Aristoteles, Physica, 2, 8HOME > '������������������������' in 'Physica, 2, 8'
Aristoteles, Physica, 2, 7 <<<     >>> 9hide dictionary links

class="auswahl" href="text.php?tabelle=Aristoteles&rumpfid=Aristoteles, Physica, 2, 8&id=Aristoteles, Physica, 2, 8, 27&string=������������������������&from=&level=4&corpus=&lang=0&links=&target=&inframe=1&hide_apparatus=&becker=1"> Show Becker Lines

198b.10 δὴ πρῶτον μὲν διότι φύσις τῶν ἕνεκά του 198b.11 αἰτίων, ἔπειτα περὶ τοῦ ἀναγκαίου, πῶς ἔχει ἐν τοῖς φυσι- 198b.12 κοῖς· εἰς γὰρ ταύτην τὴν αἰτίαν ἀνάγουσι πάντες, ὅτι ἐπειδὴ 198b.13 τὸ θερμὸν τοιονδὶ πέφυκεν καὶ τὸ ψυχρὸν καὶ ἕκαστον δὴ τῶν 198b.14 τοιούτων, ταδὶ ἐξ ἀνάγκης ἐστὶ καὶ γίγνεται· καὶ γὰρ ἐὰν 198b.15 ἄλλην αἰτίαν εἴπωσιν, ὅσον ἁψάμενοι χαίρειν ἐῶσιν, μὲν 198b.16 τὴν φιλίαν καὶ τὸ νεῖκος, δὲ τὸν νοῦν· ἔχει δ' ἀπορίαν τί 198b.17 κωλύει τὴν φύσιν μὴ ἕνεκά του ποιεῖν μηδ' ὅτι βέλτιον, ἀλλ' 198b.18 ὥσπερ ὕει Ζεὺς οὐχ ὅπως τὸν σῖτον αὐξήσῃ, ἀλλ' ἐξ 198b.19 ἀνάγκης (τὸ γὰρ ἀναχθὲν ψυχθῆναι δεῖ, καὶ τὸ ψυχθὲν 198b.20 ὕδωρ γενόμενον κατελθεῖν· τὸ δ' αὐξάνεσθαι τούτου γενομέ- 198b.21 νου τὸν σῖτον συμβαίνει), ὁμοίως δὲ καὶ εἴ τῳ ἀπόλλυται 198b.22 σῖτος ἐν τῇ ἅλῳ, οὐ τούτου ἕνεκα ὕει ὅπως ἀπόληται, ἀλλὰ 198b.23 τοῦτο συμβέβηκεν ὥστε τί κωλύει οὕτω καὶ τὰ μέρη ἔχειν 198b.24 ἐν τῇ φύσει, οἷον τοὺς ὀδόντας ἐξ ἀνάγκης ἀνατεῖλαι τοὺς 198b.25 μὲν ἐμπροσθίους ὀξεῖς, ἐπιτηδείους πρὸς τὸ διαιρεῖν, τοὺς δὲ 198b.26 γομφίους πλατεῖς καὶ χρησίμους πρὸς τὸ λεαίνειν τὴν τροφήν, 198b.27 ἐπεὶ οὐ τούτου ἕνεκα γενέσθαι, ἀλλὰ συμπεσεῖν· ὁμοίως δὲ 198b.28 καὶ περὶ τῶν ἄλλων μερῶν, ἐν ὅσοις δοκεῖ ὑπάρχειν τὸ ἕνεκά 198b.29 του. ὅπου μὲν οὖν ἅπαντα συνέβη ὥσπερ κἂν εἰ ἕνεκά του ἐγί- 198b.30 γνετο, ταῦτα μὲν ἐσώθη ἀπὸ τοῦ αὐτομάτου συστάντα ἐπι- 198b.31 τηδείως· ὅσα δὲ μὴ οὕτως, ἀπώλετο καὶ ἀπόλλυται, κα- 198b.32 θάπερ Ἐμπεδοκλῆς λέγει τὰ βουγενῆ ἀνδρόπρῳρα. μὲν 198b.33 οὖν λόγος, ἄν τις ἀπορήσειεν, οὗτος, καὶ εἴ τις ἄλλος 198b.34 τοιοῦτός ἐστιν· ἀδύνατον δὲ τοῦτον ἔχειν τὸν τρόπον. ταῦτα 198b.35 μὲν γὰρ καὶ πάντα τὰ φύσει αἰεὶ οὕτω γίγνεται ὡς ἐπὶ 198b.36 τὸ πολύ, τῶν δ' ἀπὸ τύχης καὶ τοῦ αὐτομάτου οὐδέν. οὐ 199a.1 γὰρ ἀπὸ τύχης