Adrianus_I_cps2, Epistolae, p1HOME > '������������������������' in 'Adrianus_I, Epistolae, p1'
>>> Adrianus I, Epistolae, Ἐπιστολὴ Ἀδριανοῦ τοῦ ἁγιωτάτου πάπα τῆς πρεσβυτέρας Ῥώμης, ἑρμηνευθεῖσα ἐκ τῆς τῶν Ῥωμαίων διαλέκτου εἰς τὴν Ἑλλάδα φωνήν.hide dictionary links

(PL 96 1233C) Ἑρμηνεία γραμμάτων Ῥωμαϊκῶν Ἀδριαναῦ τοῦ ἁγιωτάτου πάπα τῆς πρεσβυτέρας Ῥώμης.

(1215C)

Δεσπόταις εὐσεβεστάτοις καὶ γαληνοτάτοις, νικηταῖς, τροπαιούχοις, τέκνοις ἠγαπημένοις [ἐν] τῷ Θεῷ καὶ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, Κωνσταντίνῳ καὶ Εἰρήνῃ Αὐγούστοις Ἀδριανὸς δοῦλος τῶν δούλων τοῦ Θεοῦ

Θεὸς « εἰπὼν ἐκ σκότους φῶς λάμψαι, λυτρωσάμενος ἡμᾶς τῆς ἐξουσίας τοῦ σκότους » διὰ τῆς σαρκώσεως τοῦ Υἱοῦ αὐτοῦ τοῦ ἀληθινοῦ φωτὸς, « ἐν εὐδόκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος κατοικῆσαι, καὶ δι' αὐτοῦ πάντα ἀνακαινίσας, καὶ ἐν αὐτῷ εἰρηνεύσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ τὰ ἐν τῷ οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ ὄντα, » διὰ τὸ πλῆθος τοῦ πλούτου τῆς ἀγαθότητος αὐτοῦ, ἐπιβλέψας εἰς (1218A) τὸ πρόσωπον τῆς Ἐκκλησίας αὐτοῦ, τὴν ὑμετέραν εὐσέβειαν καὶ προωρισμένην γαληνότητα τῆς ἐπιεικείας εἰς τὴν τελειότητα τῆς πίστεως καλέσαι βασιλικῆς κατηξίωσεν· ἵνα πᾶσαν τὴν φαυλότητα τοῦ ψεύδους δι' ὑμῶν καλύψῃ, καὶ φανερώσῃ τὴν ἀλήθειαν. (1215C) Μαθόντες γὰρ τὰ παρὰ τῆς ὑμετέρας γαληνότητος καὶ εὐσεβείας καταπεμφθέντα ἡμῖν γράμματα, λίαν ηὐφράνθη καρδία ἡμῶν, καὶ τοσαύτης ἀγαλλιάσεως καὶ χαρᾶς ἐνεπλήσθημεν ὅσην ἀνθρωπίνη γλῶσσα εἰπεῖν οὐκ εὐπορεῖ· τοιαύτη γὰρ χαρὰ ἡμῖν ἀνετειλε διὰ τῆς ὑμετέρας κελεύσεως, οἵαν περὶ τῶν πρώην σχισμάτων τῆς αἱρέσεως πλῆξιν εἴχομεν. Περὶ δὲ τῶν ἐν τῇ εὐσεβεῖ ὑμῶν κελεύσει ἐμφερομένων τῶν πρώην γενομένων ἐν τῇ ὑμετέρᾳ βασιλίδι πόλει ἕνεκεν τῶν σεβασμίων εἰκόνων, τὸ ὅπως οἱ (1218B) προβεβασιλευκότες ὑμῶν κατέστρεψαν, καὶ ἐν ἀτιμίᾳ καὶ ὕβρει κατέθηκαν ἑαυτοὺς καὶ αὐτάς. Εἴθε μὴ λογισθείη αὐτοῖς ἁμαρτία ἐκείνη· κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐμβαλεῖν χεῖρας αὐτῶν εἰς τὴν Ἐκκλησίαν· ὅτι πᾶς λαὸς ὢν ἐν τοῖς ἀνατολικοῖς μέρεσιν ἐπλανήθησαν, καὶ ἐν τῇ ἰδίᾳ βουλήσει, ὡς ἔδοξεν ἑκάστῳ, ἐχρήσαντο αὐταῖς, ἕως οὗ Θεὸς ἤγειρεν ὑμᾶς βασιλεύειν, τοὺς ἐν ἀληθείᾳ ζητοῦντας τὴν δόξαν αὐτοῦ, καὶ τὰ παραδοθόντα παρὰ τῶν ἁγίων ἀποστόλων καὶ πάντων διδασκάλων κρατεῖν, καὶ τιμᾷν τὰς σεβασμίας εἰκόνας, τὰς διὰ τῆς ἀνοίας τῶν αἱρετικῶν κατενεχθείσας. Ἀρτίως δὲ διὰ τῆς εὐσεβοῦς ὑμῶν κελεύσεως εὑρόντες τὸ θέλημα ὑμῶν ἐν τούτοις, τῷ παντοδυνάμῳ θεῷ ὑπερευξάμενοι ὑπὲρ τοῦ ὑμετέρου κράτους, δόξαν καὶ εὐχαριστίαν ἀνεπέμψαμεν. (1218C) Τοῦτο δὲ ἐν πληροφορίᾳ καὶ πάσῃ βεβαιώσει ἔστω εἰδυῖα Θεοπόβλητος ὑμῶν βασιλεία, ὅτι τὸ μέγα ἔργον τοῦτο, ἐπεχειρήσατε, εἰ τελειωθῇ διὰ τῆς μεσιτείας ὑμῶν, καὶ ἀποκατασταθῇ ἀρχαία ὀρθοδοξία ἐν τοῖς μέρεσιν αὐτοῖς, καὶ σταθῶσιν αἱ σεβάσμιαι εἰκόνες ἐν τῇ ἀρχαίᾳ αὐτῶν ἀποκαταστάσει, μέτοχοι γενήσεσθε τοῦ ἐν θείᾳ τῇ λήξει πάλαι βασιλέως κυροῦ Κωνσταντίνου, καὶ τῆς κυρᾶς [L., μακαρίας] Ἑλένης, τῶν τὴν ὀρθόδοξον πίστιν τρανωσάντων καὶ βεβαιωσάντων, καὶ ἐπὶ πλέον τὴν ἁγίαν μητέρα ὑμῶν καθολικὴν καὶ Ῥωμαϊκὴν καὶ πνευματικὴν Ἐκκλησίαν ὑψωσάντων, καὶ μετ' ἐκείνους πάλιν τῶν ὀρθοδόξως προβεβασιλευκότων ὑμῶν καὶ κρατησάντων [L., καὶ τὴν ἁγίαν καθολικὴν καὶ ἀποστολικὴν, (1218D) πνευματικὴν ὑμῶν μητέρα, Ῥωμαϊκὴν Ἐκκλησίαν ὑψωσάντων· καὶ μετὰ τῶν λοιπῶν ὀρθοδόξων βασιλέων, οἷα