Anastasius_bibliothecarius_Auctores_varii_cps2, Collectanea, p24, p26HOME > '������������������������' in 'Anastasius_bibliothecarius_Auctores_varii, Collectanea, p24, p26'
Anastasius bibliothecarius Auctores varii, Collectanea, p24, α'. <<<     >>> Τοῦ αὐτοῦ, ἐκ τοῦ αὐτοῦ λόγου γ'.hide dictionary links

(PL 129 0667B) Τοῦ αὐτοῦ, ἐκ τοῦ λόγου β'.

(0667C)

Γέγονεν οὖν ἀληθῶς, κατὰ τὰς Γραφὰς, μὴ τραπεὶς, τῶν ὅλων Θεὸς, ἄνθρωπος ἀναμάρτητος, ὡς οἶδεν αὐτὸς μόνος ὑπάρχων τεχνίτης φυκὸς τῶν ὑπὲρ ἔννοιαν· κατ' αὐτὴν ἅμα τὴν σωτήριον σάρκωσιν, τῆς ἰδίας θεότητος ἐμποιήσας τῇ σαρκὶ τὴν ἐνέργειαν, οὐ περιγραφομένην αὐτῇ διὰ τὴν κένωσιν· οὐδ' ὥσπερ τῆς αὐτοῦ θεὸτητος, οὕτω καὶ αὑτῆς φυσικῶς ἐκφυομένην, ἀλλ' ἐν οἷς ἂν σαρκωθεὶς θεϊκῶς ἐνήργησε δι' αὐτῆς ἐκφαινομένην. (0667D) Οὐ γὰρ γέγονε φύσει θεότης, μεταβληθεῖσα τὴν φύσιν, σὰρξ γενομένη τῇ φύσει θεότητος σάρξ· ἀλλ' ἅπερ ἦν, καὶ θεότητι συμφυεῖσα μεμένηκε τὴν φύσιν καὶ τὴν ἐνέργειαν· καθὼς εἶπεν Σωτήρ· « Τὸ μὲν Πνεῦμα πρόθυμον, δὲ σὰρξ ἀσθενής· » Καθ' ἣν ἐνεργήσας τε καὶ παθὼν ἅπερ ἦν ἀναμαρτήτου σαρκὸς, τὴν ὑπὲρ ἡμῶν ἐπιστώσατο κένωσιν θεότητος, θαύμασι καὶ σαρκὸς παθήμασι φυσικῶς βεβαιουμένην. Διὰ γὰρ τοῦτο γέγονεν ἄνθρωπος τῶν ὅλων Θεὸς, ἵνα σαρκὶ παθητῇ πάσχων, ἅπαν ἡμῶν τὸ τῳ θανάτῃ πραθὲν λυτρώσηται γένος· ἀπαθεῖ δὲ θεότητι διὰ σαρκὸς θαυματουργῶν, πρὸς τὴν ἀκήρατον αὐτοῦ καὶ μακαρίαν ἐπαναγάγῷ ζωήν· καὶ τὰ κατ' οὐρανοὺς ἅγια τάγματα τῶν νοερῶν οὐσιῶν στομώση πρὸς ἀτρεψίαν τῳ μυστηρίῶ τῆς αὐτοῦ σωματώσεως, ἧς ἔργον τῶν ὅλων ἐστὶν εἰς αὐτὸν ἀνακεφαλαίωσις. (0669A) Μεμένηκεν οὖν καὶ σαρκωθεὶς κατὰ τὴν φύσιν Θεὸς ὑπεράπειρος, τὴν ἑαυτᾷ συγγενῆ καὶ κατὰλληλον ἔχων ἐνέργειαν, τῆς μὲν θεότητος οὐσιωδῶς ἑκφυομένην, διὰ δὲ τῆς αὐτοῦ παναγίας σαρκὸς ἐν τοῖς θαύμασιν οἰκονομικῶς ἐκφαινομένην· ἵνα πιστευθῇ Θεὸς εἶναι, δι' ἀσθενοῦς φύσει σαρκὸς αὐτουργῶν τὴν τοῦ παντὸς σωτηρὶαν


239w 1.5944600105286 s