Agatho_papa_cps2, Epistolae, p2HOME > '������������������������' in 'Agatho_papa, Epistolae, p2'
Agatho papa, Epistolae, Subscriptio synodicae suggestionis. <<<     >>> SUBSCRIPTIONES.hide dictionary links

(PL 87 1228D) Ἐπιγραφὴ τῆς συνοδικῆς ἀναφορᾶς.

(1215C)

(1215C) Τοῖς εὐσεβεστάτοις δεσπόταις καὶ γαληνοτάτοις νικηταῖς (1215D) καὶ τροπαιούχοις, ποθητοῖς τέκνοις τοῦ Θεοῦ καὶ Δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν Κωνσταντίνῳ μεγάλῳ βασιλεῖ, Ἡρακλείῳ καὶ Τιβερίῳ Αὐγούστοις, Ἀγάθων ἐπίσκοπος δοῦλος τῶν δούλων τοῦ Θεοῦ σὺν πάσαις ταῖς συνόδοις ταῖς ἀνηκούσαις τῇ συνόδῳ τοῦ ἀποστολικοῦ θρόνου. Πάντων τῶν ἀγαθῶν ἐλπὶς ὑπάρχειν γνωρίζεται, ἡνίκα βασιλικὴ κορυφὴ τὸν στέψαντα αὐτὴν, καὶ τοῖς ἀνθρώποις ἐγκαταστήσαντα πρὸς σωτηριώδη κυβέρνησιν, ἐπιγινώσκουσα τὴν περὶ αὐτοῦ ἀληθῆ ὡμολογίαν, ἧτινι μόνῃ ὑπὲρ πάντα τὰ δῶρα ἐπιτέρπεται, πιστῶς ἐπιζητεῖ, καὶ ἀναζωπυροῦντι λογισμῷ περιπτύσσεσθαι (1218A) ἐπιθυμεῖ. Καὶ τοῦτο Θεοῦ ἐστιν ἐξοχώτατον δῶρον, ἐξ οὗ πᾶσα δόσις ἀγαθὴ προέρχεται· πρὸς ὃν ἐπαναφέρεται, ὅπερ προσελήφθη ἀπὸ τῆς αὐτοῦ μεγαλειότητος· οὗτινος τῷ πνεύματι ἐν τοῖς τῆς διανοίας ἀποκρύφοις οἰκοδομοῦντος, καὶ ἀναῤῥωννῦντος τῇ πνευματικῇ βράσει τῆς ἀκτῖνος τοῦ εὐσεβοῦς σκοποῦ κύκλῳ πάντα διακαθαίρονται[L., εὐσεβοῦς σκοποῦ ἀκτῖνες κύκλῳ διάττουσιν], καὶ τῆς εὐωδίας ὀσμὴ ἀπὸ τῆς θυσίας τῆς καρδίας ἀνέρχεται πρὸς τὸν Κύριον, ὅστις τῷ τοιούτῳ δώρῳ εὐαρεστεῖται· ὅθεν καὶ ἐν τοῖς ἐπιγείοις εὐτυχίαν δωρήσηται, καὶ ἅπαντα τὰ ἔθνη ὑποτάξοι, ἅπερ προσκαλῆται πρὸς τὴν ὁμολογίαν τῆς ἀληθοῦς αὐτοῦ ἐπιγνώσεως, τὰ ὑποτεταγμένα τῷ Χριστιανικωτάτῳ κράτει [ἅτινα ὑπ. τ. χ. κ. τῆς τοῦ σκότους ἐξουσίας ἐλευθερώσοι, L.], ἵνα εὐτυχεῖς ποιήσῃ τεταπεινωμένους, οὓς ταλαιπώρως ὑψοῦσθαι (1218B) πρὸς κατάβλησιν ἑαυτῶν παρείασεν. Ἐπεὶ δὲ, εὐσεβέστατοι καὶ ἀνδρειότατοι βασιλέων, τῆς σεβασμίας ὑμῶν εὐσεβείας σὺν ἐπαίνῳ θαυμάζομεν τὴν Θεάρεστον πρόθεσιν, ἥνπερ πρὸς τὴν ἀποστολικὴν ἡμῶν πίστιν ἔχειν κατηξιώσατε, τοῦ Θεοῦ μυστικῶς πληροφοροῦντος, οὐ ῥήμασι ῥευστοῖς, οὔτε λαλιᾷ ἀπάτης, ἀλλὰ τῇ αὐτοῦ θείᾳ χάριτι ὑπομιμνήσκοντος, καὶ πάσης ἀμφιβολίας περιαιρεθείσης ἐπιθυμεῖτε ἐπιγνῶναι, ἅπερ ἀλήθεια τῆς ὀρθοδόξου καὶ ἀποστολικῆς περιέχει πίστεως· ἡμεῖς πάντες οἱ ἐλάχιστοι τῶν Ἐκκλησιῶν τοῦ Χριστοῦ πρόεδροι, οἱ δοῦλοι τοῦ Χριστιανικωτάτου ὑμῶν κράτους, ἔν τε τοῖς δυτικοῖς καὶ ἀρκτῴοις μέρεσι τυγχάνοντες, εἰ καὶ ὀλίγοι καὶ ἁπλούστεροι τῇ γνώσει, τῆς πίστεως [τῇ πίστει, ex L.] ὅμως διὰ τῆς τοῦ Θεοῦ χάριτος σταθεροὶ, ἕνεκεν τῶν προσταχθέντων διὰ τῆς θειώδους σάκρας, (1218C) ἐγνωκότες τὸν συμβασιλεύοντα καὶ διοικοῦντα σὺν ὑμῖν, τὴν κτίστην καὶ πρύτανιν τῶν πάντων Θεὸν, ἱλαρευόμενοι πηρὶ τῆς τοιαύτης εὐσεβοῦς προθέσεως μετὰ τῶν ἐκ βάθους τῆς καρδίας ὀδυρμῶν εὐχαριστεῖν