Anastasius_bibliothecarius_Auctores_varii_cps2, Collectanea, p11HOME > '������������������������' in 'Anastasius_bibliothecarius_Auctores_varii, Collectanea, p11'
Anastasius bibliothecarius Auctores varii, Collectanea, COMMEMORATIO eorum quae saeviter et sine Dei respectu acta sunt a veritatis adversariis in sanctum et apostolicum, novum revera confessorem et martyrem, Martinum papam Romae, per epistolam cuiusdam Christianissimi, directam his qui sunt in Occidente, seu Romae, et in Africa, orthodoxis Patribus. <<<     >>> RELATIO MOTIONIS factae inter domnum Maximum monachum, et socium eius, coram principibus in secretario. hide dictionary links

(PL 129 0603) ΕΞΗΓΗΣΙΣ ΤΗΣ ΚΙΝΗΣΕΩΣ Γενομένης μεταξὺ τοῦ κυροῦ ἀββᾶ Μαξίμου, καὶ τῶν σὺν αὐτῷ, καὶ τῶν ἀρχόντων, καὶ Σεκρέτου.

(0603A)

Τῇ ἡμέρᾳ προσωρμίσθησαν ταύτῃ τῇ βασιλευούσῃ πόλει, ὅ, τε κύριος Μάξιμος, καὶ οἱ σὺν αὐτῷ περὶ δυσμὰς ἡλίου ἠλθόντες δύο μανδάτωρες μετὰ δέκα ἐκσκουβιτώρων, ἐπῇραν αὐτοὺς ἐκ τοῦ πλοίου γυμνοὺς καὶ ἀνυποδέτους. Καὶ μερίσαντες αὐτοὺς ἀπ' ἀλλήλων, ἐφύλαξαν εἰς διάφορα ἐκσκούβιτα, καὶ μεθ' ἡμέρας τινὰς ἀναφέρουσιν αὐτοὺς ἐν τῷ παλατίῷ, καὶ εἰσάγουσι τὸν γέροντα, ἐν τόπῳ συνήχθη σύγκλητος, καὶ πολὺς ἀλλος ὄχλος; καὶ παριστῶσιν αὐτὸν μέσον τῶν ἀρχόντων καθημένων. Καὶ λέγει αὐτῷ σακελλάριος μετ' ὀργῆς πολλῆς καὶ μανίας; Χριστιανὸς εἶ; καὶ εἶπε, χάριτι Χριστοῦ τοῦ Θεοῦ τῶν ὅλων, χριστιανός εἱμὶ. (0603B) Καὶ λέγει ἐκεῖνος, οὐκ ἔστιν ἀληθές. Ἀπεκρίθη δοῦλος τοῦ Θεοῦ· Σὺ λέγεις, οὐκ εἰμι, ἀλλ' Θεὸς λέγει εἷναί με, καὶ διαμένειν χριστιανόν. Καὶ πῶς, φησίν, εἴπερ χριστιανὸς εἶ, μισεῖς τὸν βασιλέα; Ἀποκριθείς τοῦ Θεοῦ δοῦλος, ἔφη· Καὶ πόθεν δῆλον; τὸ γὰρ μῖσος, ψυχῆς ἐστί κεκρυμμένη διάθεσις, ὤσπερ οὖν καὶ ἀγάπη. Καὶ λέγει αὐτῷ Ἐξ ᾧν ἐποίησας, πᾶσιν ἐγένου φανερὸς, ὃτι μισεῖς τὸν βασιλέα, καὶ τὴν πολιτείαν αὐτοῦ, σὺ γὰρ μόνος Αἴγυπτον, καὶ Ἀλεξάνδριαν, καὶ Πεντάπολιν, καὶ Τρίπολιν, καὶ Ἀφρικὴν Σαρακηνοῖς παρέδωκας. (0603C) Καὶ τίς τούτων ἀπόδειξις, ἔφη; Καὶ παραφέρουσιν Ἰωάννην τὸν γενόμενον σακελλάριον Πέτρου τοῦ γενομένου στρατηγοῦ Νουμηδίας τῆς Ἀφρικῆς λέγοντα, ὅτι πρὸ εἰκοσιδύο ἐτῶν πάππος τοῦ δεσπότου ἐκέλευσε τῷ μακαρίῳ Πέτρῳ λαβεῖν στρατὸν, καὶ ἀπελθεῖν εἰς Αἴγυπτον κατὰ τῶν Σαρακηνῶν, καὶ ἔγραψέ σοι ὡς πρὸς δοῦλον τοῦ Θεοῦ λαλῶν, πληροφορίαν ἔχων εἰς σὲ ὡς ἅγιον ἄνθρωπον, εἰ συμβουλεύεις αὐτῷ ἀπελθεῖν. Καὶ ἀντέγραψας αὐτῷ, λέγων, μηδὲν τοιοῦτο ποιῆσαι, ἐπειδὴ οὐκ εὐδοκεῖ Θεὸς ἐπὶ τῆς βασιλείας Ἠρακλείου, καὶ τοῦ γένους αὐτοῦ, συμπραχθῆναι τὴν πολιτίαν τῶν Ῥωμαίων. Λέγει δοῦλος τοῦ Θεοῦ· Ἐὰν ἀληθεύῃ, πάντως ἔχεις καὶ τὴν πρὸς ἐμὲ Πέτρου, καὶ τὴν ἐμὴν πρὸς αὐτὸν ἐπιστολὴν; παρενεχθῶσι, καὶ ὑπόκειμαι ταῖς δοκούσαις τῷ νόμῷ ποιναῖς. Καὶ λέγει; Ἐγὼ οὐκ ἔχω ἐπιστολὴν, ἀλλ' οὔτε οἶδα, εἰ ὅλως ἔγαψέ σοι. Ἀλλ' ἐν τῷ φοσάτῳ ταῦτα κατ' ἐκεῖνον ἐλάλουν πάντες τὸν καιρόν. Λέγει πρὸς αὐτὸν τοῦ Θεοῦ δοῦλος· Εἰ τὸ φοσᾶτον ὅλον τοῦτο διελάλει, πῶς σὺ μόνος τοῦτο συκοφαντεῖς με; θεώρησάς με πότε, ἐγώ σε. (0603D) Καὶ λέγει, οὐδέποτε. Τότε στραφεὶς πρὸς τὴν σύγκλητον τοῦ Θεοῦ δοῦλος, εἰπεν· Εἰ δίκαιόν ἐστι τοιούτους παρακομίζεσθαι κατηγόρους, μάρτυρας, κρίνατε; « γὰρ κρίματι κρίνετε, κριθήσεσθέ, καὶ οἵῳ μέτρῳ μετρεῖτε, μετρηθήσεσθέ, φησιν τῶν ὅλων Θεός. (0605A) »