πασῶν τῶν ἐκκλησιῶν κεφαλὴν, σεβασαμένον]· καὶ οὕτως ἀναδειχθήσεται καὶ τὸ ὑμέτερον εὐσεβέστατον καὶ Θεοδώρητον ὄνομα νέου Κωνσταντίνου καὶ νέας Ἑλένης, ἐν πάσῃ τῇ οἰκουμένῃ ἐπαινετῶς διαφημιζόμενον, δι' ὧν ἁγία καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία ἀνακαινίζεται. Καὶ μάλιστα ἐὰν τῇ παραδόσει τῆς ὀρθοδόξου πίστεως τῆς Ἐκκλησίας τοῦ ἁγίου Πέτρου καὶ Παύλου τῶν κορυφαίων ἀποστόλων ἐξυκολουθήσῃ, καὶ ἐναγκαλίσηται τὸν βικάριον αὐτῶν, καθὼς καὶ οἱ ἐξ ἀρχῆς προηγησάμενοι βασιλεῖς καὶ ἐτίμησαν τὸν βικάριον αὐτῶν, καὶ ἠγάπησαν ἐξ ὅλης τῆς καρδίας αὐτῶν, τιμήσῃ δὲ τὸ ὑμέτερον Θεοδώρητον κράτος τὴν Ῥωμαϊκὴν ἁγιωτάτην Ἐκκλησίαν (1219A) τῶν κορυφαίων ἀποστόλων, οἷς ἐδόθη ἐξουσία παρ' αὐτοῦ τοῦ Θεοῦ Λόγου λύειν τε καὶ δεσμεῖν ἁμαρτίας ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ. Καὶ γὰρ αὐτοὶ ὑπερασπισταὶ γενήσονται τοῦ ὑμετέρου κράτους, καὶ πάντα τὰ βάρβαρα ἔθνη τοῖς ἴχνεσιν ὑμῶν ὑποταγήσεται· καὶ ὅπου ἂν πορευθῆτε, νικητὰς ὑμᾶς ἀναδείξουσιν. Αὐτοὶ γὰρ οἱ ἅγιοι καὶ κορυφαῖοι τῶν ἀποστόλων, οἱ τὴν καθολικὴν καὶ ὀρθόδοξον πίστιν ἐναρξάμενοι, ἐγγράφως ἐθεσμοθέτησαν τὴν αὐτῶν πίστιν κρατεῖν πάντας τοὺς μετ' αὐτοὺς διαδόχους μέλλοντας γίνεσθαι τῶν θρόνων αὐτῶν, ἐν αὐτῇ διαμένειν ἕως τῆς συντελείας· Καὶ οὕτως κρατεῖ ἡμετέρα Ἐκκλησία, καὶ τιμᾷ τοὺς ἁγίους χαρακτῆρας αὐτῶν. Ὅθεν καὶ ἕως τῆς σήμερόν εἰσι περικεκοσμημέναι καὶ κεκαλλωπισμέναι αἱ Ἐκκλησίαι ἡμῶν ἐκ τῶν σεβασμίων εἰκόνων (1219B) αὐτῶν, καθὼς καὶ μακαριώτατος καὶ ἁγιώτατος πάπας Σίλβεστρος μαρτυρεῖ ἐν ἀρχῇ τῆς ὁρθοδοξίας ἡμῶν τῶν Χριστιανῶν, ὅτε ἐν θείᾳ τῇ λήξει πάλαι Κωνσταντῖνος βασιλεὺς εἰς τὴν πίστιν ἐπέστρεψεν. Ἡμέρας γὰρ παρελθούσης, καὶ νυκτὸς ἤδη γενομένης, ἐπέτρεψε σιωπὴν γενέσθαι. Καὶ κοιμωμένου αὐτοῦ, ἰδοὺ παρέστησαν αὐτῷ οἱ ἅγιοι ἀπόστολοι, τε Πέτρος καὶ Παῦλος λέγοντες· « Ἐπειδὴ ἐπέτρεψας [Ex., οὐκ ἐπέστρεψας, sive ἔφριξας] βασιλεῦ νηπίων αἱματεκχυσίαν γενέσθαι περὶ τοῦ νοσήματος οὗ ἔχεις, ἰδοὺ ἀπεστάλημεν παρὰ Χριστοῦ δοῦναί σοι σωτηρίαν. Ἄκουσον γοῦν τῆς νουθεσίας ἡμῶν, καὶ ποίησον πάντα ὅσα ἐντελλόμεθά σοι. Καὶ πέμψας μετακάλεσον Σίλβεστρον τὸν ἐπίσκοπον, τὸν ἐκφυγόντα ἐκ σοῦ διὰ τὸν διωγμὸν ὃν ἔχεις, καὶ σήμερον ὄντα (1219C) ἐν τῷ ὅρει Σωράκτει κεκρυμμένον ἐν σπηλαίοις πετρῶν μετὰ τοῦ κλήρου αὐτοῦ. Αὐτός σοι παρασκευάσει κολυμβήθραν εὐσεβείας, ἐν βαπτίσει σε, καὶ γενήσεται ἐν σοὶ ἴασις τῆς λέπρας καὶ πάντων τῶν νοσημάτων. Καὶ τούτου τοῦ ἀγαθοῦ γενομένου εἰς σὲ, εὐθέως ἐπίτρεψον κατὰ παντὸς τόπου τῶν Ῥωμαίων Ἐκκλησίας ἀνακαινισθῆναι. Σὺ δὲ ἑαυτὸν καθάρισον, ἀποθέμενος πᾶσαν τὴν τῶν εἰδώλων λατρείαν, καὶ Θεῷ μόνῳ τῷ ἀληθινῷ προσκύνησον, καὶ κατὰ τὸ θέλημα αὐτοῦ πορεύου. » Διεγερθεὶς δὲ ἐκ τοῦ ὕπνου παραχῆμα συνῆξε πάντας τοὺς τοῦ παλατίου αὐτοῦ, καὶ τὸν σκοπὸν τοῦ ἐνυπνίου αὐτοῦ ἐξηγήσατο αὐτοῖς, καὶ εὐθέως ἀπέστειλεν ἐν τῷ ὄρει Σωράκτει, ἐν ἦν ἅγιος Σίλβεστρος κεκρυμμένος μετὰ τοῦ κλήρου αὐτοῦ, σχολάζων ἐν ἀναγνώσει βίβλων. Καὶ ἰδὼν (1219D) κύκλωθεν στρατὸν ἐπιστάντα, εἶπε τῷ κλήρῳ αὐτοῦ· « ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας. » Καὶ ἐξελθόντι ἐῤῥέθη αὐτῷ παρὰ τῶν στρατιωτῶν, περὶ οὗ ζητεῖται κεφαλαίου· καὶ ἐλθὼν πρὸς τὸν βασιλέα μετὰ τριῶν πρεσβυτέρων καὶ δύο διακόνων, καὶ ἰδὼν αὐτὸν εἶπεν· « Εἰρήνη σοι, βασιλεῦ, ἐκ τοῦ οὐρανοῦ ἄνωθεν, καὶ νίκη· » οὖν βασιλεὺς ἱλαρῷ ὄμματι καὶ ἁπλῇ τῇ καρδίᾳ δεξάμενος τοὺς λόγους αὐτοῦ, πάντα ὅσα ἀπεκαλύφθησαν