Aristoteles, Physica, 3, 6HOME > '������������������������' in 'Physica, 3, 6'
Aristoteles, Physica, 3, 203b.3 <<<     >>> 206a.9hide dictionary links

class="auswahl" href="text.php?tabelle=Aristoteles&rumpfid=Aristoteles, Physica, 3, 6&id=Aristoteles, Physica, 3, 6, 19&string=������������������������&from=&level=4&corpus=&lang=0&links=&target=&inframe=1&hide_apparatus=&becker=1"> Show Becker Lines

204a.8 μὲν οὖν εἶναι τὸ ἄπειρον τῶν αἰσθητῶν, αὐτό 204a.9 τι ὂν ἄπειρον, οὐχ οἷόν τε. εἰ γὰρ μήτε μέγεθός ἐστιν μήτε 204a.10 πλῆθος, ἀλλ' οὐσία αὐτό ἐστι τὸ ἄπειρον καὶ μὴ συμβεβη- 204a.11 κός, ἀδιαίρετον ἔσται (τὸ γὰρ διαιρετὸν μέγεθος ἔσται 204a.12 πλῆθος)· εἰ δὲ τοιοῦτον, οὐκ ἄπειρον, εἰ μὴ ὡς φωνὴ 204a.13 ἀόρατος. ἀλλ' οὐχ οὕτως οὔτε φασὶν εἶναι οἱ φάσκοντες εἶναι 204a.14 τὸ ἄπειρον οὔτε ἡμεῖς ζητοῦμεν, ἀλλ' ὡς ἀδιεξίτητον. εἰ δὲ 204a.15 κατὰ συμβεβηκὸς ἔστιν τὸ ἄπειρον, οὐκ ἂν εἴη στοιχεῖον τῶν 204a.16 ὄντων, ἄπειρον, ὥσπερ οὐδὲ τὸ ἀόρατον τῆς διαλέκτου, καί- 204a.17 τοι φωνή ἐστιν ἀόρατος. ἔτι πῶς ἐνδέχεται εἶναί τι αὐτὸ 204a.18 ἄπειρον, εἴπερ μὴ καὶ ἀριθμὸν καὶ μέγεθος, ὧν ἐστι καθ' 204a.19 αὑτὸ πάθος τι τὸ ἄπειρον; ἔτι γὰρ ἧττον ἀνάγκη τὸν 204a.20 ἀριθμὸν τὸ μέγεθος. φανερὸν δὲ καὶ ὅτι οὐκ ἐνδέχεται εἶ- 204a.21 ναι τὸ ἄπειρον ὡς ἐνεργείᾳ ὂν καὶ ὡς οὐσίαν καὶ ἀρχήν· 204a.22 ἔσται γὰρ ὁτιοῦν αὐτοῦ ἄπειρον τὸ λαμβανόμενον, εἰ μεριστόν 204a.23 (τὸ γὰρ ἀπείρῳ εἶναι καὶ ἄπειρον τὸ αὐτό, εἴπερ οὐσία τὸ 204a.24 ἄπειρον καὶ μὴ καθ' ὑποκειμένου), ὥστ' ἀδιαίρετον εἰς 204a.25 ἄπειρα διαιρετόν· πολλὰ δ' ἄπειρα εἶναι τὸ αὐτὸ ἀδύνα- 204a.26 τον (ἀλλὰ μὴν ὥσπερ ἀέρος ἀὴρ μέρος, οὕτω καὶ ἄπειρον 204a.27 ἀπείρου, εἴ γε οὐσία ἐστὶ καὶ ἀρχή)· ἀμέριστον ἄρα καὶ ἀδιαί- 204a.28 ρετον. ἀλλ' ἀδύνατον τὸ ἐντελεχείᾳ ὂν ἄπειρον· ποσὸν γάρ 204a.29 τι εἶναι ἀναγκαῖον. κατὰ συμβεβηκὸς ἄρα ὑπάρχει τὸ 204a.30 ἄπειρον. ἀλλ' εἰ οὕτως, εἴρηται ὅτι οὐκ ἐνδέχεται αὐτὸ λέ- 204a.31 γειν ἀρχήν, ἀλλ' συμβέβηκε, τὸν ἀέρα τὸ ἄρτιον. 