Agatho_papa_cps2, Epistolae, p7HOME > '������������������������' in 'Agatho_papa, Epistolae, p7'
Agatho papa, Epistolae, EXEMPLUM LITTERARUM missarum a sancto et universali sexto concilio ad Agathonem sanctissimum et beatissimum papam senioris Romae. <<<     >>> EPISTOLA PRIMA AD AUGUSTOS IMPERATORES.[Ex Mansi, ibid.]hide dictionary links

(PL 87 1257D) ΙΣΟΤΥΠΑ ΤΩΝ ΣΤΑΛΛΕΝΤΩΝ γραμμάτων παρὰ τῆς ἁγίας καὶ οἰκουμενικῆς ἕκτης συνόδου πρὸς Ἀγάθωνα τὸν ἁγιώτατον καὶ μακαριώτατον πάπαν τῆς πρεσβυτέρας Ῥώμης.

(1247C)

ἁγία καὶ οἰκουμενικὴ σύνοδος, κατὰ Θεοῦ χάριν καὶ πανευσεβὲς θέσπισμα τοῦ εὐσεβεστάτου καὶ πιστοτάτου μεγάλου βασιλέως Κωνσταντίνου συναχθεῖσα ἐν ταύτῃ τῇ Θεοφυλάκτῳ καὶ βασιλίδι Κωνσταντινουπόλει νέᾳ Ῥώμῃ ἐν τῷ σεκρέτῳ τοῦ θείου παλατίου τῷ οὕτως ἐπιλεγομένῳ Τρούλλῳ, τῷ ἁγιωτάτῳ καὶ μακαριωτάτῳ πάπᾳ τῆς πρεσβυτέρας Ῥώμης Ἀγάθωνι ἐν Κυρίῳ χαίρειν.

Τὰ μέγιστα τῶν νοσημάτων μειζόνων δεῖται βοηθημάτων, ὡς ἴστε μακαριώτατοι· διά τοι τοῦτο Χριστὸς ἀληθινὸς Θεὸς ἡμῶν, ὄντως τῶν ὄντων δημιουργική (1247D) τε καὶ προνοητικὴ δύναμις σοφὸν ἀνέδειξεν ἰατρὸν τὴν ὑμετέραν Θεοτίμητον ἁγιότητα, τό τε νοσῶδες τῆς αἱρετικῆς λύμης ὀρθοδοξίας φαρμάκοις ῥωστικῶς ἀπελαύνουσαν, καὶ πανσθενῆ τὴν ὑγείαν τῆς Ἐκκλησίας χαριζομένην τοῖς μέλεσιν. Ὅθεν καὶ ἡμεῖς, ὡς πρωτοθρόνῳ σοι τῆς οἰκουμενικῆς Ἐκκλησίας, τὸ πρακτέον παρατιθέμεθα, ἐπὶ τὴν στερεὰν πέτραν ἑστῶτι τῆς πίστεως, τοῖς παρὰ τῆς ὑμετέρας πατρικῆς μακαριότητος πρὸς τὸν εὐσεβέστατον βασιλέα τῆς ἀληθοῦς ὁμολογίας ἐμφιλοχωρήσαντες γράμμασιν· ἅπερ καὶ ὡς ἀπὸ τῆς κορυφαίας τῶν ἀποστόλων ἀκρότητος θεολογηθέντα γινώσκομεν, δι' ὧν καὶ τὴν τῆς ἔναγχος ἀναφανείσης (1250A) αἱρέσεως πολυπλανῆ δόξαν ἐξεδιώξαμεν, ἐξάρχοντος ἡμῶν ἐν τοῖς δόγμασι Κωνσταντίνου τοῦ θειωδῶς βασιλεύοντος, καὶ τὰ σκῆπτρα ἡμερωτάτως ἰθύνοντος, μεθ' οὗ τὴν τῆς ἀσεβείας πλάνην κατεστρεψάμεθα, τὰ τῶν αἱρετικῶν δυσσεβῆ πολιορκήσαντες δόγματα. Κἀντεῦθεν ἐκ βάθρων αὐτῶν ἀνασπάσαντες τοὺς θεμελίους τῆς βδελυρωτάτης αἱρέσεως, καὶ καταβάντες πρὸς αὐτούς μεθ' ὅπλων πνευματικῶν τε καὶ πατρικῶν, καὶ τὰς γλώσσας αὐτῶν προσφόρως λέγειν συγχέαντες, τὸν ὑπ' αὐτῶν κτισθέντα τῆς ἀσεβεστάτης αἱρέσεως πύργον ἐξεμοχλεύσαμεν· αὐτοὺς δὲ ὡς περὶ τὴν πίστιν ἡμαρτηκότας εἰς τὰς πρωΐας ἔξω τῆς παρεμβολῆς τῶν αὐλῶν τοῦ Θεοῦ, Δαβιτικῶς [Δαυϊτικῶς] εἰπεῖν, τοῖς ἀναθέμασιν ἀπεκτείναμεν, κατὰ τὴν τοῖς ἱεροῖς ὑμῶν γράμμασιν ἐπ' αὐτοῖς προψηφισθεῖσαν (1250B) ἀπόφασιν· φαμὲν δὴ Θεόδωρον τὸν τῆς Φαρὰν, Σέργιον, Ὁνώριον, Κῦρον, Παῦλον, Πύῤῥον καὶ Πέτρον. Πρὸς δὲ τούτοις καὶ μετὰ τούτους τοῖς ἀναθέμασι τῶν αἱρετικῶν ἐνδίκως καθυπεβάλομεν, καὶ τοὺς ἐν ζῶσιν ἀναδεδεγμένους τὴν τούτων ἀσέβειαν, εἰπεῖν δὲ μᾶλλον σαφέστερον, τὴν Ἀπολλιναρίου, Σεβήρου τε, καὶ Θεμιστίου τῶν Θεοστυγῶν, Μακάριον τὸν γενόμενον τῆς Ἀντιοχέων μεγαλοπόλεως ἐπίσκοπον· ὃν καὶ τῆς ποιμαντικῆς δορᾶς κατ' ἀξίαν ἀπεγυμνώσαμεν διὰ τὸ ἀμετανόητον τούτου πρὸς τὴν ὀρθόδοξον πίστιν καὶ ἀνεπίστροφον· Στέφανον τὸν τούτου πρὸς ἄνοιαν μαθητὴν καὶ διδάσκαλον πρὸς ἀσέβειαν, καὶ τὸν ἐν τοῖς αἱρετικοῖς δόγμασι Πολυχρόνιον, καὶ τοὺς τὰ ὅμοια τούτοις ἀμετανοήτως διδάξαντας διδάσκοντας, φρονοῦντας, φρονήσαντας δόγματα.

