Aristoteles, Physica, 2, 3HOME > '������������������������' in 'Physica, 2, 3'
Aristoteles, Physica, 2, 2 <<<     >>> 4hide dictionary links

class="auswahl" href="text.php?tabelle=Aristoteles&rumpfid=Aristoteles, Physica, 2, 3&id=Aristoteles, Physica, 2, 3, 8&string=������������������������&from=&level=4&corpus=&lang=0&links=&target=&inframe=1&hide_apparatus=&becker=1"> Show Becker Lines

194b.16 δὲ τούτων ἐπισκεπτέον περὶ τῶν αἰτίων, 194b.17 ποῖά τε καὶ πόσα τὸν ἀριθμόν ἐστιν. ἐπεὶ γὰρ τοῦ εἰδέναι 194b.18 χάριν πραγματεία, εἰδέναι δὲ οὐ πρότερον οἰόμεθα ἕκαστον 194b.19 πρὶν ἂν λάβωμεν τὸ διὰ τί περὶ ἕκαστον (τοῦτο δ' ἐστὶ τὸ 194b.20 λαβεῖν τὴν πρώτην αἰτίαν), δῆλον ὅτι καὶ ἡμῖν τοῦτο ποιη- 194b.21 τέον καὶ περὶ γενέσεως καὶ φθορᾶς καὶ πάσης τῆς φυσικῆς 194b.22 μεταβολῆς, ὅπως εἰδότες αὐτῶν τὰς ἀρχὰς ἀνάγειν εἰς 194b.23 αὐτὰς πειρώμεθα τῶν ζητουμένων ἕκαστον. ἕνα μὲν οὖν τρό- 194b.24 πον αἴτιον λέγεται τὸ ἐξ οὗ γίγνεταί τι ἐνυπάρχοντος, οἷον 194b.25 χαλκὸς τοῦ ἀνδριάντος καὶ ἄργυρος τῆς φιάλης καὶ τὰ 194b.26 τούτων γένη· ἄλλον δὲ τὸ εἶδος καὶ τὸ παράδειγμα, τοῦτο 194b.27 δ' ἐστὶν λόγος τοῦ τί ἦν εἶναι καὶ τὰ τούτου γένη (οἷον τοῦ 194b.28 διὰ πασῶν τὰ δύο πρὸς ἕν, καὶ ὅλως ἀριθμός) καὶ τὰ 194b.29 μέρη τὰ ἐν τῷ λόγῳ. ἔτι ὅθεν ἀρχὴ τῆς μεταβολῆς 194b.30 πρώτη τῆς ἠρεμήσεως, οἷον βουλεύσας αἴτιος, καὶ πα- 194b.31 τὴρ τοῦ τέκνου, καὶ ὅλως τὸ ποιοῦν τοῦ ποιουμένου καὶ τὸ μετα- 194b.32 βάλλον τοῦ μεταβαλλομένου. ἔτι ὡς τὸ τέλος· τοῦτο δ' ἐστὶν 194b.33 τὸ οὗ ἕνεκα, οἷον τοῦ περιπατεῖν ὑγίεια· διὰ τί γὰρ περι- 194b.34 πατεῖ; φαμέν “ἵνα ὑγιαίνῃ”, καὶ εἰπόντες οὕτως οἰόμεθα ἀπο- 194b.35 δεδωκέναι τὸ αἴτιον. καὶ ὅσα δὴ κινήσαντος ἄλλου μεταξὺ 194b.36 γίγνεται τοῦ τέλους, οἷον τῆς ὑγιείας ἰσχνασία κάθαρ- 195a.1 σις τὰ φάρμακα τὰ ὄργανα· πάντα γὰρ ταῦτα τοῦ 195a.2 τέλους ἕνεκά ἐστιν, διαφέρει δὲ ἀλλήλων ὡς ὄντα τὰ μὲν 195a.3 ἔργα τὰ δ' ὄργανα. τὰ μὲν οὖν αἴτια σχεδὸν τοσαυταχῶς 195a.4 λέγεται, συμβαίνει δὲ πολλαχῶς λεγομένων τῶν αἰτίων καὶ 195a.5 πολλὰ τοῦ αὐτοῦ αἴτια εἶναι, οὐ κατὰ συμβεβηκός, οἷον τοῦ 195a.6 ἀνδριάντος καὶ ἀνδριαντοποιικὴ καὶ χαλκός, οὐ καθ' 195a.7 ἕτερόν τι ἀλλ' ἀνδριάς, ἀλλ' οὐ τὸν αὐτὸν τρόπον, ἀλλὰ 195a.8 τὸ μὲν ὡς ὕλη τὸ δ' ὡς ὅθεν κίνησις. ἔστιν δέ τινα καὶ 195a.9 ἀλλήλων αἴτια, οἷον τὸ πονεῖν τῆς εὐεξίας καὶ αὕτη τοῦ 195a.10 πονεῖν· ἀλλ' οὐ τὸν αὐτὸν τρόπον, ἀλλὰ τὸ μὲν ὡς τέλος 195a.11 τὸ δ' ὡς ἀρχὴ κινήσεως. ἔτι δὲ τὸ αὐτὸ τῶν ἐναντίων 195a.12 ἐστίν· γὰρ παρὸν αἴτιον τοῦδε, τοῦτο καὶ ἀπὸν αἰτιώμεθα 195a.13 ἐνίοτε τοῦ ἐναντίου, οἷον τὴν ἀπουσίαν τοῦ κυβερνήτου τῆς τοῦ 195a.14 πλοίου ἀνατροπῆς, οὗ ἦν παρουσία αἰτία τῆς σωτηρίας. 195a.15 ἅπαντα δὲ τὰ νῦν εἰρημένα αἴτια εἰς τέτταρας πίπτει τρόπους 195a.16 τοὺς φανερωτάτους. τὰ μὲν γὰρ στοιχεῖα τῶν συλλαβῶν καὶ 195a.17 ὕλη τῶν σκευαστῶν καὶ τὸ πῦρ καὶ τὰ τοιαῦτα τῶν σω- 195a.18 μάτων καὶ τὰ μέρη τοῦ ὅλου καὶ αἱ ὑποθέσεις τοῦ συμπε- 195a.19 ράσματος ὡς τὸ ἐξ οὗ αἴτιά ἐστιν, τούτων δὲ τὰ μὲν ὡς τὸ 195a.20 ὑποκείμενον, οἷον τὰ μέρη, τὰ δὲ ὡς τὸ τί ἦν εἶναι, τό τε 195a.20 195a.21 ὅλον καὶ σύνθεσις καὶ τὸ εἶδος· τὸ δὲ σπέρμα καὶ ἰα- 195a.22 τρὸς καὶ βουλεύσας καὶ ὅλως τὸ ποιοῦν, πάντα ὅθεν 195a.23 ἀρχὴ τῆς μεταβολῆς στάσεως [ἢ κινήσεως]· τὰ δ' ὡς τὸ 195a.24 τέλος καὶ τἀγαθὸν τῶν ἄλλων· τὸ γὰρ οὗ ἕνεκα βέλτιστον 195a.25 καὶ τέλος τῶν ἄλλων ἐθέλει εἶναι· διαφερέτω δὲ μηδὲν εἰ- 195a.26 πεῖν αὐτὸ ἀγαθὸν φαινόμενον ἀγαθόν. τὰ μὲν οὖν αἴτια 195a.27 ταῦτα καὶ τοσαῦτά ἐστι τῷ εἴδει· τρόποι δὲ τῶν αἰτίων 195a.28 ἀριθμῷ μὲν εἰσὶ πολλοί, κεφαλαιούμενοι δὲ καὶ οὗτοι ἐλάτ- 195a.29 τους. λέγεται γὰρ αἴτια πολλαχῶς, καὶ αὐτῶν τῶν ὁμοει- 195a.30 δῶν προτέρως καὶ ὑστέρως ἄλλο ἄλλου, οἷον ὑγιείας ἰατρὸς 195a.31 καὶ τεχνίτης, καὶ τοῦ διὰ πασῶν τὸ διπλάσιον καὶ ἀριθ- 195a.32 μός, καὶ ἀεὶ τὰ περιέχοντα πρὸς τὰ καθ' ἕκαστον. ἔτι δ' 195a.33 ὡς τὸ συμβεβηκὸς καὶ τὰ τούτων γένη, οἷον ἀνδριάντος ἄλ- 195a.34 λως Πολύκλειτος καὶ ἄλλως ἀνδριαντοποιός, ὅτι συμβέβηκε 195a.35 τῷ ἀνδριαντοποιῷ τὸ Πολυκλείτῳ εἶναι. καὶ τὰ περιέχοντα δὲ 195a.36 τὸ συμβεβηκός, οἷον εἰ ἄνθρωπος αἴτιος εἴη ἀνδριάντος 195b.1 ὅλως ζῷον. ἔστι δὲ καὶ τῶν συμβεβηκότων ἄλλα ἄλλων 195b.2 πορρώτερον καὶ ἐγγύτερον, οἷον εἰ λευκὸς καὶ μουσικὸς αἴ- 195b.3 τιος λέγοιτο τοῦ ἀνδριάντος. πάντα δὲ καὶ τὰ οἰκείως λεγό- 195b.4 μενα καὶ τὰ κατὰ συμβεβηκὸς τὰ μὲν ὡς δυνάμενα λέ- 195b.5 γεται τὰ δ' ὡς ἐνεργοῦντα, οἷον τοῦ οἰκοδομεῖσθαι οἰκίαν οἰ- 195b.6 κοδόμος οἰκοδομῶν οἰκοδόμος. ὁμοίως δὲ λεχθήσεται καὶ 195b.7 ἐφ' ὧν αἴτια τὰ αἴτια τοῖς εἰρημένοις, οἷον τουδὶ τοῦ ἀνδριάν- 195b.8 τος ἀνδριάντος ὅλως εἰκόνος, καὶ χαλκοῦ τοῦδε 195b.9 χαλκοῦ ὅλως ὕλης· καὶ ἐπὶ τῶν συμβεβηκότων ὡσαύ- 195b.10 τως. ἔτι δὲ συμπλεκόμενα καὶ ταῦτα κἀκεῖνα λεχθήσεται, 195b.11 οἷον οὐ Πολύκλειτος οὐδὲ ἀνδριαντοποιός, ἀλλὰ Πολύκλειτος 195b.12 ἀνδριαντοποιός. ἀλλ' ὅμως ἅπαντα ταῦτά ἐστι τὸ μὲν πλῆ- 195b.13 θος ἕξ, λεγόμενα δὲ διχῶς· γὰρ ὡς τὸ καθ' ἕκαστον, 195b.14 ὡς τὸ γένος, ὡς τὸ συμβεβηκός, ὡς τὸ γένος τοῦ 195b.15 συμβεβηκότος, ὡς συμπλεκόμενα ταῦτα ὡς ἁπλῶς 195b.16 λεγόμενα· πάντα δὲ ἐνεργοῦντα κατὰ δύναμιν. δια- 195b.17 φέρει δὲ τοσοῦτον, ὅτι τὰ μὲν ἐνεργοῦντα καὶ τὰ καθ' ἕκα- 195b.18 στον ἅμα ἔστι καὶ οὐκ ἔστι καὶ ὧν αἴτια, οἷον ὅδ' ἰα- 195b.19 τρεύων τῷδε τῷ ὑγιαζομένῳ καὶ ὅδε οἰκοδομῶν τῷδε 195b.20 τῷ οἰκοδομουμένῳ, τὰ δὲ κατὰ δύναμιν οὐκ ἀεί. φθεί- 195b.21 ρεται γὰρ οὐχ ἅμα οἰκία καὶ οἰκοδόμος. δεῖ δ' ἀεὶ 195b.22 τὸ αἴτιον ἑκάστου τὸ ἀκρότατον ζητεῖν, ὥσπερ καὶ ἐπὶ τῶν 195b.23 ἄλλων (οἷον ἅνθρωπος οἰκοδομεῖ ὅτι οἰκοδόμος, δ' οἰκο- 195b.24 δόμος κατὰ τὴν οἰκοδομικήν· τοῦτο τοίνυν πρότερον τὸ αἴ- 195b.25 τιον, καὶ οὕτως ἐπὶ πάντων)· ἔτι τὰ μὲν γένη τῶν γενῶν, 195b.26 τὰ δὲ καθ' ἕκαστον τῶν καθ' ἕκαστον (οἷον ἀνδριαντο- 195b.27 ποιὸς μὲν ἀνδριάντος, ὁδὶ δὲ τουδί)· καὶ τὰς μὲν δυνάμεις 195b.28 τῶν δυνατῶν, τὰ δ' ἐνεργοῦντα πρὸς τὰ ἐνεργούμενα. ὅσα 195b.29 μὲν οὖν τὰ αἴτια καὶ ὃν τρόπον αἴτια, ἔστω ἡμῖν διωρισμένα 195b.30 ἱκανῶς.

HOME > '������������������������' in 'Physica, 2, 3'
Aristoteles, Physica, 2, 2 <<<     >>> 4
902w 3.5241870880127 s