πάθεσιν ἐγένετο τὸ μὲν ὕδωρ τὸ δὲ πῦρ, καθάπερ λέγει τὸν μὲν ἥλιον λευκὸν καὶ θερμόν, τὴν δὲ γῆν βαρὺ καὶ σκληρόν· ἀφαιρουμένων οὖν τούτων τῶν διαφορῶν (εἰσὶ γὰρ ἀφαιρεταὶ γενόμεναί γε) δῆλον ὡς ἀνάγκη γίνεσθαι καὶ γῆν ἐξ ὕδατος καὶ ὕδωρ ἐκ γῆς, ὁμοίως δὲ καὶ τῶν ἄλλων ἕκαστον, οὐ τότε μόνον ἀλλὰ καὶ νῦν, μεταβάλλοντά γε τοῖς πάθεσιν.
133Aristoteles, De generatione et corruptione, 1, 1, 10; 25 (auctor 384BC-322BC)
Διόπερ καὶ τότε ἐξ ἑνὸς ἐγεννήθησαν· οὐ γὰρ δὴ πῦρ γε καὶ γῆ καὶ ὕδωρ ὄντα ἓν ἦν τὸ πᾶν.
134Aristoteles, De generatione et corruptione, 1, 4, 3; 3 (auctor 384BC-322BC)
Ὅταν δ´ ὅλον μεταβάλλῃ μὴ ὑπομένοντος αἰσθητοῦ τινὸς ὡς ὑποκειμένου τοῦ αὐτοῦ, ἀλλ´ οἷον ἐκ τῆς γονῆς αἷμα πάσης ἢ ἐξ ὕδατος ἀὴρ ἢ ἐξ ἀέρος παντὸς ὕδωρ, γένεσις ἤδη τὸ τοιοῦτον, τοῦ δὲ φθορά, μάλιστα δέ, ἂν ἡ μεταβολὴ γίνηται ἐξ ἀναισθήτου εἰς αἰσθητὸν ἢ ἁφῇ ἢ πάσαις ταῖς αἰσθήσεσιν, οἷον ὅταν ὕδωρ γένηται ἢ φθαρῇ εἰς ἀέρα· ὁ γὰρ ἀὴρ ἐπιεικῶς ἀναίσθητον.
135Aristoteles, De generatione et corruptione, 1, 4, 4; 4 (auctor 384BC-322BC)
Ἐν δὲ τούτοις ἄν τι ὑπομένῃ πάθος τὸ αὐτὸ ἐναντιώσεως ἐν τῷ γενομένῳ καὶ τῷ φθαρέντι, οἷον ὅταν ἐξ ἀέρος ὕδωρ, εἰ ἄμφω διαφανῆ ἢ ψυχρά, οὐ δεῖ τούτου θάτερον πάθος εἶναι εἰς ὃ μεταβάλλει.
136Aristoteles, De generatione et corruptione, 1, 5, 9; 26 (auctor 384BC-322BC)
Τὸ δ´ ὕδωρ οὐκ ηὔξηται οὐδ´ ὁ ἀήρ, ἀλλὰ τὸ μὲν ἀπόλωλε τὸ δὲ γέγονεν· τὸ σῶμα δέ, εἴπερ, ηὔξηται.
137Aristoteles, De generatione et corruptione, 1, 5, 12; 40 (auctor 384BC-322BC)
Τὸ οὖν ὁτιοῦν μέρος αὐξάνεσθαι καὶ προσιόντος τινὸς κατὰ μὲν τὸ εἶδός ἐστιν ἐνδεχόμενον, κατὰ δὲ τὴν ὕλην οὐκ ἔστιν· δεῖ γὰρ νοῆσαι ὥσπερ εἴ τις μετροίη τῷ αὐτῷ μέτρῳ ὕδωρ· ἀεὶ γὰρ ἄλλο καὶ ἄλλο τὸ γινόμενον.
138Aristoteles, De generatione et corruptione, 1, 5, 16; 50 (auctor 384BC-322BC)
Τί οὖν παθὸν ὑπὸ τούτου [ηὐξήθη]; ἢ μιχθέν, ὥσπερ οἴνῳ εἴ τις ἐπιχέοι ὕδωρ, ὁ δὲ δύναιτο οἶνον ποιεῖν τὸ μιχθέν; καὶ ὥσπερ τὸ πῦρ ἁψάμενον τοῦ καυστοῦ, οὕτως ἐν τῷ αὐξανομένῳ καὶ ὄντι ἐντελεχείᾳ σαρκὶ τὸ ἐνὸν αὐξητικὸν προσελθόντος δυνάμει σαρκὸς ἐποίησεν ἐντελεχείᾳ σάρκα.
139Aristoteles, De generatione et corruptione, 1, 5, 18; 61 (auctor 384BC-322BC)
Ἐὰν δὲ μηκέτι ποιεῖν δύνηται, ἀλλ´ οἷον ὕδωρ οἴνῳ ἀεὶ πλεῖον μιγνύμενον τέλος ὑδαρῆ ποιεῖ καὶ ὕδωρ, τότε φθίσιν ποιεῖται τοῦ ποσοῦ, τὸ δ´ εἶδος μένει.
140Aristoteles, De generatione et corruptione, 1, 8, 16; 32 (auctor 384BC-322BC)
Ἔτι δ´ ἄτοπον καὶ τὸ μικρὰ μὲν ἀδιαίρετα εἶναι, μεγάλα δὲ μή· νῦν μὲν γὰρ εὐλόγως τὰ μείζω θραύεται μᾶλλον τῶν μικρῶν· τὰ μὲν γὰρ διαλύεται ῥᾳδίως, οἷον τὰ μεγάλα· προσκόπτει γὰρ πολλοῖς· τὸ δὲ ἀδιαίρετον ὅλως διὰ τί μᾶλλον ὑπάρχει τῶν μεγάλων τοῖς μικροῖς; ἔτι δὲ πότερον μία πάντων ἡ φύσις ἐκείνων τῶν στερεῶν, ἢ διαφέρει θάτερα τῶν ἑτέρων, ὥσπερ ἂν εἰ τὰ μὲν εἴη πύρινα, τὰ δὲ γήινα τὸν ὄγκον; εἰ μὲν γὰρ μία φύσις ἐστὶν ἁπάντων, τί τὸ χωρίσαν; ἢ διὰ τί οὐ γίνεται ἁψάμενα ἕν, ὥσπερ ὕδωρ ὕδατος ὅταν θίγῃ; οὐδὲν γὰρ διαφέρει τὸ ὕστερον τοῦ προτέρου.
141Aristoteles, De generatione et corruptione, 1, 8, 20; 66 (auctor 384BC-322BC)
Φαμὲν δ´, εἴπερ δεῖ μεμίχθαι τι, τὸ μιχθὲν ὁμοιομερὲς εἶναι, καὶ ὥσπερ τοῦ ὕδατος τὸ μέρος ὕδωρ, οὕτω καὶ τοῦ κραθέντος.
142Aristoteles, De generatione et corruptione, 1, 8, 20; 72 (auctor 384BC-322BC)
Τῶν δὲ ποιητι– κῶν καὶ παθητικῶν ὅσα εὐδιαίρετα, πολλὰ μὲν ὀλίγοις καὶ μεγάλα μικροῖς συντιθέμενα οὐ ποιεῖ μίξιν, ἀλλ´ αὔξησιν τοῦ κρατοῦντος· μεταβάλλει γὰρ θάτερον εἰς τὸ κρατοῦν, οἷον σταλαγμὸς οἴνου μυρίοις χοεῦσιν ὕδατος οὐ μίγνυται· λύεται γὰρ τὸ εἶδος καὶ μεταβάλλει εἰς τὸ πᾶν ὕδωρ.
143Aristoteles, De generatione et corruptione, 2, 1, 2; 5 (auctor 384BC-322BC)
Τούτων δὲ τὴν ὑποκειμένην ὕλην οἱ μέν φασιν εἶναι μίαν, οἷον ἀέρα τιθέντες ἢ πῦρ ἤ τι μεταξὺ τούτων, σῶμά τε ὂν καὶ χωριστόν, οἱ δὲ πλείω τὸν ἀριθμὸν ἑνός, οἱ μὲν πῦρ καὶ γῆν, οἱ δὲ ταῦτά τε καὶ ἀέρα τρίτον, οἱ δὲ καὶ ὕδωρ τούτων τέταρτον, ὥσπερ Ἐμπεδοκλῆς· ἐξ ὧν συγκρινομένων καὶ διακρινομένων ἢ ἀλλοιουμένων συμβαίνειν τὴν γένεσιν καὶ τὴν φθορὰν τοῖς πράγμασιν.
144Aristoteles, De generatione et corruptione, 2, 1, 7; 16 (auctor 384BC-322BC)
Ὥστε πρῶτον μὲν τὸ δυνάμει σῶμα αἰσθητὸν ἀρχή, δεύτερον δ´ αἱ ἐναντιώσεις, λέγω δ´ οἷον θερμότης καὶ ψυχρότης, τρίτον δ´ ἤδη πῦρ καὶ ὕδωρ καὶ τὰ τοιαῦτα· ταῦτα μὲν γὰρ μεταβάλλει εἰς ἄλληλα, καὶ οὐχ ὡς Ἐμπεδοκλῆς καὶ ἕτεροι λέγουσιν (οὐδὲ γὰρ ἂν ἦν ἀλλοίωσις), αἱ δ´ ἐναντιώσεις οὐ μεταβάλλουσιν.
145Aristoteles, De generatione et corruptione, 2, 3, 2; 2 (auctor 384BC-322BC)
Καὶ ἠκολούθηκε κατὰ λόγον τοῖς ἁπλοῖς φαινομένοις σώμασι, πυρὶ καὶ ἀέρι καὶ ὕδατι καὶ γῇ· τὸ μὲν γὰρ πῦρ θερμὸν καὶ ξηρόν, ὁ δ´ ἀὴρ θερμὸν καὶ ὑγρόν (οἷον ἀτμὶς γὰρ ὁ ἀήρ), [5] τὸ δ´ ὕδωρ ψυχρὸν καὶ ὑγρόν, ἡ δὲ γῆ ψυχρὸν καὶ ξηρόν, ὥστ´ εὐλόγως διανέμεσθαι τὰς διαφορὰς τοῖς πρώτοις σώμασι, καὶ τὸ πλῆθος αὐτῶν εἶναι κατὰ λόγον.
146Aristoteles, De generatione et corruptione, 2, 3, 5; 5 (auctor 384BC-322BC)
Οἱ δ´ εὐθὺς δύο ποιοῦντες, ὥσπερ Παρμενίδης πῦρ καὶ γῆν, τὰ μεταξὺ μίγματα ποιοῦσι τούτων, οἷον ἀέρα καὶ ὕδωρ.
147Aristoteles, De generatione et corruptione, 2, 3, 7; 15 (auctor 384BC-322BC)
Ὄντων δὲ τεττάρων τῶν ἁπλῶν σωμάτων, ἑκάτερα τοῖν δυοῖν ἑκατέρου τῶν τόπων ἐστίν· πῦρ μὲν γὰρ καὶ ἀὴρ τοῦ πρὸς τὸν ὅρον φερομένου, γῆ δὲ καὶ ὕδωρ τοῦ πρὸς τὸ μέσον.
148Aristoteles, De generatione et corruptione, 2, 3, 6; 16 (auctor 384BC-322BC)
Καὶ ἄκρα μὲν καὶ εἰλικρινέστατα πῦρ καὶ γῆ, μέσα δὲ καὶ μεμιγμένα μᾶλλον ὕδωρ καὶ ἀήρ.
149Aristoteles, De generatione et corruptione, 2, 3, 6; 17 (auctor 384BC-322BC)
Καὶ ἑκάτερα ἑκατέροις ἐναντία· πυρὶ μὲν γὰρ ἐναντίον ὕδωρ, ἀέρι δὲ γῆ· ταῦτα γὰρ ἐκ τῶν ἐναντίων παθημάτων συνέστηκεν.
150Aristoteles, De generatione et corruptione, 2, 3, 8; 18 (auctor 384BC-322BC)
Οὐ μὴν ἀλλ´ ἁπλῶς γε τέτταρα ὄντα ἑνὸς ἕκαστόν ἐστι, γῆ μὲν ξηροῦ μᾶλλον ἢ ψυχροῦ, ὕδωρ δὲ ψυχροῦ μᾶλλον ἢ ὑγροῦ, [5] ἀὴρ δ´ ὑγροῦ μᾶλλον ἢ θερμοῦ, πῦρ δὲ θερμοῦ μᾶλλον ἢ ξηροῦ.
151Aristoteles, De generatione et corruptione, 2, 4, 3; 4 (auctor 384BC-322BC)
Ὅσα μὲν γὰρ ἔχει σύμβολα πρὸς ἄλληλα, ταχεῖα τούτων ἡ μετάβασις, ὅσα δὲ μὴ ἔχει, βραδεῖα, διὰ τὸ ῥᾷον εἶναι τὸ ἓν ἢ τὰ πολλὰ μεταβάλλειν, οἷον ἐκ πυρὸς μὲν ἔσται ἀὴρ θατέρου μεταβάλλοντος (τὸ μὲν γὰρ ἦν θερμὸν καὶ ξηρόν, τὸ δὲ θερμὸν καὶ ὑγρόν, ὥστε ἂν κρατηθῇ τὸ ξηρὸν ὑπὸ τοῦ ὑγροῦ, ἀὴρ ἔσται), πάλιν δὲ ἐξ ἀέρος ὕδωρ, ἐὰν κρατηθῇ τὸ θερμὸν ὑπὸ τοῦ ψυχροῦ (τὸ μὲν γὰρ ἦν θερμὸν καὶ ὑγρόν, τὸ δὲ ψυχρὸν καὶ ὑγρόν, ὥστε μεταβάλλοντος τοῦ θερμοῦ ὕδωρ ἔσται).
152Aristoteles, De generatione et corruptione, 2, 4, 4; 5 (auctor 384BC-322BC)
Τὸν αὐτὸν δὲ τρόπον καὶ ἐξ ὕδατος γῆ καὶ ἐκ γῆς πῦρ· ἔχει γὰρ ἄμφω πρὸς ἄμφω σύμβολα· τὸ μὲν γὰρ ὕδωρ ὑγρὸν καὶ ψυχρόν, ἡ δὲ γῆ ψυχρὸν καὶ ξηρόν, ὥστε κρατηθέντος τοῦ ὑγροῦ γῆ ἔσται.
153Aristoteles, De generatione et corruptione, 2, 4, 5; 8 (auctor 384BC-322BC)
Ἐκ πυρὸς δὲ ὕδωρ καὶ [5] ἐξ ἀέρος γῆν καὶ πάλιν ἐξ ὕδατος καὶ γῆς ἀέρα καὶ πῦρ ἐνδέχεται μὲν γίνεσθαι, χαλεπώτερον δὲ διὰ τὸ πλειόνων εἶναι τὴν μεταβολήν· ἀνάγκη γάρ, εἰ ἔσται ἐξ ὕδατος πῦρ, φθαρῆναι καὶ τὸ ψυχρὸν καὶ τὸ ὑγρόν, καὶ πάλιν εἰ ἐκ γῆς ἀήρ, φθαρῆναι καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρόν.
154Aristoteles, De generatione et corruptione, 2, 4, 5; 9 (auctor 384BC-322BC)
Ὡσαύτως δὲ καὶ εἰ ἐκ πυρὸς καὶ ἀέρος ὕδωρ καὶ γῆ, ἀνάγκη ἀμφότερα μεταβάλλειν.
155Aristoteles, De generatione et corruptione, 2, 4, 6; 10 (auctor 384BC-322BC)
Αὕτη μὲν οὖν χρονιωτέρα ἡ γένεσις· ἐὰν δ´ ἑκατέρου φθαρῇ θάτερον, ῥᾴων μέν, οὐκ εἰς ἄλληλα δὲ ἡ μετάβασις, ἀλλ´ ἐκ πυρὸς μὲν καὶ ὕδατος ἔσται γῆ καὶ ἀήρ, ἐξ ἀέρος δὲ καὶ γῆς πῦρ καὶ ὕδωρ.
156Aristoteles, De generatione et corruptione, 2, 4, 7; 12 (auctor 384BC-322BC)
Ὡσαύτως δὲ καὶ ἐξ ἀέρος καὶ γῆς πῦρ καὶ ὕδωρ· ὅταν μὲν γὰρ τοῦ ἀέρος φθαρῇ τὸ θερμὸν τῆς δὲ γῆς τὸ ξηρόν, ὕδωρ ἔσται (λείπεται γὰρ τοῦ μὲν τὸ ὑγρὸν τῆς δὲ τὸ ψυχρόν), ὅταν δὲ τοῦ μὲν ἀέρος τὸ ὑγρὸν τῆς δὲ γῆς τὸ ψυχρόν, πῦρ, διὰ τὸ λείπεσθαι τοῦ μὲν τὸ θερμὸν τῆς δὲ τὸ ξηρόν, ἅπερ ἦν πυρός.
157Aristoteles, De generatione et corruptione, 2, 5, 1; 2 (auctor 384BC-322BC)
Εἰ γάρ ἐστι τῶν φυσικῶν σωμάτων ὕλη, ὥσπερ καὶ δοκεῖ ἐνίοις, [5] ὕδωρ καὶ ἀὴρ καὶ τὰ τοιαῦτα, ἀνάγκη ἤτοι ἓν ἢ δύο εἶναι ταῦτα ἢ πλείω.
158Aristoteles, De generatione et corruptione, 2, 5, 1; 3 (auctor 384BC-322BC)
Ἓν μὲν δὴ πάντα οὐχ οἷόν τε, οἷον ἀέρα πάντα ἢ ὕδωρ ἢ πῦρ ἢ γῆν, εἴπερ ἡ μεταβολὴ εἰς τἀναντία.
159Aristoteles, De generatione et corruptione, 2, 5, 1; 5 (auctor 384BC-322BC)
Ἅμα δ´ οὐδ´ οὕτω δοκεῖ, ὥστε ὕδωρ εἶναι ἅμα καὶ ἀέρα ἢ ἄλλ´ ὁτιοῦν.
160Aristoteles, De generatione et corruptione, 2, 5, 6; 24 (auctor 384BC-322BC)
Ὅτι δ´ οὐδὲ μέσον, ὥσπερ δοκεῖ τισιν ἀὴρ μὲν καὶ εἰς πῦρ μεταβάλλειν καὶ εἰς ὕδωρ, ὕδωρ δὲ καὶ εἰς ἀέρα καὶ εἰς γῆν· τὰ δ´ ἔσχατα οὐκέτι εἰς ἄλληλα· δεῖ μὲν γὰρ στῆναι καὶ μὴ εἰς ἄπειρον τοῦτο ἰέναι ἐπ´ εὐθείας ἐφ´ ἑκάτερα.
161Aristoteles, De generatione et corruptione, 2, 5, 6; 26 (auctor 384BC-322BC)
Γῆ ἐφ´ ᾧ Γ, ὕδωρ ἐφ´ ᾧ Υ, ἀὴρ ἐφ´ ᾧ Α, πῦρ ἐφ´ ᾧ Π.
162Aristoteles, De generatione et corruptione, 2, 5, 6; 31 (auctor 384BC-322BC)
Οὐκοῦν εἰ μὲν μένει τὸ λευκόν, ὑπάρξει τὸ ὕδωρ ὑγρὸν καὶ λευκόν, εἰ δὲ μή, μέλαν ἔσται τὸ ὕδωρ· εἰς τἀναντία γὰρ ἡ μεταβολή.
163Aristoteles, De generatione et corruptione, 2, 5, 6; 32 (auctor 384BC-322BC)
Ἀνάγκη ἄρα ἢ λευκὸν ἢ μέλαν εἶναι τὸ ὕδωρ.
164Aristoteles, De generatione et corruptione, 2, 5, 6; 35 (auctor 384BC-322BC)
Ἔσται ἄρα καὶ τῷ Π τῷ πυρὶ μεταβολὴ εἰς τὸ ὕδωρ· ἐναντία γὰρ ὑπάρχει· τὸ μὲν γὰρ πῦρ τὸ πρῶτον μέλαν ἦν, ἔπειτα δὲ ξηρόν, τὸ δ´ ὕδωρ ὑγρόν, ἔπειτα δὲ λευκόν.
165Aristoteles, De generatione et corruptione, 2, 7, 2; 3 (auctor 384BC-322BC)
Λέγω δ´ οἷον ἔστιν ἐκ πυρὸς ὕδωρ καὶ ἐκ τούτου γίνεσθαι πῦρ· ἔστι γάρ τι κοινὸν ὑποκείμενον.
166Aristoteles, De generatione et corruptione, 2, 7, 4; 6 (auctor 384BC-322BC)
Συμβαίνει δὴ μὴ ἐξ ὁτουοῦν μέρους σαρκὸς γίνεσθαι πῦρ καὶ ὕδωρ, ὥσπερ ἐκ κηροῦ γένοιτ´ ἂν ἐκ μὲν τουδὶ τοῦ μέρους σφαῖρα, πυραμὶς δ´ ἐξ ἄλλου τινός· ἀλλ´ ἐνεδέχετό γε ἐξ ἑκατέρου ἑκάτερον γενέσθαι.
167Aristoteles, De generatione et corruptione, 2, 8, 8; 2 (auctor 384BC-322BC)
Γῆ μὲν γὰρ ἐνυπάρχει πᾶσι διὰ τὸ ἕκαστον εἶναι μάλιστα καὶ πλεῖστον ἐν τῷ οἰκείῳ τόπῳ, ὕδωρ δὲ διὰ τὸ δεῖν μὲν ὁρίζεσθαι τὸ σύνθετον, μόνον δ´ εἶναι τῶν ἁπλῶν εὐόριστον τὸ ὕδωρ, ἔτι δὲ καὶ τὴν γῆν ἄνευ τοῦ ὑγροῦ μὴ δύνασθαι συμμένειν, ἀλλὰ τοῦτ´ εἶναι τὸ συνέχον· εἰ γὰρ ἐξαιρεθείη τελέως ἐξ αὐτῆς τὸ ὑγρόν, διαπίπτοι ἄν.
168Aristoteles, De generatione et corruptione, 2, 8, 2; 3 (auctor 384BC-322BC)
Γῆ μὲν οὖν καὶ ὕδωρ διὰ ταύτας ἐνυπάρχει τὰς αἰτίας, ἀὴρ δὲ καὶ πῦρ, ὅτι ἐναντία ἐστὶ γῇ καὶ ὕδατι· [5] γῆ μὲν γὰρ ἀέρι, ὕδωρ δὲ πυρὶ ἐναντίον ἐστίν, ὡς ἐνδέχεται οὐσίαν οὐσίᾳ ἐναντίαν εἶναι.
169Aristoteles, De generatione et corruptione, 2, 9, 6; 16 (auctor 384BC-322BC)
Δῆλον δὲ καὶ ἐπὶ τῶν τέχνῃ καὶ ἐπὶ τῶν φύσει γινομένων· οὐ γὰρ αὐτὸ ποιεῖ τὸ ὕδωρ ζῷον ἐξ αὑτοῦ, οὐδὲ τὸ ξύλον κλίνην, ἀλλ´ ἡ τέχνη.
170Aristoteles, De generatione et corruptione, 2, 10, 8; 16 (auctor 384BC-322BC)
Διὸ καὶ τἆλλα ὅσα μεταβάλλει εἰς ἄλληλα κατὰ τὰ πάθη καὶ τὰς δυνάμεις, οἷον τὰ ἁπλᾶ σώματα, μιμεῖται τὴν κύκλῳ φοράν· ὅταν γὰρ ἐξ ὕδατος ἀὴρ γένηται καὶ ἐξ ἀέρος [5] πῦρ καὶ πάλιν ἐκ πυρὸς ὕδωρ, κύκλῳ φαμὲν περιεληλυθέναι τὴν γένεσιν διὰ τὸ πάλιν ἀνακάμπτειν.
171Aristoteles, De generatione et corruptione, 2, 11, 10; 25 (auctor 384BC-322BC)
Διὸ ὕδωρ ἐξ ἀέρος καὶ ἀὴρ ἐξ ὕδατος εἴδει ὁ αὐτός, οὐκ ἀριθμῷ.
172Aristoteles, De incessu animalium, 18, 1; 1 (auctor 384BC-322BC)
Εὐλόγως δὲ καὶ τὰ μὲν πτηνὰ πόδας ἔχει, οἱ δ' ἰχθύες ἄποδες· τοῖς μὲν γὰρ ὁ βίος ἐν τῷ ξηρῷ, μετέωρον δ' ἀεὶ μένειν ἀδύνατον, ὥστ' ἀνάγκη πόδας ἔχειν· τοῖς δ' ἰχθύσιν ἐν τῷ ὑγρῷ ὁ βίος, καὶ τὸ ὕδωρ δέχονται, οὐ τὸν ἀέρα.
173Aristoteles, De iuventute et senectute De vita et morte, 6; 4 (auctor 384BC-322BC)
Διὸ καὶ γένη τινὰ λίθων ταῖς ῥίζαις ὑποβάλλουσι καὶ ὕδωρ ἐν ἀγγείοις, ὅπως αἱ ῥίζαι ψύχωνται τῶν φυτῶν.
174Aristoteles, De longitudine et brevitate vitae, 2; 2 (auctor 384BC-322BC)
Πῦρ γὰρ καὶ ὕδωρ καὶ τὰ τούτοις συγγενῆ, οὐκ ἔχοντα τὴν αὐτὴν δύναμιν, τυγχάνει γενέσεως καὶ φθορᾶς αἴτια ἀλλήλοις, ὥστε καὶ τῶν ἄλλων ἕκαστον ἐκ τούτων ὄντα καὶ συνεστῶτα μετέχειν τῆς τούτων φύσεως εὔλογον, ὅσα μὴ συνθέσει ἐκ πολλῶν ἐστίν, οἷον οἰκία.
175Aristoteles, De memoria et reminiscentia, 1; 22 (auctor 384BC-322BC)
Διὸ καὶ τοῖς μὲν ἐν κινήσει πολλῇ διὰ πάθος ἢ δι’ ἡλικίαν οὖσιν οὐ γίνεται μνήμη, καθάπερ ἂν εἰς ὕδωρ ῥέον ἐμπιπτούσης τῆς κινήσεως καὶ τῆς σφραγῖδος· τοῖς δὲ διὰ τὸ ψήχεσθαι, καθάπερ τὰ παλαιὰ τῶν οἰκοδομημάτων, καὶ διὰ σκληρότητα τοῦ δεχομένου τὸ πάθος οὐκ ἐγγίνεται ὁ τύπος.
176Aristoteles, De partibus animalium, 1, 1, 19; 43 (auctor 384BC-322BC)
Ὁ δ´ ἀὴρ καὶ τὸ ὕδωρ ὕλη τῶν σωμάτων ἐστίν· ἐκ τῶν τοιούτων γὰρ σωμάτων συνιστᾶσι τὴν φύσιν πάντες.
177Aristoteles, De partibus animalium, 2, 1, 13; 24 (auctor 384BC-322BC)
Καὶ διὰ τοῦτο χεῖρα μὲν ἢ πρόσωπον ἢ τῶν τοιούτων τι μορίων οὐδεὶς ἐγχειρεῖ λέγειν τῶν φυσιολόγων τὸ μὲν εἶναι γῆν, τὸ δ´ ὕδωρ, τὸ δὲ πῦρ· τῶν δ´ αἰσθητηρίων ἕκαστον πρὸς ἕκαστον ἐπιζευγνύουσι τῶν στοιχείων, τὸ μὲν ἀέρα φάσκοντες εἶναι τὸ δὲ πῦρ.
178Aristoteles, De partibus animalium, 2, 2, 14; 27 (auctor 384BC-322BC)
Θερμαίνει μὲν γὰρ μᾶλλον τὸ ζέον ὕδωρ τῆς φλογός, καίει δὲ καὶ τήκει τὸ καυστὸν καὶ τηκτὸν ἡ φλόξ, τὸ δ´ ὕδωρ οὐδέν.
179Aristoteles, De partibus animalium, 2, 2, 14; 28 (auctor 384BC-322BC)
Ἔτι θερμότερον μὲν τὸ ζέον ὕδωρ ἢ πῦρ ὀλίγον, ψύχεται δὲ καὶ θᾶττον καὶ μᾶλλον τὸ θερμὸν ὕδωρ μικροῦ πυρός· οὐ γὰρ γίνεται ψυχρὸν πῦρ, ὕδωρ δὲ γίνεται πᾶν.
180Aristoteles, De partibus animalium, 2, 2, 14; 29 (auctor 384BC-322BC)
Ἔτι θερμότερον μὲν κατὰ τὴν ἁφὴν τὸ ζέον ὕδωρ, ψύχεται δὲ θᾶττον καὶ πήγνυται τοῦ ἐλαίου.