Καὶ μετὰ τοῦτον φέρουσι Σέργιον τὸν Μαγουδὰν, λέγοντα· Πρὸ ἐννέα ἐτῶν μακάριος ἀββᾶς, Θωμᾶς ἐλθὼν ἀπὸ Ῥώμης εἶπέ μοι Ὅτι πάππας Θεόδωρος ἔπεμψέ με πρὸς τὸν πατρίκιον Γρηγόριον, ἵνα εἴπω αὐτῷ, μὴ φοβηθῆναί τινα. γὰρ δοῦλος τοῦ Θεοῦ ἀββᾶς Μάξιμος, ἐθεώρησεν ὄναρ, ὅτι κατ' οὐρανοὺς εἰς ἀνατολὰς καὶ δυσμὰς ἦσαν δῆμοι ἀγγέλων. Καὶ οἱ μὲν εἰς ἀνατολὰς ἔκραζον· Κωνσταντῖνε Αὔγουστε, τοῦ βίγκας· Οἱ δὲ εἰς δυσμὰς ἐβόουν· Γρηγόριε Αὔγουστε, τοῦ βίγκᾶς· Καὶ ὑπερίσχυσεν φωνὴ τῶν εἰς δυσμὰς, τὴν τῶν εἰς ἀνατόλην φωνήν Καὶ τότε κραυγάζει σακελλάριος· Ἔπεμψέ σε Θεὸς καυσθῆναι εἰς τὴν πόλιν ταύτην. (0605B) Λέγει τοῦ Θεοῦ δοῦλος· Εὐχαριστῷ τῷ Θεῷ, καθαίροντί με τῶν ἑκουσίων κακῶν, δι' ἀκουσίου κολάσεως· « Πλὴν, οὐαὶ τῷ κόσμῷ ἀπὸ τῶν σκανδαλῶν, ἀνάγκη γὰρ ἐλθεῖν τὰ σκάνδαλα· Οὐαὶ δὲ δι' οὗ σκάνδαλον ἔρχεται. » Ὄντως οὐκ ἔδει τοιαῦτα λαλεῖσθαι παρουσίᾳ χριστιανῶν, οὐδὲ ἀτιμωρήτους μένειν τοὺς τὰ τοιαῦτα πράττοντας πρὸς τὸ ἀρέσαι ἀνθρώποις, σήμερον οὖσι, καὶ αὔριον οὐκ οὔσι. Ταῦτα ζῶντος Γρηγορίου ἔδει τοῦτον εἰπεῖν, καὶ γνωρίσαι τῷ βασιλεῖ τὴν εἰς αὐτὸν εὔνοιαν, δίκαιον δὲ ἐστι, εἰ καὶ ὑμῖν παρίσταται, τὸν πρὸ τούτου συκοφάντην ἐκβιασθῆναι ἀπελθεῖν ἐνέγκαι τὸν πατρίκιον Πέτρον, καὶ τοῦτον τὸν ἀββᾶν Θωμᾶν, κᾀκεῖνον τὸν μακάριον πάππας Θεόδωρον. Καὶ τότε παρουσίᾳ, πάντων, ἔλεγον τῷ πατρικίῳ Πέτρῷ Εἰπὲ, κῦρι πατρίκιος, ἔγραψάς μοί ποτε περὶ ὧν εἶπεν σακελλάριός σου, ἐγώ σοι; Καὶ ὅταν κατετέθετο, ὑπὸ κόλασιν ἐγενόμην. (0605C) Ὁμοίως δὲ καὶ τῷ μακαρίῳ πάππᾳ Εἰπὲ, δέσποτε, ἐγώ σοί ποτε ὄναρ ἀφηγησάμην; Καὶ ὅταν ἤλεγξέ με, ἐκείνου ἦν τὸ ἔγκλημα, οὐκ ἐμοῦ τοῦ ἑωρακότος. Ἀπροαίρετον γὰρ πρᾶγμα τὸ ὄναρ· Μόνα δὲ τὰ προαιρετικὰ κολάζει νόμος, εἴπερ αὐτῷ ἐναντιοῦται. Τότε λέγει πρὸς αὐτὸν Τρώϊλος· Παίζεις, ἀββᾶ, οὐκ οἴδας ποῦ εἶ; δὲ, οὐ παίζω, ἀλλὰ πενθὼ τὴν ζωήν μου συντηρηθεῖσαν μέχρι τοῦ νῦν, ἴνα τοιούτων λάβω πεῖραν φαντασμάτων. Λέγει Ἐπιφάνιος πατρίκιος. Θεὸς γινώσκει, καλῶς ποιεῖ παίζων αὐτὰ, ἐὰν οὔκ εἰσιν ἀληθῆ· Μεθ' ὃν σακελλάριος πάλιν πρὸς αὐτὸν μετ' ὀργῆς εἶπεν· Ἀπλῶς πάντες ψεύδονται καὶ σὺ μόνος ἀληθεύεις; Καὶ ἀποκριθεὶς εἶπεν τοῦ Θεοῦ δοῦλος, συνδακρύσας τῷ λόγῷ Ἐξουσίαν ἔχετε, συγχωροῦντος τοῦ Θεοῦ, καὶ ζωῶσαι καὶ θανατῶσαι. Πλήν ἐὰν οὗτοι ἁληθεύωσι, καὶ Σατανᾶς φύσει Θεός ἐστιν. Εἰ δέ οὐκ ἔστιν, ὥσπερ οὖν οὐδέ ἐστιν, οὐδὲ οὗτοι ἀλήθευσαν. (0605D) Μήτε γὰρ ἀξιωθῶ μετὰ χριστιανῶν θεωρῆσαι τὴν ἐπιφάνειαν τοῦ ὑπερουσίου Θεοῦ, ποιητοῦ τε καὶ δημιουργοῦ, καὶ προνοητοῦ, καὶ, κριτοῦ καὶ σωτῆρος τῶν ὅλων, εἰ ποτε ὄναρ τοιοῦτον ἀφηγησάμην, ἄλλου ἀφηγουμένου ἤκουσα, εἰ μὴ τῇ ὥρᾳ ταύτῃ παρὰ τοῦ κυροῦ Σεργίου τοῦ εὐνοϊκοῦ τῆς βασιλείας.

Εἶτα τρίτον συκοφάντην προβάλλονται, Θεόδωρον τὸν υἱὸν Ἰωάννου τοῦ κανδιδάτου λεγομένου, τὸν ἐπίκλην Χιλὰ, τὸν νῦν γαμβρὸν τοῦ κυροῦ Πλάτωνος τοῦ πατρικίου, λέγοντα· Ὅτι συντυχίας μεταξὺ ἡμῶν ἐν Ῥώμῃ γενομένης περὶ τῶν βασιλέως, διέσυρε τὸ λαλούμενον, βυτία ποιῶν καὶ λαιβία. (0607A) Πρὸς ὃν εἶπεν τοῦ Θεοῦ δοῦλος· Οὐδέποτε διελέχθην σοι, εἰ μὴ ἄπαξ μετὰ τοῦ ὁσιωτάτου πρεσβυτέρου κυροῦ Θεοχαρίστου, τοῦ ἀδελφοῦ τοῦ ἐξάρχου, διὰ τὸν· πριμικήριον, προτραπεὶς διὰ γραμμάτων περὶ τούτου. Καὶ ἐὰν εὐρεθῶ ψευδόμενος, ἀπολαύω.

καὶ μετὰ τοῦτον, τέταρτον ἄγουσι Γρηγόριον τὸν υἱὸν Φωτεινοῦ, λέγοντα· Ὅτι ἀπῆλθον εἰς τὸ κελλίον τοῦ ἀββᾶ Μαξίμου ἐν Ῥώμῃ, κᾀμου εἰπόντος, ὅτι καὶ ἱερεύς ἐστιν βασιλεὺς, εἰπεν ἀββᾶς, Ἀναστάσιος μαθητὴς αὐτοῦ· Μὴ ἀξιωθῇ εἶναι ἱερεύς. Εὐθέως λέγει πρὸς αὐτὸν τοῦ Θεοῦ δοῦλος· Φοβήθητι τὸν Θεὸν, κῦρι Γρηγόριε. Οὐδὲν παντελῶς ἐν τῇ περὶ τούτων διαλέξει λελάληκεν σύνδουλός μου. Καὶ ῥίπτει ἑαυτὸν εἰς τὴν γῆν, λέγων τῇ συγκλήτῳ· Ἀνάσχεσθε τοῦ δούλου ὑμῶν, καὶ πάντα λέγω ὡς ἑλαλήθη, καὶ ἐλέγξει με ἐὰν ψεύσομαι. (0607B) κύριός μου οὗτος Γρηγόριος ἐλθὼν εἰς Ῥώμην, ἠξίωσεν ἐλθεν εἰς τὸ κελλίον τοῦ δούλου ὑμῶν. Ὃν θεωρήσας, ὡς ἔθος μοι ἐστὶν, ἔῤῥιψα ἐμαυτὸν εἰς τὴν γῆν, καὶ προσεκύνησα αὐτῷ, καὶ ἠσπασάμην αὐτὸν, καὶ εἶπον αὐτῷ μετὰ τὸ καθίσαι· Τίς αἰτία τῆς ποθητῆς παρουσίας τοῦ δεσπότου μου; Καὶ εἶπεν· ἀγαθὸς καὶ θεοστήρικτος ἡμῶν δεσπότης, φροντίζων τῆς εἰρήνης τῶν ἁγίων τοῦ Θεοῦ ἐκκλησιῶν, ἐποίησε κέλευσιν πρὸς τὸν θεοτίμητον πάππαν, πέμψας καὶ προσφορὰν εἰς τὸν ἅγιον Πέτρον, προτρεπόμενος αὐτὸν ἑνωθῆναι τῷ προέδρῳ Κωνσταντινουπόλεως· ἃπερ πεμφθῆναι διὰ τῆς ἐμῆς μετριότητος κατηξίωσε τὸ εὐσεβὲς αὐτοῦ κράτος. (0607C) Καὶ εἶπον· Δόξα Θεῷ τῷ ποιήσαντί σε ἄξιον τῆς τοιαύτης διακονίας Πλὴν, ἐπὶ ποίῳ τρόπῳ γενέσθαι τὴν ἕνωσιν αὐτοῦ θεοστεφὴς ἐκέλευσε γαληνότης, πάλιν εἰπὲ, εἴπερ οἶδας; καὶ εἶπας, ἐπὶ τῷ Τύπῳ. Καὶ ἔφην· Ἀδύνατον, ὡς οἶμαι, τοῦτο καθέστηκεν· οὐ γὰρ ἀνέχονται οἱ Ῥωμαῖοι συναναιρεθῆναι ταῖς τῶν ἀκαθάρτων αἱρετικῶν φωναῖς, τὰς τῶν ἁγίων Πατέρων φωτοφόρους φωνάς, τῷ ψεύδει συνάποσβεσθῆναι τὴν ἀλήθειαν, τῷ σκότει συναφανισθῆναι τὸ φῶς. Οὐδὲν γὰρ ἡμῖν ἔσται τὸ προσκυνούμενον, εἰ γένηται τῶν θεοδιδάκτων λόγων ἀναίρεσις. Καὶ εἶπας, οὐκ ἀναίρεσιν τῶν ἱερῶν Τύπος ποιεῖται φωνῶν, ἀλλὰ σιωπὴν, ἵνα τὴν εἰρήνην οἰκονομήσωμεν. Καὶ εἶπον· Ἔστι παρὰ τῇ θείᾳ γραφῇ σιωπὴ, καὶ ἀναίρεσις· Θεὸς γὰρ εἶπε διὰ τοῦ Δαβίδ· « Οὔκ εἰσι λαλιαὶ, οὐδὲ λόγοι, ὧν οὐκ ἀκούονται αἱ φωναὶ αὐτῶν. » Οὐκοῦν εἰ μὴ λαλοῦνται καὶ ἀκούονται οἱ περὶ Θεοῦ λόγοι, οὐδὲ ὅλως εἱσὶ, κατὰ τὴν Γραφήν. Καὶ εἶπας· Μὴ βάλῃς με εἰς ὕλας, ἐγὼ ἀρκοῦμαι τῷ ἁγίῳ συμβόλῳ. (0607D) Καὶ πῶς δύνασαι τῷ ἁγίῳ ἀρκεῖσθαι συμβόλῳ, ἔφην, δεχόμενος τὸν Τύπον; Καὶ τί βλάπτει τὸ δέχεθαι τὸν Τύπον, καὶ λέγειν τὸ σύμβολον; ἤφης. Λέγω, ὅτι προφανῶς ἀναιρεῖ τὸ σύμβολον Τύπος. Καὶ εἶπας· Διὰ τὸν κύριον, πῶς; Εἰπὲ μοι, ἔφην, τὸ σύμβολον, καὶ γνῶθι πῶς ἀναιρεῖται ὑπὸ τοῦ τύπου. Καὶ ἤρξω τοῦ λέγειν· Πιστεύω εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. Ἐπίσχε, εἶπον, μικρὸν, καὶ μάθε πῶς τῶν ἐν Νικαίᾳ πίστις ἤρνηται. Ποιητὴς γὰρ οὐκ ἂν εἴη Θεὸς, θελήσεως καὶ ἐνεργείας φυσικῆς ἐστερημένος, εἴπερ θελήσας, ἀλλ' οὐκ ἀναγκασθεὶς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν εἴπερ ἀληθεύει ἐν πνεύματι Δαβίδ· « Πάντα ὅσα ἠθέλησεν Κύριος, ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, ἐν ταῖς θαλάσσαις, καὶ ἐν πάσαις ταῖς ἀβύσσοις. (0609A) » Εἰ δὲ οἰκονομίας χάριν συναναιρεῖται τῇ κακοπιστίᾳ σωτὴριος πίστις, χωρισμὸς Θεοῦ παντελὴς, ἀλλ' οὐχ ἕνωσις Θεοῦ ἐστι τὸ τοιοῦτον εἶδος τῆς λέγομένης οἰκονομίας. Καὶ γὰρ αὔριαον οἱ δυσώνυμοι Ἰουδαῖοι λέγουσιν· Οἰκονομήσωμεν τὴν πρὸς ἀλλήλους εἰρήνην, καὶ ἐνωθῶμεν, καὶ περιέλωμεν ἡμεῖς μὲν τὴν περιτομὴν, καὶ ὑμεῖς τὸ βάπτισμα, καὶ μηκέτι ἀλλήλους. πολεμσωμεν. Τοῦτο Ἀρειανοῖ ποτε προέτειναν ἐγγράφως ἐπὶ τοῦ μεγάλου Κωνσταντίνου, λέγοντες· Περιέλωμεν τὸ ὁμοούσιον καὶ τὸ ἑτερούσιον, καὶ ἑνωθῶσιν αἱ ἐκκλησίαι. (0609B) Καὶ οὐ κατεδέξαντο οἱ θεοφόροι πατέρες ἡμῶν, ἀλλ' εἴλοντο μᾶλλον διώκεσθαι καὶ ἀποθανεῖν, σιωπῆσαι φωνὴν παραστατικὴν τῆς μιᾶς τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος ὑπερουσίου Θεότητος· καὶ ταῦτα συνεπιτιθεμένου τοῖς τὰ τοιαῦτα προτείνουσι τοῦ μεγάλου Κωνσταντίνου, καθὼς πολλοῖς ἱστόρηται τοῖς φιλοπόνως τὰ τότε γενόμενα γράψασι. Καὶ οὐδεὶς τῶν βασιλέων ἠδυνήθη μέσαις φωναῖς πεῖσαι τοὺς θεοφόρους πατέρας σῦμβιβασθῆναι θοῦς ἐπὶ αὐτῶν αἱρετίζουσι, ἀλλὰ ταῖς τραναῖς καὶ κυρίας, καὶ καταλλήλοις τῷ ζητουμένῳ δόγματι ἐκέχρηντο, λέγοντες προφανῶς· Ὅτι ἱερέων ἐστὶν τὸ ζητεῖν, καὶ ὁρίζεσθαι περὶ τῶν σῶτηρίων δογμάτων τῆς καθολικῆς Ἐκκλησίας. Καὶ εἷπας· Τί οὖν; Οὐκ ἔστι πᾶς βασιλεὺς χριστιανὸς καὶ ἱερεύς; Καὶ εἷπον· Οὐκ ἔστιν. Οὐδὲ γὰρ παρίσταται θυσιαστηρίῳ, καὶ μετὰ τὸν ἁγιασμὸν τοῦ ἄρτου ὑψοῖ αὐτὸν, λέγων, τὰ ἅγια τοῖς ἀγίοις. (0609C) Οὔτε βαπτίζει, οὔτε μύρου τελέτην ἐπιτελεῖ, οὔτε χειροθετεῖ, καὶ ποιεῖ ἐπισκόπους, καὶ πρεσβυτέρους, καὶ διακόνους, οὔτε χρίει ναοὺς· Οὕτε τὰ σύμβολα τῆς ἱερωσύνης ἐπιφέρεται, ὠμοφόριον καὶ τὸ Εὐαγγέλιον, ὥσπερ τῆς βασιλείας τόν τε στέφανον καὶ τὴν ἀλουργίδα. Καὶ πῶς γραφὴ βασιλέα. καὶ ἱερέα λέγει εἷναι τὸν Μελχισεδέκ; ἔφης. Καὶ εἶπον, ἑνὸς τοῦ φύσει βασιλέως Θεοῦ τῶν ὅλων γενομένου φύσει διὰ τὴν ἡμῶν σωτηρίαν ἀρχιερέως, εἷς ὑπῆρχε τύπος Μελχισεδέκ. Ὡς δέ γε κατὰ τὴν τάξιν Μελχισεδὲκ ἕτερον εἶναι λέγεις βασιλέα καὶ ἱερέα, καὶ τὰ λοιπὰ τόλμήσον εἰπεῖν, τὸ· « Ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητον, μήτε ἀρχὴν ἡμερῶν, μήτε τέλος ζωῆς ἔχοντα. » Καὶ σκόπει τὸν ἐκ τούτου ἀναφυόμενον κακόν. Ἄλλος γὰρ εὐρεθήσεται Θεὸς τοιοῦτος ἀνανθρωπήσας, κατὰ τὴν τάξιν Μελχισεδὲς, ἀλλ' οὐ κατὰ τὴν τάξιν Ἀαρὼν τὴν ἡμῶν ἱερουργῶν σωτηρίαν. (0609D)

