Ambrosius_Mediolanensis_cps2, Fragmentum ex Theodoreto desumptum, p1HOME > '������������������������' in 'Ambrosius_Mediolanensis, Fragmentum ex Theodoreto desumptum, p1'
>>> Ambrosius Mediolanensis, Fragmentum ex Theodoreto desumptum, Sancti Ambrosii episcopi Mediolanensis in ne fidei. hide dictionary links

(PL 16 0847) Τοῦ ἁγίου Ἀμβροσίου ἐπισκόπου Μεδιολάνου ἐν Ἐκθέσει πίστεως.

(0847A)

Ὁμολογοῦμεν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν μονογενῆ, πρὸ πάντων μὲν τῶν αἰώνων ἀνάρχως ἐκ Πατρὸς γεννηθέντα κατὰ τὴν θεότητα· ἐπ' ἐσχάτων δὲ τῶν ἡμερῶν ἐκ τῆς ἁγίας παρθένου Μαρίας τὸν αὐτὸν σαρκωθέντα, καὶ τέλειον τὸν ἄνθρωπον ἐκ ψυχῆς λογικῆς καὶ σώματος ἀνειληφότα, ὁμοούσιον τῷ Πατρὶ κατὰ τὴν θεότητα, καὶ ὁμοούσιον ἡμῖν κατὰ τὴν ἀνθρωπότητα. Δύο γὰρ φύσεων τελείων ἕνωσις γεγένηται ἀφράστως. (0847B) Διὸ ἕνα Χριστὸν, ἕνα Υἱὸν τὸν Κύριον ἡμῖν Ἰησοῦν Χριστὸν, τὸν Υἱὸν τοῦ Θεοῦ καθομολογοῦμεν, εἰδότες ὅτι περ συναΐδιος ὑπάρχων τῷ ἑαυτοῦ Πατρὶ κατὰ τὴν θεότητα, καθ' ἣν καὶ πάντων ὑπάρχει δημιουργὸς, ἠξίωσε μετὰ τὴν συγκατάθεσιν τῆς ἁγίας Παρθένου, ἡνίκα εἴρηκε πρὸς τὸν ἄγγελον· « Ἰδοὺ βούλη Κυρίου, γένοιτό μοι κατὰ ῥῆμά σου, » ἀποῤῥήτως ἑαυτῷ ἐξ αὐτῆς οἰκοδομῆσαι ναὸν, καὶ τοῦτον ἑνῶσαι ἑαυτῷ ἐξ αὐτῆς τῆς συλλήψεως, οὐ συναΐδιον ἐκ τῆς ἑαυτοῦ οὐσίας οὐρανόθεν ἐπιφερόμενον σῶμα, ἀλλ' ἐκ τοῦ φυράματος τῆς ἡμετέρας οὐσίας, τουτέστιν ἐκ τῆς Παρθένου, τοῦτο εἰληφὼς καὶ ἑαυτῷ ἑνώσας.

Οὐκ Θεὸς Λόγος εἰς σάρκα τραπεὶς, οὔτε μὴν φάντασμα φανείς· ἀλλ' ἀτρέπτως καὶ ἀναλλοιώτως τὴν ἑαυτοῦ διατηρῶν οὐσίαν, τὴν ἀπἀρχὴν τῆς φύσεως τῆς ἡμετέρας εἰληφὼς, ἑαυτῷ ἥνωσεν. (0847C) Οὐκ ἀρχὴν Θεὸς Λόγος ἐκ τῆς Παρθένου εἰληφὼς, ἀλλὰ συναΐδιος τῷ ἑαυτοῦ Πατρὶ ὑπάρχων, τὴν τῆς φύσεως τῆς ἡμετέρας ἀπαρχὴν ἑαυτῷ διὰ πολλὴν ἀγαθότητα ἑνῶσαι κατηξίωσεν, οὐ κραθεὶς, ἀλλ' ἐν ἑκατέραις ταῖς οὐσίαις εἷς καὶ αὐτὸς φανεὶς, κατὰ τὸ γεγραμμένον· « Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. » Λύεται γὰρ Χριστὸς Θεὸς κατὰ τὴν ἐμὴν οὐσίαν, ἣν ἀνέλαβε, καὶ λελυμένον ἐγείρει τὸν ναὸν αὐτὸς κατὰ τὴν θείαν οὐσίαν, καθ' ἣν καὶ πάντων ὑπάρχει δημιουργὸς.

Οὐδέποτε μετὰ τὴν ἕνωσιν, ἣν ἐξ αὐτῆς τῆς συλλήψεως ἑαυτῷ ἑνῶσαι κατηξίωσεν, ἀποστὰς τοῦ οἰκείου ναοῦ, ἀποστῆναι διὰ τὴν ἄφατην φιλανθρωπίαν δυνάμενος· ἀλλ' ἔστιν αὐτὸς παθητὸς, καὶ ἀπαθὴς· παθητὸς κατὰ τὴν ἀνθρωπότητα, ἀπαθὴς κατὰ τὴν θεότητα· « Ἴδετε γὰρ, ἴδετέ με, ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἠλλοίωμαι. (0847D) » Ἐγείρας τοιγαροῦν τὸν ἑαυτοῦ ναὸν Θεὸς Λόγος, καὶ ἐν αὐτῷ τῆς φύσεως ἡμῶν ἀνάστασιν καὶ ἀνανέωσιν ἐργασάμενος, καὶ ταύτην τοῖς ἑαυτοῦ μαθηταῖς δείξας, ἔλεγε· « Ψηλαφήσατέ με, καὶ ἴδετε ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε (οὐκ ὄντα, ἀλλὰ) ἔχοντα· » ἵνα καὶ τὸν ἔχοντα, καὶ τὸν ἐχόμενον κατανοήσας, οὐ κρᾶσιν, οὐ τροπὴν, οὐκ ἀλλοίωσιν, ἀλλ' ἕνωσιν γεγενημένην ἐπίδοις. (0849A)

Διὰ τοῦτο καὶ τοὺς τύπους τῶν ἥλων καὶ τῆς λόγχης τὴν νὺξιν ἐπέδειξε, καὶ ἔμπροσθεν τῶν μαθητῶν ἔφαγεν, ἵνα διὰ πάντων τὴν ἀνάστασιν τῆς ἡμετέρας φύσεως ἐν αὐτῷ ἀνανεωθεῖσαν πιστώσηται αὐτοὺς. Καὶ ὅτι κατὰ τὴν μακαρίαν τῆς θεότητος οὐσίαν ἄτρεπτος, ἀναλλοίωτος, ἀπαθὴς, ἀθάνατος, ἀνενδεὴς διατελῶν, πάντα τὰ πάθη εἴασε κατὰ συγχώρησιν τῷ οἰκείῳ ἐπενεχθῆναι ναῷ, καὶ τοῦτον τῇ οἰκείᾳ ἀνέστησε δυνάμει, διὰ τε τοῦ οἰκείου ναοῦ τελείαν τὴν ἀνανὲωσιν τῆς ἡμετέρας ἐξειργάσατο φύσεως. (0849B)

Τοὺς δὲ λέγοντας ψιλὸν ἄνθρωπον τὸν Χριστὸν, παθητὸν τὸν Θεὸν Λόγον, εἰς σάρκα τραπέντα, συνουσιωμένον ἐσχηκέναι τὸ σῶμα, οὐρανόθεν τοῦτο κεκομικέναι, φάντασμα εἶναι, θνητὸν λέγοντας τὸν Θεὸν Λόγον δεδεῆσθαι τῆς παρὰ τοῦ Πατρὸς ἀναστάσεως, ἄψυχον τὸ σῶμα ἀνειληφέναι, ἄνουν ἄνθρωπον, τὰς δύο φύσεις τοῦ Χριστοῦ κατὰ ἀνάκρασιν συγκυθείσας μίαν γεγενῆσθαι φύσιν, καὶ μὴ ὁμολογοῦντας εἰς Κύριον ἡμῶν Ἰησοῦν Χριστόν δύο φύσεις εἶναι ἀσυγχύτους, ἓν δὲ πρόσωπον, καθ' εἷς Χριστὸς, εἷς Υἱὸς· τούτους ἀναθεματίζει καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία.


HOME > '������������������������' in 'Ambrosius_Mediolanensis, Fragmentum ex Theodoreto desumptum, p1'
553w 0.71488213539124 s