Aristoteles, Physica, 2, 2HOME > '������������������������' in 'Physica, 2, 2'
Aristoteles, Physica, 2, 1 <<<     >>> 3hide dictionary links

class="auswahl" href="text.php?tabelle=Aristoteles&rumpfid=Aristoteles, Physica, 2, 2&id=Aristoteles, Physica, 2, 2, 2&string=������������������������&from=&level=4&corpus=&lang=0&links=&target=&inframe=1&hide_apparatus=&becker=1"> Show Becker Lines

193b.22 δὲ διώρισται ποσαχῶς φύσις, μετὰ τοῦτο 193b.23 θεωρητέον τίνι διαφέρει μαθηματικὸς τοῦ φυσικοῦ (καὶ 193b.24 γὰρ ἐπίπεδα καὶ στερεὰ ἔχει τὰ φυσικὰ σώματα καὶ μήκη 193b.25 καὶ στιγμάς, περὶ ὧν σκοπεῖ μαθηματικός)· ἔτι εἰ 193b.26 ἀστρολογία ἑτέρα μέρος τῆς φυσικῆς· εἰ γὰρ τοῦ φυσικοῦ 193b.27 τὸ τί ἐστιν ἥλιος σελήνη εἰδέναι, τῶν δὲ συμβεβηκότων 193b.28 καθ' αὑτὰ μηδέν, ἄτοπον, ἄλλως τε καὶ ὅτι φαίνονται λέ- 193b.29 γοντες οἱ περὶ φύσεως καὶ περὶ σχήματος σελήνης καὶ ἡλίου, 193b.30 καὶ δὴ καὶ πότερον σφαιροειδὴς γῆ καὶ κόσμος οὔ. 193b.31 περὶ τούτων μὲν οὖν πραγματεύεται καὶ μαθηματικός, 193b.32 ἀλλ' οὐχ φυσικοῦ σώματος πέρας ἕκαστον· οὐδὲ τὰ συμ- 193b.33 βεβηκότα θεωρεῖ τοιούτοις οὖσι συμβέβηκεν· διὸ καὶ χωρί- 193b.34 ζει· χωριστὰ γὰρ τῇ νοήσει κινήσεώς ἐστι, καὶ οὐδὲν διαφέ- 193b.35 ρει, οὐδὲ γίγνεται ψεῦδος χωριζόντων. λανθάνουσι δὲ τοῦτο ποι- 193b.36 οῦντες καὶ οἱ τὰς ἰδέας λέγοντες· τὰ γὰρ φυσικὰ χωρίζου- 194a.1 σιν ἧττον ὄντα χωριστὰ τῶν μαθηματικῶν. γίγνοιτο δ' ἂν 194a.2 τοῦτο δῆλον, εἴ τις ἑκατέρων πειρῷτο λέγειν τοὺς ὅρους, καὶ 194a.3 αὐτῶν καὶ τῶν συμβεβηκότων. τὸ μὲν γὰρ περιττὸν ἔσται 194a.4 καὶ τὸ ἄρτιον καὶ τὸ εὐθὺ καὶ τὸ καμπύλον, ἔτι δὲ ἀριθμὸς 194a.5 καὶ γραμμὴ καὶ σχῆμα, ἄνευ κινήσεως, σὰρξ δὲ καὶ ὀστοῦν 194a.6 καὶ ἄνθρωπος οὐκέτι, ἀλλὰ ταῦτα ὥσπερ ῥὶς σιμὴ ἀλλ' οὐχ 194a.7 ὡς τὸ καμπύλον λέγεται. δηλοῖ δὲ καὶ τὰ φυσικώτερα 194a.8 τῶν μαθημάτων, οἷον ὀπτικὴ καὶ ἁρμονικὴ καὶ ἀστρολογία· 194a.9 ἀνάπαλιν γὰρ τρόπον τιν' ἔχουσιν τῇ γεωμετρίᾳ. μὲν γὰρ 194a.10 γεωμετρία περὶ γραμμῆς φυσικῆς σκοπεῖ, ἀλλ' οὐχ φυ- 194a.11 σική, δ' ὀπτικὴ μαθηματικὴν μὲν γραμμήν, ἀλλ' οὐχ 194a.12 μαθηματικὴ ἀλλ' φυσική. ἐπεὶ δ' φύσις διχῶς, τό τε 194a.13 εἶδος καὶ ὕλη, ὡς ἂν εἰ περὶ σιμότητος σκοποῖμεν τί ἐστιν, 194a.14 οὕτω θεωρητέον· ὥστ' οὔτ' ἄνευ ὕλης τὰ τοιαῦτα οὔτε κατὰ τὴν 194a.15 ὕλην. καὶ γὰρ δὴ καὶ περὶ τούτου