οὐδ' ἀπὸ συμπτώματος δοκεῖ ὕειν πολλάκις 199a.2 τοῦ χειμῶνος, ἀλλ' ἐὰν ὑπὸ κύνα· οὐδὲ καύματα ὑπὸ κύνα, 199a.3 ἀλλ' ἂν χειμῶνος. εἰ οὖν ἀπὸ συμπτώματος δοκεῖ 199a.4 ἕνεκά του εἶναι, εἰ μὴ οἷόν τε ταῦτ' εἶναι μήτε ἀπὸ συμ- 199a.5 πτώματος μήτ' ἀπὸ ταὐτομάτου, ἕνεκά του ἂν εἴη. ἀλλὰ 199a.6 μὴν φύσει γ' ἐστὶ τὰ τοιαῦτα πάντα, ὡς κἂν αὐτοὶ φαῖεν 199a.7 οἱ ταῦτα λέγοντες. ἔστιν ἄρα τὸ ἕνεκά του ἐν τοῖς φύσει γι- 199a.8 γνομένοις καὶ οὖσιν. ἔτι ἐν ὅσοις τέλος ἔστι τι, τούτου ἕνεκα 199a.9 πράττεται τὸ πρότερον καὶ τὸ ἐφεξῆς. οὐκοῦν ὡς πράττεται, 199a.10 οὕτω πέφυκε, καὶ ὡς πέφυκεν, οὕτω πράττεται ἕκαστον, ἂν 199a.11 μή τι ἐμποδίζῃ. πράττεται δ' ἕνεκά του· καὶ πέφυκεν ἄρα 199a.12 ἕνεκά του. οἷον εἰ οἰκία τῶν φύσει γιγνομένων ἦν, οὕτως ἂν 199a.13 ἐγίγνετο ὡς νῦν ὑπὸ τῆς τέχνης· εἰ δὲ τὰ φύσει μὴ μόνον 199a.14 φύσει ἀλλὰ καὶ τέχνῃ γίγνοιτο, ὡσαύτως ἂν γίγνοιτο πέ- 199a.15 φυκεν. ὅλως δὲ τέχνη τὰ 199a.16 μὲν ἐπιτελεῖ φύσις ἀδυνατεῖ ἀπεργάσασθαι, τὰ δὲ μι- 199a.17 μεῖται. εἰ οὖν τὰ κατὰ τέχνην ἕνεκά του, δῆλον ὅτι 199a.18 καὶ τὰ κατὰ φύσιν· ὁμοίως γὰρ ἔχει πρὸς ἄλληλα 199a.19 ἐν τοῖς κατὰ τέχνην καὶ ἐν τοῖς κατὰ φύσιν τὰ ὕστερα πρὸς 199a.20 τὰ πρότερα. μάλιστα δὲ φανερὸν ἐπὶ τῶν ζῴων τῶν ἄλλων, 199a.21 οὔτε τέχνῃ οὔτε ζητήσαντα οὔτε βουλευσάμενα ποιεῖ· ὅθεν 199a.22 διαποροῦσί τινες πότερον νῷ τινι ἄλλῳ ἐργάζονται οἵ τ' ἀρ- 199a.23 άχναι καὶ οἱ μύρμηκες καὶ τὰ τοιαῦτα. κατὰ μικρὸν δ' 199a.24 οὕτω προϊόντι καὶ ἐν τοῖς φυτοῖς φαίνεται τὰ συμφέροντα γι- 199a.25 γνόμενα πρὸς τὸ τέλος, οἷον τὰ φύλλα τῆς τοῦ καρποῦ ἕνεκα 199a.26 σκέπης. ὥστ' εἰ φύσει τε ποιεῖ καὶ ἕνεκά του χελιδὼν τὴν 199a.27 νεοττιὰν καὶ ἀράχνης τὸ ἀράχνιον, καὶ τὰ φυτὰ τὰ 199a.28 φύλλα ἕνεκα τῶν καρπῶν καὶ τὰς ῥίζας οὐκ ἄνω ἀλλὰ 199a.29 κάτω τῆς τροφῆς, φανερὸν ὅτι ἔστιν αἰτία τοι- 199a.30 αύτη ἐν τοῖς φύσει γιγνομένοις καὶ οὖσιν. καὶ ἐπεὶ φύσις 199a.31 διττή, μὲν ὡς ὕλη δ' ὡς μορφή, τέλος δ' αὕτη, τοῦ 199a.32 τέλους δὲ ἕνεκα τἆλλα, αὕτη ἂν εἴη αἰτία, οὗ ἕνεκα. 