Aristoteles, Physica, 3, 1HOME > '������������������������' in 'Physica, 3, 1'
>>> Aristoteles, Physica, 3, 201b.16hide dictionary links

class="auswahl" href="text.php?tabelle=Aristoteles&rumpfid=Aristoteles, Physica, 3, 1&id=Aristoteles, Physica, 3, 1, 7&string=������������������������&from=&level=4&corpus=&lang=0&links=&target=&inframe=1&hide_apparatus=&becker=1"> Show Becker Lines

200b.12 δ' φύσις μέν ἐστιν ἀρχὴ κινήσεως καὶ μετα- 200b.13 βολῆς, δὲ μέθοδος ἡμῖν περὶ φύσεώς ἐστι, δεῖ μὴ λαν- 200b.14 θάνειν τί ἐστι κίνησις· ἀναγκαῖον γὰρ ἀγνοουμένης αὐτῆς ἀγ- 200b.15 νοεῖσθαι καὶ τὴν φύσιν. διορισαμένοις δὲ περὶ κινήσεως πει- 200b.16 ρατέον τὸν αὐτὸν ἐπελθεῖν τρόπον περὶ τῶν ἐφεξῆς. δοκεῖ δ' 200b.17 κίνησις εἶναι τῶν συνεχῶν, τὸ δ' ἄπειρον ἐμφαίνεται πρῶ- 200b.18 τον ἐν τῷ συνεχεῖ· διὸ καὶ τοῖς ὁριζομένοις τὸ συνεχὲς συμ- 200b.19 βαίνει προσχρήσασθαι πολλάκις τῷ λόγῳ τῷ τοῦ ἀπείρου, 200b.20 ὡς τὸ εἰς ἄπειρον διαιρετὸν συνεχὲς ὄν. πρὸς δὲ τούτοις ἄνευ 200b.21 τόπου καὶ κενοῦ καὶ χρόνου κίνησιν ἀδύνατον εἶναι. δῆλον οὖν 200b.22 ὡς διά τε ταῦτα, καὶ διὰ τὸ πάντων εἶναι κοινὰ καὶ κα- 200b.23 θόλου ταῦτα, σκεπτέον προχειρισαμένοις περὶ ἑκάστου 200b.24 τούτων (ὑστέρα γὰρ περὶ τῶν ἰδίων θεωρία τῆς περὶ τῶν 200b.25 κοινῶν ἐστιν)· καὶ πρῶτον, καθάπερ εἴπαμεν, περὶ κινήσεως. 200b.26 ἔστι δὴ [τι] τὸ μὲν ἐντελεχείᾳ μόνον, τὸ δὲ δυνάμει καὶ ἐν- 200b.27 τελεχείᾳ, τὸ μὲν τόδε τι, τὸ δὲ τοσόνδε, τὸ δὲ τοιόνδε, καὶ 200b.28 τῶν ἄλλων τῶν τοῦ ὄντος κατηγοριῶν ὁμοίως. τοῦ δὲ πρός 200b.29 τι τὸ μὲν καθ' ὑπεροχὴν λέγεται καὶ κατ' ἔλλειψιν, τὸ δὲ 200b.30 κατὰ τὸ ποιητικὸν καὶ παθητικόν, καὶ ὅλως κινητικόν τε 200b.31 καὶ κινητόν· τὸ γὰρ κινητικὸν κινητικὸν τοῦ κινητοῦ καὶ τὸ κι- 200b.32 νητὸν κινητὸν ὑπὸ τοῦ κινητικοῦ. οὐκ ἔστι δὲ κίνησις παρὰ τὰ 200b.33 πράγματα· μεταβάλλει γὰρ ἀεὶ τὸ μεταβάλλον κατ' 200b.34 οὐσίαν κατὰ ποσὸν κατὰ ποιὸν κατὰ τόπον, κοινὸν δ' 200b.35 ἐπὶ τούτων οὐδὲν ἔστι λαβεῖν, ὡς φαμέν, οὔτε τόδε οὔτε πο- 201a.1 σὸν οὔτε ποιὸν οὔτε τῶν ἄλλων κατηγορημάτων οὐθέν· ὥστ' οὐδὲ 201a.2 κίνησις οὐδὲ μεταβολὴ οὐθενὸς ἔσται παρὰ τὰ εἰρημένα, μη- 201a.3 θενός γε ὄντος παρὰ τὰ εἰρημένα. ἕκαστον δὲ διχῶς ὑπάρ- 201a.4 χει πᾶσιν, οἷον τὸ τόδε (τὸ μὲν γὰρ μορφὴ αὐτοῦ, τὸ δὲ 201a.5 στέρησις), καὶ κατὰ τὸ ποιόν (τὸ μὲν γὰρ λευκὸν τὸ δὲ 201a.6 μέλαν), καὶ κατὰ τὸ ποσὸν τὸ μὲν τέλειον τὸ δ' ἀτελές. 201a.7 ὁμοίως δὲ καὶ κατὰ τὴν φορὰν τὸ μὲν ἄνω τὸ δὲ κάτω, 201a.8 τὸ μὲν κοῦφον τὸ δὲ βαρύ. ὥστε κινήσεως καὶ μεταβο- 201a.9 λῆς ἔστιν εἴδη τοσαῦτα ὅσα τοῦ ὄντος. διῃρημένου δὲ καθ' 201a.10 ἕκαστον γένος τοῦ μὲν ἐντελεχείᾳ τοῦ δὲ δυνάμει, τοῦ δυ- 201a.11 νάμει ὄντος ἐντελέχεια, τοιοῦτον, κίνησίς ἐστιν, οἷον τοῦ μὲν 201a.12 ἀλλοιωτοῦ, ἀλλοιωτόν, ἀλλοίωσις, τοῦ δὲ αὐξητοῦ καὶ τοῦ 201a.13 ἀντικειμένου φθιτοῦ (οὐδὲν γὰρ ὄνομα κοινὸν ἐπ' ἀμφοῖν) αὔ- 201a.14 ξησις καὶ φθίσις, τοῦ δὲ γενητοῦ καὶ φθαρτοῦ γένεσις καὶ 201a.15 φθορά, τοῦ δὲ φορητοῦ φορά. ὅτι δὲ τοῦτο ἔστιν κίνησις, 201a.16 ἐντεῦθεν δῆλον. ὅταν γὰρ τὸ οἰκοδομητόν, τοιοῦτον αὐτὸ 201a.17 λέγομεν εἶναι, ἐντελεχείᾳ ᾖ, οἰκοδομεῖται, καὶ ἔστιν τοῦτο 201a.18 οἰκοδόμησις· ὁμοίως δὲ καὶ μάθησις καὶ ἰάτρευσις καὶ κύ- 201a.19 λισις καὶ ἅλσις καὶ ἅδρυνσις καὶ γήρανσις. ἐπεὶ δ' ἔνια 201a.20 ταὐτὰ καὶ δυνάμει καὶ ἐντελεχείᾳ ἐστίν, οὐχ ἅμα δὲ οὐ 201a.21 κατὰ τὸ αὐτό, ἀλλ' οἷον θερμὸν μὲν ἐντελεχείᾳ ψυχρὸν δὲ 201a.22 δυνάμει, πολλὰ ἤδη ποιήσει καὶ πείσεται ὑπ' ἀλλήλων· 201a.23 ἅπαν γὰρ ἔσται ἅμα ποιητικὸν καὶ παθητικόν. ὥστε καὶ 201a.24 τὸ κινοῦν