181Aristoteles, De partibus animalium, 2, 3, 4; 6 (auctor 384BC-322BC)
Τούτων δὲ διωρισμένων φανερὸν ὅτι τὸ αἷμα ὡδὶ μὲν ἔστι θερμόν, οἷόν τι ἦν αὐτῷ τὸ αἵματι εἶναι (καθαπερεὶ ὀνόματί τινι σημαίνοιμεν τὸ ζέον ὕδωρ, οὕτω λέγεται), τὸ δ´ ὑποκείμενον καὶ ὅ ποτε ὂν αἷμά ἐστιν, οὐ θερμόν· καὶ καθ´ αὑτό ἐστι μὲν ὡς θερμόν ἐστιν, ἔστι δ´ ὡς οὔ.
182Aristoteles, De partibus animalium, 2, 4, 3; 7 (auctor 384BC-322BC)
Ὁ γὰρ φόβος καταψύχει· προωδοποίηται οὖν τῷ πάθει τὰ τοιαύτην ἔχοντα τὴν ἐν τῇ καρδίᾳ κρᾶσιν· τὸ γὰρ ὕδωρ τῷ ψυχρῷ πηκτόν ἐστιν.
183Aristoteles, De partibus animalium, 2, 4, 5; 12 (auctor 384BC-322BC)
Ἐξαιρουμένων δὲ τούτων τῶν ἰνῶν οὐ πήγνυται τὸ αἷμα· καθάπερ γὰρ ἐκ πηλοῦ εἴ τις ἐξέλοι τὸ γεῶδες, οὐ πήγνυται τὸ ὕδωρ.
184Aristoteles, De partibus animalium, 2, 7, 8; 17 (auctor 384BC-322BC)
Δεῖ δὲ λαβεῖν, ὡς μεγάλῳ παρεικάζοντα μικρόν, ὁμοίως συμβαίνειν ὥσπερ τὴν τῶν ὑετῶν γένεσιν· ἀναθυμιωμένης γὰρ ἐκ τῆς γῆς τῆς ἀτμίδος καὶ φερομένης ὑπὸ τοῦ θερμοῦ πρὸς τὸν ἄνω τόπον, ὅταν ἐν τῷ ὑπὲρ τῆς γῆς γένηται ἀέρι ὄντι ψυχρῷ, συνίσταται πάλιν εἰς ὕδωρ διὰ τὴν ψύξιν καὶ ῥεῖ κάτω πρὸς τὴν γῆν.
185Aristoteles, De partibus animalium, 2, 10, 7; 15 (auctor 384BC-322BC)
Ἡ δ´ ὄψις πᾶσι τοῖς ἔχουσιν εὐλόγως ἐστὶ περὶ τὸν ἐγκέφαλον· ὁ μὲν γὰρ ὑγρὸς καὶ ψυχρός, ἡ δ´ ὕδωρ τὴν φύσιν ἐστίν· τοῦτο γὰρ τῶν διαφανῶν εὐφυλακτότατόν ἐστιν.
186Aristoteles, De partibus animalium, 2, 13, 8; 21 (auctor 384BC-322BC)
Τοῖς μὲν οὖν πεζοῖς ὁ ἀὴρ εὐδίοπτος· ἐκείνοις δ´ ἐπεὶ τὸ ὕδωρ πρὸς μὲν τὸ ὀξὺ βλέπειν ἐναντίον, οὐκ ἔχει δὲ πολλὰ τὰ προσκρούσματα πρὸς τὴν ὄψιν ὥσπερ ὁ ἀήρ, διὰ μὲν τοῦτ´ οὐκ ἔχει βλέφαρον (οὐδὲν γὰρ ἡ φύσις ποιεῖ μάτην), πρὸς δὲ τὴν παχύτητα τοῦ ὕδατος ὑγρόφθαλμοί εἰσιν.
187Aristoteles, De partibus animalium, 2, 17, 8; 13 (auctor 384BC-322BC)
Ταχεῖα δ´ ἡ δίοδος εἰς τὴν κοιλίαν διὰ τὸ μὴ οἷόν τ´ εἶναι διατρίβειν ἐκχυμίζοντας· παρεμπίπτοι γὰρ ἂν τὸ ὕδωρ.
188Aristoteles, De partibus animalium, 4, 8, 5; 14 (auctor 384BC-322BC)
Τὰ δ´ ἐν τοῖς ὑπτίοις μόρια καὶ περὶ τὴν κεφαλὴν τὰ μὲν εἰς τὸ δέξασθαι τὸ ὕδωρ καὶ ἀφεῖναι ἔχουσι βραγχοειδῆ· πλακωδέστερα δὲ τὰ κάτω αἱ θήλειαι τῶν ἀρρένων καράβων ἔχουσι, καὶ τὰ ἐν τῷ ἐπιπτύγματι δασύτερα αἱ θήλειαι καρκίνοι τῶν ἀρρένων, διὰ τὸ ἐκτείνειν τὰ ᾠὰ πρὸς αὐτά, ἀλλὰ μὴ ἄποθεν, ὥσπερ οἱ ἰχθύες καὶ τἆλλα τὰ τίκτοντα· εὐρυχωρέστερα γὰρ ὄντα καὶ μείζω χώραν ἔχει τοῖς ᾠοῖς μᾶλλον.
189Aristoteles, De partibus animalium, 4, 12, 12; 37 (auctor 384BC-322BC)
Ἔνια δ´ οὐ πτητικὰ τῶν ὀρνίθων ἐστὶν ἀλλὰ βαρέα, οἷς ὁ βίος ἐπίγειος καὶ ἔστι καρποφάγα ἢ πλωτὰ καὶ περὶ ὕδωρ βιοτεύουσιν.
190Aristoteles, De sensu et sensibilibus, 1; 35 (auctor 384BC-322BC)
Δημόκριτος δ’ ὅτι μὲν ὕδωρ εἶναί φησι, λέγει καλῶς, ὅτι δ’ οἴεται τὸ ὁρᾶν εἶναι τὴν ἔμφασιν, οὐ καλῶς· τοῦτο μὲν γὰρ συμβαίνει ὅτι τὸ ὄμμα λεῖον, καὶ ἔστιν οὐκ ἐν ἐκείνῳ ἀλλ’ ἐν τῷ ὁρῶντι· ἀνάκλασις γὰρ τὸ πάθος.
191Aristoteles, De sensu et sensibilibus, 1; 38 (auctor 384BC-322BC)
Τὸ μὲν οὖν τὴν ὄψιν εἶναι ὕδατος ἀληθὲς μέν, οὐ μέντοι συμβαίνει τὸ ὁρᾶν ᾗ ὕδωρ ἀλλ’ ᾗ διαφανές· ὃ καὶ ἐπὶ τοῦ ἀέρος κοινόν ἐστιν.
192Aristoteles, De sensu et sensibilibus, 1; 39 (auctor 384BC-322BC)
Ἀλλ’ εὐφυλακτότερον καὶ εὐπιλητότερον τὸ ὕδωρ τοῦ ἀέρος· διόπερ ἡ κόρη καὶ τὸ ὄμμα ὕδατός ἐστιν.
193Aristoteles, De sensu et sensibilibus, 1; 40 (auctor 384BC-322BC)
Τοῦτο δὲ καὶ ἐπ’ αὐτῶν τῶν ἔργων δῆλον· φαίνεται γὰρ ὕδωρ τὸ ἐκρέον διαφθειρομένων, καὶ ἔν γε τοῖς πάμπαν ἐμβρύοις τῇ ψυχρότητι ὑπερβάλλον καὶ τῇ λαμπρότητι.
194Aristoteles, De sensu et sensibilibus, 1; 49 (auctor 384BC-322BC)
Καὶ εὐλόγως τὸ ἐντός ἐστιν ὕδατος· διαφανὲς γὰρ τὸ ὕδωρ.
195Aristoteles, De sensu et sensibilibus, 1; 51 (auctor 384BC-322BC)
Καὶ ἀνάγκη ὕδωρ εἶναι, ἐπειδὴ οὐκ ἀήρ.
196Aristoteles, De sensu et sensibilibus, 1; 73 (auctor 384BC-322BC)
Φαίνεται δὲ καὶ ἀὴρ καὶ ὕδωρ χρωματιζόμενα· καὶ γὰρ ἡ αὐγὴ τοιοῦτόν ἐστιν.
197Aristoteles, De sensu et sensibilibus, 1; 107 (auctor 384BC-322BC)
Ἢ μὲν οὖν τοῦ ὕδατος φύσις βούλεται ἄχυμος εἶναι· ἀνάγκη δ’ ἢ ἐν αὑτῷ τὸ ὕδωρ ἔχειν τὰ γένη τῶν χυμῶν ἀναίσθητα διὰ μικρότητα, καθάπερ Ἐμπεδοκλῆς φησίν, ἢ ὕλην τοιαύτην ἐνεῖναι οἷον πανσπερμίαν χυμῶν, καὶ ἅπαντα μὲν ἐξ ὕδατος γίγνεσθαι, ἄλλα δ’ ἐξ ἄλλου μέρους, ἢ μηδεμίαν ἔχοντος διαφορὰν τοῦ ὕδατος τὸ ποιοῦν αἴτιον εἶναι, οἷον εἰ τὸ θερμὸν καὶ τὸν ἥλιον φαίη τις.
198Aristoteles, De sensu et sensibilibus, 1; 109 (auctor 384BC-322BC)
Ὁμοίως δὲ καὶ τὸ πανσπερμίας εἶναι τὸ ὕδωρ ὕλην ἀδύνατον· ἐκ τοῦ αὐτοῦ γὰρ ὁρῶμεν ὡς ἐκ τῆς αὐτῆς τροφῆς γινομένους ἑτέρους χυμούς.
199Aristoteles, De sensu et sensibilibus, 1; 110 (auctor 384BC-322BC)
Λείπεται δὴ τῷ πάσχειν τι τὸ ὕδωρ μεταβάλλειν.
200Aristoteles, De sensu et sensibilibus, 1; 111 (auctor 384BC-322BC)
Ὅτι μὲν τοίνυν οὐχ ὑπὸ τῆς τοῦ θερμοῦ δυνάμεως λαμβάνει ταύτην τὴν δύναμιν ἣν καλοῦμεν χυμόν, φανερόν· λεπτότατον γὰρ τῶν πάντων ὑγρῶν τὸ ὕδωρ ἐστί, καὶ αὐτοῦ τοῦ ἐλαίου.
201Aristoteles, De sensu et sensibilibus, 1; 113 (auctor 384BC-322BC)
Τὸ δ’ ὕδωρ ψαθυρόν ἐστι· διὸ καὶ χαλεπώτερον φυλάξαι ἐν τῇ χειρὶ ὕδωρ ἢ ἔλαιον.
202Aristoteles, De sensu et sensibilibus, 1; 114 (auctor 384BC-322BC)
Ἐπεὶ δὲ θερμαινόμενον οὐδὲν φαίνεται παχυνόμενον τὸ ὕδωρ αὐτὸ μόνον, δῆλον ὅτι ἑτέρα τις ἂν εἴη αἰτία· οἱ γὰρ χυμοὶ πάντες πάχος ἔχουσι μᾶλλον· τὸ δὲ θερμὸν συναίτιον.
203Aristoteles, De sensu et sensibilibus, 1; 116 (auctor 384BC-322BC)
Διὸ καὶ πολλοί φασι τῶν ἀρχαίων φυσιολόγων τοιοῦτον εἶναι τὸ ὕδωρ δι’ οἵας ἂν γῆς πορεύηται.
204Aristoteles, De sensu et sensibilibus, 1; 125 (auctor 384BC-322BC)
Ὥσπερ οὖν οἱ ἐναποπλύνοντες ἐν τῷ ὑγρῷ τὰ χρώματα καὶ τοὺς χυμοὺς τοιοῦτον ἔχειν ποιοῦσι τὸ ὕδωρ, οὕτω καὶ ἡ φύσις τὸ ξηρὸν καὶ τὸ γεῶδες, καὶ διὰ τοῦ ξηροῦ καὶ γεώδους διηθοῦσα καὶ κινοῦσα τῷ θερμῷ ποιόν τι τὸ ὑγρὸν παρασκευάζει.
205Aristoteles, De sensu et sensibilibus, 1; 153 (auctor 384BC-322BC)
Εἰ οὖν τις θείη καὶ τὸν ἀέρα καὶ τὸ ὕδωρ ἄμφω ὑγρά, εἴη ἂν ἡ ἐν ὑγρῷ τοῦ ἐγχύμου ξηροῦ φύσις ὀσμή, καὶ ὀσφραντὸν τὸ τοιοῦτον.
206Aristoteles, De sensu et sensibilibus, 1; 154 (auctor 384BC-322BC)
Ὅτι δ’ ἅπαν χυμοῦ ἐστὶ τὸ πάθος, δῆλον ἐκ τῶν ἐχόντων καὶ μὴ ἐχόντων ὀσμήν· τά τε γὰρ στοιχεῖα ἄοσμα, οἷον πῦρ ἀὴρ ὕδωρ γῆ, διὰ τὸ τά τε ξηρὰ αὐτῶν καὶ τὰ ὑγρὰ ἄχυμα εἶναι, ἐὰν μή τι μιγνύμενον ποιῇ.
207Aristoteles, De sensu et sensibilibus, 1; 164 (auctor 384BC-322BC)
Ἔστι δ’ ἡ μὲν ἀτμὶς ὑγρότης τις, ἡ δὲ καπνώδης ἀναθυμίασις, ὥσπερ εἴρηται, κοινὸν ἀέρος καὶ γῆς· καὶ συνίσταται ἐκ μὲν ἐκείνης ὕδωρ, ἐκ δὲ ταύτης γῆς τι εἶδος.
208Aristoteles, De sensu et sensibilibus, 1; 201 (auctor 384BC-322BC)
Ἔτι δ’ οὐδὲ τὸ ὕδωρ ἐθέλει αὐτὸ μόνον ἄμικτον ὂν τρέφειν· σωματῶδες γάρ τι δεῖ εἶναι τὸ συστησόμενον.
209Aristoteles, De sensu et sensibilibus, 1; 232 (auctor 384BC-322BC)
Ἣ περὶ μὲν τὸν ψόφον καὶ τὴν ὀσμὴν τοῦτο συμβαίνειν εὔλογον· ὥσπερ γὰρ ὁ ἀὴρ καὶ τὸ ὕδωρ συνεχῆ μέν, ἀλλ’ ὅμως μεμέρισται ἀμφοτέρων ἡ κίνησις.
210Aristoteles, De sensu et sensibilibus, 1; 238 (auctor 384BC-322BC)
Ὅλως δὲ οὐδὲ ὁμοίως ἐπί τε ἀλλοιώσεως ἔχει καὶ φορᾶς· αἱ μὲν γὰρ φοραὶ εὐλόγως εἰς τὸ μεταξὺ πρῶτον ἀφικνοῦνται (δοκεῖ δ’ ὁ ψόφος εἶναι φερομένου τινὸς κίνησις), ὅσα δ’ ἀλλοιοῦται, οὐκέτι ὁμοίως· ἐνδέχεται γὰρ ἀθρόον ἀλλοιοῦσθαι, καὶ μὴ τὸ ἥμισυ πρότερον, οἷον τὸ ὕδωρ ἅμα πᾶν πήγνυσθαι.
211Aristoteles, De somno et vigilia, 3; 42 (auctor 384BC-322BC)
Ὥσπερ οὖν τὸ ἀπατμίζον ὑγρὸν ὑπὸ τῆς τοῦ ἡλίου θερμότητος, ὅταν ἔλθῃ εἰς τὸν ἄνω τόπον, διὰ τὴν ψυχρότητα αὐτοῦ καταψύχεται καὶ συστὰν καταφέρεται γενόμενον πάλιν ὕδωρ, οὕτως ἐν τῇ ἀναφορᾷ τοῦ θερμοῦ τῇ πρὸς τὸν ἐγκέφαλον ἡ μὲν περιττωματικὴ ἀναθυμίασις εἰς φλέγμα συνέρχεται (διὸ καὶ οἱ κατάρροι φαίνονται γιγνόμενοι ἐκ τῆς κεφαλῆς), ἡ δὲ τρόφιμος καὶ μὴ νοσώδης καταφέρεται συνισταμένη καὶ καταψύχει τὸ θερμόν.
212Aristoteles, Ethica Nicomachea, 7, 3; 17 (auctor 384BC-322BC)
ὁ δ' ἀκρατὴς ἔνοχος τῇ παροιμίᾳ ἐν ᾗ φαμὲν « ὅταν τὸ ὕδωρ πνίγῃ, τί δεῖ ἐπιπίνειν· » εἰ μὲν γὰρ ἐπέπειστο ἃ πράττει, μεταπεισθεὶς ἂν ἐπαύσατο· νῦν δὲ ἄλλα πεπεισμένος οὐδὲν ἧττον [ἄλλα] πράττει.
213Aristoteles, Historia animalium, 1, I 1; 17 (auctor 384BC-322BC)
Εἰσί δέ διαφοραί κατά μέν τούς βίους καί τά ἤθη καί τάς πράξεις αἱ τοιαίδε, ᾗ τά μέν ἔνυδρα αὐτῶν ἐστί τά δέ χερσαῖα, ἔνυδρα δέ διχῶς, τά μέν ὅτι τόν βίον καί τήν τροφήν ποιεῖται ἐν τῷ ὑγρῷ, καί δέχεται τό ὑγρόν καί ἀφίησι, τούτου δέ στερισκόμενα οὐ δύναται ζῆν, οἷον πολλοῖς συμβαίνει τῶν ἰχθύων· τά δέ τήν μέν τροφήν ποιεῖται καί τήν διατριβήν ἐν τῷ ὑγρῷ, οὐ μέντοι δέχεται τό ὕδωρ ἀλλά τόν ἀέρα, καί γεννᾷ ἔξω.
214Aristoteles, Historia animalium, 2, II 13; 8 (auctor 384BC-322BC)
Ἴδιον δ’ ἔχουσι τό τε τῶν βραγχίων, ᾗ τό ὕδωρ ἀφιᾶσι δεξάμενοι κατά τό στόμα, καί τά πτερύγια, οἱ μέν πλεῖστοι τέτταρα, οἱ δέ προμήκεις δύο, οἷον ἐγχέλυς, ὄντα πρός τά βράγχια.
215Aristoteles, Historia animalium, 4, IV 3; 8 (auctor 384BC-322BC)
Δέχεται μέν οὖν τό ὕδωρ παρά τό στόμα, ἀπωθῶν τοῖς ἐπικαλύμμασιν, ἀφίησι δέ κατά τούς ἄνω πόρους τοῦ στόματος, ἐπιλαμβάνων τοῖς ἐπικαλύμμασιν, ᾗ εἰσῆλθεν· οὗτοι δ’ εἰσίν εὐθύς ὑπό τούς ὀφθαλμούς· καί ὅταν δέξηται τό ὕδωρ, ἐπιλαμβάνει τό στόμα τοῖς ἐπικαλύμμασιν ἀμφοτέροις, ἔπειθ’ οὕτως ἀποπυτίζει τήν θάλατταν.
216Aristoteles, Historia animalium, 5, V 19; 22 (auctor 384BC-322BC)
Τό μέν οὖν πρῶτον αὐτή ἡ ἰλύς σηπομένη χρῶμα λαμβάνει λευκόν, εἶτα μέλαν, τελευτῶσα δ’ αἱματῶδες· ὅταν δέ τοιαύτη γένηται, φύεται ἐξ αὐτῆς ὥσπερ τά φυκία μικρά σφόδρα καί ἐρυθρά· ταῦτα δέ χρόνον μέν τινα κινεῖται προσπεφυκότα, ἔπειτ’ ἀπορραγέντα φέρεται κατά τό ὕδωρ, αἱ καλούμεναι ἀσκαρίδες.
217Aristoteles, Historia animalium, 5, V 22; 10 (auctor 384BC-322BC)
Συνίσταται δέ τό μέλι πεττόμενον· ἐξ ἀρχῆς γάρ οἷον ὕδωρ γίνεται, καί ἐφ’ ἡμέρας μέν τινας ὑγρόν ἐστι (διό κἂν ἀφαιρεθῇ ἐν ταύταις ταῖς ἡμέραις, οὐκ ἔχει πάχος), ἐν εἴκοσι δέ μάλιστα συνίσταται.
218Aristoteles, Historia animalium, 5, V 30; 16 (auctor 384BC-322BC)
Ἀναπετόμεναι δ’ ὅταν σοβήσῃ τις, ἀφιᾶσιν ὑγρόν οἷον ὕδωρ, ὃ λέγουσιν οἱ γεωργοί ὡς κατουρούντων καί ἐχόντων περίττωμα καί τρεφομένων τῇ δρόσῳ.
219Aristoteles, Historia animalium, 5, V 33; 3 (auctor 384BC-322BC)
Ἡ δ’ ἑμύς ἐξιοῦσα ἐκ τοῦ ὕδατος τίκτει, ὀρύξασα βόθυνον πιθώδη, καί ἐντεκοῦσα καταλείπει· ἐάσασα δ’ ἡμέρας ἐλάττους ἢ τριάκοντα ἀνορύττει καί ἐκλέπει ταχύ, καί ἀπάγει τούς νεοττούς εὐθύς εἰς τό ὕδωρ.
220Aristoteles, Historia animalium, 6, VI 12; 14 (auctor 384BC-322BC)
Ἡ δέ φώκη ἔστι μέν τῶν ἐπαμφοτεριζόντων ζῴων· οὐ δέχεται μέν γάρ τό ὕδωρ, ἀλλ’ ἀναπνεῖ καί καθεύδει καί τίκτει ἐν τῇ γῇ μέν, πρός αἰγιαλοῖς δέ, ὡς οὖσα τῶν πεζῶν, διατρίβει δέ τοῦ χρόνου τόν πολύν καί τρέφεται ἐκ τῆς θαλάττης, διό μετά τῶν ἐνύδρων περί αὐτῆς λεκτέον.
221Aristoteles, Historia animalium, 6, VI 15; 2 (auctor 384BC-322BC)
Οὐ μήν ἀλλ’ ἔνιοι καί ἐκ τῆς ἰλύος καί ἐκ τῆς ἄμμου γίνονται, καί τῶν τοιούτων γενῶν ἃ γίνεται ἐκ συνδυασμοῦ καί ᾠῶν, ἐν τέλμασιν ἄλλοις τε, καί οἷον περί Κνίδον φασίν εἶναί ποτε, ὃ ἐξηραίνετο μέν ὑπό κύνα καί ἡ ἰλύς ἅπασα ἐξῃρεῖτο, ὕδωρ δ’ ἤρχετο ἐγγίνεσθαι ἅμα τοῖς πρώτοις γιγνομένοις.
222Aristoteles, Historia animalium, 6, VI 15; 14 (auctor 384BC-322BC)
Φαίνεται δ’ ἐν μέν τόποις τοιούτοις καί εὐημερίαις τοιαύταις, γίνεται δ’ ἐνιαχοῦ καί ὁπόταν ὕδωρ πολύ ἐξ οὐρανοῦ γένηται, ἐν τῷ ἀφρῷ τῷ γιγνομένῳ ὑπό τοῦ ὀμβρίου ὕδατος, διό καί καλεῖται ἀφρός· καί ἐπιφέρεται ἐνίοτε ἐπιπολῆς τῆς θαλάττης, ὅταν εὐημερία ᾖ, ἐν ᾧ συστρέφεται, οἷον ἐν τῇ κόπρῳ τά σκωλήκια, οὕτως ἐν τούτῳ ὁ ἀφρός, ὅπου ἂν συστῇ ἐπιπολῆς· διό πολλαχοῦ προσφέρεται ἐκ τοῦ πελάγους ἡ ἀφύη αὕτη.
223Aristoteles, Historia animalium, 6, VI 16; 2 (auctor 384BC-322BC)
Φανερόν δ’ ἐστίν ὅτι οὕτως ἔχει· ἐν ἐνίαις γάρ τελματώδεσι λίμναις τοῦ τε ὕδατος παντός ἐξαντληθέντος καί τοῦ πηλοῦ ξυσθέντος γίνονται πάλιν, ὅταν ὕδωρ γένηται ὄμβριον· ἐν δέ τοῖς αὐχμοῖς οὐ γίνονται, οὐδ’ ἐν ταῖς διαμενούσαις λίμναις· καί γάρ ζῶσι καί τρέφονται ὀμβρίῳ ὕδατι.
224Aristoteles, Historia animalium, 6, VI 19; 1 (auctor 384BC-322BC)
Τά δέ πρόβατα κυΐσκεται μέν ἐν τρισίν ἢ τέτταρσιν ὀχείαις, ἂν δ’ ὕδωρ ἐπιγένηται μετά τήν ὀχείαν, ἀνακυΐσκει· ὁμοίως δέ καί αἱ αἶγες.
225Aristoteles, Historia animalium, 6, VI 19; 13 (auctor 384BC-322BC)
Τά δέ τό ἁλυκόν ὕδωρ πίνοντα πρότερον ὀχεύεται· δεῖ δ’ ἁλίζειν πρίν τεκεῖν καί ἐπειδάν τέκῃ, καί ἔαρος αὖθις.
226Aristoteles, Historia animalium, 6, VI 26; 5 (auctor 384BC-322BC)
Ἔχει δέ καί τά κρέα καί τό γάλα ἥδιστα πάντων· πίνουσι δέ τό γάλα δύο καί ἕνα ἢ τρία καί ἕνα πρός ὕδωρ κεράσαντες.
227Aristoteles, Historia animalium, 6, VI 29; 14 (auctor 384BC-322BC)
Οὕτω δέ διάγουσιν, ἕως ἂν ὕδωρ γένηται· μετά δέ ταῦτα τρέπονται πρός τήν νομήν.
228Aristoteles, Historia animalium, 6, VI 29; 15 (auctor 384BC-322BC)
Ταῦτα δέ ποιεῖ τό ζῷον διά τό φύσει λάγνον εἶναι καί διά τήν παχύτητα· ὑπερβάλλουσα γάρ γίνεται τοῦ θέρους αὐτῶν, διό καί οὐ δύνανται θεῖν, ἀλλ’ ἁλίσκονται ὑπό τῶν πεζῇ διωκόντων ἐν τῷ δευτέρῳ δρόμῳ καί τρίτῳ, καί φεύγουσι διά τό καῦμα καί τό ἆσθμα εἰς τό ὕδωρ.
229Aristoteles, Historia animalium, 7, VII 3; 14 (auctor 384BC-322BC)
Τό μέν οὖν ἄρρεν ὅταν ἐξέλθῃ τετταρακοσταῖον, ἐάν μέν εἰς ἄλλο τι ἀφῇ τις, διαχεῖταί τε καί ἀφανίζεται, ἐάν δ’ εἰς ψυχρόν ὕδωρ, συνίσταται οἷον ἐν ὑμένι· τούτου δέ διακνισθέντος φαίνεται τό ἔμβρυον τό μέγεθος ἡλίκον μύρμηξ τῶν μεγάλων, τά τε μέλη δῆλα, τά τε ἄλλα πάντα καί τό αἰδοῖον, καί οἱ ὀφθαλμοί καθάπερ ἐπί τῶν ἄλλων ζῴων μέγιστοι.
230Aristoteles, Historia animalium, 7, VII 7; 4 (auctor 384BC-322BC)
Καί τά μέν περιέχουσιν οἷον ὑμένες, τά δέ χόρια· καί πρῶτον μέν τοῦ ἐσχάτου ἐντός γίνεται τό ζῷον, εἶθ’ ὑμήν περί τοῦτον ἄλλος, τό μέν πλεῖστον προσπεφυκώς τῇ μήτρᾳ, τῇ δ’ ἀφεστώς καί ὕδωρ ἔχων.
231Aristoteles, Historia animalium, 8, VIII 2; 2 (auctor 384BC-322BC)
Διχῶς δέ λεγομένης ταύτης τῆς διαφορᾶς, τά μέν τῷ δέχεσθαι τόν ἀέρα, τά δέ τῷ τό ὕδωρ, λέγεται τά μέν πεζά τά δ’ ἔνυδρα· τά δ’ οὐ δεχόμενα μέν, πεφυκότα μέντοι πρός τήν κρᾶσιν τῆς ψύξεως τήν ἐφ’ ἑκατέρου τούτων ἱκανῶς, τά μέν πεζά τά δ’ ἔνυδρα καλεῖται, οὔτ’ ἀναπνέοντα οὔτε δεχόμενα τό ὕδωρ, τῷ δέ τήν τροφήν ποιεῖσθαι καί διαγωγήν ἐν ἑκατέρῳ τούτων.
232Aristoteles, Historia animalium, 8, VIII 2; 8 (auctor 384BC-322BC)
Οὐ γάρ ῥᾴδιον οὔτ’ ἔνυδρον θεῖναι μόνον τούτων ἕκαστον οὔτε πεζόν, εἰ πεζά μέν τά δεχόμενα τόν ἀέρα θετέον, τά δέ τό ὕδωρ ἔνυδρα τήν φύσιν.
233Aristoteles, Historia animalium, 8, VIII 2; 13 (auctor 384BC-322BC)
Τά μέν γάρ δέχεται τό ὕδωρ καί ἀφίησι διά τήν αὐτήν αἰτίαν δι’ ἥνπερ τά ἀναπνέοντα τόν ἀέρα, καταψύξεως χάριν, τά δέ διά τήν τροφήν· ἀνάγκη γάρ ἐν ὑγρῷ λαμβάνοντα ταύτην καί τό ὑγρόν ἅμα δέχεσθαι, καί δεχόμενα ὄργανον ἔχειν ᾧ ἐκπέμψει.
234Aristoteles, Historia animalium, 8, VIII 2; 23 (auctor 384BC-322BC)
Διῃρημένων δέ τῶν ζῴων εἰς τό ἔνυδρον καί πεζόν τριχῶς, τῷ δέχεσθαι τόν ἀέρα ἢ τό ὕδωρ, καί τῇ κράσει τῶν σωμάτων, τό δέ τρίτον ταῖς τροφαῖς, ἀκολουθοῦσιν οἱ βίοι κατά ταύτας τάς διαιρέσεις· τά μέν γάρ κατά τήν κρᾶσιν καί τήν τροφήν ἀκολουθοῦσι, καί κατά τό δέχεσθαι τό ὕδωρ ἢ τόν ἀέρα, τά δέ τῇ κράσει καί τοῖς βίοις μόνον.
235Aristoteles, Historia animalium, 8, VIII 2; 64 (auctor 384BC-322BC)
Ἀποπνίγονται γάρ ταχύ, ἐάν μή καθαρόν ᾖ τό ὕδωρ· ἔχουσι γάρ τά βράγχια μικρά.
236Aristoteles, Historia animalium, 8, VIII 2; 65 (auctor 384BC-322BC)
Διόπερ ὅταν θηρεύωσι, ταράττουσι τό ὕδωρ· καί ἐν τῷ Στρυμόνι δέ περί Πλειάδας ἁλίσκονται· τότε γάρ ἀναθολοῦται τό ὕδωρ καί ὁ πηλός ὑπό πνευμάτων γινομένων ἐναντίων· εἰ δέ μή, συμφέρει ἡσυχίαν ἔχειν.
237Aristoteles, Historia animalium, 8, VIII 3; 22 (auctor 384BC-322BC)
Οἰνάς δέ τοῦ φθινοπώρου καί φαίνεται μάλιστα καί ἁλίσκεται· ἔστι δέ τό μέγεθος ἡ οἰνάς μείζων μέν περιστερᾶς, ἐλάττων δέ φαβός· ἡ δ’ ἅλωσις αὐτῆς γίνεται μάλιστα καπτούσης τό ὕδωρ.
238Aristoteles, Historia animalium, 8, VIII 3; 24 (auctor 384BC-322BC)
Πάντων δ’ ὡς εἰπεῖν τῶν ὀρνίθων οἱ μέν πεζεύουσι περί τήν τροφήν, οἱ δέ περί ποταμούς καί λίμνας βιοτεύουσιν, οἱ δέ περί τήν θάλατταν, ὅσοι μέν στεγανόποδες, ἐν αὐτῷ τῷ ὕδατι ποιούμενοι τήν πλείστην διατριβήν, ὅσοι δέ σχιζόποδες, περί αὐτό τό ὕδωρ· καί τούτων ἔνιοι διά τῶν δυομένων τρεφόμενοι, ὅσοι μή σαρκοφάγοι, οἷον περί μέν τάς λίμνας καί τούς ποταμούς ἐρωδιός καί ὁ λευκερωδίος· ἔστι δ’ οὗτος τό μέγεθος ἐκείνου ἐλάττων, καί ἔχει τό ῥύγχος πλατύ καί μακρόν.
239Aristoteles, Historia animalium, 8, VIII 8; 1 (auctor 384BC-322BC)
Ἵπποι δέ καί ὀρεῖς καί ὄνοι καρποφάγοι μέν εἰσι καί ποηφάγοι, μάλιστα δέ πιαίνεται τῷ ποτῷ· ὡς γάρ ἂν πίνῃ τά ὑποζύγια τό ὕδωρ, οὕτω καί πρός τήν ἀπόλαυσιν ἔχει τῆς τροφῆς, καί ὅπου δ’ ἂν ἧττον δυσχεραίνῃ τό ποτόν, τοῦτο μᾶλλον εὔχορτόν ἐστιν.
240Aristoteles, Historia animalium, 8, VIII 8; 3 (auctor 384BC-322BC)
Τῆς δέ πόας τῆς Μηδικῆς ἥ τε πρωτόκουρος φαύλη, καί ὅπου ἂν ὕδωρ δυσῶδες ἐπάγηται· ὄζει γάρ τῆς πόας.
241Aristoteles, Historia animalium, 8, VIII 10; 8 (auctor 384BC-322BC)
Ὕδωρ δέ τοῖς προβάτοις τοῦ μετοπώρου τό βόρειον τοῦ νοτίου ἄμεινον, καί αἱ νομαί αἱ πρός ἑσπέραν συμφέρουσιν, λεπτύνουσι δ’ αἱ ὁδοί καί αἱ ταλαιπωρίαι.
242Aristoteles, Historia animalium, 8, VIII 11; 3 (auctor 384BC-322BC)
Ἡ δέ μέλιττα μόνον πρός οὐδέν προσίζει σαπρόν, οὐδέ χρῆται τροφῇ οὐδεμιᾷ ἀλλ’ ἢ τῇ γλυκύν ἐχούσῃ χυμόν· καί ὕδωρ δ’ ἥδιστα εἰς ἑαυτάς λαμβάνουσιν, ὅπου ἂν καθαρόν ἀναπηδᾷ.
243Aristoteles, Historia animalium, 8, VIII 13; 15 (auctor 384BC-322BC)
Διά τε δή τήν τροφήν εἰσπλέουσι καί διά τόν τόκον· τόποι γάρ εἰσιν ἐπιτήδειοι ἐντίκτειν, καί τό πότιμον καί τό γλυκύτερον ὕδωρ ἐκτρέφει τά κυήματα.
244Aristoteles, Historia animalium, 8, VIII 19; 3 (auctor 384BC-322BC)
Σημεῖον δέ καί τό τούς πλείστους τῶν ἰχθύων εἰς τόν Πόντον ἐκτοπίζειν θεριοῦντας· διά γάρ τό πλῆθος τῶν ποταμῶν γλυκύτερον τό ὕδωρ, καί τροφήν οἱ ποταμοί καταφέρουσι πολλήν.
245Aristoteles, Historia animalium, 8, VIII 20; 9 (auctor 384BC-322BC)
Διά γάρ τό φεύγειν ἐν τῷ χειμῶνι τά βαθέα ἐν τοῖς ποταμοῖς (καί γάρ ἄλλως τό πότιμον ὕδωρ ψυχρόν) ὀρύττουσι τάφρον εἰς τόν ποταμόν διά ξηροῦ· εἶτα ταύτην καταστεγάσαντες χόρτῳ καί λίθοις οἷον γωλεόν ποιοῦσιν, ἔκδυσιν ἔχοντα ἐκ τοῦ ποταμοῦ· καί ὅταν πάγος ᾖ, ἐκ τούτου κύρτῳ θηρεύουσι τούς ἰχθῦς.
246Aristoteles, Historia animalium, 8, VIII 24; 25 (auctor 384BC-322BC)
Ὁ δέ βοῦς τοὐναντίον τοῦ ἵππου· ἂν γάρ μή καθαρόν ᾖ τό ὕδωρ καί ψυχρόν καί ἀκέραιον, οὐκ ἐθέλει πιεῖν.
247Aristoteles, Historia animalium, 8, VIII 26; 4 (auctor 384BC-322BC)
Ἁλίσκεται δέ καί διαρροίᾳ· ὅταν δ’ ἁλῷ, ἰατρεύουσιν ὕδωρ θερμόν διδόντες πίνειν, καί τόν χόρτον εἰς μέλι βάπτοντες διδόασιν ἐσθίειν, καί ἵστησιν ἑκάτερον τούτων.
248Aristoteles, Historia animalium, 8, VIII 29; 2 (auctor 384BC-322BC)
Καί πρός τά δήγματα δέ τῶν θηρίων μεγάλην ἔχουσιν αἱ χῶραι διαφοράν, οἷον περί μέν Φάρον καί ἄλλους τόπους οἱ σκορπίοι οὐ χαλεποί, ἐν ἄλλοις δέ τόποις καί ἐν τῇ Καρίᾳ πολλοί καί μεγάλοι καί χαλεποί γίγνονται, κἄν τινα πατάξωσιν ἄνθρωπον ἢ θηρίον, ἀποκτείνουσι, καί τάς ὗς, αἳ ἥκιστα αἰσθάνονται τῶν ἄλλων δηγμάτων, καί τούτων τάς μελαίνας μᾶλλον ἀποκτείνουσιν· τάχιστα δ’ ἀπόλλυνται αἱ ὕες πληγεῖσαι, ἐάν εἰς ὕδωρ ἔλθωσιν.
249Aristoteles, Historia animalium, 9, IX 40; 57 (auctor 384BC-322BC)
Φέρει δ’ ὕδωρ, ὅταν τεκνοτροφῇ.
250Aristoteles, Historia animalium, 9, IX 40; 68 (auctor 384BC-322BC)
Θηρεύουσι δέ καί οἱ τελματιαῖοι βάτραχοι πρός τό ὕδωρ αὐτάς ἀπαντώσας· διόπερ καί τούτους οἱ μελισσεῖς ἐκ τῶν τελμάτων, ἀφ’ ὧν ὑδρεύονται αἱ μέλιτται, θηρεύουσι, καί τάς σφηκίας καί τάς χελιδόνας τάς πλησίον τῶν σμηνῶν ἐξαιροῦσι, καί τάς τῶν μερόπων νεοττιάς.
251Aristoteles, Historia animalium, 9, IX 40; 98 (auctor 384BC-322BC)
Ὅταν δέ τό θύμον ἐργάζωνται, ὕδωρ μιγνύουσι πρίν τό κηρίον καταλείφειν.
252Aristoteles, Historia animalium, 9, IX 40; 103 (auctor 384BC-322BC)
Διῄρηνται δέ τά ἔργα, ὥσπερ εἴρηται πρότερον, καί αἱ μέν κηρία ἐργάζονται, αἱ δέ τό μέλι, αἱ δ’ ἐριθάκην· καί αἱ μέν πλάττουσι κηρία, αἱ δέ ὕδωρ φέρουσιν εἰς τούς κυττάρους καί μιγνύουσι τῷ μέλιτι, αἱ δ’ ἐπ’ ἔργον ἔρχονται.
253Aristoteles, Historia animalium, 9, IX 40; 112 (auctor 384BC-322BC)
Προγινώσκουσι δέ καί χειμῶνα καί ὕδωρ αἱ μέλιτται· σημεῖον δέ, οὐκ ἀποπέτονται γάρ ἀλλ’ ἐν τῇ εὐδίᾳ αὐτοῦ ἀνειλοῦνται, ᾧ γινώσκουσιν οἱ μελιττουργοί ὅτι χειμῶνα προσδέχονται.
254Aristoteles, Magna moralia, 2, 3, 11; 20 (auctor 384BC-322BC)
" ἢ ἐπὶ μὲν τοῦ σώματος ὁρῶμεν οὐ δυναμένους ὑγιαίνειν τοὺς τὰ ἁπλῶς ἀγαθὰ προσφερομένους, ἀλλ' εἰ μέλλει τις ὑγιαίνειν τὸ σῶμα τὸ φαῦλον, ὕδωρ αὐτῷ πρότερον καὶ ὀλίγα σιτία προσενεκτέον τῷ δὲ τὴν ψυχὴν φαύλην ἔχοντι πρὸς τὸ μηθὲν κακὸν ἐργάζεσθαι οὐκ ἀφεκτέον καὶ πλούτου καὶ ἀρχῆς καὶ δυνάμεως καὶ ἁπλῶς τῶν τοιούτων, ὅσῳ εὐκινητότερον καὶ εὐμεταβολώτερον ψυχὴ σώματος; ὥσπερ γὰρ ὁ φαῦλος τὸ σῶμα οὕτως ἦν ἐπιτήδειος διαιτᾶσθαι, καὶ ὁ φαῦλος τὴν ψυχὴν οὕτως ἐπιτήδειος διάγειν, μηθὲν τῶν τοιούτων ἔχων.
255Aristoteles, Magna moralia, 2, 11, 30; 55 (auctor 384BC-322BC)
καὶ γὰρ εἰ θέλεις τὰ ἐναντιώτατα ποιῆσαι πῦρ καὶ ὕδωρ, ταῦτα ἀλλήλοις χρήσιμα εἰσίν.
256Aristoteles, Metaphysica, 1, 3; 4 (auctor 384BC-322BC)
τὸ μέντοι πλῆθος καὶ τὸ εἶδος τῆς τοιαύτης ἀρχῆς οὐ τὸ αὐτὸ πάντες λέγουσιν, ἀλλὰ Θαλῆς μὲν ὁ τῆς τοιαύτης ἀρχηγὸς φιλοσοφίας ὕδωρ φησὶν εἶναι (διὸ καὶ τὴν γῆν ἐφ' ὕδατος ἀπεφήνατο εἶναι) , λαβὼν ἴσως τὴν ὑπόληψιν ταύτην ἐκ τοῦ πάντων ὁρᾶν τὴν τροφὴν ὑγρὰν οὖσαν καὶ αὐτὸ τὸ θερμὸν ἐκ τούτου γιγνόμενον καὶ τούτῳ ζῶν (τὸ δ' ἐξ οὗ γίγνεται, τοῦτ' ἐστὶν ἀρχὴ πάντων) – διά τε δὴ τοῦτο τὴν ὑπόληψιν λαβὼν ταύτην καὶ διὰ τὸ πάντων τὰ σπέρματα τὴν φύσιν ὑγρὰν ἔχειν, τὸ δ' ὕδωρ ἀρχὴν τῆς φύσεως εἶναι τοῖς ὑγροῖς.
257Aristoteles, Metaphysica, 1, 3; 5 (auctor 384BC-322BC)
εἰσὶ δέ τινες οἳ καὶ τοὺς παμπαλαίους καὶ πολὺ πρὸ τῆς νῦν γενέσεως καὶ πρώτους θεολογήσαντας οὕτως οἴονται περὶ τῆς φύσεως ὑπολαβεῖν· Ὠκεανόν τε γὰρ καὶ Τηθὺν ἐποίησαν τῆς γενέσεως πατέρας, καὶ τὸν ὅρκον τῶν θεῶν ὕδωρ, τὴν καλουμένην ὑπ' αὐτῶν Στύγα [τῶν ποιητῶν]· τιμιώτατον μὲν γὰρ τὸ πρεσβύτατον, ὅρκος δὲ τὸ τιμιώτατόν ἐστιν.
258Aristoteles, Metaphysica, 1, 3; 6 (auctor 384BC-322BC)
εἰ μὲν οὖν ἀρχαία τις αὕτη καὶ παλαιὰ τετύχηκεν οὖσα περὶ τῆς φύσεως ἡ δόξα, τάχ' ἂν ἄδηλον εἴη, Θαλῆς μέντοι λέγεται οὕτως ἀποφήνασθαι περὶ τῆς πρώτης αἰτίας (Ἵππωνα γὰρ οὐκ ἄν τις ἀξιώσειε θεῖναι μετὰ τούτων διὰ τὴν εὐτέλειαν αὐτοῦ τῆς διανοίας) · Ἀναξιμένης δὲ ἀέρα καὶ Διογένης πρότερον ὕδατος καὶ μάλιστ' ἀρχὴν τιθέασι τῶν ἁπλῶν σωμάτων, Ἵππασος δὲ πῦρ ὁ Μεταποντῖνος καὶ Ἡράκλειτος ὁ Ἐφέσιος, Ἐμπεδοκλῆς δὲ τὰ τέτταρα, πρὸς τοῖς εἰρημένοις γῆν προστιθεὶς τέταρτον (ταῦτα γὰρ ἀεὶ διαμένειν καὶ οὐ γίγνεσθαι ἀλλ' ἢ πλήθει καὶ ὀλιγότητι, συγκρινόμενα καὶ διακρινόμενα εἰς ἕν τε καὶ ἐξ ἑνός) · Ἀναξαγόρας δὲ ὁ Κλαζομένιος τῇ μὲν ἡλικίᾳ πρότερος ὢν τούτου τοῖς δ' ἔργοις ὕστερος ἀπείρους εἶναί φησι τὰς ἀρχάς· σχεδὸν γὰρ ἅπαντα τὰ ὁμοιομερῆ καθάπερ ὕδωρ ἢ πῦρ οὕτω γίγνεσθαι καὶ ἀπόλλυσθαί φησι, συγκρίσει καὶ διακρίσει μόνον, ἄλλως δ' οὔτε γίγνεσθαι οὔτ' ἀπόλλυσθαι ἀλλὰ διαμένειν ἀΐδια.
259Aristoteles, Metaphysica, 1, 5; 15 (auctor 384BC-322BC)
ἐκ μὲν οὖν τῶν εἰρημένων καὶ παρὰ τῶν συνηδρευκότων ἤδη τῷ λόγῳ σοφῶν ταῦτα παρειλήφαμεν, παρὰ μὲν τῶν πρώτων σωματικήν τε τὴν ἀρχήν (ὕδωρ γὰρ καὶ πῦρ καὶ τὰ τοιαῦτα σώματά ἐστιν) , καὶ τῶν μὲν μίαν τῶν δὲ πλείους τὰς ἀρχὰς τὰς σωματικάς, ἀμφοτέρων μέντοι ταύτας ὡς ἐν ὕλης εἴδει τιθέντων, παρὰ δέ τινων ταύτην τε τὴν αἰτίαν τιθέντων καὶ πρὸς ταύτῃ τὴν ὅθεν ἡ κίνησις, καὶ ταύτην παρὰ τῶν μὲν μίαν παρὰ τῶν δὲ δύο.
260Aristoteles, Metaphysica, 1, 7; 2 (auctor 384BC-322BC)
οἱ μὲν γὰρ ὡς ὕλην τὴν ἀρχὴν λέγουσιν, ἄν τε μίαν ἄν τε πλείους ὑποθῶσι, καὶ ἐάν τε σῶμα ἐάν τε ἀσώματον τοῦτο τιθῶσιν (οἷον Πλάτων μὲν τὸ μέγα καὶ τὸ μικρὸν λέγων, οἱ δ' Ἰταλικοὶ τὸ ἄπειρον, Ἐμπεδοκλῆς δὲ πῦρ καὶ γῆν καὶ ὕδωρ καὶ ἀέρα, Ἀναξαγόρας δὲ τὴν τῶν ὁμοιομερῶν ἀπειρίαν· οὗτοί τε δὴ πάντες τῆς τοιαύτης αἰτίας ἡμμένοι εἰσί, καὶ ἔτι ὅσοι ἀέρα ἢ πῦρ ἢ ὕδωρ ἢ πυρὸς μὲν πυκνότερον ἀέρος δὲ λεπτότερον· καὶ γὰρ τοιοῦτόν τινες εἰρήκασιν εἶναι τὸ πρῶτον στοιχεῖον) · οὗτοι μὲν οὖν ταύτης τῆς αἰτίας ἥψαντο μόνον, ἕτεροι δέ τινες ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως (οἷον ὅσοι φιλίαν καὶ νεῖκος ἢ νοῦν ἢ ἔρωτα ποιοῦσιν ἀρχήν) · τὸ δὲ τί ἦν εἶναι καὶ τὴν οὐσίαν σαφῶς μὲν οὐθεὶς ἀποδέδωκε, μάλιστα δ' οἱ τὰ εἴδη τιθέντες λέγουσιν (οὔτε γὰρ ὡς ὕλην τοῖς αἰσθητοῖς τὰ εἴδη καὶ τὸ ἓν τοῖς εἴδεσιν οὔθ' ὡς ἐντεῦθεν τὴν ἀρχὴν τῆς κινήσεως γιγνομένην ὑπολαμβάνουσιν – ἀκινησίας γὰρ αἴτια μᾶλλον καὶ τοῦ ἐν ἠρεμίᾳ εἶναι φασιν – ἀλλὰ τὸ τί ἦν εἶναι ἑκάστῳ τῶν ἄλλων τὰ εἴδη παρέχονται, τοῖς δ' εἴδεσι τὸ ἕν) · τὸ δ' οὗ ἕνεκα αἱ πράξεις καὶ αἱ μεταβολαὶ καὶ αἱ κινήσεις τρόπον μέν τινα λέγουσιν αἴτιον, οὕτω δὲ οὐ λέγουσιν οὐδ' ὅνπερ πέφυκεν.
261Aristoteles, Metaphysica, 1, 8; 4 (auctor 384BC-322BC)
ἔτι δὲ τῷ τὴν οὐσίαν μηθενὸς αἰτίαν τιθέναι μηδὲ τὸ τί ἐστι, καὶ πρὸς τούτοις τῷ ῥᾳδίως τῶν ἁπλῶν σωμάτων λέγειν ἀρχὴν ὁτιοῦν πλὴν γῆς, οὐκ ἐπισκεψάμενοι τὴν ἐξ ἀλλήλων γένεσιν πῶς ποιοῦνται, λέγω δὲ πῦρ καὶ ὕδωρ καὶ γῆν καὶ ἀέρα.
262Aristoteles, Metaphysica, 1, 8; 6 (auctor 384BC-322BC)
τῇ μὲν γὰρ ἂν δόξειε στοιχειωδέστατον εἶναι πάντων ἐξ οὗ γίγνονται συγκρίσει πρώτου, τοιοῦτον δὲ τὸ μικρομερέστατον καὶ λεπτότατον ἂν εἴη τῶν σωμάτων (διόπερ ὅσοι πῦρ ἀρχὴν τιθέασι, μάλιστα ὁμολογουμένως ἂν τῷ λόγῳ τούτῳ λέγοιεν· τοιοῦτον δὲ καὶ τῶν ἄλλων ἕκαστος ὁμολογεῖ τὸ στοιχεῖον εἶναι τὸ τῶν σωμάτων· οὐθεὶς γοῦν ἠξίωσε τῶν ἓν λεγόντων γῆν εἶναι στοιχεῖον, δηλονότι διὰ τὴν μεγαλομέρειαν, τῶν δὲ τριῶν ἕκαστον στοιχείων εἴληφέ τινα κριτήν, οἱ μὲν γὰρ πῦρ οἱ δ' ὕδωρ οἱ δ' ἀέρα τοῦτ' εἶναί φασιν· καίτοι διὰ τί ποτ' οὐ καὶ τὴν γῆν λέγουσιν, ὥσπερ οἱ πολλοὶ τῶν ἀνθρώπων· πάντα γὰρ εἶναί φασι γῆν, φησὶ δὲ καὶ Ἡσίοδος τὴν γῆν πρώτην γενέσθαι τῶν σωμάτων· οὕτως ἀρχαίαν καὶ δημοτικὴν συμβέβηκεν εἶναι τὴν ὑπόληψιν) · κατὰ μὲν οὖν τοῦτον τὸν λόγον οὔτ' εἴ τις τούτων τι λέγει πλὴν πυρός, οὔτ' εἴ τις ἀέρος μὲν πυκνότερον τοῦτο τίθησιν ὕδατος δὲ λεπτότερον, οὐκ ὀρθῶς ἂν λέγοι· εἰ δ' ἔστι τὸ τῇ γενέσει ὕστερον τῇ φύσει πρότερον, τὸ δὲ πεπεμμένον καὶ συγκεκριμένον ὕστερον τῇ γενέσει, τοὐναντίον ἂν εἴη τούτων, ὕδωρ μὲν ἀέρος πρότερον γῆ δὲ ὕδατος.
263Aristoteles, Metaphysica, 1, 9; 5 (auctor 384BC-322BC)
τὶ γὰρ αὐτὰ ἂν πάσχοι τἀναντία, καὶ τὶς εἴη ἂν μία φύσις ἡ γιγνομένη πῦρ καὶ ὕδωρ, ὃ ἐκεῖνος οὔ φησιν.
264Aristoteles, Metaphysica, 1, 10; 3 (auctor 384BC-322BC)
ἀλλὰ μὴν ὁμοίως ἀναγκαῖον καὶ σάρκας καὶ τῶν ἄλλων ἕκαστον εἶναι τὸν λόγον, ἢ μηδὲ ἕν· διὰ τοῦτο γὰρ καὶ σὰρξ καὶ ὀστοῦν ἔσται καὶ τῶν ἄλλων ἕκαστον καὶ οὐ διὰ τὴν ὕλην, ἣν ἐκεῖνος λέγει, πῦρ καὶ γῆν καὶ ὕδωρ καὶ ἀέρα.
265Aristoteles, Metaphysica, 2, 2; 1 (auctor 384BC-322BC)
ἀλλὰ μὴν οὐδ' ἐπὶ τὸ κάτω οἷόν τε εἰς ἄπειρον ἰέναι, τοῦ ἄνω ἔχοντος ἀρχήν, ὥστ' ἐκ πυρὸς μὲν ὕδωρ, ἐκ δὲ τούτου γῆν, καὶ οὕτως ἀεὶ ἄλλο τι γίγνεσθαι γένος.
266Aristoteles, Metaphysica, 2, 2; 3 (auctor 384BC-322BC)
ὡς μὲν οὖν ἐκ παιδὸς ἄνδρα γίγνεσθαί φαμεν, ὡς ἐκ τοῦ γιγνομένου τὸ γεγονὸς ἢ ἐκ τοῦ ἐπιτελουμένου τὸ τετελεσμένον (ἀεὶ γάρ ἐστι μεταξύ, ὥσπερ τοῦ εἶναι καὶ μὴ εἶναι γένεσις, οὕτω καὶ τὸ γιγνόμενον τοῦ ὄντος καὶ μὴ ὄντος· ἔστι γὰρ ὁ μανθάνων γιγνόμενος ἐπιστήμων, καὶ τοῦτ' ἐστὶν ὃ λέγεται, ὅτι γίγνεται ἐκ μανθάνοντος ἐπιστήμων) · τὸ δ' ὡς ἐξ ἀέρος ὕδωρ, φθειρομένου θατέρου.
267Aristoteles, Metaphysica, 3, 1; 9 (auctor 384BC-322BC)
ἔτι αἱ ἀρχαὶ πότερον ἀριθμῷ ἢ εἴδει ὡρισμέναι, καὶ αἱ ἐν τοῖς λόγοις καὶ αἱ ἐν τῷ ὑποκειμένῳ· καὶ πότερον τῶν φθαρτῶν καὶ ἀφθάρτων αἱ αὐταὶ ἢ ἕτεραι, καὶ πότερον ἄφθαρτοι πᾶσαι ἢ τῶν φθαρτῶν φθαρταί· ἔτι δὲ τὸ πάντων χαλεπώτατον καὶ πλείστην ἀπορίαν ἔχον, πότερον τὸ ἓν καὶ τὸ ὄν, καθάπερ οἱ Πυθαγόρειοι καὶ Πλάτων ἔλεγεν, οὐχ ἕτερόν τί ἐστιν ἀλλ' οὐσία τῶν ὄντων· ἢ οὔ, ἀλλ' ἕτερόν τι τὸ ὑποκείμενον, ὥσπερ Ἐμπεδοκλῆς φησὶ φιλίαν ἄλλος δέ τις πῦρ ὁ δὲ ὕδωρ ἢ ἀέρα· καὶ πότερον αἱ ἀρχαὶ καθόλου εἰσὶν ἢ ὡς τὰ καθ' ἕκαστα τῶν πραγμάτων, καὶ δυνάμει ἢ ἐνεργείᾳ· ἔτι πότερον ἄλλως ἢ κατὰ κίνησιν· καὶ γὰρ ταῦτα ἀπορίαν ἂν παράσχοι πολλήν.
268Aristoteles, Metaphysica, 3, 3; 1 (auctor 384BC-322BC)
περί τε τούτων οὖν ἀπορία πολλὴ πῶς δεῖ θέμενον τυχεῖν τῆς ἀληθείας, καὶ περὶ τῶν ἀρχῶν πότερον δεῖ τὰ γένη στοιχεῖα καὶ ἀρχὰς ὑπολαμβάνειν ἢ μᾶλλον ἐξ ὧν ἐνυπαρχόντων ἐστὶν ἕκαστον πρώτων, οἷον φωνῆς στοιχεῖα καὶ ἀρχαὶ δοκοῦσιν εἶναι ταῦτ' ἐξ ὧν σύγκεινται αἱ φωναὶ πρώτων, ἀλλ' οὐ τὸ κοινὸν ἡ φωνή· καὶ τῶν διαγραμμάτων ταῦτα στοιχεῖα λέγομεν ὧν αἱ ἀποδείξεις ἐνυπάρχουσιν ἐν ταῖς τῶν ἄλλων ἀποδείξεσιν ἢ πάντων ἢ τῶν πλείστων, ἔτι δὲ τῶν σωμάτων καὶ οἱ πλείω λέγοντες εἶναι στοιχεῖα καὶ οἱ ἕν, ἐξ ὧν σύγκειται καὶ ἐξ ὧν συνέστηκεν ἀρχὰς λέγουσιν εἶναι, οἷον Ἐμπεδοκλῆς πῦρ καὶ ὕδωρ καὶ τὰ μετὰ τούτων στοιχεῖά φησιν εἶναι ἐξ ὧν ἐστὶ τὰ ὄντα ἐνυπαρχόντων, ἀλλ' οὐχ ὡς γένη λέγει ταῦτα τῶν ὄντων.
