Agapetus_I_cps2, Epistolae, p7HOME > '������������������������' in 'Agapetus_I, Epistolae, p7'
Agapetus I, Epistolae, LIBELLUS MONACHORUM. <<<     >>> LIBELLUS MONACHORUM AGAPETO OBLATUS CONTRA ANTHIMUM, SEVERUM, etc.hide dictionary links

(PL 66 0050C) ΛΙΒΕΛΛΟΣ ΤΩΝ ΜΟΝΑΚΩΝ Κατὰ Ἀνθίμου καὶ Σεβὴρου.

(0049C)

Τῷ δεσπότῃ ἡμῶν τῷ ἁγιωτάτῳ, καὶ μακαριωτάτῳ ἀρχιεπισκοπῳ τῆς πρεσβυτέρας Ῥώμης, καὶ οἰκουμενικῷ πατριάρχῃ Ἀγαπητῷ, παρὰ Μαριανοῦ πρεσβυτέρου, (0049D) καὶ ἐξάρχου τῶν μοναστηρίων τῆς βασιλίδος, καὶ λοιπῶν ἀρχιμανδριτῶν τῆς αὐτῆς, καὶ παρὰ τῶν ἐνδημούντων ἐν αὐτῇ Ἰεροσολυμιτῶν καὶ ἀνατολικῶν ἀρχιμανδριτῶν, καὶ μοναχῶν.

Τὰ συνέχοντα τὰς ἁγίας τοῦ Θεοῦ ἐκκλησίας κατανοοῦντες, καὶ τοὺς ἐχθροὺς τοῦ Θεοῦ ἐναβρυνομένους κατὰ ταύτης ὁσημέραι ὁρῶντες, τὸν τοῦ Θείου Γρηγορίου ἐπὶ τοῖς τοιούτοις ὀδυρμὸν εὐκαίρως προοιμιαζόμεθα, πρὸς τὴν ὑμετέραν μακαριότητα λέγοντες·