αὐτῷ, ἐξηγήσατο τῷ ἁγίῳ Σιλβέστρῳ. Μετὰ γοῦν τὴν ἐξήγησιν ἠρώτησεν αὐτὸν βασιλεὺς λέγων· « Οὓς εἶδον Πέτρον καὶ Παῦλον, ποῖοι θεοί εἰσιν; » δὲ ἁγιώτατος Σίλβεστρος ἀποκριθεὶς εἶπεν αὐτῷ· « Οὗτοι μὲν θεοὶ οὐκ εἰσὶ, δοῦλοι δὲ καὶ μαθηταὶ τυγχάνουσι τοῦ (1222A) Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, οὓς ἐξελέξατο εἰς τὸ ἐπιστρέψαι πάντα τὰ ἔθνη πιστεύειν εἰς αὐτόν. » δὲ ἀκούσας ταῦτα, πάλιν ἠρώτησεν αὐτὸν, εἰ ἄρα εἰσὶ πού ποτε αἱ ἱστορίαι αὐτῶν. Τότε ἅγιος Σίλβεστρος ἀποστείλας διάκονον, ἐπέτρεψεν αὐτῷ ἐνέγκαι τὰς τῶν ἁγίων ἀποστόλων εἰκόνας· ἃς ἰδὼν βασιλεὺς μεγάλως ἐκραύγασεν· Οὗτοί εἰσιν οὓς εἶδον ἐν ὁράματι, καὶ οὐκέτι δυσπιστῷ· γενέσθω κολυμβήθρα τῆς σωτηρίας μου, καὶ γενομένης κολυμβήθρας, ἐβαπτίσθη, καὶ παραχρῆμα ἰάθη. Καὶ ἀναμνησθεὶς τοῦ ἀγαθοῦ, οὗ ἔπαθεν, ἀπήρξατο κᾀκεῖνος ποιεῖν Ἐκκλησίας, ἀναστηλῶν ἐν αὐταῖς τὰς αὐτὰς σεβασμίας εἰκόνας, εἰς σέβας καὶ ἀνάμνησιν τοῦ ἐνανθρωπήσαντος Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ πάντων τῶν ἁγίων· ὥστε ἐπιστρέψαι τὸν χριστιανισμὸν εἰς φῶς [L. εἰς τὸν χριστιαν. καὶ εἰς (1222B) φῶς, etc. lat. ], καὶ ἀλήθειαν καὶ πόθον τοῦ θεΐκοῦ σεβάσματος, καὶ ἀπαλλαγῆναι πάντας ἐκ τῆς τῶν ἐθνῶν εἰδωλολατρείας καὶ δαιμόνων πλάνης· καθὼς ἅγιος Γρηγόριος διάδοχος τῶν ἀποστόλων ἐκήρυξε, τοῦ πάντας ἀνθρώπους ἀγραμματίστους καὶ μὴ δυναμένους ἀναγνῶναι, θεωρεῖν τὰς εὐαγγελικὰς ἱστορίας, καὶ δι' αὐτῶν ἀνάγεσθαι πρὸς δόξαν καὶ ἀνάμνησιν τῆς ἐνσάρκου οἰκονομίας τοῦ Κυρίου καὶ Δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ πάντες οἱ ὀρθόδοξοι καὶ χριστιανικώτατοι βασιλεῖς σὺν πᾶσι τοῖς ἱερεῦσι καὶ ἐντίμοις ἀνδράσι τοῖς θεραπεύουσι τὸν Θεὸν ἅμα παντὶ τῷ χριστιανικωτάτῳ λαῷ, κατὰ τὴν ἀρχαίαν παράδοσιν τῶν ἁγίων Πατέρων καὶ ἐδέξαντο, καὶ ἐκράτησαν, καὶ ἔχουσι τὰς αὐτὰς σεβασμίας εἰκόνας εἰς ἀνάμνησιν καὶ κατάνυξιν καρδίας, καὶ μέχρι τοῦ (1222C) παρόντος σέβονται αὐτὰς, καὶ ἐν τοῖς μέρεσι δὲ αὐτοῖς ἕως τοῦ προπάππου ὑμῶν ὀρθοδόξως ἐσεβάσθησαν. Ἀλλ' αὐτὸς πρόπαππος ὑμῶν ἐξ ὑποβολῆς τινων ἀσεβῶν κατήνεγκεν ἐν τοῖς αὐτόθι τὰς ἱερὰς εἰκόνας· καὶ ἔκτοτε πλάνη μεγάλη ἐν τοῖς αὐτοῖς μέρεσι τῆς Γραικίας ηὐξήνθη, καὶ μέγα σκάνδαλον ἐν ὅλῳ τῷ κόσμῳ γέγονε. Ἀλλ' οὐαὶ ἐκείνοις, δι' οὓς τὰ σκάνδαλα εἰς τὸν κόσμον εἰσῆλθε, καθὼς αὐτὴ Ἀλήθεια μαρτυρεῖ. Ὅθεν ἐν μεγάλῃ θλίψει γεγόνασι Γρηγόριος καὶ Γρηγόριος οἱ μακαριώτατοι ἀρχιερεῖς τοῦ καθ' ἡμᾶς Ῥωμαϊκοῦ θρόνου, οἵτινες ἐν τοῖς καιροῖς ἐκείνοις ἦσαν, καὶ πολλάκις τὸν πρόπαππον τῆς ὑμετέρας εὐσεβοῦς γαλήνης ἐδυσώπησαν, ἵνα αἱ αὐταὶ σεβάσμιαι εἰκόνες ἐν τῇ ἰδίᾳ στάσει ἀποκατασταθῶσιν. Ἀλλ' οὐδαμῶς εἰς τὰς αὐτῶν σωτηριώδεις δεήσεις (1222D) [Ἄλ. αἰτήσεις] ἐκλίθη. Καὶ μετὰ ταῦτα κύριος Ζαχαρίας, καὶ Στέφανος, καὶ Παῦλος, καὶ ἕτερος Στέφανος, οἱ προηγησάμενοι ἡμῶν ἁγιώτατοι ἀρχιερεῖς, τὸν πάππον καὶ τὸν πατέρα τῆς ὑμετέρας εὐσεβοῦς βασιλείας περὶ τῆς ἀποκαταστάσεως τῶν αὐτῶν ἱερῶν εἰκόνων ἐδυσώπησαν, ὁμοίως δὲ καὶ ἡμετέρα εὐτέλεια μετὰ μεγάλης ταπεινοφροσύνης τὴν ὑμετέραν βασιλείαν δυσωπεῖ, ἵνα καθὼς ἐκ τῶν ἁγιωτάτων τῶν προηγησαμένων ἡμῶν καὶ δοκιμωτάτων ἀρχιερέων ἐδεξάμεθα, ἐν ταῖς ἐκκλησίαις διὰ μνήμην τὰς ἱστορίας ἀναστηλώσωμεν, καὶ τὴν ἱερὰν εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ τὴν σάρκωσιν τῆς αὐτοῦ ἀνθρωπομορφίας ἐν τῇ αὐλῇ τοῦ Θεοῦ καταστήσωμεν, ἅμα καὶ τῆς ἁγίας αὐτοῦ μητρὸς, καὶ τῶν ἁγίων καὶ (1223A) μακαρίων ἀποστόλων, προφητῶν τε καὶ μαρτύρων, καὶ ὁμολογητῶν, καὶ διὰ τὸν πόθον σεβώμεθα. Λοιπὸν οὖν καὶ ὑμετέρα ἐπιεικεστάτη βασιλεία δυναστείαν ἐν τοῖς μέρεσι τῆς αὐτῆς Γραικίας ποιῆσαι κελεύσῃ, καὶ τὴν ὀρθόδοξον πίστιν ἐξισώσῃ· ἵνα, καθὼς γεγραπται, « Γένηται μία ποίμνη καὶ εἷς ποιμήν· » ἐπειδὴ ἐν ὅλῳ τῷ κόσμῳ, ὅπου ἐστὶν Χριστιανισμὸς, αἱ αὐταὶ σεβάσμιαι εἰκόνες παρὰ πάντων τῶν πιστοτά· των τιμῶνται· ὅπως διὰ τοῦ ὁρατοῦ χαρακτῆρος εἰς τὴν ἀόρατον θεότητα τῆς μεγαλειότητος αὐτοῦ διάνοια ἡμῶν ἁρπαγῇ πνευματικῇ τάξει κατὰ τὴν σάρκα, ἢν Υἱὸς τοῦ Θεοῦ διὰ τὴν ἡμετέραν σωτηρίαν δέξασθαι κατηξίωσε. Καὶ τὸν λυτρωτὴν ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς ὑπάρχοντα προσκυνῶμεν, καὶ ἐν τῷ πνεύματι δοξάζοντες αἰνῶμεν· ὅτι καθὼς γέγραπται, « (1223B) Θεὸς πνεῦμά ἐστι· » καὶ κατὰ τοῦτο δοξάζοντες πνευματικῶς προσκυνοῦμεν τὴν αὐτοῦ θειότητα. Ἐπεὶ μὴ γένοιτο ἡμῖν, ἵνα τὰς αὐτὰς εἰκόνας, καθὼς φλυαροῦσί τινες, θεοποιήσωμεν· γὰρ μόχθος καὶ πόθος ἡμῶν, ὃν ἔχομεν, εἰς τὸν πόθον τοῦ Θεοῦ καὶ τῶν ἁγίων αὐτοῦ ἐστι. Καὶ καθὼς θεία Γραφὴ ἡμῶν ἔχει, τὰς αὐτὰς εἰκόνας εἰς μνημόσυνον τοῦ σέβασματος ἡμῶν ἔχομεν, φυλάτοντες τὴν καθαρότητα τῆς πίστεως ἡμῶν. Ἐπεὶ πλάστης καὶ δημιουργὸς ἡμῶν Κύριος Θεὸς, κατὰ τὴν ἰδίαν εἰκόνα καὶ ὁμοιότητα ἐκ τῆς ὕλης τῆς γῆς πλάσας τὸν ἄνθρωπον, καὶ φωτίσας αὐτὸν, αὐτεξούσιον κατέστησεν αὐτόν. Καὶ αὐτὸς πρῶτος ἄνθρωπος αὐτεξούσιος ὑπάρχων, θεία ἐπινεύσει πάντα τὰ ἔμψυχα καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ πάντα τὰ κτήνη τῆς γῆς ἰδίοις ὀνόμασιν ἐκάλεσεν. δὲ Ἄβελ (1223C) ἐκ τῶν προτοτόκων τῆς ποίμνης αὐτοῦ δῶρα προσήγαγεν ἰδίᾳ βουλήσει Κυρίῳ τῷ Θεῷ. Περὶ οὗ ἀναγινώσκομεν, ὅτι « Ἐπέβλεψε Κύριος ἐπὶ Ἄβελ καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ. » Εἶτα καὶ Νῶε μετὰ τὸν κατακλυσμὸν ἰδίᾳ βουλήσει κατασκευάσας θυσιαστήριον ἔκτισε, και ἐκ πάντων τῶν κτηνῶν καὶ πετεινῶν καθαρὰ δῶρα ἐπὶ τὸ αὐτὸ θυσιαστήριον τῷ Θεῷ προσήγαγεν. Ὁμοίως καὶ Ἀβραὰμ, καθὼς γέγραπται, ἰδίᾳ βουλήσει θυσιαστήριον ἔκτισε πρὸς τιμὴν καὶ δόξαν τοῦ Θεοῦ, καθὼς ἐνεφανίσθη. Καὶ Ἰακώβ δὲ φυγὼν ἐκ προσώπου τοῦ ἀδελφοῦ αὐτοῦ, ἐν ὕπνοις τοὺς ἀγγέλους τοῦ Θεοῦ εἶδεν ἀναβαίνοντας καὶ καταβαίνοντας διὰ κλίμακος, καὶ ἐπ' αὐτῆς τὸν Κύριον λαλοῦντα πρὸς αὐτόν· καὶ ἀναστὰς, ἰδίᾳ βουλήσει ἐπῆρε τὸν λίθον ὃν εἶχε πρὸς τὴν κεφαλὴν αὐτοῦ· καὶ στήσας αὐτὸν, καὶ (1223D) ἐκχέας ἐλαιον ἐπάνω αὐτοῦ, ἐκάλεσε τὸν τόπον Βαιθὴλ, λέγων· « Οὐκ ἔστιν ἕτερόν τι, εἰ μὴ οἶκος Θεοῦ, καὶ πύλη οὐρανοῦ. » Περὶ οὗ οὐδαμῶς Θεὸς ὠργίσθη αὐτῷ, διότι τὸν λίθον ἔστησεν ἰδίᾳ βουλήσει. Διὸ μετὰ μικρόν τι τῆς ἱστορίας εἶπεν· Ἐγώ εἰμι Θεὸς Βαιθὴλ, οὗ ἔχρισας τὸν λίθον, καὶ ηὔξω μοι εὐχήν. Καὶ γὰρ, γαληνότατα τέκνα, μεγάλοι ἀρχηγοὶ καὶ ὀρθόδοξοι βασιλεῖς, πάντα ὅσα εἰς τὴν ἀνθρωπίνην κατανόησιν πρὸς δόξαν Θεοῦ ἀνήκοντά εἰσιν, ἀρεστὰ γίνονται τῷ Θεῷ. Καὶ πάλιν αὐτὸς Ἰακὼβ ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ προσεκύνησε, πίστει τῆς ἀγαπήσεως τοῦτο ποιήσας, περὶ ἧς καὶ μακάριος Παῦλος ἀπόστολος ἐν τῇ πρὸς Εβραίους ἐπιστολῇ φησιν, ὅτι Οὐ τὴν ῥάβδον, ἀλλὰ τὸν κρατοῦντα αὐτὴν, ἔνδειξιν ἀγαπήσεως ποιήσας, (1226A) προσεκύνησεν. Οὕτω τε καὶ ἡμεῖς κατὰ πόθον καὶ ἀγάπησιν ἣν πρὸς τὸν Κύριον καὶ τοὺς ἁγίους ἔχομεν, τούς χαρακτῆρας ἐν εἰκόσιν ἱστοροῦμεν, οὐκ ἐν σανίδι καὶ χρώμασι τὴν τιμὴν ἔχοντες, ἀλλ' ἐν αὐτοῖς, ὧν τὴν ὀνομασίαν αἱ εἰκόνες φέρουσι. Πάλιν δὲ ἀναγινώσκομεν πρόσταγμα τῷ Μωσεῖ γενέσθαι παρὰ Κυρίου