269Aristoteles, Metaphysica, 3, 4; 23 (auctor 384BC-322BC)
γαίῃ μὲν γάρ, (φησί,) γαῖαν ὀπώπαμεν, ὕδατι δ' ὕδωρ, αἰθέρι δ' αἰθέρα δῖον, ἀτὰρ πυρὶ πῦρ ἀΐδηλον, στοργὴν δὲ στοργῇ, νεῖκος δέ τε νείκεϊ λυγρῷ.
270Aristoteles, Metaphysica, 3, 5; 2 (auctor 384BC-322BC)
εἰ μὲν γὰρ μή εἰσιν, διαφεύγει τί τὸ ὂν καὶ τίνες αἱ οὐσίαι τῶν ὄντων· τὰ μὲν γὰρ πάθη καὶ αἱ κινήσεις καὶ τὰ πρός τι καὶ αἱ διαθέσεις καὶ οἱ λόγοι οὐθενὸς δοκοῦσιν οὐσίαν σημαίνειν (λέγονται γὰρ πάντα καθ' ὑποκειμένου τινός, καὶ οὐθὲν τόδε τι) · ἃ δὲ μάλιστ' ἂν δόξειε σημαίνειν οὐσίαν, ὕδωρ καὶ γῆ καὶ πῦρ καὶ ἀήρ, ἐξ ὧν τὰ σύνθετα σώματα συνέστηκε, τούτων θερμότητες μὲν καὶ ψυχρότητες καὶ τὰ τοιαῦτα πάθη, οὐκ οὐσίαι, τὸ δὲ σῶμα τὸ ταῦτα πεπονθὸς μόνον ὑπομένει ὡς ὄν τι καὶ οὐσία τις οὖσα.
271Aristoteles, Metaphysica, 4, 4; 63 (auctor 384BC-322BC)
οὐ γὰρ ἐξ ἴσου ἅπαντα ζητεῖ καὶ ὑπολαμβάνει, ὅταν οἰηθεὶς βέλτιον εἶναι τὸ πιεῖν ὕδωρ καὶ ἰδεῖν ἄνθρωπον εἶτα ζητῇ αὐτά· καίτοι ἔδει γε, εἰ ταὐτὸν ἦν ὁμοίως καὶ ἄνθρωπος καὶ οὐκ ἄνθρωπος.
272Aristoteles, Metaphysica, 5, 3; 1 (auctor 384BC-322BC)
στοιχεῖον λέγεται ἐξ οὗ σύγκειται πρώτου ἐνυπάρχοντος ἀδιαιρέτου τῷ εἴδει εἰς ἕτερον εἶδος, οἷον φωνῆς στοιχεῖα ἐξ ὧν σύγκειται ἡ φωνὴ καὶ εἰς ἃ διαιρεῖται ἔσχατα, ἐκεῖνα δὲ μηκέτ' εἰς ἄλλας φωνὰς ἑτέρας τῷ εἴδει αὐτῶν, ἀλλὰ κἂν διαιρῆται, τὰ μόρια ὁμοειδῆ, οἷον ὕδατος τὸ μόριον ὕδωρ, ἀλλ' οὐ τῆς συλλαβῆς.
273Aristoteles, Metaphysica, 5, 4; 2 (auctor 384BC-322BC)
ἔτι δὲ φύσις λέγεται ἐξ οὗ πρώτου ἢ ἔστιν ἢ γίγνεταί τι τῶν φύσει ὄντων, ἀρρυθμίστου ὄντος καὶ ἀμεταβλήτου ἐκ τῆς δυνάμεως τῆς αὑτοῦ, οἷον ἀνδριάντος καὶ τῶν σκευῶν τῶν χαλκῶν ὁ χαλκὸς ἡ φύσις λέγεται, τῶν δὲ ξυλίνων ξύλον· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων· ἐκ τούτων γάρ ἐστιν ἕκαστον διασωζομένης τῆς πρώτης ὕλης· τοῦτον γὰρ τὸν τρόπον καὶ τῶν φύσει ὄντων τὰ στοιχεῖά φασιν εἶναι φύσιν, οἱ μὲν πῦρ οἱ δὲ γῆν οἱ δ' ἀέρα οἱ δ' ὕδωρ οἱ δ' ἄλλο τι τοιοῦτον λέγοντες, οἱ δ' ἔνια τούτων οἱ δὲ πάντα ταῦτα.
274Aristoteles, Metaphysica, 5, 4; 6 (auctor 384BC-322BC)
φύσει μὲν οὖν τὸ ἐξ ἀμφοτέρων τούτων ἐστίν, οἷον τὰ ζῷα καὶ τὰ μόρια αὐτῶν· φύσις δὲ ἥ τε πρώτη ὕλη (καὶ αὕτη διχῶς, ἢ ἡ πρὸς αὐτὸ πρώτη ἢ ἡ ὅλως πρώτη, οἷον τῶν χαλκῶν ἔργων πρὸς αὐτὰ μὲν πρῶτος ὁ χαλκός, ὅλως δ' ἴσως ὕδωρ, εἰ πάντα τὰ τηκτὰ ὕδωρ) καὶ τὸ εἶδος καὶ ἡ οὐσία· τοῦτο δ' ἐστὶ τὸ τέλος τῆς γενέσεως.
275Aristoteles, Metaphysica, 5, 6; 10 (auctor 384BC-322BC)
ἔτι ἄλλον τρόπον ἓν λέγεται τῷ τὸ ὑποκείμενον τῷ εἴδει εἶναι ἀδιάφορον· ἀδιάφορον δ' ὧν ἀδιαίρετον τὸ εἶδος κατὰ τὴν αἴσθησιν· τὸ δ' ὑποκείμενον ἢ τὸ πρῶτον ἢ τὸ τελευταῖον πρὸς τὸ τέλος· καὶ γὰρ οἶνος εἷς λέγεται καὶ ὕδωρ ἕν, ᾗ ἀδιαίρετον κατὰ τὸ εἶδος, καὶ οἱ χυμοὶ πάντες λέγονται ἕν (οἷον ἔλαιον οἶνος) καὶ τὰ τηκτά, ὅτι πάντων τὸ ἔσχατον ὑποκείμενον τὸ αὐτό· ὕδωρ γὰρ ἢ ἀὴρ πάντα ταῦτα.
276Aristoteles, Metaphysica, 5, 8; 1 (auctor 384BC-322BC)
οὐσία λέγεται τά τε ἁπλᾶ σώματα, οἷον γῆ καὶ πῦρ καὶ ὕδωρ καὶ ὅσα τοιαῦτα, καὶ ὅλως σώματα καὶ τὰ ἐκ τούτων συνεστῶτα ζῷά τε καὶ δαιμόνια καὶ τὰ μόρια τούτων· ἅπαντα δὲ ταῦτα λέγεται οὐσία ὅτι οὐ καθ' ὑποκειμένου λέγεται ἀλλὰ κατὰ τούτων τὰ ἄλλα.
277Aristoteles, Metaphysica, 5, 26; 6 (auctor 384BC-322BC)
ὕδωρ δὲ καὶ ὅσα ὑγρὰ καὶ ἀριθμὸς πᾶν μὲν λέγεται, ὅλος δ' ἀριθμὸς καὶ ὅλον ὕδωρ οὐ λέγεται, ἂν μὴ μεταφορᾷ.
278Aristoteles, Metaphysica, 5, 27; 3 (auctor 384BC-322BC)
πρὸς δὲ τούτοις κἂν ἀνομοιομερῆ ᾖ, οὐδὲ ταῦτα πάντα (ὁ γὰρ ἀριθμὸς ἔστιν ὡς καὶ ἀνόμοια ἔχει μέρη, οἷον δυάδα τριάδα) , ἀλλ' ὅλως ὧν μὴ ποιεῖ ἡ θέσις διαφορὰν οὐδὲν κολοβόν, οἷον ὕδωρ ἢ πῦρ, ἀλλὰ δεῖ τοιαῦτα εἶναι ἃ κατὰ τὴν οὐσίαν θέσιν ἔχει.
279Aristoteles, Metaphysica, 7, 2; 1 (auctor 384BC-322BC)
δοκεῖ δ' ἡ οὐσία ὑπάρχειν φανερώτατα μὲν τοῖς σώμασιν (διὸ τά τε ζῷα καὶ τὰ φυτὰ καὶ τὰ μόρια αὐτῶν οὐσίας εἶναί φαμεν, καὶ τὰ φυσικὰ σώματα, οἷον πῦρ καὶ ὕδωρ καὶ γῆν καὶ τῶν τοιούτων ἕκαστον, καὶ ὅσα ἢ μόρια τούτων ἢ ἐκ τούτων ἐστίν, ἢ μορίων ἢ πάντων, οἷον ὅ τε οὐρανὸς καὶ τὰ μόρια αὐτοῦ, ἄστρα καὶ σελήνη καὶ ἥλιος) · πότερον δὲ αὗται μόναι οὐσίαι εἰσὶν ἢ καὶ ἄλλαι, ἢ τούτων τινὲς ἢ καὶ ἄλλαι, ἢ τούτων μὲν οὐθὲν ἕτεραι δέ τινες, σκεπτέον.
280Aristoteles, Metaphysica, 8, 1; 3 (auctor 384BC-322BC)
οὐσίαι δὲ αἱ μὲν ὁμολογούμεναί εἰσιν ὑπὸ πάντων, περὶ δὲ ἐνίων ἰδίᾳ τινὲς ἀπεφήναντο· ὁμολογούμεναι μὲν αἱ φυσικαί, οἷον πῦρ γῆ ὕδωρ ἀὴρ καὶ τἆλλα τὰ ἁπλᾶ σώματα, ἔπειτα τὰ φυτὰ καὶ τὰ μόρια αὐτῶν, καὶ τὰ ζῷα καὶ τὰ μόρια τῶν ζῴων, καὶ τέλος ὁ οὐρανὸς καὶ τὰ μόρια τοῦ οὐρανοῦ· ἰδίᾳ δέ τινες οὐσίας λέγουσιν εἶναι τά τ' εἴδη καὶ τὰ μαθηματικά.
281Aristoteles, Metaphysica, 8, 2; 10 (auctor 384BC-322BC)
οἷον εἰ οὐδὸν δέοι ὁρίσασθαι, ξύλον ἢ λίθον ὡδὶ κείμενον ἐροῦμεν, καὶ οἰκίαν πλίνθους καὶ ξύλα ὡδὶ κείμενα (ἢ ἔτι καὶ τὸ οὗ ἕνεκα ἐπ' ἐνίων ἔστιν) , εἰ δὲ κρύσταλλον, ὕδωρ πεπηγὸς ἢ πεπυκνωμένον ὡδί· συμφωνία δὲ ὀξέος καὶ βαρέος μῖξις τοιαδί· τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων.
282Aristoteles, Metaphysica, 8, 5; 3 (auctor 384BC-322BC)
οἷον εἰ τὸ σῶμα δυνάμει ὑγιεινόν, ἐναντίον δὲ νόσος ὑγιείᾳ, ἆρα ἄμφω δυνάμει· καὶ τὸ ὕδωρ δυνάμει οἶνος καὶ ὄξος· ἢ τοῦ μὲν καθ' ἕξιν καὶ κατὰ τὸ εἶδος ὕλη, τοῦ δὲ κατὰ στέρησιν καὶ φθορὰν τὴν παρὰ φύσιν· ἀπορία δέ τις ἔστι καὶ διὰ τί ὁ οἶνος οὐχ ὕλη τοῦ ὄξους οὐδὲ δυνάμει ὄξος (καίτοι γίγνεται ἐξ αὐτοῦ ὄξος) καὶ ὁ ζῶν δυνάμει νεκρός.
283Aristoteles, Metaphysica, 8, 5; 4 (auctor 384BC-322BC)
ἢ οὔ, ἀλλὰ κατὰ συμβεβηκὸς αἱ φθοραί, ἡ δὲ τοῦ ζῴου ὕλη αὐτὴ κατὰ φθορὰν νεκροῦ δύναμις καὶ ὕλη, καὶ τὸ ὕδωρ ὄξους· γίγνεται γὰρ ἐκ τούτων ὥσπερ ἐξ ἡμέρας νύξ.
284Aristoteles, Metaphysica, 8, 5; 5 (auctor 384BC-322BC)
καὶ ὅσα δὴ οὕτω μεταβάλλει εἰς ἄλληλα, εἰς τὴν ὕλην δεῖ ἐπανελθεῖν, οἷον εἰ ἐκ νεκροῦ ζῷον, εἰς τὴν ὕλην πρῶτον, εἶθ' οὕτω ζῷον· καὶ τὸ ὄξος εἰς ὕδωρ, εἶθ' οὕτως οἶνος.
285Aristoteles, Metaphysica, 10, 6; 7 (auctor 384BC-322BC)
ἀλλ' ἴσως τὰ πολλὰ λέγεται μέν πως καὶ [τὸ] πολύ, ἀλλ' ὡς διαφέρον, οἷον ὕδωρ πολύ, πολλὰ δ' οὔ.
286Aristoteles, Metaphysica, 11, 10; 13 (auctor 384BC-322BC)
πεπερασμένα μὲν οὖν οὐχ οἷόν τε (ἔσται γὰρ τὰ μὲν ἄπειρα τὰ δ' οὔ, εἰ τὸ πᾶν ἄπειρον, οἷον πῦρ ἢ ὕδωρ· φθορὰ δὲ τὸ τοιοῦτον τοῖς ἐναντίοις) · εἰ δ' ἄπειρα καὶ ἁπλᾶ, καὶ οἱ τόποι ἄπειροι καὶ ἔσται ἄπειρα στοιχεῖα· εἰ δὲ τοῦτ' ἀδύνατον καὶ οἱ τόποι πεπερασμένοι, καὶ τὸ πᾶν ἀνάγκη πεπεράνθαι.
287Aristoteles, Meteorologica, 1, I 2; 1 (auctor 384BC-322BC)
Ἐπεί γάρ διώρισται πρότερον ἡμῖν μία μέν ἀρχή τῶν σωμάτων, ἐξ ὧν συνέστηκεν ἡ τῶν ἐγκυκλίως φερομένων σωμάτων φύσις, ἄλλα δέ τέτταρα σώματα διά τάς τέτταρας ἀρχάς, ὧν διπλῆν εἶναί φαμεν τήν κίνησιν, τήν μέν ἀπό τοῦ μέσου, τήν δ’ ἐπί τό μέσον· τεττάρων δ’ ὄντων τούτων, πυρός καί ἀέρος καί ὕδατος καί γῆς, τό μέν τούτοις πᾶσιν ἐπιπολάζον εἶναι πῦρ, τό δ’ ὑφιστάμενον γῆν· δύο δ’ ἃ πρός αὑτά τούτοις ἀνάλογον ἔχει· ἀήρ μέν γάρ πυρός ἐγγυτάτω τῶν ἄλλων, ὕδωρ δέ γῆς.
288Aristoteles, Meteorologica, 1, I 3; 2 (auctor 384BC-322BC)
Φαμέν δέ πῦρ καί ἀέρα καί ὕδωρ καί γῆν γίνεσθαι ἐξ ἀλλήλων, καί ἕκαστον ἐν ἑκάστῳ ὑπάρχειν τούτων δυνάμει, ὥσπερ καί τῶν ἄλλων οἷς ἕν τι καί ταὐτόν ὑπόκειται, εἰς ὃ ἀναλύονται ἔσχατον.
289Aristoteles, Meteorologica, 1, I 3; 13 (auctor 384BC-322BC)
Ἀνάγκη δέ τόν αὐτόν ἔχειν λόγον ὃν ἔχει τό τοσονδί καί μικρόν ὕδωρ πρός τόν ἐξ αὐτοῦ γινόμενον ἀέρα, καί τόν πάντα πρός τό πᾶν ὕδωρ.
290Aristoteles, Meteorologica, 1, I 3; 17 (auctor 384BC-322BC)
Εἰ δή γίνεται ὕδωρ ἐξ ἀέρος καί ἀήρ ἐξ ὕδατος, διά τίνα ποτ’ αἰτίαν οὐ συνίσταται νέφη κατά τόν ἄνω τόπον; Προσῆκε γάρ μᾶλλον ὅσῳ πορρώτερον ὁ τόπος τῆς γῆς καί ψυχρότερος, διά τό μήθ’ οὕτω πλησίον εἶναι τῶν ἄστρων θερμῶν ὄντων μήτε τῶν ἀπό τῆς γῆς ἀνακλωμένων ἀκτίνων, αἳ κωλύουσι πλησίον τῆς γῆς συνίστασθαι, διακρίνουσαι τῇ θερμότητι τάς συστάσεις· γίνονται γάρ αἱ τῶν νεφῶν ἀθροίσεις, οὗ λήγουσιν ἤδη διά τό σχίζεσθαι εἰς ἀχανές αἱ ἀκτῖνες.
291Aristoteles, Meteorologica, 1, I 3; 18 (auctor 384BC-322BC)
Ἢ οὖν οὐκ ἐξ ἅπαντος τοῦ ἀέρος ὕδωρ πέφυκεν γίγνεσθαι, ἢ εἰ ὁμοίως ἐξ ἅπαντος, ὁ περί τήν γῆν οὐ μόνον ἀήρ ἐστιν ἀλλ’ οἷον ἀτμίς, διό πάλιν συνίσταται εἰς ὕδωρ.
292Aristoteles, Meteorologica, 1, I 3; 25 (auctor 384BC-322BC)
Ἐπί μέν οὖν τοῦ μέσου καί περί τό μέσον τό βαρύτατόν ἐστι καί ψυχρότατον ἀποκεκριμένον, γῆ καί ὕδωρ· περί δέ ταῦτα καί τά ἐχόμενα τούτων, ἀήρ τε καί ὃ διά συνήθειαν καλοῦμεν πῦρ, οὐκ ἔστι δέ πῦρ· ὑπερβολή γάρ θερμοῦ καί οἷον ζέσις ἐστί τό πῦρ.
293Aristoteles, Meteorologica, 1, I 3; 27 (auctor 384BC-322BC)
Ἔστι γάρ ἀτμίδος μέν φύσις ὑγρόν καί θερμόν, ἀναθυμιάσεως δέ θερμόν καί ξηρόν· καί ἔστιν ἀτμίς μέν δυνάμει οἷον ὕδωρ, ἀναθυμίασις δέ δυνάμει οἶον πῦρ.
294Aristoteles, Meteorologica, 1, I 3; 31 (auctor 384BC-322BC)
Τό μέν γάρ πῦρ τῷ ἄνω στοιχείῳ, τῷ δέ πυρί ὁ ἀήρ συνεχής ἐστιν· ὥστε καί διά τήν κίνησιν κωλύεται συγκρίνεσθαι εἰς ὕδωρ, ἀλλ’ ἀεί ὅ τι ἂν βαρύνηται μόριον αὐτοῦ ἐκθλιβομένου εἰς τόν ἄνω τόπον τοῦ θερμοῦ κάτω φέρεται, ἄλλα δ’ ἐν μέρει συναναφέρεται τῷ ἀναθυμιωμένῳ πυρί, καί οὕτω συνεχῶς τό μέν ἀέρος διατελεῖ πλῆρες ὂν τό δέ πυρός, καί ἀεί ἄλλο καί ἄλλο γίνεται ἕκαστον αὐτῶν.
295Aristoteles, Meteorologica, 1, I 3; 32 (auctor 384BC-322BC)
Περί μέν οὖν τοῦ μή γίγνεσθαι νέφη μηδ’ εἰς ὕδωρ σύγκρισιν, καί πῶς δεῖ λαβεῖν περί τοῦ μεταξύ τόπου τῶν ἄστρων καί τῆς γῆς, καί τίνος ἐστί σώματος πλήρης, τοσαῦτα εἰρήσθω.
296Aristoteles, Meteorologica, 1, I 6; 7 (auctor 384BC-322BC)
Ἐν μέν οὖν τῷ μεταξύ τόπῳ τῶν τροπικῶν οὐχ ἕλκειν τό ὕδωρ πρός ἑαυτόν διά τό κεκαῦσθαι ὑπό τῆς τοῦ ἡλίου φορᾶς· πρός δέ νότον ὅταν φέρηται, δαψίλειαν μέν ἔχειν τῆς τοιαύτης νοτίδος, ἀλλά διά τό μικρόν εἶναι τό ὑπέρ τῆς γῆς τμῆμα τοῦ κύκλου, τό δέ κάτω πολλαπλάσιον, οὐ δύνασθαι τήν ὄψιν τῶν ἀνθρώπων φέρεσθαι κλωμένην πρός τόν ἥλιον οὔτε τῷ τροπικῷ πλησιάζοντος οὔτ’ ἐπί θεριναῖς τροπαῖς ὄντος τοῦ ἡλίου.
297Aristoteles, Meteorologica, 1, I 7; 13 (auctor 384BC-322BC)
Περί μέν οὖν τῆς ἅλω τήν αἰτίαν ὕστερον ἐροῦμεν· περί δέ τοῦ πυρώδη τήν σύστασιν αὐτῶν εἶναι τεκμήριον χρή νομίζειν ὅτι σημαίνουσι γιγνόμενοι οἱ πλείους πνεύματα καί αὐχμούς· δῆλον γάρ ὅτι γίγνονται διά τό πολλήν εἶναι τήν τοιαύτην ἔκκρισιν, ὥστε ξηρότερον ἀναγκαῖον εἶναι τόν ἀέρα, καί διακρίνεσθαι καί διαλύεσθαι τό διατμίζον ὑγρόν ὑπό τοῦ πλήθους τῆς θερμῆς ἀναθυμιάσεως, ὥστε μή συνίστασθαι ῥᾳδίως εἰς ὕδωρ.
298Aristoteles, Meteorologica, 1, I 9; 4 (auctor 384BC-322BC)
Μενούσης δέ τῆς γῆς, τό περί αὐτήν ὑγρόν ὑπό τῶν ἀκτίνων καί ὑπό τῆς ἄλλης τῆς ἄνωθεν θερμότητος ἀτμιδούμενον φέρεται ἄνω· τῆς δέ θερμότητος ἀπολιπούσης τῆς ἀναγούσης αὐτό, καί τῆς μέν διασκεδαννυμένης πρός τόν ἄνω τόπον, τῆς δέ καί σβεννυμένης διά τό μετεωρίζεσθαι πορρώτερον εἰς τόν ὑπέρ τῆς γῆς ἀέρα, συνίσταται πάλιν ἡ ἀτμίς ψυχομένη διά τε τήν ἀπόλειψιν τοῦ θερμοῦ καί τόν τόπον, καί γίνεται ὕδωρ ἐξ ἀέρος· γενόμενον δέ φέρεται πάλιν πρός τήν γῆν.
299Aristoteles, Meteorologica, 1, I 9; 5 (auctor 384BC-322BC)
Ἔστι δ’ ἡ μέν ἐξ ὕδατος ἀναθυμίασις ἀτμίς, ἡ δ’ ἐξ ἀέρος εἰς ὕδωρ νέφος· ὁμίχλη δέ νεφέλης περίττωμα τῆς εἰς ὕδωρ συγκρίσεως.
300Aristoteles, Meteorologica, 1, I 10; 1 (auctor 384BC-322BC)
Ἐκ δέ τοῦ καθ’ ἡμέραν ἀτμίζοντος ὅσον ἂν μή μετεωρισθῇ δι’ ὀλιγότητα τοῦ ἀνάγοντος αὐτό πυρός πρός τό ἀναγόμενον ὕδωρ, πάλιν καταφερόμενον ὅταν ψυχθῇ νύκτωρ, καλεῖται δρόσος καί πάχνη, πάχνη μέν ὅταν ἡ ἀτμίς παγῇ πρίν εἰς ὕδωρ συγκριθῆναι πάλιν (γίνεται δέ χειμῶνος, καί μᾶλλον ἐν τοῖς χειμερινοῖς τόποις), δρόσος δ’ ὅταν συγκριθῇ εἰς ὕδωρ ἡ ἀτμίς, καί μήθ’ οὕτως ἔχῃ ἡ ἀλέα ὥστε ξηρᾶναι τό ἀναχθέν, μήθ’ οὕτω ψῦχος ὥστε παγῆναι τήν ἀτμίδα αὐτήν διά τό ἢ τόν τόπον ἀλεεινότερον ἢ τήν ὥραν εἶναι· γίνεται γάρ μᾶλλον ἡ δρόσος ἐν εὐδίᾳ καί ἐν τοῖς εὐδιεινοτέροις τόποις, ἡ δέ πάχνη, καθάπερ εἴρηται, τοὐναντίον· δῆλον γάρ ὡς ἡ ἀτμίς θερμότερον ὕδατος (ἔχει γάρ τό ἀνάγον ἔτι πῦρ), ὥστε πλείονος ψυχρότητος αὐτήν πῆξαι.
301Aristoteles, Meteorologica, 1, I 10; 11 (auctor 384BC-322BC)
Αὐτό δέ τό ὕδωρ οὐ πήγνυται, καθάπερ ἐν τῷ περί τά νέφη τόπῳ.
302Aristoteles, Meteorologica, 1, I 11; 1 (auctor 384BC-322BC)
Ἐκεῖθεν γάρ τρία φοιτᾷ σώματα συνιστάμενα διά τήν ψύξιν, ὕδωρ καί χιών καί χάλαζα.
303Aristoteles, Meteorologica, 1, I 12; 2 (auctor 384BC-322BC)
Ἔστι μέν γάρ ἡ χάλαζα κρύσταλλος, πήγνυται δέ τό ὕδωρ τοῦ χειμῶνος· αἱ δέ χάλαζαι γίνονται ἔαρος μέν καί μετοπώρου μάλιστα, εἶτα καί τῆς ὀπώρας, χειμῶνος δ’ ὀλιγάκις, καί ὅταν ἦττον ᾖ ψῦχος.
304Aristoteles, Meteorologica, 1, I 12; 4 (auctor 384BC-322BC)
Ἄτοπον δέ καί τό πήγνυσθαι ὕδωρ ἐν τῷ ἄνω τόπῳ· οὔτε γάρ παγῆναι δυνατόν πρίν γενέσθαι ὕδωρ, οὔτε τό ὕδωρ οὐθένα χρόνον οἷόν τε μένειν μετέωρον ὄν.
305Aristoteles, Meteorologica, 1, I 12; 5 (auctor 384BC-322BC)
Ἀλλά μήν οὐδ’ ὥσπερ αἱ ψακάδες ἄνω μέν ὀχοῦνται διά μικρότητα, ἐνδιατρίψασαι δ’ ἐπί τοῦ ἀέρος, ὥσπερ καί ἐπί τοῦ ὕδατος γῆ καί χρυσός διά μικρομέρειαν πολλάκις ἐπιπλέουσιν, οὕτως ἐπί τοῦ ἀέρος τό ὕδωρ, συνελθόντων δέ πολλῶν μικρῶν μεγάλαι καταφέρονται ψακάδες· τοῦτο γάρ οὐκ ἐνδέχεται γενέσθαι ἐπί τῆς χαλάζης· οὐ γάρ συμφύεται τά πεπηγότα ὥσπερ τά ὑγρά.
306Aristoteles, Meteorologica, 1, I 12; 6 (auctor 384BC-322BC)
Δῆλον οὖν ὅτι ἄνω τοσοῦτον ὕδωρ ἔμεινεν· οὐ γάρ ἂν ἐπάγη τοσοῦτον.
307Aristoteles, Meteorologica, 1, I 12; 7 (auctor 384BC-322BC)
Τοῖς μέν οὖν δοκεῖ τοῦ πάθους αἴτιον εἶναι τούτου καί τῆς γενέσεως, ὅταν ἀπωσθῇ τό νέφος εἰς τόν ἄνω τόπον μᾶλλον ὄντα ψυχρόν διά τό λήγειν ἐκεῖ τάς ἀπό τῆς γῆς τῶν ἀκτίνων ἀνακλάσεις, ἐλθόν δ’ ἐκεῖ πήγνυσθαι τό ὕδωρ.