Ἔοικε τὴν παροῦσαν ζωὴν ἐπιλελοιπέναι καθόλου τοῦ Θεοῦ κηδεμονία, ἐν τοῖς πρὸ ἡμῶν χρόνοις τὰς ἐκκλησίας (0051A) φυλάττουσα. Καὶ δὴ τοσοῦτον βεβάπτισται ἑκάστου ψυχὴ ὑπὸ συμφορῶν, ὥστε τὰ μὲν ἵδια τῆς ζωῆς ἡμῶῶν ἀλγεινὰ μηδὲ ἐν κακοῖς εἶναι λογίζεσθαι, τοσαῦτα καὶ τοιαῦτα ὄντα, πρὸς μόνα δὲ βλέπειν τὰ κοινὰ τῶν ἐκκλησιῶν πάθη, ὧν εἰ μὲν γένοιτό τις ἐν τῷ παρόντι καιρῷ σπουδὴ πρὸς διὸρθωσιν, πρὸς παντελῆ ἀνελπιστίαν κατὰ μικρὸν προελεύσεται. Πολυτρόπως μὲν οὖν ἤδη ταῦτα ἐκδιηγησάμενοι, οὐχ ἧττον δὲ καὶ νῦν τὰς μεγάλας, καὶ ἀνυποίστους ἐπιβουλὰς, τὰς κατὰ τῆς ἁγίας τοῦ Θεοῦ ἐκκλησίας ἐξαπλώσομεν. Οἱ ἀπὸ τῆς μανίας Διοσκόρου, καὶ Εὐτυχέως καταγόμενοι ἀποσχίσται, καὶ ἀκέφαλοι, οὐκ οἵδαμεν τίνος αὐτοὺς παρακινήσαντος εἰς ἀπόνοιαν, ὥαπερ τινὸς παῤῥησίας ἐπειλημμένοι, τῇ νός ἑαυτῶν ἐμπομπεύουσιν παρασυνάγοντες, καὶ παραβαπτίσματα καινοτομοῦντες, ὡς ἐξ ἐπιτροπῆς τοῦτο ποιοῦντες, καὶ (0051B) ὄνομα ἐπισκόπων ἑαυτοῖς ἐπιφημίζοντες, τοῖς καθ' ἡμᾶς τόποις, φανερῶς ἐπιπολάζειν ἀδεῶς πάντα τολμῶντες, οὐ κατ' ἐκκλησιῶν μόνον, οὐ κατὰ τῶν τῆς ἐκκλησίας τροφίμων, ἀλλ' ἤδη καὶ κατ' αὐτοῦ τοῦ εὐσεβεστάτου ἡμῶν βασιλέως, καὶ τῆς ὑμετέρας τιμίας κεφαλῆς, ὡς πεφανέρωται τῇ ὑμετέρᾳ μακαριότητι, τοσαύτη τῶν εἰρημένων μανία. Εὑρόντες γὰρ κατά τινα οἶκον σχῆμα ἔχοντα εὐκτηρίου, ἐν μοναχοί τινες οἰκοῦσι τῶν τῆς ἐκείνων ἀθεμίτου συμμορίας, τὴν εἰκόνα τοῦ φιλοθέου ἡμῶν βασιλέως, τῇ μανίᾳ τυφλώττοντες, τὸ τοῦ πατρὸς αὐτῶν τοῦ διαβόλου πεπράχασιν, ὃς μὴ δυνάμενος τῷ κτίστῇ κατὰ τοῦ πλάσματος τὴν αὐτοῦ ἐπιδείκνυται μανίαν· ὁρμήσας γὰρ εἷς ἐξ αὐτῶν, περίφημος ἐν κακοῖς Ἰσαάκιος Πέρσης, μαγγανείᾳ τινὶ χρώμενος, καὶ ἐξαπατῶν τὰς καρδίας τῶν ἐθελόντων παρ' αὐτοῦ ἐξαπατᾶσθαι, (0051C) καὶ ἐγκαιόμενος εἰς τὰ Βηρίνης ἐπὶ πεντήκοντα ἡμέρας, ὡς οἱ τούτου συμμύσται καὶ ταῦτα ποιεῖν οἱ αὐτὸν παρασκευάζοντες πρὸς διαφθορὰν καὶ ἐξαπάτην τῶν ἁπλουστέρων διαφημιζουσιν, ἔτυπτε ῥάβδῳ κατὰ τῆς κεφαλῆς τὴν εἰκόνα, ἐπιφθεγγόμενός τινα κατὰ τοῦ ὀρθοδόξου βασιλέως ἡμῶν, μᾶλλον δὲ κατὰ τοῦ Θεοῦ, δι' ὃν καὶ τὴν εἰκόνα ἔτυπτε, τὰ μήτε ἀκοῇ χωρητὰ μήτε διανοίᾳ δεκτὰ, καὶ κλασθείσης ἐν τῷ τύπτειν τῆς ῥάβδου, ὥσπερ ἐξαπορούμενος τί ἕτερον πράξει εἰς τὴν τοῦ ἀνθρώπου τοῦ Θεοῦ εἰκόνα, ἐπελθὼν ἀτιμότερον, διεσπάραξε τὴν γεγραμμένην σινδόνα, καὶ τὸ παρ' αὐτοῦ διαῤῥαγὲν ἐκ ταύτης πυρὶ παραδέδωκε. Τί τοίνυν οὐκ ἂν ἔπραξε κατὰ τοῦ ὀρθοδόξου βασιλέως, εἰ τοῦτον μετ' ἐξουσίας ἐν χερσὶν εἶχεν βίαιος οὗτος καὶ ἀλόγιστος ἀνὴρ, ὅπουγε τῆς ἐν σινδόνι γφαφῆς ἀψύχου οὐκ ἐφείσατο; καὶ δὴ τὸ τοῦ προφήτου (0051D) πρὸς τὸν Θεὸν καὶ πρὸς ὑμᾶς, καὶ πρὸς τὸν εὐσεβέστατον βασιλέα ἡμῶν ἀπολεγομένους, ἁρμόδιον λέγειν, « Ἕως τίνος κεκραξόμεθα, καὶ οὐ μὴ εἰσακούσητε; βοηθησόμεθα πρὸς ὑμᾶς ἀδικούμενοι, καὶ οὐ σώσητε; » Εἱ γὰρ ταῦτα φρονοῦντες, καὶ ποιοῦντες, ὁμοτίμως συνδιάγειν ἡμῖν κατὰ πάντα καιρὸν καὶ τρόπον ἐπιτρέπονται, σκοπεῖτε, μακαριώτατοι, ὅτι μὴ συμβαινόντων ἡμῶν οἷς ἐκεῖνοι φρονοῦσι μηδὴ ἀναστελλομένης τῆς τούτων παροινίας, τὸ λαβεῖν αὐτοὺς ἐξουσίαν συνάξεως, τὸ συγχωρηθῆναι αὐτοὺς τοιαῦτα τολμᾷν οὐδὲν ἕτερόν ἐστιν, ἀληθεστέρους τοῦ καθ' ἡμᾶς δόγματος νομισθῆναι, καὶ ἀδικωτέρους, καὶ βιαιοτέρους ἀπεργασθῆναι καθ' ἡμῶν. Εἰ γὰρ ὡς εὐσεβοῦντες (0053A) ἐκεῖνοι διδάσκειν ὡς φρονοῦσι, καὶ κηρύττειν ἐν παῤῥησίᾳ τὸ καθ' ἑαυτοὺς ἐπιτρέπονται δόγμα, δῆλον ὅτι κατέγνωσται τῆς ἐκκλησίας λόγος, ὡς τῆς ἀληθείας παρ' αὐτοῖς, οὔσης. Δύο γὰρ ἐναντίους λόγους, ἀληθεῖς εἶναι περὶ τοῦ αὐτοῦ πράγματος, φύσιν οὐκ ἔχει, φησὶν μέγας Γρηγόριος. Ἐπειδὴ οὖν ἐκ ταύτης τῆς αἰτίας, εἰς πολλοὺς οἴκους τῶν ἐν ὑπεροχῇ ὄντων εἰσδύνοντες, ἄτοπά τινα διαπράττονται, αἰχμαλωτίζοντες γυναικάριά τινα σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπιθυμίαις ποικίλαις, πάντοτε