Adrianus_I_cps2, Epistolae, p2HOME > '������������������������' in 'Adrianus_I, Epistolae, p2'
Adrianus I, Epistolae, Ἑρμηνεία γραμμάτων Ῥωμαϊκῶν Ἀδριαναῦ τοῦ ἁγιωτάτου πάπα τῆς πρεσβυτέρας Ῥώμης. <<<     >>> EPISTOLA PRIMA. AD PIPPINUM REGEM.hide dictionary links

(PL 96 1241) Ἐπιστολὴ Ἀδριανοῦ τοῦ ἁγιωτάτου πάπα τῆς πρεσβυτέρας Ῥώμης, ἑρμηνευθεῖσα ἐκ τῆς τῶν Ῥωμαίων διαλέκτου εἰς τὴν Ἑλλάδα φωνήν.

(1234C)

(1234D) Τῷ ἠγαπημένῳ ἀδελφῷ Ταρασίῳ πατριάρχῃ, Ἀδριανὸς δοῦλος τῶν δούλων τοῦ Θεοῦ.

Ποιμαντικαῖς φροντίσιν, ἐν αἷς ἁρμόζει ποιμαίνειν τὸν λαὸν τοῦ Θεοῦ, καὶ λεπτοτάτῳ λογισμῷ κατανοοῦντες, ὃν τρόπον τοῦ κηρύγματος φωνὴ ὑγιὴς ὑπὸ κήρυκος ἐν παντὶ καιρῷ ὀφείλει κηρύττεσθαι, καὶ ὁποῖος ποιμὴν ἐν συμπαθείᾳ, καὶ ὁποῖος ἐν ἀναστροφῇ ὀφείλει εἶναι, ἵνα τοῖς πᾶσι πλησίον τῇ συμπαθείᾳ γένηται, καὶ τοῖς ὅλοις τῇ ἀναστροφῇ ἐπίσημος· καὶ ὅπως ἂν πρὸς ἑαυτὸν διὰ τῆς εὐσεβοῦς εὐπλαγχνίας τὰς τῶν ἁπάντων ἀῤῥωστίας μετενέγκῃ, καὶ διὰ τῆς ὑψηλοτάτης ἐπιβλέψεως ἑαυτοῦ αἰτούμενος εἰς τὰ θεῖα πάντας μεταβιβάσῃ [L. ἑαυτοῦ ἐπὶ τὰ θεῖα διαβαίνῃ]· περὶ τούτων πάντων συνείδομεν τῇ ὑμετέρᾳ ἠγαπημένῃ ἁγιωσύνῃ καὶ ἱερατικῇ ὁμονοίᾳ προσφθέγξασθαι, (1235A) καὶ λεπτομερῶς τὸν λόγον φανερῶσαι. Ἐν τοῖς συνοδικοῖς τῆς ὁμολογίας τῆς πίστεως ὑμῶν, τοῖς τῷ ἀποστολικῷ ἡμῶν θρόνῳ σταλεῖσι διὰ Λέοντος τοῦ εὐλαβεστάτου πρεσβυτέρου ὑμῶν, εὕρομεν ἐν αὐτοῖς ἐν τῇ ἀρχῇ τοῦ πρώτου σελιδίου, τὴν ὑμετέραν εὐλάβειαν ἐκ λαϊκῆς τάξεως καὶ βασιλικῆς ὑπηρεσίας εἰς τὸν ἱερατικὸν βαθμὸν ἀνυψωθεῖσαν. Καὶ λίαν ἐντούτοις ἡμετέρα ψυχὴ ἠγάσθη. Καὶ εἰ μὴ τὴν ὑμετέραν εἰλικρινῆ καὶ ὀρθόδοξον πίστιν εἰς τὰ προειρημένα συνοδικὰ τοῦ ἱεροῦ συμβόλου κατὰ τόν θεσμὸν τῶν ἁγίων ἓξ οἰκουμενικῶν συνόδων, καὶ περὶ τῶν σεπτῶν εἰκόνων εὕρομεν καλῶς ἔχουσαν, οὐδαμῶς ἂν ἐτολμήσαμεν τῶν τοιούτων ὑπακοῦσαι συνοδικῶν. Ἀλλ' ὅσον καρδία ἡμῶν ἐλυπεῖτο περὶ τῆς ἀναρμόστου [L. ἀθεμίτου ὑμῶν χειρτονίας, καὶ τῆς (1235B) ἀναρμόστου, κ. τ. λ. ] παλαιᾶς