308Aristoteles, Meteorologica, 1, I 12; 16 (auctor 384BC-322BC)
Ἀλλ’ ἐπειδή ὁρῶμεν ὅτι γίνεται ἀντιπερίστασις τῷ θερμῷ καί τῷ ψυχρῷ ἀλλήλοις, διό ἔν τε ταῖς ἀλέαις ψυχρά τά κάτω τῆς γῆς καί ἀλεεινά ἐν τοῖς πάγοις, τοῦτο δεῖ νομίζειν καί ἐν τῷ ἄνω γίνεσθαι τόπῳ, ὥστ’ ἐν ταῖς ἀλεεινοτέραις ὥραις ἀντιπεριιστάμενον εἴσω τό ψυχρόν διά τήν κύκλῳ θερμότητα ὁτέ μέν ταχύ ὕδωρ ἐκ τοῦ νέφους ποιεῖ, ὁτέ δέ χάλαζαν.
309Aristoteles, Meteorologica, 1, I 12; 19 (auctor 384BC-322BC)
Ὅταν δ’ ἔτι μᾶλλον ἀντιπεριστῇ ἐντός τό ψυχρόν ὑπό τοῦ ἔξω θερμοῦ, ὕδωρ ποιῆσαν ἔπηξε καί γίνεται χάλαζα.
310Aristoteles, Meteorologica, 1, I 12; 25 (auctor 384BC-322BC)
Συμβάλλεται δ’ ἔτι πρός τήν ταχυτῆτα τῆς πήξεως καί τό προτεθερμάνθαι τό ὕδωρ· θᾶττον γάρ ψύχεται.
311Aristoteles, Meteorologica, 1, I 12; 26 (auctor 384BC-322BC)
Διό πολλοί ὅταν τό ὕδωρ ψῦξαι ταχύ βουληθῶσιν, εἰς τόν ἥλιον τιθέασι πρῶτον, καί οἱ περί τόν Πόντον ὅταν ἐπί τοῦ κρυστάλλου σκηνοποιῶνται πρός τάς τῶν ἰχθύων θήρας (θηρεύουσι γάρ διακόπτοντες τόν κρύσταλλον), ὕδωρ θερμόν περιχέουσι τοῖς καλάμοις διά τό θᾶττον πήγνυσθαι· χρῶνται γάρ τῷ κρυστάλλῳ ὥσπερ τῷ μολίβδῳ, ἵν’ ἠρεμῶσιν οἱ κάλαμοι.
312Aristoteles, Meteorologica, 1, I 12; 27 (auctor 384BC-322BC)
Θερμόν δέ γίνεται ταχύ τό συνιστάμενον ὕδωρ ἔν τε ταῖς χώραις καί ταῖς ὥραις ταῖς ἀλεειναῖς.
313Aristoteles, Meteorologica, 1, I 13; 2 (auctor 384BC-322BC)
Εἰσί δέ τινες οἵ φασι τόν καλούμενον ἀέρα κινούμενον μέν καί ῥέοντα ἄνεμον εἶναι, συνιστάμενον δέ τόν αὐτόν τοῦτον πάλιν νέφος καί ὕδωρ, ὡς τῆς αὐτῆς φύσεως οὔσης ὕδατος καί πνεύματος, καί τόν ἄνεμον εἶναι κίνησιν ἀέρος.
314Aristoteles, Meteorologica, 1, I 13; 5 (auctor 384BC-322BC)
Ὁμοίως δέ καί περί τῆς τῶν ποταμῶν γενέσεως δοκεῖ τισίν ἔχειν· τό γάρ ἀναχθέν ὑπό τοῦ ἡλίου ὕδωρ πάλιν ὑόμενον ἀθροισθέν ὑπό γῆν ῥεῖν ἐκ κοιλίας μεγάλης, ἢ πάντας ἐκ μιᾶς ἢ ἄλλον ἄλλης· καί οὐ γίνεσθαι ὕδωρ οὐθέν, ἀλλά τό συλλεχθέν ἐκ τοῦ χειμῶνος εἰς τάς τοιαύτας ὑποδοχάς, τοῦτο γίνεσθαι τό πλῆθος τῶν ποταμῶν.
315Aristoteles, Meteorologica, 1, I 13; 6 (auctor 384BC-322BC)
Διό καί μείζους ἀεί τοῦ χειμῶνος ῥεῖν ἢ τοῦ θέρους, καί τούς μέν ἀενάους εἶναι τούς δ’ οὐκ ἀενάους· ὅσων μέν γάρ διά τό μέγεθος τῆς κοιλίας πολύ τό συλλεγόμενον ὕδωρ ἐστίν, ὥστε διαρκεῖν καί μή προαναλίσκεσθαι πρίν ἐπελθεῖν τό ὄμβριον ἐν τῷ χειμῶνι πάλιν, τούτους μέν ἀενάους εἶναι διά τέλους, ὅσοις δ’ ἐλάττους αἱ ὑποδοχαί, τούτους δέ δι’ ὀλιγότητα τοῦ ὕδατος φθάνειν ξηραινομένους πρίν ἐπελθεῖν τό ἐκ τοῦ οὐρανοῦ, κενουμένου τοῦ ἀγγείου.
316Aristoteles, Meteorologica, 1, I 13; 7 (auctor 384BC-322BC)
Καίτοι φανερόν, εἴ τις βούλεται ποιήσας οἷον ὑποδοχήν πρό ὀμμάτων τῷ καθ’ ἡμέραν ὕδατι ῥέοντι συνεχῶς νοῆσαι τό πλῆθος· ὑπερβάλλοι γάρ ἂν τῷ μεγέθει τόν τῆς γῆς ὄγκον ἢ οὐ πολύ ἂν ἐλλείποι τό δεχόμενον πᾶν τό ῥέον ὕδωρ εἰς τόν ἐνιαυτόν.
317Aristoteles, Meteorologica, 1, I 13; 8 (auctor 384BC-322BC)
Ἀλλά δῆλον ὅτι συμβαίνει μέν καί πολλά τοιαῦτα πολλαχῇ τῆς γῆς, οὐ μήν ἀλλ’ ἄτοπον εἴ τις μή νομίζοι διά τήν αὐτήν αἰτίαν ὕδωρ ἐξ ἀέρος γίγνεσθαι δι’ ἥνπερ ὑπέρ γῆς καί ἐν τῇ γῇ.
318Aristoteles, Meteorologica, 1, I 13; 9 (auctor 384BC-322BC)
Ὥστ’ εἴπερ κἀκεῖ διά ψυχρότητα συνίσταται ὁ ἀτμίζων ἀήρ εἰς ὕδωρ, καί ὑπό τῆς ἐν τῇ γῇ ψυχρότητος τό αὐτό τοῦτο δεῖ νομίζειν συμβαίνειν, καί γίγνεσθαι μή μόνον τό ἀποκεκριμένον ὕδωρ ἐν αὐτῇ, καί τοῦτο ῥεῖν, ἀλλά καί γίγνεσθαι συνεχῶς.
319Aristoteles, Meteorologica, 1, I 13; 10 (auctor 384BC-322BC)
Ἔτι δέ τοῦ μή γιγνομένου ἀλλ’ ὑπάρχοντος ὕδατος καθ’ ἡμέραν μή τοιαύτην εἶναι τήν ἀρχήν τῶν ποταμῶν, οἷον ὑπό γῆν λίμνας τινάς ἀποκεκριμένας, καθάπερ ἔνιοι λέγουσιν, ἀλλ’ ὁμοίως ὥσπερ καί ἐν τῷ ὑπέρ γῆς τόπῳ μικραί συνιστάμεναι ῥανίδες, καί πάλιν αὗται ἑτέραις, τέλος μετά πλήθους καταβαίνει τό ὑόμενον ὕδωρ, οὕτω καί ἐν τῇ γῇ ἐκ μικρῶν συλλείβεσθαι τό πρῶτον καί εἶναι οἷον πιδώσης εἰς ἓν τῆς γῆς τάς ἀρχάς τῶν ποταμῶν.
320Aristoteles, Meteorologica, 1, I 13; 14 (auctor 384BC-322BC)
Οἱ γάρ ὀρεινοί καί ὑψηλοί τόποι, οἷον σπόγγος πυκνός ἐπικρεμάμενος, κατά μικρά μέν πολλαχῇ δέ διαπιδῶσι καί συλλείβουσι τό ὕδωρ· δέχονταί τε γάρ τοῦ κατιόντος ὕδατος πολύ πλῆθος (τί γάρ διαφέρει κοίλην καί ὑπτίαν ἢ πρηνῆ τήν περιφέρειαν εἶναι καί κυρτήν; ἀμφοτέρως γάρ τόν ἴσον ὄγκον περιλήψεται σώματος) καί τήν ἀνιοῦσαν ἀτμίδα ψύχουσι καί συγκρίνουσι πάλιν εἰς ὕδωρ.
321Aristoteles, Meteorologica, 1, I 13; 37 (auctor 384BC-322BC)
Ταύτῃ δή πόρρω τῆς γῆς σχεδόν περί τριακόσια στάδια πότιμον ἀναδίδωσι ὕδωρ ἐπί πολύν τόπον, οὐ συνεχῆ δέ, ἀλλά τρισσαχῇ.
322Aristoteles, Meteorologica, 1, I 14; 23 (auctor 384BC-322BC)
Ὅταν οὖν δή γένηται τοιαύτη ὑπερβολή ὄμβρων, νομίζειν χρή ἐπί πολύν χρόνον διαρκεῖν, καί ὥσπερ νῦν τοῦ τούς μέν ἀενάους εἶναι τῶν ποταμῶν τούς δέ μή οἱ μέν φασιν αἴτιον εἶναι τό μέγεθος τῶν ὑπό γῆς χασμάτων, ἡμεῖς δέ τό μέγεθος τῶν ὑπό γῆς χασμάτων, ἡμεῖς δέ τό μέγεθος τῶν ὑψηλῶν τόπων καί τήν πυκνότητα καί ψυχρότητα αὐτῶν· οὗτοι γάρ πλεῖστον καί δέχονται ὕδωρ καί στέγουσι καί ποιοῦσιν.
323Aristoteles, Meteorologica, 1, I 14; 31 (auctor 384BC-322BC)
Διό καί τά περί τήν Λιβύην τήν Ἀμμωνίαν χώραν ταπεινότερα φαίνεται καί κοιλότερα παρά λόγον τῆς κάτωθεν χώρας· δῆλον γάρ ὡς ἐγχώσεως μέν γενομένης ἐγένοντο λίμναι καί χέρσος, χρόνου δέ γενομένου τό ἐναπολειφθέν καί λιμνάσαν ὕδωρ ξηρανθέν ἐστιν ἤδη φροῦδον.
324Aristoteles, Meteorologica, 2, II 2; 8 (auctor 384BC-322BC)
Ἀντίκειται δ’ ἑτέρα πρός ταύτην τήν δόξαν ἀπορία, τί δή ποτ’ οὐκ ἔστι τό συνεστός ὕδωρ τοῦτο πότιμον, εἴπερ ἀρχή τοῦ παντός ἐστιν ὕδατος, ἀλλ’ ἁλμυρόν.
325Aristoteles, Meteorologica, 2, II 2; 15 (auctor 384BC-322BC)
Ἔτι δ’ ἡ ὑπό τοῦ ἡλίου ἀναγωγή τοῦ ὑγροῦ ὁμοία τοῖς θερμαινομένοις ὕδασίν ἐστιν ὑπό πυρός· εἰ οὖν μηδέ τό ὑποκαόμενον τρέφεται πῦρ, οὐδέ τόν ἥλιον εἰκός ἦν ὑπολαβεῖν, οὐδ’ εἰ πᾶν θερμαίνων ἐξατμίσειε τό ὕδωρ.
326Aristoteles, Meteorologica, 2, II 2; 17 (auctor 384BC-322BC)
Τό δ’ αὐτό συμβαίνει καί τούτοις ἄλογον καί τοῖς φάσκουσι τό πρῶτον ὑγρᾶς οὔσης καί τῆς γῆς, καί τοῦ κόσμου τοῦ περί τήν γῆν ὑπό τοῦ ἡλίου θερμαινομένου, ἀέρα γενέσθαι καί τόν ὅλον οὐρανόν αὐξηθῆναι, καί τοῦτον πνεύματά τε παρέχεσθαι καί τάς τροπάς αὐτοῦ ποιεῖν· φανερῶς γάρ ἀεί τό ἀναχθέν ὁρῶμεν καταβαῖνον πάλιν ὕδωρ· κἂν μή κατ’ ἐνιαυτόν ἀποδιδῷ καί καθ’ ἑκάστην ὁμοίως χώραν, ἀλλ’ ἔν γέ τισι τεταγμένοις χρόνοις ἀποδίδωσι πᾶν τό ληφθέν, ὡς οὔτε τρεφομένων τῶν ἄνωθεν, οὔτε τοῦ μέν μένοντος ἀέρος ἤδη μετά τήν γένεσιν, τοῦ δέ γιγνομένου καί φθειρομένου πάλιν εἰς ὕδωρ, ἀλλ’ ὁμοίως ἅπαντος διαλυομένου καί συνισταμένου πάλιν εἰς ὕδωρ.
327Aristoteles, Meteorologica, 2, II 2; 22 (auctor 384BC-322BC)
Διό καί οἱ ποταμοί ῥέουσιν εἰς αὐτόν ἅπαντες καί πᾶν τό γινόμενον ὕδωρ· εἴς τε γάρ τό κοιλότατον ἡ ῥύσις, καί ἡ θάλαττα τόν τοιοῦτον ἐπέχει τῆς γῆς τόπον.
328Aristoteles, Meteorologica, 2, II 2; 31 (auctor 384BC-322BC)
Τούς δέ χυμούς καί τάς χρόας ἴσχειν τό ὕδωρ δι’ οἵας ἂν τύχωσι ῥέοντα γῆς.
329Aristoteles, Meteorologica, 2, II 2; 34 (auctor 384BC-322BC)
Ἔτι τό γιγνόμενον ὕδωρ καί τό πάλιν ἀναγόμενον πόθεν ἔσται; τοῦτο γάρ ἐξαίρειν ὅλον ἀναγκαῖον, εἴπερ ἀεί σώζεται τό ἴσον· ὅσον γάρ ἔξω ῥεῖ, πάλιν ῥεῖ πρός τήν ἀρχήν.
330Aristoteles, Meteorologica, 2, II 3; 6 (auctor 384BC-322BC)
Ἢ γάρ λεκτέον αὐτοῖς ὅτι οὐδέ τό ἀναχθέν ὕδωρ ὑπό τοῦ ἡλίου ἥξει πάλιν, ἢ εἴπερ τοῦτ’ ἔσται, ἀναγκαῖον ἤτοι ἀεί ἢ μέχρι οὗπερ ἂν ᾖ τοῦτο ὑπολείπεσθαι τήν θάλατταν, καί πάλιν ἀναχθῆναι ἐκεῖνο πρότερον δεήσει τό πότιμον.
331Aristoteles, Meteorologica, 2, II 3; 13 (auctor 384BC-322BC)
Ἀλλά μήν καί ὅσοι τήν γῆν αἰτιῶνται τῆς ἁλμυρότητος ἐμμιγνυμένην (ἔχειν γάρ φασι πολλούς χυμούς αὐτήν, ὥσθ’ ὑπό τῶν ποταμῶν συγκαταφερομένην διά τήν μίξιν ποιεῖν ἁλμυράν), ἄτοπον τό μή καί τούς ποταμούς ἁλμυρούς εἶναι· πῶς γάρ δυνατόν ἐν πολλῷ μέν πλήθει ὕδατος ἐπίδηλον οὕτω ποιεῖν τήν μίξιν τῆς τοιαύτης γῆς, ἐν ἑκάστῳ δέ μή; Δῆλον γάρ ὅτι ἡ θάλαττά ἐστιν ἅπαν τό ποτάμιον ὕδωρ· οὐθενί γάρ διέφερεν ἀλλ’ ἢ τῷ ἁλμυρά εἶναι τῶν ποταμῶν· τοῦτο δ’ ἐν ἐκείνοις ἔρχεται εἰς τόν τόπον εἰς ὃν ἀθρόοι ῥέουσιν.
332Aristoteles, Meteorologica, 2, II 3; 16 (auctor 384BC-322BC)
Εἰ δή ὥσπερ τό διά τῆς κονίας ἠθούμενον ὕδωρ γίνεται πικρόν, καί ταῦτα, τῷ μέν οὔρῳ συγκαταφερομένης τοιαύτης τινός δυνάμεως οἵα καί φαίνεται ὑφισταμένη ἐν τοῖς ἀγγείοις ἁλμυρίς, τῷ δ’ ἱδρῶτι συνεκκρινομένης ἐκ τῶν σαρκῶν, οἷον καταπλύνοντος τό τοιοῦτον ἐκ τοῦ σώματος τοῦ ἐξιόντος ὑγροῦ, δῆλον ὅτι κἂν τῇ θαλάττῃ τό ἐκ τῆς γῆς συγκαταμιγνύμενον τῷ ὑγρῷ αἴτιον τῆς ἁλμυρότητος.
333Aristoteles, Meteorologica, 2, II 3; 24 (auctor 384BC-322BC)
Καί δή καί περί οὗ ἀπορῆσαι πρότερον ἀναγκαῖον, πότερον καί ἡ θάλαττα ἀεί διαμένει τῶν αὐτῶν οὖσα μορίων ἀριθμῷ ἢ τῷ εἴδει καί τῷ ποσῷ μεταβαλλόντων ἀεί τῶν μερῶν, καθάπερ ἀήρ καί τό πότιμον ὕδωρ καί πῦρ.
334Aristoteles, Meteorologica, 2, II 3; 35 (auctor 384BC-322BC)
Μεμιγμένης δ’ οὔσης, ὥσπερ εἴπομεν, τῆς τε ἀτμιδώδους ἀναθυμιάσεως καί τῆς ξηρᾶς, ὅταν συνιστῆται εἰς νέφη καί ὕδωρ, ἀναγκαῖον ἐμπεριλαμβάνεσθαί τι πλῆθος ἀεί ταύτης τῆς δυνάμεως, καί συγκαταφέρεσθαι πάλιν ἐν τοῖς ὑετοῖς, καί τοῦτ’ ἀεί γίνεσθαι κατά τινα τάξιν, ὡς ἐνδέχεται μετέχειν τά ἐνταῦθα τάξεως.
335Aristoteles, Meteorologica, 2, II 3; 47 (auctor 384BC-322BC)
Πάσχει δέ καί τἆλλα ταὐτό· καί γάρ οἶνος καί πάντες οἱ χυμοί, ὅσοι ἂν ἀτμίσαντες πάλιν εἰς ὑγρόν συστῶσιν, ὕδωρ γίγνονται· πάθη γάρ τἆλλα διά τινα σύμμιξιν τοῦ ὕδατός ἐστιν, καί οἷον ἄν τι ᾖ τό συμμιχθέν, τοιοῦτον ποιεῖ τόν χυμόν.
336Aristoteles, Meteorologica, 2, II 3; 53 (auctor 384BC-322BC)
Ὅτι δ’ ἐστίν ἐν μίξει τινός τό ἁλμυρόν, δῆλον οὐ μόνον ἐκ τῶν εἰρημένων, ἀλλά καί ἐάν τις ἀγγεῖον πλάσας θῇ κήρινον εἰς τήν θάλατταν, περιδήσας τό στόμα τοιούτοις ὥστε μή παρεγχεῖσθαι τῆς θαλάττης· τό γάρ εἰσιόν διά τῶν τοίχων τῶν κηρίνων γίνεται πότιμον ὕδωρ· ὥσπερ γάρ δι’ ἠθμοῦ τό γεῶδες ἀποκρίνεται καί τό ποιοῦν τήν ἁλμυρότητα διά τήν σύμμιξιν.
337Aristoteles, Meteorologica, 2, II 3; 55 (auctor 384BC-322BC)
Τεκμήριον δέ τοῦ μιγνυμένου τινός παχύτερον εἶναι τόν ὄγκον· ἐάν γάρ τις ὕδωρ ἁλμυρόν ποιήσῃ σφόδρα μίξας ἅλας, ἐπιπλέουσι τά ᾠά, κἂν ῇ πλήρη· σχεδόν γάρ ὥσπερ πηλός γίνεται· τοσοῦτον ἔχει σωματῶδες πλῆθος ἡ θάλαττα.
338Aristoteles, Meteorologica, 2, II 3; 60 (auctor 384BC-322BC)
Τοιοῦτον δ’ ἕτερον γίνεται καί ἐν Ὀμβρικοῖς· ἔστι γάρ τις τόπος ἐν ᾧ πεφύκασι κάλαμος καί σχοῖνος· τούτων οὖν κατακάουσι, καί τήν τέφραν ἐμβαλόντες εἰς ὕδωρ ἀφέψουσιν· ὅταν δέ λίπωσί τι τοῦ ὕδατος, τοῦτο ψυχθέν ἁλῶν γίνεται πλῆθος.
339Aristoteles, Meteorologica, 2, II 4; 5 (auctor 384BC-322BC)
Φερομένου δή τοῦ ἡλίου κύκλῳ, καί ὅταν μέν πλησιάζῃ, τῇ θερμότητι ἀνάγοντος τό ὑγρόν, πορρωτέρω δέ γιγνομένου διά τήν ψύξιν συνισταμένης πάλιν τῆς ἀναχθείσης ἀτμίδος εἰς ὕδωρ· διό χειμῶνός τε μᾶλλον γίγνεται τά ὕδατα, καί νύκτωρ ἢ μεθ’ ἡμέραν· ἀλλ’ οὐ δοκεῖ διά τό λανθάνειν τά νυκτερινά τῶν μεθ’ ἡμέραν μᾶλλον.
340Aristoteles, Meteorologica, 2, II 4; 6 (auctor 384BC-322BC)
Τό δή κατιόν ὕδωρ διαδίδοται πᾶν εἰς τήν γῆν· ὑπάρχει δ’ ἔν τε τῇ γῇ πολύ πῦρ καί πολλή θερμότης, καί ὁ ἥλιος οὐ μόνον τό ἐπιπολάζον τῆς γῆς ὑγρόν ἕλκει, ἀλλά καί τήν γῆν αὐτήν ξηραίνει θερμαίνων.
341Aristoteles, Meteorologica, 2, II 4; 10 (auctor 384BC-322BC)
Ἐπεί δ’ ἕτερον ἑκατέρας τό εἶδος, φανερόν ὅτι διαφέρει, καί οὐχ ἡ αὐτή ἐστιν ἥ τε τοῦ ἀνέμου φύσις καί ἡ τοῦ ὑομένου ὕδατος, καθάπερ τινές λέγουσιν· τόν γάρ αὐτόν ἀέρα κινούμενον μέν ἄνεμον εἶναι, συνιστάμενον δέ πάλιν ὕδωρ.
342Aristoteles, Meteorologica, 2, II 4; 11 (auctor 384BC-322BC)
Ὁ μέν οὖν ἀήρ, καθάπερ ἐν τοῖς πρό τούτων λόγοις εἰρήκαμεν, γίνεται ἐκ τούτων· ἡ μέν γάρ ἀτμίς ὑγρόν καί ψυχρόν (εὐόριστον μέν γάρ ὡς ὑγρόν, διά δέ τό ὕδατος εἶναι ψυχρόν τῇ οἰκείᾳ φύσει, ὥσπερ ὕδωρ μή θερμανθέν), ὁ δέ καπνός θερμόν καί ξηρόν.
343Aristoteles, Meteorologica, 2, II 4; 20 (auctor 384BC-322BC)
Καί ὅταν ἡ τοιαύτη ἀπόκρισις ᾖ καί ἄνεμοι κατέχωσι, παυομένων διά τό ἀποκρίνεσθαι τό θερμόν ἀεί καί ἀναφέρεσθαι εἰς τόν ἄνω τόπον συνίσταται ἡ ἀτμίς ψυχομένη καί γίνεται ὕδωρ· καί ὅταν εἰς ταὐτόν συνωσθῶσι τά νέφη καί ἀντιπεριστῇ εἰς αὐτά ἡ ψύξις, ὕδωρ γίνεται καί καταψύχει τήν ξηράν ἀναθυμίασιν.
344Aristoteles, Meteorologica, 2, II 4; 23 (auctor 384BC-322BC)
Διά μέν οὖν τήν φοράν τήν ἐπί τροπάς καί ἀπό τροπῶν θέρος τε γίνεται καί χειμών, καί ἀνάγεταί τε ἄνω τό ὕδωρ καί γίνεται πάλιν.
345Aristoteles, Meteorologica, 2, II 4; 24 (auctor 384BC-322BC)
Ἐπεί δέ πλεῖστον μέν καταβαίνει ὕδωρ ἐν τούτοις τοῖς τόποις ἐφ’ οὓς τρέπεται καί ἀφ’ ὧν, οὗτοι δ’ εἰσίν ὅ τε πρός ἄρκτον καί μεσημβρίαν, ὅπου δέ πλεῖστον ὕδωρ ἡ γῆ δέχεται, ἐνταῦθα πλείστην ἀναγκαῖον γίνεσθαι τήν ἀναθυμίασιν παραπλησίως οἷον ἐκ χλωρῶν ξύλων καπνόν, ἡ δ’ ἀναθυμίασις αὕτη ἄνεμός ἐστιν, εὐλόγως ἂν οὖν ἐντεῦθεν γίγνοιτο τά πλεῖστα καί κυριώτατα τῶν πνευμάτων.
346Aristoteles, Meteorologica, 2, II 6; 23 (auctor 384BC-322BC)
Τά μέν οὖν κυριώτατα καί διωρισμένα πνεύματα ταῦτ’ ἐστί καί τοῦτον τέτακται τόν τρόπον· τοῦ δ’ εἶναι πλείους ἀνέμους ἀπό τῶν πρός ἄρκτον τόπων ἢ τῶν πρός μεσημβρίαν αἴτιον τό τε τήν οἰκουμένην ὑποκεῖσθαι πρός τοῦτον τόν τόπον, καί ὅτι πολλῷ πλεῖον ὕδωρ καί χιών ἀπωθεῖται εἰς τοῦτο τό μέρος διά τό ἐκεῖν’ ὑπό τόν ἥλιον εἶναι καί τήν ἐκείνου φοράν, ὧν τηκομένων εἰς τήν γῆν καί θερμαινομένων ὑπό τοῦ ἡλίου καί τῆς γῆς ἀναγκαῖον πλείω καί ἐπί πλείω τόπον γίγνεσθαι τήν ἀναθυμίασιν διά ταύτην τήν αἰτίαν.
347Aristoteles, Meteorologica, 2, II 7; 7 (auctor 384BC-322BC)
Δημόκριτος δέ φησι πλήρη τήν γῆν ὕδατος οὖσαν, καί πολύ δεχομένην ἕτερον ὄμβριον ὕδωρ, ὑπό τούτου κινεῖσθαι· πλείονός τε γάρ γινομένου διά τό μή δύνασθαι δέχεσθαι τάς κοιλίας ἀποβιαζόμενον ποιεῖν τόν σεισμόν, καί ξηραινομένην καί ἕλκουσαν εἰς τούς κενούς τόπους ἐκ τῶν πληρεστέρων τό μεταβάλλον ἐμπῖπτον κινεῖν.
348Aristoteles, Meteorologica, 2, II 8; 6 (auctor 384BC-322BC)
Οὐκ ἂν οὖν ὕδωρ οὐδέ γῆ αἴτιον εἴη, ἀλλά πνεῦμα τῆς κινήσεως, ὅταν ἔσω τύχῃ ῥυέν τό ἔξω ἀναθυμιώμενον.
349Aristoteles, Meteorologica, 2, II 8; 41 (auctor 384BC-322BC)
Αἴτιον δέ τοῦ μέν μεγέθους τό πλῆθος τοῦ πνεύματος καί τῶν τόπων τά σχήματα δι’ ὧν ἂν ῥυῇ· ᾗ γάρ ἂν ἀντιτυπήσῃ καί μή ῥᾳδίως διέλθῃ, μάλιστά τε σείει καί ἐγκαταλείπεσθαι ἀναγκαῖον ἐν ταῖς δυσχωρίαις, οἷον ὕδωρ οὐ δυνάμενον διεξελθεῖν.
350Aristoteles, Meteorologica, 2, II 8; 48 (auctor 384BC-322BC)
Ἤδη δέ καί ὕδατα ἀνερράγη γιγνομένων σεισμῶν· ἀλλ’ οὐ διά τοῦτο αἴτιον τό ὕδωρ τῆς κινήσεως, ἀλλ’ ἂν ᾖ ἐξ ἐπιπολῆς ἢ κάτωθεν βιάζηται τό πνεῦμα, ἐκεῖνο τό κινοῦν ἐστίν, ὥσπερ τῶν κυμάτων οἱ ἄνεμοι ἀλλ’ οὐ τά κύματα τῶν ἀνέμων ἐστίν αἴτια, ἐπεί καί τήν γῆν οὕτως ἄν τις αἰτιῷτο τοῦ πάθους· ἀνατρέπεται γάρ σειομένη, καθάπερ ὕδωρ (ἡ γάρ ἔκχυσις ἀνάτρεψίς τίς ἐστιν).