ἀπηρξάμεθα, ὅτι τὸ οὕτως ἀξιεπαίνετον, τὸ οὕτω θαυμαστὸν καὶ σωτηριῶδες, οὕτω μονογενῶς τῷ Θεῷ ὑπὲρ πάσας τὰς γηΐνας θυσίας εὐπρόσδεκτον ἔργον ὑμετέρα φιλανθρωπία καταπιστεύεται ἐπιθυμῆσαι, ὅπερ πολλοῖς μὲν εὐσεβεία καὶ δικαιοσύνῃ προὔχουσι βασιλεῦσιν ἐπεθυμεῖτο, ὅμως ὀλίγοις καὶ ἀραιοῖς πρὸς Θεάρεστον ἀποτέλεσμα μετὰ ἀκεραιότητος τῆς ἀποστολικῆς πίστεως διασωθῆναι δυνατὸν ἀπεδείχθη. Πιστεύομεν δὲ, ὅτι ὅπερ ὀλίγοις καὶ άραιοῖς συνεφωνήθη [συνεχωρήθη, L.], τῷ Θεοστέπτῳ ὑμῶν κράτει θεόθεν δωρηθησεται, ἵνα δι' αὐτοῦ (1218D) τῆς καθολικῆς, καὶ ἀποστολικῆς ἡμῶν πίστεως τὸ τηλαυγέστατον λάμψῃ φῶς [ἐκλάμψοι] ἐν ταῖς πάντων καρδίαις· ὅπερ ἐκ τῆς πηγῆς τοῦ ἀληθινοῦ φωτὸς, ὡς δι' ἀκτίνων τῆς ζωοποιοῦ λαμπηδόνος τοῖς μακαρίοις λειτουργοῖς Πέτρῳ καὶ Παύλῳ τοῖς τῶν ἀποστόλων κορυφαίοις, καὶ τοῖς τούτων μαθηταῖς καὶ διαδόχοις τοῖς ἀποστολικοῖς κατὰ βαθμὸν μέχρι τῆς ἡμετέρας οὐδενότητος τῇ τοῦ Θεοῦ βοηθείᾳ ἐφυλάχθη, μηδεμιᾷ τῆς αἱρετικῆς πλάνης δυσωδεστάτου σκότους ἀχλύϊ, μήτε νεφέλαις ψεύδους, νέφεσιν ἀπάτης μολυνθὲν, μήτε παραμεμιγμέναις αἱρετικῶν φαυλότησι, καθάπερ ἀμαυροῖς νέφεσι κατασκιασθὲν, ἀβαρὲς καὶ ἀκέραιον καὶ ταῖς ἰδίαις ἀκτῖσι διαλάμψαν. Ἐν τούτῳ γὰρ τε ἀποστολικὸς θρόνος, οἵ τε προηγησάμενοι τὴν ἡμετέραν μετριότητα μέχρι τοσούτου [τούτων, L.] (1219A) οὐ χωρὶς κινδύνων ἀπέκαμον, νῦν δογματικῶς μετὰ τῶν ἀποστολικῶν ἀρχιερέων βουλευσάμενοι, νῦν συνοδικῷ ὅρῳ τῆς ἀληθείας περιεχομένους κανόνας πᾶσι γνωρίσαντες· καὶ τὰ αἰώνια ὅρια, ἅτινα παραβῆναι οὐ θέμις ἐστὶ, μέχρι τῆς ἐξόδου αὐτῆς τῆς ψυχῆς συστατικῶς διεκδικοῦντες, μὴ ἀπατηθέντες κολακείαις, μήτε κινδύνους ὑφορώμενοι, ὅπως ἐκεῖνο τὸ ἐν Εὐαγγελίοις τοῦ Κυρίου ἡμῶν θέσπισμα ἔργοις ἀποδείξωσιν, ᾧπερ ἀποφαντικῶς διδάσκων παραγγέλλει· « Ὅστις μὲ ὁμολογήσει ἐνώπιον τῶν ἀνθρώπων, κἀγὼ ὁμολογήσω αὐτὸν ἐνώπιον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς, » καὶ τῇ ἐπακολουθήσῃ τιμωρίᾳ ἐκφοβεῖ, ᾗτινι αὐστηρῶς ἀπειλεῖ· « Καὶ ὅστις μὲ ἀρνήσεται ἐνώπιον τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἐνώπιον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. » Ἀποτρέπεται γὰρ πρὸς τὰς διαφορὰς (1219B) τῶν καιρῶν ἀληθὴς ὁμολογία τῆς εὐσεβείας ποικίλλεσθαι, καθὼς οὐδὲ αὐτὸς τὴν ποικιλίαν προσεδέξατο, περὶ οὗ ἐστιν αὕτη ἀληθὴς ὁμολογία, ὃς λέγει· « Ἐγώ εἰμι, καὶ οὐκ ἠλλοίωμαι. » Τοίνυν ἐπειδὴ τῆς γαληναίας ὑμῶν ἀνδρείας εὐμένεια πρόσωπα ἀπὸ τοῦ τῶν ἐπισκόπων ἀριθμοῦ σταλῆναι ἐκέλευσε, βίῳ τε καὶ εἰδήσει πάντων [πασῶν, L.] Γραφῶν προὔχοντα, περὶ μὲν τῆς καθαρότητος τοῦ βίου, εἰ καὶ τὰ μάλιστά τις καθαρῶς βιώσει, ὅμως θαῤῥεῖν οὐ τολμᾷ· δὲ τελεία εἴδησις ἐὰν πρὸς εἴδησιν ἀληθοῦς εὐσεβείας ἐπαναδράμῃ, μόνη ἐστὶν ἀληθείας ἐπίγνωσις· ἐὰν δἐ πρὸς εὐγλωττίαν βιωτικὴν, οὐχ ὑπολαμβάνομεν τινα ἐν τοῖς