Aristoteles, Physica, 4, 1HOME > '������������������������' in 'Physica, 4, 1'
>>> Aristoteles, Physica, 4, 209a.31hide dictionary links

class="auswahl" href="text.php?tabelle=Aristoteles&rumpfid=Aristoteles, Physica, 4, 1&id=Aristoteles, Physica, 4, 1, 3&string=������������������������&from=&level=4&corpus=&lang=0&links=&target=&inframe=1&hide_apparatus=&becker=1"> Show Becker Lines

208a.27 δ' ἀνάγκη καὶ περὶ τόπου τὸν φυσικὸν ὥσπερ 208a.28 καὶ περὶ ἀπείρου γνωρίζειν, εἰ ἔστιν μή, καὶ πῶς ἔστι, καὶ 208a.29 τί ἐστιν. τά τε γὰρ ὄντα πάντες ὑπολαμβάνουσιν εἶναί που 208a.30 (τὸ γὰρ μὴ ὂν οὐδαμοῦ εἶναι· ποῦ γάρ ἐστι τραγέλαφος 208a.31 σφίγξ; ) καὶ τῆς κινήσεως κοινὴ μάλιστα καὶ κυριωτάτη 208a.32 κατὰ τόπον ἐστίν, ἣν καλοῦμεν φοράν. ἔχει δὲ πολλὰς 208a.33 ἀπορίας τί ποτ' ἐστὶν τόπος· οὐ γὰρ ταὐτὸν φαίνεται θεω- 208a.34 ροῦσιν ἐξ ἁπάντων τῶν ὑπαρχόντων. ἔτι δ' οὐδ' ἔχομεν οὐδὲν 208a.35 παρὰ τῶν ἄλλων οὔτε προηπορημένον οὔτε προηυπορημένον περὶ 208b.1 αὐτοῦ. ὅτι μὲν οὖν ἔστιν τόπος, δοκεῖ δῆλον εἶναι ἐκ τῆς 208b.2 ἀντιμεταστάσεως· ὅπου γὰρ ἔστι νῦν ὕδωρ, ἐνταῦθα ἐξελθόν- 208b.3 τος ὥσπερ ἐξ ἀγγείου πάλιν ἀὴρ ἔνεστιν, ὁτὲ δὲ τὸν αὐτὸν 208b.4 τόπον τοῦτον ἄλλο τι τῶν σωμάτων κατέχει· τοῦτο δὴ τῶν 208b.5 ἐγγιγνομένων καὶ μεταβαλλόντων ἕτερον πάντων εἶναι δοκεῖ· 208b.6 ἐν γὰρ ἀὴρ ἔστι νῦν, ὕδωρ ἐν τούτῳ πρότερον ἦν, ὥστε δῆ- 208b.7 λον ὡς ἦν τόπος τι καὶ χώρα ἕτερον ἀμφοῖν, εἰς ἣν 208b.8 καὶ ἐξ ἧς μετέβαλον. ἔτι δὲ αἱ φοραὶ τῶν φυσικῶν σω- 208b.9 μάτων καὶ ἁπλῶν, οἷον πυρὸς καὶ γῆς καὶ τῶν τοιούτων, οὐ 208b.10 μόνον δηλοῦσιν ὅτι ἐστί τι τόπος, ἀλλ' ὅτι καὶ ἔχει τινὰ 208b.11 δύναμιν. φέρεται γὰρ ἕκαστον εἰς τὸν αὑτοῦ τόπον μὴ κω- 208b.12 λυόμενον, τὸ μὲν ἄνω τὸ δὲ κάτω· ταῦτα δ' ἐστὶ τόπου μέρη 208b.13 καὶ εἴδη, τό τε