ἐξ ἡμῶν διαστάσεως, τοσοῦτον εὑροῦσα τὴν ὑμετέραν ὁμολογίαν καὶ τὴν ὀρθὴν πίστιν ηὐφράνθη ἡμετέρα ψυχή. Εὕρομεν δὲ ἐν τῇ προειρημένῃ συνοδικῇ ἐπιστολῇ τῆς ὑμετέρας ἁγιωσύνης, μετὰ τὸ πλήρωμα τῆς πίστεως καὶ τῆς ὁμολογίας τοῦ ἱεροῦ συμβόλου, καὶ πασῶν τῶν ἁγίων ἓξ συνόδων, καὶ περὶ τῶν ἱερῶν καὶ σεπτῶν χαρακτήρων θαῦμα αἰνέσεως καὶ περιπτύξεως ἄξιον, περιέχον, Ὅτι τὰ ὑπὸ τῆς αὐτῆς ἁγίας ἕκτης συνόδου δέχομαι μετὰ πάντων τῶν ἐνθέσμως καὶ θειωδῶς ἐκφωνηθέντων παρ' αὐτῆς [καὶ τὰς αὐτὰς ἁγίας ἓξ συνόδους δέχομαι μετὰ πάντων τῶν κανόνων τῶν ἐνθ. καὶ θείω. ἐκφ. παρ' αὐτῶν] κανόνων. Ἐν οἷς ἐμφέρεται Ἔν τισι τῶν σεπτῶν εἰκόνων γραφαῖς ἀμνὸς δακτύλῳ τοῦ προδρόμου δεικνύμενος ἐγχαράττεται, ὃς εἰς (1235C) τύπον παρελήφθη τῆς χάριτος, τὸν ἀληθινὸν ἡμῖν διὰ τοῦ νόμου προϋποφαίνων ἀμνὸν Χριστὸν τὸν Θεὸν ἡμῶν. Τοὺς οὖν παλαιοὺς τύπους καὶ τὰς σκιὰς, ὡς τῆς ἀληθείας σύμβολά τε καὶ προχαράγματα τῇ Ἐκκλησίᾳ παραδεδομένα [ἀλ. παραδεδομένους] κατασπαζόμενοι, τὴν χάριν προτιμῶμεν καὶ τὴν ἀλήθειαν, ὡς πλήρωμα νόμου ταύτην ὑποδεξάμενοι. Ὡς ἂν οὖν τὸ τέλειον, καὶ ἐν ταῖς χρωματουργίαις, ἐν ταῖς ἁπάντων ὄψεσιν ὑπογράφηται, τὸν τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου ἀμνοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν κατὰ τὸν ἀνθρώπινον χαρακτῆρα καὶ ἐν ταῖς εἰκόσιν ἀπὸ τοῦ νῦν ἀντὶ τοῦ παλαιοῦ ἀμνοῦ ἀναστηλοῦσθαι ὁρίζομεν, δι' αὐτοῦ τὸ τῆς ταπεινώσεως ὕψος τοῦ Θεοῦ Λόγου κατανοοῦντες, καὶ πρὸς μνήμην τῆς ἐν (1235D) σαρξὶ πολιτείας, τοῦ τε πάθους αὐτοῦ καὶ τοῦ σωτηρίου θανάτου χειραγωγούμενοι, καὶ τῆς ἐντεῦθεν γενομένης τῷ κόσμῳ ἀπολυτρώσεως. Ταύτῃ τῇ μαρτυρίᾳ τῆς ὀρθοδόξου πίστεως τὴν τῶν πονηρῶν περιεργίαν καὶ ἀδολεσχίαν τῶν αἱρετικῶν ἀφορίζουσα, ἀπώσατο ὑμετέρα ἀδελφικὴ ἱερωσύνη, καθὼς καὶ αὐτῶν πονηρὰ σπουδὴ παρ' ἡμῶν οὐκ ἐδέχθη, οὐδὲ ὑπὸ τῆς θείας χάριτος, ἀλλ' ἀβέβαιος ἐλογίσθη ἐν τοῖς τοιούτοις· περιεζωσμένη γὰρ τὴν ὀσφὺν τῆς διανοίας ἡμῶν ὁμολογεῖ καὶ ἡμετέρα