ἡμετέροις χρόνοις δύνασθαι εὑρεθῆναι τὸν περὶ ἄκρας εἰδήσεως καυχώμενον· ὁπότε ἐν τοῖς ἡμετέροις κλίμασι τῶν διαφόρων ἐθνῶν μανία βράζει, ποτὴ μὲν (1219C) καὶ καταπονοῦντες, ποτὲ δὲ κατατρέχοντες καὶ ἁρπάζοντες. Ὅθεν ὅλος βίος ἡμῶν μεριμνῶν ἐστι πεπληρωμένος, οὕστινας περικυκλοῖ τῶν ἐθνῶν χεὶρ, καὶ ἐκ τοῦ σωματικοῦ καμάτου τροφή ἐστι, καθὸ παλαιὰ διακράτησις τῶν Ἐκκλησιῶν κατ' ὀλίγον ταῖς διαφόροις συμφοραῖς ἐκλείψασα ὑπέπεσε. Καὶ μόνη ἐστὶν ἡμετέρα ὑπόστασις πίστις ἡμῶν, μεθ' ἧς τὸ ζῇν ἄκρα ἐστὶ δόξα, δι' ἣν τὸ ἀποθανεῖν κέρδος αἰώνιόν ἐστιν. Αὕτη ἐστὶν τελεία ἡμῶν εἴδησις, ἵνα τοὺς ὅρους τῆς καθολικῆς καὶ ἀποστολίκῆς πίστεως, οὓς μέχρι τούτου ἀποστολικὸς θρόνος ἅμα ἡμῖν καὶ ἐκράτησε καὶ παραδίδωσιν, ὅλῃ τῇ τῆς διανοίας παραφυλακῇ φυλάξωμεν· Πιστεύοντες εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων· καὶ εἰς τὸν Υἱὸν αὐτοῦ τὸν (1219D) μονογενῆ, τὸν πρὸ πάντων τῶν αἰώνων ἐξ αὐτοῦ γεννηθέντα, ἀληθινὸν Θεὸν ἐκ Θεοῦ ἀληθινοῦ, φῶς ἐκ φωτὸς, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρὶ, δι' οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ· καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ κύριον, καὶ ζωοποιοῦν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον, καὶ συνδοξαζόμενον· Τριάδα ἐν μονάδι, καὶ μονάδα ἐν Τριάδι, ἑνότητα μὲν φύσεως, Τριάδα δὲ προσώπων, ἤγουν ὑποστάσεων, Θεὸν τὸν Πατέρα ὁμολογοῦντες, Θεὸν τὸν Υἱὸν, Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον· οὐ τρεῖς Θεοὺς, ἀλλ' ἕνα Θεὸν, Πατέρα, Υἱὸν, καὶ Πνεῦμα ἅγιον· οὐ τριῶν ὀνομάτων ὑπόστασιν, ἀλλὰ τριῶν ὑποστάσεων μίαν οὐσίαν· ὧν (1222A) μία οὐσία, ἤτοι φύσις, τουτέστι μία θεότης, μία ἀϊδιότης, μία δυναστεία, ἓν κράτος, μία δόξα, μία προσκύνησις, ἓν οὐσιῶδες τῆς αὐτῆς ἁγίας καὶ ἀχωρίστου Τριάδος θέλημα καὶ ἐνέργεια, ἥτις πάντα ἔκτισε, διοικεῖ καὶ διακρατεῖ. Ὁμολογοῦμεν δὲ τὸν ἕνα τῆς αὐτῆς ἁγίας ὁμοουσίου Τριάδος τὸν Θεὸν Λόγον, τὸν πρὸ αἰώνων ἐκ τοῦ Πατρὸς γεννηθέντα, ἐπ' ἐσχάτων τῶν αἰώνων δι' ἡμᾶς, καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν, καὶ σαρκωθέντα ἐκ Πνεύματος ἁγίου, καὶ τῆς ἁγίας, ἀχράντου, καὶ ἀειπαρθένου, ἐνδόξου Μαρίας τῆς δεσποίνης ἡμῶν, τῆς ἀληθῶς καὶ κυρίως Θεοτόκου, κατὰ σάρκα δηλονότι ἐξ αὐτῆς τεχθέντα, καὶ ἀληθῶς ἄνθρωπον γενόμενον, τὸν αὐτὸν Θεὸν ἀληθινὸν, καὶ τὸν αὐτὸν ἄνθρωπον ἀληθινόν· Θεὸν μὲν ἐκ τοῦ Θεοῦ Πατρὸς, ἄνθρωπον δὲ ἐκ τῆς παρθένου (1222B) μητρὸς, σαρκωθέντα ἐξ αὐτῆς σαρκὶ ψυχὴν ἔχοντα [ἐχούσης] λογικὴν καὶ νοεράν· ὁμοούσιον τὸν αὐτὸν τῷ Θεῷ καὶ Πατρὶ κατὰ τὴν θεότητα, καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα, κατὰ πάντα ὅμοιον ἡμῖν χωρὶς ἁμαρτίας· σταυρωθέντα ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, παθόντα, καὶ ταφέντα, καὶ ἀναστάντα· ἀνελθόντα εἰς τοὺς