Aristoteles, Physica, 1, 8HOME > '������������������������' in 'Physica, 1, 8'
Aristoteles, Physica, 1, 7 <<<     >>> 9hide dictionary links

class="auswahl" href="text.php?tabelle=Aristoteles&rumpfid=Aristoteles, Physica, 1, 8&id=Aristoteles, Physica, 1, 8, 8&string=������������������������&from=&level=4&corpus=&lang=0&links=&target=&inframe=1&hide_apparatus=&becker=1"> Show Becker Lines

191a.23 δὲ μοναχῶς οὕτω λύεται καὶ τῶν ἀρχαίων 191a.24 ἀπορία, λέγωμεν μετὰ ταῦτα. ζητοῦντες γὰρ οἱ κατὰ φι- 191a.25 λοσοφίαν πρῶτοι τὴν ἀλήθειαν καὶ τὴν φύσιν τῶν ὄντων 191a.26 ἐξετράπησαν οἷον ὁδόν τινα ἄλλην ἀπωσθέντες ὑπὸ ἀπει- 191a.27 ρίας, καί φασιν οὔτε γίγνεσθαι τῶν ὄντων οὐδὲν οὔτε φθείρεσθαι 191a.28 διὰ τὸ ἀναγκαῖον μὲν εἶναι γίγνεσθαι τὸ γιγνόμενον ἐξ 191a.29 ὄντος ἐκ μὴ ὄντος, ἐκ δὲ τούτων ἀμφοτέρων ἀδύνατον 191a.30 εἶναι· οὔτε γὰρ τὸ ὂν γίγνεσθαι (εἶναι γὰρ ἤδη) ἔκ τε μὴ 191a.31 ὄντος οὐδὲν ἂν γενέσθαι· ὑποκεῖσθαι γάρ τι δεῖν. καὶ οὕτω 191a.32 δὴ τὸ ἐφεξῆς συμβαῖνον αὔξοντες οὐδ' εἶναι πολλά φασιν 191a.33 ἀλλὰ μόνον αὐτὸ τὸ ὄν. ἐκεῖνοι μὲν οὖν ταύτην ἔλαβον τὴν 191a.34 δόξαν διὰ τὰ εἰρημένα· ἡμεῖς δὲ λέγομεν ὅτι τὸ ἐξ ὄντος 191a.35 μὴ ὄντος γίγνεσθαι, τὸ μὴ ὂν τὸ ὂν ποιεῖν τι 191a.36 πάσχειν ὁτιοῦν τόδε γίγνεσθαι, ἕνα μὲν τρόπον οὐθὲν δια- 191b.1 φέρει τὸ τὸν ἰατρὸν ποιεῖν τι πάσχειν ἐξ ἰατροῦ 191b.2 εἶναί τι γίγνεσθαι, ὥστ' ἐπειδὴ τοῦτο διχῶς λέγεται, 191b.3 δῆλον ὅτι καὶ τὸ ἐξ ὄντος καὶ τὸ ὂν ποιεῖν πά- 191b.4 σχειν. οἰκοδομεῖ μὲν οὖν ἰατρὸς οὐχ ἰατρὸς ἀλλ' 191b.5 οἰκοδόμος, καὶ λευκὸς γίγνεται οὐχ ἰατρὸς ἀλλ' μέλας· 191b.6 ἰατρεύει δὲ καὶ ἀνίατρος γίγνεται ἰατρός. ἐπεὶ δὲ μάλιστα 191b.7 λέγομεν κυρίως τὸν ἰατρὸν ποιεῖν τι πάσχειν γίγνεσθαι 191b.8 ἐξ ἰατροῦ, ἐὰν ἰατρὸς ταῦτα πάσχῃ ποιῇ γίγνηται, 