Anastasius_bibliothecarius_Auctores_varii_cps2, Collectanea, p17HOME > '������������������������' in 'Anastasius_bibliothecarius_Auctores_varii, Collectanea, p17'
Anastasius bibliothecarius Auctores varii, Collectanea, EIUSDEM S. ANASTASII MONACHI Discipuli S. abbatis Maximi Ad commune monachorum apud Caralim constitutorum collegium. <<<     >>> TOMUS continens relationem de dogmatibus, quae mota sunt inter S. Maximum et Theodosium episcopum Caesareae Bithyniae, seu consules qui cum eo erant. hide dictionary links

(PL 129 0625C) ΤΟΜΟΣ Β. ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ καὶ ὁμολογητοῦ Μαξίμου, περὶ τῶν πρακθέντων ἐν τῇ πρώτῃ αὐτοῦ ἐξοριᾳ, ἤτοι ἐν Βιζύῃ· τὰ παρὰ τοῦ Θεοδοσίου ἐπισκόπου Καισαρείας Βιθυνιας, καὶ αὐτοῦ διαλεχθέντα.

Τὰ κεκινημένα περὶ τῆς ἀμώμήτου ἡμῶν τῶν Χριστιανῶν πίστεως, καὶ τῆς τῶν δι' ἐναντίας παρεισάκτου καινοτομίας, μεταξὺ τοῦ ἀββᾶ Μαξίμου, καὶ Θεοδοσίου ἐπισκόπου Καισαρείας ἀναγκαῖον ἡγησάμην κατάδηλον ποιῆσαι πᾶσιν ὑμῖν τοῖς ἐν ὀρθοδοζίᾳ διατελοῦσιν, ἵνα ἀκριβέστερον τὰ περὶ τούτων εἰδέναι ἔχοντες, δοξάζητε μᾶλλον τὸν φιλάνθρωπον Θεὸν, τὸν διδόντα λόγον ἐν ἀνοίξει τοῦ στόματος τῶν φοβουμένων αὐτόν. Μήπως συνήθως οἱ ἐχθροὶ τῆς ἀληθείας, τἀναντία ταύτης διαφημίζοντες, ἐκταράξωσιν ὑμῶν τὰς καρδίας. (0625D)

Τοιγαροῦν τῇ εἰκοστῇ τεταρτῇ τοῦ Αὐγούστου μηνὸς τῆς νυνὶ παρελθούσης τεσσαρεσκαιδεκάτης ἐπινεμήσεως, ἐξῆλθε πρὸς αὐτὸν ἐν παρεφυλάττετο ἐξορίᾳ, τουτέστιν ἐν κάστρῳ Βιζύης, προρηθεὶς ἐπίσκοπος Θεοδόσιος, ὡς εἶπεν, ἐν προσώπου Πέτρου τοῦ προέδρου Κωνσταντινουπόλεως πεμφθείς· καὶ Παῦλος, καὶ Θεοδόσιος οἱ ὕπατοι, ὡς εἶπον καὶ αὐτοὶ ἐκ προσώπου βασιλέως πεμφθέντες. (0627A) Καὶ ἀνελθόντες πρὸς τὸν εἰρημένον μοναχὸν Μάξιμον, ἐν τόπῳ ἀπεκέκλειστο, εκαθίσαν, καὶ ἐπέτρεψαν καὶ αὐτὸν καθίσαι, συνόντος αὐτοῖς καὶ τοῦ ἐπισκόου Βιζύης· καὶ λέγει πρὸς αὐτὸν ΘΕΟΔΟΣΙΟΣ ο ἐπίσκοπος· Πῶς ἔχεις, κῦρι ἀββᾶ; ΜΑΞΙΜΟΣ. Ὡς προώρισεν Θεὸς πρὸ πάντων τῶν αἰώνων τὴν περὶ ἐμὲ προνοητικήν διεξαγωγὴν, οὕτως ἔχω. ΘΕΟΔ. Τί οὖν, πρὸ παντὸς αἰῶνος περὶ ἑκάστου ἡμῶν, ὥρισεν Θεὸς, ΜΑΞ. Εἶπερ προέγνων, πάντῳς καὶ προώρισε. ΘΕΟΔ. Τί ἐστιν αὐτὸ τὸ, προέγνω, καὶ προώρισεν, ΜΑΞ. πρόγνωσις τῶν ἐφ' ἡμῖν ἐννοιῶν καὶ ἔργων ἐστὶν, προορισμὸς δὲ τῶν οὐκ ἐφ' ἡμῖν συνβαινόντων ἐστὶ. ΘΕΟΔ. Ποῖά ἐστι τὰ ἐφ' ἡμῖν, καὶ ποῖα τὰ οὐκ ἐφ' ἡμῖν; ΜΑΞ. Ὡς· ἔοικε, πάντα γινώσκων δεσπότης μου, δοκιμαστικῶς διαλέγεται πρὸς τὸν δοῦλον αὐτοῦ. ΘΕΟΔ. (0627B) Μὰ τὴν ἀλήθειαν τοῦ Θεοῦ, ἀγνοῶν ἠρώτησα, καὶ μαθεῖν τέλων τὴν διαφορὰν τῶν ἐφ' ἡμῖν, καὶ οὐκ ἐφ' ἡμῖν· καὶ πῶς τὰ μὲν ὐπὸ τὴν πρόγνωσιν τοῦ Θεοῦ ὐπάρχουσι, τὰ δὲ ὐπὸ τὸν προορισμὸν ὦσιν. ΜΑΞ. Ἐφ' ἡμῖν ἐστι τὰ ἑκούσια πάντα, τουτέστιν ἀρέται καὶ κακίαι· οὐκ ἐφ' ἡμῖν δὲ, αἱ ἑπιφοραὶ τῶν συμβαινόντων ἡμῖν πολαστικῶν τρόπων, τῶν ἑναντίων· οὔτε γὰρ ἐφ' ἡμῖν ἑστιν κολάζουσα νόσος, οὔτε εὐφραίνουσα ὑγεία, καὶ αἱ ποιότητες καὶ αἱ τούτων αἰτίαι. Οἷον αἰτία νόσου ἀταξία, ὥσπερ καὶ ὑγείας εὐταξία· καὶ βασιλείας οὐρανῶν αἰτία, τῶν ἐντολῶν φυλακὴ, ὥσπερ καὶ πυρὸς αἰωνίου, τούτων παράβασις. ΘΕΟΔ. Τί οὖν, διὰ τοῦτο θλὶβῃ εν τῇ ἐξορίᾳ ταύτῃ ἐπειδὴ ἄξιά τινα ἐποίησας ταύτης τῆς θλίψεως; ΜΑΞ. (0627C) Παρακαλῶ, ἵνα Θεὸς ταύτῃ τῇ θλίψει περιορίσῃ τὰς ἐκτίσεις, ὧν ἥμαρτον αὐτῷ ἐν τῇ παραβάσει τῶν αὐτοῦ δικαιωτικῶν ἐντολῶν. ΘΕΟΔ. Οὐκ ἔστι δοκιμῆς ἕνεκεν ἐπαγομένη θλίψις πολλοῖς; ΜΑΞ. δοκιμὴ τῶν ἁγίων ἐστὶν, ἵνα ψανερωθῶσι διὰ τῆς θλίψεως τῷ βίῳ τῶν ἀνθρώπων αἱ περὶ τὸ φύσει καλὸν διαθέσεις αὐτῶν, ἑαυταῖς συνεκφαίνουσαι τὰς ἠγνοημένας πᾶσιν ἀρετὰς, ὡς ἐπὶ Ἰὼβ καὶ Ἰωσὴφ. μὲν γὰρ ἐπὶ φανερώσει τῆς κεκρυμμένης ἀνδρείας ἐπειράζετο· δὲ, ἐπ' ἐκφωνήσει τῆς ἁγιαστικῆς σωφροσύνης ἐδοκιμάζετο. Καὶ πᾶς τῶν ἁγίων ἀκουσίωνς ἑν τῷ αἰῶνι τούτῳ θλιβεὶς, ἐπί τισι τοιαύταις οἱκονομίαις ἐθλίβετο, ἵνα διὰ τῆς ἀσθενείας τῆς συγχωρουμένης αὐτος ἐπαχθῆναι, τὸν ὑπερήφανον καὶ ἀποστάτην περιπατήσωσι δράκοντα, τουτέστι τὸν διάβολον. γὰρ ὑπομονὴ, δοκιμῆς ἔργον ἐστὶν ἐφ' ἑκάστου τῶν ἁγὶων. ΘΕΟΔ. (0627D) Μὰ τὴν ἀλήθειαν τοῦ Θεοῦ, καλῶς εἶπας· καὶ ὁμολογῶ τὴν ὠφέλειαν, καὶ ἐζήτουν ἀεὶ ἐν τοῖς τοιούτοις συνδιαλέγεσθαι ὑμῖν. Ἀλλ' ἐπειδὴ ἐπ' ἄλλῳ κεφαλαίῳ κᾀγὼ καὶ οἱ δεσπόται μοῦ οἱ μελλοπατρίκιοι πρὸς σὲ γεγόναμεν, καὶ τοσαῦτα διαστήματα ἤλθομεν, παρακαλοῦμέν σε τὰ παρ' ἡμῶν προτεινόμενα δέξασθαι, καὶ χαροποιῆσαι πᾶσαν τὴν ρἰκουμένην. ΜΑΞ. Ποῖα ταῦτά εἰσι, δέσποτα, καὶ τίς ἐγὼ, καὶ πόθεν εἰμὶ, ἵνα ἐπὶ τοῖς προτεινομένοις μοι συγκατάθεσις χαροποιήσῃ πᾶσαν τὴν οἰκουμένην; ΘΕΟΔ. Μὰ τὴν ἀλήθειαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἅπερ λέγω σοι, ἐγώ τε καὶ οἱ δεσπόται μου μελλοπατρίκιοι, ἐκ τοῦ στόματος τοῦ δεσπότου ἡμῶν τοῦ πατριάρκου, καὶ τοῦ εὐσεβοῦ δεσπότου τῆς οἱκουμένης ἠκούσαμεν. ΜΑΞ. Κελεύσατε οἱ δεσπόται μου εἰπεῖν ἅπερ βούλεσθε, καὶ ἁπερ ἠκούσατε. (0629A)

ΘΕΟΔ. Παρακαλεῖ βασιλεύς καὶ πατριάρχης δι' ἡμῶν, μαθεῖν παρά σοῦ, διὰ ποίαν αἰτίαν οὐ κοινωνεῖς τῷ θρόνῳ Κωνσταντινουπόλεως; ΜΑΞ. Ἔχετε περὶ τούτου ἐπιτροπὴν ἔγγραφον παρὰ τοῦ εὐσεβεστάτου βασιλέως, παρὰ τοῦ πατριάρχου; ΘΕΟΔ. Οὐκ ὤφελες, δέσποτα, ἀπιστῆσαι ἡμῖν· κᾂν γὰρ ταπεινός εἰμι, επίσκοπος ἀκούω, καὶ οἱ δεσπόται μου συγκλήτου μέρος τυγχάνουσι, καὶ οὐκ ἤλθομεν πειράσαι σε· μὴ δῴη Θεός. ΜΑΞ. Οἰῳδήποτε τρόπῳ ἤλθατε πρὸς τὸν δοῦλον ὑμῶν, ἐγώ χωρὶς πάσης ὑποστολῆς λέγω τὴν αἰτίαν, δι' ἦν οὐ κοινωνῶ τῷ θρόνῳ Κωνσταντινουπόλεως. (0629B) Πλὴν κᾂν ἄλλων ἦν τὸ ἐρωτᾷν με διὰ ποίαν αἰτίαν, ὑμῶν οὐκ ἔστι, τῶν γινωσκόντων ἀσφαλῶς πλεῖου ἐμοῦ τὴν αἰτίαν.

