Aristoteles, Physica, 1, 3HOME > '������������������������' in 'Physica, 1, 3'
Aristoteles, Physica, 1, 2 <<<     >>> 4hide dictionary links

class="auswahl" href="text.php?tabelle=Aristoteles&rumpfid=Aristoteles, Physica, 1, 3&id=Aristoteles, Physica, 1, 3, 20&string=������������������������&from=&level=4&corpus=&lang=0&links=&target=&inframe=1&hide_apparatus=&becker=1"> Show Becker Lines

186a.4 τε δὴ τρόπον τοῦτον ἐπιοῦσιν ἀδύνατον φαίνεται 186a.5 τὰ ὄντα ἓν εἶναι, καὶ ἐξ ὧν ἐπιδεικνύουσι, λύειν οὐ χα- 186a.6 λεπόν. ἀμφότεροι γὰρ ἐριστικῶς συλλογίζονται, καὶ Μέ- 186a.7 λισσος καὶ Παρμενίδης [καὶ γὰρ ψευδῆ λαμβάνουσι καὶ 186a.8 ἀσυλλόγιστοί εἰσιν αὐτῶν οἱ λόγοι· μᾶλλον δ' Μελίσσου 186a.9 φορτικὸς καὶ οὐκ ἔχων ἀπορίαν, ἀλλ' ἑνὸς ἀτόπου δοθέντος 186a.10 τἆλλα συμβαίνει· τοῦτο δ' οὐθὲν χαλεπόν]. ὅτι μὲν οὖν πα- 186a.11 ραλογίζεται Μέλισσος, δῆλον· οἴεται γὰρ εἰληφέναι, εἰ 186a.12 τὸ γενόμενον ἔχει ἀρχὴν ἅπαν, ὅτι καὶ τὸ μὴ γενόμενον 186a.13 οὐκ ἔχει. εἶτα καὶ τοῦτο ἄτοπον, τὸ παντὸς εἶναι ἀρχήν 186a.14 τοῦ πράγματος καὶ μὴ τοῦ χρόνου, καὶ γενέσεως μὴ τῆς 186a.15 ἁπλῆς ἀλλὰ καὶ ἀλλοιώσεως, ὥσπερ οὐκ ἀθρόας γιγνο- 186a.16 μένης μεταβολῆς. ὥσπερ 186a.17 γὰρ καὶ τὸ μέρος ἓν ὄν, τοδὶ τὸ ὕδωρ, κινεῖται ἐν ἑαυτῷ, 186a.18 διὰ τί οὐ καὶ τὸ πᾶν; 186a.19 ἀλλὰ μὴν οὐδὲ τῷ εἴδει οἷόν τε ἓν εἶναι, πλὴν τῷ ἐξ οὗ 186a.20 (οὕτως δὲ ἓν καὶ τῶν φυσικῶν τινες λέγουσιν, ἐκείνως δ' 186a.21 οὔ)· ἄνθρωπος γὰρ ἵππου ἕτερον τῷ εἴδει καὶ τἀναντία ἀλ- 186a.22 λήλων. καὶ πρὸς Παρμενίδην δὲ αὐτὸς τρόπος τῶν λό- 186a.23 γων, καὶ εἴ τινες ἄλλοι εἰσὶν ἴδιοι· καὶ λύσις τῇ μὲν ὅτι 186a.24 ψευδὴς τῇ δὲ ὅτι οὐ συμπεραίνεται, ψευδὴς μὲν ἁπλῶς 186a.25 λαμβάνει τὸ ὂν λέγεσθαι, λεγομένου πολλαχῶς, ἀσυμ- 186a.26 πέραντος δὲ ὅτι, εἰ μόνα τὰ λευκὰ ληφθείη, σημαίνοντος 186a.27 ἓν