(1250C) Μέχρι τούτων τοίνυν ἡμῖν τὸ κατηφὲς καὶ στυγνὸν καὶ πολύδακρυ. Οὐ γὰρ ἐγελάσαμεν τῶν πέλας τὰ πτώματα, οὐδὲ τῆς ἐκείνων ἐξοιστρήσεως ἐπιχαρέντες κατεσκιρτήσαμεν, οὐδὲ μέγα διὰ τοῦτο ἐπήρθημεν, ἵνα καὶ μεῖζον ἐπὶ τούτῳ κατενεχθείημεν· οὐχ οὕτως ἡμεῖς περὶ τούτων, σεβασμία καὶ ἱερὰ κεφαλὴ, ἐπαιδεύθημεν, τὸν τῶν ὅλων δεσπότην Χριστὸν κεκτημένοι φιλάνθρωπόν τε καὶ ὑπεράγαθον· ὃς καὶ μιμητὰς ἡμᾶς, ὡς ἐφικτὸν, τῆς ἱεραρχικῆς αὐτοῦ νομοθεσίας ἀγαθοπρεπῶς γενέσθαι παρακελεύεται, καὶ τύπον ἐπέχοντας τῆς αὐτοῦ ποιμαντικῆς τε καὶ συστατικῆς κυβερνήσεως. Ἀλλὰ καὶ πρὸς ἐπιστροφὴν μετανοίας ὅ, τε γαληνότατος βασιλεὺς καὶ ἡμεῖς διαφόρως τούτους προετρεψάμεθα· καὶ μεθ' ὅλης τῆς εὐσεβείας τὰ πάντα (1250D) πεπράχαμεν, οὐδὲν πρὸς χάριν ἀπέχθειαν διαγενόμενοι [ἴσ., διεγειρόμενοι] καθὼς ὑμᾶς ἔνεστιν ἐκ τῶν ἤδη κεκινημένων ἐφ' ἑκάστῳ τῶν παρηκολουθηκότων καὶ ἐγγράφως ὑπομνηματισθέντων, τῶν καὶ ἐπὶ τοῦ παρόντος τῇ ὑμῶν ἐσταλμένων μακαριότητι, γνῶναι τὴν δύναμιν· εἶτα δὲ καὶ διὰ τῶν ἀναπληρωσάντων τὸ πρόσωπον τῆς ὑμετέρας ἁγιότητος Θεοδώρου καὶ Γεωργίου τῶν Θεοφιλεστάτων πρεσβυτέρων, καὶ Ἰωάννου τοῦ θεοσεβεστάτου διακόνου, καὶ Κωνσταντίνου τοῦ εὐλαβεστάτου ὑποδιακόνου τῶν ὑμετέρων πνευματικῶν τέκνων, καὶ ἠγαπημένων ἡμῖν ἀδελφῶν· καὶ τῶν ἐκ τῆς καθ' ὑμᾶς ἁγίας συνόδου σταλέντων ὁσιωτάτων ἐπισκόπων, ὀρθῶς καὶ χρηστῶς κατὰ τὴν ὑμῶν παίδευσιν ἐν τῷ πρώτῳ τῆς πίστεως σὺν ἡμῖν ἀγωνισαμένων κεφαλαίῳ. Οὕτως ἡμεῖς τῷ (1251A) ἁγίῳ Πνεύματι λαμπρυνόμενοι, καὶ ταῖς ὑμετέραις διδασκαλίαις ὁδηγούμενοι τὰ δυσχερῆ τῆς δυσσεβείας ἀπεκρουσάμεθα δόγματα, τὴν εὐθυτάτην τῆς ὀρθοδοξίας τρίβον ἐξομαλίσαντες, ἐν ὅλοις τοῦ εὐσεβεστάτου καὶ γαληνοτάτου ἡμῶν βασιλέως Κωνσταντίνου θεοσόφως ἡμᾶς περιθάλψαντός τε καὶ κυβερνήσαντος· εἶτά τε καὶ τοῦ ἑνὸς ἡμῶν τῆς βασιλευούσης ταύτης Κωνσταντινουπόλεως ἁγιωτάτου προέδρου συνθεμένου πρώτου τοῦ πρὸς τὸν εὐσεβέστατον ἡμῶν βασιλέα παρ' ὑμῶν τῆς ὀρθοδοξίας σταλέντι συντάγματι, ἅτε κατὰ πάντα τοῖς ἐκκρίτοις καὶ Θεοφόροις Πατράσι, καὶ ταῖς ἁγίαις πέντε οἰκουμενικαῖς συνόδοις ὁμοφωνήσαντι, καὶ δὴ πάντας ἡμᾶς Χριστοῦ τοῦ Θεοῦ περιέχοντος τὸ σπουδαζόμενον εὐμαρῶς διηνύσαμεν. Θεὸς γὰρ ἦν ἐνεργῶν καὶ στεφανῶν τὸ συνέδριον.

