Aristoteles, Physica, 2, 1HOME > '������������������������' in 'Physica, 2, 1'
>>> Aristoteles, Physica, 2, 2hide dictionary links

class="auswahl" href="text.php?tabelle=Aristoteles&rumpfid=Aristoteles, Physica, 2, 1&id=Aristoteles, Physica, 2, 1, 6&string=������������������������&from=&level=4&corpus=&lang=0&links=&target=&inframe=1&hide_apparatus=&becker=1"> Show Becker Lines

192b.8 ὄντων τὰ μέν ἐστι φύσει, τὰ δὲ δι' ἄλλας αἰ- 192b.9 τίας, φύσει μὲν τά τε ζῷα καὶ τὰ μέρη αὐτῶν καὶ τὰ 192b.10 φυτὰ καὶ τὰ ἁπλᾶ τῶν σωμάτων, οἷον γῆ καὶ πῦρ καὶ 192b.11 ἀὴρ καὶ ὕδωρ (ταῦτα γὰρ εἶναι καὶ τὰ τοιαῦτα φύσει 192b.12 φαμέν), πάντα δὲ ταῦτα φαίνεται διαφέροντα πρὸς τὰ 192b.13 μὴ φύσει συνεστῶτα. τούτων μὲν γὰρ ἕκαστον ἐν ἑαυτῷ 192b.14 ἀρχὴν ἔχει κινήσεως καὶ στάσεως, τὰ μὲν κατὰ τόπον, 192b.15 τὰ δὲ κατ' αὔξησιν καὶ φθίσιν, τὰ δὲ κατ' ἀλλοίωσιν· 192b.16 κλίνη δὲ καὶ ἱμάτιον, καὶ εἴ τι τοιοῦτον ἄλλο γένος 192b.17 ἐστίν, μὲν τετύχηκε τῆς κατηγορίας ἑκάστης καὶ 192b.18 καθ' ὅσον ἐστὶν ἀπὸ τέχνης, οὐδεμίαν ὁρμὴν ἔχει μετα- 192b.19 βολῆς ἔμφυτον, δὲ συμβέβηκεν αὐτοῖς εἶναι λιθίνοις 192b.20 γηΐνοις μικτοῖς ἐκ τούτων, ἔχει, καὶ κατὰ τοσοῦτον, ὡς 192b.21 οὔσης τῆς φύσεως ἀρχῆς τινὸς καὶ αἰτίας τοῦ κινεῖσθαι καὶ 192b.22 ἠρεμεῖν ἐν ὑπάρχει πρώτως καθ' αὑτὸ καὶ μὴ κατὰ 192b.23 συμβεβηκός (λέγω δὲ τὸ μὴ κατὰ συμβεβηκός, ὅτι γέ- 192b.24 νοιτ' ἂν αὐτὸς αὑτῷ τις αἴτιος ὑγιείας ὢν ἰατρός· ἀλλ' 192b.25 ὅμως οὐ καθὸ ὑγιάζεται τὴν ἰατρικὴν ἔχει, ἀλλὰ συμβέ- 192b.26 βηκεν τὸν αὐτὸν ἰατρὸν εἶναι καὶ ὑγιαζόμενον· διὸ καὶ χωρί- 192b.27 ζεταί ποτ' ἀπ' ἀλλήλων). ὁμοίως δὲ καὶ τῶν ἄλλων ἕκα- 192b.28 στον τῶν ποιουμένων· οὐδὲν γὰρ αὐτῶν ἔχει τὴν ἀρχὴν ἐν ἑαυ- 192b.29 τῷ τῆς ποιήσεως, ἀλλὰ τὰ μὲν ἐν ἄλλοις καὶ ἔξωθεν, οἷον 192b.30 οἰκία καὶ τῶν ἄλλων τῶν χειροκμήτων ἕκαστον, τὰ δ' ἐν 192b.31 αὑτοῖς μὲν ἀλλ' οὐ καθ' αὑτά, ὅσα κατὰ συμβεβηκὸς αἴ- 192b.32 τια γένοιτ' ἂν αὑτοῖς. φύσις μὲν οὖν ἐστὶ τὸ ῥηθέν· φύσιν δὲ 192b.33 ἔχει ὅσα τοιαύτην ἔχει ἀρχήν. καὶ ἔστιν