Πλὴν, τί θέλομεν διὰ πολλῶν ἐλθεῖν; Εἰς τὴν ἁγίαν ἀναφορὰν ἐπὶ τῆς ἁγίας τραπέζης, μετὰ τοὺς ἀρχιερέας καὶ ἱερέας καὶ διακόνους, καὶ παντὸς ἱερατικοῦ τάγματος, μετὰ τῶν λαϊκῶν οἱ βασιλεῖς μνημονεύονται, λέγοντος τοῦ διακόνου· Καὶ τῶν ἐν πίστει κεκοιμημένων λαϊκῶν, Κωνσταντίνου, Κώνσταντος, καὶ τοὺς λοιπούς. Οὕτω δὲ καὶ τῶν ζώντων μνημονεύει βασιλέων, μετὰ τοὺς ἱερωμένους πάντας. Ταῦτα αὐτοῦ λέγοντος, κράζει Μηνᾶς· Ταῦτα λέγων ἔσχισας τὴν Ἐκκλησίαν. (0611A) Καὶ λέγει πρὸς αὐτόν· Εἰ λέγων τὰ τῶν ἁγίων γραφῶν, καὶ τὰ τῶν ἁγίων Πατέρων σχίζει τὴν Ἐκκλησίαν, ἀναιρῶν τὰ τῶν ἁγίων δόγματα, τί δειχθήσεται τῇ Ἐκκλησίᾳ ποιῶν, ὧν χωρὶς, οὐδὲ αὐτὸ τοῦτο, Ἐκκλησίαν εἶναι δυνατόν; Καὶ στραφεὶς σακελλάριος εἶπε τοῖς ἀνθρώποις τοῦ ἐξάρχου μετὰ κραυγῆς· Εἴπετε τῷ ἐξάρχῳ, τοιοῦτον ἄνθρωπον ὤφειλες ἐάσαι ζῇν ὅπου ἄρχεις; Καὶ λαβόντες αὐτὸν ἔξω, εἰσάγουσι τὸν μαθητήν· καὶ ἀπαιτοῦντες αὐτὸν, κατειπεῖν τοῦ ἐπιστάτου, ὡς θλίψαντος Πύῤῥον, ἀπεκρίνατο ἠρεμαίᾳ τῇ φωνῇ τὰ τῆς ἀληθείας, ὅτι οὐδεὶς ἐτίμησε Πύῤῥον ὡς ἐτίμησε, καὶ πελεύεται κράξαι; Καὶ ἐπείπερ οὐ κατεδέξατο τῆς πρεπούσης μοναχοῖς εὐλαβοῦς φωνῆς ξενωθῆναι, κελεύει τυπῆναι αὐτὸν ὑπὸ τῶν παρεστώτων· Καὶ πυγμαῖς αὐτὸν βαλόντες, ἡμιθανῆ αὐτὸν πεποιήκασι. Καὶ ἀπολύσαντες αὐτοὺς εἰς τὰ δεσπωτήρια, καταλαμβάνει τὸν γέροντα Μηνᾶς, λέγων παρουσίᾳ τῶν ἀρχόντων· Ἐβαλέ σε Θεὸς, καὶ ἤγαγέ σε ὧδε, ἵνα ἀπολάβῃς, ὅσα εἰς ἄλλους ἐποίησας, πλανῶν πάντας εἰς τὰ Ὠριγένους δόγματα. (0611B) Πρὸς ὃν εἷπεν τοῦ Θεοῦ δοῦλος παρουσίᾳ πάντων· Ἀνάθεμα Ὠριγενεῖ καὶ τοῖς δόγμασιν αὐτοῦ, καὶ παντὶ σύμφρονι αὐτοῦ. Καὶ λέγει πατρίκιος Ἐπιφάνιος· Ἐλύθη, κῦρι ἀββᾶ Μηνᾶ, κατ' αὐτοῦ παρὰ σοῦ ἐπαγόμενος ψόφος, ἵνα καὶ εἰ ἦν Ὠριγενιστὴς, ἐπὰν ἀνεθεμάτισε, τῆς τοιαύτης ἑαυτὸν ἠλευθέρωσε μέμψεως. Ἐγὼ δὲ ὡς οὐκέτι τοιοῦτο περὶ αὐτοῦ λεγόμενον παραδέχομαι. Καὶ ἀμηνέχθη ἔκαστος αὐτῶν, ἐν παρεφυλάττετο τόπῳ. (0611C)