Γινώσκετε τάς γενομένας καινοτομίας ἀπὸ τῆς ἵκτης ἐπινεμήσεως τοῦ διελθόντος κύκλου, ἀρξαμένας ἀπὸ Ἀλεξανδρίας διὰ τῶν ἐκτεθέντων ἐννέα κεφαλαίων παρὰ Κύρου, τοῦ οὐκ οἶδα πῶς γεγονότος ἐκεῖσε προέδρου, τῶν βεβαιωθέντων ὑπὸ τοῦ θρόνου Κωνσταντινουπόλεως· καὶ τὰς ἄλλας ἀλλοιώσεις, προσθήκας τε καὶ μειώσεις, τὰς γενομένας συνοδικῶς ὑπὸ τῶν προεδρευσάντων τῆς τῶν Βυζαντίων Ἐκκλησίας, Σεργίου λέγω, καὶ Πύῤῥου, καὶ Παύλου, ἅς τινας καινοτομίας πᾶσα γινώσκει οἰκουμένη. Διὰ ταύτην τὴν αἰτίαν οὐ κοινωνῶ δοῦλος ὑμῶν τῇ Ἐκκλησίᾳ Κωνσταντινουπόλεως. (0629C) Ἀρθῶσι τὰ προσκόμματα τὰ τεθέντα ὑπὸ τῶν εἰρημένων ἀνδρῶν, μετ' αὐτῶν ἐκείνων τῶν θεμένων αὐτὰ, καθὼς εἶπεν Θεὸς· « Καὶ τοὺς λίθους ἐκ τῆς ὁδοῦ διαῤῥίψατε, » καὶ τὴν λείαν καὶ τετριμμένην, καὶ πάσης ἀκανθώδους αἱρετικῆς κακίας ἐλευθέραν ὁδὸν τοῦ Εὐαγγελίου, καθάπερ καὶ ἦν εὑρίσκων, ὁδεύω πάσης δίχα προτροπῆς ἀνθρωπίνης Ἔως δὲ ἂν τοῖς τεθεῖσι προσκόμμασι, καὶ τοῖς τεθεικόσιν αὐτὰ σεμνύνωνται οἱ πρόεδροί Κωνσταντινουπόλεως, οὐδείς ἐστιν πείθων με λόγος τρόπος κοινωνεῖν αὐτοῖς.

ΘΕΟΔ. Τί γὰρ κακὸν ὁμολογοῦμεν, ἵνα χωρισθῇς τῆς κοινωνίας ἡμῶν; ΜΑΞ. Ὅτι μίαν ἐνέργειαν λέγοντες θεότητος, καὶ ἀνθρωπότητος τοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, συγχέετε τὸν τε τῆς θεολογίας, καὶ τῆς οἰκονομίας λόγον. (0629D) Εἰ γὰρ πεισθῆναι δεῖ τοῖς ἁγίοις Πατράσι, λέγουσιν, ὧν ἐνέργεια μία, τούτων καὶ οὐσία μία· τετράδα ποιεῖτε τὴν ἁγίαν τριάδα, ὡς ὁμοφυοῦς τῷ λόγῳ γενομένης τῆς αὐτοῦ σαρκὸς, καὶ ἐκστάσης τῆς πρὸς ἡμᾶς, καὶ τῆς αὐτὸν τεκούσης συγγενοῦς κατὰ φύσιν ταυτότητος.

Καὶ πάλιν, ἀναιροῦντες τὰς ἐνεργείας, καὶ μίαν κυροῦντες θέλησιν θεοτητος τοῦ αὐτοῦ καὶ ανθρωπότητος, ἀφαιρεῖσθε αὐτοῦ τὴν τῶν ἀγαθῶν διανομήν. Ἐὰν γὰρ ἐνέργειαν οὐκ ἔχῃ, κατὰ τοὺς τοῦτο θεσπίσαντας, δῆλον ὅτι κᾂν θέλῃ, ἐλεῆσαι οὐ δύναται, ἀφαιρεθείσης αὐτῷ τῆς τῶν ἀγαθῶν ἐνεργείας, εἴπερ ἐνεργείας ἀγαθῆς χωρὶς, οὐδὲν τῶν ὄντων ἐνεργεῖν πράττειν πέφυκεν. (0631A)

Ἄλλως τε δὲ, καὶ τὴν σάρκα ποιεῖτε τῷ θελήματι συνδημιουργὸν πάντων τῶν αἰώνων, καὶ τῶν ἐν αὐτοῖς Πατρὶ τε καὶ Υἱῷ καὶ Πνεύματι· Τῇ δὲ φύσει κτιστὴν, τὸ ἀληθέστερον εἰπεῖν, ἄναρχον τῇ θελήσει, ἐπείπερ θεία θέλησις ἄναρχός ἐστιν, ὡς ἀνάρχου θεότητος, τῇ δὲ φύσει πρόσφατον· ὅπερ πᾶσαν οὐκ ἄνοιαν ὑπερβαίνει μόνον, ἀλλὰ καὶ ἀσέβειαν. Οὐ γὰρ λέγετε ἁπλῶς μόνον ἒν θέλημα, ἀλλὰ καὶ τοῦτο θεϊκὸν, θείας δὲ θελήσεως οὐδεὶς δύναται ἀρχὴν ἐπινοῆσαι χρονικὴν, τέλος, ἐπειδὲ μηδὲ τῆς θείας φύσεως, ἧς ἐστιν οὐσιώδης θέλησις.

Πάλιν δὲ ἑτέραν εἰσάγοντες καινοτομίαν, ἀφαιρεῖσθε παντάπασι πάντα τὰ γνωριστικὰ καὶ συστατικὰ τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ, νόμοις καὶ τύποις θεσπίζοντες μήτε μίαν, μήτε δύο ἐπ' αὐτοῦ θελήσεις ἐνεργείας λέγεσθαι· ὅπέρ ἐστι πράγματος βανυπάρκτου. (0631B) Οὐδὲν γὰρ τῶν ὄντων, εἴτε νοερόν ἐστιν, ἀφήρηται θελητικῆς δυνάμεως καὶ ἐνεργείας, εἴτε αἰσθητικὸν αἰσθητικῆς ἐνεργείας, εἴτε φυτικὸν, αὐξητικῆς καὶ θρεπτικῆς ἐνεργείας· εἴτε παντελῶς ἄψυχον, καὶ πάσης ἄμοιρον ζωῆς, τῆς καθ' ἐξιν λεγομένης ἐνεργείας καὶ ἐπιτηδειότητος Καὶ δηλοῦσι πάντα τὰ οὕτως ὄντα, ἀντιληπτὰ τυγχάνοντα ταῖς τῶν αἰσθητικῶν αἰσθήσεσιν. Ἐνέργεια γὰρ τῶν τοιούτων, τὸ ὑποπίπτειν πάντως ὁράσεσι διὰ τῆς ἰδίας ἐπιφανείας· ἀκοῇ διὰ κτύπου· ὁσφρήσει, δι' ἀτμοῦ τινος προσφυοῦς· γεύσει, τισὶ χυμοῖς· καὶ ἀφῇ, διὰ τῆς ἀντιτυπίας. Ὥσπερ γὰρ ἐνέργειαν λέγομεν τῆς ὁράσεως τὸ ὁρᾷν, οὕτως καὶ τῶν ὁρωμένων τὸ ὁρᾶσθαι· καὶ τὰ λοιπὰ πάντα κατὰ τὸν αὐτὸν θεωροῦμεν γενόμενα τρόπον. (0631C) Εἰ τοίνυν οὐδὲν τῶν ὄντων ἐστὶ πάσης ἔρημον παντελῶς φυσικῆς ἐνεργείας, δὲ Κύριος ἡμῶν καὶ Θεὸς, ἰλάσθητι Κύριε, οὐδεμίαν ἔχει φυσικὴν θέλησιν ἐνέργειαν καθ' ἑκάτερον τῶν ἐξ ὧν, ἐν οἷς τε, καὶ ἅπέρ ἐστι, πῶς δύναθε εἶναι καλεῖσθαι θεοσεβεῖς, κατ' οὐδένα τρόπον ὑπάρχοντα θελητικὸν ἐνεργητικὸν, παρ' ὑμῶν προσκυνούμενον λέγοντες; Τρανῶς γὰρ ὑπὸ τῶν ἁγίων Πατέρων διδασκόμεθα, λέγόντων· τὸ γὰρ μηδεμίαν δύναμιν ἔχον, οὔτέ ἐστιν, οὑτέ τί ἐστιν, οὔτέ ἐστί τις αὐτοῦ παντελῶς θέσις.