μανθάνοντα, καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα, ἀλλὰ μὴν καὶ ἐν αὐτοῖς τοῖς ἰδιωτικοῖς οἴκοις, καὶ ἐν προαστείοις θυσιαστήρια, καὶ βαπτιστήρια ἀντεγείροντες τῷ ἀληθινῷ θυσιαστηρίῳ καὶ τῇ ἁγίᾳ κολυμβήθρᾳ, πάντων ὁμοῦ κατεφρόνησαν διὰ τὴν ἀπονεμομένην αὐτοῖς προστασίαν, παρὰ τῶν ἔντε τῷ (0053B) δεσποτικῷ οἴκ, καὶ τῶν ἄλτῳ τρόπῳ τινὶ δυναστευόντων, μὴ ὑπομείνητε. μακαριώτατοι, μὴ χρήσασθαι τῇ συνήθει παῤῥηίᾳ εἰς διόρθωσιν τοῦ τοσούτου κακοῦ, ἀλλ' ὥσπερ τὸ πρότερον ἐπὶ Ἀνθίμῳ διανέστητε, καὶ τὸν διὰ δορᾶς προβάτου περικαλύψαι τὸν λύκον ἐπιχειρήσαντα, καὶ ὑπερβῆναι τὴν θύραν τῶν ἐκκλησιαστικῶν θεσμῶν, καὶ κανόνων, καὶ λῃστρικῶς ἐπιβάντα τῆς τῶν προβάτων μάνδρας ἀπογυμνώσαντες τῆς δορᾶς ἐφ' ἑαυτὸν ἐπεδείξατε, πόῤῥω που τῆς μάνδρας ἀπελάσαντες· οὕτω καὶ νῦν ἐπαγρυπνήσατε, καὶ διδάξατε τὸν εὐσεβέστατον ἡμῶν βασιλέα, ὅτι οὐδὲν κέρδος αὐτῷ, καθά φησιν θεῖος Γρηγόριος, τῆς λοιπῆς αὐτοῦ περὶ τὰς ἐκκλησίας σπουδῆς, εἰ τὸ τοιοῦτον κακὸν ἐπὶ καθαιρέσει τῆς ὑγιαινούσης πίστεως, διὰ τῆς παῤῥησίας αὐτῶν κατισχύσοι, καὶ συγχωρηθεῖεν ἔτι οὗτοι πρὸς διαφθορὰν τῆς ἐκκλησίας ἐμφωλεύειν τοῖς (0053C) δεσποτικοῖς καὶ ἰδιωτικοῖς οἴκοις, καὶ τὰ ἄθεσμα ἐν τούτοις πράττειν. Καὶ ταῦτα μὲν τέως φέρομεν, καίπερ ὑπὸ τῶν δεινῶν κατακαμπτόμενοι, εἰ καὶ ἀνύποιστα, ἐλπίδας ἔχοντες εἰς τὸν φιλάνθρωπον Θεὸν τὸν καιρῷ εὐθέτῳ τὴν ὑμετέραν παρουσίαν ἡμῖν ἀναδείξαντα, ὅτι ὥσπερ Πέτρον τὸν μέγαν, τὸν τῶν Ἀποστόλων κορυφαῖον, τοῖς ἐν Ῥώμῃ ἐπὶ καθαιρέσει τῆς Σίμωνος γοητείας ἐξαπέστειλεν, οὕτω καὶ ὑμᾶς ἐξαποστείλας ἐπὶ καθαιρέσει καὶ ἀποδιώξει τῆς Σεύηρου, καὶ Πέτρου, καὶ Ζωόρα, καὶ τὰ ὅμοια αὐτοῖς φρονούντων, καὶ παντοίαις περιθαλπόντων τιμαῖς πρὸς ἀτιμίαν Θεοῦ, βλασφημίας τε καὶ ὑπερηφανίας, δύναμιν ὑμῖν ἐπιχορηγήσει, συνεπισχύοντος ὑμῖν καὶ τοῦ πιστοτάτου, καὶ θεοφυλάκτου ἡμῶν βασιλέως, τούτους ἐξελάσαι πάσης ἔξω ἐκκλησίας, καὶ πόλεως, ὡς ἐπιβούλους, καὶ λυμεῶνας οὐ μόνον τῶν ἁγιωτάτων ἐκκλησιῶν, ἀλλὰ καὶ (0053D) τῆς πολιτείας ταύτης Πρὸς γὰρ τὴν αὐτοῦ κακίαν ἐπιτήδεια ὄργανα εὑρὼν τούτους μισόκαλος, πᾶσαν ἀνάστατον πεποίηκε τὴν οἰκουμένην, καὶ αἵμασιν ἁγίων τὴν γῆν κατεμόλυνε, καὶ πόλεις σφαγαῖς, καὶ θορύβοις συνετάραξεν. Ἐξελάσατε οὖν τούτους, εὖ ἴσμεν, εἰ τὸν εὐσεβέστατον ἡμῶν βασιλέα, καὶ τοὺς τούτου φιλοχρίστους ἄρχοντας διδάξητε, ὡς κοινωνοῦσι τῷ ἀναθέματι ἐν μέσω ἔχοντες τὸ ἀνάθεμα, ὥσπερ ἀπέδειξεν ἡμῖν παλαιὰ γραφὴ ἐπὶ Ἄχαρ, καὶ Ἰωνάθαν, τοὺς ἐν γνώσει, καὶ ἀγνωσίᾳ ὑποπεσόντας τῷ ἀναθέματι, καὶ ταῦτα τῶν κινδυνευσάντων συναπολέσθαι τούτοις, ἀγνοούντων ὅτι ἐν μέσῳ αὐτῶν ἦν τὸ ἀνάθεμα. Ὑπομνήσητε τὸ φιλόθεον αὐτοῦ κράτος, προσαγαγεῖν τῷ Θεῷ, καὶ τοὺς παρ' αὐτῶν τῆς ὀρθῆς ἀπαχθέντας πίστεως, τοὺτο μὴ ἀνεχομένους, τοὺς κατὰ (0055A) τῆς' ἐκκλησίας ἐπιβούλους, ἀπώσασθαι. Ὡς γὰρ οὐ διέλαθε τὴν σὴν μακαριότητα, καίπερ τοῦ εὐσεβεστάτου ἡμῶν βασιλέως κελεύσαντος, μήτε παρασυνάξαι, μήτε παραβαπτίσαι, Ζωόρας ὅμως γοῦν τῆς τοιαύτης καταφρονήσας κελεύσεως κατεβάπτισεν ἐν τῇ τοῦ πάσχα ἡμέρᾳ οὐκ ὀλίγους, ἐν οἷς ἦσαν καὶ παῖδες τῶν τῷ δεσποτικῷ παραμενόντων οἵκῳ, ὡς κατέθετο ἀπ' αὐτῶν δυνηθεὶς Θεοῦ χάριτι ἐκσπασθῆναι, καὶ εἰς τὴν τοῦ Θεοῦ ἐκκλησίαν ἐπαναδραμεῖν, καὶ ἐν ἄλλοις δὲ τόποις, καὶ οἴκοις τῶν ἐν ὑπεροχῇ ὄντων τὰ αὐτὰ τούτοις πέπρακται. Ἀλλ' εἰ οὗτοι μόνοι τὴν τοῦ Θεοῦ ἐκκλησίαν διετάραττον, καὶ παρελύπουν, ἐστήσαμεν ἃν μέχρι τοῦτων τὸν ὀδυρμὸν· ἀλλ' ἐπειδὴ καὶ ὑπὸ τῶν δοκούντων ἐντὸς ταύτης εἶναι, καὶ εἰς ἀρχιερέων τάξιν τελεῖν, παντοίως ἐκπορθεῖται, καιρὸς τὸ τοῦ ψαλμοῦ περὶ αὐτῶν εἰπεῖν, « Εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἂν, καὶ εἰ μισῶν με ἐπ' ἐμὲ ἐμεγαλοῤῥημόνησεν, (0055B) ἐκρύβην ἃν ἀπ' αὐτοῦ· σὺ δὲ ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου, ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἐπορεύθημεν ἐν ὁμονοίᾳ. » Τοιοῦτοι πεφήνασιν ἔνιοι τῶν ἐνδιατριβόντων κατὰ τὴν μεγάλην, καὶ βασιλίδα, καὶ πρώτην τῶν πόλεων, ὄνομα μὲν ποιμένων ἐπιφερόμενοι, τὸ δὲ ὅολον, λύκοι ἅρπαγες, ὧν μάλιστα ὑπάρχει Ἄνθιμος Τραπεζοῦντος, καὶ ἅλλοι ἄλλων πόλεων. Οὗτος γὰρ καὶ οἱ ὅμοιοι τούτῳ ἐξ αἱρετικῶν Ἀκεφάλων ὄντες πρὸς μικρὸν ὑποκρινάμενοι την ὀρθοδοξίαν ταῖς ἐκκλησίαις εἰσέφρησαν, ὥσπερ τινὲς Αἰγυπτιακαὶ μάστιγες, οἵ τινες, μηδαμῶς ταῖς ἰδίαις ἐκκλησίαις ἐθέλοντες σχολάζειν, τοῦτο μόνον καλῶς φρονοῦντες, ἵνα μὴ τὰς κατακριθείσας αὐτοῖς λυμαίνωνται, τὸ ἕτερον κακῶς ἐφρόνησαν ἐν πλήθει διάγειν τοσούτῳ ἐν τῇ βασιλευούσῃ, (0055C) ἵνα πολλοὺς συγκατασπάσωσι τῷ ἰδίῳ βαράθρῳ. Ἐξασκήσας γὰρ εἰρημένος Ἄνθιμος οὐ τὴν εὐαγγελικὴν, ἀλλὰ τὴν πεπλασμένην ζωὴν, ὡς τὸ τέλος ἕδειξεν, ἀπολιπὼν τὴν ἐμπιστευθεῖσαν ἐκκλησίαν αὐτῷ τῶν Τραπεζούντων ἐπέβη τῆσδε τῆς πόλεως, πρὸ τούτων φανερῶν ἐνιαυτῶν ἐκπομπεύων τὴν ἐσχηματισμένην τῆς οἰκείας πολιτείας ἐγκράτειαν, καὶ πορισμὸν ἐκ τούτου ποιούμενος τὴν εὐσέβειαν. Συναρπάσας οὖν διὰ ταύτης, ἠδυνήθη καὶ τοῖς βασιλείοις εἰσδῦναι, ὥσπερ ἐπαύξειν προσδοκῶν τὴν ὕπουλον ὑπόληψιν τῆς οἰκείας ζωῆς, καὶ συνδιαιτηθεὶς επὶ πολλοὺς χρόνους, καὶ τοῖς ἐμφωλεύουσιν ἐνταῦθα αἱρετικοῖς, καὶ τὰ ἐκείνοις κεχαρισμένα πράττων, καὶ λέγων, οἷα νοσῶν τὴν ὁμοίαν αὐτοῖς αἱρετικὴν μανίαν, ἐπειδὴ τὸν τῆς ὁσίας μνήμης Ἐπιφάνιον, ἐν ἐσχάτοις ἐθεώρησε διακείμενον, μηχανᾶταί τι, ὅπερ ἅντικρυς τὸν αὐτοῦ διήλεγξε (0055D) διεφθαρμένον σκοπὸν. Ὥσπερ γὰρ ἐπειγόμενος πᾶσι παραστῆσαι τῆς μακρᾶς ἐνταῦθα προσεδρείας αὐτοῦ τὸν δόλον, καὶ τὸ πολλοῖς ἀπορούμενον, καὶ τοῖς συνετωτέροις μόνον ὑποπτευόμενον εἰς φανερὸν καὶ ἄκων ἐνέγκαι ἐξεβιάσθη· πρὸ πολλοῦ γὰρ προὔτινε ( sic ) τὴν μοιχικὴν ἁρπαγὴν τῆς βασιλίδος ἐκκλησίας. Τοῦτο οὖν ἠδυνήθη διὰ τῆς ἐκείνων συνάρσεως καὶ τὸν εὐαγῆ θρόνον τῆσδε ἁρπάσαι τῆς πόλεως, καὶ εἰς τοσαύτην διοίκησιν προαχθῆναι, τῆς δίας ἀμελήσας ἐκκλησίας, καὶ χήραν καὶ ἄνανδρον μέχρι τοῦδε ταύτην καταλιπὼν, ἐξ οὗ καὶ τὸν δόλον τῆς πεπλασμένης πολιτείας προφανῆ πᾶσιν ἀπέδειξε. μικρᾶς γὰρ ἀντέχεσθαι ἐκκλησίας ὑπερηφανήσας εὐθὺς εἰς τοσοῦτον ἀσύγκριτον ἐκκλησίαν ἐκείνης ἑαυτὸν ἐπέδωκεν, ὡς ἱκανὸν ὄντα ταύτης ἐπιμελεῖσθαι· ἐπειδὴ οὖν δικαίως (0057A) οὕτως ἐπιτετίμηται παρ' ὑμῶν, καὶ ἐκβέβληται τοῦ θρόνου τῆς βασιλίδος ταύτης πόλεως τοῦ πιστοτάτου ἡμῶν βασιλέως τὴν δικαίαν ὑμῶν ἐπὶ τούτων ἀγανάκτησιν προσδεξαμένου, καὶ συνεπαμύναντος τοῖς τε θείοις κανόσι καὶ τῇι καθολικῇ πίστει, οὐ βούλεσθε δὴ τὴν παντελῆ τούτου ἀπώλειαν, ὡς τὸ ἐπιστρέψαι αὐτόν. Μιμεῖσθε γὰρ Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν ἐλθόντα καλέσαι οὐ δικαίους, ἀλλ' ἁμαρτωλοὺς εἰς μετάνοιαν, καὶ πάντως πατρικοῖς σπλάγχνοις, εἰ ἐπιγνοὺς τὴν οἰκείαν ἁμαρτίαν ἐπιστρέψει, προσδέχεσθε· ὁρκίζομεν τὴν ὑμετέραν μακαριότητα, εἰ καὶ τολμηρόν τι ποιοῦμεν, κατὰ τῆς ἁγίας καὶ ὁμοουσίου ἁγίας τριάδος, καὶ τοῦ κορυφαίου τῶν Ἀποστόλων Πέτρου, καὶ τῆς σωτηρίας καὶ νίκης τοῦ εὐσεβεστάτου ἡμῶν βασιλέως, μὴ περιιδεῖν τοὺς θείους κανόνας, ὑπὸ τούτου καταπατουμένους, μηδέ περιφρονουμένην παρ' αὐτοῦ τὴν (0057B) παραδοθεῖσαν αὐτῷ ἐκκλησίαν, ἀλλ' ἐξακολουθοῦσαν ἐν ἅπασι τοῖς πρὸ αὐτῆς διαλάμψασιν ἐν τῷ ἀποστολικῷ ὑμῶν θρόνῳ, πρᾶξαι ἐπ' αὐτῷ, ἔτι καὶ νῦν κατὰ τῆς τῶν κανόνων αὐθεντίας νεανιευομένῳ καὶ προτιμήσαντι τὴν μετὰ τῶν εἰρημένων αἱρετικῶν συνδιαγωγὴν τῆς ἰδίας ἐκκλησίας, ὅπερ ἐν ἁγίοις Κελεστῖνος ἐπὶ Νεστορίῳ τῷ δυσσεβεῖ φαίνεται διαπραξάμενος, προθεσμίαν αὐτῷ παρέχοντες, ὥσπερ οὖν κἀκεῖνος Νεστορίῳ, ἧς ἐντός ἐὰν μὴ ἀπαντήσας τὸν εἰρημένον λίβελλον τῇ ἀποστολικῇ ὑμῶν καθέδρᾳ ἐπιδῷ, τῇ τε ὑμετέρᾳ μακαριότητι, καὶ τῷ ἁγιωτάτῳ τῆς βασιλίδος ἀρχιεπισκόπῳ, καὶ τῆς αἱρετικῆς νόσου ἑαυτὸν ἀπαλλάξῃ, καὶ ἐπί