Καὶ τῇ αὐτῇ ἡμέρᾳ περὶ τὴν αὐτὴν ἀφὴν τοῦ λύχνου, Τρώϊλος πατρίκιος, καὶ Σέργιος εὐκρατᾶς ἐπὶ τῆς τραπέζης τῆς βασιλικῆς, παρεγένοντο πρὸς τὸν δοῦλον Θεοῦ τὸν γέροντα, καὶ καθίσαντες, ἐκέλευσαν καὶ αὐτὸν καθίσαι, καὶ εἶπον πρὸς αὐτὸν· Εἰπὲ ἡμῖν, κῦρι ἀββᾶ, τὴν μεταξὺ σοῦ καὶ Πύῤῥου γενομένην, ἐν Ἀφρικῇ καὶ Ῥώμῃ περὶ τῶν δογμάτων κίνησιν, καὶ ποίοις αὐτὸν ἔπεισας ἀναθεματίσαι τὸ δόγμα τὸ ἴδιον, καὶ τῷ σῷ συνθέσθαι. Καὶ ἀφηγήσατο αὐτοῖς πάντα καθεξῆς, ὅσα μνήμη ἀνέσωσε, καὶ τοῦτο εἶπεν· Ὅτι ἐγὼ δόγμα ἴδιον οὐκ ἔχω, ἀλλὰ τὸ κοινὸν τῆς Ἐκκλησίας τῆς καθολικῆς. Οὐ γὰρ ἐκίνησα φωνὴν τὴν ὁιανοῦν, ἵνα ἴδιόν μου λέγηται δόγμα. Καὶ μετὰ τὴν ἀφήγησιν λέγουσιν αὐτῷ· Οὐ κοινωνεῖς τῷ θρόνῳ Κωνσταντινουπόλεως; Καὶ εἶπεν. Οὐ κοινωνῶ. Διὰ ποίαν οὐ κοινωνεῖς αἰτίαν; εἶπον. Ἀπεκρίθη. Ὅτι τὰς ἁγίας τέσσαρας συνόδους ἐξέβαλον διὰ τῶν ἐν Ἀλεξανδρείᾳ γενομένων ἐννέα κεφαλαίων, καὶ διὰ τῆς ἐν ταύτῃ τῇ πόλει γενομένης παρὰ Σεργίου Ἐκθέσεως, καὶ διὰ τοῦτο προσεχῶς ἐπὶ τῆς ἕκτης ἰνδικτιῶνος ἐκτεθέντος Τύπου· καὶ ὅτι ἅπερ ἐδογμὰτισαν διὰ τῶν κεφαλαίων, διὰ τῆς Ἐκθέσεως κατέκριναν· καὶ ἅπερ ἐδογμάτισαν διὰ τῆς Ἐκθέσεως, διὰ τοῦ Τύπου ἠμύρωσαν, καὶ καθεῖλον ἑαυτοὺς τοσαυτάκις. (0611D) Οἱ τοίνυν ὑφ' ἑαυτῶν κατακριθέντες, καὶ ὑπὸ τῶν Ῥωμαίων, καὶ τῆς μετὰ ταῦτα ἐπὶ τῆς ὀγδόης ἰνδικτιῶνος γενομένης συνόδου καθαιρεθέντες, ποίαν ἐπιτελέσουσι μυσταγωγίαν; ποῖον πνεῦμα τοῖς παρὰ τῶν τοιούτων ἐπιτελουμένοις ἐπιφοιτᾷ; Καὶ λέγουσιν αὐτῷ· Σὺ μόνος σώζῃ, καὶ πάντες ἀπώλλυνται; Καὶ εἶπεν· Οὐδένα κατέκριναν οἱ τρεῖς παῖδες μὴ προσκυνήσαντες τῇ εἰκόνι, πάντων ἀνθρώπων προσκυνούντων. Οὐ γὰρ ἐσκόπουν τὰ τῶν ἄλλων, ἀλλ' ἐσκόπουν ὅπως ἂν αὐτοὶ μὴ ἐκπέσωσι τῆς ἀληθοῦς εὐσεβείας. Οὕτω καὶ Δανιὴλ. βληθηὶς εἰς τὸν λάκκον τῶν λεόντων, οὐ κατέκρινετέ τινα τῶν μὴ προσευξαμένων τῷ Θεῶ κατὰ τὸ θέπισμα Δαρείου, ἀλλὰ τὸ ἴδιον ἐσκόπησε. (0613A) Καὶ εἵλετο ἀποθανεῖν, καὶ μὴ παραπεσεῖν τῷ Θεῷ. καὶ ὑπὸ τῆς ἰδίας μαστιγωθῆναι συνειδήσεως, ἐπὶ τῇ παραβάσει τῶν φύσει νομίμων· κᾀμοὶ οὖν μὴ δῷ Θεὸς κατακρῖναί τινα, εἰπεῖν ὅτι ἐγὼ μονος σώζομαι· αἱροῦμαι δὲ ἀποθανεῖν, θρόησιν ἔχων κατὰ τὸ συνειδὸς, ὅτι περὶ τὴν εἰς Θεὸν πίστιν παρεσφάλην καθ' οἱονδήποτε τρόπον.

Λέγουσιν αὑτῷ· Καὶ τί ἔχεις ποιῆσαι, τῶν Ῥωμαίων ἑνουμένων τοῖς Βυζαντίοις; Ἰδοὺ γὰρ χθὲς ἦλθον οἱ ἀποκρισιάριοι Ῥώμης, καὶ αὔριον τῇ κυριακῇ κοινωνοῦσι τῷ πατριάρχῇ, καὶ πᾶσι δῆλον γίνεται, ὅτι σὺ διέστρεφες τοὺς Ῥωμαίους. Ἀμέλει σοῦ ἀπαρθέντος ἐκεῖθεν, συνέθεντο τοῖς ἐνταῦθα. (0613B) Καὶ εἶπε πρὸς αὐτούς· Οἱ ἑλθόντες, οἱονδήποτε πρόκριμα τῷ θρόνῳ Ῥώμης, κᾂν κοινωνήσωσιν, ἐπὰν οὐκ ἤγαγον πρὸς τὸν πατριάρχην ἐπιστολὴν, οὐ ποιοῦσι· καὶ οὐ πείθομαι πάντως, ὅτι οἱ Ῥωμαῖοι ἑνοῦνται τοῖς ἐνταῦθα, εἰ μὴ ὁμολογήσωσι τὸν Κύριον ἡμῶν καὶ Θεὸν, καθ' ἑκάτερον τῶν ἐξ ὦν, ἐν οἷς τε καὶ ἅπέρ ἐστιν, εἶναι φύσει θελητικόν τε καὶ ἐνεργητικὸν τῆς ἡμῶν σωτηρίας. Καὶ λέγουσιν· Εἰ δὲ συμβιβασθῶσι τοῖς ἐνταῦτα οἱ Ῥωμαῖοι, τί ποιεῖς; Καὶ εἶπε· Τὸ Πνεῦμα τὸ ἅγιον διὰ τοῦ ἀποστόλου καὶ ἀγγέλους ἀναθεματίζει παρὰ τὸ κήρυγμά τι νομοθετοῦντας.

Καὶ λέγουσι· Πάντως ἀνάγκη ἐστὶ θελήσεις λέγεσθαι ἐπὶ Χριστοῦ καὶ ἐνεργείας; Ἀπεκρίθη· Πᾶσα ἀνάγκη, εἴπερ εὐσεβεῖν κατὰ ἀλήθειαν θέλωμεν. Οὐδὲν γὰρ τῶν ὄντων, χωρὶς ἐνεργείας φυσικῆς ὑφέστηκεν. (0613C) Οἱ γὰρ ἅγιοι Πατέρες φανερῶς λέγουσι μήτε εἶναι, γινώσκεσθαι χωρὶς τῆς οὐσιωδοῦς αὐτῆς ἐνεργείας τὴν οἰανδήποτε φύσιν· εἰ δὲ οὔτὲ ἐστιν, οὔτε γινώσκεται φύσις ἄνευ τῆς αὐτὴν οὐσιωδῶς χαρακτηριζούσης ἐνεργείας, πῶς εἶναι τὸν Χριστὸν, γνωρίζεσθαι Θεὸν ἀληθῶς φύσει καὶ ἄνθρωπον, ἄνευ τῆς θεϊκῆς καὶ ἀνθρωπίνης ἐνεργείας, ἐστὶ δυνατόν; Ἀπολέσας γὰρ, κατὰ τοὺς Πατέρας, τὸ βρυχικὸν λέων οὐκ ἔστι λέων, καὶ κύων τὸ ὑλακτικὸν, οὐκ ἔστι κύων καὶ ἄλλο τὸ οἱονοῦν τὸ φυσικῶς αὐτοῦ συστατικὸν ἀπολέσαν, οὐκ ἔστιν ἔτι ὅπερ ἧν. Καὶ λέγουσιν αὐτῷ· Οἴδαμεν ὄντως ὅτι οὕτως ἦν· πλὴν μὴ λυπήσης τὸν βασιλέα, διὰ τὴν εἰρήνην καὶ μόνον ποιήσαντα τὸν τύπον, οὐκ ἐπ' ἀναιρέσει τινὸς τῶν ἐπὶ Χριστοῦ νοουμέμένων, ἀλλ' ἐπὶ εἰρήνῃ, τὴν σιωπὴν τῶν ποιουσῶν τὴν διάστασιν φωνῶν οἰκονομοῦντα. (0613D)