φυσικῶς κινητόν· πᾶν γὰρ τὸ τοιοῦτον κινεῖ κινού- 201a.25 μενον καὶ αὐτό. δοκεῖ μὲν οὖν τισιν ἅπαν κινεῖσθαι τὸ κι- 201a.26 νοῦν, οὐ μὴν ἀλλὰ περὶ τούτου μὲν ἐξ ἄλλων ἔσται δῆλον 201a.27 ὅπως ἔχει (ἔστι γάρ τι κινοῦν καὶ ἀκίνητον), δὲ τοῦ δυνάμει 201a.28 ὄντος , ὅταν ἐντελεχείᾳ ὂν ἐνεργῇ οὐχ αὐτὸ ἀλλ' 201a.29 κινητόν, κίνησίς ἐστιν. ἔστι γὰρ χαλ- 201a.30 κὸς δυνάμει ἀνδριάς, ἀλλ' ὅμως οὐχ τοῦ χαλκοῦ ἐντελέ- 201a.31 χεια, χαλκός, κίνησίς ἐστιν· οὐ γὰρ τὸ αὐτὸ τὸ χαλκῷ 201a.32 εἶναι καὶ δυνάμει τινί [κινητῷ], ἐπεὶ εἰ ταὐτὸν ἦν ἁπλῶς 201a.33 καὶ κατὰ τὸν λόγον, ἦν ἂν τοῦ χαλκοῦ, χαλκός, ἐν- 201a.34 τελέχεια κίνησις· οὐκ ἔστιν δὲ ταὐτόν, ὡς εἴρηται (δῆλον δ' 201a.35 ἐπὶ τῶν ἐναντίων· τὸ μὲν γὰρ δύνασθαι ὑγιαίνειν καὶ δύ- 201b.1 νασθαι κάμνειν ἕτερον καὶ γὰρ ἂν τὸ κάμνειν καὶ τὸ ὑγι- 201b.2 αίνειν ταὐτὸν ἦν τὸ δὲ ὑποκείμενον καὶ τὸ ὑγιαῖνον καὶ τὸ 201b.3 νοσοῦν, εἴθ' ὑγρότης εἴθ' αἷμα, ταὐτὸν καὶ ἕν). ἐπεὶ δ' οὐ ταὐ- 201b.4 τόν, ὥσπερ οὐδὲ χρῶμα ταὐτὸν καὶ ὁρατόν, τοῦ δυνατοῦ, 201b.5 δυνατόν, ἐντελέχεια φανερὸν ὅτι κίνησίς ἐστιν. ὅτι μὲν οὖν 201b.6 ἐστιν αὕτη, καὶ ὅτι συμβαίνει τότε κινεῖσθαι ὅταν ἐντελέ- 201b.7 χεια αὐτή, καὶ οὔτε πρότερον οὔτε ὕστερον, δῆλον· ἐνδέχεται 201b.8 γὰρ ἕκαστον ὁτὲ μὲν ἐνεργεῖν ὁτὲ δὲ μή, οἷον τὸ οἰκοδομη- 201b.9 τόν, καὶ τοῦ οἰκοδομητοῦ ἐνέργεια, οἰκοδομητόν, οἰκοδό- 201b.10 μησίς ἐστιν (ἢ γὰρ οἰκοδόμησις ἐνέργεια [τοῦ οἰκοδομητοῦ] 201b.11 οἰκία· ἀλλ' ὅταν οἰκία ᾖ, οὐκέτ' οἰκοδομητὸν ἔστιν· οἰ- 201b.12 κοδομεῖται δὲ τὸ οἰκοδομητόν· ἀνάγκη οὖν οἰκοδόμη- 201b.13 σιν τὴν ἐνέργειαν εἶναι)· δ' οἰκοδόμησις κίνησίς τις. 201b.14 ἀλλὰ μὴν αὐτὸς ἐφαρμόσει λόγος καὶ ἐπὶ τῶν ἄλλων 201b.15 κινήσεων.

HOME > '������������������������' in 'Physica, 3, 1'
763w 2.7509570121765 s