λέγοντος· « Ποιήσεις ἱλαστήριον ἐκ χρυσίου καθαροῦ δύο πήχεων [L. δ. π. καὶ ἡμίσεως] τὸ μῆκος, καὶ μιᾶς ἡμίσεως πήχεως τὸ πλάτος. Καὶ δύο χερουβὶμ χρυσᾶ ἐλατὰ, ἐξ ἀμφοτέρων τῶν μερῶν ὁρῶντα· » καὶ μετὰ μικρόν· « Ἐπιθήσεις τὸ μαρτύριον, δώσω σοι, πρὸς τὸ καλύψαι τὴν κιβωτόν· καὶ λαλήσω σοι ἄνωθεν τοῦ ἱλαστηρίου, » τουτέστι μέσον τῶν χερουβὶμ τῶν δύο, τῶν ὄντων ἐπάνω τῆς κιβωτοῦ τοῦ μαρτυρίου. Ἀλλὰ καὶ ἐν βήλοις, καὶ ἐν τῷ σκεπάσματι (1226B) τοῦ σκηνώματος τῶν χερουβὶμ, ἔργον ὑφαντὸν ἐκ διαφόρων χρωμάτων γενέσθαι προσέταξε. Κατανοῆσαι δέ ἐστι, γαληνότατοι δεσπόται καὶ τέκνα, μεγάλοι ἀρχηγοὶ, ὅτιπερ παντοδύναμος Κύριος καὶ Θεὸς ἡμῶν μέσον τῶν χερουβὶμ χειροποιήτων τυγχανόντων, ὑπὲρ σωτηρίας τοῦ λαοῦ λαλῆσαι κατηξίωσε. Διὸ ἀδίστακτόν ἐστι, πάντα τὰ ἐν ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ πρὸς ἔπαινον καὶ εὐπρέπειαν τοῦ οἴκου αὐτοῦ συσταθέντα, καὶ ἅγια καὶ σεβάσμια εἶναι γινώσκεσθαι. Προσθεῖναι δέ ἐστι καὶ τοῦτο, γαληνότατοι δεσπόται, πρὸς τὴν τῶν ἀπίστων πληροφορίαν, καὶ διόρθωσιν τῶν πεπλανημένων, ὅπερ Θεὸς τῷ θεράποντι αὐτοῦ Μωσεῖ προσέταξε, καθὼς ἐν τῇ βίβλῳ τῶν ἀριθμῶν ἀναγινώσκεται, διὰ τὸν λοιμὸν τὸν ἐπελθόντα αὐτοῖς. λέγων· « Ποίησον ὄφιν, καὶ θὲς αὐτὸν εἰς σημεῖον· καὶ (1226C) ὅστις κρουσθῇ, καὶ ἴδῃ αὐτὸν ζήσεται. Ἐποίησεν οὖν Μωσῆς ὄφιν χαλκοῦν, καὶ ἔθετο αὐτὸν εἰς σημεῖον· καὶ πάντες οἱ κρουόμενοι καὶ θεωροῦντες αὐτὸν, ἰῶντο. » τῆς ἀνοίας τῶν φρυαττομένων κατὰ τῆς πίστεως καὶ θρησκείας τῶν Χριστιανῶν· ὅτι συνειθίσθησαν μὴ σέβεσθαι τὰς σεβασμίους εἰκόνας, ἐν αἷς ἱστορίαι εἰσὶ τοῦ Σωτῆρος ἡμῶν, καὶ τῆς γεννητρίας αὐτοῦ, καὶ πάντων τῶν ἁγίων, ὧν δύναμις συνιστᾷ καὶ σώζει τὸ ἀνθρώπινον γένος. Ἐὰν γὰρ τὸν Ἰσραηλίτην λαὸν πιστεύωμεν διὰ τῆς ἱράσεως τοῦ χαλκοῦ ὄφεως σώζεσθαι, μὴ γένοιτο ἡμῖν διστάσαι, μηδὲ ἀποστῆναι ἐκ τῆς παραδόσεως τῶν ἁγίων Πατέρων, μηδὲ ἐκ τῆς διδαχῆς αὐτῶν ἐκκλῖναι. Καὶ Σολομὼν δὲ βασιλεὺς ἐν τῷ ναῷ ἔκτισε τῷ Θεῷ, χερουβὶμ εἰς δόξαν (1226D) Θεοῦ ἐποίησε, καὶ ἐκ διαφόρων χρωμάτων κατεσκεύασεν [L. ἄλ. κατεκόσμησεν] αὐτὸν. Λοιπὸν δὲ καὶ ἡμεῖς καὶ πάντες οἱ ὀρθόδοξοι τὴν ὁμολογίαν τῆς πίστεως ἡμῶν, καὶ τὴν ὡραιότητα τοῦ οἴκου τοῦ Θεοῦ ἐκ διαφόρων χρωμάτων καὶ κοσμήσεως ζωγράφων ποιοῦμεν. Ἐπεὶ καὶ Ἠσαΐας προφήτης εἶπεν· « Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται θυσιαστήριον τῷ Θεῷ ἐν μέσῳ τῆς γῆς Αἰγύπτου, καὶ στήλη ἐχόμενα τῶν ὁρίων αὐτῆς· καί ἔσται εἰς σημεῖον καὶ εἰς μαρτύριον Κυρίῳ τῷ Θεῷ ἐν γῇ Αἰγύττου. Βοήσουσι δὲ πρὸς Κύριον ἀπὸ προσώπου θλιβόντων, καὶ ἀποστελεῖ αὐτοῖς σωτῆρα καὶ ὑπέρμαχον τὸν λυτρούμενον αὐτούς. » Καὶ ψαλμῳδὸς δὲ Δαβὶδ ὑμνεῖ λέγων· « Ἐξομολόγησις καὶ ὡραιότης ἐνώπιον αὐτοῦ. » Καὶ πάλιν αὐτός· « Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου, καὶ τόπον σκηνώματος δόξης (1227A) σου. » Καὶ πάλιν τὴν ἔλευσιν καὶ τὴν σάρκωσιν τοῦ Υἱοῦ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν εὐαγγελιζόμενος αὐτὸς, μεγάλως τὸ πρόσωπον αὐτοῦ κατὰ τὴν ἔνσαρκον αὐτοῦ οἰκονομίαν προσκυνεῖσθαι ἐνουθέτησε, λέγων· « Ἐξεζήτησέ σε τὸ πρόσωπόν μου, τὸ πρόσωπόν σου, Κύριε, ζητήσω. » Καὶ πάλιν· « Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ. » Καὶ πάλιν· « Ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε. » Ὅθεν ἅγιος Αὐγουστῖνος μέγας διδάσκαλος ἐν ταῖς νουθασίαις αὐτοῦ ἔφη· Τί ἐστιν εἰκὼν Θεοῦ, εἰ μὴ πρόσωπον Θεοῦ, ἐν ἐσημειώθη λαὸς τοῦ Θεοῦ; Ἐν τῷ μεταξὺ ἅγιος Γρηγόριος Νύσσης