ΘΕΟΔ. Τὸ δι' οἱκονομίαν γενόμενον, μὴ λάβῃς ὡς κύριον δόγμα. ΜΑΞ. (0631D) Εἰ μή ἐστι κύριον δόγμα τῶν δεχομένων, θεσπίζων τύπος καὶ νόμος μηδεμίαν λέγεσθαι τοῦ Κυρίου θέλησιν ἐνέργειαν, ὧν ἀφαίρεσις τὴν ἀνυπαρξίαν δηλοῖ τοῦ ταύτας ἀφηρημένου, διὰ ποίαν αἰτίαν βαρβάροις ἔθνεσι καὶ ἀθέοις ἀπέδοσθέ με ἄνευ τιμῆς; Διὰ ποίαν αἰτίαν κατεκρίθην οἰκῆσαι Βιζύην, καὶ οἱ συνδοῦλοί μου, μὲν Πέρβεριν, δὲ Μεσεμβρίαν; ΘΕΟΔ. Μὰ τὸν Θεὸν μέλλοντά με ἐτάσαι· Καὶ ὅτε γέγονεν, εἶπον, καὶ νῦν τὸ αὐτὸ λέγω, ὅτι κακῶς γέγονεν τύπος, καὶ ἐπὶ βλάβῃ πολλῶν. Πρόφασις δὲ γέγονε τὸ ἐκτεθῆναι αὐτὸν, πρὸς ἀλλήλους τῶν ὀρθοδόξων περὶ θελημάτων καὶ ἐνεργειῶν ζυγομαχία. Καὶ διὰ τὸ πρὸς ἀλλήλους εἰρηνεῦσαι πάντας, συνεῖδόν τινες τὰς τοιαύτας κατασιγασθῆναι φωνάς. ΜΑΞ. (0633A) Καὶ ποῖος πιστὸς δέχεται οἰκονομίαν κατασιγάζουσαν φωνὰς, ἅπερ λαλεῖσθαι δι' ἀποστόλων καὶ προφητῶν καὶ διδασκάλων τῶν ὅλων Θεὸς ᾠκονόμησε; Καὶ σκοπήσωμεν, κῦρι μέγας, εἰς ποῖον κακὸν καταντᾷ ψηλαφούμενον τὸ κεφάλαιον τοῦτο. Εἰ γὰρ Θεὸς ἔθετο ἐν τῇ Ἐκκλησίᾳ, πρῶτον μὲν ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους πρὸς καταρτισμὸν τῶν· Εἰρηκὼς ἐν τῷ Εὐαγγελίῳ τοῖς ἀποστόλοις, καὶ δι' αὐτῶν, καὶ τοῖς μετ' αὐτοὺς· ὑμῖν λέγω, πᾶσι λέγω. » Καὶ πάλιν· « δεχόμενος ὑμᾶς, ἐμὲ δέχεται, καὶ ἀθετῶν ὑμᾶς, ἐμὲ ἀθετεῖ. » Δῆλον ὅτι καὶ προφανὲς, ὃς μὴ δεχόμενος τοὺς ἀποστόλους καὶ προφήτας καὶ διδασκάλους ἀλλ' ἀθετῶν αὐτῶν τὰς φωνὰς, αὐτὸν ἀθετεῖ τὸν Χριστόν.

Καὶ ἄλλο δὲ σκοπησωμεν. Θεὸς ἐκλεξάμενος ἐξήγειρεν ἀποστόλους καὶ προφήτας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων. (0633B) δὲ διάβολος, ψευδαποστόλους καὶ ψευδοποφήτας καὶ ψευδοδιδασκάλους κατὰ τῆς εὐσεβείας ἐκλεξάμενος ἐξήγειρεν, ὥστε καὶ τὸν παλαιὸν πολεμηθῆναι νόμον, καὶ τὸν εὐαγγελικόν. Ψευδαποστόλους δὲ καὶ ψευδοπροφήτας καὶ ψευδοδιδασκάλους μόνους νοῶ τοὺς αἱρετικοὺς, ὧν οἱ λόγοι καὶ οἱ λογισμοὶ διεστραμμένοι εἰσίν. Ὥσπερ οὖν τοὺς ἀληθεῖς ἀποστόλους καὶ προφήτας καὶ διδασκάλους δεχόμενος, Θεὸν δέχεται. Οὕτως καὶ τοὺς ψευδαποστόλους καὶ ψευδοπροφήτας καὶ ψευδοδιδασκάλους δεχόμενος, τὸν διάβολον δέχεται. τοίνυν συνεκβαλὼν τοὺς ἁγίους θοῖς ἐναγέσι καὶ ἀκαθάρθοις αἱρετικοῖς· δέξασθε λέγοντα τὴν ἀλήθειαν· τῷ διαβόλῳ προφανῶς τὸν Θεὸν συγκατέκρινεν. (0633C)

Εἰ τοίνυν γυμνάζοντες τὰς γενομένας καινοτομίας ἐν τοῖς ἡμετέροις χρόνοις, εἰς τοῦτο καταντούσας αὐτὰς εὑρίσκομεν τὸ ἀκρότατον κακὸν, ὁρᾶτε μήπως εἰρήνην προφασιζόμενοι, τὴν ἀποστασίαν εὑρεθῶμεν νοσήσαντες, καὶ κηρύττοντες, ἣν πρόδρομον εἶπεν ἔσεσθαι τῆς τοῦ Ἀντιχρίστου παρουσίας θεῖος ἀπόστολος. Ταῦτα χωρὶς ὐποστολὴς εἶπον ὑμῖν, δεσπόται μου, ἵνα φείσησθε ἑαυτῶν τε καὶ ἡμῶν. Κελεύετε ἵνα ταῦτα γεγραμμένα ἔχων ἐν τῇ βίβλῳ τῆς καρδίας, ἔλθω κοινωνήσων ἐν ταῦτα κηρύττεται Ἑκκλησίᾳ, καὶ γένωμαι κοινωνὸς τῶν ἀληθῶς μὲν τὸν Θεὸν, δῆθεν δὲ τὸν διάβολον τῷ Θεῷ συνεκβαλλόντων; Μὴ γενοιτό μοι παρὰ τοῦ Θεοῦ, τοῦ δι' ἐμὲ γενομένου χωρὶς ἁμαρτίας. Καὶ βαλλὼν μετάνοιαν εἶπεν· Ἐγὼ, εἴ τι κελεύετε εἰς τὸν δοῦλον ὑμῶν ποιῆσαι, ποιήσατε· ὅτι ταῦτα δεχομένοις, οὐδέποτε γίνομαι συγκοινωνὸς. (0633D)

Καὶ ἀποπαγέντες ἐπὶ τοῖς λαληθεῖσι, κάτω βαλόντες τὰς κεφαλὰς ἐσίγησαν ἐπὶ ὥραν ἱκανήν. Καὶ ἀνακύψας, καὶ τῷ ἀββᾷ Μαξίμῳ ἀτενίσας ΘΕΟΔ. ἐπίσκοπος, εἶπεν· Ἡμεῖς ἀντιφωνοῦμέν σοι, τὸν δεσπότην ἡμῶν τὸν βασιλέα, ὅτι, σοῦ κοινωνοῦντος, κουφίζει τὸν τύπον. ΜΑΞ. Πολὺ ἀπεχόμεθα ἀπ' ἀλλήλων ἀκμήν· τί ποιοῦμεν περὶ τῆς συνοδικῶς βεβαιωθείσης φῶνῆς, τοῦ ἐνὸς θελήματος, ἐπ' ἐκβολῇ πάσης ἐνεργείας ὑπὸ Σεργίου καὶ Πύῤῥου; ΘΕΟΔ. Ἐκεῖνος χάρτης κατηνέχθη καὶ ἀπεβλῆθη. ΜΑΞ. Κατηνέχθη ἐκ τῶν λιθίνων τοίχων, οὐ μὴν ἐκ τῶν νοερῶν ψυχῶν. Δέξονται τὴν κατάκρισιν τούτων, τὴν ἐν Ῥώμη συνοδικῶς ἐκτεθεῖσαν δι' εὐσεβῶν δογμάτων τε καὶ κανόνων, καὶ λέλυται τὸ μεσότοιχον, καὶ προτροπῆς οὐ δεόμεθα. ΘΕΟΔ. Οὐκ ἔῤῥοται συνόδος ἐν Ῥώμῃ, ἐπειδὴ χωρὶς κελεύσεως γέγονε βασιλέως. (0635A) ΜΑΞ. Εἰ τὰς γενομένας συνόδους αἱ κελεύσεις τῶν βασιλέων κυροῦσιν, ἀλλ' οὐχὶ εὐσεβὴς πίστις, δέξωνται καὶ τὰς κατὰ τοῦ ὁμοουσίου γενομένας συνόδους, ἐπειδὴ κελεύσει βασιλέων γεγόνασι· φημὶ δὲ, τὴν ἐν Τύρῳ, τὴν ἐν Ἀντιοχεία, τὴν ἐν Σελευκεία, τὴν ἐν Κωνσταντινουπόλει ἐπὶ Εὐδοξίου τοῦ Ἀρειανοῦ, τὴν ἐν Νίκῃ τῆς Θρᾴκης, τὴν ἐν τῷ Σερμίῳ· καὶ μετὰ ταύτας πολλοῖς ὕστερον χρόνοις, τὴν ἐν Ἐφέσῳ δεύτερον, ἧς ἐξῆρχε Διόσκορος· ὅλας γὰρ ταύτας κέλευσις βασιλέων ἤθροισε, καὶ ὅμως πᾶσαι κατεκρίθησαν διὰ τὴν ἀθεΐαν τῶν κυρωθέντων ἀσεβῶς δόγμάτων. (0635B) Διὰ τὶ δὲ οὐκ ἐκβάλλετε τὴν καθελοῦσαν Παῦλον τὸν Σαμοσατέα ἐπὶ τῶν ἁγίων καὶ μακαρίων πατέρων, Διονυσίου τοῦ πάπα Ῥώμης, καὶ Διονυσίου τοῦ Ἀλεξανδρείας, καὶ Γρηγορίου τοῦ Θαυματουργοῦ, τοῦ τῆς αὐτῆς ἄρξαντος συνόδου, ἐπειδὴ μὴ γέγονε κελεύσει βασιλέως; Ποῖος δὲ κανὼν διαγορεύει, μόνας ἐκείνας ἐγκρίνασθαι συνόδους, τὰς κελεύσει βασιλέως ἀθροισθείσας, ὅλως κελεύσει βασιλέως πάντας τὰς συνόδους ἀθροίζεσθαι; Ἐκείνας οἶδεν ἁγίας καὶ ἐγκρίτους συνόδους εὐσεβὴς τῆς Ἐκκλησίας κανὼν, ἃς ὀρθότης δογμάτων ἔκρινεν. (0635C) Ἀλλὰ καθὼς οἶδεν δεσπότης μου, καὶ ἄλλους διδασκει, δεύτερον γίνεσθαι σύνοδον κατὰ πᾶσαν ἐπαρχίαν τοῦ ἔτους κανὼν διηγόρευσε, κελεύσεως βασιλικῆς μηδεμίαν μνήμην πεποιημένος, ἐπ' ἀσφαλείᾳ τῆς σωτηριώδους ἡμῶν πίστεως, καὶ διορθώσει πάντων τῷ θείῳ τῆς ἐκκλησίας νόμῳ [μὴ συναινούντων] κεφαλαίων.

