Aristoteles, Physica, 2, 5HOME > '������������������������' in 'Physica, 2, 5'
Aristoteles, Physica, 2, 4 <<<     >>> 6hide dictionary links

class="auswahl" href="text.php?tabelle=Aristoteles&rumpfid=Aristoteles, Physica, 2, 5&id=Aristoteles, Physica, 2, 5, 5&string=������������������������&from=&level=4&corpus=&lang=0&links=&target=&inframe=1&hide_apparatus=&becker=1"> Show Becker Lines

196b.10 μὲν οὖν, ἐπειδὴ ὁρῶμεν τὰ μὲν ἀεὶ ὡσαύτως 196b.11 γιγνόμενα τὰ δὲ ὡς ἐπὶ τὸ πολύ, φανερὸν ὅτι οὐδετέρου τούτων 196b.12 αἰτία τύχη λέγεται οὐδὲ τὸ ἀπὸ τύχης, οὔτε τοῦ ἐξ ἀνάγ- 196b.13 κης καὶ αἰεὶ οὔτε τοῦ ὡς ἐπὶ τὸ πολύ. ἀλλ' ἐπειδὴ ἔστιν γίγνε- 196b.14 ται καὶ παρὰ ταῦτα, καὶ ταῦτα πάντες φασὶν εἶναι ἀπὸ 196b.15 τύχης, φανερὸν ὅτι ἔστι τι τύχη καὶ τὸ αὐτόματον· τά 196b.16 τε γὰρ τοιαῦτα ἀπὸ τύχης καὶ τὰ ἀπὸ τύχης τοιαῦτα 196b.17 ὄντα ἴσμεν. τῶν δὲ γιγνομένων τὰ μὲν ἕνεκά του γίγνεται 196b.18 τὰ δ' οὔ (τούτων δὲ τὰ μὲν κατὰ προαίρεσιν, τὰ δ' οὐ κατὰ 196b.19 προαίρεσιν, ἄμφω δ' ἐν τοῖς ἕνεκά του), ὥστε δῆλον ὅτι καὶ 196b.20 ἐν τοῖς παρὰ τὸ ἀναγκαῖον καὶ τὸ ὡς ἐπὶ τὸ πολὺ ἔστιν ἔνια 196b.21 περὶ ἐνδέχεται ὑπάρχειν τὸ ἕνεκά του. ἔστι δ' ἕνεκά του 196b.22 ὅσα τε ἀπὸ διανοίας ἂν πραχθείη καὶ ὅσα ἀπὸ φύσεως. 196b.23 τὰ δὴ τοιαῦτα ὅταν κατὰ συμβεβηκὸς γένηται, ἀπὸ τύ- 196b.24 χης φαμὲν εἶναι (ὥσπερ γὰρ καὶ ὄν ἐστι τὸ μὲν καθ' αὑτὸ 196b.25 τὸ δὲ κατὰ συμβεβηκός, οὕτω καὶ αἴτιον ἐνδέχεται εἶναι, 196b.26 οἷον οἰκίας καθ' αὑτὸ μὲν αἴτιον τὸ οἰκοδομικόν, κατὰ συμ- 196b.27 βεβηκὸς δὲ τὸ λευκὸν τὸ μουσικόν· τὸ μὲν οὖν καθ' αὑτὸ 196b.28 αἴτιον ὡρισμένον, τὸ δὲ κατὰ συμβεβηκὸς ἀόριστον· ἄπειρα 196b.29 γὰρ ἂν τῷ ἑνὶ συμβαίη). καθάπερ οὖν ἐλέχθη, ὅταν ἐν τοῖς 196b.30 ἕνεκά του γιγνομένοις τοῦτο γένηται, τότε λέγεται ἀπὸ ταὐ- 196b.31 τομάτου καὶ ἀπὸ τύχης (αὐτῶν δὲ πρὸς ἄλληλα τὴν διαφο- 196b.32 ρὰν τούτων ὕστερον διοριστέον· νῦν δὲ τοῦτο ἔστω φανερόν, ὅτι 196b.33 ἄμφω ἐν τοῖς ἕνεκά τού ἐστιν)· οἷον ἕνεκα τοῦ ἀπολαβεῖν τὸ ἀρ- 196b.34 γύριον ἦλθεν ἂν κομιζομένου τὸν ἔρανον, εἰ ᾔδει· ἦλθε δ' οὐ τού- 196b.35 του ἕνεκα, ἀλλὰ συνέβη αὐτῷ ἐλθεῖν, καὶ ποιῆσαι τοῦτο τοῦ κο- 196b.36 μίσασθαι ἕνεκα· τοῦτο δὲ οὔθ' ὡς ἐπὶ τὸ πολὺ φοιτῶν εἰς τὸ 197a.1 χωρίον οὔτ' ἐξ ἀνάγκης· ἔστι δὲ τὸ τέλος, κομιδή, οὐ τῶν ἐν 197a.2 αὐτῷ αἰτίων, ἀλλὰ τῶν προαιρετῶν καὶ ἀπὸ διανοίας· καὶ 197a.3 λέγεταί γε τότε ἀπὸ τύχης ἐλθεῖν, εἰ δὲ προελόμενος καὶ 197a.4 τούτου ἕνεκα ἀεὶ φοιτῶν ὡς ἐπὶ τὸ πολύ [κομιζόμε- 197a.5 νος], οὐκ ἀπὸ τύχης. δῆλον ἄρα ὅτι τύχη αἰτία κατὰ 197a.6 συμβεβηκὸς ἐν τοῖς κατὰ προαίρεσιν τῶν ἕνεκά του. διὸ 197a.7 περὶ τὸ αὐτὸ διάνοια καὶ τύχη· γὰρ προαίρεσις οὐκ ἄνευ 197a.8 διανοίας. ἀόριστα μὲν οὖν τὰ αἴτια ἀνάγκη εἶναι ἀφ' ὧν 197a.9 ἂν γένοιτο τὸ ἀπὸ τύχης. ὅθεν καὶ τύχη τοῦ ἀορίστου εἶναι 197a.10 δοκεῖ καὶ ἄδηλος ἀνθρώπῳ, καὶ ἔστιν ὡς οὐδὲν ἀπὸ τύχης 197a.11 δόξειεν ἂν γίγνεσθαι. πάντα γὰρ ταῦτα ὀρθῶς λέγεται, 197a.12 εὐλόγως. ἔστιν μὲν γὰρ ὡς γίγνεται ἀπὸ τύχης· κατὰ συμ- 197a.13 βεβηκὸς γὰρ γίγνεται, καὶ ἔστιν αἴτιον ὡς συμβεβηκὸς 197a.14 τύχη· ὡς δ' ἁπλῶς οὐδενός· οἷον οἰκίας οἰκοδόμος μὲν αἴ- 197a.15 τιος, κατὰ συμβεβηκὸς δὲ αὐλητής, καὶ τοῦ ἐλθόντα κο- 197a.16 μίσασθαι τὸ ἀργύριον, μὴ τούτου ἕνεκα ἐλθόντα, ἄπειρα τὸ 197a.17 πλῆθος· καὶ γὰρ ἰδεῖν τινὰ βουλόμενος καὶ διώκων καὶ φεύγων 197a.18 καὶ θεασόμενος. καὶ τὸ φάναι εἶναί τι παράλογον τὴν τύχην ὀρ- 197a.19 θῶς· γὰρ λόγος τῶν ἀεὶ ὄντων τῶν ὡς ἐπὶ τὸ πολύ, δὲ 197a.20 τύχη ἐν τοῖς γιγνομένοις παρὰ ταῦτα. ὥστ' ἐπεὶ ἀόριστα 197a.21 τὰ οὕτως αἴτια, καὶ τύχη ἀόριστον. ὅμως δ' ἐπ' ἐνίων 197a.22 ἀπορήσειεν ἄν τις, ἆρ' οὖν τὰ τυχόντα αἴτι' ἂν γένοιτο τῆς 197a.23 τύχης· οἷον ὑγιείας πνεῦμα εἵλησις, ἀλλ' οὐ τὸ ἀποκε- 197a.24 κάρθαι· ἔστιν γὰρ ἄλλα ἄλλων ἐγγύτερα τῶν κατὰ συμ- 197a.25 βεβηκὸς αἰτίων. τύχη δὲ ἀγαθὴ μὲν λέγεται ὅταν ἀγα- 197a.26 θόν τι ἀποβῇ, φαύλη δὲ ὅταν φαῦλόν τι, εὐτυχία δὲ 197a.27 καὶ δυστυχία ὅταν μέγεθος ἔχοντα ταῦτα· διὸ καὶ τὸ παρὰ 197a.28 μικρὸν κακὸν ἀγαθὸν λαβεῖν μέγα εὐτυχεῖν ἀτυ- 197a.29 χεῖν ἐστίν, ὅτι ὡς ὑπάρχον λέγει διάνοια· τὸ γὰρ παρὰ 197a.30 μικρὸν ὥσπερ οὐδὲν ἀπέχειν δοκεῖ. ἔτι ἀβέβαιον εὐτυχία 197a.31 εὐλόγως· γὰρ τύχη ἀβέβαιος· οὔτε γὰρ ἀεὶ οὔθ' ὡς ἐπὶ 197a.32 τὸ πολὺ οἷόν τ' εἶναι τῶν ἀπὸ τύχης οὐθέν. ἔστι μὲν οὖν ἄμφω 197a.33 αἴτια, καθάπερ εἴρηται, κατὰ συμβεβηκός καὶ τύχη 197a.34 καὶ τὸ αὐτόματον ἐν τοῖς ἐνδεχομένοις γίγνεσθαι μὴ ἁπλῶς 197a.35 μηδ' ὡς ἐπὶ τὸ πολύ, καὶ τούτων ὅσ' ἂν γένοιτο ἕνεκά του.

HOME > '������������������������' in 'Physica, 2, 5'
673w 5.7977061271667 s