Aristoteles, Physica, 1, 2HOME > '������������������������' in 'Physica, 1, 2'
Aristoteles, Physica, 1, 1 <<<     >>> 3hide dictionary links

class="auswahl" href="text.php?tabelle=Aristoteles&rumpfid=Aristoteles, Physica, 1, 2&id=Aristoteles, Physica, 1, 2, 19&string=������������������������&from=&level=4&corpus=&lang=0&links=&target=&inframe=1&hide_apparatus=&becker=1"> Show Becker Lines

184b.15 δ' ἤτοι μίαν εἶναι τὴν ἀρχὴν πλείους, καὶ εἰ 184b.16 μίαν, ἤτοι ἀκίνητον, ὥς φησι Παρμενίδης καὶ Μέλισσος, κι- 184b.17 νουμένην, ὥσπερ οἱ φυσικοί, οἱ μὲν ἀέρα φάσκοντες εἶναι οἱ δ' 184b.18 ὕδωρ τὴν πρώτην ἀρχήν· εἰ δὲ πλείους, πεπερασμένας ἀπεί- 184b.19 ρους, καὶ εἰ πεπερασμένας πλείους δὲ μιᾶς, δύο τρεῖς τέτ- 184b.20 ταρας ἄλλον τινὰ ἀριθμόν, καὶ εἰ ἀπείρους, οὕτως ὥσπερ 184b.21 Δημόκριτος, τὸ γένος ἕν, σχήματι δὲ , εἴδει 184b.22 διαφερούσας καὶ ἐναντίας. ὁμοίως δὲ ζητοῦσι καὶ οἱ τὰ ὄντα 184b.23 ζητοῦντες πόσα· ἐξ ὧν γὰρ τὰ ὄντα ἐστὶ πρώτων, ζητοῦσι ταῦτα 184b.24 πότερον ἓν πολλά, καὶ εἰ πολλά, πεπερασμένα ἄπειρα, ὥστε 184b.25 τὴν ἀρχὴν καὶ τὸ στοιχεῖον ζητοῦσι πότερον ἓν πολλά. τὸ μὲν 184b.26 οὖν εἰ ἓν καὶ ἀκίνητον τὸ ὂν σκοπεῖν οὐ περὶ φύσεώς ἐστι σκο- 185a.1 πεῖν· ὥσπερ γὰρ καὶ τῷ γεωμέτρῃ οὐκέτι λόγος ἔστι πρὸς 185a.2 τὸν ἀνελόντα τὰς ἀρχάς, ἀλλ' ἤτοι ἑτέρας ἐπιστήμης πα- 185a.3 σῶν κοινῆς, οὕτως οὐδὲ τῷ περὶ ἀρχῶν· οὐ γὰρ ἔτι ἀρχὴ 185a.4 ἔστιν, εἰ ἓν μόνον καὶ οὕτως ἓν ἔστιν. γὰρ ἀρχὴ τινὸς τι- 185a.5 νῶν. ὅμοιον δὴ τὸ σκοπεῖν εἰ οὕτως ἓν καὶ πρὸς ἄλλην θέσιν 185a.6 ὁποιανοῦν διαλέγεσθαι τῶν λόγου ἕνεκα λεγομένων (οἷον τὴν 185a.7 Ἡρακλείτειον, εἴ τις φαίη ἄνθρωπον ἕνα τὸ ὂν εἶναι), 185a.8 λύειν λόγον ἐριστικόν, ὅπερ ἀμφότεροι μὲν ἔχουσιν οἱ λόγοι, 185a.9 καὶ Μελίσσου καὶ Παρμενίδου· καὶ γὰρ ψευδῆ λαμ- 185a.10 βάνουσι καὶ ἀσυλλόγιστοί εἰσιν· μᾶλλον δ' Μελίσσου φορ- 185a.11 τικὸς καὶ οὐκ ἔχων ἀπορίαν, ἀλλ' ἑνὸς ἀτόπου δοθέντος τὰ 185a.12 ἄλλα συμβαίνει· τοῦτο δὲ οὐδὲν χαλεπόν. ἡμῖν