ἐπίσκοπος περὶ τοῦ Ἀβραὰμ λόγον συνεστήσατο, λέγων· Εἶδον πλειστάκις τὴν ἐπιγραφὴν τοῦ πάθους, καὶ οὐκ ἀδακρυτὶ παρῆλθον ἔργον τέχνης εἰς πρόσωπον προσαχθὲν ἱστορίας, καὶ τὰ (1227B) λοιπὰ ἐκ τῆς ἑρμηνείας αὐτοῦ τῆς εἰς τὰ Ἄσματα τῶν ἄσμάτων, καθὼς γεγραμμένη διδαχὴ λέγει· Ὕλη τίς ἐστι παντελῶς ἐν διαφόροις βαφαῖς ἀναπληροῦσα τὴν τῆς ψυχῆς [L. τοῦ ἐμψύχου] μίμησιν. γὰρ πρὸς τὴν εἰκόνα θεωρῶν τὴν ἐκ τῆς τέχνης διὰ χρωμάτων ἀναπληρουμένην σανίδα, οὐκ ἐκ τῆς βαφῆς τὴν ὁμοιότητα φέρει, ἀλλὰ πρὸς τὴν θεωρίαν τοῦ πρωτοτύπου ἀνάγεται. Ἐπει ἐν τῇ ἐπιστολῇ τοῦ ἁγίου Βασιλείου τῇ πρὸς Ἰουλιανὸν τὸν παραβάτην ἐμφέρεται· Καθὼς ἐκληρονομήσαμεν ἐκ τοῦ Θεοῦ τὴν ἡμετέραν ἄμεμπτον πίστιν τῶν Χριστιανῶν, ὁμολογῶν, καὶ ἕπομαι, καὶ πιστεύω εἰς ἕνα Θεὸν παντοκράτορα, Θεὸν τὸν Πατέρα, Θεὸν τὸν Υἱὸν, Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον· ἕνα Θεὸν ταῦτα τὰ τρία προσκυνῶ καὶ δοξάζω· Ὁμολογῶ δὲ καὶ τὴν τοῦ Υἱοῦ ἔνσαρκον οἰκονομίαν· (1227C) εἶτα καὶ τὴν ἁγίαν Μαρίαν τὴν κατα σάρκα τεκοῦσαν αὐτὸν, Θεοτόκον ὁμολογῶ. Δέχομαι δὲ τοὺς ἁγίους ἀποστόλους, προφήτας τε καὶ μάρτυρας, τοὺς πρὸς τὸν Θεὸν λιτανεύοντας, ὅτι διὰ τῆς μεσιτείας αὐτῶν ἵλεώς μοι γίνεται φιλάνθρωπος Θεὸς, καὶ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν δωρεῖται· διὸ καὶ τὰς ἱστορίας τῶν εἰκόνων αὐτῶν τιμῶ καὶ προσκυνῶ φανερῶς· τοῦτο γὰρ παρεδόθη ἐκ τῶν ἁγίων ἀποστόλων, καὶ οὐ κωλυτέον· ἀλλ' ἐν πάσαις ταῖς ἐκκλησίαις ἡμῶν τὴν αὐτῶν ἀναστηλοῦμεν ἱστορίαν. Πάλιν δὲ ἐκ τοῦ αὐτοῦ ἁγίου, ἐκ τοῦ λόγου τοῦ εἰς τοὺς ἁγίους τεσσαράκοντα μάρτυρας· Ἐπεὶ καὶ πολέμων τρόπαια καὶ νίκας καὶ λογογράφοι πολλάκις, καὶ ζωγράφοι διασημαίνουσιν· οἱ μὲν τῷ λόγῳ κοσμοῦντες, οἱ δὲ τοῖς πίναξιν ἐγχαράττοντες. Καὶ πολλοὺς πρὸς ἀνδραγαθίαν (1227D) διήγειραν ἑκάτεροι. γὰρ λόγος τῆς ἱστορίας ὐπέγραψε, ταῦτα γραφὴ σιωπῶσα διὰ μιμήσεως δείκνυσι. Πάλιν δὲ ἐκ τοῦ λόγου τοῦ ἁγίου Ἰωάννου ἐπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου, τοῦ εἰς τὴν παραβολὴν τοῦ σπόρου· Ἔνδυμα βασιλικὸν ἐὰν ὑβρίσῃς, οὐχὶ τὸν ἐνδυόμενον αὐτὸν ὑβρίζεις; Οὐκ οἶδας, ὅτι ὅστις τὴν εἰκόνα τὴν ἐκ ξύλου καὶ χρωμάτων λοιδορεῖ, οὐχ ὡς πρὸς ἄψυχον τολμήσας κρίνεται, ἀλλὰ κατὰ τοῦ βασιλέως; Δισσῶς γὰρ τῷ βασιλεῖ προσφέρει τὴν ὕβριν [οὐκ οἶδας, ὅτε ὅστις τῇ εἰκόνι τοῦ βασιλέως ὕβριν προσάγει, πρὸς αὐτὸν τὸν βασιλέα, ἤγουν τὸ πρωτότυπον καὶ τὴν ἀξίαν αὐτοῦ ἐπιφέρει τὴν ὕβριν]. Καὶ πάλιν ἐκ τοῦ λόγου τοῦ (1230A) αὐτοῦ Πατρὸς, τοῦ εἰς τὴν ἁγίαν πεμπτην τῆς Πασχαλίας· Πάντα ἐγένοντο εἰς δόξαν Θεοῦ, εἰς χρῆσιν δὲ ἡμετέραν· νέφη πρὸς τὴν τοῦ ὑετοῦ διακονίαν, γῆ πρὸς καρποφορίαν πλήθους, θάλασσα τῶν πλεόντων ἄφθονος, πάντα δουλεύουσι Θεῷ [L. τῷ ἀνθρώπῳ], μᾶλλον δὲ τῇ εἰκόνι τοῦ Θεοῦ. Οὐδὲ γὰρ ὅτε βασιλικοὶ χαρακτῆρες καὶ εἰκόνες ἐν ταῖς πόλεσιν εἰσφέρονται, καὶ ἀπαντῶσιν ἄρχοντες καὶ λαοὶ μετὰ ἐπαίνων, τὴν σανίδα τιμῶσιν, τὴν κηρόχυτον γραφὴν, ἀλλὰ τὴν ἱστορίαν τὴν βασιλικήν. Οὕτω κοὶ κτίσις οὐ τὸ ἐπίγειον εἶδος τιμᾷ, ἀλλὰ τὴν οὐράνιον ἱστορίαν εὐλαβεῖται. Ὁμοίως δὲ καὶ τοῦ μακαρίου Κυρίλλου ἐκ τῆς εἰς τὸ κατὰ Ματθαῖον ἅγιον Εὐαγγέλιον ἑρμηνείας προφέρομεν λέγοντες [ἴσ. λέγοντος]. Ζωγραφεῖ γὰρ πίστις τὸν ἐν μορφῇ τοῦ Θεοῦ ὐπάρχοντα (1230B) λόγον, ὡς καὶ τῆς ζωῆς ἠμῶν λύτρωσις προσηνέχθη τῷ Θεῷ, τὴν καθ' ἡμᾶς ὁμοίωσιν ὑποὺς, καὶ γενόμενος ἄνθρωπος. Καὶ πάλιν αὐτὸς μετὰ μικρόν· Εἰκόνων ἡμῖν ἀποπληροῦσι χρείαν αἱ παραβολαὶ, τῶν σημαινομένων τὴν δύναμιν