Anastasius_bibliothecarius_Auctores_varii_cps2, Collectanea, p24, p30HOME > '������������������������' in 'Anastasius_bibliothecarius_Auctores_varii, Collectanea, p24, p30'
Anastasius bibliothecarius Auctores varii, Collectanea, p24, Τοῦ αὐτοῦ, ἐκ τοῦ αὐτοῦ λόγου ε'. <<<     >>> Τοῦ αὐτοῦ, ἐκ τοῦ αὐτοῦ λόγου ζ'.hide dictionary links

(PL 129 0671B) Τοῦ αὐτοῦ, ἐκ τοῦ αὐτοῦ λόγου ς'.

(0671C)

Εὐσεβὲς κεκύρωται δόγμα χριστιανοῖς, κατ' αὐτὴν τε φύσιν, καὶ τὴν ἐνέργειαν, καὶ πᾶν ἕτερον αὐτῷ προσφυὲς, ἵσον ἑαυτῷ καὶ ταὐτὸν εἶναι τὸν Θεὸν, μηδὲν ἑαυτῷ τῶν ἑαυτοῦ παντελῶς ἄνισον ἔχοντα, καὶ ἀκατάλληλον. Εἰ τοίνυν κατὰ Βήρωνα, τῆς αὐτῆς αὐτῷ προσληφθεῖσα φυσικῆς ἐνεργείας γέγονεν σὰρξ, δηλονότι καὶ τῆς αὐτῆς αὐτῷ γέγονε φύσεως, μεθ' ὅσων φύσις, ἀναρχίας, ἀγεννησίας, ἀπειρίας, ἀϊδιότητος, ἀκαταληψίας, καὶ τῶν ὅσα τούτων καθ' ὑπεροχὴν θεολογικὸς ὑπερφυῶς ἐνορᾷ τῇ θεότητι λόγος. Καὶ τροπὴν ἀμφότερα πέπονθεν, μηδετέρου τὸν τῆς ἰδίας φύσεως οὐσιώδη λόγον ἔτι σοζόμενον ἔχοντος. (0671D) γὰρ ἑτεροφυῶν εἰδὼς ταὐτουργίαν, σύγχυσιν ὁμοῦ φυσικὴν, καὶ διαὶρεσιν αὐτῶν εἰσηγεῖται προσωπικὴν· ἀδιαγνωστου παντελῶς, τῇ τῶν ἰδιομάτων μεταβολῇ, τῆς φυσικῆς αὐτῶν γενομένης ὑπάρξεως.


119w 0.63119316101074 s