Anastasius_bibliothecarius_Auctores_varii_cps2, Collectanea, p24, p25HOME > '������������������������' in 'Anastasius_bibliothecarius_Auctores_varii, Collectanea, p24, p25'
Anastasius bibliothecarius Auctores varii, Collectanea, p24, . . . <<<     >>> Τοῦ αὐτοῦ, ἐκ τοῦ λόγου β'.hide dictionary links

(PL 129 0665C) α'.

Ἀπειροδυνάμῳ γὰρ θελήσει τοῦ Θεοῦ καὶ γέγονε πάντα, καὶ σώζεται τὰ γενόμενα, κατὰ τοὺς ἑαυτῶν οὐκρινῶς ἕκαστα συντηρούμενα λόγους, αὐτῷ τῷ κατὰ φύσιν ἀπειροδυνάμῳ Θεῷ, καὶ ποιητῇ τῶν ὅλων· τῆς θείας αὐτοῦ θελήσεως, τὰ πάντα πεποίηκέ τε καὶ κινεῖ, τοῖς ἑαυτῶν ἔκαστα φυσικοῖς διεξαγόμενα νόμοις, ἀκινήτου συνδιαμενούσης. (0665D) Τὸ γὰρ ἄπειρον κατ' οὐδένα τρόπον, λόγον, ἐπιδέχεται κίνησιν, οὐκ ἔχον ὅποι, καὶ περὶ κινηθήσεται. Τροπὴ γὰρ τοῦ κατὰ φύσιν ἀπείρου, κινεῖσθαι μὴ πεφυκότος, κίνησις. (0667A) Διὸ καὶ καθ' ἡμᾶς ἀληθῶς γενόμενος ἄνθρωπος χωρὶς ἁμαρτίας τοῦ Θεοῦ λόγος, ἐνεργήσας τε καὶ παθὼν ἀνθρωπίνως ὅσα τῆς φύσεώς ἐστιν ἀναμάρτητα, καὶ φυσικῆς σαρκὸς περιγραφῆς ἀνασχόμενος δι' ἡμᾶς, τροπὴν οὐχ ὑπέμεινεν, μηδ' ἑνὶ παντελῶς ὃς ταὐτόν ἐστι τῷ πατρὶ, γένομενος ταύτὸν τῇ σαρκὶ διὰ τὴν κένωσιν. Ἀλλ' ὥσπερ ἦν δίχα σαρκὸς, πάσης ἔξω πέριγραφῆς μεμένηκε· καὶ διὰ σαρκὸς θεϊκῶς ἐνεργήσας ἅπερ θεότητός ἐστιν. Ἀμφότερα δεικνὺς ἑαυτὸν, δι' ὧν ἀμφοτέρως, θεϊκῶς δή φημι καὶ ἀνθρωπίνως, ἑνήργησε, κατ' αὐτὴν τὴν ὄντως ἀληθῆ καὶ φυσικὴν ὕπαρξιν· Θεὸν ἄπειρον ὁμοῦ καὶ περίγραπτον ἄνθρωπον ὄντα τε καὶ νοούμενον, τὴν οὐσίαν ἑκατέρου τελείως τελείαν ἔχοντα, μετὰ τῆς αὐτῆς ἐνεργείας, ἤγουν φυσικῆς ἰδιότητος· ἐξ ὧν μένουσαν ἀεὶ κατὰ φύσιν δίχα τροπῆς τὴν αὐτῶν ἴσμεν διαφοράν. Ἀλλ' οὐχ ὥς τινές φασι, κατὰ σύγκρισιν, ἵνα μὴ τὸν αὐτὸν ἑαυτῷ κατὰ τὸ αὐτὸ, παρ' δεῖ, μείζονα καὶ μείονα λέγωμεν. Ὁμοφυῶν γὰρ, οὐχ ἑτεροφυῶν αἱ συγκρίσεις. (0667B) Θεῷ δὲ ποιητῇ τῶν ὅλων ποιητὸν, ἀπείρῳ περατὸν, καὶ ἀπειρίᾳ πέρας, κατ' οὐδένα συγκρίνεται λόγον, ἀεὶ κατὰ πάντα φυσικῶς, ἀλλ' οὐ συγκρίτικῶς ἀλλήλων διαφέροντα, κᾂν ἄῤῥητός τις καὶ ἄῤῥηκτος εἰς μίαν ὑπόστασιν ἀμφοτέρων γέγονεν ἕνωσις, πᾶσαν παντὸς γεννητοῦ παντελῶς διαφεύγουσα γνῶσιν. Τὸ γὰρ θεῖον, ὡς ἦν πρὸ σαρκώσεως, ἔστι καὶ μετὰ σάρκωσιν, κατὰ φύσιν ἄπειρον, ἄσχετον, ἀπαθὲς, ἀσύγκριτον, ἀναλλοίωτον, ἄτρεπτον, αὐτοσθενὲς, καὶ τὸ πᾶν εἰπεῖν, ὑφεστὼς οὐσιῶδες, μόνον ἀπειροσθενὲς ἀγαθόν.


295w 1.2134821414948 s