ΘΕΟΔ. Ὡς λέγεις ἐστίν· τῶν δογμάτων ὀρθότης ἐγκρίνει τὰς συνόδους· πλὴν οὐ δέχῃ τὸν λίβελλον Μηνὰ, ἐν μίαν θέλησιν καὶ μίαν ἐνέργειαν τοῦ Χριστοῦ ἐδογμάτισεν; ΜΑΞ. Μὴ δῷ Κύριος Θεός. Ὑμεῖς οὐ δέχεσθε, ἀλλ' ἐκβάλλεσθε πάντας τοὺς διδασκάλους, τοὺς μετὰ τὴν ἁγίαν ἐν Χαλκηδόνι συνόδον, τοὺς ἀγωνισαμένους κατὰ τῆς τοῦ Σεβήρου μιαρίας· κᾀγὼ ἔχω δέξασθαι τὸν λίβελλον Μηνᾶ, τοῦ γενομένου μετὰ τὴν συνόδον, δι' οὗ συνηγορεῖ προφανῶς Σεβήρῳ, καὶ Ἀπολιναρίῳ, καὶ Μακεδονίῳ, καὶ Ἀρείῳ, καὶ πάσῃ αἱρέσει, καὶ κατηγορεῖ τῆς συνόδου; μᾶλλὸν δὲ τελείως ἐκβάλλει, δι' ὧν ἐδογμάτισε; ΘΕΟΔ. Τί οὖν, ὅλως οὐ δέχῃ μίαν ἐνέργειαν; ΜΑΞ. (0635D) Καὶ τίς λέγει μίαν ἐνέργειαν τῶν ἐγκρίτων διδασκάλων;

Καὶ ἤγαγε Θεοδόσιος τὰς ψευδωνύμως παρ' αὐτῶν περιφερομένας Ἰουλίου τοῦ Ῥώμης, καὶ τοῦ Θαυματουργοῦ Γρηγορίου, καὶ Ἀθανασίου τῶν ἁγίων χρήσεις, καὶ ἀνέγνω αὐτάς. ΜΑΞ. Φοβηθῶμεν δὴ τὸν Θεὸν, καὶ μὴ θελήσωμεν παροργίσαι αὐτὸν, ἐπὶ τῇ παραγωγῇ τῶν αἱρετικῶν χρήσεων. Οὐδεὶς ἀγνοεῖ ταύτας εἶναι τοῦ δυσσεβοῦς Ἀπολιναρίου. Εἰ μὲν ἄλλας ἔχεις, δεῖξον. Ἐπεὶ ταύτας προφέροντες, πλεῖον πείθετε πάντας, ὅτι κατ' ἀλὴθειαν Ἀπολιναρίου τοῦ δυσσεβοῦς, καὶ τῶν ὁμοφρόνων αὐτῷ κακοδοξίαν ἐνοσήσατε.

Καὶ τροφέρει αὐτὸς ἐπίσκοπος Θεοδόσιος, ἐπ' ὀνόματι τοῦ Χρυσοστόμου δύο χρήσεις, ἅς ἀναγνοὺς ἀββᾶς ΜΑΞ. (0637A) ἔφη· Αὐταὶ Νεστορίου εἰσὶ τοῦ νοσήσαντος ἐπὶ Χριστοῦ τὴν προσωπικὴν δυάδα. Καὶ εὐθέως θυμῷ ζέσας ἐπίσκοπος εἶπε· Κῦρι μοναχὲ, Σατανὰς ἐλάλησε διὰ τοῦ χαλινοῦ σου. ΜΑΞ. Μὴ λυπηθῇ δεσπότης μου πρὸς τὸν δοῦλον αὐτοῦ. Καὶ λαβὼν, εὐθέως ἔδειξεν αὐτῷ τὰς αὐτάς φωνὰς οὖσας Νεστορίου, καὶ ἐν ποίοις λόγοις αὐτοῦ κειμένας. ΘΕΟΔ. Θεὸς οἶδεν, ἀδελφὲ, τὰς χρήσεις ταύτας πατριάρχης μοι δέδωκε· πλὴν ἰδοὺ, τὰς μὲν Ἀπολιναρίου εἶπας, τὰς δὲ Νεστορίου· Καὶ παραγάγων τὴν τοῦ ἁγίου Κυρίλλου χρῆσιν τὴν λέγουσαν· « Μίαν τε καὶ συγγενῆ, καὶ δι' ἀμφοῖν ἐπιδεικνὺς ἐνέργειαν, » εἶπε· Τί πρὸς ταῦτα λέγεις; ΜΑΞ. (0637B) Εἰσί τινες δείξαντες αὐτὴν κατ' ἀλήθειαν κατὰ προσθήκην τεθεῖσαν ἐν τῇ ἑρμηνείᾳ τοῦ Εὐαγγελίου, τῇ γενομένῃ ἐκ τοῦ ἁγίου τούτου Πατρὸς, ὑπὸ Τιμοθέου τοῦ Ἐλούρου· ἔστω δὲ καθ' ὑμᾶς αὐτοῦ· ἐξετάσωμεν τοίνυν τὴν διάνοιαν τῶν πατρικῶν φωνῶν, καὶ γνωσομετα τὴν ἀλήθειαν. ΘΕΟΔ. Τοῦτο οὐ συγχωρῶ γενέσθαι. Ἁπλὰς γὰρ τὰς φωνὰς ἀνάγκην ἔχεις δέξασθαι. ΜΑΞ. Εἰπέ μοι τὴν διαφορὰν, ἱκέσιος γενόμενος, τῶν ἁπλῶν φωνῶν πρὸς τὰς ποικίλας. ΘΕΟΔ. Ἵμα ὥς ἐστι τὴν φωνὴν δέξῃ, καὶ μὴ ἐρευνήσῃς τὴν διάνοιαν αὐτῆς.) ΜΑΞ. Προφανῶς καινοὺς καὶ ξένους τῆς Ἐκκλησίας καὶ περὶ τῶν φωνῶν εἰσάγετε θεσμοὺς. Εἰ καθ' ὑμᾶς οὐ δεῖ ἐρευνᾷν τὰς φωνὰς τῶν γραφῶν καὶ τῶν πατέρων, ἐκβάλλομεν πᾶσαν τὴν γραφὴν τὴν παλαιὰν καὶ τὴν καινήν. Ἠκούσαμεν γὰρ λέγοντος τοῦ Δαβίδ· « Μακάριοι, οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ, ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτὸν· » ὡς μηδενὸς χωρὶς ἐρεύνης δυναμένου ἐκζητῆσαι τὸν Θεὸν. Καὶ πάλιν. (0637C) « Συνέπισόν με, καὶ ἐξερευνήσω τὸν νόμον σου, καὶ φυλάξω αὐτὸν ἑν ὅλῃ καρδίᾳ μου, » Ὡς τῆς ἐρεύνης ἀγούσης ἐπὶ τὴν γνῶσιν τοῦ νόμου, καὶ τῆς γνώσεως πόθῳ πειθούσης τοὺς ἀξίους ἐν καρδίᾳ αὐτῶν φυλάξαι, διὰ τῆς πληρώσεως τῶν ἐν αὐτῷ κειμένων ἁγίων ἐντολῶν. (0637D) Καὶ πάλιν· « Θαυμαστὰ τὰ μαρτύριά σου, διὰ τοῦτο ἐξηρεύνησεν αὐτὰ ψυχή μου· » Τί δὲ, παραβολὰς καὶ αἰνίγματα καὶ σκοτεινοὺς λόγους ἐρευνᾷν ἡμᾶς βούλεται παροιμιακὸς λόγος; Τί δέ Κύριος ἐν παραβολαῖς λαλῶν βούλεται νοεῖν τοὺς μαθητὰς, διδάσκων τῶν παραβολῶν τὴν διάνοιαν; Τί δὲ προστάσσων· « Ἐρευνᾶτε τὰς γραφὰς, » ὠς μαρτυρούσας περὶ αὐτοῦ; Τί δὲ τῶν ἀποστόλων κορυφαῖος Πέτρος διδάσκειν βούλεται· « Περὶ ἧς σωτηρίας ἐξεζήτησαν, καὶ ἐξηρεύνησαν προφῆται, » λέγων; Τί δὲ Παῦλος θεῖος ἀπόστολος, λέγων· « Εἰ κεκαλυμμένον ἐστὶ τὸ Εὐαγγέλιον, ἀλλ' ἐν τοῖς ἀπολλυμένοις, ὧν Θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τοὺς ὀφθαλμοὺς τῆς διανοίας αὐτῶν, εἰς τὸ μὴ διαυγάσαι αὐτοῖς τὸν φωτισμὸν τῆς γνώσεως τοῦ Χριστοῦ; » Ὡς ἔοικεν, ἐξομοιωθῆναι ἡμᾶς βούλεσθε τοῖς Ἰουδαίοις, οἵ τινες ἁπλαῖς φωναῖς, ὡς λέγετε, τουτέστι μόνῳ τῳ γράμματι ὥσπέρ τινι φορυτῷ ἐγχώσαντες τὸν νοῦν, ἐξέπεσαν τῆς ἀληθείας, τὸ κάλυμμα ἔχοντες ἐν ταῖς καρδίαις αὑτῶν, τοῦ μὴ νοῆσαι τὸ κύριον πνεῦμα, τὸ ἐγκεκρυμμένον τῷ γράμματι, περὶ οὖ φησῖ· « Τὸ μὲν γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα, ζωοποιεῖ. » Πληροφορηθῇ δεσπότης μου, ὅτι ἐγὼ οὐκ ἀνέχομαι δέξασθαι φωνὴν χωρὶς τῆς ἐγκειμένης αὐτῇ διανοίας, ἵνα μὴ γένωμαι προφανὴς Ἰουδαῖος. (0639A)