καθολικὴ καὶ ἀποστολικὴ Ῥωμαϊκὴ Ἐκκλησία, ὁμονοοῦσα καὶ συμφωνοῦσα ἐξ ἐναντίας τῆς τῶν αἱρετικῶν ἀννοίας, ὑφ' ὧν πολεμουμένη καὶ συντιθεμένη πεφανέρωται. Ὅθεν ἐπεὶ τὰς σεπτὰς εἰκόνας, τόν τε κατὰ τὸν ἀνθρώπινον χαρακτῆρα Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τοῦ καθ' ἡμᾶς καὶ (1238A) δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν σαρκωθέντος, καὶ τῆς ἁγίας ἀχράντου καὶ ἀληθῶς Θεογεννήτορος, λοιπὸν δὲ καὶ τῶν ἁγίων αὐτοῦ, ὑμετέρα ἠγαπημένη ἁγιωσύνη σέβειν καὶ προσκυνεῖν συνέθετο, τὴν αὐτῆς ὀρθόδοξον προαίρεσιν, ἐὰν καθὼς ἀπήρξατο, παραμείνῃ, παντελῶς ἐπαινοῦμεν, καὶ ὡς ποιμαντικῇ μερίμνῃ φροντίζοντες συμβουλεύομεν, ἵνα τὴν ὀρθόδοξον πίστιν, ἥνπερ ἅπαξ ὡμολόγησεν, ἀμετάθετον διατηρήσῃ κηρύττουσα καὶ διδάσκουσα. « Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός. » Τίς οὖν τῆς ἀγαπήσεως τοῦ Χριστοῦ καὶ τοῦ πλησίον, τῆς ἐν Χριστῷ οὔσης, τὸ στήριγμα κρατῶν τὸν αὐτὸν Ἰησοῦν Χριστὸν τὸν τοῦ Θεοῦ καὶ ἀνθρώπου Υἱὸν παρ' ἑαυτῷ οὐκ ἔθετο θεμέλιον. Ὁμολογούμενον γάρ ἐστιν, ὅτι ὅπου Χριστὸς θεμέλιος ἐστι, τῶν ἀγαθῶν (1238B) ἔργων ἐξακολουθεῖ οἰκοδομή. Αὐτὴ γοῦν δι' ἑαυτῆς Ἀλήθεια λέγει· « μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὸ ποίμνιον, ἀλλ' εἰσερχόμενος ἄλλοθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής· δὲ εἰσερχόμενος διὰ τῆς θύρας, ποιμήν ἐστι τῶν προβάτων. » Καθὼς αὐτὸς Σωτὴρ ἔφη λέγων· « Ἐγώ εἰμι θύρα. » Ἐκεῖνος οὖν εἰς τὸ ποίμνιον εἰσέρχεται, διὰ τῆς θύρας εἰσερχόμενος. Καὶ εἰσερχόμενος διὰ τῆς θύρας, διὰ Χριστοῦ εἰσέρχεται, ὅστις ἐκ τοῦ [L. περὶ τοῦ] αὐτοῦ δημιουργοῦ καὶ λυτρωτοῦ τοῦ ἀνθρωπίνου γένους τὴν ἀλήθειαν συνιεὶς, διαφυλάττει καὶ τηρεῖ τὸν βαθμὸν τῆς ποιμαντικῆς ἀξίας, καὶ βαστάζειν τὸ βάρος ἀνέχεται, οὐ πρὸς τὴν δόξαν καὶ τὴν τιμὴν τὴν παρερχομένην ἀποβλέπων, ἀλλ' ὡς ἀναδεξάμενος τὸ ποίμνιον, ἐπιμελῶς ἀγρυπνεῖ, ἵνα μὴ τὰ πρόβατα τοῦ Θεοῦ (1238C) εἴτε διὰ διεστραμμένων ἀνθρώπων καὶ σκολιὰ λαλούντων, εἴτε κακῷ πνεύματι πειθόμενα παραφθαρῶσιν. Ἀληθῶς δὲ καὶ μακάριος Ἰακὼβ, ὅστις διὰ γυναῖκας πολλὰ ἔτη δουλεύσας Λάβαν τῷ πενθερῷ αὐτοῦ φαίνεται λέγων· « Εἴκοσιν ἔτη ἐγώ εἰμι μετὰ σοῦ· τὰ πρόβατα καὶ αἱ αἶγές σου οὐκ ἠτεκνώθησαν [Ἄλ. ἠτέκνωσαν], κριοὺς τῶν προβάτων σου οὐ κατέφαγον, θηριάλωτον οὐκ ἐνήνοχά σοι. Ἐγὼ ἀπετίννυον ἀπ' ἐμαυτοῦ τὰ κλέμματα ἡμέρας, καὶ κλέμματα νυκτός· ἐγενόμην τῆς ἡμέρας συγκαιόμενος τῷ καύματι, καὶ τῷ παγετῷ τῆς νυκτὸς, καὶ ἀφίστατο ὕπνος ἀπὸ τῶν ὀφθαλμῶν μου. » Ἐὰν οὕτω ποιεῖ [Al. κάμνει] καὶ ἀγρυπνεῖ ποιμαίνων τὰ πρόβατα Λάβαν, πόσους καμάτους, πόσας ἀγρυπνίας ὀφείλει ὑποφέρειν ποιμαίνων τὰ πρόβατα τοῦ Χριστοῦ; Ἀλλ' ἐν πᾶσι τούτοις (1238D) αὐτὸς ὑμᾶς στηρίξῃ καὶ διδάξῃ, ὃς δι' ἡμᾶς ἄνθρωπος ἐγένετο, καταξιώσας γενέσθαι ἐποίησεν, αὐτὸς τὴν ἀγάπην τοῦ ἁγίου αὐτοῦ Πνεύματος καὶ τὸν πόθον ἐκχέῃ εἰς ὑμᾶς καὶ ἐκ πάσης μερίμνης διατηρήσῃ, καὶ τοὺς ὀφθαλμοὺς τῆς διανοίας ὑμῶν ἀνοίξῃ, ἵνα διὰ τοῦ μόχθου καὶ τοῦ ἀγῶνος τῆς ὑμετέρας ἀγάπης, καὶ τοῦ δρόμου, τὴν ἡμετέραν μιμουμένης ἀποστολικὴν τῆς πάλαι ὀρθοδόξου πίστεως παράδοσιν, ἐν τοῖς μέρεσι τοῖς τῶν εὐσεβῶν βασιλέων ἡμῶν αἱ ἱεραὶ καὶ σεπταὶ εἰκόνες κατὰ τὴν ἀρχαίαν τάξιν σταθῶσιν, ὅπως ἐν τούτῳ τὸ ὑμέτερον σταθηρὸν διαμείνῃ ἱερατεῖον. Μετὰ γὰρ τὴν ὁμολογίαν τῆς πίστεως ὑμῶν ἐγνώσθη ἡμῖν, ὅτι ὑμετέρα (1239A) σεπτὴ ὁσιότης ἠξίωσε τοὸς εὐσεβεστάτους καὶ ὀρθοδοξοτάτους καὶ ζηλωτὰς, τοὺς γενομένους εἰς δόξαν Θεοῦ πιστοὺς βασιλεῖς ἡμῶν, τοὺς ὑπερμάχους τῆς ἀληθείας, περὶ τοῦ γενέσθαι σύνοδον οἰκουμενικήν, καὶ συνέθεντο ἐνὼπιον παντὸς τοῦ φιλοχρίστου αὐτῶν λαοῦ, τῇ ὑμετέρᾳ ἱκεσίᾳ εὐσεβῶς ἐπινεύσαντες, καὶ τὴν σύνοδον ὥρισαν ἐν τῇ βασιλίδι αὐτῶν πόλει γενέσθαι. Ἡμεῖς δὲ σὺν μεγάλῳ πόθῳ, καθὼς ἐνεφέρετο ἐν τῇ αὐτῶν θείᾳ κελεύσει, γνησίους καὶ δοκίμους καὶ φρονίμους ἱερεῖς περὶ τῆς συστάσεως τῶν ἱερῶν εἰκόνων, ἵνα ἐν τῇ ἀρχαίᾳ τάξει ἐν τοῖς μέρεσιν ἐκείνοις κατασταθῶσι, μετὰ μεγίστης χαρᾶς ἐπέμψαμεν. Ἀλλ' ὑμετέρα ὁσιότης τοῖς