Καὶ ῥίψας τοῦ Θεοῦ δοῦλος ἑαυτὸν εἰς τὴν γῆν μετὰ δακρύων· Οὐκ ὤφειλε λυπηθῆναι ἀγαθὸς καὶ εὐσεβὴς δεσπότης κατὰ τῆς ἑμῆς ταπεινώσεως. Οὐ γὰρ δύναμαι λυπῆσαι τὸν Θεὸν σιωπῶν, ἅπερ αὐτὸς λαλεῖθαι καὶ ὁμολογεῖσθαι προσέταξεν. Εἰ γὰρ κατὰ τὸν θεῖον ἀπόστολον, αὐτός ἔστιν θέμενος ἐν τῇ Ἐκκλησία, πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, δῆλόν ἔστιν, ὅτι αὐτός ἔστιν διὰ τούτων λαλήσας. Διὰ πάσης οὖν τῆς ἁγίας γραφῆς, τῆς τε παλαιᾶς καὶ νέας διαθήκης, καὶ τῶν ἁγίων διδασκάλων καὶ συνόδων διδασκόμεθα, θελητικόν τε καὶ ἐνεργητικὸν θεότητί τε καὶ ἀνθρωπότητι, τὸν σαρκωθέντα Θεόν. (0615A) Οὐδενὸς γὰρ τῶν, οἷς ὡς Θεός γινώσκεται, καὶ τῶν, οἷς ὡς ἄνθρωπος φύσεί γνωρίζεται, χωρὶς ἁμαρτίας, ἐστὶν ἂν ἐλλιπής. Εἰ δὲ τέλειός ἐστι καθ' ἑκάτερον, ὡς οὐδενὸς κατ' ἑκάτερον ἐλλιπὴς, προφανῶς τὸ κατ' αὐτὸν ὁλον νοθεύει μυστήριον, μὴ ὁμολογῶν αὐτὸν εἶναι ὅπέρ ἐστι, μετὰ τῶν προσόντων αὐτῷ καθ' ἑκάτερον, ἐν οἷς τε, καὶ ἅπέρ ἐστι, πάντων φυσικῶν ἰδιωμάτων. (0615B)

Καὶ μικρὸν σιωπήσαντες, ἀλλήλοις προσνεύσαιτες λέγουσι· Πόθεν δύνασαι δεῖξαι, ὅτι τὰς συνόδους ἐκβάλλουσιν οἱ θρόνου Κωνσταντινουπόλεως; Καὶ λέγει αὐτοῖς· Ἤδη δέδεικται μερικῶς διὰ τῶν ἐν Ῥώμῃ λαληθέντων παρ' ἐμοῦ πρὸς τὸν κύριον Γρηγόριον, τὸν ἀσηκρῆτιν· Καὶ νῦν, εἰ παρίσταται τῷ δεσπότῃ τοῦτο δειχθήσεσθαι, κελεύσει δοθῆναι ἄδειαν τῷ ἀναξίῳ ὑμῶν δούλῳ, καὶ ποιῶ γνῶσιν βιβλίων, ὅτι τὰ ἐμὰ ἀφηρέθησαν, καὶ πᾶσι φανερὸν ποιῶ τοῦτο, χωρὶς οἱασδήποτε σκολιότητος λόγων. Καὶ λοιπὸν ἄλλων πολλῶν λαληθέντων, εἰς γραφικὰς καὶ φυσικὰς καὶ τεχνικὰς ἐτράπησαν γυμνασίας τε καὶ θεωρίας, ἐφ' αἷς ἡδυνθέντες, ἱλαρωτέρως διετέθησαν, καὶ ἤρξαντο λέγειν· Οἶδεν Κύριος, ὠφελήθημεν, καὶ ἀπὸ τοῦ νῦν ἐνοχλεῖν ὑμῖν οὐκ ἔχομεν.

δὲ κῦρις Σέργιος εἶπεν αὐτῷ· Ὅτι πολλάκις ἦλθον εἰς τὸ κέλλιόν σου εἰς Βέββας, καὶ ἠκροασάμην τῆς διδασκαλίας σου, καὶ Χριστὸς ἔχει βοηθῆσαί σοι, καὶ μὴ ἀγωνιάσῇς. Εἰς ἓν δὲ μόνον λυπεῖς πάντας, ὅτι πολλοὺς ποιεῖς χωρισθῆναι τῆς κοινωνίας τῆς ἐνταῦθα Ἐκκλησίας. (0615C) Ἔστι τις λέγων, εἶπεν δοῦλος τοῦ Θεοῦ, ὅτι εἶπον· Μὴ κοινωνήσῃς τῇ Ἐκκλησίᾳ τῶν Βυζαντίων; Ἀπεκρίθη κῦρις Σέργιος· Αὐτὸ τοῦτο, τὸ σὲ μὴ κοινωνεῖν, μεγάλη πρὸς πάντας ἐστὶ φωνὴ, μὴ κοινωνῆσαι. Καὶ εἶπεν τοῦ Θεοῦ δοῦλος· Οὐδὲν βιαιότερον συνειδότος κατηγοροῦντος, καὶ οὐδὲν τούτου συνηγοροῦντος παῤῥησιαστικώτερον. Ἀκούσας δὲ κῦρις Τρώϊλος, ὅτι Τύπος ἀναθεματίζεται εἰς πᾶσαν τὴν δύσιν, λέγει πρὸς τὸν δοῦλον τοῦ Θεοῦ· Καλόν ἔστιν, ὅτι τοῦ εὐσεβοῦς ἡμῶν δεσπότου ὑπόληψις ὑβρίζεται; Ἀπεκρίθη τοῦ Θεοῦ δοῦλος· Θεὸς συγχωρήσεις τοῖς ἐκβιβάσασι τὸν δεσπότην ποιῆσαι τὸν τύπον, καὶ τοῖς συγχωρήσασι. Καὶ λέγει, τίνες εἰσὶν οἱ ἐκβιβάσαντες, καὶ τίνες οἱ συγχωρήσαντες; Ἀπεκρίθη, οἳ τῆς Ἐκκλησίας ἐξεβίβασαν, καὶ οἱ ἄρχοντες συνεχώρησαν. (0615D) Καὶ ἰδοὺ ῥύπος ἐκ τῶν ὑπευθύνων εἰς τὸν ἀθῶον καὶ καθαρὸν πάσης αἱρέσεως ἐξετινάχθη Ἀλλά συμβουλεύσατε ποιῆσαι, ἐποίησεν εὐσεβὴς τῇ μνήῃ γενομένος αὐτοῦ πάππος. Ἐκεῖνος γὰρ αἰσθόμενος, ὅτι ψόγον αὐ τοῦτινες κατὰ τὴν δύσιν καταχέουσι, διὰ κελεύσεως ἐλεύθερον ἑαυτὸν ἐποίησε τῆς ἐπὶ τῇ Ἐκκλησίᾳ μέμψεως, γράψας. Ὅτι Ἔκθεσις οὐκ ἔστιν ἐμή, οὕτε γὰρ ἐγὼ ὑπηγόρευσα, ἐκέλευσα γενέσθαι· ἀλλὰ Σέργιος αὐτὴν πατριάρχης συντάξας πρὸ πέντε ἐτῶν τοῦ ἀνελθεῖν με ἀπὸ τῆς ἀνατολῆς, ἐδεήθη μου κατ' αὐτὴν γενομένου τὴν πανευδαίμονα πόλιν, ὀνόματί μου προτεθῆναι αὐτὴν μεθ' ὑπογραφῆς· καὶ κατεδεξάμην τὴν ἐκείνου παράκλησιν. Νῦν δὲ γνοῦς ὁτι τινὲς ἐπ' αὐτὴν διαμάχονται, πᾶσι δῆλον ποιῶ, ὅτι οὐκ ἔστιν ἐμή. (0617A) Ταύτην ἐποιήσατο τὴν κέλευσιν πρὸς τὸν μακάριον Ἰωάννην πάππαν, κατακρίνοντα τὴν ἔκθεσιν, ἐν τοῖς πρὸς Πύῤῥον τότε γραφεῖσι, καὶ ἔκτοτε Σεργίου χρηματίζει πανταχοῦ εἶναι ἔκθεσις. Τοῦτο ποιήσει καὶ νῦν εὐσεβῶς βασιλεύων ἡμῶν, καὶ μενεῖ παντελῶς ἄχραντος πάσης μέμψεως πρόληψις αὐτοῦ. Τότε σείσαντες τὰς κεφαλὰς, ἐσιώπησαν, τοῦτο μόνον εἰρηκότες, ὅλα δυσχερῆ καὶ ἀνέκβατα.