οὐρανοὺς, καθεζόμενον ἐν δεξιᾷ τοῦ Πατρὸς, καὶ πάλιν ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκροὺς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Ἕνα δηλαδὴ καὶ τὸν αὐτὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ ἐκ δύο καὶ ἐν δύο οὐσίαις ἀσυγχύτως, ἀτρέπτως, ἀδιαιρέτως, ἀχωρίστως ὑποστῆναι γινώσκομεν, οὐδαμοῦ τῆς διαφορᾶς τῶν φύσεων ἀνῃρημένης διὰ τὴν ἕνωσιν, ἀλλὰ μᾶλλον σωζομένης (1222C) τῆς ἰδιότητος ἑκατέρας φύσεως, καὶ εἰς ἓν πρόσωπον καὶ μίαν ὑπόστασιν συντρεχούσης· οὐκ ἐν δυάδι προσώπων μεριζόμενον διαιρούμενον, οὔτε εἰς μίαν σύνθετον φύσιν συγχεόμενον, ἀλλ' ἕνα καὶ τὸν αὐτὸν Υἱὸν μονογενῆ Θεὸν Λόγον τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, οὔτε ἄλλον ἐν ἄλλῳ, οὔτε ἄλλον καὶ ἄλλον, ἀλλὰ τὸν αὐτὸν τοῦτον ἐν δύο φύσεσι, τουτέστι θεότητι καὶ ἀνθρωπότητι μετὰ τὴν ὑποστατικὴν ἕνωσιν ἐπιγινώσκομεν· ἐπειδὴ οὔτε Λόγος εἰς τὴν φύσιν τῆς σαρκὸς ἐτράπη, οὔτε σάρξ εἰς τὴν τοῦ Λόγου φύσιν μετεμορφώθη· διέμεινε γὰρ ἑκάτερον ὅπερ φυσικῶς ἦν· τὴν διαφορὰν δηλονότι τῶν ἑνωθεισῶν ἐν αὐτῷ φύσεων μόνῃ θεωρίᾳ διακρίνομεν, ἐξ ὧν ἀχωρίστως, ἀσυγχύτως, καὶ ἀτρέπτως συνετέθη· εἷς γὰρ ἐξ ἑκατέρων, καὶ δι' ἑνὸς τὰ ἑκάτερα· ἐπειδὴ ἅμα εἰσὶ καὶ (1222D) τὸ μέγεθος τῆς θεότητος, καὶ τὸ ταπεινὸν τῆς σαρκός· ἑκατέρας φύσεως φυλαττούσης καὶ μετὰ τὴν ἕνωσιν ἀνελλιπῶς τὴν ἑαυτῆς ἰδιότητα, καὶ ἐνεργούσης ἑκατέρας μορφῆς μετὰ τῆς θατέρου κοινωνίας, ὅπερ ἴδιον ἔσχηκε· τοῦ μὲν Λόγου κατεργαζομένου τοῦθ' ὅπερ ἐστὶ τοῦ Λόγου, τοῦ δὲ σώματος ἐκτελοῦντος ὅπερ ἐστὶ τοῦ σώματος· καὶ τὸ μὲν αὐτῶν διαλάμπει τοῖς θαύμασι, τὸ δὲ ταῖς ὕβρεσιν ὑποπέπτωκεν. Ὅθεν ἀκολούθως καθὼς δύο φύσεις ἤτοι οὐσίας, τουτέστι θεότητα καὶ ἀνθρωπότητα ἀσυγχύτως, ἀδιαιρέτως, ἀτρέπτως αὐτὸν ἔχειν ἀληθῶς ὁμολογοῦμεν, οὕτως ὁμοίως καὶ δύο φυσικά θελήματα, καὶ δύο φυσικὰς ἐνεργείας ἔχειν, ἅτε δὴ τέλειον Θεὸν καὶ τέλειον ἄνθρωπον, ἕνα καὶ τὸν αὐτὸν τοῦτον τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸυ, τῆς εὐσεβείας καταρτίζει κανών· (1223A) ἐπειδὴ τοῦτο ἡμᾶς [ἡμῖν] ἀποστολικὴ καὶ εὐαγγελικὴ παράδοσις, καὶ τῶν ἁγίων Πατέρων διδασκαλία, οὕστινας ἁγία καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία, καὶ αἱ σεβάσμιαι σύνοδοι δέχονται, ὁρίσαι δείκνυνται. Ἐξ ὧν διδασκαλιῶν ταῦτα ἀναλεξάμενοι διὰ βραχέων συνηγάγομεν. Τοῦτο γὰρ πιστεύομεν, ὅπερ κατὰ τὴν ἀποστολικὴν παράδοσιν παρελάβομεν, ἧστινος τῇ αὐθεντίᾳ ἐν πᾶσιν ἑπόμεθα· τὸ αὐτὸ γὰρ γινώσκομεν καὶ τοὺς παρ' αὐτῆς καταστάντας τοὺς προηγησαμένους [καὶ διδαχθέντας παρ' αὐτῆς τοὺς προη. , L.] τὴν ἡμετέραν μετριότητα, ἣν καὶ μέχρι τέλους παραφυλαχθῆναι ἡμῖν εἴτε ἐν ζωῇ, εἴτε ἐν θανάτῳ εὐχόμεθα. Τοῦτον τοιγαροῦν τῆς καθαρᾶς καθολικῆς καὶ ἀποστολικῆς ὁμολογίας τὸν κανόνα καὶ ἁγία σύνοδος, ἥτις ἐν ταύτῃ τῇ δουλικῇ τοῦ ὑμετέρου (1223B) Χριστιανικωτάτου κράτους τῶν Ῥωμαίων πόλει ἐπὶ τοῦ τῆς ἀποστολικῆς μνήμης Μαρτίνου τοῦ πάπα συνῆλθε, συνοδικῶς κηρύξαι, καὶ συστατικῶς διεκδικῆσαι, πάντες ἡμεῖς, ὁστισδήποτε ὁπουδήποτε ἦσαν, οἱ ἐλάχιστοι τῶν Ἐκκλησιῶν τοῦ Χριστοῦ πρόεδροι ἐπέγνωμεν· ἐν καὶ οἱ προηγησάμενοι τὴν ὑμετέραν ὀλιγότητα συνελθόντες τὴν ἀποστολικὴν ὁμολογίαν, ἣν ἐξ ἀρχῆς παρέλαβον, καὶ συνοδικῷ κηρύγματι ἐκήρυξαν, καὶ χωρὶς οἱασδήποτε καινοτομίας πλάνης ἀναμφιβόλως ὥρισαν. Τοίνυν τῆς εὐσεβείας τῷ ζήλῳ, καὶ τῷ πόθῳ τῆς ἀποστολικῆς ὁμολογίας εὐμένεια τῆς ὑμετέρας γαληνότητος κινηθεῖσα ἐπὶ πλέον λαμπρῦναι ταύτην, ἵνα τῇ βασιλικῇ θάλψει πολὺ μᾶλλον ἐξαστράψαι, ἀποκαμεῖν φροντίσῃ· ἧς εὐχὴ, ἐπειδὴ (1223C) ἐκ τοῦ Θεοῦ ἐστιν, ἐκ τοῦ Θεοῦ ἀποτελεσθείη· ἵνα καὶ ἀλήθεια ἥτις ἀκμὴν τοῖς ἐν δισταγμῷ [τοῖς ἀκμὴν ἐν διστ. ] τυγχάνουσι φανῇ, καὶ τοῖς ταύτην εἰλικρινῶς περιπτυσσομένοις ἀνδρεία προστεθῇ, καὶ τῶν ζιζανίων τὰ σπέρματα τῇ πνευματικῇ δρεπάνῃ, ὡς προσκόμματος καὶ ἀπάτης ἀφορμὴ ἐκ τοῦ μέσου τῶν τοῦ Χριστοῦ Ἐκκλησιῶν ἐκκοπῇ. Ὧντινων αὐθένται ὑπάρχουσι Θεόδωρος Φαρανίτης, Κῦρος Ἀλεξανδρείας, Σέργιος, Πύῤῥος, Παῦλος καὶ Πέτρος οἱ Κωνσταντινουπόλεως, καὶ οἱ τούτων ὁμόφρονες μέχρι τέλους ἀποδειχθέντες, οἵτινες τῆς καινῆς πλάνης αὐθένται, καὶ τῆς τελείας οἰκονομίας, ἐν πάντες ἐσώθημεν, ἐχθροὶ οὐ μόνον τῆς ἀληθοῦς ὁμολογίας ἐναντίοι, ἀλλ' ἅτε δὴ πλανώμενοι ἀπὸ τῆς ὁδοῦ τῆς ἀληθείας τὰ ἐναντία ἐδίδαξαν, ἄλλως καὶ ἄλλως δικαιολογούμενοι, (1223D) καὶ ἀλλήλων τὰ δόγματα καταλύοντες. Τὸ γὰρ μηδεμιᾷ ἀληθείᾳ θεμελιωθὲν, ἀναγκαῖόν ἐστιν, ἵνα τῆς πλάνης τῷ ἀσυστάτῳ ποικίλληται [ὁπότε γὰρ μηδεμιᾷ ἀληθείᾳ ἐθεμελιώθη, ἀναγκαῖόν ἐστιν, ἵνα τῆς πλάνης τὸ ἀνακόλουθον ποικίλληται]. γὰρ ἀληθινὴ πίστις ἐναλλαγῆναι οὐ δύναται· ποτὲ μὲν ἄλλως, ποτὲ δὲ ἄλλως μετὰ ταῦτα κηρυχθῆναι. Ἐπειδὴ « ἔσται ὑμῶν, » ὡς Ἀπόστολος διδάσκει, « τὸ ναὶ ναὶ, καὶ τὸ οὒ οὔ· τὸ γὰρ πλέον ἀπὸ τοῦ πονηροῦ ἐστιν. » Πρὸς τούτοις ἀπολογητέον ἐστὶν ἡμῖν τοῖς ἐλαχίστοις οἰκέταις πρὸς τὴν εὐμένειαν τῶν γαληνοτάτων ἡμῶν δεσποτῶν χάριν τῆς βραδύτητος τῶν σταλέντων ἐκ τῆς ἡμετέρας συνόδου προσώπων, οὓς σταλῆναι διὰ τῆς σεβασμίας αὐτῆς σάκρας ὑμετέρα κορυφὴ παρεκελεύσατο. Πρῶτον μὲν οὖν, ὅτι ἀναρίθμητον πλῆθος τῶν ἡμετέρων μέχρι τῶν (1226A) κλιμάτων τοῦ ὠκεανοῦ ἐπεκτείνεται· ἧστινος συνόδου [ὁδοῦ, L.] τὸ μῆκος ἐν πολλῇ καιροῦ παραδρομῇ διατείνει. Εἶτα ἠλπίζομεν ἀπὸ Βρεττανίας Θεόδωρον τὸν σύνδουλον ἡμῶν καὶ συνεπίσκοπον, τῆς μεγάλης νήσου Βρεττανίας ἀρχιεπίσκοπον καὶ φιλόσοφον, μετὰ ἄλλων ἐκεῖσε κατὰ τὸν τόπον διαγόντων, ἐκεῖθεν τῇ ἡμετέρᾳ ἑνωθῆναι μετριότητι, καὶ διαφόρους ταύτης τῆς συνόδου ἐπισκόπους ἐν διαφόροις κλίμασι τυγχάνοντας, ἵνα ἐξ ὅλης τῆς κοινότητος τῆς δουλικῆς ἡμῶν συνόδου ἡμετέρα ἀναφορὰ γενήσοιτο, μήπως