δ' ὑποκεί- 185a.13 σθω τὰ φύσει πάντα ἔνια κινούμενα εἶναι· δῆλον δ' ἐκ 185a.14 τῆς ἐπαγωγῆς. ἅμα δ' οὐδὲ λύειν ἅπαντα προσήκει, ἀλλ' 185a.15 ὅσα ἐκ τῶν ἀρχῶν τις ἐπιδεικνὺς ψεύδεται, ὅσα δὲ μή, 185a.16 οὔ, οἷον τὸν τετραγωνισμὸν τὸν μὲν διὰ τῶν τμημάτων γεω- 185a.17 μετρικοῦ διαλῦσαι, τὸν δὲ Ἀντιφῶντος οὐ γεωμετρικοῦ· οὐ 185a.18 μὴν ἀλλ' ἐπειδὴ περὶ φύσεως μὲν οὔ, φυσικὰς δὲ ἀπορίας 185a.19 συμβαίνει λέγειν αὐτοῖς, ἴσως ἔχει καλῶς ἐπὶ μικρὸν δια- 185a.20 λεχθῆναι περὶ αὐτῶν· ἔχει γὰρ φιλοσοφίαν σκέψις. ἀρχὴ 185a.21 δὲ οἰκειοτάτη πασῶν, ἐπειδὴ πολλαχῶς λέγεται τὸ ὄν, 185a.22 πῶς λέγουσιν οἱ λέγοντες εἶναι ἓν τὰ πάντα, πότερον 185a.23 οὐσίαν τὰ πάντα ποσὰ ποιά, καὶ πάλιν πότερον οὐσίαν 185a.24 μίαν τὰ πάντα, οἷον ἄνθρωπον ἕνα ἵππον ἕνα ψυχὴν 185a.25 μίαν, ποιὸν ἓν δὲ τοῦτο, οἷον λευκὸν θερμὸν τῶν ἄλλων 185a.26 τι τῶν τοιούτων. ταῦτα γὰρ πάντα διαφέρει τε πολὺ καὶ 185a.27 ἀδύνατα λέγειν. εἰ μὲν γὰρ ἔσται καὶ οὐσία καὶ ποιὸν καὶ 185a.28 ποσόν, καὶ ταῦτα εἴτ' ἀπολελυμένα ἀπ' ἀλλήλων εἴτε μή, 185a.29 πολλὰ τὰ ὄντα· εἰ δὲ πάντα ποιὸν ποσόν, εἴτ' οὔσης οὐσίας 185a.30 εἴτε μὴ οὔσης, ἄτοπον, εἰ δεῖ ἄτοπον λέγειν τὸ ἀδύνατον. 185a.31 οὐθὲν γὰρ τῶν ἄλλων χωριστόν ἐστι παρὰ τὴν οὐσίαν· πάντα 185a.32 γὰρ καθ' ὑποκειμένου λέγεται τῆς οὐσίας. Μέλισσος δὲ τὸ 185a.33 ὂν ἄπειρον εἶναί φησιν. ποσὸν ἄρα τι τὸ ὄν· τὸ γὰρ ἄπει- 185a.34 ρον ἐν τῷ ποσῷ, οὐσίαν δὲ ἄπειρον εἶναι ποιότητα πά- 185b.1 θος οὐκ ἐνδέχεται εἰ μὴ κατὰ συμβεβηκός, εἰ ἅμα καὶ πο- 185b.2 σὰ ἄττα εἶεν· γὰρ τοῦ ἀπείρου λόγος τῷ ποσῷ προς- 185b.3 χρῆται, ἀλλ' οὐκ οὐσίᾳ οὐδὲ τῷ ποιῷ. εἰ μὲν τοίνυν καὶ οὐ- 185b.4 σία ἔστι καὶ ποσόν, δύο καὶ οὐχ ἓν τὸ ὄν· εἰ δ' οὐσία μόνον, 185b.5 οὐκ ἄπειρον, οὐδὲ μέγεθος ἕξει οὐδέν· ποσὸν γάρ τι ἔσται. ἔτι 185b.6 ἐπεὶ καὶ αὐτὸ τὸ ἓν πολλαχῶς λέγεται ὥσπερ καὶ τὸ ὄν, 185b.7 σκεπτέον τίνα τρόπον λέγουσιν εἶναι ἓν τὸ πᾶν. λέγεται δ' 185b.8 ἓν τὸ συνεχὲς τὸ ἀδιαίρετον ὧν λόγος αὐτὸς καὶ 185b.9 εἷς τοῦ τί ἦν