αὐτοῖς εὐσεβεστάτοις καὶ τροπαιούχοις βασιλεῦσι προθύμως ἀναγάγοι, ἵνα ἐν πρώτοις ψευδοσύλλογος ἐκεῖνος, (1239B) γενόμενος χωρὶς τοῦ ἀποστολικοῦ θρόνου ἀτάκτως καὶ ἀσυλλογίστως ἐξ ἐναντίας τῆς τῆς τῶν σεπτοτάτων πατέρων παραδόσεως κατὰ τῶν θείων εἰκόνων, ἀναθεματισθῇ παρόντων τῶν ἀποκρισιαρίων ἡμρων· καὶ πᾶν ζιζάνιον ἐκριζιζωθῇ ἀπὸ τῆς Ἐκκλησίας, καὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Ξριστοῦ λόγος πληρωθῇ· Ὄτι « πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. » Καὶ πάλιν· « Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν· καί σοι δώσω τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν. Καὶ ὅσagr; ἂν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τοῖς οὐρανοῖς· καὶ ὅσα ἂν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τοῖς οὐρανοῖς. » Οὗ θρόνος εἰς πᾶσαν τὴν οἰκουμένην πρωτεύων διαλάμπει, καὶ κεφαλὴ πασῶν τῶν Ἐκκλησιῶν τοῦ (1239C) Θεοῦ ὑπάρχει. Ὅθεν αὐτὸς μακάριος Πέτρος ἀπόστολος τῷ τοῦ Κυρίου προστάγματι ποιμαίνων τὴν Ἐκκλησίαν, οὐδὲν παραλέλοιπεν [Ἄλ. παραλελειμμένον εἴασεν], ἀλλ' ἐκράτησε πάντοτε καὶ κρατεῖ τὴν ἀρχήν. Δι' οὗπερ ἐὰν προσκολληθῇ ὑμετέρα ὁσιότης τῷ ἡμετέρῳ ἀποστολικῷ θρόνῳ, ὅστις ἐστὶ κεφαλὴ πασῶν τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ, καὶ τὸν αὐτῆς ἱερὸν καὶ ὀρθόδοξον τύπον ἀφθάρτως καὶ ἀμολύντως ἐκ βάθους καρδίας καὶ εἰλικρινοῦς διανοίας φυλάξαι ἐπιτηδεύσνι, ὡς ἀληθῶς ὀρθόδοξος καὶ Θεοσεβὴς τυγχάνουσα, ταύτην πρώτην θυσίαν τῷ παντοδυνάμῳ Κυρίῳ προσοίσει· καὶ ὡς ἐκ προσώπου ἡμῶν, τῶν, εὐσεβεστάτων καὶ Θεοστέπτων μεγάλων βασιλέων ἡμῶν ὑπερέχουσιν ἴχνεσι κειμένη δυσωπήσει, καὶ ἐνώπιον τοῦ Θεοῦ καὶ τῆς φοβερᾶς κρίσεως αὐτοὺς κατακριματίσει, ἵνα τὰς ἱερὰς (1239D) εἰκόνας ἐν αὐτῇ τῇ Θεοφυλάκτῳ καὶ βασιλίδι πόλει, καὶ ἐν παντὶ τόπῳ, εἰς τὴν ἀρχαίαν στάσιν καταστῆσαι καὶ κηρύξαι κελεύσωσι, φυλάττοντες τὴν παράδοσιν ταυτης τῆς ἱερᾶς καὰ ἁλιωτάτης ἡμῶν Ῥωμαϊκῆς Ἑκκλησίας· ἀποδιώξωσι δὲ βδελυσσόμενοι