ἀπορήσειεν ἄν τις, 194a.16 ἐπεὶ δύο αἱ φύσεις, περὶ ποτέρας τοῦ φυσικοῦ. περὶ τοῦ ἐξ 194a.17 ἀμφοῖν; 194a.18 πότερον οὖν τῆς αὐτῆς ἄλλης ἑκατέραν γνωρίζειν; εἰς μὲν 194a.19 γὰρ τοὺς ἀρχαίους ἀποβλέψαντι δόξειεν ἂν εἶναι τῆς ὕλης 194a.20 (ἐπὶ μικρὸν γάρ τι μέρος Ἐμπεδοκλῆς καὶ Δημόκριτος τοῦ 194a.21 εἴδους καὶ τοῦ τί ἦν εἶναι ἥψαντο)· εἰ δὲ τέχνη μιμεῖται 194a.22 τὴν φύσιν, τῆς δὲ αὐτῆς ἐπιστήμης εἰδέναι τὸ εἶδος καὶ τὴν 194a.23 ὕλην μέχρι του (οἷον ἰατροῦ ὑγίειαν καὶ χολὴν καὶ φλέγμα, 194a.24 ἐν οἷς ὑγίεια, ὁμοίως δὲ καὶ οἰκοδόμου τό τε εἶδος τῆς 194a.25 οἰκίας καὶ τὴν ὕλην, ὅτι πλίνθοι καὶ ξύλα· ὡσαύτως δὲ 194a.26 καὶ ἐπὶ τῶν ἄλλων), καὶ τῆς φυσικῆς ἂν εἴη τὸ γνωρίζειν 194a.27 ἀμφοτέρας τὰς φύσεις. ἔτι τὸ οὗ ἕνεκα καὶ τὸ τέλος τῆς 194a.28 αὐτῆς, καὶ ὅσα τούτων ἕνεκα. δὲ φύσις τέλος καὶ οὗ ἕνε- 194a.29 κα (ὧν γὰρ συνεχοῦς τῆς κινήσεως οὔσης ἔστι τι τέλος, 194a.30 τοῦτο ἔσχατον καὶ τὸ οὗ ἕνεκα· διὸ καὶ ποιητὴς 194a.31 γελοίως προήχθη εἰπεῖν “ἔχει τελευτήν, ἧσπερ οὕνεκ' ἐγέ- 194a.32 νετο”· βούλεται γὰρ οὐ πᾶν εἶναι τὸ ἔσχατον τέλος, ἀλλὰ 194a.33 τὸ βέλτιστον)· ἐπεὶ καὶ ποιοῦσιν αἱ τέχναι τὴν ὕλην αἱ μὲν 194a.34 ἁπλῶς αἱ δὲ εὐεργόν, καὶ χρώμεθα ὡς ἡμῶν ἕνεκα πάν- 194a.35 των ὑπαρχόντων (ἐσμὲν γάρ πως καὶ ἡμεῖς τέλος· διχῶς 194a.36 γὰρ τὸ οὗ ἕνεκα· εἴρηται δ' ἐν τοῖς περὶ φιλοσοφίας). δύο 194b.1 δὲ αἱ ἄρχουσαι τῆς ὕλης καὶ γνωρίζουσαι τέχναι, τε 194b.2 χρωμένη καὶ τῆς ποιητικῆς ἀρχιτεκτονική. διὸ καὶ 194b.3 χρωμένη ἀρχιτεκτονική πως, διαφέρει δὲ μὲν τοῦ εἴ- 194b.4 δους γνωριστική, ἀρχιτεκτονική, δὲ ὡς ποιητική, τῆς 194b.5 ὕλης· μὲν γὰρ κυβερνήτης ποῖόν τι τὸ εἶδος τοῦ πηδαλίου 194b.6 γνωρίζει καὶ ἐπιτάττει, δ' ἐκ ποίου ξύλου καὶ ποίων κινή- 194b.7 σεων ἔσται. ἐν μὲν οὖν τοῖς κατὰ τέχνην ἡμεῖς ποιοῦμεν τὴν 194b.8 ὕλην τοῦ ἔργου ἕνεκα, ἐν δὲ τοῖς φυσικοῖς ὑπάρχει οὖσα. ἔτι 194b.9 τῶν πρός τι ὕλη· ἄλλῳ γὰρ εἴδει ἄλλη ὕλη. μέχρι δὴ 194b.10 πόσου τὸν φυσικὸν δεῖ εἰδέναι τὸ εἶδος καὶ τὸ τί ἐστιν; 194b.11 ὥσπερ ἰατρὸν νεῦρον χαλκέα χαλκόν, μέχρι τοῦ τίνος 194b.12 [γὰρ] ἕνεκα ἕκαστον, καὶ περὶ ταῦτα ἐστι χωριστὰ μὲν εἴ- 194b.13 δει, ἐν ὕλῃ δέ; 194b.14 πῶς δ' ἔχει τὸ χωριστὸν καὶ τί ἐστι, φιλοσοφίας ἔργον 194b.15 διορίσαι τῆς πρώτης.

HOME > '������������������������' in 'Physica, 2, 2'
667w 2.8023500442505 s