351Aristoteles, Meteorologica, 2, II 9; 18 (auctor 384BC-322BC)
Τοῦτο δέ διαφέρει πλεῖστον· ὅμοιον γάρ κἂν εἴ τις οἴοιτο τό ὕδωρ καί τήν χιόνα καί τήν χάλαζαν ἐνυπάρχοντα πρότερον ὕστερον ἐκκρίνεσθαι καί μή γίνεσθαι, οἷον ὑπό χεῖρα ποιούσης ἀεί τῆς συγκρίσεως ἕκαστον αὐτῶν.
352Aristoteles, Meteorologica, 2, II 9; 20 (auctor 384BC-322BC)
Τήν τε ἐναπόληψιν τί ἂν ἀλλοιότερον λέγοι τις ἢ καθάπερ ἐν τοῖς πυκνοτέροις; Καί γάρ τό ὕδωρ ὑπό τοῦ ἡλίου καί τοῦ πυρός γίνεται θερμόν· ἀλλ’ ὅμως ὅταν πάλιν συνίῃ καί ψύχηται τό ὕδωρ πηγνύμενον, οὐδεμίαν συμβαίνει γίνεσθαι τοιαύτην ἔκπτωσιν οἵαν ἐκεῖνοι λέγουσιν.
353Aristoteles, Meteorologica, 2, II 9; 22 (auctor 384BC-322BC)
Εἰσί δέ τινες οἳ τήν ἀστραπήν, ὥσπερ καί Κλείδημος, οὐκ εἶναί φασιν ἀλλά φαίνεσθαι, παρεικάζοντες ὡς τό πάθος ὅμοιον ὂν καί ὅταν τήν θάλαττάν τις ῥάβδῳ τύπτῃ· φαίνεται γάρ τό ὕδωρ ἀποστίλβον τῆς νυκτός· οὕτως ἐν τῇ νεφέλῃ ῥαπιζομένου τοῦ ὑγροῦ τήν φαντασίαν τῆς λαμπρότητος εἶναι τήν ἀστραπήν.
354Aristoteles, Meteorologica, 2, II 9; 23 (auctor 384BC-322BC)
Οὗτοι μέν οὖν οὔπω συνήθεις ἦσαν ταῖς περί τῆς ἀνακλάσεως δόξαις, ὅπερ αἴτιον δοκεῖ τοῦ τοιούτου πάθους εἶναι· φαίνεται γάρ τό ὕδωρ στίλβειν τυπτόμενον ἀνακλωμένης ὑπ’ αὐτοῦ τῆς ὄψεως πρός τι τῶν λαμπρῶν.
355Aristoteles, Meteorologica, 2, II 9; 26 (auctor 384BC-322BC)
Ἡμεῖς δέ φαμεν τήν αὐτήν εἶναι φύσιν ἐπί μέν τῆς γῆς ἄνεμον, ἐν δέ τῇ γῇ σεισμόν, ἐν δέ τοῖς νέφεσι βροντήν· πάντα γάρ εἶναι ταῦτα τήν οὐσίαν ταὐτόν, ἀναθυμίασιν ξηράν, ἣ ῥέουσα μέν πως ἄνεμός ἐστιν, ὡδί δέ ποιεῖ τούς σεισμούς, ἐν δέ τοῖς νέφεσι μεταβάλλουσα ἐκκρινομένη, συνιόντων καί συγκρινομένων αὐτῶν εἰς ὕδωρ, βροντάς τε καί ἀστραπάς καί πρός τούτοις τἆλλα τά τῆς αὐτῆς φύσεως τούτοις ὄντα.
356Aristoteles, Meteorologica, 3, III 3; 4 (auctor 384BC-322BC)
Ἐάν μέν γάρ μήτε καταμαρανθῇ μήτε διασπασθῇ, ἀλλ’ ἐαθῇ τήν φύσιν ἀπολαμβάνειν τήν αὑτῆς, ὕδατος εἰκότως σημεῖόν ἐστιν· δηλοῖ γάρ ἤδη γίγνεσθαι τοιαύτην τήν σύστασιν, ἐξ ἧς τό συνεχές λαμβανούσης τῆς πυκνώσεως ἀναγκαῖον εἰς ὕδωρ ἐλθεῖν.
357Aristoteles, Meteorologica, 3, III 4; 2 (auctor 384BC-322BC)
Ἀνακλωμένη μέν οὖν ἡ ὄψις ἀπό πάντων φαίνεται τῶν λείων, τούτων δ’ ἐστί καί ἀήρ καί ὕδωρ.
358Aristoteles, Meteorologica, 3, III 4; 23 (auctor 384BC-322BC)
Ἡ δ’ ἀνάκλασις ἀπό τῶν μικροτάτων μέν συνεχῶν δέ γίγνεται ῥανίδων· αὗται δ’ ὕδωρ ἀποκεκριμένον εἰσίν ἤδη παντελῶς.
359Aristoteles, Meteorologica, 3, III 4; 29 (auctor 384BC-322BC)
Φαίνεται δ’ οὖν διά ταύτην τήν αἰτίαν τά τε πόρρω μελάντερα καί ἐλάττω καί λειότερα, καί τά ἐν τοῖς ἐνόπτροις, καί τά νέφη μελάντερα βλέπουσιν εἰς τό ὕδωρ ἢ εἰς αὐτά τά νέφη.
360Aristoteles, Meteorologica, 3, III 6; 6 (auctor 384BC-322BC)
Ἡ μέν γάρ ὁμαλότης τοῦ ἐνόπτρου ποιεῖ χρόαν μίαν τῆς ἐμφάσεως· ἡ δ’ ἀνάκλασις ἀθρόας τῆς ὄψεως, διά τό ἅμα προσπίπτειν πρός τόν ἥλιον ἀπό πυκνῆς οὔσης τῆς ἀχλύος, καί οὔπω μέν οὔσης ὕδωρ ἐγγύς δ’ ὕδατος, τό ὑπάρχον τῷ ἡλίῳ ἐμφαίνεσθαι χρῶμα ποιεῖ, ὥσπερ ἀπό χαλκοῦ λείου κλωμένης διά τήν πυκνότητα.
361Aristoteles, Meteorologica, 3, III 6; 9 (auctor 384BC-322BC)
Ὁ δέ νότιος τοῦ βορείου μᾶλλον, ὅτι μᾶλλον ὁ νότιος ἀήρ εἰς ὕδωρ μεταβάλλει τοῦ πρός ἄρκτον.
362Aristoteles, Meteorologica, 3, III 6; 24 (auctor 384BC-322BC)
Διό ἔστι μέν ὡς ὕδωρ ταῦτα, ἔστι δ’ ὡς οὔ· δυνάμει μέν γάρ ἡ ὕλη ὕδατος ἦν, ἔστι δ’ οὐκέτι, οὐδ’ ἐξ ὕδατος γενομένου διά τι πάθος, ὥσπερ οἱ χυμοί.
363Aristoteles, Meteorologica, 4, IV 1; 13 (auctor 384BC-322BC)
Διό καί σήπεται πάντα τἆλλα πλήν πυρός· καί γάρ γῆ καί ὕδωρ καί ἀήρ σήπεται· πάντα γάρ ὕλη τῷ πυρί ἐστι ταῦτα.
364Aristoteles, Meteorologica, 4, IV 3; 11 (auctor 384BC-322BC)
Οὐδέν δ’ ὑγρόν αὐτό καθ’ αὑτό πεπαίνεται ἄνευ ξηροῦ· ὕδωρ γάρ οὐ παχύνεται μόνον τῶν ὑγρῶν.
365Aristoteles, Meteorologica, 4, IV 3; 16 (auctor 384BC-322BC)
Διό τό ὕδωρ ἑφθόν μέν λέγεται, ὠμόν δ’ οὔ, ὅτι οὐ παχύνεται.
366Aristoteles, Meteorologica, 4, IV 4; 6 (auctor 384BC-322BC)
Λέγεται δέ τῶν στοιχείων ἰδιαίτατα ξηροῦ μέν γῆ, ὑγροῦ δέ ὕδωρ.
367Aristoteles, Meteorologica, 4, IV 4; 10 (auctor 384BC-322BC)
Ἔστι δέ σκληρόν μέν τό μή ὑπεῖκον εἰς αὑτό κατά τό ἐπίπεδον, μαλακόν δέ τό ὑπεῖκον τῷ μή ἀντιπεριίστασθαι· τό γάρ ὕδωρ οὐ μαλακόν· οὐ γάρ ὑπείκει τῇ θλίψει τό ἐπίπεδον εἰς βάθος, ἀλλ’ ἀντιπεριίσταται.
368Aristoteles, Meteorologica, 4, IV 5; 9 (auctor 384BC-322BC)
Τιθέμεθα δέ ὑγροῦ σῶμα ὕδωρ, ξηροῦ δέ γῆν· ταῦτα γάρ τῶν ὑγρῶν καί τῶν ξηρῶν παθητικά.
369Aristoteles, Meteorologica, 4, IV 5; 10 (auctor 384BC-322BC)
Διό καί τό ψυχρόν τῶν παθητικῶν μᾶλλον· ἐν τούτοις γάρ ἐστι· καί γάρ ἡ γῆ καί τό ὕδωρ ψυχρά ὑπόκειται.
370Aristoteles, Meteorologica, 4, IV 5; 12 (auctor 384BC-322BC)
Ξηραίνεται δέ ὅσα ἐστίν ὕδωρ καί ὕδατος εἴδη, ἢ ἔχει ὕδωρ εἴτ’ ἐπακτόν εἴτε συμφυές.
371Aristoteles, Meteorologica, 4, IV 6; 1 (auctor 384BC-322BC)
Τό δ’ ὑγραίνεσθαί ἐστιν ἓν μέν τό ὕδωρ γίγνεσθαι συνιστάμενον, ἓν δέ τό τήκεσθαι τό πεπηγός.
372Aristoteles, Meteorologica, 4, IV 6; 2 (auctor 384BC-322BC)
Τούτων δέ συνίσταται μέν εἰς ὕδωρ ψυχόμενον τό πνεῦμα· περί δέ τήξεως ἅμα καί πήξεως ἔσται δῆλον.
373Aristoteles, Meteorologica, 4, IV 6; 9 (auctor 384BC-322BC)
Διό οὐ παχύνεται τά τοιαῦτα πηγνύμενα· ἡ γάρ πάχυνσις ὑγροῦ μέν ἀπιόντος γίγνεται, τοῦ ξηροῦ δέ συνισταμένου· ὕδωρ δέ τῶν ὑγρῶν οὐ παχύνεται μόνον.
374Aristoteles, Meteorologica, 4, IV 7; 7 (auctor 384BC-322BC)
Τό μέν οὖν ψυχρόν ἐκ τοῦ ἐνόντος πνεύματος ὕδωρ ποιοῦν παχύνει· ἀεί γάρ, ὅταν μιχθῇ ὕδωρ καί ἔλαιον, ἀμφοῖν γίνεται παχύτερον.
375Aristoteles, Meteorologica, 4, IV 7; 8 (auctor 384BC-322BC)
Ὑπό δέ πυρός καί χρόνου παχύνεται καί λευκαίνεται, λευκαίνεται μέν ἐξατμίζοντος εἴ τι ἐνῆν ὕδατος, παχύνεται δέ διά τό μαραινομένου τοῦ θερμοῦ ἐκ τοῦ ἀέρος γίγνεσθαι ὕδωρ.
376Aristoteles, Meteorologica, 4, IV 7; 11 (auctor 384BC-322BC)
Οὐ ξηραίνεται δέ τό ὕδωρ οὐδ’ ἐξέψεται ὑπό πυρός, ὅτι οὐκ ἀτμίζει διά γλισχρότητα.
377Aristoteles, Meteorologica, 4, IV 7; 13 (auctor 384BC-322BC)
Ἀπέρχεται δ’ ἀπό πάντων τῶν τοιούτων ξηραινομένων τό ὕδωρ.
378Aristoteles, Meteorologica, 4, IV 7; 14 (auctor 384BC-322BC)
Σημεῖον δ’ ὅτι τό ὕδωρ· ἡ γάρ ἀτμίς συνίσταται εἰς ὕδωρ, ἐάν τις βούληται συλλέγειν.
379Aristoteles, Meteorologica, 4, IV 7; 16 (auctor 384BC-322BC)
Ἔνια δέ τούτων καί ὑπό ψυχροῦ, ὥσπερ εἴρηται, παχύνεται καί ξηραίνεται· τό γάρ ψυχρόν οὐ μόνον πήγνυσιν, ἀλλά ξηραίνει μέν τό ὕδωρ, παχύνει δέ τόν ἀέρα ὕδωρ ποιοῦν.
380Aristoteles, Meteorologica, 4, IV 7; 24 (auctor 384BC-322BC)
Ὁ δέ χωρισθείς ὀρρός οὐκέτι παχύνεται, ἀλλ’ ἐκκάεται ὥσπερ ὕδωρ.
381Aristoteles, Meteorologica, 4, IV 7; 30 (auctor 384BC-322BC)
Τοῦτο δ’ ἔσται, ὅτι οὐ ξηραίνεται· ὕδωρ γάρ τό λοιπόν, ὥσ περ τό γάλα τοῦ τυροῦ ἐξαιρεθέντος.
382Aristoteles, Meteorologica, 4, IV 7; 31 (auctor 384BC-322BC)
Σημεῖον δέ· τά νοσώδη γάρ αἵματα οὐ θέλει πήγνυσθαι· ἰχωροειδῆ γάρ, τοῦτο δέ φλέγμα καί ὕδωρ διά τό ἄπεπτον εἶναι καί ἀκράτητον ὑπό τῆς φύσεως.
383Aristoteles, Meteorologica, 4, IV 7; 40 (auctor 384BC-322BC)
Κέραμος δέ γῆς μόνης διά τό ξηραινόμενος παγῆναι κατά μικρόν· οὔτε γάρ τό ὕδωρ εἰσόδους ἔχει, δι’ ὧν μόνον πνεῦμα ἐξῆλθεν, οὔτε πῦρ· ἔπηξε γάρ αὐτό.
384Aristoteles, Meteorologica, 4, IV 9; 17 (auctor 384BC-322BC)
Καί τά μέν θλαστά, οἷον χαλκός καί κηρός, τά δ’ ἄθλαστα, οἷον κέραμος καί ὕδωρ.
385Aristoteles, Meteorologica, 4, IV 9; 19 (auctor 384BC-322BC)
Ἔστι δέ τά τοιαῦτα καί μαλακτά, οἷον κηρός μένοντος τοῦ ἄλλου ἐπιπέδου κατά μέρος μεθίσταται, καί σκληρά, οἷον χαλκός, καί ἄθλαστα καί σκληρά, οἷον κέραμος (οὐ γάρ ὑπείκει εἰς βάθος τό ἐπίπεδον), καί ὑγρά, οἷον ὕδωρ (τό γάρ ὕδωρ ὑπείκει μέν, ἀλλ’ οὐ κατά μέρος, ἀλλ’ ἀντιμεθίσταται).
386Aristoteles, Meteorologica, 4, IV 9; 21 (auctor 384BC-322BC)
Ἔστι δέ πιεστά ὅσα ὠθούμενα εἰς αὑτά συνιέναι δύναται, εἰς βάθος τοῦ ἐπιπέδου παραλλάττοντος, οὐ διαιρουμένου, καί μεθισταμένου ἄλλου ἄλλῳ μορίου, οἷον τό ὕδωρ ποιεῖ· τοῦτο γάρ ἀντιμεθίσταται.
387Aristoteles, Meteorologica, 4, IV 9; 24 (auctor 384BC-322BC)
Πιεστά μέν οὖν ἐστίν οἷον σπόγγος, κηρός, σάρξ· ἀπίεστα δέ τά μή πεφυκότα συνιέναι ὤσει εἰς τούς ἑαυτῶν πόρους διά τό ἢ μή ἔχειν ἢ σκληροτέρων ἔχειν πλήρεις· ὁ γάρ σίδηρος ἀπίεστος καί λίθος καί ὕδωρ καί πᾶν ὑγρόν.
388Aristoteles, Meteorologica, 4, IV 9; 26 (auctor 384BC-322BC)
Ἔστι δέ τά μέν ἑλκτά, οἷον θρίξ, ἱμάς, νεῦρον, σταίς, ἰξός, τά δ’ ἄνελκτα, οἷον ὕδωρ καί λίθος.
389Aristoteles, Meteorologica, 4, IV 9; 31 (auctor 384BC-322BC)
Τῶν δέ πιεστῶν τά μέν ἐλατά τά δ’ οὔ, κηρός μέν καί πηλός ἐλατά, ἔριον δ’ οὔ, οὐδ’ ὕδωρ.
390Aristoteles, Meteorologica, 4, IV 9; 54 (auctor 384BC-322BC)
Διά τοῦτο τό ἔλαιον οὐχ ἕψεται οὐδέ παχύνεται, ὅτι θυμιατόν ἐστιν ἀλλ’ οὐκ ἀτμιστόν· ὕδωρ δ’ οὐ θυμιατόν ἀλλ’ ἀτμιστόν.
391Aristoteles, Meteorologica, 4, IV 10; 3 (auctor 384BC-322BC)
Ἐπεί δέ ταῦτα μέν ὑπ’ ἄλλης αἰτίας συνέστηκεν, ἐξ ὧν δέ ταῦτα, ὕλη μέν τό ξηρόν καί ὑγρόν, ὥστε ὕδωρ καί γῆ (ταῦτα γάρ προφανεστάτην ἔχει τήν δύναμιν ἑκάτερον ἑκατέρου), τά δέ ποιοῦντα τό θερμόν καί τό ψυχρόν (ταῦτα γάρ συνίστησι καί πήγνυσιν ἐξ ἐκείνων), λάβωμεν τῶν ὁμοιομερῶν ποῖα γῆς εἴδη καί ποῖα ὕδατος καί ποῖα κοινά.
392Aristoteles, Meteorologica, 4, IV 10; 15 (auctor 384BC-322BC)
Ὑπό δέ τοῦ ποταμοῦ τό θερμόν ἐξιόν ὥσπερ τοῦ ἑψομένου μέλιτος, ὅταν εἰς ὕδωρ ἀφεθῇ, ἐξατμίζει τό ὑγρόν.
393Aristoteles, Meteorologica, 4, IV 11; 3 (auctor 384BC-322BC)
Δεῖ δέ λαβεῖν τήν ὕλην ψυχρότητά τινα εἶναι· ἐπεί γάρ τό ξηρόν καί τό ὑγρόν ὕλη (ταῦτα γάρ παθητικά), τούτων δέ σώματα μάλιστα γῆ καί ὕδωρ ἐστί, ταῦτα δέ ψυχρότητι ὥρισται, δῆλον ὅτι πάντα τά σώματα ὅσα ἑκατέρου ἁπλῶς τοῦ στοιχείου, ψυχρά μᾶλλόν ἐστιν, ἂν μή ἔχῃ ἀλλοτρίαν θερμότητα, οἷον τό ζέον ὕδωρ ἢ τό διά τέφρας ἠθημένον· καί γάρ τοῦτο ἔχει τήν ἐκ τῆς τέφρας θερμότητα· ἐν ἅπασι γάρ ἐστι θερμότης, ἢ πλείων ἢ ἐλάττων, τοῖς πεπυρωμένοις.
394Aristoteles, Meteorologica, 4, IV 11; 7 (auctor 384BC-322BC)
Ὥστε ἔχοντα μέν τήν φύσιν θερμά καί αἷμα καί γονή καί μυελός καί ὀπός καί πάντα τά τοιαῦτα, φθειρόμενα δέ καί ἐξιστάμενα τῆς φύσεως οὐκέτι· λείπεται γάρ ἡ ὕλη, γῆ οὖσα ἢ ὕδωρ.
395Aristoteles, Meteorologica, 4, IV 11; 10 (auctor 384BC-322BC)
Συμβαίνει δέ ποτε ταὐτά γίνεσθαι ψυχρότατα καί θερμότατα ἀλλοτρίᾳ θερμότητι· ὅσα γάρ μάλιστα πέπηγε καί στερεώτατά ἐστι, ταῦτα ψυχρά τε μάλιστα, ἐάν στερηθῇ θερμότητος, καί κάει μάλιστα, ἐάν πυρωθῇ, οἷον ὕδωρ καπνοῦ καί λίθος ὕδατος κάει μᾶλλον.
396Aristoteles, Meteorologica, 4, IV 12; 7 (auctor 384BC-322BC)
Ἔτι δ’ ἐπί πυρός καί ὕδατος γῆς ἧττον· τό γάρ οὗ ἕνεκα ἥκιστα ἐνταῦθα δῆλον ὅπου πλεῖστον τῆς ὕλης· ὥσπερ γάρ εἰ τά ἔσχατα ληφθείη, ἡ μέν ὕλη οὐθέν ἄλλο παρ’ αὐτήν, ἡ δ’ οὐσία οὐθέν ἄλλο ἢ ὁ λόγος, τά δέ μεταξύ ἀνάλογον τῷ ἐγγύς εἶναι ἕκαστον, ἐπεί καί τούτων ὁτιοῦν ἐστίν ἕνεκά του, καί οὐ πάντως ἔχον ὕδωρ ἢ πῦρ, ὥσπερ οὐδέ σάρξ οὐδέ σπλάγχνον.
397Aristoteles, Physica, 1, 2; 1 (auctor 384BC-322BC)
Ἀνάγκη δ' ἤτοι μίαν εἶναι τὴν ἀρχὴν ἢ πλείους, καὶ εἰ μίαν, ἤτοι ἀκίνητον, ὥς φησι Παρμενίδης καὶ Μέλισσος, ἢ κινουμένην, ὥσπερ οἱ φυσικοί, οἱ μὲν ἀέρα φάσκοντες εἶναι οἱ δ' ὕδωρ τὴν πρώτην ἀρχήν· εἰ δὲ πλείους, ἢ πεπερασμένας ἢ ἀπείρους, καὶ εἰ πεπερασμένας πλείους δὲ μιᾶς, ἢ δύο ἢ τρεῖς ἢ τέτταρας ἢ ἄλλον τινὰ ἀριθμόν, καὶ εἰ ἀπείρους, ἢ οὕτως ὥσπερ Δημόκριτος, τὸ γένος ἕν, σχήματι δὲ διαφερούσας, ἢ εἴδει διαφερούσας ἢ καὶ ἐναντίας.
398Aristoteles, Physica, 1, 3; 5 (auctor 384BC-322BC)
ἔπειτα διὰ τί ἀκίνητον, εἰ ἕν; ὥσπερ γὰρ καὶ τὸ μέρος ἓν ὄν, τοδὶ τὸ ὕδωρ, κινεῖται ἐν ἑαυτῷ, διὰ τί οὐ καὶ τὸ πᾶν; ἔπειτα ἀλλοίωσις διὰ τί οὐκ ἂν εἴη; ἀλλὰ μὴν οὐδὲ τῷ εἴδει οἷόν τε ἓν εἶναι, πλὴν τῷ ἐξ οὗ (οὕτως δὲ ἓν καὶ τῶν φυσικῶν τινες λέγουσιν, ἐκείνως δ' οὔ)· ἄνθρωπος γὰρ ἵππου ἕτερον τῷ εἴδει καὶ τἀναντία ἀλλήλων.
399Aristoteles, Physica, 1, 4; 12 (auctor 384BC-322BC)
ἔτι εἰ πάντα μὲν ἐνυπάρχει τὰ τοιαῦτα ἐν ἀλλήλοις, καὶ μὴ γίγνεται ἀλλ' ἐκκρίνεται ἐνόντα, λέγεται δὲ ἀπὸ τοῦ πλείονος, γίγνεται δὲ ἐξ ὁτουοῦν ὁτιοῦν (οἷον ἐκ σαρκὸς ὕδωρ ἐκκρινόμενον καὶ σὰρξ ἐξ ὕδατος), ἅπαν δὲ σῶμα πεπερασμένον ἀναιρεῖται ὑπὸ σώματος πεπερασμένου, φανερὸν ὅτι οὐκ ἐνδέχεται ἐν ἑκάστῳ ἕκαστον ὑπάρχειν.
400Aristoteles, Physica, 1, 4; 21 (auctor 384BC-322BC)
καὶ οὐχ ὁ αὐτὸς τρόπος, ὡς πλίνθοι ἐξ οἰκίας καὶ οἰκία ἐκ πλίνθων, οὕτω [δὲ] καὶ ὕδωρ καὶ ἀὴρ ἐξ ἀλλήλων καὶ εἰσὶ καὶ γίγνονται.
401Aristoteles, Physica, 1, 6; 9 (auctor 384BC-322BC)
ἔτι οὐκ εἶναί φαμεν οὐσίαν ἐναντίαν οὐσίᾳ· πῶς οὖν ἐκ μὴ οὐσιῶν οὐσία ἂν εἴη; ἢ πῶς ἂν πρότερον μὴ οὐσία οὐσίας εἴη; διόπερ εἴ τις τόν τε πρότερον ἀληθῆ νομίσειεν εἶναι λόγον καὶ τοῦτον, ἀναγκαῖον, εἰ μέλλει διασώσειν ἀμφοτέρους αὐτούς, ὑποτιθέναι τι τρίτον, ὥσπερ φασὶν οἱ μίαν τινὰ φύσιν εἶναι λέγοντες τὸ πᾶν, οἷον ὕδωρ ἢ πῦρ ἢ τὸ μεταξὺ τούτων.
402Aristoteles, Physica, 1, 6; 10 (auctor 384BC-322BC)
δοκεῖ δὲ τὸ μεταξὺ μᾶλλον· πῦρ γὰρ ἤδη καὶ γῆ καὶ ἀὴρ καὶ ὕδωρ μετ' ἐναντιοτήτων συμπεπλεγμένα ἐστίν.
403Aristoteles, Physica, 1, 6; 11 (auctor 384BC-322BC)
διὸ καὶ οὐκ ἀλόγως ποιοῦσιν οἱ τὸ ὑποκείμενον ἕτερον τούτων ποιοῦντες, τῶν δ' ἄλλων οἱ ἀέρα· καὶ γὰρ ὁ ἀὴρ ἥκιστα ἔχει τῶν ἄλλων διαφορὰς αἰσθητάς· ἐχόμενον δὲ τὸ ὕδωρ.
404Aristoteles, Physica, 2, 1; 1 (auctor 384BC-322BC)
Τῶν ὄντων τὰ μέν ἐστι φύσει, τὰ δὲ δι' ἄλλας αἰτίας, φύσει μὲν τά τε ζῷα καὶ τὰ μέρη αὐτῶν καὶ τὰ φυτὰ καὶ τὰ ἁπλᾶ τῶν σωμάτων, οἷον γῆ καὶ πῦρ καὶ ἀὴρ καὶ ὕδωρ (ταῦτα γὰρ εἶναι καὶ τὰ τοιαῦτα φύσει φαμέν), πάντα δὲ ταῦτα φαίνεται διαφέροντα πρὸς τὰ μὴ φύσει συνεστῶτα.
405Aristoteles, Physica, 2, 1; 12 (auctor 384BC-322BC)
εἰ δὲ καὶ τούτων ἕκαστον πρὸς ἕτερόν τι ταὐτὸ τοῦτο πέπονθεν (οἷον ὁ μὲν χαλκὸς καὶ ὁ χρυσὸς πρὸς ὕδωρ, τὰ δ' ὀστᾶ καὶ ξύλα πρὸς γῆν, ὁμοίως δὲ καὶ τῶν ἄλλων ὁτιοῦν), ἐκεῖνο τὴν φύσιν εἶναι καὶ τὴν οὐσίαν αὐτῶν.
406Aristoteles, Physica, 2, 1; 13 (auctor 384BC-322BC)
διόπερ οἱ μὲν πῦρ, οἱ δὲ γῆν, οἱ δ' ἀέρα φασίν, οἱ δὲ ὕδωρ, οἱ δ' ἔνια τούτων, οἱ δὲ πάντα ταῦτα τὴν φύσιν εἶναι τὴν τῶν ὄντων.
407Aristoteles, Physica, 2, 8; 1 (auctor 384BC-322BC)
Λεκτέον δὴ πρῶτον μὲν διότι ἡ φύσις τῶν ἕνεκά του αἰτίων, ἔπειτα περὶ τοῦ ἀναγκαίου, πῶς ἔχει ἐν τοῖς φυσικοῖς· εἰς γὰρ ταύτην τὴν αἰτίαν ἀνάγουσι πάντες, ὅτι ἐπειδὴ τὸ θερμὸν τοιονδὶ πέφυκεν καὶ τὸ ψυχρὸν καὶ ἕκαστον δὴ τῶν τοιούτων, ταδὶ ἐξ ἀνάγκης ἐστὶ καὶ γίγνεται· καὶ γὰρ ἐὰν ἄλλην αἰτίαν εἴπωσιν, ὅσον ἁψάμενοι χαίρειν ἐῶσιν, ὁ μὲν τὴν φιλίαν καὶ τὸ νεῖκος, ὁ δὲ τὸν νοῦν· ἔχει δ' ἀπορίαν τί κωλύει τὴν φύσιν μὴ ἕνεκά του ποιεῖν μηδ' ὅτι βέλτιον, ἀλλ' ὥσπερ ὕει ὁ Ζεὺς οὐχ ὅπως τὸν σῖτον αὐξήσῃ, ἀλλ' ἐξ ἀνάγκης (τὸ γὰρ ἀναχθὲν ψυχθῆναι δεῖ, καὶ τὸ ψυχθὲν ὕδωρ γενόμενον κατελθεῖν· τὸ δ' αὐξάνεσθαι τούτου γενομένου τὸν σῖτον συμβαίνει), ὁμοίως δὲ καὶ εἴ τῳ ἀπόλλυται ὁ σῖτος ἐν τῇ ἅλῳ, οὐ τούτου ἕνεκα ὕει ὅπως ἀπόληται, ἀλλὰ τοῦτο συμβέβηκεν-ὥστε τί κωλύει οὕτω καὶ τὰ μέρη ἔχειν ἐν τῇ φύσει, οἷον τοὺς ὀδόντας ἐξ ἀνάγκης ἀνατεῖλαι τοὺς μὲν ἐμπροσθίους ὀξεῖς, ἐπιτηδείους πρὸς τὸ διαιρεῖν, τοὺς δὲ γομφίους πλατεῖς καὶ χρησίμους πρὸς τὸ λεαίνειν τὴν τροφήν, ἐπεὶ οὐ τούτου ἕνεκα γενέσθαι, ἀλλὰ συμπεσεῖν· ὁμοίως δὲ καὶ περὶ τῶν ἄλλων μερῶν, ἐν ὅσοις δοκεῖ ὑπάρχειν τὸ ἕνεκά του.
408Aristoteles, Physica, 3, 4; 4 (auctor 384BC-322BC)
οἱ δὲ περὶ φύσεως πάντες [ἀεὶ] ὑποτιθέασιν ἑτέραν τινὰ φύσιν τῷ ἀπείρῳ τῶν λεγομένων στοιχείων, οἷον ὕδωρ ἢ ἀέρα ἢ τὸ μεταξὺ τούτων.
409Aristoteles, Physica, 3, 5; 17 (auctor 384BC-322BC)
εἰσὶν γάρ τινες οἳ τοῦτο ποιοῦσι τὸ ἄπειρον, ἀλλ' οὐκ ἀέρα ἢ ὕδωρ, ὅπως μὴ τἆλλα φθείρηται ὑπὸ τοῦ ἀπείρου αὐτῶν· ἔχουσι γὰρ πρὸς ἄλληλα ἐναντίωσιν, οἷον ὁ μὲν ἀὴρ ψυχρός, τὸ δ' ὕδωρ ὑγρόν, τὸ δὲ πῦρ θερμόν· ὧν εἰ ἦν ἓν ἄπειρον, ἔφθαρτο ἂν ἤδη τἆλλα· νῦν δ' ἕτερον εἶναί φασιν ἐξ οὗ ταῦτα.
410Aristoteles, Physica, 3, 5; 18 (auctor 384BC-322BC)
ἀδύνατον δ' εἶναι τοιοῦτον, οὐχ ὅτι ἄπειρον (περὶ τούτου μὲν γὰρ κοινόν τι λεκτέον ἐπὶ παντὸς ὁμοίως, καὶ ἀέρος καὶ ὕδατος καὶ ὁτουοῦν), ἀλλ' ὅτι οὐκ ἔστιν τοιοῦτον σῶμα αἰσθητὸν παρὰ τὰ καλούμενα στοιχεῖα· ἅπαντα γὰρ ἐξ οὗ ἐστι, καὶ διαλύεται εἰς τοῦτο, ὥστε ἦν ἂν ἐνταῦθα παρὰ ἀέρα καὶ πῦρ καὶ γῆν καὶ ὕδωρ· φαίνεται δ' οὐδέν.
411Aristoteles, Physica, 3, 5; 25 (auctor 384BC-322BC)
πεπερασμένα μὲν οὖν οὐχ οἷόν τε (ἔσται γὰρ τὰ μὲν ἄπειρα τὰ δ' οὔ, εἰ τὸ πᾶν ἄπειρον, οἷον τὸ πῦρ ἢ τὸ ὕδωρ· φθορὰ δὲ τὸ τοιοῦτον τοῖς ἐναντίοις [καθάπερ εἴρηται πρότερον · (καὶ διὰ τοῦτ' οὐθεὶς τὸ ἓν καὶ ἄπειρον πῦρ ἐποίησεν οὐδὲ γῆν τῶν φυσιολόγων, ἀλλ' ἢ ὕδωρ ἢ ἀέρα ἢ τὸ μέσον αὐτῶν, ὅτι τόπος ἑκατέρου δῆλος ἦν διωρισμένος, ταῦτα δ' ἐπαμφοτερίζει τῷ ἄνω καὶ κάτω.) εἰ δ' ἄπειρα καὶ ἁπλᾶ, καὶ οἱ τόποι ἄπειροι, καὶ ἔσται ἄπειρα τὰ στοιχεῖα· εἰ δὲ τοῦτ' ἀδύνατον καὶ πεπερασμένοι οἱ τόποι, καὶ τὸ ὅλον [πεπεράνθαι ἀναγκαῖον]· ἀδύνατον γὰρ μὴ ἀπαρτίζειν τὸν τόπον καὶ τὸ σῶμα· οὔτε γὰρ ὁ τόπος ὁ πᾶς μείζων ἢ ὅσον ἐνδέχεται τὸ σῶμα εἶναι (ἅμα δ' οὐδ' ἄπειρον ἔσται τὸ σῶμα ἔτι), οὔτε τὸ σῶμα μεῖζον ἢ ὁ τόπος· ἢ γὰρ κενὸν ἔσται τι ἢ σῶμα οὐδαμοῦ πεφυκὸς εἶναι.
412Aristoteles, Physica, 4, 1; 5 (auctor 384BC-322BC)
ὅτι μὲν οὖν ἔστιν ὁ τόπος, δοκεῖ δῆλον εἶναι ἐκ τῆς ἀντιμεταστάσεως· ὅπου γὰρ ἔστι νῦν ὕδωρ, ἐνταῦθα ἐξελθόντος ὥσπερ ἐξ ἀγγείου πάλιν ἀὴρ ἔνεστιν, ὁτὲ δὲ τὸν αὐτὸν τόπον τοῦτον ἄλλο τι τῶν σωμάτων κατέχει· τοῦτο δὴ τῶν ἐγγιγνομένων καὶ μεταβαλλόντων ἕτερον πάντων εἶναι δοκεῖ· ἐν ᾧ γὰρ ἀὴρ ἔστι νῦν, ὕδωρ ἐν τούτῳ πρότερον ἦν, ὥστε δῆλον ὡς ἦν ὁ τόπος τι καὶ ἡ χώρα ἕτερον ἀμφοῖν, εἰς ἣν καὶ ἐξ ἧς μετέβαλον.
413Aristoteles, Physica, 4, 2; 8 (auctor 384BC-322BC)
τὸ μὲν γὰρ εἶδος καὶ ἡ ὕλη οὐ χωρίζεται τοῦ πράγματος, τὸν δὲ τόπον ἐνδέχεται· ἐν ᾧ γὰρ ἀὴρ ἦν, ἐν τούτῳ πάλιν ὕδωρ, ὥσπερ ἔφαμεν, γίγνεται, ἀντιμεθισταμένων ἀλλήλοις τοῦ τε ὕδατος καὶ τοῦ ἀέρος, καὶ τῶν ἄλλων σωμάτων ὁμοίως, ὥστε οὔτε μόριον οὔθ' ἕξις ἀλλὰ χωριστὸς ὁ τόπος ἑκάστου ἐστί.
414Aristoteles, Physica, 4, 2; 15 (auctor 384BC-322BC)
ἔτι ὅταν ἐξ ἀέρος ὕδωρ γένηται, ἀπόλωλεν ὁ τόπος· οὐ γὰρ ἐν τῷ αὐτῷ τόπῳ τὸ γενόμενον σῶμα· τίς οὖν ἡ φθορά; ἐξ ὧν μὲν τοίνυν ἀναγκαῖον εἶναί τι τὸν τόπον, καὶ πάλιν ἐξ ὧν ἀπορήσειεν ἄν τις αὐτοῦ περὶ τῆς οὐσίας, εἴρηται.
415Aristoteles, Physica, 4, 4; 11 (auctor 384BC-322BC)
[ἔτι ὅταν μὴ διῃρημένον ᾖ, ὡς μέρος ἐν ὅλῳ λέγεται, οἷον ἐν τῷ ὀφθαλμῷ ἡ ὄψις ἢ ἐν τῷ σώματι ἡ χείρ, ὅταν δὲ διῃρημένον, οἷον ἐν τῷ κάδῳ τὸ ὕδωρ ἢ ἐν τῷ κεραμίῳ ὁ οἶνος· ἡ μὲν γὰρ χεὶρ μετὰ τοῦ σώματος κινεῖται, τὸ δὲ ὕδωρ ἐν τῷ κάδῳ.] ἤδη τοίνυν φανερὸν ἐκ τούτων τί ἐστιν ὁ τόπος.
416Aristoteles, Physica, 4, 4; 15 (auctor 384BC-322BC)
διὰ δὲ τὸ μεταβάλλειν πολλάκις μένοντος τοῦ περιέχοντος τὸ περιεχόμενον καὶ διῃρημένον, οἷον ἐξ ἀγγείου ὕδωρ, τὸ μεταξὺ εἶναί τι δοκεῖ διάστημα, ὡς ὄν τι παρὰ τὸ σῶμα τὸ μεθιστάμενον.
417Aristoteles, Physica, 4, 4; 17 (auctor 384BC-322BC)
εἰ δ' ἦν τι [τὸ] διάστημα καθ' αὑτὸ πεφυκὸς εἶναι καὶ μένον, ἐν τῷ αὐτῷ ἄπειροι ἂν ἦσαν τόποι (μεθισταμένου γὰρ τοῦ ὕδατος καὶ τοῦ ἀέρος ταὐτὸ ποιήσει τὰ μόρια πάντα ἐν τῷ ὅλῳ ὅπερ ἅπαν τὸ ὕδωρ ἐν τῷ ἀγγείῳ)· ἅμα δὲ καὶ ὁ τόπος ἔσται μεταβάλλων· ὥστ' ἔσται τοῦ τόπου τ' ἄλλος τόπος, καὶ πολλοὶ τόποι ἅμα ἔσονται.
418Aristoteles, Physica, 4, 4; 18 (auctor 384BC-322BC)
οὐκ ἔστι δὲ ἄλλος ὁ τόπος τοῦ μορίου, ἐν ᾧ κινεῖται, ὅταν ὅλον τὸ ἀγγεῖον μεθίστηται, ἀλλ' ὁ αὐτός· ἐν ᾧ γὰρ ἔστιν, ἀντιμεθίσταται ὁ ἀὴρ καὶ τὸ ὕδωρ ἢ τὰ μόρια τοῦ ὕδατος, ἀλλ' οὐκ ἐν ᾧ γίγνονται τόπῳ, ὃς μέρος ἐστὶ τοῦ τόπου ὅς ἐστι τόπος ὅλου τοῦ οὐρανοῦ.
419Aristoteles, Physica, 4, 4; 20 (auctor 384BC-322BC)
ὥσπερ γὰρ εἰ ἀλλοιοῦται, ἔστι τι ὃ νῦν μὲν λευκὸν πάλαι δὲ μέλαν, καὶ νῦν μὲν σκληρὸν πάλαι δὲ μαλακόν (διό φαμεν εἶναί τι τὴν ὕλην), οὕτω καὶ ὁ τόπος διὰ τοιαύτης τινὸς εἶναι δοκεῖ φαντασίας, πλὴν ἐκεῖνο μὲν διότι ὃ ἦν ἀήρ, τοῦτο νῦν ὕδωρ, ὁ δὲ τόπος ὅτι οὗ ἦν ἀήρ, ἐνταῦθ' ἔστι νῦν ὕδωρ.
420Aristoteles, Physica, 4, 5; 2 (auctor 384BC-322BC)
διὸ κἂν ὕδωρ γένηται τοιοῦτο, τὰ μὲν μόρια κινήσεται αὐτοῦ (περιέχεται γὰρ ὑπ' ἀλλήλων), τὸ δὲ πᾶν ἔστι μὲν ὡς κινήσεται ἔστι δ' ὡς οὔ.
421Aristoteles, Physica, 4, 5; 16 (auctor 384BC-322BC)
οὕτω δὲ καὶ ἀὴρ ἔχει πρὸς ὕδωρ· οἷον ὕλη γάρ, τὸ δὲ εἶδος, τὸ μὲν ὕδωρ ὕλη ἀέρος, ὁ δ' ἀὴρ οἷον ἐνέργειά τις ἐκείνου· τὸ γὰρ ὕδωρ δυνάμει ἀήρ ἐστιν, ὁ δ' ἀὴρ δυνάμει ὕδωρ ἄλλον τρόπον.
422Aristoteles, Physica, 4, 5; 18 (auctor 384BC-322BC)
εἰ οὖν τὸ αὐτὸ [ἡ] ὕλη καὶ ἐντελέχεια (ὕδωρ γὰρ ἄμφω, ἀλλὰ τὸ μὲν δυνάμει τὸ δ' ἐντελεχείᾳ), ἔχοι ἂν ὡς μόριόν πως πρὸς ὅλον.
423Aristoteles, Physica, 4, 6; 15 (auctor 384BC-322BC)
μαρτύριον δὲ καὶ τὸ περὶ τῆς τέφρας ποιοῦνται, ἣ δέχεται ἴσον ὕδωρ ὅσον τὸ ἀγγεῖον τὸ κενόν.
424Aristoteles, Physica, 4, 8; 20 (auctor 384BC-322BC)
ἔστω γὰρ τὸ μὲν Β ὕδωρ, τὸ δὲ Δ ἀήρ· ὅσῳ δὴ λεπτότερον ἀὴρ ὕδατος καὶ ἀσωματώτερον, τοσούτῳ θᾶττον τὸ Α διὰ τοῦ Δ οἰσθήσεται ἢ διὰ τοῦ Β.
425Aristoteles, Physica, 4, 8; 21 (auctor 384BC-322BC)
ἐχέτω δὴ τὸν αὐτὸν λόγον ὅνπερ διέστηκεν ἀὴρ πρὸς ὕδωρ, τὸ τάχος πρὸς τὸ τάχος.
426Aristoteles, Physica, 4, 8; 47 (auctor 384BC-322BC)
ὥσπερ γὰρ ἐὰν ἐν ὕδατι τιθῇ τις κύβον, ἐκστήσεται τοσοῦτον ὕδωρ ὅσος ὁ κύβος, οὕτω καὶ ἐν ἀέρι· ἀλλὰ τῇ αἰσθήσει ἄδηλον.
427Aristoteles, Physica, 4, 8; 48 (auctor 384BC-322BC)
καὶ αἰεὶ δὴ ἐν παντὶ σώματι ἔχοντι μετάστασιν, ἐφ' ὃ πέφυκε μεθίστασθαι, ἀνάγκη, ἂν μὴ συμπιλῆται, μεθίστασθαι ἢ κάτω αἰεί, εἰ κάτω ἡ φορὰ ὥσπερ γῆς, ἢ ἄνω, εἰ πῦρ, ἢ ἐπ' ἄμφω, [ἢ] ὁποῖον ἄν τι ᾖ τὸ ἐντιθέμενον· ἐν δὲ δὴ τῷ κενῷ τοῦτο μὲν ἀδύνατον (οὐδὲν γὰρ σῶμα), διὰ δὲ τοῦ κύβου τὸ ἴσον διάστημα διεληλυθέναι, ὅπερ ἦν καὶ πρότερον ἐν τῷ κενῷ, ὥσπερ ἂν εἰ τὸ ὕδωρ μὴ μεθίστατο τῷ ξυλίνῳ κύβῳ μηδ' ὁ ἀήρ, ἀλλὰ πάντῃ διῄεσαν δι' αὐτοῦ.
428Aristoteles, Physica, 4, 8; 54 (auctor 384BC-322BC)
[ἔτι δεῖ δῆλον εἶναι οἷον κενὸν ἐν τοῖς κινουμένοις. νῦν δ' οὐδαμοῦ ἐντὸς τοῦ κόσμου· ὁ γὰρ ἀὴρ ἔστιν τι, οὐ δοκεῖ δέ γε-οὐδὲ τὸ ὕδωρ, εἰ ἦσαν οἱ ἰχθύες σιδηροῖ· τῇ ἁφῇ γὰρ ἡ κρίσις τοῦ ἁπτοῦ.] ὅτι μὲν τοίνυν οὐκ ἔστι κεχωρισμένον κενόν, ἐκ τούτων ἐστὶ δῆλον.
429Aristoteles, Physica, 4, 9; 2 (auctor 384BC-322BC)
εἰ μὲν γὰρ μὴ ἔστι μανὸν καὶ πυκνόν, οὐδὲ συνιέναι καὶ πιλεῖσθαι οἷόν τε· εἰ δὲ τοῦτο μὴ εἴη, ἢ ὅλως κίνησις οὐκ ἔσται, ἢ κυμανεῖ τὸ ὅλον, ὥσπερ ἔφη Ξοῦθος, ἢ εἰς ἴσον ἀεὶ δεῖ μεταβάλλειν ἀέρα καὶ ὕδωρ (λέγω δὲ οἷον εἰ ἐξ ὕδατος κυάθου γέγονεν ἀήρ, ἅμα ἐξ ἴσου ἀέρος ὕδωρ τοσοῦτον γεγενῆσθαι), ἢ κενὸν εἶναι ἐξ ἀνάγκης· συμπιλεῖσθαι γὰρ καὶ ἐπεκτείνεσθαι οὐκ ἐνδέχεται ἄλλως.
430Aristoteles, Physica, 4, 9; 7 (auctor 384BC-322BC)
ἐπεὶ δὲ κενὸν μὲν οὔ φαμεν εἶναι, τὰ ἄλλα δ' ἠπόρηται ἀληθῶς, ὅτι ἢ κίνησις οὐκ ἔσται, εἰ μὴ ἔσται πύκνωσις καὶ μάνωσις, ἢ κυμανεῖ ὁ οὐρανός, ἢ αἰεὶ ἴσον ὕδωρ ἐξ ἀέρος ἔσται καὶ ἀὴρ ἐξ ὕδατος (δῆλον γὰρ ὅτι πλείων ἀὴρ ἐξ ὕδατος γίγνεται· ἀνάγκη τοίνυν, εἰ μὴ ἔστι πίλησις, ἢ ἐξωθούμενον τὸ ἐχόμενον τὸ ἔσχατον κυμαίνειν ποιεῖν, ἢ ἄλλοθί που ἴσον μεταβάλλειν ἐξ ἀέρος ὕδωρ, ἵνα ὁ πᾶς ὄγκος τοῦ ὅλου ἴσος ᾖ, ἢ μηδὲν κινεῖσθαι· ἀεὶ γὰρ μεθισταμένου τοῦτο συμβήσεται, ἂν μὴ κύκλῳ περιίστηται· οὐκ ἀεὶ δ' εἰς τὸ κύκλῳ ἡ φορά, ἀλλὰ καὶ εἰς εὐθύ)· οἱ μὲν δὴ διὰ ταῦτα κενόν τι φαῖεν ἂν εἶναι, ἡμεῖς δὲ λέγομεν ἐκ τῶν ὑποκειμένων ὅτι ἔστιν ὕλη μία τῶν ἐναντίων, θερμοῦ καὶ ψυχροῦ καὶ τῶν ἄλλων τῶν φυσικῶν ἐναντιώσεων, καὶ ἐκ δυνάμει ὄντος ἐνεργείᾳ ὂν γίγνεται, καὶ οὐ χωριστὴ μὲν ἡ ὕλη, τὸ δ' εἶναι ἕτερον, καὶ μία τῷ ἀριθμῷ, εἰ ἔτυχε, χροιᾶς καὶ θερμοῦ καὶ ψυχροῦ.
431Aristoteles, Physica, 4, 9; 9 (auctor 384BC-322BC)
δῆλον δέ· ὅταν γὰρ ἐξ ὕδατος ἀὴρ γένηται, ἡ αὐτὴ ὕλη οὐ προσλαβοῦσά τι ἄλλο ἐγένετο, ἀλλ' ὃ ἦν δυνάμει, ἐνεργείᾳ ἐγένετο, καὶ πάλιν ὕδωρ ἐξ ἀέρος ὡσαύτως, ὁτὲ μὲν εἰς μέγεθος ἐκ μικρότητος, ὁτὲ δ' εἰς μικρό τητα ἐκ μεγέθους.
432Aristoteles, Physica, 7, 4; 16 (auctor 384BC-322BC)
εἰ δὲ τοῦτο, καὶ τὰ δύο, ἐπεὶ διὰ τί τὰ μὲν συμβλητὰ τὰ δ' οὔ, εἴπερ ἦν μία φύσις; ἢ ὅτι ἐν ἄλλῳ πρώτῳ δεκτικῷ; ὁ μὲν οὖν ἵππος καὶ ὁ κύων συμβλητά, πότερον λευκότερον (ἐν ᾧ γὰρ πρώτῳ, τὸ αὐτό, ἡ ἐπιφάνεια), καὶ κατὰ μέγεθος ὡσαύτως· ὕδωρ δὲ καὶ φωνὴ οὔ· ἐν ἄλλῳ γάρ.
433Aristoteles, Physica, 8, 4; 27 (auctor 384BC-322BC)
δυνάμει δ' ἐστὶν κοῦφον καὶ βαρὺ πολλαχῶς, ὥσπερ εἴρηται· ὅταν τε γὰρ ᾖ ὕδωρ, δυνάμει γέ πώς ἐστι κοῦφον, καὶ ὅταν ἀήρ, ἔστιν ὡς ἔτι δυνάμει (ἐνδέχεται γὰρ ἐμποδιζόμενον μὴ ἄνω εἶναι)· ἀλλ' ἐὰν ἀφαιρεθῇ τὸ ἐμποδίζον, ἐνεργεῖ καὶ ἀεὶ ἀνωτέρω γίγνεται.
434Aristoteles, Physica, 8, 10; 28 (auctor 384BC-322BC)
ἀνάγκη δὴ τοῦτο μὲν λέγειν, ὅτι τὸ πρῶτον κινῆσαν ποιεῖ οἷόν τε κινεῖν ἢ τὸν ἀέρα [τοιοῦτον] ἢ τὸ ὕδωρ ἤ τι ἄλλο τοιοῦτον ὃ πέφυκε κινεῖν καὶ κινεῖσθαι· ἀλλ' οὐχ ἅμα παύεται κινοῦν καὶ κινούμενον, ἀλλὰ κινούμενον μὲν ἅμα ὅταν ὁ κινῶν παύσηται κινῶν, κινοῦν δὲ ἔτι ἐστίν.
435Aristoteles, Physica, 8, 10; 44 (auctor 384BC-322BC)
ἔχει δ' ἀπορίαν εἰ ἐνδέχεταί τι κινούμενον κινεῖν συνεχῶς, ἀλλὰ μὴ ὥσπερ τὸ ὠθοῦν πάλιν καὶ πάλιν, τῷ ἐφεξῆς εἶναι συνεχῶς· ἢ γὰρ αὐτὸ δεῖ ἀεὶ ὠθεῖν ἢ ἕλκειν ἢ ἄμφω, ἢ ἕτερόν τι ἐκδεχόμενον ἄλλο παρ' ἄλλου, ὥσπερ πάλαι ἐλέχθη ἐπὶ τῶν ῥιπτουμένων, εἰ διαιρετὸς ὢν ὁ ἀὴρ [ἢ τὸ ὕδωρ] κινεῖ ἄλλος ἀεὶ κινούμενος.
436Aristoteles, Politica, 2; 38 (auctor 384BC-322BC)
ὥσπερ γὰρ μικρὸν γλυκὺ εἰς πολὺ ὕδωρ μειχθὲν ἀναίσθητον ποιεῖ τὴν κρᾶσιν, οὕτω συμβαίνει καὶ τὴν οἰκειότητα τὴν πρὸς ἀλλήλους τὴν ἀπὸ τῶν ὀνομάτων τούτων, διαφροντίζειν ἥκιστα ἀναγκαῖον ὂν ἐν τῇ πολιτείᾳ τῇ τοιαύτῃ ἢ πατέρα ὡς υἱῶν ἢ υἱὸν ὡς πατρός, ἢ ὡς ἀδελφοὺς ἀλλήλων.
437Aristoteles, Politica, 3; 276 (auctor 384BC-322BC)
ἔτι μᾶλλον ἀδιάφθορον τὸ πολύ – καθάπερ ὕδωρ τὸ πλεῖον, οὕτω καὶ τὸ πλῆθος τῶν ὀλίγων ἀδιαφθορώτερον· τοῦ δ' ἑνὸς ὑπ' ὀργῆς κρατηθέντος ἤ τινος ἑτέρου πάθους τοιούτου ἀναγκαῖον διεφθάρθαι τὴν κρίσιν, ἐκεῖ δ' ἔργον ἅμα πάντας ὀργισθῆναι καὶ ἁμαρτεῖν.
438Aristoteles, Problemata, 1, 8; 2 (auctor 384BC-322BC)
Δεῖ γὰρ νοῆσαι ὅτι τὸ αὐτὸ καὶ θερμότατον γίνεται καὶ ψυχρότατον, οἷον ὕδωρ καὶ λίθος ὁ μὲν ζεῖ, τὸ δὲ κάει μᾶλλον.
439Aristoteles, Problemata, 1, 14; 1 (auctor 384BC-322BC)
Ἢ ὅτι πλεῖστον ἀναλίσκομεν τὸ ὕδωρ; ἔν τε γὰρ τοῖς σιτίοις ὑπάρχει καὶ ὄψοις, καὶ ἐν τῷ πόματι τὸ πλεῖστον ὕδωρ.
440Aristoteles, Problemata, 1, 15; 4 (auctor 384BC-322BC)
Ἔτι δὲ ὥσπερ ἡ ποικίλη τροφὴ νοσώδης (ταραχώδης γὰρ καὶ οὐ μία πέψις), οὕτω συμβαίνει μεταβάλλουσι τὸ ὕδωρ ποικίλῃ πόματος χρῆσθαι τῇ τροφῇ· καὶ ἡ τοιαύτη τροφὴ κυριωτέρα τῆς ξηρᾶς ἐστὶ τῷ πλεῖστον εἶναι καὶ ἐξ αὐτῶν τῶν σιτίων τὸ ὑγρὸν γίνεσθαι τροφήν.
441Aristoteles, Problemata, 1, 23; 3 (auctor 384BC-322BC)
Ὅταν μὲν οὖν ἄνευ ὕδατος πνέωσι, ταύτην ἐν ἡμῖν ποιοῦσι τὴν διάθεσιν, ὅταν δὲ ἅμα ὕδατι, τὸ ὕδωρ καταψύχει ἡμᾶς.
442Aristoteles, Problemata, 1, 53; 3 (auctor 384BC-322BC)
Τὸ μὲν γὰρ μένον σήπει, ὥσπερ ὕδωρ τὸ μὴ κινούμενον, σηπόμενον δὲ νοσοποιεῖ· τὸ δὲ ἐκκρινόμενον πρὸ τοῦ διαφθαρῆναι χωρίζεται.
443Aristoteles, Problemata, 1, 54 (auctor 384BC-322BC)
54. Διὰ τί ποτε τοῖς χιμέτλοις καὶ τὸ ψυχρὸν ὕδωρ συμφέρει καὶ τὸ θερμόν;
444Aristoteles, Problemata, 1, 56; 3 (auctor 384BC-322BC)
Οἷα γὰρ τὰ ἐν τῇ γῇ, ἐὰν μὲν κατὰ πολὺ ἔλθῃ τὸ ὕδωρ, παραρρεῖ, ἐὰν δὲ κατ´ ὀλίγον, βρέχει μόνον, τὸ αὐτὸ καὶ ἐν τοῖς πυρετοῖς.
445Aristoteles, Problemata, 2, 1; 1 (auctor 384BC-322BC)
Ἣ ὅτι τὸ πνεῦμα κατεχόμενον πληροῖ τὰς φλέβας, ὥστε κωλύει ἐξιέναι, ὥσπερ τὸ ὕδωρ τὸ ἐκ τῶν κλεψυδρῶν, ὅταν πλήρεις οὔσας ἐπιλάβῃ τις.
446Aristoteles, Problemata, 2, 2; 1 (auctor 384BC-322BC)
Ἢ διότι κωλύει τὸ ὕδωρ τήκεσθαι, ὁ δὲ ἱδρὼς τὸ κακῶς προσῳκοδομημένον ἐστὶν ἐν τῇ σαρκί, ὃ κωλύει τήκεσθαι, ὅταν ἐκκρίνηται διὰ θερμότητα.