Ἐντεῦθεν τοιγαροῦν ἐφ' ἡμᾶς τοῦ παναγίου Πνεύματος χάρις ἐπέλαμψε, τὴν ἐξουσίαν διὰ τῆς ὑμῶν ἐκτενεστάτης (1251B) εὐχῆς χαρισαμένη τοῦ πᾶν ζιζάνιον καὶ ξύλον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόψαι, καί πυρ' καταναλῶσαι κελεύσασα. Καὶ καρδίᾳ, γλώσσῃ τε καὶ χειρὶ συμφωνήσαντες ἀπλανέστατόν τε καὶ ἀσφαλέστατον τῇ συνεργίᾳ τοῦ ζωοποιοῦ Πνεύματος ὅρον ἐξεφωνήσαμεν, οὐ μετάραντες κατὰ τὸ δὴ λεγόμενον, ὁρια αἰώνια, μὴ γένοιτο· ἀλλὰ ταῖς τῶν ἁγίων καὶ ἐκκρίτων Πατέρων ἐμμείναντες χρήσεσιν, ὁρίσαντες, ἵνα καθάπερ ἐκ δύο καὶ ἐν δύο φύσεσι θεότητος τε καὶ ἀνθρωπότητος, ἐξ ὧν συντεθεὶς, καὶ ἐν αἷς ὑπάρχων Χριστὸς ἀληθινὸς Θεὸς ἡμῶν κηρύττεται παρ' ἡμῶν, καὶ δοξάζεται ἀχωρίστως, ἀτρέπτως, ἀσυγχύτως καὶ ἀδιαιρέτως, οὕτω καὶ δύο φυσικὰς ἐνεργείας ἀδιαιρέτως, ἀτρέπτως, ἀσυγχύτως, ἀμερίστως πρεσβεύωμεν, καθὼς καὶ ἐν τοῖς παρ' ἡμῶν ὁρισθεῖσι συνοδικῶς (1251C) δεδήλωται· οἷς καὶ τὸ τοῦ Θεομιμήτου ἡμῶν βασιλέως κράτος συναινέσαν ἰδιοχείρως καθυπεσημήνατο· ἀποβαλλόμενοι, ὡς προλέλεκται, τὴν ἀσεβεστάτην καὶ φασματώδη περὶ ἑνὸς θελήματος καὶ μιᾶς ἐνεργείας ἐπὶ τῆς ἐνσάρκου οἰκονομίας Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, καὶ κατακρίναντες αἵρεσιν· ἔνθεν τε τῶν συγχεόντων καὶ διαιρούντων τὸν τάραχον κατεπαύσαμεν, καὶ τὴν πυριφλόγον ζάλην τῶν λοιπῶν αἱρέσεων κατεσβέσαμεν, τὴν δὲ τῆν ὀρθοδόξου πίστεως φωταυγίαν τηλαυγῶς σὺν ὑμῖν ἐκηρύξαμεν· ἣν καὶ αὖθις διὰ τιμίων ὑμῶν ἀντιγράφων ἐπισφραγίσαι τὴν ὑμῶν ἐκλιπαροῦμεν πατρικὴν ἁγιότητα· δι' ἧς εὐέλπιδες εἰς Χριστὸν ὄντες θαῤῥοῦμεν, τὴν αὐτοῦ πολυέλεον ἀγαθότητα τὴν σύστασιν τῇ ἐκ Θεοῦ δωρηθείσῃ τῷ πραοτάτῳ (1251D) ἡμῶν βασιλεῖ Ῥωμαϊκῇ πολιτείᾳ χαρίζεσθαι, νίκαις τε πολυχρονίοις τὴν αὐτοῦ κατακοσμεῖν παγγάληνον ἡμερότητα· τὴν δὲ ὑμετέραν Θεοτίμητον ἁγιότητα παριστῶσαν πρὸς τοῖς ἔνθεν καὶ τῷ φοβερῷ αὐτοῦ ἐκείνου βήματι εἰλικρινῶς τε καὶ ἀληθῶς ὁμολογήσασαν τὰ τῆς πίστεως, ἐν ῥώσει φυλαττομένην, καὶ διασώζουσαν τὰ ἐκ Θεοῦ ἐμπιστευθέντα αὐτῇ ὀρθόδοξα ποίμνια. (1251C)

Πᾶσαν σὺν τῇ ὑμετέρᾳ μακαριότητι ἐν Χριστῷ ἀδελφότητα ἡμεῖς τε, καὶ οἱ σὺν ἡμῖν πλεῖστα προσαγορεύομεν.

