Aristoteles, Physica, 1, 5HOME > '������������������������' in 'Physica, 1, 5'
Aristoteles, Physica, 1, 4 <<<     >>> 6hide dictionary links

class="auswahl" href="text.php?tabelle=Aristoteles&rumpfid=Aristoteles, Physica, 1, 5&id=Aristoteles, Physica, 1, 5, 16&string=������������������������&from=&level=4&corpus=&lang=0&links=&target=&inframe=1&hide_apparatus=&becker=1"> Show Becker Lines

188a.19 δὴ τἀναντία ἀρχὰς ποιοῦσιν οἵ τε λέγοντες ὅτι 188a.20 ἓν τὸ πᾶν καὶ μὴ κινούμενον (καὶ γὰρ Παρμενίδης θερμὸν 188a.21 καὶ ψυχρὸν ἀρχὰς ποιεῖ, ταῦτα δὲ προσαγορεύει πῦρ καὶ 188a.22 γῆν) καὶ οἱ μανὸν καὶ πυκνόν, καὶ Δημόκριτος τὸ πλῆρες καὶ 188a.23 κενόν, ὧν τὸ μὲν ὡς ὂν τὸ δὲ ὡς οὐκ ὂν εἶναί φησιν· ἔτι θέ- 188a.24 σει, σχήματι, τάξει. ταῦτα δὲ γένη ἐναντίων· θέσεως ἄνω 188a.25 κάτω, πρόσθεν ὄπισθεν, σχήματος γεγωνιωμένον ἀγώνιον, εὐθὺ 188a.26 περιφερές. ὅτι μὲν οὖν τἀναντία πως πάντες ποιοῦσι τὰς ἀρχάς, 188a.27 δῆλον. καὶ τοῦτο εὐλόγως· δεῖ γὰρ τὰς ἀρχὰς μήτε ἐξ ἀλλήλων 188a.28 εἶναι μήτε ἐξ ἄλλων, καὶ ἐκ τούτων πάντα· τοῖς δὲ ἐναν- 188a.29 τίοις τοῖς πρώτοις ὑπάρχει ταῦτα, διὰ μὲν τὸ πρῶτα εἶναι 188a.30 μὴ ἐξ ἄλλων, διὰ δὲ τὸ ἐναντία μὴ ἐξ ἀλλήλων. ἀλλὰ 188a.31 δεῖ τοῦτο καὶ ἐπὶ τοῦ λόγου σκέψασθαι πῶς συμβαίνει. λη- 188a.32 πτέον δὴ πρῶτον ὅτι πάντων τῶν ὄντων οὐθὲν οὔτε ποιεῖν πέ- 188a.33 φυκεν οὔτε πάσχειν τὸ τυχὸν ὑπὸ τοῦ τυχόντος, οὐδὲ γίγνεται 188a.34 ὁτιοῦν ἐξ ὁτουοῦν, ἂν μή τις λαμβάνῃ κατὰ συμβεβηκός· 188a.35 πῶς γὰρ ἂν γένοιτο λευκὸν ἐκ μουσικοῦ, πλὴν εἰ μὴ συμ- 188a.36 βεβηκὸς εἴη τῷ μὴ λευκῷ τῷ μέλανι τὸ μουσικόν; ἀλλὰ 188a.37 λευκὸν μὲν γίγνεται ἐξ οὐ λευκοῦ, καὶ τούτου οὐκ ἐκ παντὸς 188b.1 ἀλλ' ἐκ μέλανος τῶν μεταξύ, καὶ μουσικὸν οὐκ ἐκ μου- 188b.2 σικοῦ, πλὴν οὐκ ἐκ παντὸς ἀλλ' ἐξ ἀμούσου εἴ τι αὐτῶν 188b.3 ἐστι μεταξύ. οὐδὲ δὴ φθείρεται εἰς τὸ τυχὸν πρῶτον, οἷον 188b.4 τὸ λευκὸν οὐκ εἰς τὸ μουσικόν, πλὴν εἰ μή ποτε κατὰ συμ- 188b.5 βεβηκός, ἀλλ' εἰς τὸ μὴ λευκόν, καὶ οὐκ εἰς τὸ τυχὸν ἀλλ' 188b.6 εἰς τὸ μέλαν τὸ μεταξύ· ὡς δ' αὔτως καὶ τὸ μουσικὸν 188b.7 εἰς τὸ μὴ μουσικόν, καὶ τοῦτο οὐκ εἰς τὸ τυχὸν ἀλλ' εἰς τὸ 188b.8 ἄμουσον εἴ τι αὐτῶν ἐστι μεταξύ. ὁμοίως δὲ τοῦτο καὶ 188b.9 ἐπὶ τῶν ἄλλων, ἐπεὶ καὶ τὰ μὴ ἁπλᾶ τῶν ὄντων ἀλλὰ 188b.10 σύνθετα κατὰ τὸν αὐτὸν ἔχει λόγον· ἀλλὰ διὰ τὸ μὴ τὰς 188b.11 ἀντικειμένας διαθέσεις ὠνομάσθαι λανθάνει τοῦτο συμβαῖνον. 