199a.33 ἁμαρτία δὲ γίγνεται καὶ ἐν τοῖς κατὰ τέχνην (ἔγραψε γὰρ 199a.34 οὐκ ὀρθῶς γραμματικός, καὶ ἐπότισεν [οὐκ ὀρθῶς] ἰατρὸς 199a.35 τὸ φάρμακον), ὥστε δῆλον ὅτι ἐνδέχεται καὶ ἐν τοῖς κατὰ 199b.1 φύσιν. εἰ δὴ ἔστιν ἔνια κατὰ τέχνην ἐν οἷς τὸ ὀρθῶς ἕνεκά 199b.2 του, ἐν δὲ τοῖς ἁμαρτανομένοις ἕνεκα μέν τινος ἐπιχειρεῖ- 199b.3 ται ἀλλ' ἀποτυγχάνεται, ὁμοίως ἂν ἔχοι καὶ ἐν τοῖς φυ- 199b.4 σικοῖς, καὶ τὰ τέρατα ἁμαρτήματα ἐκείνου τοῦ ἕνεκά του. 199b.5 καὶ ἐν ταῖς ἐξ ἀρχῆς ἄρα συστάσεσι τὰ βουγενῆ, εἰ μὴ 199b.6 πρός τινα ὅρον καὶ τέλος δυνατὰ ἦν ἐλθεῖν, διαφθειρομένης 199b.7 ἂν ἀρχῆς τινὸς ἐγίγνετο, ὥσπερ νῦν τοῦ σπέρματος. ἔτι 199b.8 ἀνάγκη σπέρμα γενέσθαι πρῶτον, ἀλλὰ μὴ εὐθὺς τὰ ζῷα· 199b.9 καὶ τὸ “οὐλοφυὲς μὲν πρῶτα” σπέρμα ἦν. ἔτι καὶ ἐν τοῖς 199b.10 φυτοῖς ἔνεστι τὸ ἕνεκά του, ἧττον δὲ διήρθρωται· πότερον 199b.11 οὖν καὶ ἐν τοῖς φυτοῖς ἐγίγνετο, ὥσπερ τὰ βουγενῆ ἀνδρό- 199b.12 πρῳρα, οὕτω καὶ ἀμπελογενῆ ἐλαιόπρῳρα, οὔ; ἄτοπον 199b.13 γάρ· ἀλλὰ μὴν ἔδει γε, εἴπερ καὶ ἐν τοῖς ζῴοις. ἔτι ἔδει 199b.14 καὶ ἐν τοῖς σπέρμασι γίγνεσθαι ὅπως ἔτυχεν· ὅλως δ' ἀναιρεῖ 199b.15 οὕτως λέγων τὰ φύσει τε καὶ φύσιν· φύσει γάρ, ὅσα 199b.16 ἀπό τινος ἐν αὑτοῖς ἀρχῆς συνεχῶς κινούμενα ἀφικνεῖται 199b.17 εἴς τι τέλος· ἀφ' ἑκάστης δὲ οὐ τὸ αὐτὸ ἑκάστοις οὐδὲ τὸ 199b.18 τυχόν, ἀεὶ μέντοι ἐπὶ τὸ αὐτό, ἂν μή τι ἐμποδίσῃ. τὸ 199b.19 δὲ οὗ ἕνεκα, καὶ τούτου ἕνεκα, γένοιτο ἂν καὶ ἀπὸ τύ- 199b.20 χης, οἷον λέγομεν ὅτι ἀπὸ τύχης ἦλθεν ξένος καὶ λυ- 199b.21 σάμενος ἀπῆλθεν, ὅταν ὥσπερ ἕνεκα τούτου ἐλθὼν πράξῃ, 199b.22 μὴ ἕνεκα δὲ τούτου ἔλθῃ. καὶ τοῦτο κατὰ συμβεβηκός 199b.23 (ἡ γὰρ τύχη τῶν κατὰ συμβεβηκὸς αἰτίων, καθάπερ καὶ 199b.24 πρότερον εἴπομεν), ἀλλ' ὅταν τοῦτο αἰεὶ ὡς ἐπὶ τὸ πολὺ γέ- 199b.25 νηται, οὐ συμβεβηκὸς οὐδ' ἀπὸ τύχης· ἐν δὲ τοῖς φυσι- 199b.26 κοῖς ἀεὶ οὕτως, ἂν μή τι ἐμποδίσῃ. ἄτοπον δὲ τὸ μὴ οἴε- 199b.27 σθαι ἕνεκά του γίγνεσθαι, ἐὰν μὴ ἴδωσι τὸ κινοῦν βουλευ- 199b.28 σάμενον. καίτοι καὶ τέχνη οὐ βουλεύεται· καὶ εἰ ἐνῆν 199b.29 ἐν τῷ ξύλῳ ναυπηγική, ὁμοίως ἂν τῇ φύσει ἐποίει· ὥστ' 199b.30 εἰ ἐν τῇ τέχνῃ ἔνεστι τὸ ἕνεκά του, καὶ ἐν τῇ φύσει. μάλιστα 199b.31 δὲ δῆλον, ὅταν τις ἰατρεύῃ αὐτὸς ἑαυτόν· τούτῳ γὰρ ἔοικεν 199b.32 φύσις. ὅτι μὲν οὖν αἰτία φύσις, καὶ οὕτως ὡς ἕνεκά 199b.33 του, φανερόν.

HOME > '������������������������' in 'Physica, 2, 8'
Aristoteles, Physica, 2, 7 <<<     >>> 9
998w 3.4946050643921 s