Τούτων καὶ ἑτέρων διαφόρων λαληθέντων, προσκυνηθέντες καὶ προσκυνήσαντες, μετὰ πάσης ἱλαρότητος ἀνεχώρησαν. Καὶ πάλιν τῶ ἄλλῳ, σαββάτῷ, ἀνήγαγον αὐτοὺς ἐν τῷ παλατίῳ· καὶ εἰ εἰσφέρουσι πρῶτον τὸν μαθητὴν τοῦ γέροντος, συνελθόντων καὶ τῶν δύο πατριαρχῶν. (0617B) Καὶ ἄγουσι Κωνσταντῖνον καὶ Μηνὰν κατηγόρους τοῦ γέροντος, καὶ ἀπαιτοῦντες τὸν μαθητὴν συγκαταθέσθαι τοῖς κατ' αὐτῶν λαλουμένοις. Μετὰ δὲ πάσης παῤῥησίας εἶπεν μαθητὴς ἀφόβως πρὸς τὴν σύγκλητον· Κωνσταντῖνον εἰσάγετε ἐν σεκρέτῳ παλατίου; Οὗτος οὐκ ἔστιν οὔτε πρεσβύτερος, οὔτε μοναχὸς, ἀλλὰ τριβοῦνος θυμέλης· ἐγνωρίσθη Ἀφροῖς καὶ Ῥωμαίοις, ποῖα γύναικα βόσκων ἦλθεν ἐκεῖσε. Πάντες ἔμαθον τὰς πανουργίας αὐτοῦ, ἐποίησε πρὸς τὸ λαθεῖν· ποτὲ μὲν λέγων, ὅτι ἀδελφαὶ αὐτοῦ εἰσι, ποτὲ δὲ, ὅτι διὰ τὸ μὴ κοινωνῆσαι τῇ Ἐκκλησίᾳ Κωνσταντινουπόλεως ἐπῇρε αὐτὰς, ἵνα μὴ χρανθῶσι τῇ αἱρετικῇ κοινωνίᾳ Ἀλλὰ καὶ πάλιν ἐὰν λείψῃ αὐτῷ σπατάλη, καὶ εὔρῃ χῶραν μὴ γνωρίζουσαν αὐτὸν, τὰ αὐτὰ ποιεῖ, αἰσχροῦ κέρδους χάριν, καὶ ῥυπαρᾶς ἡδονῆς. Καὶ μεγάλη αἰσχύνη ἐστὶ τὸ κᾂν συντυγχάνειν αὐτῷ, τοῖς σεμνῶς βιῶναι θέλουσιν. (0617C) Εἶτα μετὰ ταῦτα, ἐρωτηθεὶς εἰ τὸν τύπον ἀνεθεμάτισεν; Ἀφόβως εἶπεν· Οὐ μόνον ἀνεθεμάτισα, ἀλλὰ καὶ λίβελλον ἐποίησα. Τί οὖν, οὐχ ὁμολογεῖς πεποιηκέναι κακῶς; Λέγουσιν αὐτῷ οἱ ἄρχοντες. Καὶ λέγει, μὴ δῷ Θεὸς, ἵνα ὅπερ ἐποίησα καλῶς κατὰ θεσμὸν ἐκκλησιαστικὸν, εἴπω γενέσθαι κακῶς. Καὶ πολλὰ ἄλλα ἐρωτηθεὶς, καὶ ἀποκριθεὶς καθὼς Θεὸς ἐχωρήγησεν αὐτῷ, ἐξάγεται τοῦ σεκρέτου.

Καὶ εἰσάγουσι τὸν γέροντα, καὶ λέγει πρὸς αὐτὸν κῦρις Τρώϊλος· εἰπὲ, ἀββᾶ. βλέπε, εἰπὲ τὴν ἀλήθειαν, καὶ ἐλεεῖ σε δεσπότης· ἐπὶ ἐὰν διὰ τῆς νομίμου διηγήσεως ἔλθωμεν, καὶ εὕρῃ κᾂν ἕν τῶν κατηγορηθέντων σου ἀληθὲς, νόμος φονεύσει σε. (0617D) Καὶ εἶπε· καὶ ἤδη εἷπον, καὶ πάλιν λέγω, ὅτι ἐὰν μόνον ἓν λέγηται εἶναι ἀληθὲς, καὶ Σατανᾶς Θεὸς ἔστιν· εἰ δὲ οὐκ ἔστι Θεὸς, ἀλλ' ἀποστάτης, καὶ τὰ κατηγορηθέντα μου ψευδῆ, καὶ ἀνυπόστατα. Πλὴν εἴ τι κελεύεςτε ποιῆσαι, ποιήσατε· Θεὸν σέβων, οὐκ ἀδικοῦμαι. Καὶ λὲγει αὐτῷ· Οὐκ ἀνεθεμάτισας τὸν τύπον; Ἀπεκρίθη· Πολλάκις εἶπον, ὅτι ἀνεθεμάτισα. Λέγει αὐτῷ· Τὸν τύπον ἀνεθεμάτισας; τὸν βασιλέα ἀνεθεμάτισας. Ἀπεκρίθη τοῦ Θεοῦ δοῦλος· Ἐγὼ βασιλέα οὐκ ἀνεθεμάτισα, ἀλλὰ χάρτην ἀλλότριον τῆς ὁρθοδόξου καὶ ἐκκλησιαστικῆς πίστεως. Καὶ λέγει αὐτῷ· Ποῦ ἀνεθεματίσθη ὑπὸ τῆς συνόδου Ῥώμης; Ἀπεκρίθη· Εἰς τὴν Ἐκκλησίαν τοῦ Σοτῆρος, καὶ εἰς τὴν θεοτόκου. Τότε λέγει πρὸς αὐτὸν ἔπαρχος· Κοινονεῖς τῇ Ἐκκλησίᾳ τῶν ὧδε, οὐ κοινωνεῖς; Ἀπεκρίθη, καὶ εἶπεν· Οὐ κοινωνῶ. Λέγει αὐτῷ, διὰ τί; Ἀπεκρίθη· Ὅτι ἐξω ἔβαλε τὰς συνόδους. (0619A) Καὶ εἶπεν, ἐὰν ἔξω ἔβαλε τὰς συνόδους, πῶς εἰς τὰ δίπτυχα ἀναφέρονται; Καὶ λέγει· Καὶ τίς ὄνησις ὀνομάτων, τῶν δογμάτων ἐκβεβλημένων; Καὶ δύνασαι, ἔφη, τοῦτο δεῖξαι; Καὶ εἶπεν· Ἐὰν λάβῳ ἄδειαν, καὶ κελεύητε, δειχθῆναι ἔχω τοῦτο πάνυ εὐχερῶς. Καὶ σιωπησάντων αὐτῶν, λέγει αὐτῷ σακελλάριος· Διὰ τί ἀγαπᾷς τοὺς Ῥωμαίους, καὶ τοὺς Γραικοὺς μισεῖς; Ἀποκριθεὶς τοῦ Θεοῦ δοῦλος εἶπε· Παραγγελίαν ἔχομεν, τοῦ μὴ μισῆσαί τινα· ἀγαπῶ τοὺς Ῥωμαίους, ὡς ὁμοπίστους, τοὺς δὲ Γραικοὺς, ὡς ὁμογλώσσους· Καὶ πάλιν λέγει αὐτῷ σακελλάριος· Πόσων ἐτῶν λέγεις ἑαυτόν; Ἀπεκρίθη, οέ Καὶ λέγει αὐτῷ· Πόσους χρόνους ἔχει μετὰ σοῦ μαθητής σου; Ἀπεκρίθη, λζ'. Τότε ἀνέκραξε εἷς κληρικὸς· Ἀπέδωκέ σοι Κύριος, ὅσα ἐποίησας τῷ μακαρίῳ Πύῤῥῳ. Πρὸς ὃν οὐδὲν ἀπεκρίθη ὅλως. (0619B)

