Agapetus_I_cps2, Epistolae, p4HOME > '������������������������' in 'Agapetus_I, Epistolae, p4'
Agapetus I, Epistolae, INTERPRETATIO EPISTOLAE SYNODALIS. <<<     >>> INTERPRETATIO EPISTOLAE SYNODALIS, scriptae per litteras Latinas [e Graeco] quae, quod ignotae essent, omissae sunt. hide dictionary links

(PL 66 0048B) ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΣΥΝΟΔΙΚΗΣ ΕΠΙΣΤΟΛΗΣ, τῆς διὰ Ῥωμαϊκῶν γραφείσης γραμμάτων, τινα παρέθησαν, διὰ τὴν ἀπειρίαν αὐτῶν.

(0047B)

Τῷ ἀγαπητῷ ἀδελφῷ Πέτρῳ Ἀγαπητός.

Ἠβουλόμεθα μὲν, ἀγαπητοὶ ἀδελφοὶ, διὰ τὴν τῆς ἡμετέρας ἀγάπης συνάφειαν, πάντας τοὺς τοῦ Κυρίου ἱερεῖς κατὰ τὴν ἀποστολικὴν παράδοσιν ἀνεπιλήπτους εὑρίσκεσθαι, καὶ μηδένα διὰ χάριν, διὰ φόβον, τῶν ἐκκλησιαστικῶν κανόνων ἐκκλίνειν· ἀλλ' ἐπεὶ πολλὰ πολλάκις (0047C) παρακολουθεῖ, τινα μεταμέλειαν τίκτειν δύναται, καὶ νικᾷ τὰ πλημμελήματα τῶν ἁμαρτανόντων τὸ ἔλεος τοῦ Θεοῦ, καὶ διὰ τοῦτο ὑπερτίθεται τιμωρία, ὡς ἄν τόπον εὑρεῖν διόρθωσις δυνηθείη, παραινέσαι ἀναγκαῖον ἐκρίναμεν, ἵνα τὰ παραληφθέντα, κᾂν τὸ λοιπὸν, ἀπαράβατα φυλαχθείη· ἐχρῆν μὲν γὰρ τὴν ὑμετέραν ἀγάπην, μεμνημένην τῶν πατρικῶν παραδόσεων, μηδένα συγχωρεῖν τὰ κεκωλυμένα ποιεῖν, ἀλλὰ καὶ εἴ τις τολμηρὸς φανείη, πάσῃ δυνάμει ἐναντιοῦσθαι. Παραγενόμενοι τοιγαροῦν εἰς τὸ κομιτάτον τοῦ γαληνοτάτου ἡμῶν βασιλέως, τοῦ ἡμετέρου υἱοῦ, εὕρομεν τὴν καθέδραν τῆς ἐν Κωνσταντινουπόλει Ἐκκλησίας, παρὰ τοὺς θεσμοὺς τῶν κανόνων, ὑπὸ Ἀνθίμου τοῦ τῆς Τραπεζουντίων Ἐκκλησίας ἐπισκόπου οὐ προσηκόντως ὑφαρπασθεῖσαν, οὗτινος τὴν ψυχὴν, οὐ κατά τοῦτο μόνον τὸ (0047D) μέρος, ἀλλ' ὅπερ καὶ μεῖζόν ἐστιν, ἐν τῇ τῆς ἀληθοῦς πίστεως ὁμολογίᾳ ἐπεθυμήσαμεν ἐκ τῆς ἀπωλείας ἐπαναγαγεῖν, ἀλλὰ τῇ Εὐτυχέως ἐνιστάμενος πλάνῃ, εἰς τὴν τῆς ἀληθείας ὁδὸν ἐπανελθεῖν κατεφρόνησεν. Ὅθεν, ἐπειδὴ κατὰ τὴν ἀποστολικὴν ἀγάπην, τὴν ἐν τῇ πίστει αὐτοῦ μεταμέλειαν ἀναμένομεν, ἐν τῷ μεταξὺ οὐδὲ καθολικοῦ, οὐδὲ ἱερέως ὀνόματος ἄξιον εἶναι ψηφίζομεν, μέχρις ἂν πάντα τὰ παρὰ τῶν πατέρων παραδοθέντα, δι' ὧν ἀληθῶς τῆς θρησκείας πίστις, καὶ ἐπιστήμη φυλάττεται, κατὰ τὴν προσήκουσαν πληροφορίαν δέξηται. Τοὺς δ' ἑτέρους ὁμοίως τῆν αὐτοῦ ἀπονοίας τοὺς τῇ ψήφῳ τῆς ἀποστολικῆς καθέδρας κατακριθέντας, παραπλησίως ὑμετέρα ἀγάπη ἀποστραφήτω, ὧν αὐτὸς ἑαυτὸν ἀμέτοχον ἐποίησεν. Τῆς δὲ ἐν Κωνσταντινουπόλει καθέδρας τὴν ὕβριν βοηθοῦντες τοῦ Θεοῦ τῇ ἀποστολικῇ αὐθεντίᾳ, καὶ τῶν πιστοτάτων βασιλέων τῇ βοηθείᾳ (0049A) διωρθώσαμεν. Καὶ τρόπον τινά τεθαυμάκαμεν, ὅτι τοῦτο τὸ ἔργον οὕτω φανερῶς τοῖς πατρικοῖς ψηφίσμασιν ἐναντίον ὑμετέρα ἀδελφότης, οὐ μόνον εἰς γνῶσιν ἡμετέραν ἐνεγκεῖν ἠμέλησεν, ἀλλὰ καὶ ἐπιληψίμῳ ἐβεβαίωσε συναινέσει. Εὐχαριστοῦμεν δὲ τῷ Θεῷ, οὗτινος τῷ πνεύματι τὰ κακὰ πρὸς τὸ βέλτιον ὡς ἐπὶ τὸ πολὺ τρέπεται, καὶ αἱ μικραὶ παραβάσεις, εἰς ὄφελος, καὶ ἀφορμὴν μεγάλης γίνονται χαρᾶς. Τοῦτο δὲ, ὑπὲρ τοῦ διεγεῖραι τῆς ὑμετέρας ὁμοψυχίας τὴν ἀγαλλίασιν σημαίνω, ὅτι Μηνᾶν τὸν ἀδελφὸν, καὶ συνεπίσκοπον ἡμῶν, ἄνδρα πολλοῖς ἐπαίνων τρόποις κεκοσμημένον, ῥηθεῖσα Κωνσταντινουπόλεως Ἐκκλησία, ἐπίσκοπον ἐδέξατο, τινι εἰ καὶ παρὰ τοὺς λοιποὺς, τῶν γαληνοτάτων ἐπεγέλασε βασιλέων ἐπιλογὴ, ὅμως τοσαύτη παντός τε τοῦ κλήρου, καὶ τοῦ δήμου συναίνεσις προσγέγονεν, ὥστε παρ' ἑκάστου καὶ (0049B) ἐπιλεγῆναι πιστεύεσθαι· καὶ γὰρ οὔτε τῇ εἰδήσει, οὔτε τῇ ζωῇ, τινὶ ἦν ἄγνωστος, ἀλλὰ καὶ τῇ ἀκεραιότητι τῆς πίστηως, καὶ τῶν ἱερῶν Γραφῶν τῇ σπουδῇ, οὐ μὴν ἀλλὰ καὶ τῆς εὐσεβοῦς διοικήσεως τῇ ὑπηρεσίᾳ, οὕτω τοῦ προλεχθέντος ἀνδρὸς δόξα διέελαμπεν, ὥστε αὐτῷ βραδύτερον δοκεῖν παραγεγονέναι οὗπερ ἠξίωται. Καὶ τοῦτο δὲ πιστεύομεν τῇ αὐτοῦ ἀξίᾳ προστεθῆναι, ὅπερ ἐκ τῶν χρόνων τοῦ ἀποστόλου Πέτρου, οὐδένα ἄλλον οἱαδὴποτε ἀνατολικὴ ἐκκλησία ἐδέξατο ἐπίσκοπον ταῖς χερσὶν τῆς ἡμετέρας καθέδρας χειροτονηθέντα, καὶ τυχὸν εἰς ἀπόδειξιν ἐπαίνου αὐτοῦ, εἰς κατάλυσιν τῶν ἐχθρῶν τῆς ἐνστάσηως εἰς τοσοῦτον πρᾶγμα προέβη, ὥστε ἐκείνοις αὐτὸν εἶναι δοκεῖν ὅμοιον, οὃς ἐν τούτοις ποτὲ τοῖς μέρεσιν αὐτοῦ τῶν ἀποστολων τοῦ πρώτου ἐχειρότόνησεν ἐπιλογὴ. Κοινὴν τοιγαροῦν, ἀδελφοὶ, χαρὰν εὐσεβεῖ ἀγαλλιάσει (0049C) ὑποδέξασθε, καὶ ὁπόσον ὑμεῖς τῆς ἀποστολικῆς ἡμῶν καθέδρας ἀποδέχεσθε τὴν κρίσιν, τῇ συνήθει σημάνατε ἀντιγραφῇ, ἔχοντες διπλῆν εὐφροσύνης αἰτίαν, ὅτι τε καὶ τὰ φαῦλα διωρθώθη ἄνευ παρολκῆς, καὶ ἀντὶ τούτων τὰ ἐκταῖα παρηκολούθησε, τοῦ λοιποῦ προφλαττόμενοι, ἵνα μὴ αὖθις τοῖς κανονικοῖς θεσπίσμασιν ἐναντίον τι δι' ὑμῶν, ὅπερ ἀπέστω, γένηται, τῇ ὑμετέρᾳ στερχθείη συναινέσει. Ἐπειδὴ καθάπερ συγγνώμης ἀξία ἐστὶν πλάνη τοῦ ἅπαξ ἁμαρτάνειν, οὕτως συχνὴ παράβασις, κίνησιν αὐστηρίας ἀπαιτεῖ.

Θεὸς ἐῤῥωμένον δε φυλάξει [Al. διαφυλάττοι] ἀδελφὲ τιμιώτατε.


HOME > '������������������������' in 'Agapetus_I, Epistolae, p4'
598w 3.9696538448334 s