204a.32 ὥστε ἀτόπως ἂν ἀποφαίνοιντο οἱ λέγοντες οὕτως ὥσπερ 204a.33 οἱ Πυθαγόρειοί φασιν· ἅμα γὰρ οὐσίαν ποιοῦσι τὸ ἄπειρον 204a.34 καὶ μερίζουσιν. ἀλλ' ἴσως αὕτη μὲν [ἐστι] καθόλου ζήτη- 204a.35 σις, εἰ ἐνδέχεται ἄπειρον καὶ ἐν τοῖς μαθηματικοῖς 204b.1 εἶναι καὶ ἐν τοῖς νοητοῖς καὶ μηδὲν ἔχουσι μέγεθος· ἡμεῖς 204b.2 δ' ἐπισκοποῦμεν περὶ τῶν αἰσθητῶν καὶ περὶ ὧν ποιούμεθα 204b.3 τὴν μέθοδον, ἆρ' ἔστιν ἐν αὐτοῖς οὐκ ἔστι σῶμα ἄπειρον 204b.4 ἐπὶ τὴν αὔξησιν. λογικῶς μὲν οὖν σκοπουμένοις ἐκ τῶν τοι- 204b.5 ῶνδε δόξειεν ἂν οὐκ εἶναι· εἰ γάρ ἐστι σώματος λόγος τὸ 204b.6 ἐπιπέδῳ ὡρισμένον, οὐκ ἂν εἴη σῶμα ἄπειρον, οὔτε νοητὸν οὔτε 204b.7 αἰσθητόν (ἀλλὰ μὴν οὐδ' ἀριθμὸς οὕτως ὡς κεχωρισμένος καὶ 204b.8 ἄπειρος· ἀριθμητὸν γὰρ ἀριθμὸς τὸ ἔχον ἀριθμόν· εἰ 204b.9 οὖν τὸ ἀριθμητὸν ἐνδέχεται ἀριθμῆσαι, καὶ διεξελθεῖν ἂν 204b.10 εἴη δυνατὸν τὸ ἄπειρον)· φυσικῶς δὲ μᾶλλον θεωροῦσιν ἐκ 204b.11 τῶνδε. σύν- 204b.12 θετον μὲν οὖν οὐκ ἔσται τὸ ἄπειρον σῶμα, εἰ πεπερασμένα 204b.13 τῷ πλήθει τὰ στοιχεῖα. ἀνάγκη γὰρ πλείω εἶναι, καὶ ἰσά- 204b.14 ζειν ἀεὶ τἀναντία, καὶ μὴ εἶναι ἓν αὐτῶν ἄπειρον (εἰ γὰρ 204b.15 ὁποσῳοῦν λείπεται ἐν ἑνὶ σώματι δύναμις θατέρου, οἷον εἰ 204b.16 τὸ πῦρ πεπέρανται, δ' ἀὴρ ἄπειρος, ἔστιν δὲ τὸ ἴσον πῦρ 204b.17 τοῦ ἴσου ἀέρος τῇ δυνάμει ὁποσαπλασιονοῦν, μόνον δὲ ἀριθμόν 204b.18 τινα ἔχον, ὅμως φανερὸν ὅτι τὸ ἄπειρον ὑπερβαλεῖ καὶ 204b.19 φθερεῖ τὸ πεπερασμένον)· ἕκαστον δ' ἄπειρον εἶναι ἀδύνατον· 204b.20 σῶμα μὲν γάρ ἐστιν τὸ πάντῃ ἔχον διάστασιν, ἄπειρον δὲ τὸ 204b.21 ἀπεράντως διεστηκός, ὥστε τὸ ἄπειρον σῶμα πανταχῇ ἔσται 204b.22 διεστηκὸς εἰς ἄπειρον. ἀλλὰ μὴν οὐδὲ ἓν καὶ ἁπλοῦν εἶναι 204b.23 σῶμα ἄπειρον ἐνδέχεται, οὔτε ὡς λέγουσί τινες τὸ παρὰ 204b.24 τὰ στοιχεῖα, ἐξ οὗ ταῦτα γεννῶσιν, οὔθ' ἁπλῶς. εἰσὶν γάρ τι- 204b.25 