Aristoteles, Physica, 3, 2HOME > '������������������������' in 'Physica, 3, 2'
Aristoteles, Physica, 3, 200b.12 <<<     >>> 202a.13hide dictionary links

class="auswahl" href="text.php?tabelle=Aristoteles&rumpfid=Aristoteles, Physica, 3, 2&id=Aristoteles, Physica, 3, 2, 3&string=������������������������&from=&level=4&corpus=&lang=0&links=&target=&inframe=1&hide_apparatus=&becker=1"> Show Becker Lines

201b.16 δὲ καλῶς εἴρηται, δῆλον καὶ ἐξ ὧν οἱ ἄλλοι 201b.17 περὶ αὐτῆς λέγουσιν, καὶ ἐκ τοῦ μὴ ῥᾴδιον εἶναι διορίσαι ἄλ- 201b.18 λως αὐτήν. οὔτε γὰρ τὴν κίνησιν καὶ τὴν μεταβολὴν ἐν ἄλ- 201b.19 λῳ γένει θεῖναι δύναιτ' ἄν τις, δῆλόν τε σκοποῦσιν ὡς τι- 201b.20 θέασιν αὐτὴν ἔνιοι, ἑτερότητα καὶ ἀνισότητα καὶ τὸ μὴ ὂν 201b.21 φάσκοντες εἶναι τὴν κίνησιν· ὧν οὐδὲν ἀναγκαῖον κινεῖσθαι, 201b.22 οὔτ' ἂν ἕτερα οὔτ' ἂν ἄνισα οὔτ' ἂν οὐκ ὄντα· ἀλλ' οὐδ' 201b.23 μεταβολὴ οὔτ' εἰς ταῦτα οὔτ' ἐκ τούτων μᾶλλόν ἐστιν ἐκ 201b.24 τῶν ἀντικειμένων. αἴτιον δὲ τοῦ εἰς ταῦτα τιθέναι ὅτι ἀόριστόν 201b.25 τι δοκεῖ εἶναι κίνησις, τῆς δὲ ἑτέρας συστοιχίας αἱ ἀρχαὶ 201b.26 διὰ τὸ στερητικαὶ εἶναι ἀόριστοι· οὔτε γὰρ τόδε οὔτε τοιόνδε 201b.27 οὐδεμία αὐτῶν ἐστιν, [ὅτι] οὐδὲ τῶν ἄλλων κατηγοριῶν. τοῦ δὲ 201b.28 δοκεῖν ἀόριστον εἶναι τὴν κίνησιν αἴτιον ὅτι οὔτε εἰς δύναμιν 201b.29 τῶν ὄντων οὔτε εἰς ἐνέργειαν ἔστιν θεῖναι αὐτήν· οὔτε 201b.30 γὰρ τὸ δυνατὸν ποσὸν εἶναι κινεῖται ἐξ ἀνάγκης οὔτε τὸ ἐν- 201b.31 εργείᾳ ποσόν, τε κίνησις ἐνέργεια μὲν εἶναί τις δοκεῖ, 201b.32 ἀτελὴς δέ· αἴτιον δ' ὅτι ἀτελὲς τὸ δυνατόν, οὗ ἐστιν ἐνέρ- 201b.33 γεια. καὶ διὰ τοῦτο δὴ χαλεπὸν αὐτὴν λαβεῖν τί ἐστιν· 201b.34 γὰρ εἰς στέρησιν ἀναγκαῖον θεῖναι εἰς δύναμιν εἰς ἐνέρ- 201b.35 γειαν ἁπλῆν, τούτων δ' οὐδὲν φαίνεται ἐνδεχόμενον. λείπεται 202a.1 τοίνυν εἰρημένος τρόπος, ἐνέργειαν μέν τινα εἶναι, τοιαύτην 202a.2 δ' ἐνέργειαν οἵαν εἴπαμεν, χαλεπὴν μὲν ἰδεῖν, ἐνδεχομένην 202a.3 δ' εἶναι. κινεῖται δὲ καὶ τὸ κινοῦν ὥσπερ εἴρηται πᾶν, τὸ 202a.4 δυνάμει ὂν κινητόν, καὶ οὗ ἀκινησία ἠρεμία ἐστίν (ᾧ γὰρ 202a.5 κίνησις ὑπάρχει, τούτου ἀκινησία ἠρεμία). τὸ γὰρ πρὸς 202a.6 τοῦτο ἐνεργεῖν, τοιοῦτον, αὐτὸ τὸ κινεῖν ἐστι· τοῦτο δὲ ποιεῖ 202a.7 θίξει, ὥστε ἅμα καὶ πάσχει· διὸ κίνησις ἐντελέχεια τοῦ 202a.8 κινητοῦ, κινητόν, συμβαίνει δὲ τοῦτο θίξει τοῦ κινητικοῦ, ὥσθ' 202a.9 ἅμα καὶ πάσχει. εἶδος δὲ ἀεὶ οἴσεταί τι τὸ κινοῦν, ἤτοι τό- 202a.10 δε τοιόνδε τοσόνδε, ἔσται ἀρχὴ καὶ αἴτιον τῆς κινή- 202a.11 σεως, ὅταν κινῇ, οἷον ἐντελεχείᾳ ἄνθρωπος ποιεῖ ἐκ τοῦ 202a.12 δυνάμει ὄντος ἀνθρώπου ἄνθρωπον.

335w 1.4031491279602 s