τοῦ λευκοῦ, οὐθὲν ἧττον πολλὰ τὰ λευκὰ καὶ οὐχ ἕν· 186a.28 οὔτε γὰρ τῇ συνεχείᾳ ἓν ἔσται τὸ λευκὸν οὔτε τῷ λόγῳ. ἄλλο 186a.29 γὰρ ἔσται τὸ εἶναι λευκῷ καὶ τῷ δεδεγμένῳ. καὶ οὐκ ἔσται 186a.30 παρὰ τὸ λευκὸν οὐθὲν χωριστόν· οὐ γὰρ χωριστὸν ἀλλὰ 186a.31 τῷ εἶναι ἕτερον τὸ λευκὸν καὶ ὑπάρχει. ἀλλὰ τοῦτο 186a.32 Παρμενίδης οὔπω συνεώρα. ἀνάγκη δὴ λαβεῖν μὴ μόνον ἓν 186a.33 σημαίνειν τὸ ὄν, καθ' οὗ ἂν κατηγορηθῇ, ἀλλὰ καὶ ὅπερ 186a.34 ὂν καὶ ὅπερ ἕν. τὸ γὰρ συμβεβηκὸς καθ' ὑποκειμένου τινὸς 186a.35 λέγεται, ὥστε συμβέβηκε τὸ ὄν, οὐκ ἔσται (ἕτερον γὰρ 186b.1 τοῦ ὄντος)· ἔσται τι ἄρα οὐκ ὄν. οὐ δὴ ἔσται ἄλλῳ ὑπάρ- 186b.2 χον τὸ ὅπερ ὄν. οὐ γὰρ ἔσται ὄν τι αὐτὸ εἶναι, εἰ μὴ 186b.3 πολλὰ τὸ ὂν σημαίνει οὕτως ὥστε εἶναί τι ἕκαστον. ἀλλ' 186b.4 ὑπόκειται τὸ ὂν σημαίνειν ἕν. εἰ οὖν τὸ ὅπερ ὂν μηδενὶ συμ- 186b.5 βέβηκεν ἀλλὰ ἐκείνῳ, τί μᾶλλον τὸ ὅπερ ὂν σημαίνει 186b.6 τὸ ὂν μὴ ὄν; εἰ γὰρ ἔσται τὸ ὅπερ ὂν [ταὐτὸ] καὶ λευκόν, 186b.7 τὸ λευκῷ δ' εἶναι μὴ ἔστιν ὅπερ ὄν (οὐδὲ γὰρ συμβεβηκέ- 186b.8 ναι αὐτῷ οἷόν τε τὸ ὄν· οὐδὲν γὰρ ὂν οὐχ ὅπερ ὄν), οὐκ ἄρα 186b.9 ὂν τὸ λευκόν· οὐχ οὕτω δὲ ὥσπερ τι μὴ ὄν, ἀλλ' ὅλως μὴ 186b.10 ὄν. τὸ ἄρα ὅπερ ὂν οὐκ ὄν· ἀληθὲς γὰρ εἰπεῖν ὅτι λευκόν, 186b.11 τοῦτο δὲ οὐκ ὂν ἐσήμαινεν. ὥστε καὶ τὸ λευκὸν σημαίνει 186b.12 ὅπερ ὄν· πλείω ἄρα σημαίνει τὸ ὄν. οὐ τοίνυν οὐδὲ μέγεθος 186b.13 ἕξει τὸ ὄν, εἴπερ ὅπερ ὂν τὸ ὄν· ἑκατέρῳ γὰρ ἕτερον τὸ εἶ- 186b.14 ναι τῶν μορίων. ὅτι δὲ διαιρεῖται τὸ ὅπερ ὂν εἰς ὅπερ ὄν τι 186b.15 ἄλλο, καὶ τῷ λόγῳ φανερόν, οἷον ἄνθρωπος εἰ ἔστιν ὅπερ 186b.16 ὄν τι, ἀνάγκη καὶ τὸ ζῷον ὅπερ ὄν τι εἶναι καὶ τὸ δίπουν. 