Γεώργιος ἐλέῳ Θεοῦ ἐπίσκοπος Κωνσταντινουπόλεως νέας Ῥώμης ὑπεσημηνάμην.

Πέτρος ἐλέῳ Θεοῦ πρεσβύτερος καὶ τοποτηρητὴς (1254A) τοῦ θρόνου τῆς Ἀλεξανδρέων μεγαλοπόλεως ὑπεσημηνάμην.

Θεοφάνης ἐλέῳ Θεοῦ ἐπίσκοπος Θεουπόλεως ἤτοι Ἀντιοχείας ὁμοίως ὑπεσημ.

Γεώργιος ἐλάχιστος πρεσβύτερος τῆς ἁγίας Χριστοῦ τοῦ Θεοῦ ἡμῶν Ἀναστάσεως, ἐπέχων τὸν τόπον Θεοδώρου τοῦ ὁσιωτάτου πρεσβυτ. καὶ τοποτηρητοῦ τοῦ ἀποστολικοῦ θρόνου Ἱεροσολύμων, ὁμοίως ὑπεσημηνάμην.

Ἰωάννης ἐλέῳ Θεοῦ ἐπίσκοπος Θεσσαλονικέων πόλεως, ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ' ἐμὲ συνόδου ὁμ. ὑπεσημηνάμην.

Φιλαλήθης ἀνάξιος ἐπίσκοπος τῆς Καισαρέων μητροπόλεως, καὶ ἔξαρχος τῆς Ποντικῆς διοικήσεως, ὑπὲρ ἐμαυτοῦ ὁμ. ὑπεσημ.

(1254B) Θεόδωρος ἐλέῳ Θεοῦ ἐπίσκ. πόλεως Τριμιθούντων τῆς Κυπρίων νήσου, καὶ τὸν τόπον ἐπέχων Ἐπιφανίου τοῦ ἁγιωτάτου μου ἀρχιεπισκ. τῆς αὐτῆς Κυπρίων νήσου, ὁμ. ὑπεσημ.

Κιτονάτος ἀνάξιος ἐπίσκ. τῆς ἁγίας ἐκκλησίας Καλαρίας νήσου Σαρδινίας, ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ' ἐμὲ συνόδου ὁμ. ὑπεσημην.

Θεόδωρος πρεσβύτερος, τῆς ἁγιωτάτης ἐκκλησίας Ῥαβέννης, καὶ τὸν τόπον ἐπέχων Θεοδώρου τοῦ ἁγιωτάτου μου ἀρχιεπισκ. , ὁμ. ὑπεσημην.

Ἰωάννης ἀνάξιος ἐπίσκ. τῆς ἁγίας ἐκκλησίας Πόρτου, καὶ ληγάτος τῆς ἁγίας καὶ ἀποστολικῆς ἐκκλησίας τοῦ ἀποστολικοῦ θρόνου πόλεως Ῥώμης, ὑπὲρ ἐμαυτοῦ ὁμ. ὑπεσημ.

Στέφανος ἐλέῳ Θεοῦ ἐπίσκ. τῆς Κορινθίων μητροπόλεως (1254C) τῆς Ἑλλήνων χώρας, ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ' ἐμὲ συνόδου, ὁμ. ὑπεσημ.

Βασίλειος ἐλέῳ Θεοῦ ἐπίσκ. τῆς Γορτυνίων μητροπόλεως τῆς Κρητῶν νήσου, ὑπὲρ ἐμαυτοῦ καὶ tgr;ῆς ὑπ' ἐμὲ συνόδου ὁμ. ὑπεσημ.

Ἀβουνδάντιος ἐλέῳ Θεοῦ ἐπίσκ. τῆς ἁγίας ἐκκλησίας Τεμψάνης, καὶ ληγάτος πάσης τῆς συνόδου τῆς ἁγίας καὶ ἀποστολικῆς ἐκκλησίας τοῦ ἀποστολικοῦ θρόνου πολεως Ῥωμης, ὑπὲρ ἐμαυτοῦ ὁμ. ὑπεσημ.

