Anastasius_bibliothecarius_Auctores_varii_cps2, Collectanea, p24, p32HOME > '������������������������' in 'Anastasius_bibliothecarius_Auctores_varii, Collectanea, p24, p32'
Anastasius bibliothecarius Auctores varii, Collectanea, p24, Τοῦ αὐτοῦ, ἐκ τοῦ αὐτοῦ λόγου ζ'. <<<    hide dictionary links

(PL 129 0671D) Τοῦ, αὐτοῦ, ἐκ τοῦ αὐτοῦ λόγου ή'.

(0673A)

Εἰς ταύτην δὲ τὴν πλάνην κατήχθησαν, κακῶς πεισθέντες ἰδίαν γενέσθαι τῆς σαρκὸς τὴν δι' αὐτῆς ἐκφανθεῖσαν ἐν τοῖς θαύμασι θείαν ἐνέργειαν· τὸ πᾶν Χριστὸς οὐσιώσας καθ' νοεῖται Θεὸς συνέχει κρατούμενον. Οὐ γὰρ ἔγνωσαν, ἀδύνατον εἶναι θείας ἐνέργειαν φύσεως ἑτεροφανοῦς οὐσίας ἰδίωμα γενέσθαι δίχα τροπῆς· οὐδὲ συνῆκαν, ὡς οὐ πάντως ἴδιόν ἐστι σαρκὸς, τὸ δι' αὐτῆς μὲν ἐκφαινόμενον, οὐκ αὐτῆς δὲ φυσικῶς ἐκφυόμενον, καίτοι σαφοῦς αὐτοῖς οὔσης, καὶ προφανοῦς τῆς ἀποδείξεως. Ἐγὼ γὰρ γλώσση λαλῶν, καὶ χειρὶ γράφων, μίαν καὶ τὴν αὐτὴν δι' ἀμφοῖν τῆς νοερῶς μου ψυχῆς ἐκφαίνω διάνοιαν, ἐνέργειαν αὐτῆς ὑπάρχουσαν φυσικήν. (0673B) Μηδενὶ λόγῳ δείξας αὐτὴν γλώσσης, χειρὸς φυσικῶς ἐκφυομένην· μήτε μὴν γενομένην αὐτῶν, λεγομένην διάνοιαν, διὰ τὸ τὴν δι' ἀμφοῖν αὐτῆς ἔκφανσιν. Γλῶσσαν γὰρ, χεῖρα διανοητικὴν συνετὸς οἶδεν οὐδεὶς· ὥσπερ οὐδὲ τὴν παναγίαν τοῦ Θεοῦ σάρκα, διὰ τὸ προσληφθῆναι, καὶ τὸ δι' αὐτῆς ἐκφανθῆναι τὴν θείαν ἐνέργειαν, γενομένην κατ' αὐτὸν φύσει δημιουργόν. (0673C) Ἀλλ' εὐσεβῶς ὁμολογεῖ πιστεύων, ὅτι διὰ τὴν ἡμῶν σωτηρίαν, καὶ τὸ δῆσαι πρὸς ἀτρεψίαν τὸ πᾶν, τῶν ὅλων δημιουργὸς ἐκ τῆς παναγίας ἀειπαρθένου Μαρίας, κατὰ σύλληψιν ἄχρανον, δίχα τροπῆς ἐνουσιώσας ἑαυτῷ ψυχὴν νοερὰν μετὰ αἰσθητικοῦ σώματος, γέγονεν ἄνθρωπος φύσει, κακίας ἀλλότριος, λόγος Θεὸς αὐτὸς· θεότητι μὲν τὰ θεῖα διὰ τῆς αὐτοῦ παναγίας σαρκὸς, οὐκ ὄντα φύσει τῆς σαρκὸς, ἐνεργῶν· ἀνθρωπότητι δὲ τὰ ἀνθρώπινα, οὐκ ὄντα φύσει θεότητος, ἀνοχῇ πάσχων θεότητος· μηδὲν θεῖον γυμνὸν σώματος ἐνεργήσας· μηδὲ ἀνθρώπινον αὐτὸς ἄμοιρον δράσας θεότητος. Τηρῶν ἑαυτῷ καθ' ὃν ἐνέργησεν ἀμφότερα καινοπρετῆ τρόπον, τὸ κατ' ἄμφω φυσικῶς ἀναλλοίωτον, εἰς πίστωσιν τῆς ἑαυτοῦ τελείας ἐνανθρωπήσεως, τῆς ὄντως ἀληθοῦς, καὶ μηδὲν ἐχούσης φαυλότητος. μὲν οὖν Βήρων, οὅτως ἔχων ὡς ἔφην, ἐνεργείας μονάδι τήν θεότητα τοῦ Χριστοῦ καὶ τὴν ἀνθρωπότητα συγχέας, ὁμοῦ φυσικῶς καὶ προσωπικῶς μερίζων, καταλύει τὸν βίον· ἀγνοήσας μόνης τῆς τῶν ὁμοφυῶν προσώπων ὁμοφυοῦς ταυτότητος τὴν ταὐτουργίαν εἶναι δηλωτικήν.


306w 1.7550630569458 s