186b.17 εἰ γὰρ μὴ ὅπερ ὄν τι, συμβεβηκότα ἔσται. οὖν τῷ ἀνθρώ- 186b.18 πῳ ἄλλῳ τινὶ ὑποκειμένῳ. ἀλλ' ἀδύνατον· συμβεβηκός 186b.19 τε γὰρ λέγεται τοῦτο, ἐνδέχεται ὑπάρχειν καὶ μὴ ὑπάρ- 186b.20 χειν, οὗ ἐν τῷ λόγῳ ὑπάρχει τὸ συμβέβηκεν [ἢ ἐν 186b.21 λόγος ὑπάρχει συμβέβηκεν] (οἷον τὸ μὲν καθῆσθαι ὡς 186b.22 χωριζόμενον, ἐν δὲ τῷ σιμῷ ὑπάρχει λόγος τῆς ῥινὸς 186b.23 φαμὲν συμβεβηκέναι τὸ σιμόν)· ἔτι ὅσα ἐν τῷ ὁριστικῷ 186b.24 λόγῳ ἔνεστιν ἐξ ὧν ἐστιν, ἐν τῷ λόγῳ τῷ τούτων οὐκ ἐνυ- 186b.25 πάρχει λόγος τοῦ ὅλου, οἷον ἐν τῷ δίποδι τοῦ ἀνθρώ- 186b.26 που ἐν τῷ λευκῷ τοῦ λευκοῦ ἀνθρώπου. εἰ τοίνυν ταῦτα 186b.27 τοῦτον ἔχει τὸν τρόπον καὶ τῷ ἀνθρώπῳ συμβέβηκε τὸ δί- 186b.28 πουν, ἀνάγκη χωριστὸν εἶναι αὐτό, ὥστε ἐνδέχοιτο ἂν μὴ 186b.29 δίπουν εἶναι τὸν ἄνθρωπον, ἐν τῷ λόγῳ τῷ τοῦ δίποδος 186b.30 ἐνέσται τοῦ ἀνθρώπου λόγος. ἀλλ' ἀδύνατον· ἐκεῖνο γὰρ ἐν 186b.31 τῷ ἐκείνου λόγῳ ἔνεστιν. εἰ δ' ἄλλῳ συμβέβηκε τὸ δίπουν 186b.32 καὶ τὸ ζῷον, καὶ μὴ ἔστιν ἑκάτερον ὅπερ ὄν τι, καὶ ἄν- 186b.33 θρωπος ἂν εἴη τῶν συμβεβηκότων ἑτέρῳ. ἀλλὰ τὸ ὅπερ ὂν 186b.34 ἔστω μηδενὶ συμβεβηκός, καὶ καθ' οὗ ἄμφω [καὶ ἑκατέ- 186b.35 ρον], καὶ τὸ ἐκ τούτων λεγέσθω· ἐξ ἀδιαιρέτων ἄρα τὸ πᾶν; 187a.1 ἔνιοι δ' ἐνέδοσαν τοῖς λόγοις ἀμφοτέροις, τῷ μὲν ὅτι πάντα 187a.2 ἕν, εἰ τὸ ὂν ἓν σημαίνει, ὅτι ἔστι τὸ μὴ ὄν, τῷ δὲ ἐκ τῆς 187a.3 διχοτομίας, ἄτομα ποιήσαντες μεγέθη. φανερὸν δὲ καὶ ὅτι 187a.4 οὐκ ἀληθὲς ὡς, εἰ ἓν σημαίνει τὸ ὂν καὶ μὴ οἷόν τε ἅμα 187a.5 τὴν ἀντίφασιν, οὐκ ἔσται οὐθὲν μὴ ὄν· οὐθὲν γὰρ κωλύει, μὴ 187a.6 ἁπλῶς εἶναι, ἀλλὰ μὴ ὄν τι εἶναι τὸ μὴ ὄν. τὸ δὲ δὴ φά- 187a.7 ναι, παρ' αὐτὸ τὸ ὂν εἰ μή τι ἔσται ἄλλο, ἓν πάντα ἔσε- 187a.8 σθαι, ἄτοπον. τίς γὰρ μανθάνει αὐτὸ τὸ ὂν εἰ μὴ τὸ ὅπερ 187a.9 ὄν τι εἶναι; εἰ δὲ τοῦτο, οὐδὲν ὅμως κωλύει πολλὰ εἶναι τὰ 187a.10 ὄντα, ὥσπερ εἴρηται. ὅτι μὲν οὖν οὕτως ἓν εἶναι τὸ ὂν ἀδύνα- 187a.11 τον, δῆλον.

HOME > '������������������������' in 'Physica, 1, 3'
Aristoteles, Physica, 1, 2 <<<     >>> 4
858w 6.7319450378418 s