τὴν τῶν πονηηῶν καὶ αἱρετικῶν πλάνην διὰ τοῦ ὑμετέρου ἀλῶνος καὶ πιστοτάτου μόχθου. Εἰ δὲ τὰς ἱερὰς καὶ σεπτὰς εἰκόνας ἐν τοῖς μέρεσι τῶν αὐτόθι οὐ καταστήσωσι τὴν ὑμετέραν χειροτονίαν κατὰ πάντα τρόπον οὐ τολμῶμεν δέξασθαι· καὶ μάλιστα ἐὰν ἐπακολουθήσῃς τοῖς ἀπειθοῦσι τῇ ἀληθείᾳ. Τούτου ἕνεκεν μετὰ ἀκροτάτου μόχθου καὶ πόθου τῆς πίστεως καὶ ἀγῶνος ἐν τούτοις πᾶσιν ἀδιστάκτως τὴν ὑμετέραν σεπτοτάτην (1242) ἁγιωσύνην ἁρμόζει τὰς ἱερὰς καὶ σεπτας εἰκόνας τοῦ Κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τῆς ἁγίας αὐτοῦ γεννητρίας καὶ ἀειπαρθένου Μαρίας, καὶ τῶν ἁγίων ἀποστόλων, καὶ πάντων τῶν ἁγίων προφητῶν τε καὶ μαρτύρων, ἄμα ὁμολογητῶν, εν τοῖς μέρεσι τῶν αὐτόθι ἐν τῇ ἀρχαίᾳ τάξει ἀναστῆσαι, ὅπως ἐν ὁμονοίᾳ ἀξίως τὴν προφητικὴν ἀνυμνήσωμεν ᾠδὴν, λέγοντες· Κύριε, σῶσον τοὺς εὐσεβεστάτους βασιλεῖς ἡμῶν, « καὶ ἐπάκουσον ἡμῶν ἐν ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε· » ὅτι ἠγάπησαν « τὴν εὐπρέπειαν τοῦ σου, καὶ τόπον σκηνώματος δόξης σου. » Τοὺς δὲ ἀποσταλέντας παρ' ἡμῶν Πέτρον τὸν ἠγαπημένον ἡμῶν πρωτοπρεσβύτερον τῆς ἁγίας Ῥωμαϊκῆς Ἐκκλησίας, καὶ Πέτρον τὸν ἀββᾶν, πρεσβύτερον καὶ ἡγούμενον, πρὸς τὰ ἴχνη τῶν γαληνοτάτων καὶ εὐσεβῶν βασιλέων, δυσωποῦμεν, ἵνα διὰ τὸν πόθον τοῦ ἁγίου Πέτρου τοῦ κορυφαίου τῶν ἀποστόλων, καὶ δι' ἡμᾶς ἐν πάσῃ ἀντιλήψει καὶ εὐμενείᾳ ἀνθρωπίνῃ διάγειν καταξιώσωσιν, ὅπως καὶ ἐν τούτῳ μεγάλας ἰσχύσωμεν εὐχαριστίας προσάγειν. παντοδύναμος Θεὸς τῇ ὑμετέρᾳ ἀγάπῃ, ἐὰν σταθηρῶς διαμείνῃ, ἐπινεύσοι, καὶ συνέλθοι ὑμῖν, καὶ διαφυλάξοι, καὶ τὸυ ἐγκαταπιστευθέντα σοι καρπὸν ὑπὲρ μέτρον πλεονασμοῦ πλεονάσοι, καὶ εἰς τὴν αἰωνίαν χαρὰν μετενεγκεῖν κελεύσοι. Θεὸς ὑγιᾶ σε διαφυλάξοι, ἠγαπημένε ἀδελφέ.


HOME > '������������������������' in 'Adrianus_I, Epistolae, p2'
Adrianus I, Epistolae, Ἑρμηνεία γραμμάτων Ῥωμαϊκῶν Ἀδριαναῦ τοῦ ἁγιωτάτου πάπα τῆς πρεσβυτέρας Ῥώμης. <<<     >>> EPISTOLA PRIMA. AD PIPPINUM REGEM.
1604w 4.8845717906952 s