Τοῦτο δὲ ἀκούσας ΘΕΟΔ. εἶπεν· Μίαν ἐνέργειαν τοῦ Χριστοῦ υποστατικὴν ὀφείλομεν λέγειν. ΜΑΞ. Σκοπήσωμεν τὸ τικτόμενον ἐκ τούτου κακὸν, καί φύγωμεν τὴν ξένην ταύτην. φωνήν. Μόνων γὰρ αἱρετικῶν πολυθεούντων ἐστίν. Εἰ γὰρ ὑποστατικὴν λέγομεν τοῦ Χριστοῦ τὴν μίαν ἐνέργειαν, οὐ συμβαίνει δὲ κατὰ τὴν ὑπόστασιν τῷ Πατρὶ καὶ Πνεύματι Υἱὸς, δῆλον ὅτι οὔτε κατὰ τὴν ὑποστατικὴν ἐνέργειαν· ἀναγκαζόμεθα δὲ ὥσπερ τῷ Υἱῷ, οὔτω καὶ τῷ Πατρὶ καὶ τῷ Πνεύματι ὑποστατικὰς ἐνεργείας ἀπονεῖμαι· καὶ καθ' ὑμᾶς, τέσσαρας ἐνεργείας ἕξει μακαρία θεότης· τρεῖς ἀφοριστικὰς τῶν ἐν οἶς ἐστι προσώπων, καὶ μίαν κοινὴν σημαντικὴν τῆς κατὰ φύσιν τῶν τριῶν ὑποστάσεων κοινότητος· Καὶ κατὰ τοὺς Πατέρας, εἴπερ αὐτῶν δεχόμεθα τὴν διδασκαλίαν, τετραθεΐαν νοσήσομεν. (0639B) Φυσικὴν γὰρ, ἀλλ' οὐχ ὑποστατικὴν πᾶσαν εἶναι διαγορεύουσιν ἐνέργειαν. Καὶ εἰ τοῦτο ἔστιν ἀληθῶς, ὡς οὖν καὶ ἔστι, τέσσαρας φύσεις, τέσσαρας θεοὺς, διαφέροντας ἀλλήλων ὑποστάσει τε καὶ φύσει δειχθησόμεθα λέγοντες. Πλὴν, τίς εἶδεν ἐθεώρησεν ἰδιάζουσαν ἐνέργειαν οἰουδήποτε, τῶν ὑπὸ τὸ εἶδος ἀγομένων, καὶ ὑπὸ τὸν κοινὸν ὁρισμὸν τοῦ εἴδους φύσει ταττομένων; Οὐδέποτε γὰρ γίνεται τὸ φύσει κοινὸν, ἑνὸς καὶ μόνου τινὸς ἴδιον, τὰ γὰρ ὑποστατικὰ σήμαντρα, οἷον, γρυπότης, σιμότης, γλαυκότης, ψεδνότης, καὶ ὅσα τοιαῦτα, ἀφοριστικά εἰσι συμβεβηκότα τῶν ἀριθμῶν ἀλλήλων διαφερόντων. Πᾶς γὰρ ἄνθρωπος ὥς τι τὴν φύσιν ὢν, ἀλλ' οὐχ ὥς τις τὴν ὑπόστασιν, ἐνεργεῖν πέφυκε, κατά τε τὸν ἰδιώτατα καὶ κοινῶς νοούμενόν τε καὶ λεγόμενον κατηγορικὸν λόγον. Οἷον τὸ ζῶον, τὸ λογικὸν, τὸ θνητὸν, ὅπέρ ἐστι τοῦ καθ' ἡμᾶς γενικοῦ λόγου. (0639C) Πάντες γὰρ τῆς αὐτῆς μετέχομεν ζωῆς, τῆς αὐτῆς λογικότητος, καὶ τῆς αὐτῆς ῥοῆς καὶ ἀποῤῥοῆς· καὶ τοῦ καθέζεσθαι, καὶ ἵστασθαι, καὶ λαλεῖν, καὶ σιγᾷν, καὶ ὁρᾷν, καὶ ἀκούειν, καὶ ἅπτεσθαι· ἀπέρ εἰσι τοῦ κοινοῦ ἐφ' ἡμῶν νοουμένου λόγου. Οὐ δεῖ οὖν καινοτομεῖν φωνὰς μὴ ἐχούσας ἰσχὺν γραφικὴν πατρικὴν φυσικὴν, ἀλλὰ ξένην, καὶ διαστροφαῖς ἀνθρώπων ἐξηυρημένην. Πλὴν δεῖξὸν μοι ταύτην κειμένην ἐν οἱῳδήποτε Πατρὶ, καὶ πάλιν τὸν νοῦν τοῦ ταύτην εἰρηκότος ἐπιζητοῦμεν. (0639D)

ΘΕΟΔ. Τί οὖν; οὐ δεῖ παντελῶς ἐπὶ Χριστοῦ λέγειν μίαν ἐνεργείαν; ΜΑΞ. Κατὰ τὴν ἁγίαν γραφὴν, καὶ τοὺς ἁγίους Πατέρας, οὐδὲν τοιοῦτον λέγειν παρελάβομεν· ἀλλ' ὥσπερ δὺο φύσεις τὸν Χριστὸν τὰς ἐξ ὧν ἐστιν, οὕτως καὶ τὰς φυσικὰς αὐτοῦ θλήσεις καὶ ἐνεργείας καταλλήλως αὐτῷ, ὁμοῦ τε φύσει Θεῷ καὶ ἀνθρώπῳ ὅντι τῶ αὐτῷ, πιστεύειν καὶ ὁμολογεῖν ἐπετράπημεν. ΘΕΟΔ. Ὄντως, δέσποτα, καὶ ἡμεῖς ὁμολογοῦμεν καὶ τὰς φύσεις καὶ διαφόρους ἐνεργείας, τουτέστι, θείαν τε καὶ ἀνθρωπίνην· καὶ θελητικὴν αὐτοῦ τὴν θεότητα, καὶ θελητικὴν αὐτοῦ τὴν ἀνθρωπότητα· ἐπειδὴ οὐκ ἄνευ θελήσεως ἦν ψυχὴ αὐτοῦ. Δύο δὲ οὐ λέγομεν, ἵνα μὴ μαχόμενον αὐτὸν αὑτῷ εἰσαγάγωμεν. ΜΑΞ. (0641A) Τί οὖν; δύο φύσεις λέγοντες, μαχομένας αὐτὰς εἰσάγετε διὰ τὸν ἀριθμόν; ΘΕΟΔ. Οὔ. ΜΑΞ. Τί οὖν; φύσεσιν ἐπιφημιζόμενος ἀριθμὸς οὐ διαιρεῖ, ἀλλ' ἐπὶ θελήσεων καὶ ἐνεργειῶν λεγόμενος, διαιρέσεως ἔχει δυνάμιν; ΘΕΟΔ. Πάντως· καὶ οἱ Πατέρες ἐπὶ θελήσεων καὶ ἐνεργειῶν οὐκ εἶπον, φεύγοντες τὴν διαὶρεσιν, ἀλλ' ἄλλην καὶ ἄλλην, καὶ θείαν καὶ ἀνθρωπίνην, καὶ διπλῆν καὶ διττήν· καὶ ὡς εἶπαν λέγω, καὶ ὡς εἰρήκασι λέγω.

ΜΑΞ. Διὰ τὸν Χύριον. (0641B) Ἐάν τίς σοι εἴπῃ, ἄλλην καὶ ἄλλην, πόσας νοεῖς; θείαν καὶ ἀνθροπίνην, ποσὰς νοεῖς; διπλῆν καὶ διττὴν, πόσας νοεῖς; ΘΕΟΔ. Οἶδα πῶς νοῶ, δύο δὲ οὐ λέγω. Τότε στραφεὶς ἀββᾶς ΜΑΞΙΜΟΣ πρὸς τοὺς ἄρχοντας, εἶπε· Διὰ τὸν Κύριον· ἐὰν ἀκούσητε μίαν καὶ μίαν, ἄλλην καὶ ἄλλην, δὶς δύο, δὶς πέντε, τί νοοῦντες τοῖς λέγουσιν ἀποκρίνεσθε; Καὶ εἶπαν· Ἐπειδὴ ὥρκισας ἡμᾶς, τὸ μίαν, δύο νοοῦμεν· καὶ ἄλλην καὶ ἄλλην, δύο νοοῦμεν· καὶ δὶς δύο, τέσσαρα νοοῦμεν· ὁμοίως καὶ δὶς πέντε, δέκα νοοῦμεν. Καὶ ὥσπερ αἰδεσθεὶς ΘΕΟΔΟΣΙΟΣ τὴν ἀπόκρισιν ἐκείνων, εἶπε· Τὸ μὴ εἰρημένον τοῖς Πατράσιν, οὐ λέγω. Καὶ λαβὼν εὐθέως ἀββᾶς ΜΑΞΙΜΟΣ τὴν βίβλον τῶν πεπραγμένων τῆς ἁγίας ἀποστολικῆς συνόδου, ἔδειξε τοὺς ἁγίους Πατέρας τὰς δύο θελήσεις καὶ ἐνεργείας τοῦ Σωτῆρος ἡμῶν καὶ Θεοῦ Ἰησοῦ Χριστοῦ διαῤῥήδην λέγοντας. Ἢν λαβὼν βίβλον τῶν πεπραγμένων ἐξ αὐτοῦ Θεοδόσιος ὕπατος, ἀνέγνω καὶ αὐτὸς πάσας τὰς χρήσεις τῶν Πατέρων. Καὶ τότε ἀποκριθεὶς ΘΕΟΔ. (0641C) ἐπίσκοπος εἶπεν· Θεὸς οἶδεν, εἰ μὴ προσωπικῶς τὰ ἀναθέματα ἔθεκεν σύνοδος αὔτη, πλεῖον παντὸς ἀνθρώπου ἐδεχόμην αὐτήν. Ἀλλ' ἵνα μὴ χρονοτριβῶμεν ἐνταῦθα, εἴ τι εἶπαν οἱ Πατέρες, λέγω, καὶ ἐγγράφως εὐθέως ποιῶ, δύο φύσεις, καὶ δύο θελήματα καὶ δύο ἐνεργείας· καὶ εἴσελθε μεθ· ἡμῶν κοινωνήσων, καὶ γενέσθω ἕνωσις.

ΜΑΞ. Δέσποτα, ἐγὼ οὐ τολμῶ δέξασθαι συγκατάθεσιν παρ' ὑμῶν ἔγγραφον περὶ τοιούτου πράγματος, ψιλὸς ὑπάρχων μοναχός· ἀλλ' ἐὰν κατένυξεν ὑμᾶς Θεὸς, τὰς τῶν ἁγίων Πατέρων δέξασθαι φωνὰς, καθὼς ἀπαιτεῖ κανὼν, πρὸς τὸν Ῥώμης περὶ τούτου ἐγγράφως ἀποστείλατε· ἤγουν βασιλεὺς, καὶ πατριάρχης καὶ κατ' αὐτὸν σύνοδος. Ἐγὼ γὰρ οὐδὲ τούτων γινομένων κοινωνῶ, ἀναφερομένων τῶν ἀναθεματισθέντων ἐπὶ τῆς ἁγίας ἀναφορᾶς. Φοβοῦμαι γὰρ τὸ κατάκριμα τοῦ ἀναθέματος. ΘΕΟΔ. (0641D) Θεὸς οἶδεν, οὐ καταγινώσκω σου φοβουμένου· ἀλλ' οὔτε ἄλλός τις. Ἀλλὰ δὸς ἡμῖν βουλὴν διὰ τὸν Κύριον, ἐάν ἐστι τοῦτο δυνατὸν γενέσθαι. ΜΑΞ. Ποίαν βουλὴν ἔχω ὑμῖν περὶ τούτου δοῦναι; ᾽Υπάγετε, ψηλαφήσατε ἑάν τι τοιοῦτον γέγονέ ποτε, καὶ μετὰ θάνατον ἀπελύθη τίς τοῦ περὶ τὴν πίστιν ἐγκλήματος, καὶ τοῦ ἐξενεχθέντος κατ' αὐτοῦ κατακρίματος. Καὶ καταδέξηται βασιλεὺς καὶ πατριάρχης μιμήσασθαι τοῦ Θεοῦ τὴν συγκατάβασιν. Καὶ ποιήσωσιν, μὲν κέλευσιν παρακλητικὴν, δὲ συνοδικὴν δέησιν πρὸς τὸν πάπαν Ῥώμης· Καὶ πάντως εἴπερ εὐρεθείη τροπος ἐκκλησιαστικὸς, τοῦτο ἐπιτρέπων διὰ τὴν ὀρθὴν ὁμολογίαν τῆς πίστεως, συμβιβάζεται ὑμῖν περὶ τούτου. (0643A)

ΘΕΟΔ. Τοῦτο πάντως γίνεται, ἀλλὰ δός μοι λόγον, ὅτι ἐὰν ἐμὲ πέμπωσιν, ἔρχῃ μετ' ἐμοῦ. ΜΑΞ. Δέσποτα, συμφέρει σοι τὸν σύνδουλόν μου τὸν ἐν Μεσημβρίᾳ λαβεῖν μεθ' ἑαυτοῦ, ἤπερ ἐμέ. Ἑκεῖνος γὰρ τὴν γλῶσσαν οἶδε, καὶ αἰδοῦνται αὐτὸν ἀξίως, τοσούτους χρόνους κολαζόμενον, διά τε τὸν Θεὸν, καὶ τὴν κρατοῦσαν ὀρθὴν πίστιν ἐν τῷ κατ' αὐτοὺς θρόνῳ. ΘΕΟΔ. Ἀψιμαχίας διαφόρους πρὸς ἀλλήλους ἔχομεν, καὶ οὐχ ἡδέως ἔχω μετ' ἐκείνου ἀπελθεῖν. ΜΑΞ. Δέσποτα, ἐπὰν ἔδοξε τοῦτο γενέσθαι, ἔκβασις γένηται τῶν δοξάντων, καὶ ὅπου βούλεσθε, ἀκολουθῶ ὑμῖν. (0643B) Καὶ ἐπὶ τούτῳ ἀνίστησαν πάντες μετὰ χαρᾶς καὶ δακρύων· καὶ ἔβαλον μετάνοιαν, καὶ εὐχὴ ἐγένετο· καὶ ἔκαστος αὐτῶν τὰ ἅγια Εὐαγγέλια, καὶ τὸν τίμιον σταυρὸν, καὶ τὴν εἰκόνα τοῦ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τῆς δεσποίνης ἡμῶν, τῆς αὐτὸν τεκούσης παναγίας θεοτόκου ἠσπάσαντο, τεθεικότες καὶ τὰς ἰδίας χεῖρας ἐπὶ βεβαιώσει τῶν λαληθέντων.

Εἶτα μικρὸν ὁμιλήσαντες πρὸς ἀλλήλους περὶ τοῦ κατὰ Θεὸν βίου, καὶ τῆς θείων ἐντολῶν τηρήσεως, στραφεὶς ΘΕΟΔ. ἐπίσκοπος πρὸς τὸν ἀββᾶν Μάξιμον, εἶπεν· Ἰδοὺ, πάντα διαλέλυται τὰ σκάνδαλα, καὶ γέγονεν εἰρήνη διὰ τοῦ Θεοῦ, καὶ γενήσεται· Ἀλλὰ διὰ τὸν Κύριον, μὴ κρύψῃς με· οὐ λέγεις καθ' οἱονδήποτε τρόπον μίαν θέλησιν, καὶ μίαν ἐνεργείαν ἐπὶ Χριστοῦ; ΜΑΞ. Οὐκ ἐνδέχεταί με τοῦτο εἰπεῖν ποτε καὶ λέγω τὴν αἰτίαν, ἐπειδδὴ ξένη ἐστὶν φωνὴ τοῖς ἁγίοις Πατράσι, δύο φύσεων μίαν λέγειν θέλησιν καὶ ἐνέργειαν. (0643C) Εἶτα δὲ, διὰ παντὸς τρόπου τοῦτο λέγων, εὐρίσκει εὐθυβόλως ὑπαντῶσαν αὑτῷ τὴν ἀτοπίαν. Ἐὰν γὰρ εἴπω φυσικὴν, φοβοῦμαι τὴν σύγχυσιν. Ἐὰν εἵπω ὑποστατικὴν, διαιρῶ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος τὸν Υἱὸν, καὶ τρεῖς θελήσεις εἰσάγων φανήσομαι, μὴ συμβαινούσας ἀλλήλαις, ὥσπερ καὶ τὰς ὑποστάσεις. Ἐὰν εἴπω τὴν ὡς ἑνὸς μίαν θέλησιν καὶ ἐνέργειαν, ἀναγκάζομαι καὶ τὴν ὡς ἑνὸς τοῦ Πατρὸς, καὶ τὴν ὡς ἐνὸς τοῦ Πνεύματος εἰπεῖν, κᾂν μὴ θέλω, θέλησιν καὶ ἐνέργειαν· καὶ εὑρεθήσεται εἰς πολυθεΐαν ἐκπίπτων λόγος. Ἐὰν εἴπω σχετικὴν, τὴν Νεοτορίου εἰσάγω προσωπικὴν διαίρεσιν. Ἐὰν εἴπῳ παρὰ φύσιν, φθείρω τὴν ὕπαρξιν τοῦ θέλοντος· φθορὰ γὰρ τῇ φύσει, τὸ παρὰ φύσιν ἐστὶ, καθὼς οἱ Πατέρες εἰρήκασι. (0643D)

ΘΕΟΔ. Μίαν διὰ τὴν ἔνωσιν τοῦ Σωτῆρος ἡμῶν θέλησιν, πάντῃ τε καὶ πάντως ὀφείλομεν λέγειν, καθάπερ Σέργιος καὶ Πύῤῥος, ὡς οἶμαι καλῶς νενοηκότες γεγράφασι. ΜΑΞ. Εἶ κελεύεις, δέσποτα, δέξαι μου περὶ τούτου δύο ῥήματα· εἰ διὰ τὴν ἕνωσιν μία τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν, καθάπερ Σέργιος καὶ Πύῤῥος καὶ Παῦλος γεγράφασι, γέγονε θέλησις, ἑτεροθελὴς κατ' αὐτοὺς ἐσται Υἱὸς τῷ Πατρὶ, διά τὴν φύσιν, ἀλλ' οὐ διὰ τὴν ἕνωσιν, μίαν κατὰ τὸν Υἱὸν ἔχοντι θέλησιν, εἴπερ οὐ ταυτόν ἐστιν ἕνωσις καὶ φύσις. (0645A) Εἰ διὰ τὴν ἕνωσιν μία κατ' αὐτοῦ τοῦ Σωτῆρος ἣμῶν γέγονε θέλησις, αἰτίαν αὐτῆς ἕξει πάντως τὴν ἕνωσιν, ἀλλ' οὐδετέραν τῶν ἐξ ὧν ἐστι φύσιν, καὶ σχέσεως κατ' αὐτοὺς ἔσται προδήλως θέλησις, ἀλλ' οὐ φήσεως· σχέσιν γὰρ, ἀλλ' οὐ φύσιν τῆς ἀληθείας τὴν ἕνωσιν ἐπίσταται λόγος. Εἰ διὰ τὴν ἔνωσιν, ὡς ἔφασαν, μία τοῦ Σωτῆρος ἡμῶν γεγένηται θέλησις, ποίᾳ θελήσει φασὶν αὐτὴν γεγενῆσθαι τὴν ἕνωσιν; Οὐ γὰρ δήπου τῇ δι' αὐτὴν γενομένῃ φαῖεν ἄν ἀληθείας φροντίζοντες, καὶ τὸ παράλογον φεύγοντες. Εἰ διὰ τὴν ἔνωσιν μία τοῦ Σωτῆρος γεγένηται θέλησις, δῆλον ὅτι πρὸ τῆς ἑνώσεως, πολυτελὴς ἦν, παντελῶς ἀθελής. Καὶ εἰ μὲν πολυθελὴς ἦν, μείωσιν τῶν πολλῶν, πρὸς μίαν σταλεὶς ὑπέμεινε θέλησιν, καὶ τροπῆς προφανῶς ἐδέξατο πάθος, τὴν τῶν προσουσῶν αὐτῷ φυσικῶς πολλῶν θελήσεων μείωσιν. Εἰ δὲ παντάπασιν ἦν ἀθελὴς, κρείττονα τῆς φύσεως ἀπέφῃνεν οὖσαν τὴν ἔνωσιν ἐξ ἧς ἐπορίσατο θέλησιν, ἣν φύσις ἠπόρησε. (0645B) Καὶ πάλιν τρεπτὸς ἀπέφῃνε, τὸ μὴ τῇ φύσει προσὸν αὐτῷ, σχέσει κτησάμενος. Εἰ διὰ τὴν ἔνωσιν μία τοῦ Σωτῆρος ἡμῶν καθ' ἕτερον τῶν ἐξ ὧν ἐστι γέγονε θέλησις, πρόσφατος γέγονε θελήσει Θεὸς, αὐτὸς διὰ τὴν ἕνωσιν τῇ φύσει μένων ἀΐδιος· καὶ ἄναρχος ἄνθρωπος τῇ θελήσει, μένων τῇ φύσει πρόσφατος· Ὅπερ ἀδύνατον, ἵνα μὴ λέγω δυσσεβές. (0645C) Εἰ διὰ τὴν ἕνωσιν μία τῶν φύσεων γέγονε θέλησις, τὶ δήποτε διὰ τὴν αὐτὴν αἰτίαν, μία τῶν φύσεων οὐ γέγονε φύσις;

Καὶ διακόψας ἐπὶ τούτοις τὴν τοῦ λόγου φορὰν ΘΕΟΔ. ἐπίσκοπος, εἶπε· Τί τοίνυν διὰ τὴν ἕνωσιν γέγονεν, εἰ μηδὲν τούτων γεγένηται δι' αὑτήν; ΜΑΞ. Ἔνσαρκον ἔδειξεν ἀψευδῶς γεγονότα τὸν ἄσαρκον· αὐτὸν φύσει Θεὸν, καὶ τὸν τῶν ὁλων δημιουργὸν, φύσει γενομένον ἄνθρωπον ἀριδήλως παρέστησεν, οὐ τροπῇ φύσεως, μειώσει τινὸς τῶν τῆς φύσεως, ἀλλ' ἀληθεῖ προσλήψει νοερῶς ἐψυχωμένης σαρκὸς, ἤγουν ἀνελλιποῦς ἀνθρωπότητος, παντὸς προπατορικοῦ καθαρᾶς κατὰ φύσιν ἐγκλήματος. Καὶ τῷ κατ' ἀπαλλαγγὴν λόγῳ, τὸ θαυμάσιον ὄντως καὶ πᾶσι κατάπληκτον, ὅλον ἐν τοῖς ἀνθρωπίνοις Θεὸν τὸν αὐτὸν ὁλοκλήρως μένοντα τῶν ἰδίων ἐντὸς, ὅλον ἐν τοῖς θείοις ἄνθρωπον, ὁλοκλήρως μένοντα τῶν ἰδίων ἀνέκπτωτον. (0645D) Περιχώρησις γὰρ εἰς ἀλλήλας τῶν φύσεων καὶ τῶν αὐταῖς προσόντων φυσικῶν, κατὰ τὴν τῶν θεηγόρων Πατέρων ἡμῶν διδασκαλίαν, ἀλλ' οὐ μεταχώρησις μείωσις διὰ τὴν ἔνωσιν γέγονεν, ὅπερ ἴδιόν ἐστι τῶν σύγχυσιν κακούργως ποιουμένων τὴν ἕνωσιν, καὶ διὰ τοῦτο τοῖς καινισμοῖς πολυτρόπως ἐμφυρωμένων, καὶ δι' ἀπορίαν τοῦ κατ' αὐτοὺς λόγου σταθηρότητος διωκόντων τοὺς εὐσεβεῖς.

