Aristoteles, Physica, 3, 4HOME > '������������������������' in 'Physica, 3, 4'
Aristoteles, Physica, 3, 202a.13 <<<     >>> 203b.3hide dictionary links

class="auswahl" href="text.php?tabelle=Aristoteles&rumpfid=Aristoteles, Physica, 3, 4&id=Aristoteles, Physica, 3, 4, 3&string=������������������������&from=&level=4&corpus=&lang=0&links=&target=&inframe=1&hide_apparatus=&becker=1"> Show Becker Lines

202b.30 δ' ἐστὶν περὶ φύσεως ἐπιστήμη περὶ μεγέθη 202b.31 καὶ κίνησιν καὶ χρόνον, ὧν ἕκαστον ἀναγκαῖον ἄπειρον 202b.32 πεπερασμένον εἶναι, εἰ καὶ μὴ πᾶν ἐστιν ἄπειρον πεπε- 202b.33 ρασμένον, οἷον πάθος στιγμή (τῶν γὰρ τοιούτων ἴσως οὐ- 202b.34 δὲν ἀναγκαῖον ἐν θατέρῳ τούτων εἶναι), προσῆκον ἂν εἴη τὸν 202b.35 περὶ φύσεως πραγματευόμενον θεωρῆσαι περὶ ἀπείρου, εἰ ἔστιν 202b.36 μή, καὶ εἰ ἔστιν, τί ἐστιν. σημεῖον δ' ὅτι ταύτης τῆς ἐπιστή- 203a.1 μης οἰκεία θεωρία περὶ αὐτοῦ· πάντες γὰρ οἱ δοκοῦντες ἀξιο- 203a.2 λόγως ἧφθαι τῆς τοιαύτης φιλοσοφίας πεποίηνται λόγον 203a.3 περὶ τοῦ ἀπείρου, καὶ πάντες ὡς ἀρχήν τινα τιθέασι τῶν ὄν- 203a.4 των, οἱ μέν, ὥσπερ οἱ Πυθαγόρειοι καὶ Πλάτων, καθ' αὑτό, 203a.5 οὐχ ὡς συμβεβηκός τινι ἑτέρῳ ἀλλ' οὐσίαν αὐτὸ ὂν τὸ ἄπει- 203a.6 ρον. πλὴν οἱ μὲν Πυθαγόρειοι ἐν τοῖς αἰσθητοῖς (οὐ γὰρ χω- 203a.7 ριστὸν ποιοῦσιν τὸν ἀριθμόν), καὶ εἶναι τὸ ἔξω τοῦ οὐρανοῦ ἄπει- 203a.8 ρον, Πλάτων δὲ ἔξω μὲν οὐδὲν εἶναι σῶμα, οὐδὲ τὰς ἰδέας, 203a.9 διὰ τὸ μηδὲ ποὺ εἶναι αὐτάς, τὸ μέντοι ἄπειρον καὶ ἐν τοῖς 203a.10 αἰσθητοῖς καὶ ἐν ἐκείναις εἶναι· καὶ οἱ μὲν τὸ ἄπειρον εἶναι 203a.11 τὸ ἄρτιον (τοῦτο γὰρ ἐναπολαμβανόμενον καὶ ὑπὸ τοῦ περιτ- 203a.12 τοῦ περαινόμενον παρέχειν τοῖς οὖσι τὴν ἀπειρίαν· σημεῖον 203a.13 δ' εἶναι τούτου τὸ συμβαῖνον ἐπὶ τῶν ἀριθμῶν· περιτιθεμένων 203a.14 γὰρ τῶν γνωμόνων περὶ τὸ ἓν καὶ χωρὶς ὁτὲ μὲν ἄλλο ἀεὶ 203a.15 γίγνεσθαι τὸ εἶδος, ὁτὲ δὲ ἕν), Πλάτων δὲ δύο τὰ ἄπειρα, 203a.16 τὸ μέγα καὶ τὸ μικρόν. οἱ δὲ περὶ φύσεως πάντες [ἀεὶ] 203a.17 ὑποτιθέασιν ἑτέραν τινὰ φύσιν τῷ ἀπείρῳ τῶν λεγομένων 203a.18 στοιχείων, οἷον ὕδωρ ἀέρα τὸ μεταξὺ τούτων. τῶν δὲ πε- 203a.19 περασμένα ποιούντων στοιχεῖα οὐθεὶς ἄπειρα ποιεῖ· ὅσοι δ' 203a.20 ἄπειρα ποιοῦσι τὰ στοιχεῖα, καθάπερ Ἀναξαγόρας καὶ Δη- 203a.21 μόκριτος, μὲν ἐκ τῶν ὁμοιομερῶν, δ' ἐκ τῆς πανσπερ- 203a.22 μίας τῶν σχημάτων, τῇ ἁφῇ συνεχὲς τὸ ἄπειρον εἶναι 203a.23 φασίν· καὶ μὲν ὁτιοῦν τῶν μορίων εἶναι μίγμα ὁμοίως τῷ 203a.24 παντὶ διὰ τὸ ὁρᾶν ὁτιοῦν ἐξ ὁτουοῦν γιγνόμενον· ἐντεῦθεν γὰρ 203a.25 ἔοικε καὶ ὁμοῦ ποτὲ πάντα χρήματα φάναι εἶναι, οἷον ἥδε 203a.26 σὰρξ καὶ τόδε τὸ ὁστοῦν, καὶ οὕτως ὁτιοῦν· καὶ πάντα ἄρα· 203a.27 καὶ ἅμα τοίνυν· ἀρχὴ γὰρ οὐ μόνον ἐν ἑκάστῳ ἔστι τῆς δια- 203a.28 κρίσεως, ἀλλὰ καὶ πάντων. ἐπεὶ γὰρ τὸ γιγνόμενον ἐκ τοῦ 203a.29 τοιούτου γίγνεται σώματος, πάντων δ' ἔστι γένεσις πλὴν οὐχ 203a.30 ἅμα, καί τινα ἀρχὴν δεῖ εἶναι τῆς γενέσεως, αὕτη δ' ἐστὶν 203a.31 μία, οἷον ἐκεῖνος καλεῖ νοῦν, δὲ νοῦς ἀπ' ἀρχῆς τινος ἐργάζε- 203a.32 ται νοήσας· ὥστε ἀνάγκη ὁμοῦ ποτε πάντα εἶναι καὶ ἄρξα- 203a.33 σθαί ποτε κινούμενα. Δημόκριτος δ' οὐδὲν ἕτερον ἐξ ἑτέρου 203a.34 γίγνεσθαι τῶν πρώτων φησίν· ἀλλ' ὅμως γε αὐτῷ τὸ κοινὸν 203b.1 σῶμα πάντων ἐστὶν ἀρχή. μεγέθει κατὰ μόρια καὶ σχή- 203b.2 ματι διαφέρον.

HOME > '������������������������' in 'Physica, 3, 4'
438w 0.52328681945801 s