οἱονείπως καὶ ὀφθαλμῶν παραθέσει, καὶ ἁφῇ χειρὸς ὑποβάλλουσαι, καὶ τὰ ἐν ἰσχναῖς ἐννοίαις ἀφανῶς ἔχοντα τὴν θεωρίαν. Πάλιν τοῦ ἁγίου Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας περὶ τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου, οὗ ἀρχή· Ἱκανῶς μὲν ἐκ πολλῶν ὀλίγα λαβόντες ἐγράψαμεν. Ἔπειτα· Καὶ αὐτὰ τὰ ἐν ξύλοις γραφόμενα, μορφῆς παρελθούσης ἐκ τοῦ ἔξω ῥύπου, πάλιν ἀναγκαῖον τὸν αὐτὸν ἀναλαβέσθαι καὶ ἑνῶσαι [ἴσ. ἀνανεῶσαι], οὗτινός ἐστιν μορφὴ, τοῦ ἀνακαινίσαι δυνηθῆναι εἰκόνα ἐν τῇ αὐτῇ ὕλῃ καὶ στοιχείῳ. Διὰ (1230C) γὰρ τὴν αὐτοῦ μορφὴν καὶ ὕλη, ὅπου καὶ γράφεται, οὐ καταβάλλεται, ἀλλ' ἐν αὐτῇ συνιστορεῖται. Καὶ ἕτερον πάλιν τοῦ μακαρίου Ἀμβροσίου πρὸς Γρατιανὸν τὸν βασιλέα, ἐκ τοῦ τρίτου βιβλίου, κεφαλαίου ἐννάτου· Τί γάρ; μή ποτε καὶ τὴν θεότητα καὶ τὴν σάρκα αὐτοῦ προσκυνοῦντες, μερίζομεν τὸν Χριστὸν, ὅτε ἐν αὐτῷ τὴν θείαν εἰκόνα καὶ τὸν σταυρὸν προσκυνοῦμεν, μερίζομεν αὐτόν; Μὴ γένοιτο. Πάλιν τοῦ ἁγίου Ἐπιφανίου Κωνσταντίας τῆς Κύπρου· Μὴ γὰρ εἰ βασιλεὺς ἔχει εἰκόνα, δύο εἰσὶ βασιλεῖς; Οὔμενουν· βασιλεὺς εἷς ἐστι καὶ μετὰ τῆς εἰκόνος. Πάλιν τοῦ ἁγίου Στεφάνου ἐπισκόπου Βόστρων· Οἵτινες δὴ περὶ τῶν εἰκόνων τῶν ἁγίων ὁμολογοῦμεν, ὅτι πᾶν ἔργον τὸ γινόμενον ἐν ὀνόματι τοῦ Θεοῦ, ἀγαθόν ἐστι καὶ ἅγιον· ἄλλο γάρ ἐστιν εἰκὼν, καὶ ἄλλο ἄγαλμα, (1230D) τουτέστι ζῳδιον. Ὅτε γὰρ Θεὸς τὸν Ἀδὰμ ἔπλασε, τουτέστιν ἐδημιούργησεν, ἔλεγε· « Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμῶν. » Καὶ ἐποίησεν ἄνθρωπον ἐν εἰκόνι Θεοῦ. Τὶ γάρ; ὅτι εἰκὼν Θεοῦ ἐτιν ἄνθρωπος, ἄγαλμά ἐστι, τουτέστιν εἰδωλολατρεία καὶ ἀσέβεια; Μηδαμῶς γένοιτο. Εἰ Ἀδὰμ εἰκὼν δαιμόνων ἦν, ἐκβεβλημένος ἦν καὶ ἀπρόσδεκτος. Ἀλλ' ὅτι εἰκὼν Θεοῦ ἐστι, τετιμένος ἐστὶ καὶ εὐπρόσδεκτος. Πᾶσα γὰρ εἰκὼν ἐν ὀνόματι Κυρίου, τῶν ἀγγέλων, προφητῶν, ἀποστόλων, μαρτύρων, δικαίων γινομένη, ἁγία ἐστίν. Οὐ γὰρ τὸ ξύλον προκυνεῖται, ἀλλ' αὐτὸ τὸ ἐν τῷ ξύλῳ θεωρούμενον καὶ μνημονευόμενον τιμᾶται. Πάντες γὰρ ἡμεῖς προσκυνοῦμεν τοὺς ἄρχοντας, καὶ ἀσπαζόμεθα, εἰ καὶ ἁμαρτωλοί εἰσι. Διὰ τὶ λοιπὸν (1231A) οὐκ ὀφείλομεν προσκυνῆσαι τοὺς ἁγίους τοῦ Θεοῦ δούλους, καὶ εἰς μνημόσυνον αὐτῶν συστῆσαι καὶ ἐγεῖραι τὰς εἰκόνας αὐτῶν, ἵνα μὴ ληθαργηθῶσιν; Ἀλλὰ λέγεις, ὅτι αὐτὸς Θεὸς προσκυνεῖσθαι χειροποίητα ἀπηγόρευσεν. Εἰπὲ, Ἰουδαῖε, τί ἐστι τὸ ἐπάνω τῆς γῆς μὴ οὐ χειροποίητον μετὰ τὸ ποιηθῆναι ὑπὸ τοῦ Θεοῦ; Τί λοιπόν; κιβωτὸς τοῦ Θεοῦ ἐκ τῆς ὕλης Σεθεὶμ κτισθεῖσα καὶ κατασκευασθεῖσα, οὐκ ἔστι χειροποίητος; Καὶ τὸ θυσιαστήριον, καὶ τὸ ἱλαστήριον, καὶ στάμνος ὅπου ἦν τὸ μάννα, καὶ τράπεζα, καὶ λυχνία, καὶ τὸ σκήνωμα τὸ ἐνδότερον καὶ τὸ ἐξώτερον, οὐκ εἰσὶν ἐξ ἔργων χειρῶν ἀνθρώπων, ἅπερ Σολομὼν ἐποίησε; Καὶ ἵνα τί ἅγια τῶν ἁγίων καλοῦνται, ὑπάρχοντα χειροποίητα; Τί γάρ; τὰ χερουβὶμ, καὶ ἑξαπτέρυγα κύκλῳ τοῦ θυσιαστηρίου οὐκ (1231B) ἦσαν ζῶα καὶ εἰκόνες τῶν ἀγγέλων, ἔργα χειρῶν ἀνθρώπων; καὶ πῶς οὐκ ἐκβέβληται; ὅτι διὰ προστάγματος Θεοῦ εἰκόνες ἐγένοντο τῶν ἀγγέλων, ἅγιαί εἰσι, καὶ ταῦτα ζῶα ἦσαν. Καὶ γὰρ τὰ εἴδωλα τῶν ἐθνῶν, ὅτι εἰκόνες δαιμόνων ἦσαν, Θεὸς κατέβαλε καὶ κατέκρινεν αὐτά. Ἡμεῖς δὲ πρὸς μνημόσυνον τῶν ἁγίων εἰκόνας ποιοῦμεν, ἤγουν Ἀβραὰμ, Μωσέως, Ἠλίου, Ἠσαΐου, Ζαχαρίου, καὶ τῶν λοιπῶν προφητῶν, ἀποστόλων καὶ μαρτύρων ἁγίων τῶν διὰ τὸν Κύριον συντριβέντων, ἵνα πᾶς θεωρῶν αὐτοὺς ἐν εἰκόνι μιμνήσκηται αὐτῶν, καὶ δοξάζῃ τὸν Κύριον τὸν δοξάσαντα αὐτούς. Πρέπει γὰρ αὐτοῖς τιμὴ καὶ προσκύνησις, καὶ ἀνατίθεσθαι τὰ ἡμέτερα πρὸς αὐτοὺς κατὰ τὴν δικαιοσύνην αὐτῶν· ἵνα πάντες οἱ θεωροῦντες αὐτοὺς σπεύσωσι καὶ αὐτοὶ μιμηταὶ γενέσθαι τῆς (1231C) πράξεως αὐτῶν. Ποία γάρ ἐστιν τῆς προσκυνήσεως τιμὴ, εἰ μὴ μόνον καθὼς καὶ ἡμεῖς οἱ ἁμαρτωλοὶ προσκυνοῦμεν καὶ ἀσπαζόμεθα ἀλλήλους κατὰ τιμὴν καὶ ἀγάπησιν; Οὕτω γὰρ τὸν Κύριον ἡμῶν οὐκ ἄλλως προσκυνοῦμεν, δοξάζοντες μέντοι καὶ τρέμομεν; εἰκὼν δέ ἐστιν ὁμοιώσεως αὐτοῦ, ὅτι ἐν αὐτῇ ἐγράφῃ. Ἀσεβεῖς δὲ οἱ τὸ ἀγαθὸν μὴ πράττοντες, μήτε τῶν ἁγίων μνημονεύοντες, μὴ κωλυέτωσαν τοὺς καλοποιοῦντας, μηδὲ σκανδαλιζέτωσαν τοὺς τιμῶντας τοὺς ἁγίους καὶ δούλους τοῦ Θεοῦ, καὶ μνημονεύοντας αὐτῶν. Μισθὸν γὰρ ἀγαθὸν τῆς καλῆς πράξεως λήψονται· οἱ δὲ ἀσεβεῖς, καθὼς διελογίσαντο, ἕξουσι τὴν κατάλυσιν τῆς ἀτιμίας, καθὼς τοῦ δικαίου ἠμέλησαν, ἀποστάντες ἀπὸ τοῦ Θεοῦ. Διὰ δὲ τὸ μνημόσυνον τῶν (1231D) ἁγίων εἰκόνες γράφονται, καὶ τιμῶνται, καὶ προσκυνοῦνται, ὡς δούλων τοῦ Θεοῦ, καὶ ὑπὲρ ἡμῶν τὴν θεότητα λιτανευόντων καὶ δυσωπούντων. Ἄξιον δέ ἐστι μνημονεύειν τῶν ἡγουμένων ἡμῶν, καὶ εὐχαριστίας προσφέρειν τῷ. Θεῷ. Ἐκ τοῦ λόγου τοῦ μακαρίου Ἱερωνύμου πρεσβυτέρου Ἱεροσολύμων· Καὶ γὰρ ὡς συνεχώρησεν Θεὸς προσκυνεῖν πᾶν ἔθνος τὰ χειροποίητα, Ἰουδαίοις δὲ τὰς πλάκας ἐκείνας εὐδόκησεν, ἃς ἐλατόμησεν Μωϋσῆς, καὶ τὰ δύο χερουβὶμ τὰ χρυσᾶ· οὕτω καὶ ἡμῖν τοῖς Χριστιανοῖς ἐδωρήσατο τὸν σταυρὸν καὶ τῶν ἀγαθῶν ἔργων τὰς εἰκόνας γράφειν καὶ προσκυνεῖν, καὶ δεῖξαι τὸ ἔργον ἡμῶν. Λοιπὸν ταύτας αὐτὰς, εὐσεβέστατοι καὶ γαληνότατοι (1234A) δεσπόται καὶ τέκνα, τὰς προειρημένας χρήσεις τῶν ἁγίων Πατέρων περιήλθομεν βραχέως. Ἀλλὰ καὶ τῆς θείας Γραφῆς τῆς Παλαιᾶς καὶ Νέας Διαθήκης ἱστορία μαρτυρεῖ περὶ τῆς παραφυλακῆς τοῦ θείου σεβάσματος, ὅτι τὰ πρὸς ἔπαινον τοῦ Θεοῦ ἐν ταῖς ἐκκλησίαις εἰς μνημόσυνον τῆς εὐσεβοῦς ἐργασίας τῇ τοῦ Θεοῦ. ἐπινεύσει καθιστάμενα, εἰσι κατὰ τὴν παράδοσιν τῶν ἁγίων Πατέρων περὶ συστάσεως τῶν ἱερῶν εἰκόνων, καὶ τῆς θείας [Θ. περὶ τῆς συστάσ. τ. ε. εἰ καὶ παρὰ τῆς θείασ] Γραφῆς ἐν ζωγραφίᾳ ὑπαρχούσης, καθὼς ἐν αὐτῇ τῇ ἀποστολικῇ ἀναφορᾷ τῇ Θεοκυρώτῳ γαλήνῃ τῆς ὑμετέρας δυναστείας μετὰ πάσης ταπεινώσεως καὶ εἰλικρινοῦς καρδίας ἐπετηδεύσαμεν ἀναγαγεῖν. Ὅθεν καὶ τὰς ἐκ διαφόρων καὶ εὐδοκιμωτάτων πατέρων λεπτομερῶς μαρτυρίας, τῶν τὰς αὐτὰς (1234B) ἱερὰς εἰκόνας συστησάντων, τηρητέον ἐστὶ, καθὼς ἐν ταῖς βίβλοις αὐτῶν εὑρίσκομεν, καὶ τῇ ὑμετέρᾳ ἐπιεικετάτῃ βασιλείᾳ ἐπετηδεύσαμεν ἀναγαγεῖν· δυσωπῶ δὲ μετὰ μεγάλου πόθου καρδίας τὴν ὑμετέραν πρᾳότητα, καὶ ὡς παρὼν γονυπετῶν, καὶ τοῖς ὑμετέροις ἴχνεσι κυλινδούμενος ἱκετεύω, καὶ ἐνώπιον τοῦ Θεοῦ παρακαλῶ καὶ ὁρκίζω, τὰς αὐτὰς ἱερὰς εἰκόνας ἐν αὐτῇ τῇ Θεοφυλάκτῳ καὶ βασιλίδι πόλει, καὶ ἐν τοῖς ἀμφοτέροις μέρεσι τῆς Γραικίας, εἰς τὴν ἀρχαίαν βάσιν συστῆσαι καὶ στηρίξαι κελεύσατε, φυλάττοντες τὴν παράδοσιν ταύτης τῆς ἡμετέρας ἱερωτάτης καὶ ἁγιωτάτης Ἐκκλησίας, καὶ ἀποῤῥίπτοντες καὶ βδελυσσόμενοι τῶν ἀσεβῶν αἱρετικῶν τὴν δεινοτητα, ἵνα ταύτην τὴν ἡμετέραν ἁγίαν καθολικὴν καὶ ἀποστολικὴν Ῥωμαϊκὴν Ἐκκλησίαν τὴν ἀκατάληπτον [L. ἀνεπίληπτον] ἐναγκαλίσησθε [L. ἵνα (1234C) ὑμᾶς αὐτοὺ ἡμετέρα ἁγία καθολ. (1234B) καὶ ἀποστ. Ῥωμαϊκὴ Ἐκκλησία ἀνεπίληπτος ἐναγκαλήσηται].


HOME > '������������������������' in 'Adrianus_I, Epistolae, p1'
>>> Adrianus I, Epistolae, Ἐπιστολὴ Ἀδριανοῦ τοῦ ἁγιωτάτου πάπα τῆς πρεσβυτέρας Ῥώμης, ἑρμηνευθεῖσα ἐκ τῆς τῶν Ῥωμαίων διαλέκτου εἰς τὴν Ἑλλάδα φωνήν.
3910w 28.603656053543 s