εἶναι, ὥσπερ μέθυ καὶ οἶνος. εἰ μὲν τοίνυν 185b.10 συνεχές, πολλὰ τὸ ἕν· εἰς ἄπειρον γὰρ διαιρετὸν τὸ συνε- 185b.11 χές. (ἔχει δ' ἀπορίαν περὶ τοῦ μέρους καὶ τοῦ ὅλου, ἴσως δὲ 185b.12 οὐ πρὸς τὸν λόγον ἀλλ' αὐτὴν καθ' αὑτήν, πότερον ἓν 185b.13 πλείω τὸ μέρος καὶ τὸ ὅλον, καὶ πῶς ἓν πλείω, καὶ εἰ 185b.14 πλείω, πῶς πλείω, καὶ περὶ τῶν μερῶν τῶν μὴ συνεχῶν· 185b.15 καὶ εἰ τῷ ὅλῳ ἓν ἑκάτερον ὡς ἀδιαίρετον, ὅτι καὶ αὐτὰ αὑ- 185b.16 τοῖς. ) ἀλλὰ μὴν εἰ ὡς ἀδιαίρετον, οὐθὲν ἔσται ποσὸν οὐδὲ 185b.17 ποιόν, οὐδὲ δὴ ἄπειρον τὸ ὄν, ὥσπερ Μέλισσός φησιν, οὐδὲ 185b.18 πεπερασμένον, ὥσπερ Παρμενίδης· τὸ γὰρ πέρας ἀδιαίρε- 185b.19 τον, οὐ τὸ πεπερασμένον. ἀλλὰ μὴν εἰ τῷ λόγῳ ἓν τὰ 185b.20 ὄντα πάντα ὡς λώπιον καὶ ἱμάτιον, τὸν Ἡρακλείτου λόγον 185b.21 συμβαίνει λέγειν αὐτοῖς· ταὐτὸν γὰρ ἔσται ἀγαθῷ καὶ κακῷ 185b.22 εἶναι, καὶ ἀγαθῷ καὶ μὴ ἀγαθῷ εἶναι ὥστε ταὐτὸν ἔσται ἀγα- 185b.23 θὸν καὶ οὐκ ἀγαθόν, καὶ ἄνθρωπος καὶ ἵππος, καὶ οὐ περὶ 185b.24 τοῦ ἓν εἶναι τὰ ὄντα λόγος ἔσται ἀλλὰ περὶ τοῦ 185b.25 μηδέν καὶ τὸ τοιῳδὶ εἶναι καὶ τοσῳδὶ ταὐτόν. ἐθορυ- 185b.26 βοῦντο δὲ καὶ οἱ ὕστεροι τῶν ἀρχαίων ὅπως μὴ ἅμα γένη- 185b.27 ται αὐτοῖς τὸ αὐτὸ ἓν καὶ πολλά. διὸ οἱ μὲν τὸ ἐστὶν ἀφεῖ- 185b.28 λον, ὥσπερ Λυκόφρων, οἱ δὲ τὴν λέξιν μετερρύθμιζον, ὅτι 185b.29 ἄνθρωπος οὐ λευκός ἐστιν ἀλλὰ λελεύκωται, οὐδὲ βαδί- 185b.30 ζων ἐστὶν ἀλλὰ βαδίζει, ἵνα μή ποτε τὸ ἐστὶ προσάπτοντες 185b.31 πολλὰ εἶναι ποιῶσι τὸ ἕν, ὡς μοναχῶς λεγομένου τοῦ ἑνὸς 185b.32 τοῦ ὄντος. πολλὰ δὲ τὰ ὄντα λόγῳ (οἷον ἄλλο τὸ 185b.33 λευκῷ εἶναι καὶ μουσικῷ, τὸ δ' αὐτὸ ἄμφω· πολλὰ ἄρα 185b.34 τὸ ἕν) διαιρέσει, ὥσπερ τὸ ὅλον καὶ τὰ μέρη. ἐνταῦθα 186a.1 δὲ ἤδη ἠπόρουν, καὶ ὡμολόγουν τὸ ἓν πολλὰ εἶναι ὥσπερ 186a.2 οὐκ ἐνδεχόμενον ταὐτὸν ἕν τε καὶ πολλὰ εἶναι, μὴ τἀντικεί- 186a.3 μενα δέ· ἔστι γὰρ τὸ ἓν καὶ δυνάμει καὶ ἐντελεχείᾳ.

HOME > '������������������������' in 'Physica, 1, 2'
Aristoteles, Physica, 1, 1 <<<     >>> 3
908w 7.7397499084473 s