ἄνω καὶ τὸ κάτω καὶ αἱ λοιπαὶ τῶν ἓξ 208b.14 διαστάσεων. ἔστι δὲ τὰ τοιαῦτα οὐ μόνον πρὸς ἡμᾶς, τὸ ἄνω καὶ 208b.15 κάτω καὶ δεξιὸν καὶ ἀριστερόν· ἡμῖν μὲν γὰρ οὐκ ἀεὶ τὸ 208b.16 αὐτό, ἀλλὰ κατὰ τὴν θέσιν, ὅπως ἂν στραφῶμεν, γίγνεται 208b.17 (διὸ καὶ ταὐτὸ πολλάκις δεξιὸν καὶ ἀριστερὸν καὶ ἄνω καὶ 208b.18 κάτω καὶ πρόσθεν καὶ ὄπισθεν), ἐν δὲ τῇ φύσει διώρισται χωρὶς 208b.19 ἕκαστον. οὐ γὰρ τι ἔτυχέν ἐστι τὸ ἄνω, ἀλλ' ὅπου φέρεται 208b.20 τὸ πῦρ καὶ τὸ κοῦφον· ὁμοίως δὲ καὶ τὸ κάτω οὐχ τι ἔτυχεν, 208b.21 ἀλλ' ὅπου τὰ ἔχοντα βάρος καὶ τὰ γεηρά, ὡς οὐ τῇ θέσει 208b.22 διαφέροντα μόνον ἀλλὰ καὶ τῇ δυνάμει. δηλοῖ δὲ καὶ τὰ 208b.23 μαθηματικά· οὐκ ὄντα γὰρ ἐν τόπῳ ὅμως κατὰ τὴν θέσιν 208b.24 τὴν πρὸς ἡμᾶς ἔχει δεξιὰ καὶ ἀριστερὰ ὡς τὰ μόνον 208b.25 λεγόμενα διὰ θέσιν, οὐκ ἔχοντα φύσει τούτων ἕκαστον. ἔτι 208b.26 οἱ τὸ κενὸν φάσκοντες εἶναι τόπον λέγουσιν· τὸ γὰρ κενὸν 208b.27 τόπος ἂν εἴη ἐστερημένος σώματος. ὅτι μὲν οὖν ἐστί τι τό- 208b.28 πος παρὰ τὰ σώματα, καὶ πᾶν σῶμα αἰσθητὸν ἐν τόπῳ, 208b.29 διὰ τούτων ἄν τις ὑπολάβοι· δόξειε δ' ἂν καὶ Ἡσίοδος ὀρ- 208b.30 θῶς λέγειν ποιήσας πρῶτον τὸ χάος. λέγει γοῦν “πάντων 208b.31 μὲν πρώτιστα χάος γένετ', αὐτὰρ ἔπειτα γαῖ' εὐρύστερνος,” 208b.32 ὡς δέον πρῶτον ὑπάρξαι χώραν τοῖς οὖσι, διὰ τὸ νομίζειν, 208b.33 ὥσπερ οἱ πολλοί, πάντα εἶναί που καὶ ἐν τόπῳ. εἰ δ' ἐστὶ 208b.34 τοιοῦτο, θαυμαστή τις ἂν εἴη τοῦ τόπου δύναμις καὶ προ- 208b.35 τέρα πάντων· οὗ γὰρ ἄνευ τῶν ἄλλων οὐδὲν ἔστιν, ἐκεῖνο δ' 209a.1 ἄνευ τῶν ἄλλων, ἀνάγκη πρῶτον εἶναι· οὐ γὰρ ἀπόλλυται 209a.2 τόπος τῶν ἐν αὐτῷ φθειρομένων. οὐ μὴν ἀλλ' ἔχει γε ἀπο- 209a.3 ρίαν, εἰ ἔστι, τί ἐστι, πότερον ὄγκος τις σώματος τις ἑτέρα 209a.4 φύσις· ζητητέον γὰρ τὸ γένος αὐτοῦ πρῶτον. διαστήματα 209a.5 μὲν οὖν ἔχει τρία, μῆκος καὶ πλάτος καὶ βάθος, οἷς ὁρί- 209a.6 ζεται σῶμα πᾶν. ἀδύνατον δὲ σῶμα εἶναι τὸν τόπον· ἐν 209a.7 ταὐτῷ γὰρ ἂν εἴη δύο σώματα. ἔτι εἴπερ ἔστι σώματος 209a.8 τόπος καὶ χώρα, δῆλον ὅτι καὶ ἐπιφανείας καὶ τῶν λοιπῶν 209a.9 περάτων· γὰρ αὐτὸς ἁρμόσει λόγος· ὅπου γὰρ ἦν πρότε- 209a.10 ρον τὰ τοῦ ὕδατος ἐπίπεδα, ἔσται πάλιν τὰ τοῦ ἀέρος. 209a.11 ἀλλὰ μὴν οὐδεμίαν διαφορὰν ἔχομεν στιγμῆς καὶ τόπου στιγ- 209a.12 μῆς, ὥστ' εἰ μηδὲ ταύτης ἕτερόν ἐστιν τόπος, οὐδὲ τῶν ἄλ- 209a.13 λων οὐδενός, οὐδ' ἐστί τι παρ' ἕκαστον τούτων τόπος. τί γὰρ 209a.14 ἄν ποτε καὶ θείημεν εἶναι τὸν τόπον; οὔτε γὰρ στοιχεῖον οὔτ' 209a.15 ἐκ στοιχείων οἷόν τε εἶναι τοιαύτην ἔχοντα φύσιν, οὔτε τῶν σω- 209a.16 ματικῶν οὔτε τῶν ἀσωμάτων· μέγεθος μὲν γὰρ ἔχει, σῶ- 209a.17 μα δ' οὐδέν· ἔστι δὲ τὰ μὲν τῶν αἰσθητῶν στοιχεῖα 209a.18 σώματα, ἐκ δὲ τῶν νοητῶν οὐδὲν γίγνεται μέγεθος. ἔτι δὲ 209a.19 καὶ τίνος ἄν τις θείη τοῖς οὖσιν αἴτιον εἶναι τὸν τόπον; οὐδε- 209a.20 μία γὰρ αὐτῷ ὑπάρχει αἰτία τῶν τεττάρων· οὔτε γὰρ ὡς 209a.21 ὕλη τῶν ὄντων (οὐδὲν γὰρ ἐξ αὐτοῦ συνέστηκεν) οὔτε ὡς εἶδος 209a.22 καὶ λόγος τῶν πραγμάτων οὔθ' ὡς τέλος, οὔτε κινεῖ τὰ ὄντα. 209a.23 ἔτι δὲ καὶ αὐτὸς εἰ ἔστι τι τῶν ὄντων, ποὺ ἔσται. γὰρ Ζή- 209a.24 νωνος ἀπορία ζητεῖ τινὰ λόγον· εἰ γὰρ πᾶν τὸ ὂν ἐν τόπῳ, 209a.25 δῆλον ὅτι καὶ τοῦ τόπου τόπος ἔσται, καὶ τοῦτο εἰς ἄπειρον. 209a.26 ἔτι ὥσπερ ἅπαν σῶμα ἐν τόπῳ, οὕτω καὶ ἐν τόπῳ 209a.27 ἅπαντι σῶμα· πῶς οὖν ἐροῦμεν περὶ τῶν αὐξανομένων; ἀν- 209a.28 άγκη γὰρ ἐκ τούτων συναύξεσθαι αὐτοῖς τὸν τόπον, εἰ μήτ' 209a.29 ἐλάττων μήτε μείζων τόπος ἑκάστου. διὰ μὲν οὖν τούτων 209a.30 οὐ μόνον τί ἐστιν, ἀλλὰ καὶ εἰ ἔστιν, ἀπορεῖν ἀναγκαῖον.

HOME > '������������������������' in 'Physica, 4, 1'
>>> Aristoteles, Physica, 4, 209a.31
812w 10.084232091904 s