τὴν ἐμπιστευθεῖσαν αὐτῷ Τραπεζοῦντος ἐκκλησίαν ἐξορμήσῃ, ὁρίσατε, ἁγιώτατοι, ἀλλότριον μὲν αὐτὸν εἶναι. καὶ γυμνὸν πάσης ἀρχιερατικῆς ἀξίας τε καὶ ἐνεργείας, τῷ κρίματι ὑποβαλόντα (0057C) ἑαυτὸν, τῶν εἰρημένων αἱρετικῶν, καὶ τὴν μερίδα τούτων ἀσπασάμενον, ἕτερον δὲ ἀντὶ τούτου τῇ ἐκκλησίᾳ Τραπεζουντίων προχειρισθῆναι. Ἐπειδὴ δὲ οὐ μόνον οὗτος, ἀλλὰ καὶ ἕτεροι ἐπίσκοποί τε, καὶ κληρικοὶ, καὶ ἀρχιμανδρῖται εὐαρίθμητοι, ἐπιβουλαῖς χρώμενοι, κατὰ τῆς τοῦ Θεοῦ ἐκκλησίας, καὶ διὰ τοῦτο καὶ μόνον τῇδε τῇ πόλει ἐνδιατρίβοντες ταραχὰς παρέχειν καὶ ταύτῃ, καὶ ταῖς ἁπανταχοῦ ἐκκλησίαις, κατ' οὐδένα τρόπον παραιτοῦνται, δεόμεθα καὶ τοῦς τοιούτους ἅπαντας, πρὸς ὑμᾶς ἀχθῆναι, καὶ εὐθύνας ὑποσχεῖν τὰς τοῖς κανόσι πρεπούσας, δῆλον ὅτι καὶ ἐπὶ τοῦ προειρημένου Ἀνθίμου, καὶ τούτων δὲ πάντων, γρηγορούσης τῆς δικαιοκρισίας τῶν παρ' ὑμῶν καλῶς φυλαττομένων κανόνων, ἵνα μικρὸν ἀναψύξῃ τοῦ Θεοῦ ἐκκλησία τούτων ἐλευθερουμένη, καὶ μάθωσιν οἱ τῇ ποιμαντικῇ καὶ τῷ κλήρῳ προσελθεῖν τούτῳ τῷ τρόπῳ (0057D) βουλόμενοι, ὡς οὐκ εἰς τέλος παρασιωπήσεται κύριος, ἀλλ' ἀπαγρυπνήσει ἐπὶ τοὺς τοιούτους ποιμένας, ἐφ' οὓς κατὰ τὸν προφήτην καὶ παρωξύνθη θυμὸς αὐτοῦ. Οὗτοι γὰρ οὗτοι, ποιμαίνοντες οὐ τὰ πρόβατα, ἀλλ' ἑαυτοὺς, καὶ βδελυσσόμενοι κρῖμα, καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες παρ' οὐδὲν ἔθεντο τὴν κατὰ τῆς ἐκκλησίας ἐπιβουλὴν, καὶ τὴν τῶν ἁγίων πατέρων βλασφημίαν, ἣν ἐκδικοῦντες, μακαριώτατοι, προσδέξασθε τὴν ἡμετέραν ἱκεσίαν καὶ τὴν παρὰ τοῦ Θεοῦ δοθεῖσαν ὑμῖν ἐξουσίαν, ἐπ' αὐτοὺς κινήσαντες, καθαρίσατε τὴν τοῦ Θεοῦ ἐκκλησίαν τῶν λύκων, ἐπαφέντες αὐτοῖς οὐ τὴν ποιμαντικὴν, ἀλλὰ τὴν παιδευτικὴν ὑμῶν ῥάβδον. Κᾂν γὰρ μετανοεῖν ἐπαγγείλωνται, προλαβοῦσα αὐτῶν ζωὴ ἄλλοτε ἄλλως τοῖς καιροῖς καὶ οὐ τῇ ἀληθείᾳ συμμεταβαλλομένη, πιστεύεσθαι τὰ ποίμνια (0059A) τούτοις οὐκ ἐπιτρέπει, τοὺς δὲ τὴν τοῦ Θεοῦ ἐκκλησίαν ἀρνησαμένους, καὶ ἔξω ταύτης δικαίως καταστάντας αἱρετικοὺς, Σευῆρον, καὶ Πέτρον, καὶ Ζωόραν, καὶ τοὺς τὰ ἅμοια τούτων. φρονοῦντας, ἐφ' οἷς τὴν ὑμετέραν κρίσιν ἐξεδέχετο εὐσεβέστατος βασιλεὺς, ἤδη κατακεκριμένους, ὑπό τε τοῦ ἀποστολικοῦ ὑμῶν θρόνου, καὶ τῶν ἄλων πατριαρχικῶν θρόνων καὶ πάσης ἀρχιερωσύνης, μὴ ἀνεχομένους κανονικῶς τῇ τοῦ Θεοῦ προσελθεῖν ἐκκλησίᾳα ἐξελάσαι παντὸς οἴκου δημοσίου τε καὶ ἰδιωτικοῦ συμψήφου ὑμῖν γινομένου ὑπέρ. τῆς τῶν ἐκκλησιῶν εἰρὴνης, καὶ τοῦ εὐσεβεστάτου ἡμῶν βασιλέως, ᾧῶ πᾶσα σπουδὴ καὶ φροντὶς, νύκτωρ τε καὶ μεθ' ἡμέραν περὶ ταύτης πρὸ τῶν ἄλλων γίνεται, παῦσαι πᾶσαν ταραχὴν γινομένην ταῖς ἐκκλησίαις παρ' αὐτῶν, καὶ πᾶσαν αὐτῶν ἑτεροδιδασκαλίαν συνιδεῖν τε, μακαριώτατοι, καὶ προτρέψαι τὸν (0059B) φιλόθεον ἡμῶν δεσπότην, ἐφ' νομοθετῆσαι, ὥσπερ τὰ τοῦ Νεστορίου τοῦ δυσσεβοῦς, οὕτω καὶ τὰ Σευήρου τοῦ φρενολήπτου ψυχοφθόρα συγγράμματα, βλασφὴμοῦντα, εἴς τε την ἐν Χαλκηδόνι ἁγίαν σύνοδον, καὶ τὸν τόμον τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν καὶ ἀρχιεπισκόπου Λέοντος πυρὶ παραδοθῆναι. Διὰ γὰρ τούτων, ἀμφίβολον τὴν πίστιν ἐν ταῖς τῶν ἁπλουστέρων ψυχαῖς ποιεῖν ἐσπούδακε, καὶ μυκτηρίζεσθαι παρὰ τοῖς ἔθνεσι τὸ μέγα καὶ σεπτὸν ὄνομα τοῦ Χριστιανισμοῦ πεποίηκε. Καὶ γὰρ τούτου χάριν εἴς τε τὴν Ῥωμαίων πρὸς ἡμᾶς ἐξαπεστείλαμεν, καὶ τὴν ὑμετέραν δὲ εὐκταίαν εὐαγγελισθέντες παρουσίαν, ἐξεδεξάμεθα ταύτην, τοιαύτας παρὰ τοῦ εὐσεβεστάτου ἡμῶν βασιλέως ὑποσχέσεις δεζάμενοι, ὅτι τὰ παρ' ἡμῶν ἐπ αὐτοῖς κανονικῶς ψηφιζόμενα σπουδάζει αὐτοῦ εὐσέβεια παντὶ τρόπῳ πέρατι παραδοῦναι, καὶ τῆς χρονίας (0059C) τούτων ταραχῆς πάντα τὸν κόσμον λοιπὸν ἐλευθερῶσαι, τὰς δὲ προσηγορίας τῶν εἰρημένων ἐπισκόπων, κληρικῶν, καὶ μοναχῶν, καιρῷ δέοντι ἐξονομάσομεν, παριστῶντες, πῶς οἱ μὲν τὰ Νεστορίου, οἱ δὲ τὰ Εὐτυχέος φρονοῦντες, ἐφ' ἑκάτερα διασπᾶν τὴν ἐκκλησίαν ἐπιχειροῦσιν.