Ὥν ἀκούσας ΘΕΟΔ. ἐπίσκοπος, ἔδοξε μετὰ τῶν λοιπῶν τῶν σὺν αὐτῷ παραγενομένων, τὸ λεχθὲν ἀποδέχεσθαι. (0647A) Καὶ πάλιν αὐτὸς ἐπίσκοπος πρὸς τὸν ἀββᾶν Μάξιμον φησιν· Ποίῃσον ἀγάπην· τί ἐστιν ὅπερ εἶπας ἡμῖν, ὅτι οὐδεὶς ὥς τις τὴν ὑπόστασιν, ἀλλ' ὥς τι τὴν φύσιν ἔνεργεῖ; προΐεται γάρ μοι νοήσαντι τὸ λεχθέν. ΜΑΞ. Οὐδεὶς ὥς τις τὴν ὑπόστασιν ἐνεργεῖ, ἀλλ' ὥς τι τὴν φύσιν· οἷον, Πέτρος καί Παῦλος ἐνεργοῦσιν, ἀλλ' οὐ Πετρικῶς καὶ Παυλικὼς, ἀλλ' ἀνθρωπικῶς. Ἄμφω γὰρ ἄνθρωποι φυσικῶς κατὰ τὸν κοινὸν καὶ ὁριστικὸν τῆς φύσεως λόγον· ἀλλ' οὐχ ὑποστατικῶς κατὰ τὸν ἰδίως ποῖον. Ὡσαύτως Μιχαὴλ καὶ Γαβριὴλ ἐνεργοῦσιν, ἀλλ' οὐχὶ Μιχαηλικῶς καὶ Γαβριηλικῶς, ἀλλ' ἀγγελικῶς. ἄμφω γὰρ ἄγγελοι. Καὶ οὕτως ἐπὶ πάσης φύσεως, πολλῶν τῷ ἀριθμῷ κατηγορουμένης, κοινὴν, ἀλλ' οὐχὶ μόνην τὴν ἐνέργειαν θεωροῦμεν. (0647B) Οὐκοῦν λέγων ὑποστατικὴν ἐνέργειαν, αὐτὴν τὴν φύσιν μίαν οὖσαν, ἄπειρον ταῖς ἐνεργείαις εἰσάγει γεγενημένην· καὶ κατὰ τὸ πλῆθος τῶν ὑπ' αὐτὴν ἀγομένων ἀτόμων, ἑαυτῆς διαφέρουσαν· ὅπερ εἰ δοξόμεθα καλῶς ἔχειν, πάσῃ φύσει τὸν ἐπ' αὐτῇ τοῦ πῶς εἶναι λόγον συνδιαφθείρομεν.

Καὶ τούτων εἰρημένων, ἐν τῷ ἀσπάζεσθαι ἀλλήλους, εἶπε ΘΕΟΔ. ὕπατος· Ἰδοὺ γέγονε τὰ πάντα καλῶς· ἄρα καταδέχεται βασιλεὺς παρακλητικὴν ποιῆσαι κέλευσιν; ΜΑΞ. Πάντως ποιεῖ, ἐὰν θέλῃ μιμητὴς εἶναι τοῦ Θεοῦ, καὶ συνταπεινωθῆναι αὐτῷ, διὰ τὴν κοινὴν πάντων ἡμῶν σωτηρίαν, λογιζόμενος ὡς εἴπερ φύσει σώζων Θεὸς, οὐκ ἔσωσεν ἕως ἐταπεινώθη θέλων, πῶς φύσει σωζόμενος ἄνθρωπος σωθήσεται, σώσει μὴ ταπεινούμενος; Καὶ εἶπε ΘΕΟΔ. ὕπατος· Ὅτι ἐλπίζω τοῦ Θεοῦ σώζοντός μοι τὴν μνήμην, τοῦτον αὐτῷ τὸν λόγον λέγω, καὶ πείθεται. (0647C) Καὶ ἀσπασάμενοι ἀλλήλους ἐπὶ τούτοις, ἀπῆλθον μετ' εἰρήνης, δεδωκότος τοῦ ἐπισκόπου τῷ ἀββᾷ Μαξίμῳ πεμφθὲν αὐτῷ ποσὸν μικρὸν, καὶ στιχάριν καὶ καμάσιν· καὶ τὸ μὲν στιχάριν εὐθέως κατ' αὐτὴν τὴν ὥραν Βιζύης ἐπίσκοπος· ἐν τῷ Ῥηγίῳ δὲ οὐ τὸ δοθὲν αὐτῷ ποσὸν μόνον, ἀλλὰ καὶ ἀλλο εἴ τι δήποτε ἐξ εὐποιΐας εἶχε, μετὰ τῶν λοιπῶν οἰκτρῶν αὐτοῦ πραγμάτων καὶ ἐσθημάτων, ἀφείλαντο. (0647D)

Μετὰ δὲ τὸ ἀπελθεῖν τοὺς εἰρημένους ἄνδρας τῇ ὀγδόῃ τοῦ Σεπτεμβρίου μηνὸς τῆς παρούσης πεντεκαιδεκάτης ἰνδικτιῶνος, ἐξῆλθεν αὖθις Παῦλος ὕπατος ἐν Βιζύῃ πρὸς τὸν ἀββᾶν Μάξιμον, κέλευσιν ἐπιφερόμενος περιέχουσαν οὕτως· « Κελεύομεν τῇ σῇ ἐνδοξότητι ἀπελθεῖν ἐν Βιζύῃ, καὶ ἀγαγεῖν Μάξιμον τὸν μοναχὸν μετὰ πολλῆς τιμῆς καὶ κολακείας, διά τε τὸ γῆρας καὶ τὴν ἀσθένειαν· καὶ τὸ εἶναι αὐτὸν προγονικὸν ἡμῶν, καὶ γενόμενον αὐτοῖς τίμιον' καὶ θέσθαι τοῦτον ἐν τῷ εὐαγεῖ μοναστερίῳ τοῦ ἁγίου Θεοδώρου, τῷ διακειμένῳ πλησίον τοῦ Ῥηγίου· καὶ ἐλθεῖν, καὶ μηνύσαι ὑμῖν. Καὶ πέμπομεν ἐκ προσῶπου ἡμῶν δύο πατρικίους, ὀφείλοντας διαλεχθῆναι τὰ παραστάντα ἡμῖν, φιλοῦντας ἡμᾶς ψυχίκῶς, καὶ φιλουμένους παρ' ἡμῶν· καὶ ἐλθεῖν, καὶ ἀναγγεῖλαι ἡμῖν τὴν παρουσίαν αὐτοῦ. » Ἀγαγῶν οὖν αὐτὸς ὐπατος, καὶ θεὶς ἐν τῷ προειρημένῳ μοναστηρίῳ, ἀπῆλθε ἀναγγεῖλαι. (0649A)

