Anastasius_bibliothecarius_Auctores_varii_cps2, Collectanea, p24, p27HOME > '������������������������' in 'Anastasius_bibliothecarius_Auctores_varii, Collectanea, p24, p27'
Anastasius bibliothecarius Auctores varii, Collectanea, p24, Τοῦ αὐτοῦ, ἐκ τοῦ λόγου β'. <<<     >>> Τοῦ αὐτοῦ, ἐκ τοῦ αὐτοῦ λόγου δ'.hide dictionary links

(PL 129 0669A) Τοῦ αὐτοῦ, ἐκ τοῦ αὐτοῦ λόγου γ'.

(0669B)

Κᾀμοὶ γὰρ, ἵνα τρανώσω παραδείγματι τὸ περὶ σωτῆρος λεχθὲν· φυσικὸς μου λόγος συγγενής ἐστι καὶ κατάλληλος ὄντι λογικῳ τε καὶ νοερῷ τὴν ψυχὴν, ἧς κατὰ φύσιν ἐστὶν αὐτοκίνητος ἐνέργειά τε καὶ πρώτη δύναμις, ἀεικίνητος, λόγος φυσικῶς αὑτῆς πηγαζόμενος· ὃν ῥηματίσας τε καὶ γραμμαῖς εὖ χαράξας, γλώσσῃ μὲν ὀργανικῶς, ὅτε χρὴ προφέρω, καὶ γράμμασι τεχνικῶς διὰ τῶν ἀνομοίων μὴ τραπὲντα δεικνὺς αὐτὸν ἐξακουόμενον. Οὐ γὰρ γλώσσης καὶ γραμμάτων φυσικός μου λόγος ἐστι· κᾂν δι' αὐτῶν αὐτοῦ ποιοῦμαι τὴν προφοράν. Ἀλλ' ἐμοῦ, τοῦ κατὰ φύσιν λαλοῦντος, καὶ δι' ἀμφοῖν αὑτὸν ὡς ἐμὸν ἐκφωνευντος· τῆς μὲν νοερᾶς μου ψυχῆς φυσικῶς ἀεὶ πηγαζόμενον, διὰ δὲ τῆς σωματικῆς μου γλώσσης ὀργανικῶς, ὡς ἔφην, ὅτε χρὴ προφερόμενον. Ὥσπερ οὖν ἐφ' ἡμῶν, ὅσον εἰκάσαι τὸ παντελῶς ἀνείκαστον, διὰ τῆς σωματικῆς ἡμῶν γλώσσης ἀτρέπτως κατὰ φύσιν τῆς ψυχῆς λογικὴ προφέρεται δύναμις, οὕτω καὶ ἐπὶ τῆς ὑπερφυοῦς τοῦ Θεοῦ σωματώσεως. (0669C) Διὰ τῆς αὑτοῦ παναγίας σαρκὸς, ἐν οἶς ἂν θεϊκῶς ἐνήργησε, δίχα τροπῆς παντοκρατορικὴ, καὶ τῶν ὅλων ποιητικὴ τῆς ὅλης θεότητος ἐνέργεια διαδείκνυται, πάσης ἐκτὸς κατὰ φύσιν περιγραφῆς διαμένουσα, κᾆν διὰ σαρκὸς διέλαμψε φύσει πεπερασμένης. Οὐ γὰρ πέφυκε περιγράφεσθαι γενητῇ φύσει τὸ κατὰ φύσιν ἀγέννητον, κᾂν συνέφυ αὐτῷ κατὰ σύλληψιν πάντα περιγράφουσαν νοῦν· οὔτε μὴν εἰς ταὐτὸν αὐτῷ φέρεσθαι φύσεώς ποτε καὶ φυσικῆς ἐνεργείας, ἕως ἂν ἑκάτερον τῆς ἰδίας ἐντὸς μένει φυσικῆς ἀτρεψίας· Ὀμοφυῶν γὰρ μόνων ταὐτουργός ἐστι κίνησις, σημαίνουσα τὴν οὐσίαν, ἧς φυσικὴ καθέστηκε δύναμις, ἑτεροφυοῦς οὐσίας εἶναι κατουδένα λὸγον, γενέσθαι δίχα τροπῆς δυναμένης.


249w 1.346174955368 s