ΥΠΟΓΡΑΦΑΙ. (0059C)

Μαριανὸς, ἐλέῳ Θεοῦ πρεσβύτερος, καὶ ἀρχιμανδρίτης, καὶ ἔξαρχος τῶν εὐαγῶν μοναστηρίων, ἀξιώσας ὑπέγραψα.

Ἀγαπητὸς πρεσβύτερος, καὶ ἡγούμενος μονῆς τῶν Στουδίου ἀξιώσας ὑπέγραψα.

Διόσκορος πρεσβύτερος, καὶ ἡγούμενος μονῆς τῆς ἁγίας μάρτυρος Εὐφημίας ἀξιώσας ὑπέγραψα.

Ἀγάπιος πρεσβύτερος, καὶ ἡγούμενος μονῆς Θαλασσίου (0059D) ἀξιώσας ὑπέγραψα.

Παῦλος πρεσβύτερος, καὶ ἡγούμενος μονῆς τῶν Ῥωμαίων ἀξιώσας ὑπέγραψα.

Ἀντονῖνος πρεσβύτερος, καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου Εὐσεβίου ἀξιώσας ὑπέγραψα.

Στέφανος πρεσβύτερος, καὶ γούμενος μονῆς Ὀλυμπίου ἀξιώgr; ὑπέγραψα.

Ἀναστάσιοσ πρεσβύτερος, καὶ ἡγούμενος μονῆς τῶν Ῥωμαίων ἀξιώσας ὑπέγραψα.

Δημήτριος πρεσβύτερος, καὶ ἡγούμενος μονῆς τῶν Φωκᾶ ἀξιώσας ὑπέγραψα.

Κυριακὸς πρεσβύτερος, καὶ ἡγούμενος μονῆς τῶν Εὐφημίου ἀξιώσας ὑπέγραψα.

(0061A) Ζώϊλος πρεσβύτερος, καὶ ἡγούμενος μονῆς τῶν Θεωδότου ἀξιώσας ὑπέγραψα.

Ἰουλιανὸς ἐλέῳ Θεοῦ πρεσβύτερος, καὶ ἡγούμενος μονῆς Εὐφημίου ἀξιώσας ὑπέγραψα.

Στέφανος πρεσβύτερος, καὶ ἡγούμενος μονῆς τῶν Προμότου ἀξιώσας ὑπέγραψα.

Ζήνων πρεσβύτερος, καὶ ἡγούμενος μονῆς τῆς ἁγίας Θεοτὸκου τῆς ἐν τῇ πηγῇ ἀξιώσας ὑπέγραψα

Ἀλέξανδρος πρεσβύτερος, καὶ ἡγούμενος μονῆς τοῦ Καλάμου ἀξιώσας ὑπέγραψα.

Δάδας πρεσβύτερος, καὶ ἡγούμενος τῶν Καϊουμᾶ ἀξιώσας ὑπέγραψα.

Ῥόδων πρεσβύτερος, καὶ ἡγούμενος μονῆς Θεοδώρου ἀξιώσας ὑπέγραψα.

Γεννάδιος πρεσβύτερος, καὶ ἡγοὺμενος μονῆς Κυριακοῦ (0061B) ἀξιώσας ὑπέγραψα.

Θεόδωρος πρεσβύτερος, καὶ ἡγούμενος μονῆς τῶν Μαρωνίου ἐν συκαῖς [Συκᾶν] ἀξιώσας ὑπέφραψα.

Σίλας πρεσβύτερος, καὶ ἡγούμενος μονῆς τῶν Ἠλία ἀξιώσας ὑπέγραψα.

Παῦλος πρεσβύτερος, καὶ ἡγούμενος μονῆς Σαμουηλίου ἀξιώσας ὑπέγραψα.

Ἰωάννης πρεσβύτερος, καὶ ἡγούμενος μονῆς Θεοδώρου ἀξιώσας ὑπέγραψα.

Κυρίων πρεσβύτερος, καὶ ἡγούμενος μονῆς τῶν Αἰγυπτίων, ἀξιώσας ὑπέγραψα.

Βασίλειος πρεσβύτερος, καὶ ἡγούμενος μονῆς τῶν Κυρακωνᾶ ἀξιώσας ὑπέγραψα.

Ἰωάννης πρεσβύτερος τοῦ ἁγίου Ἀποστόλου Θωμᾶ ἐν τοῖς Μοδέστου ἀξιώσας ὑπέγραψα.

(0061C) Μάρκος ἡγούμενος μονῆς Θεωδώρου ἀπὸ ἐκσκεπτόρων, ἀξιώσας ὑπέγραψα.

Φλαβιανὸς πρεσβύτερος, καὶ δευτεράριος Μοδέστου θεοφιλεστάτου πρεσβυτέρου, καὶ ἡγουμένου τῆς μονῆς ἐπίκλην τῶν Λυκαόνων ἀξιώσας ὑπέγραψα.

Μαρῖνος πρεσβύτερος, καὶ ἡγούμενος μονῆς Παυλίνου ἀξιώσας ὑπέγραψα.

Θεόδωρος πρεσβύτερος καὶ ἡγούμενος μονῆς Τρύφωνος ἀξιώσας ὑπέγραψα.

Θεόκτιστος πρεσβύτερος, καὶ ἡγούμενος μονῆς τῆς ἁγίας Θεοτὸκου πλησίον τῶν Ἰὼβ ὑπέγραψα.