νες οἳ τοῦτο ποιοῦσι τὸ ἄπειρον, ἀλλ' οὐκ ἀέρα ὕδωρ, ὅπως 204b.26 μὴ τἆλλα φθείρηται ὑπὸ τοῦ ἀπείρου αὐτῶν· ἔχουσι γὰρ 204b.27 πρὸς ἄλληλα ἐναντίωσιν, οἷον μὲν ἀὴρ ψυχρός, τὸ δ' 204b.28 ὕδωρ ὑγρόν, τὸ δὲ πῦρ θερμόν· ὧν εἰ ἦν ἓν ἄπειρον, ἔφθαρτο 204b.29 ἂν ἤδη τἆλλα· νῦν δ' ἕτερον εἶναί φασιν ἐξ οὗ ταῦτα. ἀδύ- 204b.30 νατον δ' εἶναι τοιοῦτον, οὐχ ὅτι ἄπειρον (περὶ τούτου μὲν γὰρ 204b.31 κοινόν τι λεκτέον ἐπὶ παντὸς ὁμοίως, καὶ ἀέρος καὶ ὕδατος 204b.32 καὶ ὁτουοῦν), ἀλλ' ὅτι οὐκ ἔστιν τοιοῦτον σῶμα αἰσθητὸν παρὰ 204b.33 τὰ καλούμενα στοιχεῖα· ἅπαντα γὰρ ἐξ οὗ ἐστι, καὶ διαλύε- 204b.34 ται εἰς τοῦτο, ὥστε ἦν ἂν ἐνταῦθα παρὰ ἀέρα καὶ πῦρ καὶ 204b.35 γῆν καὶ ὕδωρ· φαίνεται δ' οὐδέν. οὐδὲ δὴ πῦρ οὐδ' ἄλλο τι 205a.1 τῶν στοιχείων οὐδὲν ἄπειρον ἐνδέχεται εἶναι. ὅλως γὰρ καὶ 205a.2 χωρὶς τοῦ ἄπειρον εἶναί τι αὐτῶν, ἀδύνατον τὸ πᾶν, κἂν 205a.3 πεπερασμένον, εἶναι γίγνεσθαι ἕν τι αὐτῶν, ὥσπερ Ἡρά- 205a.4 κλειτός φησιν ἅπαντα γίγνεσθαί ποτε πῦρ (ὁ δ' αὐτὸς λόγος 205a.5 καὶ ἐπὶ τοῦ ἑνός, οἷον ποιοῦσι παρὰ τὰ στοιχεῖα οἱ φυσικοί)· 205a.6 πάντα γὰρ μεταβάλλει ἐξ ἐναντίου εἰς ἐναντίον, οἷον ἐκ θερμοῦ 205a.7 εἰς ψυχρόν. δεῖ δὲ κατὰ παντὸς ἐκ τῶνδε σκοπεῖν, εἰ ἐνδέχε- 205a.8 ται οὐκ ἐνδέχεται εἶναι [σῶμα ἄπειρον αἰσθητόν]. ὅτι δὲ ὅλως 205a.9 ἀδύνατον εἶναι σῶμα ἄπειρον αἰσθητόν, ἐκ τῶνδε δῆλον. 205a.10 πέφυκε γὰρ πᾶν τὸ αἰσθητόν που εἶναι, καὶ ἔστιν τόπος τις 205a.11 ἑκάστου, καὶ αὐτὸς τοῦ μορίου καὶ παντός, οἷον ὅλης τε 205a.12 τῆς γῆς καὶ βώλου μιᾶς, καὶ πυρὸς καὶ σπινθῆρος. ὥστε 205a.13 εἰ μὲν ὁμοειδές, ἀκίνητον ἔσται ἀεὶ οἰσθήσεται· καίτοι 205a.14 ἀδύνατον (τί γὰρ μᾶλλον κάτω ἄνω ὁπουοῦν; λέγω δὲ 205a.15 οἷον, εἰ βῶλος εἴη, ποῦ αὕτη κινηθήσεται ποῦ μενεῖ; γὰρ 205a.16 τόπος ἄπειρος τοῦ συγγενοῦς αὐτῇ σώματος. πότερον οὖν κα- 205a.17 θέξει τὸν ὅλον τόπον; τίς οὖν ποῦ μονὴ καὶ 205a.18 κίνησις αὐτῆς; 205a.19 πανταχοῦ κινηθήσεται; οὐκ ἄρα στήσεται)· εἰ δ' ἀνόμοιον τὸ 205a.20 πᾶν, ἀνόμοιοι καὶ οἱ τόποι· καὶ πρῶτον μὲν οὐχ ἓν τὸ 205a.21 σῶμα τοῦ παντὸς ἀλλ' τῷ ἅπτεσθαι· ἔπειτα ἤτοι πεπε- 205a.22 ρασμένα ταῦτ' ἔσται ἄπειρα τῷ εἴδει. πεπερασμένα μὲν 205a.23 οὖν οὐχ οἷόν τε (ἔσται γὰρ τὰ μὲν ἄπειρα τὰ δ' οὔ, εἰ τὸ πᾶν 205a.24 ἄπειρον, οἷον τὸ πῦρ τὸ ὕδωρ· φθορὰ δὲ τὸ τοιοῦτον τοῖς 205a.24 ἐναντίοις [καθάπερ εἴρηται πρότερον])· [καὶ ... ] εἰ δ' ἄπειρα 205a.30 καὶ ἁπλᾶ, καὶ οἱ τόποι ἄπειροι, καὶ ἔσται ἄπειρα τὰ στοιχεῖα· εἰ δὲ 205a.31 τοῦτ' ἀδύνατον καὶ πεπερασμένοι οἱ τόποι, καὶ τὸ ὅλον [πε- 205a.32 περάνθαι ἀναγκαῖον]· ἀδύνατον γὰρ μὴ ἀπαρτίζειν τὸν τό- 205a.33 πον καὶ τὸ σῶμα· οὔτε γὰρ τόπος πᾶς μείζων ὅσον 205a.34 ἐνδέχεται τὸ σῶμα εἶναι (ἅμα δ' οὐδ' ἄπειρον ἔσται τὸ 205a.35 σῶμα ἔτι), οὔτε τὸ σῶμα μεῖζον τόπος· γὰρ κενὸν 205b.1 ἔσται τι σῶμα οὐδαμοῦ πεφυκὸς εἶναι. 205a.25 > 205b.1 Ἀναξαγόρας δ' 205b.2 ἀτόπως λέγει περὶ τῆς τοῦ ἀπείρου μονῆς· στηρίζειν γὰρ 205b.3 αὐτὸ αὑτό φησιν τὸ ἄπειρον· τοῦτο δέ, ὅτι ἐν αὑτῷ (ἄλλο 205b.4 γὰρ οὐδὲν περιέχειν), ὡς ὅπου ἄν τι ᾖ, πεφυκὸς ἐνταῦθα εἶ- 205b.5 ναι. τοῦτο δ' οὐκ ἀληθές· εἴη γὰρ ἄν τί που βιᾷ καὶ οὐχ οὗ 205b.6 πέφυκεν. εἰ οὖν ὅτι μάλιστα μὴ κινεῖται τὸ ὅλον (τὸ γὰρ 205b.7 αὑτῷ στηριζόμενον καὶ ἐν αὑτῷ ὂν ἀκίνητον εἶναι ἀνάγκη), 205b.8 ἀλλὰ διὰ τί οὐ πέφυκε κινεῖσθαι, λεκτέον. οὐ γὰρ ἱκανὸν τὸ 205b.9 οὕτως εἰπόντα ἀπηλλάχθαι· εἴη γὰρ ἂν καὶ ὅτι οὐκ ἔχει ἀλλαχῆ 205b.10 κινεῖσθαι οὐ κινούμενον, ἀλλὰ πεφυκέναι οὐδὲν κωλύει· ἐπεὶ καὶ 205b.11 γῆ οὐ φέρεται, οὐδ' εἰ ἄπειρος ἦν, εἰργμένη μέντοι ὑπὸ τοῦ μέ- 205b.12 σου· ἀλλ' οὐχ ὅτι οὐκ ἔστιν ἄλλο οὗ ἐνεχθήσεται, μείνειεν 205b.13 ἄν [ἐπὶ τοῦ μέσου], ἀλλ' ὅτι πέφυκεν οὕτω. καίτοι ἐξείη ἂν 205b.14 λέγειν ὅτι στηρίζει αὑτήν. εἰ οὖν μηδ' ἐπὶ τῆς γῆς τοῦτο αἴ- 205b.15 τιον ἀπείρου οὔσης, ἀλλ' ὅτι βάρος ἔχει, τὸ δὲ βαρὺ μένει 205b.16 ἐπὶ τοῦ μέσου, δὲ γῆ ἐπὶ τοῦ μέσου, ὁμοίως ἂν καὶ τὸ ἄπει- 205b.17 ρον μένοι ἐν αὑτῷ διά τιν' ἄλλην αἰτίαν, καὶ οὐχ ὅτι ἄπει- 205b.18 ρον καὶ στηρίζει αὐτὸ ἑαυτό. ἅμα δὲ δῆλον ὅτι κἂν ὁτιοῦν 205b.19 μέρος δέοι μένειν· ὡς γὰρ τὸ ἄπειρον ἐν ἑαυτῷ μένει στη- 205b.20 ρίζον, οὕτως κἂν ὁτιοῦν ληφθῇ μέρος ἐν ἑαυτῷ μενεῖ· τοῦ 205b.21 γὰρ ὅλου καὶ τοῦ μέρους ὁμοειδεῖς οἱ τόποι, οἷον ὅλης γῆς 205b.22 καὶ βώλου κάτω καὶ παντὸς πυρὸς καὶ σπινθῆρος ἄνω. ὥστε 205b.23 εἰ τοῦ ἀπείρου τόπος τὸ ἐν αὑτῷ, καὶ τοῦ μέρους αὐτός. 205b.24 μενεῖ ἄρα ἐν ἑαυτῷ. ὅλως δὲ φανερὸν ὅτι ἀδύνατον ἄπειρον 205b.25 ἅμα λέγειν σῶμα καὶ τόπον τινὰ εἶναι τοῖς σώμασιν, 205b.26 εἰ πᾶν σῶμα αἰσθητὸν βάρος ἔχει κουφότητα, καὶ εἰ 205b.27 μὲν βαρύ, ἐπὶ τὸ μέσον ἔχει τὴν φορὰν φύσει, εἰ δὲ κοῦ- 205b.28 φον, ἄνω· ἀνάγκη γὰρ καὶ τὸ ἄπειρον, ἀδύνατον δὲ 205b.29 ἅπαν ὁποτερονοῦν τὸ ἥμισυ ἑκάτερον πεπονθέναι· πῶς γὰρ 205b.30 διελεῖς; πῶς τοῦ ἀπείρου ἔσται τὸ μὲν ἄνω τὸ δὲ κάτω, 205b.31 ἔσχατον καὶ μέσον; ἔτι πᾶν σῶμα αἰσθητὸν ἐν τόπῳ, τόπου 205b.32 δὲ εἴδη καὶ διαφοραὶ τἄνω καὶ κάτω καὶ ἔμπροσθεν καὶ 205b.33 ὄπισθεν καὶ δεξιὸν καὶ ἀριστερόν· καὶ ταῦτα οὐ μόνον πρὸς 205b.34 ἡμᾶς καὶ θέσει, ἀλλὰ καὶ ἐν αὐτῷ τῷ ὅλῳ διώρισται. 205b.35 ἀδύνατον δ' ἐν τῷ ἀπείρῳ εἶναι ταῦτα. ἁπλῶς δ' εἰ ἀδύνατον 206a.1 τόπον ἄπειρον εἶναι, ἐν τόπῳ δὲ πᾶν σῶμα, ἀδύνατον ἄπει- 206a.2 ρον [τι] εἶναι σῶμα. ἀλλὰ μὴν τό γε ποὺ ἐν τόπῳ, καὶ τὸ 206a.3 ἐν τόπῳ πού. εἰ οὖν μηδὲ ποσὸν οἷόν τ' εἶναι τὸ ἄπειρον πο- 206a.4 σὸν γὰρ τὶ ἔσται, οἷον δίπηχυ τρίπηχυ· ταῦτα γὰρ ση- 206a.5 μαίνει τὸ ποσόν οὕτω καὶ τὸ ἐν τόπῳ ὅτι πού, τοῦτο δὲ 206a.6 ἄνω κάτω ἐν ἄλλῃ τινὶ διαστάσει τῶν ἕξ, τούτων δ' 206a.7 ἕκαστον πέρας τί ἐστιν. ὅτι μὲν οὖν ἐνεργείᾳ οὐκ ἔστι σῶμα 206a.8 ἄπειρον, φανερὸν ἐκ τούτων.

HOME > '������������������������' in 'Physica, 3, 6'
Aristoteles, Physica, 3, 203b.3 <<<     >>> 206a.9
1464w 4.7618579864502 s