Καὶ τῇ ἡμέρα ἐξῆς ἡξέρχονται προς αὐτὸν Ἐπιφάνιος καὶ Τρώϊλος οἱ πατρίκιοι μετὰ πολλῆς περιβολῆς καὶ φαντασίας, καὶ Θεοδόσιος ἐπίσκοπος, καὶ ἀνέρχονται πρὸς αὐτὸν ἐν τῷ κατηχουμενίῳ τῆς ἐκκλησίας τῆς αὐτῆς μονῆς· καὶ τοῦ συνήθους ἀσπασμοῦ γενομένου, ἐκάθισαν, βιασάμενοι καὶ αὐτὸν καθίσαι· καὶ ἀπαρξάμενος τοῦ πρὸς αὐτὸν λόγου ΤΡΩΙΛΟΣ, εἰπεν· δεσπότης ἡμῶν ἐκέλευσεν ἡμὰς πρὸς σὲ γενέσθαι, καὶ λαλῆσαι ὑμῖν τὰ δόξαντα τῷ αὐτοῦ θεοστηρίκτῳ πράτει. Ἀλλ' εἰπὲ ἡμῖν πρῶτον, ποιεῖς τὴν κέλευσιν τοῦ βασιλέως, οὐ ποιεῖς; ΜΑΞΙΜΟΣ εἶπε· Δέσποτα, ἀκούσω τί ἐκέλευσε τὸ εὐσεβὲς αὐτοῦ κράτος, καὶ δεόντως ἀποκρίνομαι· ἐπεὶ πρὸς τὸ ἀγνούμενον, ποίαν ἔχω ἀπόκρισιν δοῦναι; ΤΡΩΙΛ. ἐπέμενε λέγων· Οὐκ ἐνδέχεται ὅτι λέγομεν τέ ποτε, ἐὰν μὴ πρῶτον εἴπῃς εἰ ποιεῖς, οὐ ποιεῖς τὴν κέλευσιν τοῦ βασιλέως. (0649B) Καὶ ὡς οἶδεν αὐτοὺς ἐνισταμένους, καὶ ἐπὶ τῇ ἀναβολῃ αὐτοῦ πικρότερον βλέποντας, καὶ τραχύτερον ἀποκριναμένους μετὰ πάντων τῶν συνόντων αὐτοῖς, καὶ τῶν ἀξιωμάτων κόσμοις ἐπηρμένων, ἀποκριθεὶς ἀββᾶς ΜΑΞ. εἶπεν· Ἐπὰν οὐκ ἀνέχεσθε εἰπεῖν τῷ δούλῳ ὑμῶν τὰ παραστάντα τῷ δεσπότῃ ἡμῶν καὶ βασιλεῖ, ἰδοὺ, λέγω ἀκούοντος τοῦ Θεοῦ καὶ τῶν ἁγίων ἀγγέλων, καὶ πάντων ὑμῶν, ὅτιπερ εἴ τι δήποτε κελεύει μοι περὶ οἱουδήποτε πράγματος τῷ αἰῶνι τούτῳ συγκαταλυμένου καὶ συμφθειρομένου, προθύμως ποιῶ. Καὶ εὐθέως ἀναστὰς ΤΡΩΙΛ. εἶπεν· Εὔξασθέ μοι, ἐγὼ ὑπάγω. Οὗτος γὰρ οὐδὲν ποιεῖ. Καὶ πολλοῦ πάνυ γενομένου θορύβου, καὶ πολλῆς ταραχῆς καὶ συγχύσεως, εἶπεν αὐτοῖς ΘΕΟΔ. ἐπὶσκοπος· Εἴπατε αὐτῷ τὴν ἀπόκρισιν, καὶ γνῶτε τι λέγει· ἐπεὶ τὸ οὕτως ἐξελθεῖν μηδὲν εἰρηκότας καὶ μηδὲν ἀκούσαντας, οὐκ ἔστιν εὔλογον. Τότε ΕΠΙΦ. (0649C) πατρίκιος εἶπε· Τοῦτό σοι δηλοῖ δι' ἡμῶν βασιλεὺς, λέγων· Ἐπειδὴ πᾶσα δύσις, καὶ οἱ ἐν τῆ ἀνατολῇ διαστρέφοντες εἰς σὲ θεωροῦσι, καὶ ἅπαντες διά σὲ στασιάζουσι, μὴ θέλοντες συμβιβασθῆναι ἡμῖν διὰ τὴν πίστιν· κατανύξοι σε Θεὸς κοινωνῆσαι ἡμῖν ἐπὶ τῷ παρ' ἡμῖν ἐκτεθέντι τύπῳ καὶ ἐξερχόμεθα ἡμεῖς δι' ἑαυτῶν εἰς τὴν Χαλκὴν, καὶ ἀσπαζόμεθά σε, καὶ ὑποτιθέμεθα ὑμῖν τὴν χεῖρα ἡμῶν, καὶ μετὰ πάσης τιμῆς καὶ δόξης εἰσάγομεν ὑμᾶς εἰς τὴν μεγάλην Ἐκκλησίαν, καὶ μεθ' ἑαυτῶν ἱστῶμεν ἐν κατὰ συνήθειαν οἱ βασιλεῖς ἵστανται, καὶ ποιοῦμεν ἅμα τὴν σύναζιν, καὶ κοινωνοῦμεν ἅμα τῶν ἀχράντων καὶ ζωοποῖων μυστηρίων τοῦ ζωοποιοῦ σώματος καὶ αἵματος τοῦ Χριστοῦ. Καὶ ἀνακηρύττομέν σε πατέρα ἡμῶν, καὶ γίνεται χαρὰ οὐ μόνον τῇ φιλοχρίστω καὶ βασιλίδι ἡμῶν πόλει, ἀλλὰ καὶ πάσῃ τῇ οἰκουμένη. (0649D) Οἵδαμεν γὰρ ἁσφαλῶς, ὅτι σοῦ κοινωνοῦντος τῶ ἁγίῳ τῶν ἐνταῖθα θρόνῳ, πάντες ἑνῶνται ἡμῖν, οἱ διὰ σὲ καὶ τὴν διδασκαλίαν ἀποσχίσαντες τῆς κοινωνίας ἡμῶν.

Καὶ στραφεὶς πρὸς τὸν ἐπίσκοπον ἀββᾶς ΜΑΞ. μετὰ δακρύων εἶπεν αὐτῳ· Κύριε μέγας, ἡμέραν κρίσεως ἐκδεχόμεθα πάντες. Οἶδας τὰ τυπωθέντα, καὶ δόξαντα ἐπὶ τῶν ἁγίων εὐαγγελίων, καὶ τοῦ ζωοποιοῦ σταυροῦ, καὶ τῆς εἰκόνος τοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν, καὶ τῆς αὐτὸν τεκούσης παναγίας ἀειπαρθένου μητρός. Καὶ βαλὼν κάτω τὸ πρόσωπον ἐπίσκοπος, συγνοτέρᾳ τῇ φωνῇ λέγει πρὸς αὐτόν· Καὶ τί ἔχω ποιῆσαι ἐγὼ, ἐπὰν ἕτερόν τι παρέστῃ τῷ εὐσεβεστάτῳ βασιλεῖ; Καὶ φησι πρὸς αὐτὸν ΜΑΞ. (0651A) καὶ διὰ τὶ ἥψω τῶν ἁγίων εὐαγγελίων, καὶ οἱ μετά σου, οὐκ οὔσης ἑφ' ὑμῖν τῆς τῶν λαληθέντων ἐκβάσεως; Ὄντως πᾶσα δύναμις τῶν οὖρανῶν, τοῦτο οὐ πείθει με ποιῆσαι. Τί γὰρ ἀπολογήσομαι, οὐ λέγω· τῷ Θεῷ, ἀλλὰ τῷ εμῷ συνειδότι, ὅτι διὰ δόξαν ἀνθρώπων, τῷ κατ' αὐτὴν λόγῳ μηδεμίαν ἔχουσαν ὕπαρξιν, τὴν σώζουσαν τοὺς στέργοντας αὐτὴν πίστιν ἐξωμοσάμην;

Καὶ ἐπὶ τῷ λόγῳ τούτῳ ἀναστάντες, θυμοῦ στρατηγήσαντος πᾶσιν αὐτοῖς, τελμοῖς καὶ ὠθισμοῖς καὶ σφαιρισμοῖς παρέλυσαν αὐτὸν, ἀπὸ κεφαλῆς ἕως ὀνύχων κατακλύσαντες αὐτὸν πτύσμασιν· Ὧνπερ, μέχρις ἄν ἐπλύθησαν ἅπερ ἐβίβλητο ἱμάτια, διεπνέετο βρόμος. Καὶ ἀναστὰς ἐπίσκοπος εἶπεν· Οὕτως οὐκ ἔδει γενέσθαι, ἀλλ' ἀκοῦσαι μόνον παρ' αὐτοῦ τὴν ἀπόκρισιν, καὶ εἰσελθεῖν ἀναγγεῖλαι τῷ δεσπότῃ ἡμῶν τῷ ἀγγαθῷ. Τὰ γὰρ κανονικὰ πράγματα, ἑτέρῳ διοικοῦνται τροπῳ. (0651B) Καὶ μόλις πείσας αὐτοὺς ἐπίσκοπος ἡσυχάσαι, πάλιν ἐκάθισαν, καὶ μυρίαις ὕβρεσι καὶ ἀραῖς ἀνεπινοήτοις μωμώσαντες αὐτὸν, μετὰ θυμοῦ καὶ τραχύτητος εἶπεν ΕΠΙΦ. Εἰπὲ, κακέσχατε φαγοπόλιε, ὡς αἱρετικοὺς ἔχων ἡμᾶς, καὶ τὴν πόλιν ἡμῶν, καὶ τὸν βασιλέα, τούτους εἶπας τοὺς λόγους; Ὀντως πλεῖόν σου χριστίανοί ἐσμεν καὶ ὀρθόδοξοι· καὶ τὸν κύριον ἡμῶν καὶ Θεὸν ὁμολογοῦμεν ἔχειν καὶ θεϊκὴν θέλησιν καὶ ἀνθρωπίνην θέλησιν, καὶ νοερὰν ψυχήν· καὶ ὅτι πᾶσα νοερὰ φύσις, πάντως ἔχει τὸ θέλειν ἐκ φύσεως, καὶ τὸ ἐνεργεῖν, ἐπειδὴ ζωῆς ἴδιον κίνησις, καὶ νοῦ ἴδιον θέλησις· καὶ θελητικὸν αὐτὸν οἴδαμεν, οὐ θεότητι μόνον, ἀλλὰ καὶ ἀνθρωπότητι. Ἀλλὰ καὶ τὰς δύο θελήσεις αὐτοῦ καὶ ἐνεργείας οὐκ ἀρνούμεθα. (0651C)

Καὶ ἀποκριθεὶς ἀββᾶς ΜΑΞ. εἶπεν· Εὰν οὕτω πιστεύετε, καθὼς αἱ νοεραὶ φύσεις, καὶ τοῦ Θεοῦ Ἐκκλησία, πῶς με ἀναγκάζετε κοινωνῆσαι ἐπὶ τῷ Τύπῳ, τῷ μόνην τούτων ἔχοντι ἀναίρεσιν; ΕΠΙΦ. Δἰ οἰκονομίαν τοῦτο γέγονεν, ἴνα μὴ βλαβῶσίν οἱ λαοὶ ταῖς τοιαύταις λεπτομερέσι φωναῖς. Καὶ ἀποκριθεὶς ἀββᾶς ΜΑΞ. εἶπε· Τοὐναντίον, πᾶς ἄνθρωπος ἁγιάζεται διὰ τῆς ἀκριβοῦς ὀμολογίας τῆς πίστεως, οὐ μὴν διὰ τῆς ἀναιρέσεως, τῆς ἐν τῷ Τύπῳ κειμένης. Καὶ εἶπε ΤΡΟΙΛ. Καὶ ἐν τῷ παλατίῳ εἶπόν σοι, ὅτι οὐκ ἀνεῖλεν, ἀλλὰ κατασιγασθῆναι ἐκέλευσεν, ἵνα εἰρηνεὺωμεν πάντες. Καὶ ἀποκριθεὶς ἀββᾶς ΜΑΞ. (0651D) εἶπεν· σιγὴ τῶν λόγων ἀναίρεσις τῶν λόγων ἐστι. Διὰ γὰρ τοῦ Προφήτου λέγει τὸ Πνεῦμα τὸ ἅγιον· « Οὔκ εἰσι λαλιαὶ, οὐδὲ λόγοί, ὦν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν. » Οὐκοῦν μὴ λαλούμενος λόγος οὐδὲ λόγος ἐστί. Καὶ εἶπε ΤΡΩΙΛ. Ἔχε ἐν καρδίᾳ σου, ὡς θέλεις· οὐδείς σε κωλύει. ἀββᾶς ΜΑΞ. εἰπεν· Ἁλλ' οὐ περιώρισεν Θεὸς τῇ καρδίᾳ τὴν ὅλην σωτηρίαν, εἰπών· « ὁμολογῶν με ἔμπροστεν τῶν ἀνθρώπων, ὁμολογήσω αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. » Καὶ θεῖος ἀπόστολος διδάσκει, λέγων· « Καρδίᾳ μὲν πιστεύεται εἰς δικαιοσυνὴν, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. (0653A) » Εἰ οὗν Θεὸς, παὶ οἱ τοῦ Θεοῦ προφῆται καὶ ἀπόστολοι κελεύουσιν ὁμολογεῖσθαι τὸ μυστήριον φωναῖς ἁγίων, τὸ μέγα καὶ φοικτὸν, καὶ