Κοσμᾶς πρεσβύτερος, καὶ ἡγούμενος μονῆς τῶν Στουδίου ἀξιώσας ὑπέγραψα.

Πέτρος πρεσβύτερος, καὶ ἡγούμενος μονῆς ἐπίκλην (0061D) Ἰερουσαλὴμ ἀξιώσας ὑπέγραψα.

Ἐλευθέριος πρεσβύτερος, καὶ ἡγούμενος μονῆς ἁγίου Κυριακοῦ ἀξιώσας ὑπέγραψα.

Ἀλέξανδρος πρεσβύτερος, καὶ ἡγούμενος μονῆς Ἀβραμίου ἀξιώσας ὑπέγραψα.

Θεόδωρος πρεσβύτερος, καὶ ἡγούμενος μονῆς Ἰὼβ ἀξιώσας ὑπέγραψα.

Τρύφων πρεσβύτερος, καὶ ἡγούμενος μονῆς Ἐλπιδίου ἀξιώσας ὑπέγραψα.

Στέφανος πρεσβύτερος, καὶ ἡγούμενος μονῆς τῶν Κώνστα, ἀξ ὑπέγ. χειρὶ διακόνου Ἰακώβου κατ' ἐπιτροπὴν ἐμὴν γράψαντος, προτάξας τῇ ἰδίᾳ μου χειρὶ τὸν τίμιον σταυρόν.

Βαβύλας πρεσβύτερος, καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου (0063A) Δανιὴλ τοῦ ἐν τῷ στύλῳ, καὶ τοῦ ἁγίου Ἰωάννου ἐν τῷ μικρῷ βάθει, καὶ τοῦ ἁγίου Ἀποστόλου Ἀνδρέου πλησίον τοῦ στύλου ἀξιώσας ὑπέγραψα.

Ἰωάννης πρεσβύτερος, καὶ ἡγούμενος μονῆς Ἀναστασίου ἀξιώσας ὑπέγραψα.

Ἀνθέμιος πρεσβύτερος, καὶ ἡγούμενος μονῆς Νέωνος ἀξιώσας ὑπέγραψα.

Ἰωάννης πρεσβύτερος, καὶ ἡγούμενος μονῆς τῆς ἐπίκλην τῶν Χαρισίου ἀξιώσας ὑπέγραψα.

Ἰωάννης πρεσβύτερος, καὶ ἡγούμενος μονῆς Μαρᾶ πλησίον τὲς Ἀετίου κινστέρνης, ὑπέγραψα.

Φωκᾶς πρεσβύτερος, καὶ ἡγούμενος μονῆς τῆς ἐπίκλην τῶν Ἰωνᾶ πλησίον τοῦ δευτέρου, ὑπέγραψα.

Ζώσιμος πρεσβύτερος, καὶ ἡγούμενος μονῆς Εὐτυχιου τοῦ Λυκαόνων πλησίον τῶν Ματρώνης ὑπέγραψα.

(0063B) Τιμόθεος πρεσβύτερος, καὶ ἡγούμενος μονῆς τῶν Ἀστερίου ἀξιώσας ὑπέγραψα.

Πολυχρόνιος πρεσβύτερος, καὶ ἡγούμενος μονῆς τοῦ Αἰθρείου, ἀξιώσας ὑπέγραψα.

Σεβηριανὸς πρεσβύτερος ὑπέγραψα ὑπὲρ αὐτοῦ, ἐπιτραπεὶς παρ' αὐτοῦ.

Σρτατόνικος πρεσβύτερος, καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου Δομετίου ἀξιώσας ὑπέγραψα.

Ἀνδρέας ἐλέῳ Θεοῦ πρεσβύτερος, καὶ ἀρχιμανδρίτης μονῆς τῶν Ῥωμαίων ἀξιώσας ὑπέγραψα.

Μαρτύριος πρεσβύτερος, καὶ ἥγούμενος μονῆς Πέτρου ἤτοι Οὺάλεντος καὶ Δαυδάτου πλησίον τῶν ἁγίων Ἀποστόλων ἀξιώσας ὑπέγραψα.

Ἀνδρέας πρεσβύτερος, καὶ ἡγούμενος μονῆς διακειμένης (0063C) ἐν τῷ σεβασμίῳ οἴῳ τῆς ἁγίας θεοτόκου πλησίον τοῦ ἁγίου Λουκᾶ ἀξιώσας ὑπέγραψα.

Μάρκος πρεσβύτερος, καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου Κυρίκου ἀξιώσας ὑπέγραψα.

Ἰάκωβος πρεσβύτερος, καὶ ἀρχιμανδρίτης μονῆς Αβιβου Σύρος Συριστὶ ὑπέγραψα.

Ἀττικὸς πρεσβύτερος, καὶ ἡγούμενος μονῆς τῶν Εὐκρατάδων ἀξιώσας ὑπέγραψα.

Ἰωσὴφ πρεσβύτερος, καὶ ἡγούμενος μονῆς τῆς ἁγίας θεοτόκου ἐν τῷ λιθοστρώτῳ ὑπέγραψα.

Παῦλος πρεσβύτερος, καὶ ἡγούμενος ἀξιώσας ὑπέγραψα.

Ἀναστάσιος πρεσβύτερος, καὶ δευτεράριος μονῆς τοῦ ἁγίου Φιλίππου τοῦ ἐν τῷ βρεφοτροφείῳ ὑπέγραψα διὰ τὸ μὴ παρεῖναι τὸν ἡγούμενον.

(0063D) Γεώργιος πρεσβύτερος, καὶ ἀρχιμανδρίτης μονῆς τῶν Κύρου ἀξιώσας ὑπέγραψα.

Κυριακὸς πρεσβύτερος, καὶ ἀρχιμανδρίτης μονῆς τῶν Σύρων ἀξιώσας ὑπέγραψα.

Ζώσιμος πρεσβύτερος, καὶ ἀρχιμανδρίτης μονῆς τῶν Μαξιμίνου ἀξιώσας ὑπέγραψα.

Ἐλπίδιος πρεσβύτερος, καὶ ἀρχιμανδρίτης μονῆς τῶν Βασιανοῦ ἀξιώσας ὑπέγραψα.

Πολυχρόνιος πρεσβύτερος, καὶ ἀρχιμανδρίτης μονῆς τῶν Κρητικῶν ἀξιώσας ὑπέγραψα.

Παῦλος πρεσβύτερος, καὶ ἡγούμενος μονῆς τῆς ἁγίας Ἐρμιόνης ἀξιώσας ὑπέγραψα.

(0065A) Εὐσέβιος πρεσβύτερος, καὶ ἡγούμενος μονῆς τῆς ἐπίκλην Συμεὼν ἀξιώσας ὑπέγραψα.