πάντα ταῦτα οὐσία· 192b.34 ὑποκείμενον γάρ τι, καὶ ἐν ὑποκειμένῳ ἐστὶν φύσις ἀεί. 192b.35 κατὰ φύσιν δὲ ταῦτά τε καὶ ὅσα τούτοις ὑπάρχει καθ' 192b.36 αὑτά, οἷον τῷ πυρὶ φέρεσθαι ἄνω· τοῦτο γὰρ φύσις μὲν οὐκ 193a.1 ἔστιν οὐδ' ἔχει φύσιν, φύσει δὲ καὶ κατὰ φύσιν ἐστίν. τί μὲν 193a.2 οὖν ἐστιν φύσις, εἴρηται, καὶ τί τὸ φύσει καὶ κατὰ φύσιν. 193a.3 ὡς δ' ἔστιν φύσις, πειρᾶσθαι δεικνύναι γελοῖον· φανερὸν 193a.4 γὰρ ὅτι τοιαῦτα τῶν ὄντων ἐστὶν πολλά. τὸ δὲ δεικνύναι τὰ 193a.5 φανερὰ διὰ τῶν ἀφανῶν οὐ δυναμένου κρίνειν ἐστὶ τὸ δι' αὑτὸ 193a.6 καὶ μὴ δι' αὑτὸ γνώριμον (ὅτι δ' ἐνδέχεται τοῦτο πάσχειν, οὐκ 193a.7 ἄδηλον· συλλογίσαιτο γὰρ ἄν τις ἐκ γενετῆς ὢν τυφλὸς 193a.8 περὶ χρωμάτων), ὥστε ἀνάγκη τοῖς τοιούτοις περὶ τῶν ὀνομά- 193a.9 των εἶναι τὸν λόγον, νοεῖν δὲ μηδέν. δοκεῖ δ' φύσις καὶ 193a.10 οὐσία τῶν φύσει ὄντων ἐνίοις εἶναι τὸ πρῶτον ἐνυπάρχον ἑκά- 193a.11 στῳ, ἀρρύθμιστον καθ' ἑαυτό, οἷον κλίνης φύσις τὸ ξύλον, 193a.12 ἀνδριάντος δ' χαλκός. σημεῖον δέ φησιν Ἀντιφῶν ὅτι, εἴ 193a.13 τις κατορύξειε κλίνην καὶ λάβοι δύναμιν σηπεδὼν ὥστε 193a.14 ἀνεῖναι βλαστόν, οὐκ ἂν γενέσθαι κλίνην ἀλλὰ ξύλον, ὡς τὸ 193a.15 μὲν κατὰ συμβεβηκὸς ὑπάρχον, τὴν κατὰ νόμον διάθεσιν 193a.16 καὶ τὴν τέχνην, τὴν δ' οὐσίαν οὖσαν ἐκείνην καὶ διαμένει 193a.17 ταῦτα πάσχουσα συνεχῶς. εἰ δὲ καὶ τούτων ἕκαστον πρὸς ἕτε- 193a.18 ρόν τι ταὐτὸ τοῦτο πέπονθεν (οἷον μὲν χαλκὸς καὶ χρυσὸς 193a.19 πρὸς ὕδωρ, τὰ δ' ὀστᾶ καὶ ξύλα πρὸς γῆν, ὁμοίως δὲ καὶ 193a.20 τῶν ἄλλων ὁτιοῦν), ἐκεῖνο τὴν φύσιν εἶναι καὶ τὴν οὐσίαν αὐ- 193a.21 τῶν. διόπερ οἱ μὲν πῦρ, οἱ δὲ γῆν, οἱ δ' ἀέρα φασίν, οἱ δὲ 193a.22 ὕδωρ, οἱ δ' ἔνια τούτων, οἱ δὲ πάντα ταῦτα τὴν φύσιν εἶ- 193a.23 ναι τὴν τῶν ὄντων. γάρ τις αὐτῶν ὑπέλαβε τοιοῦτον, εἴτε 193a.24 ἓν εἴτε πλείω, τοῦτο καὶ τοσαῦτά φησιν εἶναι τὴν ἅπασαν 193a.25 οὐσίαν, τὰ δὲ ἄλλα πάντα πάθη τούτων καὶ ἕξεις καὶ δια- 193a.26 θέσεις, καὶ τούτων μὲν ὁτιοῦν ἀΐδιον (οὐ γὰρ εἶναι μετα- 193a.27 βολὴν αὐτοῖς ἐξ αὑτῶν), τὰ δ' ἄλλα γίγνεσθαι καὶ φθεί- 