447Aristoteles, Problemata, 2, 24; 1 (auctor 384BC-322BC)
Ἢ ὅτι τότε μὲν ὥσπερ ὑπὸ τῆς χειρὸς ἢ ἄλλου τινὸς ἔστιν ὕδωρ ῥέον ἀποφρᾶξαι πανταχόθεν συναθροιζόμενον, ὅταν δὲ ἀφεθῇ, πλέον ἢ ὅσον ἐξ ἀρχῆς.
448Aristoteles, Problemata, 3, 18 (auctor 384BC-322BC)
18. Διὰ τί μᾶλλον ἐμετιᾶν ποιεῖ ὁ ὑδαρὴς οἶνος ἢ τὸ ὕδωρ καὶ ὁ ἄκρατος;
449Aristoteles, Problemata, 3, 18; 2 (auctor 384BC-322BC)
Ἔστι δὲ ὁ μὲν οἶνος κατακρουστικός, τὸ δὲ ὕδωρ λεπτὸν καὶ οὐκ ἀηδές.
450Aristoteles, Problemata, 3, 22; 1 (auctor 384BC-322BC)
Ἢ διὰ τὴν λεπτότητα εἰς πλείους τόπους ὁ κεκραμένος εἰσέρχεται, καθάπερ ἐν τοῖς ἱματίοις, καὶ ἔστι δυσεξαγωγότερος· τὸ δὲ ὕδωρ λεπτομερέστερον μέν, ἀλλ´ εὐέξοδον.
451Aristoteles, Problemata, 5, 6 (auctor 384BC-322BC)
6. Διὰ τί οἱ κόποι μᾶλλον παύονται, ὅταν τις τῷ ἐλαίῳ ὕδωρ συμμίξας ἀνατρίψηται;
452Aristoteles, Problemata, 5, 34; 3 (auctor 384BC-322BC)
Τὸ μὲν γὰρ μένον σήπεται, ὥσπερ ὕδωρ, τὸ δὲ σηπόμενον καὶ μὴ κινούμενον νοσοποιεῖ· τὸ δ´ ἐκκρινόμενον πρὸ τοῦ διαφθαρῆναι χωρίζεται.
453Aristoteles, Problemata, 7, 3 (auctor 384BC-322BC)
3. Διὰ τί, ἐπειδὰν πρὸς τὸ πῦρ στῶμεν, οὐρητιῶμεν, καὶ ἐὰν πρὸς ὕδωρ, οἷον ἐὰν πρὸς ποταμόν, οὐροῦσιν;
454Aristoteles, Problemata, 7, 3; 1 (auctor 384BC-322BC)
Ἢ ὅτι τὸ πᾶν ὕδωρ ὑπόμνησιν δίδωσι τῆς ἐν τῷ σώματι ὑγρότητος, καὶ ἐκκαλεῖται τὸ προσιόν; αὐτὸ δὲ τὸ πῦρ διαχαλᾷ τὸ πεπηγὸς ἐν τῷ σώματι, ὥσπερ ὁ ἥλιος τὴν χιόνα.
455Aristoteles, Problemata, 9, 9; 1 (auctor 384BC-322BC)
Ἢ ὁ μὲν κύαθος ὥσπερ τοῖς μικροψυχοῦσι τὸ ὕδωρ; ἀπαντῶσα γὰρ ἡ ψύξις κωλύει ἐξιέναι τὸ θερμὸν ἐκ τοῦ αἵματος ἐξ ἐπιπολῆς διὰ τὴν πληγὴν συνδραμόντος, καὶ ὅταν ἐξέλθῃ τὸ θερμόν, πηγνυμένου.
456Aristoteles, Problemata, 11; 38 (auctor 384BC-322BC)
Διὰ τί τὸ ὕδωρ τὸ ψυχρὸν ἐκ τοῦ αὐτοῦ ἀγγείου ἐκχεόμενον ὀξύτερον ποιεῖ τὸν ψόφον; ἢ ὅτι θάττων ἡ φορά; βαρύτερον γάρ.
457Aristoteles, Problemata, 11; 191 (auctor 384BC-322BC)
ὁμοίως δὲ καὶ τὸ ὕδωρ καὶ εἴ τι ἄλλο τοιοῦτον.
458Aristoteles, Problemata, 12; 17 (auctor 384BC-322BC)
οὔτε πολὺ τὸ ὕδωρ δεῖ εἶναι· ἐκκλύζει γὰρ τὸ πολὺ λίαν, καὶ σβέννυσι τὴν θερμότητα τὴν ἐνυπάρχουσαν ἀπὸ τῆς πυρώσεως.
459Aristoteles, Problemata, 13; 16 (auctor 384BC-322BC)
ἔτι συγκρινόμενα ἐκ τῆς ἀτμίδος οὐκ εἰς τὸ ἀρχαῖον ἔρχεται, οἷον οἶνος ἐξ οἴνου, ἀλλ' οὐχ ὕδωρ, ὥστε καὶ τοῦτο ψεῦδος.
460Aristoteles, Problemata, 14; 8 (auctor 384BC-322BC)
Διὰ τί οἱ μὲν ἐν τοῖς εὐπνόοις τόποις βραδέως γηράσκουσιν, οἱ δὲ ἐν τοῖς κοίλοις καὶ ἑλώδεσι ταχέως; ἢ τὸ γῆρας σηπεδών τίς ἐστι, σήπεται δὲ τὸ ἠρεμοῦν· τὸ δὲ ἐν κινήσει ὂν ἢ ὅλως ἀσαπὲς ἢ ἧττον τοῦτο πάσχει, οἷον τὸ ὕδωρ.
461Aristoteles, Problemata, 14; 21 (auctor 384BC-322BC)
Διὰ τί οἱ ἐν τοῖς πλοίοις εὔχροοι, ἐπὶ ὕδατος διαιτώμενοι, μᾶλλον τῶν ἐν τοῖς ἕλεσιν; ἢ ἡ ὥρα καὶ τὸ εὔπνουν αἴτιον; ὠχροὺς δὲ τὸ ὕδωρ ποιεῖ, ὅταν σήπηται, ὃ πάσχει δι' ἀκινησίαν· διὸ ἐν τοῖς ἑλώδεσιν ὕπωχροι.
462Aristoteles, Problemata, 14; 22 (auctor 384BC-322BC)
Διὰ τί ἐν τοῖς χειμερινοῖς χωρίοις πνίγη σφοδρὰ γίνεται πολλά, καὶ μᾶλλον ἢ ἐν τοῖς ἀλεεινοῖς; πότερον διὰ τὴν ὑγρότητα τοῦ ἀέρος; ἀπὸ γὰρ τῆς αὐτῆς θερμότητος ὕδωρ θερμότερον γίνεται τοῦ ἀέρος, ὥστε καὶ ὁ ἀὴρ ὑγρότερος τοῦ θερμοῦ.
463Aristoteles, Problemata, 16; 2 (auctor 384BC-322BC)
τὸ δὲ ἔτι θαυμασιώτερον, ὅτι οὐδ' ἐάν τι τεθῇ ξύλον εἰς τὸ ὕδωρ ἐν τῷ ἡλίῳ, τέμνεται ὑπὸ τοῦ ὕδατος ταῦτα.
464Aristoteles, Problemata, 16; 22 (auctor 384BC-322BC)
Τῶν περὶ τὴν κλεψύδραν συμβαινόντων τὸ μὲν ὅλον ἔοικεν εἶναι αἴτιον καθάπερ Ἀναξαγόρας λέγει· ὁ γὰρ ἀήρ ἐστιν αἴτιος, ἐναπολαμβανόμενος ἐν αὐτῇ, τοῦ μὴ εἰσιέναι τὸ ὕδωρ ἐπιληφθέντος τοῦ ἄλλου.
465Aristoteles, Problemata, 16; 23 (auctor 384BC-322BC)
οὐ μὴν ἁπλῶς γε αἴτιος· κἂν γάρ τις αὐτὴν πλαγίαν ἐνῇ εἰς τὸ ὕδωρ, ἐπιλαβὼν τὸν αὐλόν, εἴσεισι τὸ ὕδωρ.
466Aristoteles, Problemata, 16; 26 (auctor 384BC-322BC)
πλαγίας μὲν οὖν βαφείσης τῆς κλεψύδρας, διὰ τῶν ἐναντίων τοῖς ἐν τῷ ὕδατι τρυπημάτων ἐπ' εὐθείας μένων ὑπὸ τοῦ ὕδατος ἐξέρχεται, ὑποχωροῦντος δὲ αὐτοῦ τὸ ὕδωρ εἰσέρχεται· ὀρθῆς δὲ εἰς τὸ ὕδωρ βαφείσης τῆς κλεψύδρας, οὐ δυνάμενος πρὸς ὀρθὴν ὑποχωρεῖν διὰ τὸ πεφρᾶχθαι τὰ ἄνω, μένει περὶ τὰ πρῶτα τρυπήματα· ἄττεσθαι γὰρ εἰς αὐτὸν οὐ πέφυκεν.
467Aristoteles, Problemata, 16; 27 (auctor 384BC-322BC)
σημεῖον δ' ἐστὶ τοῦ εἴργειν δύνασθαι τὸ ὕδωρ ἀκινητίζοντα τὸν ἀέρα τὸ ἐπ' αὐτῆς γινόμενον τῆς κλεψύδρας.
468Aristoteles, Problemata, 16; 28 (auctor 384BC-322BC)
ἐὰν γάρ τις αὐτῆς αὐτὴν τὴν κωδίαν ἐμπλήσας ὕδατος, ἐπιλαβὼν τὸν αὐλόν, καταστρέψῃ ἐπὶ τὸν αὐλόν, οὐ φέρεται τὸ ὕδωρ διὰ τοῦ αὐλοῦ ἐπὶ στόμα.
469Aristoteles, Problemata, 16; 31 (auctor 384BC-322BC)
οὐκ εἰσέρχεται μὲν οὖν τὸ ὕδωρ εἰς τὴν κλεψύδραν διὰ τὴν προειρημένην αἰτίαν, ἐξέρχεται δὲ ἀνοιχθέντος τοῦ αὐλοῦ διὰ τὸ τὸν ἐν αὐτῷ ἀέρα κινούμενον ἄνω καὶ κάτω πολλὴν κένωσιν ποιεῖν τοῦ ἐν τῇ κλεψύδρᾳ ὕδατος.
470Aristoteles, Problemata, 16; 33 (auctor 384BC-322BC)
τοῦ δὲ πωμασθέντος τοῦ αὐλοῦ μὴ συρρεῖν τὸ ὕδωρ αἴτιον, ὅτι τὸ ὕδωρ εἰσιὸν εἰς τὴν κλεψύδραν ἐξωθεῖ βίᾳ τὸν ἀέρα ἐξ αὐτῆς.
471Aristoteles, Problemata, 16; 38 (auctor 384BC-322BC)
δηλοῖ δὲ ὁ ψόφος ἐπισπᾶσθαι τῷ πνεύματι τὸ ὕδωρ ἄνω, ὥσπερ ἐπὶ πολλῶν συμβαίνει γίνεσθαι.
472Aristoteles, Problemata, 16; 39 (auctor 384BC-322BC)
ἐπισπώμενον δὲ καὶ συνεχὲς ὂν αὑτῷ πᾶν τὸ ὕδωρ μένει πιεζούμενον ὑπὸ τοῦ ἀέρος, ἕως ἂν ἀπωσθῇ πάλιν ὑπ' αὐτοῦ.
473Aristoteles, Problemata, 16; 40 (auctor 384BC-322BC)
τῆς δὲ ἀρχῆς μενούσης, καὶ τὸ ἄλλο ἐξ αὐτῆς κρέμαται ὕδωρ ἓν καὶ συνεχές.
474Aristoteles, Problemata, 20; 1 (auctor 384BC-322BC)
Διὰ τί τὸ ἁλυκὸν ὕδωρ τὰ μὲν σέλινα δέχεται, τὸ δὲ πράσον οὔ; ἢ ὅτι τοῦ μὲν ἀσθενεῖς αἱ ῥίζαι, τοῦ δὲ ἰσχυραί; τὸ δὲ ἰσχυρότερον ἀπαθέστερον.
475Aristoteles, Problemata, 20; 24 (auctor 384BC-322BC)
Διὰ τί, ἐάν τις ῥαφανίδων, ὅταν μάλιστα ἀκμάζωσι τοῦ χειμῶνος, ἀποτεμὼν τὰ φύλλα περισάξῃ τὴν γῆν καὶ καταπατήσῃ ὥστε ἀποστέγειν τὸ ὕδωρ, αὗται ἐν τῷ θέρει γίνονται ἄπλετοι τὸ πάχος; ἢ ὅτι τοῦ μὲν μὴ φθείρεσθαι τὸ περισεσάχθαι αἴτιον, κωλῦον τὸ ὕδωρ σήπειν; ἡ δὲ τροφή, ἣν ἄνω ἀφίει εἰς τὸν βλαστόν, εἰσέρχεται εἰς αὐτήν, ὥστε ἀνάγκη αὐτὴν μείζω γίνεσθαι ἢ ἀφιέναι παραβλαστάνουσαν ἄλλας ῥίζας, ὥσπερ τὰ κρόμμυα; καὶ γὰρ ταῦτα, ἐὰν μή τις ἐκτίλῃ ἐπέτεια ἀλλ' ἐάσῃ τὸν χειμῶνα, πολλαπλάσια γίνεται.
476Aristoteles, Problemata, 20; 30 (auctor 384BC-322BC)
Διὰ τί ἀρδεύουσιν ἕωθεν ἢ νυκτὸς ἢ δείλης; πότερον ἵνα μὴ ὁ ἥλιος ἀναλώσῃ; ἢ ὅτι, ἐὰν ᾖ θερμὸν τὸ ὕδωρ, διαφθείρει τὰ ἀρδόμενα; Διὰ τί τὰ εὐώδη οὐρητικά, καὶ σπέρματα καὶ φυτά; ἢ ὅτι θερμὰ καὶ εὔπεπτα, τὰ δὲ τοιαῦτα οὐρητικά· ταχὺ γὰρ λεπτύνει ἡ ἐνοῦσα θερμότης, καὶ ἡ ὀσμὴ οὐ σωματώδης, ἐπεὶ καὶ τὰ μὴ εὐώδη, οἷον σκόροδα, διὰ τὴν θερμότητα οὐρητικά, μᾶλλον μέντοι συντηκτικά.
477Aristoteles, Problemata, 20; 89 (auctor 384BC-322BC)
ἢ ὅτι ἐξαίρει δι' ὧν ἡ αὐστηρότης γίνεται, τὸ ὑδατῶδες καὶ τὸ τρυγῶδες ἀναδεχομένη τῇ ξηρότητι εἰς αὑτήν; σημεῖον δὲ ὅτι ἐκ τούτων τὸ αὐστηρόν· οἱ γὰρ οἶνοι ἧττον μαλακοί, ἐὰν ὕδωρ παραχεθῇ, καὶ ἐὰν ἐν τῇ τρυγὶ πλείω χρόνον ἐάσῃ τις.
478Aristoteles, Problemata, 21; 8 (auctor 384BC-322BC)
Διὰ τί οἱ ἄρτοι λευκότεροι φαίνονται ψυχροὶ ὄντες ἢ θερμοί; ἢ διὰ τὴν αὐτὴν αἰτίαν τρόπον τινὰ καὶ τὸ ἔλαιον λευκότερον τοῦ προσφάτου τὸ παλαιόν; αἴτιον γὰρ τῆς μελανίας τὸ ὕδωρ, τοῦτο δὲ ἐν ἀμφοτέροις πλεῖον προσφάτοις οὖσιν· χρονιζομένοις δὲ διὰ τὸ ἐξατμίζειν λείπεται ἔλαττον τὸ ἐπιπολῆς.
479Aristoteles, Problemata, 21; 15 (auctor 384BC-322BC)
Διὰ τί οἱ μὲν ψυχροὶ ἄρτοι ἂν βρεχθέντες ἅψωνται ἀλλήλων, οὐ συνέχονται, οἱ δὲ θερμοί; ἢ ὅτι οἱ μὲν ψυχροὶ μετὰ τῆς ἀτμίδος ἀφιᾶσι τὸ ἐν αὑτοῖς γλίσχρον ὑγρόν, οὗ ἐξελθόντος οὐ κολλῶνται (τὸ γὰρ ὕδωρ ᾧ ἐβρέχθησαν, ψαθυρώτερόν ἐστιν), οἱ δὲ θερμοὶ ἔχουσί τινα γλισχρότητα.
480Aristoteles, Problemata, 21; 24 (auctor 384BC-322BC)
Διὰ τί τοῦ μέλιτος κολλητικωτέρου ὄντος ἢ τοῦ ὕδατος, τὸ τῷ μελικράτῳ φυραθὲν ἄλευρον ψαθυρώτερον γίνεται, ὅταν ἑψηθῇ ἢ ὀπτηθῇ, ἢ τὸ τῷ ὕδατι; ἢ διότι τὸ μὲν ὑπὸ τοῦ πυρὸς πήγνυται καὶ συνίσταται, τὸ ὕδωρ, τὸ δὲ μέλι συνιστᾷ μὲν ἀλλ' ἐπιξηραίνει, διὸ μᾶλλον ψαθυρὸν ποιεῖ· ἡ γὰρ ψαθυρότης ὑπὸ ξηρασίας γίνεται.
481Aristoteles, Problemata, 21; 47 (auctor 384BC-322BC)
Διὰ τί τὰ ἄλφιτα μᾶλλον τῷ ὕδατι συμμένει φυρόμενα ἢ τῷ ἐλαίῳ, ὄντι γλισχροτέρῳ; καίτοι κολλητικώτερον τὸ γλίσχρον, τὸ δὲ ἔλαιον τοῦ ὕδατος γλισχρότερον, ἢ ὅτι λεπτότερον τὸ ὕδωρ, ὥστε εἰσέρχεται εἰς ἅπαν καὶ μαλακὰ ποιεῖ, συμφύεταί τε μᾶλλον καὶ συνθλίβεται πρὸς ἄλληλα, καίτοι θλιβόμενα καὶ χωρὶς τῆς τρίψεως.
482Aristoteles, Problemata, 21; 55 (auctor 384BC-322BC)
Διὰ τί ἧττον ἄκρατον φαίνεται τὸ αὐτὸ πόμα μετὰ τοῦ ἀλφίτου πινόμενον; πότερον ἢ ὅτι κεράννυσιν ἄλλο ἔχον μετ' ἄλλου; ἢ ὅτι ἀντιφράττει τῷ πόματι καὶ ἀφανίζει, ἀντισπῶν εἰς αὑτό; Διὰ τί ὁ χόνδρος πλεῖον ὕδωρ δέχεται ἢ οἱ πυροὶ ἐξ ὧν ὁ τοιοῦτος ἐγένετο χόνδρος; ἢ ὅτι ἄλευρά πώς ἐστιν ὁ χόνδρος, τὰ δὲ ἄλευρα πλεῖον δέχεται.
483Aristoteles, Problemata, 21; 60 (auctor 384BC-322BC)
Διὰ τί τὸ ἄλευρον τριβόμενον μεῖζον πολὺ γίνεται ἢ τὸ ἄλφιτον κατὰ λόγον; ἢ ὅτι τὸ μὲν πολὺ ὕδωρ δέχεται, τὸ δὲ ὀλίγον; διὰ τί δὲ δέχεται πλεῖον; μᾶλλον γὰρ εἰκὸς τὸ ἄλφιτον· πεπύρωται γάρ, τὸ δὲ ἄπυρον· μᾶλλον δὲ ξηρὸν τὸ πεπυρωμένον.
484Aristoteles, Problemata, 21; 62 (auctor 384BC-322BC)
ὥσπερ οὖν ὁσαπλάσιόν ἐστι δυνάμει τῇ μικρότητι, τοσαυταπλάσιον δέχεται τὸ ὕδωρ.
485Aristoteles, Problemata, 22; 20 (auctor 384BC-322BC)
Διὰ τί ἐπὶ τῇ ἀπολαύσει τῆς ὀπώρας, οἷον σύκων καὶ τῶν τοιούτων, ἢ οἶνον ἄκρατον δεῖ ἐπιπίνειν ἢ ὕδωρ; ταῦτα δὲ ἐναντία.
486Aristoteles, Problemata, 22; 24 (auctor 384BC-322BC)
τὸ μὲν οὖν ὕδωρ διὰ τὴν ψυχρότητα σβεννύει τὴν ζέσιν, ὁ δὲ οἶνος διὰ τὴν θερμότητα ὡς ἐπὶ τὸ πολύ· ὥσπερ γὰρ πῦρ ἐνίοτε πυρός, ἐὰν ᾖ ἔλαττον, ἀφαιρεῖται τὴν ἰσχύν.
487Aristoteles, Problemata, 22; 30 (auctor 384BC-322BC)
Διὰ τί παρὰ τὰ στρυφνὰ ὁ οἶνος καὶ τὸ ὕδωρ φαίνεται γλυκύτερα, οἷον ἐάν τις βαλάνους ἢ μύρτα ἤ τι τῶν τοιούτων διατράγῃ; ἢ εἰκότως, καθάπερ καὶ ἐπὶ τῶν ἄλλων; πᾶν γὰρ τὸ αὐτὸ παρὰ τὸ ἐναντίον μᾶλλον φαίνεται, οἱ δὲ τῶν ἐναντίων χυμοὶ ἀντικείμενοί πώς εἰσιν.
488Aristoteles, Problemata, 23 (auctor 384BC-322BC)
ΚΓ. ΟΣΑ ΠΕΡΙ ΤΟ ΑΛΜΥΡΟΝ ΥΔΩΡ ΚΑΙ ΘΑΛΑΤΤΑΝ.
489Aristoteles, Problemata, 23; 4 (auctor 384BC-322BC)
Διὰ τί τὰ πλοῖα γέμειν δοκεῖ μᾶλλον ἐν τῷ λιμένι ἢ ἐν τῷ πελάγει, καὶ θεῖ δὲ θᾶττον ἐκ τοῦ πελάγους πρὸς τὴν γῆν ἢ ἀπὸ τῆς γῆς εἰς τὸ πέλαγος; ἢ ὅτι τὸ πλέον ὕδωρ ἀντερείδει μᾶλλον ἐκ τοῦ ὀλίγου, ἐν δὲ τῷ ὀλίγῳ δέδυκε, διὰ τὸ κρατεῖν αὐτοῦ μᾶλλον; ὠθεῖ γὰρ κάτω τὸ ὕδωρ ἄνωθεν.
490Aristoteles, Problemata, 23; 6 (auctor 384BC-322BC)
ὥστε καὶ ἄγειν πλέον δόξει ἐν τῷ λιμένι καὶ κινήσεται χαλεπώτερον διὰ τὸ δεδυκέναι μᾶλλον καὶ ἧττον ἀντερείδειν τὸ ὕδωρ.
491Aristoteles, Problemata, 23; 27 (auctor 384BC-322BC)
ἢ ὅτι διὰ μὲν τοῦ ποτίμου διέρχεται ταχὺ ἡ ὄψις, καὶ οὐκ ἀνακλᾶται πρὸς τὸν ἀέρα, ἀπὸ δὲ τῆς θαλάσσης οὔ; οὔτ' ἄνω ἀνακλᾶται διὰ τὸ μὴ λεῖον εἶναι τὸ ὕδωρ· κάτω δὲ ἀποκάμνει βαδίζουσα· διὸ μέλαινα φαίνεται.
492Aristoteles, Problemata, 23; 43 (auctor 384BC-322BC)
ἔστι δὲ τὸ ὕδωρ εὐδιοπτότερον τοῦ ἐλαίου· τὸ γὰρ ἔλαιον χρῶμα ἔχει, τὸ δὲ ὕδωρ ἄχροον παρεμφαινόμενον σαφεστέραν ποιεῖ τὴν ἔμφασιν.
493Aristoteles, Problemata, 23; 53 (auctor 384BC-322BC)
Διὰ τί ἐν τῇ θαλάττῃ μᾶλλον νεῖν δύνανται ἢ ἐν τοῖς ποταμοῖς; ἢ ὅτι ὁ νέων ἀεὶ ἐπιστηριζόμενος ἐν τῷ ὕδατι νεῖ, ἐν δὲ τῷ σωματωδεστέρῳ μᾶλλον ἀποστηρίζεσθαι δυνάμεθα, σωματωδέστερον δέ ἐστι τὸ θαλάττιον ὕδωρ τοῦ ποταμίου· παχύτερον γάρ ἐστι καὶ μᾶλλον ἀντερείδειν δυνάμενον.
494Aristoteles, Problemata, 23; 54 (auctor 384BC-322BC)
Διὰ τί ποτε ἐν τῇ θαλάττῃ πλείω χρόνον διατελεῖν δύνανται ἢ ἐν τῷ ποταμῷ; ἢ διότι τὸ ποτάμιον ὕδωρ λεπτόν ἐστιν; μᾶλλον οὖν παρεισδυόμενον πνίγει.
495Aristoteles, Problemata, 23; 55 (auctor 384BC-322BC)
Διὰ τί ἡ μὲν θάλαττα κάεται, τὸ δὲ ὕδωρ οὔ; ἢ κάεται μὲν κἀκεῖνο, ἡ δὲ θάλαττα ἧττον σβέννυσι τὸ πῦρ διὰ τὸ λιπαρωτέρα εἶναι; σημεῖον δὲ ὅτι λιπαρωτέρα· ἀπὸ γὰρ τῶν ἁλῶν ἔλαιον ἀφαιρεῖται.
496Aristoteles, Problemata, 23; 64 (auctor 384BC-322BC)
Διὰ τί τὸ ἁλμυρὸν ὕδωρ ψυχρὸν μὲν οὐ πότιμον, θερμαινόμενον δὲ μᾶλλον γίνεται πότιμον, καὶ θερμὸν δὲ ὂν καὶ ἀποψυχόμενον; ἢ διότι εἰς τὸ ἐναντίον ἀπὸ τοῦ ἐναντίου πέφυκε μεταβάλλειν; ἔστι δὲ τὸ πότιμον τῷ ἁλμυρῷ ἀντικείμενον· καὶ θερμαινομένου μὲν ἀφέψεται τὸ ἁλμυρόν, ψυχομένου δὲ ὑφίσταται.
497Aristoteles, Problemata, 23; 66 (auctor 384BC-322BC)
Διὰ τί τὸ ἁλμυρὸν ὕδωρ οὐκ ἀπόρρυτόν ἐστιν; ἢ διότι τὸ μὲν βαρὺ στάσιμον, τὸ δὲ ἁλμυρὸν βαρύ; διὸ καὶ τὰ θερμὰ μόνα τῶν ἁλμυρῶν ὑδάτων ἀπόρρυτά ἐστιν.
498Aristoteles, Problemata, 23; 70 (auctor 384BC-322BC)
τὸ δ' αὐτὸ αἴτιόν ἐστι καὶ διὰ τί τὸ ἁλμυρὸν ὕδωρ κινούμενον καὶ μεταβάλλον γλυκύτερον γίνεται· κουφότερον γὰρ καὶ ἀσθενέστερον διὰ τὴν κίνησιν γίνεται.
499Aristoteles, Problemata, 23; 71 (auctor 384BC-322BC)
Διὰ τί ἐν τῇ Λιβύῃ ἐὰν ὀρύξῃ τις παρὰ τὴν θάλατταν, τὸ πρῶτον πότιμον, εἶθ' ἁλμυρὸν γίνεται ταχύ, ἐν δὲ τοῖς ἄλλοις τόποις ἧττον ποιεῖ τοῦτο; πότερον ὅτι τὸ μὲν πρῶτον τὸ ὑπάρχον ὕδωρ ἐν τῷ τόπῳ καὶ τὸ πεπεμμένον ὑπὸ τῆς γῆς ἐστίν, ὅταν δὲ χρονισθῇ, ἡ θάλαττα προσδιηθουμένῃ διὰ τὸ πρόσφατον εἶναι ποιεῖ ἁλμυρώτερον; ἐν δὲ τοῖς ἄλλοις ἢ οὐκ ἔχει ἢ πολὺ ὕδωρ διὰ τὸ μὴ ξηραίνεσθαι τὸν τόπον.
500Aristoteles, Problemata, 23; 72 (auctor 384BC-322BC)
Διὰ τί τοὺς ἅλας θᾶττον τήκει τὸ ἁλμυρὸν ὕδωρ ἢ τὸ πότιμον; ἢ διότι τὸ μὲν τήκεσθαί ἐστι τὸ ὑπὸ τοῦ ὑγροῦ θερμοῦ εἰσιόντος διαιρεῖσθαι, ὥστε ὑγρὸν εἶναι; οὐ τήκει δὲ ἢ τὰ ὅλως μὴ δυνάμενα εἰσιέναι, ἢ τὰ οὕτως ὥστε μὴ θιγγάνειν.