191b.9 δῆλον ὅτι καὶ τὸ ἐκ μὴ ὄντος γίγνεσθαι τοῦτο σημαίνει, τὸ 191b.10 μὴ ὄν. ὅπερ ἐκεῖνοι μὲν οὐ διελόντες ἀπέστησαν, καὶ διὰ 191b.11 ταύτην τὴν ἄγνοιαν τοσοῦτον προσηγνόησαν, ὥστε μηθὲν οἴε- 191b.12 σθαι γίγνεσθαι μηδ' εἶναι τῶν ἄλλων, ἀλλ' ἀνελεῖν πᾶσαν 191b.13 τὴν γένεσιν· ἡμεῖς δὲ καὶ αὐτοί φαμεν γίγνεσθαι μὲν μηθὲν 191b.14 ἁπλῶς ἐκ μὴ ὄντος, πὼς μέντοι γίγνεσθαι ἐκ μὴ ὄντος, οἷον 191b.15 κατὰ συμβεβηκός (ἐκ γὰρ τῆς στερήσεως, ἐστι καθ' αὑτὸ μὴ 191b.16 ὄν, οὐκ ἐνυπάρχοντος γίγνεταί τι· θαυμάζεται δὲ τοῦτο καὶ 191b.17 ἀδύνατον οὕτω δοκεῖ γίγνεσθαί τι, ἐκ μὴ ὄντος)· ὡσαύτως δὲ 191b.18 οὐδ' ἐξ ὄντος οὐδὲ τὸ ὂν γίγνεσθαι, πλὴν κατὰ συμβεβηκός· οὕτω 191b.19 δὲ καὶ τοῦτο γίγνεσθαι, τὸν αὐτὸν τρόπον οἷον εἰ ἐκ ζῴου ζῷον 191b.20 γίγνοιτο καὶ ἐκ τινὸς ζῴου τι ζῷον· οἷον εἰ κύων ἐξ ἵππου γίγνοιτο. γίγνοιτο μὲν γὰρ ἂν οὐ μόνον ἐκ τι- 191b.22 νὸς ζῴου κύων, ἀλλὰ καὶ ἐκ ζῴου, ἀλλ' οὐχ ζῷον· ὑπ- 191b.23 άρχει γὰρ ἤδη τοῦτο· εἰ δέ τι μέλλει γίγνεσθαι ζῷον μὴ 191b.24 κατὰ συμβεβηκός, οὐκ ἐκ ζῴου ἔσται, καὶ εἴ τι ὄν, οὐκ ἐξ 191b.25 ὄντος· οὐδ' ἐκ μὴ ὄντος· τὸ γὰρ ἐκ μὴ ὄντος εἴρηται ἡμῖν 191b.26 τί σημαίνει, ὅτι μὴ ὄν. ἔτι δὲ καὶ τὸ εἶναι ἅπαν 191b.27 μὴ εἶναι οὐκ ἀναιροῦμεν. εἷς μὲν δὴ τρόπος οὗτος, ἄλλος δ' 191b.28 ὅτι ἐνδέχεται ταὐτὰ λέγειν κατὰ τὴν δύναμιν καὶ τὴν ἐνέρ- 191b.29 γειαν· τοῦτο δ' ἐν ἄλλοις διώρισται δι' ἀκριβείας μᾶλλον. 191b.30 ὥσθ' (ὅπερ ἐλέγομεν) αἱ ἀπορίαι λύονται δι' ἃς ἀναγκα- 191b.31 ζόμενοι ἀναιροῦσι τῶν εἰρημένων ἔνια· διὰ γὰρ τοῦτο τοσοῦτον 191b.32 καὶ οἱ πρότερον ἐξετράπησαν τῆς ὁδοῦ τῆς ἐπὶ τὴν γένεσιν 191b.33 καὶ φθορὰν καὶ ὅλως μεταβολήν· αὕτη γὰρ ἂν ὀφθεῖσα 191b.34 φύσις ἅπασαν ἔλυσεν αὐτῶν τὴν ἄγνοιαν.

HOME > '������������������������' in 'Physica, 1, 8'
508w 2.9388589859009 s