193a.28 ρεσθαι ἀπειράκις. ἕνα μὲν οὖν τρόπον οὕτως φύσις λέγεται, 193a.29 πρώτη ἑκάστῳ ὑποκειμένη ὕλη τῶν ἐχόντων ἐν αὑτοῖς ἀρ- 193a.30 χὴν κινήσεως καὶ μεταβολῆς, ἄλλον δὲ τρόπον μορφὴ 193a.31 καὶ τὸ εἶδος τὸ κατὰ τὸν λόγον. ὥσπερ γὰρ τέχνη λέγεται 193a.32 τὸ κατὰ τέχνην καὶ τὸ τεχνικόν, οὕτω καὶ φύσις τὸ κατὰ 193a.33 φύσιν [λέγεται] καὶ τὸ φυσικόν, οὔτε δὲ ἐκεῖ πω φαῖμεν ἂν 193a.34 ἔχειν κατὰ τὴν τέχνην οὐδέν, εἰ δυνάμει μόνον ἐστὶ κλίνη, μή 193a.35 πω δ' ἔχει τὸ εἶδος τῆς κλίνης, οὐδ' εἶναι τέχνην, οὔτ' ἐν 193a.36 τοῖς φύσει συνισταμένοις· τὸ γὰρ δυνάμει σὰρξ ὀστοῦν οὔτ' 193b.1 ἔχει πω τὴν ἑαυτοῦ φύσιν, πρὶν ἂν λάβῃ τὸ εἶδος τὸ κατὰ 193b.2 τὸν λόγον, ὁριζόμενοι λέγομεν τί ἐστι σὰρξ ὀστοῦν, οὔτε 193b.3 φύσει ἐστίν. ὥστε ἄλλον τρόπον φύσις ἂν εἴη τῶν ἐχόντων 193b.4 ἐν αὑτοῖς κινήσεως ἀρχὴν μορφὴ καὶ τὸ εἶδος, οὐ χωρι- 193b.5 στὸν ὂν ἀλλ' κατὰ τὸν λόγον. (τὸ δ' ἐκ τούτων φύσις μὲν 193b.6 οὐκ ἔστιν, φύσει δέ, οἷον ἄνθρωπος. ) καὶ μᾶλλον αὕτη φύσις 193b.7 τῆς ὕλης· ἕκαστον γὰρ τότε λέγεται ὅταν ἐντελεχείᾳ ᾖ, 193b.8 μᾶλλον ὅταν δυνάμει. ἔτι γίγνεται ἄνθρωπος ἐξ ἀνθρώπου, 193b.9 ἀλλ' οὐ κλίνη ἐκ κλίνης· διὸ καί φασιν οὐ τὸ σχῆμα εἶναι 193b.10 τὴν φύσιν ἀλλὰ τὸ ξύλον, ὅτι γένοιτ' ἄν, εἰ βλαστάνοι, οὐ 193b.11 κλίνη ἀλλὰ ξύλον. εἰ δ' ἄρα τοῦτο φύσις, καὶ μορφὴ 193b.12 φύσις· γίγνεται γὰρ ἐξ ἀνθρώπου ἄνθρωπος. ἔτι δ' φύσις 193b.13 λεγομένη ὡς γένεσις ὁδός ἐστιν εἰς φύσιν. οὐ γὰρ ὥσπερ 193b.14 ἰάτρευσις λέγεται οὐκ εἰς ἰατρικὴν ὁδὸς ἀλλ' εἰς ὑγίειαν· 193b.15 ἀνάγκη μὲν γὰρ ἀπὸ ἰατρικῆς οὐκ εἰς ἰατρικὴν εἶναι τὴν ἰά- 193b.16 τρευσιν, οὐχ οὕτω δ' φύσις ἔχει πρὸς τὴν φύσιν, ἀλλὰ τὸ 193b.17 φυόμενον ἐκ τινὸς εἰς τὶ ἔρχεται φύεται. τί οὖν φύε- 193b.18 ται; δὲ 193b.19 μορφὴ καὶ φύσις διχῶς λέγεται· καὶ γὰρ στέρησις εἶ- 193b.20 δός πώς ἐστιν. εἰ δ' ἔστιν στέρησις καὶ ἐναντίον τι περὶ τὴν 193b.21 ἁπλῆν γένεσιν μὴ ἔστιν, ὕστερον ἐπισκεπτέον.

HOME > '������������������������' in 'Physica, 2, 1'
>>> Aristoteles, Physica, 2, 2
916w 6.1019999980927 s