ἐὰν μονομερῶς τὸ πραττόμενον γνωσθήσηται, τὸ μέρος λάθῃ· καὶ μάλιστα ἐπειδὴ ἐν μέσῳ τῶν ἐθνῶν τῶν τε Λογγοβάρδων, καὶ Σκλάβων, οὐ μὴν ἀλλὰ καὶ Φράγκων, Γότθων, καὶ Βρεττανῶν πλεῖστοι ἐκ τῶν συνδούλων ἡμῶν εἶναι γνωρίζονται, οἵτινες καὶ περὶ τούτου περιεργάζεσθαι (1226B) οὐκ ἀφίστανται, ἵνα γνώσωνται, τί εἰς τὸ πρᾶγμα τῆς ἀποστολικῆς πίστεως πράττεται· οἵτινες ὁπόσον ὠφελῆσαι δύνανται, ἐπὰν ἐν τῇ συμφωνίᾳ τῆς πίστεως μεθ' ἡμῶν κρατῶνται, καὶ ἡμῖν ὁμοφωνῶσι, τοσοῦτον, ὅπερ ἀπέστω, ἐὰν σκάνδαλόν τί ποτε ἐν τῷ κεφαλαίῳ τῆς πίστεως ὑπομείνωσιν, εὑρίσκονται ἐχθροὶ καὶ ἐναντίοι. Ἡμεῖς δὲ εἰ καὶ ἐλάχιστοι, ἀλλ' ὅμως ἀπὸ ὅλης ἰσχύος θαῤῥοῦμεν [L., κειρώμεθα], ἵνα τοῦ Χριστιανικωτάτου ὑμῶν κράτους πολιτεία, ἐν τοῦ μακαρίου Πέτρου τοῦ κορυφαίου τῶν ἀποστόλων θρόνος τεθεμελίωται, οὗτινος τὴν αὐθεντίαν τῇ ἀληθείᾳ πάντα τῶν Χριστιανῶν τὰ ἔθνη ἅμα ἡμῖν προσκυνοῦσι καὶ σέβουσι, κατὰ τὴν αὐτοῦ τοῦ μακαρίου Πέτρου τοῦ ἀποστόλου τιμὴν πάντων τῶν ἐθνῶν ἀποδειχθῇ ὑψηλοτέρα. Τὰ δὲ πρόσωπα, παρὰ τῆς ἡμετέρας μετριότητος (1226C) κατὰ τάξιν ἐπιλέξασθαι [L. πρόσωπα δὲ ἐκ τῆς τάξεως τῆς ἡμετέρας μετριότητος ἐπ. ] συνείδομεν πρὸς τὰ ἴχνη τῆς ὑμετέρας Θεοσκεπάστου ἀνδρείας, ὀφείλοντα προσαγαγεῖν τὴν ἀναφορὰν πάντων ἡμῶν, τουτέστιν ἁπάντων τῶν κατὰ τὰ ἀρκτῷα καὶ δυτικὰ κλίματα ἐπισκόπων, ἐν καὶ τῆς ἀποστολικῆς ἡμῶν πίστεως τὴν ὁμολογίαν προαπηρξάμεθα· ὅμως οὐχ ὡς περὶ ἀδήλων φιλονεικεῖν, ἀλλ' ὡς βέβαια καὶ ἄτρωτα συνελόντι ὅρῳ προσφέρειν· ἱκετευτικῶς παρακαλοῦντες, ἵνα τοῦ ὑμετέρου Θεοστέπτου κράτους ἐπινεύοντος, ταῦτα αὐτὰ πᾶσι κηρυχθῆναι, καὶ πρὸς πάντας ἐπικρατεῖν κελεύσητε· ἵνα Θεὸς τὴν ἀλήθειαν καὶ τὴν δικαιοσύνην ἀγαπῶν, πάντα αἴσια χαρίσηται τοῖς χρόνοις τῆς ὑμετέρας γαληνοτάτης εὐμενείας, ἐν οἷς τοῦ ἀποστολικοῦ κηρύγματος καὶ τῆς εὐσεβείας ἀλήθεια ἐκλάμπῃ, (1226D) κρείττονι καὶ αἰσίᾳ ἐκβάσει τῆς ὑμῶν ἀνδρειοτάτης γαληνότητος τὸ κράτος εὐφρανθῆναι περὶ τῆς τῶν πολεμίων ὑποταγῆς χαριζόμενος. Δέξασθαι τοίνυν καταξιώσατε εὐσεβέστατοι βασιλέων τοὺς σταλέντας παρὰ τῆς ἡμετέρας μετριότητος ἐπισκόπους μετὰ τῶν ὑπολοίπων τῆς ἐκκλησιαστικῆς τάξεως ἀνδρῶν, καὶ τῶν εὐλαβεστάτων δούλων τοῦ Θεοῦ μετ' εὐμενείας τῆς εἰθισμένης γαληνότητος, ὅπως καὶ τῇ ἐξ αὐτῶν μαρτυρίᾳ μετ' εὐχαριστίας εἰς τὰ οἰκεῖα αὐτῶν ἐπαναστρέφοντες [ἐπαναστρεφόντων] παρὰ πᾶσι τοῖς ἔθνεσι συχνάσῃ ἔπαινος τῆς ὑμετέρας φιλανθρωπίας, ὡς ἐκείνου τοῦ μεγάλου Κωνσταντίνου, οὗτινος μετὰ τὴν τελευτὴν ἀξιέπαινος [ἀξιεπαίνετος] οὐδὲν ἧττον φήμη ἀκμάζει· οὗτινος οὐ μόνον τὸ ἐπίσημον τῆς ἐξουσίας (1227A) ἐστὶν, ἀλλὰ καὶ τῆς εὐσεβείας, μεθ' οὗ ἐκείνη ἱερωτάτη σύνοδος τῶν τριακοσίων δέκα καὶ ὀκτὼ προέδρων ἐν τῇ Νικαίων πόλει ἐπὶ διεκδικήσει τῆς ὁμοουσίου Τριάδος συνῆλθε. Καὶ καθὼς Θεοδοσίου τοῦ μεγάλου, οὗτινος ἐν