Ιωάννης ἁμαρτωλὸς ἐπίσκ. πόλεως τοῦ Ῥηγίου, καὶ ληγάτος πάσης τῆς συνόδου τοῦ ἁγίου καὶ ἀποστολικοῦ θρόνου πόλεως Ῥώμης, ὁμ. ὑπεσημ.

Θεόδωρος ἐλέῳ Θεοῦ ἐπίσκ. τῆς Ἐφεσίων μητροποπόλεως, καὶ ἔξαρχος τῆς Ἀσιανῶν διοικήσεως, ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ' ἐμὲ συνόδου ὁμοίως ὑπεσημηνάμην.

(1254D) Σισίννιος ἐλέῳ Θεοῦ ἐπίσκ. τῆς Ἡρακλεοτῶν μητροπόλεως τῆς Εὐρωπαίων ἐπαρχ. , ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ' ἐμὲ συνόδου ὁμ. ὑπεσημ.

Πλάτων ἐλέῳ Θεοῦ ἐπίσκοπος τῆς Ἀγκυρανῶν μητροπόλεως τῆς πρώτης τῶν Γαλατῶν ἐπαρχίας, ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ' ἐμὲ συνόδου ὁμοίως ὑπεσημηνάμην.

Γεώργιος ἐλέῳ Θεοῦ ἐπίσκοπος τῆς Κυζικηνῶν μητροπόλεως τῆς Ἑλλησποντίων ἐπαρχίας, ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ' ἐμὲ συνόδου ὁμ. ὑπεσημ.

Μαρῖνος ἐλέῳ Θεοῦ ἐπίσκοπος τῆς Σάρδεων μητροπόλεως τῆς Λυδῶν ἐπαρχίας, ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ' ἐμὲ συνόδου ὁμ. ὑπεσημ.

(1255A) Πέτρος ἀνάξιος ἐπίσκοπος τῆς Νικομηδέων μητροπόλεως τῆς Βιθυνῶν ἐπαρχίας, ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ' ἐμὲ συνόδου ὁμοὶως ὑπεσημηνάμην.

Φώτιος ἐλέῳ Θεοῦ ἐπίσκοπος τῆς Νικαέων μητροπόλεως τῆς Βιθυνῶν ἐπαρχίας, ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ' ἐμὲ συνόδου ὁμ. ὑπεσημ.

Ἰωάννης ἐλέῳ Θεοῦ ἐπίσκοπος τῆς Χαλκηδονέων μητροπολεως τῆς Βιθυνῶν ἐπαρχίας, ὁμ. ὑπεσημηνάμην.

Ἰωάννης ἐλέῳ Θεοῦ ἐπίσκ. τῆς Σιδητῶν μητροπόλεως τῆς Παμφύλων ἐπαρχ. , ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ' ἐμὲ συνόδου ὁμ. ὑπεσημ.

(1255B) Θεοδόσιος ἐλέῳ Θεοῦ ἐπίσκοπος τῆς Σεβαστηνῶν μητροπόλεως τῆς δευτέρας τῶν Ἁρμενίων ἐπαρχίας, ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ' ἐμὲ συνόδου ὁμ. ὑπεσημηνάμην.

Ἰωάννης ἐλέῳ Θεοῦ ἐπίσκοπος τῆς Ἀμασέων μητροπόλεως τῆς Ἐλενοποντίων ἐπαρχ. , ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ' ἐμὲ συνόδου ὁμ. ὑπεσημ.

Θεόδωρος ἐλέῳ Θεοῦ ἐπίσκοπος τῆς Μελιτηνῶν μητροπόλεως τῆς πρώτης τῶν Ἁρμενίων ἐπαρχίας, ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ' ἐμὲ συνόδου ὁμοίως ὑπεσημηνάμην.

Ἰουστῖνος ἐλέῳ Θεοῦ ἐπίσκοπος τῆς Τυανέων μητροπόλεως τῆς δευτέρας τῶν Καππαδόκων ἐπαρχίας, ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ' ἐμὲ συνόδου ὁμοίως ὑπεσημηνάμην.