188b.12 ἀνάγκη γὰρ πᾶν τὸ ἡρμοσμένον ἐξ ἀναρμόστου γίγνεσθαι καὶ 188b.13 τὸ ἀνάρμοστον ἐξ ἡρμοσμένου, καὶ φθείρεσθαι τὸ ἡρμοσμέ- 188b.14 νον εἰς ἀναρμοστίαν, καὶ ταύτην οὐ τὴν τυχοῦσαν ἀλλὰ τὴν 188b.15 ἀντικειμένην. διαφέρει δ' οὐθὲν ἐπὶ ἁρμονίας εἰπεῖν τάξεως 188b.16 συνθέσεως· φανερὸν γὰρ ὅτι αὐτὸς λόγος. ἀλλὰ μὴν 188b.17 καὶ οἰκία καὶ ἀνδριὰς καὶ ὁτιοῦν ἄλλο γίγνεται ὁμοίως· 188b.18 τε γὰρ οἰκία γίγνεται ἐκ τοῦ μὴ συγκεῖσθαι ἀλλὰ διῃρῆ- 188b.19 σθαι ταδὶ ὡδί, καὶ ἀνδριὰς καὶ τῶν ἐσχηματισμένων τι 188b.20 ἐξ ἀσχημοσύνης· καὶ ἕκαστον τούτων τὰ μὲν τάξις, τὰ δὲ 188b.21 σύνθεσίς τίς ἐστιν. εἰ τοίνυν τοῦτ' ἔστιν ἀληθές, ἅπαν ἂν γί- 188b.22 γνοιτο τὸ γιγνόμενον καὶ φθείροιτο τὸ φθειρόμενον ἐξ ἐναν- 188b.23 τίων εἰς ἐναντία καὶ τὰ τούτων μεταξύ. τὰ δὲ μεταξὺ 188b.24 ἐκ τῶν ἐναντίων ἐστίν, οἷον χρώματα ἐκ λευκοῦ καὶ μέλα- 188b.25 νος· ὥστε πάντ' ἂν εἴη τὰ φύσει γιγνόμενα ἐναντία ἐξ 188b.26 ἐναντίων. μέχρι μὲν οὖν ἐπὶ τοσοῦτον σχεδὸν συνηκολουθήκασι 188b.27 καὶ τῶν ἄλλων οἱ πλεῖστοι, καθάπερ εἴπομεν πρότερον· πάντες 188b.28 γὰρ τὰ στοιχεῖα καὶ τὰς ὑπ' αὐτῶν καλουμένας ἀρχάς, καί- 188b.29 περ ἄνευ λόγου τιθέντες, ὅμως τἀναντία λέγουσιν, ὥσπερ ὑπ' 188b.30 αὐτῆς τῆς ἀληθείας ἀναγκασθέντες. διαφέρουσι δ' ἀλλή- 188b.31 λων τῷ τοὺς μὲν πρότερα τοὺς δ' ὕστερα λαμβάνειν, καὶ τοὺς 188b.32 μὲν γνωριμώτερα κατὰ τὸν λόγον τοὺς δὲ κατὰ τὴν αἴσθη- 188b.33 σιν (οἱ μὲν γὰρ θερμὸν καὶ ψυχρόν, οἱ δ' ὑγρὸν καὶ ξηρόν, 188b.34 ἕτεροι δὲ περιττὸν καὶ ἄρτιον νεῖκος καὶ φιλίαν αἰ- 188b.35 τίας τίθενται τῆς γενέσεως· ταῦτα δ' ἀλλήλων διαφέρει 188b.36 κατὰ τὸν εἰρημένον τρόπον), ὥστε ταὐτὰ λέγειν πως καὶ ἕτερα 188b.37 ἀλλήλων, ἕτερα μὲν ὥσπερ καὶ δοκεῖ τοῖς πλείστοις, ταὐτὰ 189a.1 δὲ ἀνάλογον· λαμβάνουσι γὰρ ἐκ τῆς αὐτῆς συστοιχίας· 189a.2 τὰ μὲν γὰρ περιέχει, τὰ δὲ περιέχεται τῶν ἐναντίων. ταύτῃ 189a.3 τε δὴ ὡσαύτως λέγουσι καὶ ἑτέρως, καὶ χεῖρον καὶ βέλ- 189a.4 τιον, καὶ οἱ μὲν γνωριμώτερα κατὰ τὸν λόγον, ὥσπερ εἴρη- 189a.5 ται πρότερον, οἱ δὲ κατὰ τὴν αἴσθησιν (τὸ μὲν γὰρ καθόλου 189a.6 κατὰ τὸν λόγον γνώριμον, τὸ δὲ καθ' ἕκαστον κατὰ τὴν αἴ- 189a.7 σθησιν· μὲν γὰρ λόγος τοῦ καθόλου, δ' αἴσθησις τοῦ κατὰ 189a.8 μέρος), οἷον τὸ μὲν μέγα καὶ τὸ μικρὸν κατὰ τὸν λόγον, τὸ 189a.9 δὲ μανὸν καὶ τὸ πυκνὸν κατὰ τὴν αἴσθησιν. ὅτι μὲν οὖν ἐναν- 189a.10 τίας δεῖ τὰς ἀρχὰς εἶναι, φανερόν.

HOME > '������������������������' in 'Physica, 1, 5'
691w 2.5662779808044 s