ταῖς ἄλλαις αὐτοῦ ἀρεταῖς μονογενὴς εὐσέβεια κηρύττεται· οὗτινος ἐπινεύσαντος [συναντιλαμβανομένου], διὰ τῆς χάριτος τοῦ ἁγίου Πνεύματος τῶν ἑκατὸν πεντήκοντα Πατέρων τῇ γνώμῃ, ἣν αὐτοῖς ἐνέπνευσε, τὸ Πνεῦμα τὸ ἅγιον ὁμοούσιον τῷ Πατρὶ καὶ τῷ Υἱῶ ἐκηρύχθη. Καὶ καθὼς [ἡ γνώμη ἐκηρύχθη ἣν αὐτὸν ἐνέπνευσε τὸ Πνεῦμα τὸ ἅγιον, τὸ ὁ. τ. Π. κ. τ. Υἱῷ καὶ καθὼς] τοῦ ἐξόχως τῆς ἀληθείας ἐρῶντος Μαρκιανοῦ τοῦ βασιλέως, τοῦ καὶ τὴν πρώτην ἐν Εφέσῳ σύνοδον, ἅτε δὴ καθολικὴν καὶ ἀποστολικὴν πίστιν κηρύττοντος [κηρύττουσαν], ὑπὸ τῆς ἁγίας ἐν Χαλκηδόνι συνόδου δεχθῆναι ποιήσαντος, καὶ τοὺς (1227B) αὐξήσαντας φοβερισμοὺς ἐκ τῆς τοῦ Θεοῦ [τὰς αὐξησάσας πλάνας ἐκ τῆς τοῦ Θεοῦ] ἀπελάσαντος Ἐκκλησίας, τὸν ἱερώτατον ἐκεῖνον τόμον ἐπασπασάμενος [ἀσπασωμένου] τοῦ ἀποστολικοῦ ἀνδρὸς τοῦ πάπα Λέοντος, ὃν μακάριος Πέτρος ἀπόστολος τοῖς ἐκείνου ἰδίοις ὑπηγόρευσε ῥήμασι. Καὶ καθὼς τοῦ τελευταίου μὲν, ὅμως δὲ πάντων ἐξοχωτέρου, τοῦ μεγάλου ἐκείνου Ἰουστινιανοῦ, οὗτινος ὡς ἀρετὴ, οὕτω καὶ εὐσέβεια εἰς κρείττονα τάξιν ἀνεκαίνισε τὰ πάντα· οὗτινος καθ' ὁμοίωμα αὐτοκρατορία τῆς ἀνδρειοτάτης ὑμῶν εὐμενείας ἀρεταῖς τε καὶ ἐγχειρήμασι τὴν πολιτείαν τῶν Χριστιανῶν κατασφαλίζεται, καὶ ἐπὶ τὸ κρεῖττον ἀνακαινίζει, τοῖς τε τῆς εὐσεβείας σπουδάσμασι τῇ καθολικῇ συντρέχει Ἐκκλησία, ἵνα ἐν τῇ ἑνώσει [ἑνότητι L.] τῆς (1227C) ἀληθοῦς ἀποστολικῆς ὁμολογίας τελεώτερον συναφθῇ, ἣν μέχρι τοῦ παρόντος σὺν ἡμῖν ἁγία τῶν Ρὡμαίων Ἐκκλησία φυλάττει, ὅπως τῆς ἀληθοῦς εὐσεβείας τὸ μυστήριον λαμπρότερον σάλπιγγος εἰς ὅλον τὸν κόσμον κηρυχθῇ· καὶ ἔνθα ταύτης τῆς ἀληθοῦς ὁμολογίας τὸ ἀκέραιον ταῖς εὐσεβέσι σπουδαῖς τῆς ὑμετέρας βασιλείας ἐπικρατεῖ, ἔπαινος ἅμα καὶ εὐεργεσία τοῦ γαληναίου ὑμῶν κράτους κηρυχθῇ, ἵνα μετὰ τῶν τῆς εὐσεβείας ἐπαίνων καὶ τῆς βασιλείας ὑμῶν πλατυνθῶσι Θεοῦ ἐπινεύοντος τὰ ἐξαίρετα [ἐπίσημα]· καὶ οὓς τῆς ἀληθοῦς εὐσεβείας ὁμολογία προτρέπεται, βασιλικὴ ἀνδρεία κτήσηται. Καὶ ἡμεῖς γὰρ εἰ καὶ ἀνάξιοι τὴν τοῦ Θεοῦ φιλανθρωπίαν ἱκετεύομεν, ἵνα χωρὶς ὀλίσθου τινὸς μέχρις αὐτοῦ τοῦ τῆς ζωῆς ὅρου ἄσπιλον ἡμᾶς φυλάξαι, καὶ κηρύξαι συγχωρήσῃ, καὶ δι' αὐτῆς ἐνώπιον (1227D) αὐτοῦ καυχήσασθαι [δοξασθῆναι]. Ἐπειδὴ εἰ καὶ σοφίαν κοσμικὴν, καὶ ματαίαν ἀπάτην, ὥς φησιν μακάριος Παῦλος ἀπόστολος, παντελῶς ἀγνοοῦμεν, ὅμως τὸν κανόνα τοῦ ἀληθοῦς κηρύγματος τῇ ἁπλουστάτῃ ἀληθείᾳ διδάσκομεν, καὶ ἐκδικοῦμεν [διεκδικοῦμεν]· ἐπειδὴ οὐχὶ πομπὰς ῥημάτων ἔχειν ἐπιθυμοῦμεν, ἵνα ταῖς φιλονεικίαις προκαταληφθῶμεν, οὔτε γὰρ ἐνδέχεται [ἐμβαίνει] ἐν στενοχωρίαις διαγόντων ἡμῶν, ἀλλὰ τοὺς θέλοντας [τοῖς θέλουσιν] ἐπιστρέψαι πρὸς τὴν ἀλήθειαν τῆς ὀρθῆς ἡμῶν πίστεως τὴν τάξιν μετὰ ἁπλῆς καρδίας, καὶ ῥημάτων πρᾳότητος προσφέρομεν. Σῶσαι γὰρ διὰ τῆς ἀληθείας τῆς ἀποστολικῆς ὁμολογίας τὰς ἐκ τῆς θείας ῥοπῆς