Ἀλύπιος ἐλέῳ Θεοῦ ἐπίσκ. τῆς Γαγγρηνῶν μητροπόλεως τῆς Παφλαγόνων ἐπαρχ. , ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ' ἐμὲ συνόδου ὁμ. ὑπεσημ.

(1255C) Κυπριανὸς ἐλέῳ Θεοῦ ἐπίσκ. τῆς Κλαυδιουπολιτῶν μητροπόλεως τῆς Ὁνωριατῶν ἐπαρχ. , ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ' ἐμὲ συνόδου ὁμ. ὑπεσημ.

Ἰωάννης ἐλέῳ Θεοῦ ἐπίσκοπος τῆς Πισινουντιέων μητροπόλεως τῆς δευτέρας τῶν Γαλατῶν ἐπαρχίας, ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ' ἐμὲ συνόδου ὁμ. ὑπεσημηνάμην.

Πολύευκτος ἐλέῳ Θεοῦ ἐπίσκ. τῆς Μυρέων μητροπόλεως τῆς Λυκίων ἐπαρχ. , ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ' ἐμὲ συνόδου ὁμ. ὑπεσημ.

Θεόδωρος ἐλέῳ Θεοῦ ἐπίσκ. τῆς Σταυρουπολιτῶν μητροπόλεως τῆς Καρῶν ἐπαρχ. , ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ' ἐμὲ συνόδου ὁμ. ὑπεσημ.

Τιβέριος ἐλέῳ Θεοῦ ἐπίσκοπος τῆς Λαοδικέων μητροπόλεως (1255D) τῆς Φρυγῶν ἐπαρχίας Πακατιανῶν, ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ' ἐμὲ συνόδου ὁμοίως ὑπεσημηνάμην.

Κοσμᾶς ἐλέῳ Θεοῦ ἐπίσκοπος τῆς συνναδέων μητροπόλεως τῆς Φρυγῶν Σαλουταρίων ἐπαρχίας, ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ' ἐμὲ συνόδου ὁμοίως ὑπεσημηνάμην.

Κωνσταντῖνος ἐλέῳ Θεοῦ ἐπίσκοπος τῆς Βαρατέων πόλεως, καὶ τὸν τόπον ἀναπληρῶν Παύλου τοῦ ἁγιωτάτου μου μητροπολίτου τῆς Ἰκονιέων μητροπόλεως τῆς Λυκαόνων ἐπαρχ. , ὁμ. ὑπεσημ.

Στέφανος ἐλέῳ Θεοῦ ἐπίσκοπος τῆς Ἀντιοχέων μητροπόλεως τῆς Πισιδῶν ἐπαρχ. , ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ' ἐμὲ συνόδου ὁμ. ὑπεσημ.

Ἰωάννης ἐλέῳ Θεοῦ ἐπίσκ. τῆς Περγέων μητροπόλεως (1258A) τῆς Παμφύλου ἐπαρχίας, ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ' ἐμὲ συνόδου ὁμοίως ὑπεσημηνάμην. .

Θεόπεμπτος ἐλέῳ Θεοῦ ἐπίσκοπος τῆς Ἰουστινιανουπολιτῶν ἤτοι Μωκισσηνῶν φιλοχρίστου μητροπόλεως τῆς δευτέρας τῶν Καππαδόκων ἐπαρχίας ὁμοίος ὑπεσημηνάμην.

Ἰσίδωρος ἐλέῳ Θεοῦ ἐπίσκ. τῆς Ῥοδίων μητροπόλεως τῶν Κυκλάδων νήσων, ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ' ἐμὲ συνόδου ὁμοίως ὑπεσημηνάμην.

Σισίννιως ἐλέῳ Θεοῦ ἐπίσκ. τῆς Ἱεραπολιτῶν μητροπόλεως τῆς Φρυγῶν Πακατιανῶν ἐπαρχίας, ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ' ἐμὲ συνόδου ὁμοίως ὑπεσημ.