Ζωτικὸς πρεσβύτερος, καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου Ἀνδρέου πλησίον τῆς Σατορνίνου πόρτης ἀξιώσας ὑπέγραψα χειρὶ Μάρκου πρεσβυτέρου καὶ δευτεραρίου, ἐμοῦ προτάξαντος τὸν τίμιον σταυρόν.

Θεόδωρος πρεσβύτερος, καὶ ἡγούμενος μονῆς τοῦ ἁγίου Λαυρεντίου ὑπ' ἐμοῦ συστάσης ὑπέγραψα.

Δομετιανὸς πρεσβύτερος, καὶ ἀρχιμανδρίτης μονῆς Μαρτυρίου, καὶ ὑπὲρ πάντων τῶν ἐν τῇ ἐρήμῳ τῆς ἁγίας πόλεως μοναχῶν ὺπέγραψα.

Ἡσύχιος πρεσβύτερος μονῆς τοῦ μακαρίου Θεοδοσίου καὶ ὑπέρ πάντων.

Κασσιανὸς πρεσβύτερος λαύρας τοῦ μακαρίου Σάββα καὶ ὑπὲρ πάντων.

(0065B) Κυριακὸς πρεσβύτερος, καὶ ἡγούμενος τῶν πυργίων τοῦ Ἰορδάνου καὶ ὑπὲρ πάντων.

Νέσταβος πρεσβύτερος λαύρας τοῦ ὁσίου Φιρμίνου καὶ ὑπὲρ πάντων.

Τερέντιος πρεσβύτερος νέας λαύρας καὶ ὑπὲρ πάντων τῶν ἐν τῇ ἐρήμῳ ὑπέγραψα.

Λεόντιος μοναχὸς, καὶ ἡγούμενος, καὶ τοποτηρητὴς πάσης τῆς ἐρήμου ὑπέγραψα.

Τραϊανὸς πρεσβύτερος Τῶν πυργίων τοῦ Ἰορδάνου καὶ ὑπὲρ πάντων.

Πολύευκτος διάκονος μονῆς τοῦ Ἀββᾶ Θεοδοσίου καὶ ὑπὲρ πάντων.

Θεόδωρος διάκονος, μοναχὸς τῆς νέας λαύρας καὶ ὑπὲρ πάντων.

(0065C) Κύρικος μοναχὸς, καὶ διὰκονος τῆς αὐτῆς νέας λαύρας καὶ ὑπὲρ πάντων.

Ἀναστάσιος διάκονος μονῆς τοῦ Ἀββᾶ Μαρτυρίου καὶ ὑπὲρ πάντων.

Μάμας μοναχὸς μονῆς τοῦ Ἀββᾶ Μαρτυρίου καὶ ὑπὲρ πάντων.

Ἰουλιανὸς μοναχὸς τοῦ Ἀββᾶ Θεοδοσίου καὶ ὑπέρ πάντων.

Ἰωάννης πρεσβύτερος μονῆς ἰδίας ἐν τῇ πεδιάδι καὶ ὑπὲρ τῶν ἐν αὐτῇ.

Θεωνᾶς πρεσβύτερος τοῦ ἁγίου ὄρους Σινᾶ, καὶ ἀποκρισιάριος τοῦ τε ὀρους τῆς ἐκκλησίας Φαρὰν, καὶ λαύρας Ῥαϊθοῦ ὑπὲρ πάντων τῶν ἐκεῖσε μοναχῶν ἀξιώσας ὑπέγραψα.

Στρατήγιος διάκονος, καὶ μοναχὸς μονῆς τοῦ μακαρίου (0065D) Ἰωάννου καὶ ὑπὲρ πάντων τῆς ἐκεῖσε μοναχῶν.

Ἰωάννης μοναχὸς μονῆς τοῦ Ἀββά Μαρτυρίου καὶ ὑπὲρ πάντων ἐκεῖσε μοναχῶν.

Παῦλος μοναχὸς, καὶ ἀποκρισιάριος μονῆς τοῦ μακαρίου Μάρωνος δευτέρας Συρίας.

Σεβηριανὸς πρεσβύτερος, καὶ ἀρχιμανδρίτης μονῆς Ζωόρα τῶν θερμῶν Συριστὶ ὑπέγραψα.

Κασσίσας πρεσβύτερος, καὶ ἀρχιμανδρίτης μονῆς τῶν Λουκᾶ Συριστὶ ὑπέγραψα.

Ἰωάννης πρεσβύτερος, καὶ ἀρχιμανδρίτης μονῆς τοῦ κυροῦ Θωμᾶ Συριστὶ ὑπέγραψα.

Συμεώνης διάκονος, καὶ ἀποκρισιάριος μονῆς τοῦ μακαρίου Ἰακώβου δευτέρας Συρίας καὶ ὑπὲρ πάντων.

(0067A) Ἰωάννης διάκονος, καὶ ἀποκρισιάριος μονῆς τοῦ μακαρίου Θεοδώρου δευτέρας Συρίας καὶ ὑπὲρ πάντων τῶν ἐν αὐτῇ μοναχῶν ὑπέγραψα.

Σέργιος πρεσβύτερος περιοδευτὴς τῶν ἁγίων ἐκκλησιῶν ἐπιχωρίων τῆς πρώτης Σύρων ἐπαρχίας ὑπέγραψα.

Στέφανος πρεσβύτερος, καὶ ἡγούμενος μονῆς Εὐξερίου ὑπὲρ πάντων.

Ἰωάννης πρεσβύτερος, καὶ ἀρχιμανδρίτης μονῆς Θωμᾶ Συριστὶ ὑπέγραψα.

Θωμᾶς πρεσβύτερος, καὶ ἀρχιμανδρίτης μονῆς Ἀαρὼν Συριστὶ ὑπέγραψα.

Φαυστῖνος μοναχὸς, καὶ ἀποκρισιάριος μονῆς τοῦ ἁγίου Στεφάνου Μαουζᾶ Ἰαμνίας, καὶ ὑπὲρ πάντων τῶν ἐκεῖσε κληρικῶν καὶ μοναχῶν.

Θεόδωρος διάκονος, καὶ ἀποκρισιάριος τῆς ἁγίας ἐκκλησίας (0067B) Ἐρενδηληνῶν ἀξιώσας ὑπέγραψα.


HOME > '������������������������' in 'Agapetus_I, Epistolae, p7'
Agapetus I, Epistolae, LIBELLUS MONACHORUM. <<<     >>> LIBELLUS MONACHORUM AGAPETO OBLATUS CONTRA ANTHIMUM, SEVERUM, etc.
3212w 27.067651033401 s