ἐμπιστευθείσας ἡμῖν ψυχὰς ἐπιθυμοῦμεν, διὰ φλυαρίας τοὺς ἀκούοντας εἰς πλάνην ἐμβάλλειν. Διόπερ ὁστισδήποτε τῶν ἱερέων ταῦτα τὰ ἐν τῇ ὁμολογίᾳ (1230A) τῆς ἡμετέρας μετριότητος περιεχόμενα ἅμα ἡμῖν εἰλικρινῶς κηρύττειν ἐπιθυμήσει, ὡς τῇ ἡμετέρᾳ ἀποστολικῇ πίστει ὁμόφρονας, ὡς συνιερεῖς, ὡς συλλειτουργοὺς, ὡς τῆς αὐτῆς πίστεως, καὶ ἵνα ἁπλῶς εἴπωμεν, ὡς πνευματικοὺς ἀδελφοὺς, καὶ συνεπισκόπους ἡμῶν δεχόμεθα. Τοὺς δὲ ταῦτα σὺν ἡμῖν ὁμολογεῖν μὴ θέλοντας, ὡς ἐχθροὺς τῆς καθολικῆς καὶ ἀποστολικῆς ὁμολογίας, ἐνόχους εἶναι κρίνομεν τῆς αἰωνίου κατακρίσεως, οὔτε δέ ποτε τοὺς τοιούτους ἐν τῶ συλλόγῳ τῆς ἡμετέρας μετριότητος, εἰμὴ διορθωθέντας, ἀνεχόμεθα δέξασθαι. Μήτε παραβῆναι ἡμᾶς τις ἐξ αὐτῶν ὑπολάβοι, ὅπερ παρελάβομεν ἀπὸ τῶν προηγησαμένων ἡμᾶς. Διὰ τοῦτο χαρὰ μεγάλη ἔσται ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, ἐὰν τῆς ὑμετέρας εὐμενοῦς βασιλείας μεσιτευούσης συμβασιλεὺς ἡμῶν καὶ παντοκράτωρ Θεὸς ταῦτα πρὸς πέρας ἀγάγῃ, ἵνα οὐρανὸς εὐφρανθῇ, καὶ ἀγαλλιάσηται γῆ γινομένης εἰρήνης πολλῆς τοῖς τὴν ἀλήθειαν ἀγαπῶσι, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον· καὶ ἀφαιρεθῇ ἀπὸ τοῦ οἴκου τοῦ Θεοῦ βδέλυγμα σκανδάλου, τὸ ὂν εἰς πτῶσιν πολλῶν ἀσυστάτων καὶ ἁπλουστέρων· καὶ γένηται μία πίστις, ἓν στόμα, καὶ χεῖλος ἓν, καὶ μία πρὸς πάντα [παρὰ πᾶσι] τοῦ ἀποστολικοῦ κηρύγματος ὁμολογία, ἐν ὅσῳ πάντες ὁμοθυμαδὸν λαλοῦσι τὰ μεγαλεῖα τοῦ Θεοῦ· ἥντινα ἐν τοῖς χρόνοις τῆς ὑμετέρας γαληναίας εὐδαιμονίας πολυέλεος Θεὸς χαρίσασθαι καταξιώσοι, ἐν [ι., ως] τὰ διεσπασμένα πρὸς οἰκοδομὴν τῆς Ἐκκλησίας τοῦ Θεοῦ κατασκευάζονται, τὰ διακεχωρισμένα εἰς ἁρμογὴν ἀληθείας συνέρχονται, τὰ διεζευγμένα εἰς ἀγάπην ἀποστολικῆς πίστεως [ἀληθείας] συνάπτονται, τὰ διεσκορπισμένα εἰς ἕνωσιν ἐπικρατούσης τῆς ἀποστολικῆς Ἐκκλησίας συνέρχονται, ἵνα ὁμοφρόνως ἅμα ἡμῖν πάντες τὴν μεγαλειότητα τοῦ ἐνεργήσαντος τὸ ἀγαθὸν τοῦτο Θεοῦ πιστῶς ἰσχύσωσι παρακαλέσαι ὑπὲρ τοῦ μακροχρόνιον καὶ τελείαν εὐδαιμονίαν θεόθεν χαρισθῆναι τῷ κράτει τῆς ὑμῶν ἀνδρείας, ἵνα τοῖς καμάτοις τῆς ὑμῶν ἀηττήτου ἡμερότητος συναχθήσωνται ἐκ τῶν ἐθνῶν εἰς τὸ πιστεύειν [L., ἐξομολογήσασθαι] τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ, καὶ δοξάζειν ἐν ὕμνοις τὴν ἀληθῆ αὐτοῦ ὁμολογίαν, τοῦ ποιήσαντος θαυμάσια μεγάλα μόνου, τοῦ ποιήσαντος τέρατα ἐπὶ τῆς γῆς· ἀνταναιροῦντος πολέμους μέχρι τῶν ἐσχάτων τῆς γῆς· ὅς τὰ διεσπαρμένα συνήγαγε, καὶ τὰ συναχθέντα φυλάττει· ὃς τοὺς εὐσεβεῖς βασιλεῖς ἐπὶ τὸν λαὸν αὐτοῦ βασιλεύειν προστάττει, ὅντινα διὰ τῆς ἀγρύπνου εὐσεβείας, καὶ τῶν ἀηττήτων καμάτων συνεργοῦντος Θεοῦ φυλάττουσιν.


HOME > '������������������������' in 'Agatho_papa, Epistolae, p2'
Agatho papa, Epistolae, Subscriptio synodicae suggestionis. <<<     >>> SUBSCRIPTIONES.
3035w 18.85803103447 s