Θεόδωρος ἐλέῳ Θεοῦ ἐπίσκοπος τῆς Ταρσέων μητροπόλεως τῆς πρώτης τῶν Κιλίκων ἐπαρχίας, ὑπὲρ (1258B) ἐμαυτοῦ καὶ τῆς ὑπ' ἐμὲ συνόδου ὁμοίως ὑπεσημ.

Στέφανος ἐλέῳ Θεοῦ ἐπίσκοπος τῆς Ἀναζαρβέων πόλεως τῆς δευτέρας τῶν Κιλίκων ἐπαρχίας, ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ' ἐμὲ συνόδου ὁμοίως ὑπεσημ.

Μακρόβιος ἐλέῳ Θεοῦ ἐπίσκοπος τῆς Σελευκέων μητροπόλεως τῆς Ἰσαύρων χώρας, ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ' ἐμὲ συνόδου ὁμ. ὑπεσημηνάμην.

Γεώργιος ἐλέῳ Θεοῦ ἐπίσκοπος τῆς Βιζυηνῶν πόλεως τῆς Θρᾴκων χώρας ὑπεσημ.

Θεόδωρος ἐλέῳ Θεοῦ ἐπίσκ. τῆς Πομπηϊουπολιτῶν πόλεως τῆς Παφλαγόνων ἐπαρχίας ὁμ. ὑπεσημ.

Ζαχαρίας ἐλέῳ Θεοῦ ἐπίσκ. τῆς Λεοντοπολιτῶν πόλεως τῆς Ἰσαύρων χώρας ὑπεσημ.

(1258C) Γρηγόριος ἐλέῳ Θεοῦ ἐπισκ. τῆς Μιτυληναίων πόλεως τῆς Λεσβίων νήσου ὑπεσημ.

Γεώργιος ἐλέῳ Θεοῦ ἐπίσκ. τῆς Μιλησέων πόλεως τῆς Καρῶν ἐπαρχ. ὑπεσημ.

Σέργιος ἐλέῳ Θεοῦ ἐπίσκ. τῆς Σηλυβρηνῶν πόλεως τῆς Θρᾴκων χώρας ὑπεσημ.

Ἀνδρέας ἐλέῳ Θεοῦ ἐπίσκ. τῆς Μεθυμναίων πόλεως τῆς Λεσβίων νήσωυ ὁμ. ὑπεσημ.

Ἀλέξανδρος ἐλέῳ Θεοῦ ἐπίσκ. τῆς Κοτραδέων πόλεως τῆς Ἰσαύρων χώρας ὑπεσημ.

Ἐπιφάνιος ἐλέῳ Θεοῦ ἐπίσκοπος τῆς Εὐχαϊτηνῶν φιλοχρίστου μητροπόλεως τῆς Ἐλενοποντίων ἐπαρχ. ὑπεσημ.

(1258D) Ἰωάννης έλέῳ Θεοῦ ἐπίσκ. τῆδ Καρπαθίων νήσου ὁμ. ὑπεσημ.

Ἰωάννης ἐλέῳ Θεωῦ ἐπίσκοπος τῆς Ἡρακλειουπολιτῶν πόλεως τῆς δευτέρας τῶν Ἃρμενίων ἐπαρχίας ὑπεσημ.

Πέτρος ἐλέῳ Θεοῦ ἐπίσκ. τῆς Μεσημβρηνῶν πόλεως τῆς Αἱμιμοντίων ἐπαρχ. ὑπεσημ.

Πέτρος ἐλέῳ Θεοῦ ἐπίσκ. τῆς Σωζοπολιτῶν πόλεως τῆς Τρᾴκων χώρας ὑπεσημ.


HOME > '������������������������' in 'Agatho_papa, Epistolae, p7'
Agatho papa, Epistolae, EXEMPLUM LITTERARUM missarum a sancto et universali sexto concilio ad Agathonem sanctissimum et beatissimum papam senioris Romae. <<<     >>> EPISTOLA PRIMA AD AUGUSTOS IMPERATORES.[Ex Mansi, ibid.]
1918w 32.280596971512 s