Τοσούτων δὲ λαληθέντων ἐν τῷ σεκρέτῳ, οὐδεὶς οὐδὲν τῶν πατριαρχῶν ἐφθέγξατο. Ἐν δὲ τῷ κινεῖσθαι περὶ τῆς συνόδου Ῥώμης λόγον, κράζει Δημοσθένης· Οὐ κεκύρωται σύνοδος, τοῦ συγκροτήσαντος αὐτὴν καθαιρεθέντος. Καὶ λέγει τοῦ Θεοῦ δοῦλος· Οὐ καθῃρέθη, ἀλλ' ἐδιώχθη. Ποία γέγονεν ἐπὶ τοῖς πεπραγμένοις συνοδικὴ καὶ κανονικὴ πρᾶξις ἀσφαλῶς ἔχουσα αὐτοῦ τὴν καθαίρεσιν; Πλὴν ἵνα καὶ κανονικῶς καθῃρέθη, οὐ ποιεῖ τοῦτο πρόκριμα τοῖς ὁρθοδόξως κατὰ τοὺς θείους κανόνας κυρωθεῖσιν, οἷς καὶ τὰ γραφέντα παρὰ τοῦ ἐν ἀγίοις πάπα Θεοδώρου συμβαίνουσι. Καὶ λέγει τούτων ἀκούσας Τρώϊλος πατρίκιος· Οὐκ οἶδας τὶ λέγεις ἀββᾶ. Τὸ γενόμενον, γὲγονε. (0619C)

Ταῦτα, ὅσα μνήμη κατέχει, τὰ κεκινημένα τε καὶ εἰρημένα· καὶ εἰς τοιοῦτον τὰ κατ' αὐτοὺς κατέληξε τέλος· ἄπολύσαντες καὶ τὸν ἅγιον γέροντα τοῦ σεκρέτου, ἐν τῇ φρουρᾷ. Καὶ τῇ ἐπαύριον, τις ἦν κυριακὴ, συμβούλιον ποιήσαντες οἱ τῆς Ἐκκλησίας, ἔπεισαν τὸν βασιλέα, ταύτην αὐτοὺς κατακρῖναι τὴν πικρὰν καὶ ἀπάνθρωπον ἐξορίαν· διῇρημένους ἀλλήλων, τὸν μὲν ἅγιον γέροντα εἰς Βιζύην κάστρον τῆς Θρᾴκης, τὸν δὲ μαθέτην αὐτοῦ εἰς Πέρβεριν, οὐκ ἔχει ἐξώτερον βῆμα ποδὸς Ῥωμαίων βασιλεία, ἀπρονοήτους, γυμνοὺς, ἀτρόφους, πάσης τῆς πρὸς τὸ ζῇν ἀφορμῆς ἐστερημένους, μὴ ἐγγίζοντας θαλάσσῃ, ἵνα μὴ ἔχωσιν ἐκ τῶν ἐλεημόνων ἐπίσκεψιν. (0619D) Καὶ οὕτως εἰσὶ γυμνοὶ καὶ ἄτροφοι, μόνην ἔχοντες τὴν ἐλπίδα τοῦ Θεοῦ παρακαλοῦντες πάντας τοὺς Χριστιανοὺς, τοῦτο βοῶντες· Εὔξασθαι διὰ τὸν Κύριον, ἵνα τελειώσῃ Θεὸς τὸ ἔλεος αὐτοῦ μετὰ τῆς ταπεινώσεως ἡμῶν, καὶ διδάξῃ ἡμᾶς. Ὅτι οἱ συμπλέοντες αὐτῷ, ἠγριωμένης πεῖραν λαμβάνουσι θαλάσσης, ἀνέμοις καὶ κύμασι δονουμένου μὲν τοῦ σκάφους, ἀκατασείστου δὲ διαμένοντος. Συγχωρεῖ γὰρ κλύδονος μεγάλου αὑτοὺς πειραθῆναι, δοκιμάζων αὐτῶν τὴν περὶ αὐτὸν διάθεσιν, ἰνα μεγάλῃ τῇ φωνῇ κράξωσι· « Κύριε, σῶσον ἡμᾶς, ἀπολλύμεθα, » καὶ μάθωσι πάντα μόνῳ αὐτῷ ἐπιγράφειν, τὰ τῆς αὐτῶν σωτηρίας. (0621A) Καὶ μὴ πεποιθότες ὦσιν ἐφ' ἑαυτοῖς, καὶ τύχωσι χαλήνης μεγάλης, τοῦ ἀνέμου καὶ τῶν κυμάτων κατευνασθέντων· καὶ εἰς μέσον λύκων αὐτοὺς ἐκδίδωσι, καὶ διὰ τῆς στενῆς πύλης εἰσελθεῖν, καὶ διὰ τεθλιμμένης ὁδεύειν τρίβου παρακελεύεται, καὶ λιμὸν καὶ δίψαν, καὶ γύμνωσιν, καὶ δεσμὰ, καὶ φυλακὰς, καὶ ἀπαγωγὰς, καὶ μάστιγας, καὶ σταυρὸν, καὶ ἥλους, καὶ ὄξος, καὶ χόλην, καὶ ἐμπτύσματα, καὶ ῥαπίσματα, καὶ κολαφίσματα, καὶ ἐμπαιγμοὺς προτείνεται, καὶ πάθος, καὶ θανάτους πολυτρόπους· ὦν τέλος, παμφαὴς ἀνάστασις, φέρουσα μεθ' ἑαυτῆς εἰρήνην τοῖς δι' αὐτὸν διωχθεῖσι, καὶ χαρὰν τοῖς δι' αὐτὸν θλιβεῖσι, καὶ ἀνάληψιν εἰς οὐρανοὺς, καὶ προσαγωγὴν τῷ πατρίκῳ καὶ ὑπερουσίῳ θρώνῳ, καὶ λῆξιν ὑπὲρ ἄνω πάσης ἀρχῆς οὖσιαν, καὶ ἐξουσίας, καὶ δυνάμεος, καὶ κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου, εἴτε ἐν τῷ αἰῶνι τούτῳ, εἴτε ἐν τῷ μέλλοντι· ἧς τύχοιμεν ἅπαντες, εὐχαῖς καὶ πρεσβείαις τῆς πανυμνήτου, καὶ πανσέπτου, καὶ ὑπερενδόξου κυρίως φύσει θεοτόκου καὶ ἀειπαρθένου, Μαρίας, καὶ τῶν ἁγίων ἀποστόλων, προφητῶν καὶ μαρτύρων. Ἀμὴν.


HOME > '������������������������' in 'Anastasius_bibliothecarius_Auctores_varii, Collectanea, p11'
Anastasius bibliothecarius Auctores varii, Collectanea, COMMEMORATIO eorum quae saeviter et sine Dei respectu acta sunt a veritatis adversariis in sanctum et apostolicum, novum revera confessorem et martyrem, Martinum papam Romae, per epistolam cuiusdam Christianissimi, directam his qui sunt in Occidente, seu Romae, et in Africa, orthodoxis Patribus. <<<     >>> RELATIO MOTIONIS factae inter domnum Maximum monachum, et socium eius, coram principibus in secretario.
4091w 11.599027872086 s