Aristoteles, Physica, 4, 4HOME > '������������������������' in 'Physica, 4, 4'
Aristoteles, Physica, 4, 210a.14 <<<     >>> 210b.32hide dictionary links

class="auswahl" href="text.php?tabelle=Aristoteles&rumpfid=Aristoteles, Physica, 4, 4&id=Aristoteles, Physica, 4, 4, 6&string=������������������������&from=&level=4&corpus=&lang=0&links=&target=&inframe=1&hide_apparatus=&becker=1"> Show Becker Lines

210a.25 δ' ἄν τις, ἆρα καὶ αὐτό τι ἐν ἑαυτῷ ἐνδέχεται 210a.26 εἶναι, οὐδέν, ἀλλὰ πᾶν οὐδαμοῦ ἐν ἄλλῳ. διχῶς δὲ 210a.27 τοῦτ' ἔστιν, ἤτοι καθ' αὑτὸ καθ' ἕτερον. ὅταν μὲν γὰρ 210a.28 μόρια τοῦ ὅλου τὸ ἐν καὶ τὸ ἐν τούτῳ, λεχθήσεται τὸ ὅλον 210a.29 ἐν αὑτῷ· λέγεται γὰρ καὶ κατὰ τὰ μέρη, οἷον λευκὸς ὅτι 210a.30 ἐπιφάνεια λευκή, καὶ ἐπιστήμων ὅτι τὸ λογιστικόν. 210a.31 μὲν οὖν ἀμφορεὺς οὐκ ἔσται ἐν αὑτῷ, οὐδ' οἶνος· δὲ τοῦ 210a.32 οἴνου ἀμφορεὺς ἔσται· τε γὰρ καὶ ἐν ᾧ, ἀμφότερα τοῦ αὐτοῦ 210a.33 μόρια. οὕτω μὲν οὖν ἐνδέχεται αὐτό τι ἐν αὑτῷ εἶναι, πρώ- 210a.34 τως δ' οὐκ ἐνδέχεται. οἷον τὸ λευκὸν ἐν σώματι (ἡ ἐπιφά- 210b.1 νεια γὰρ ἐν σώματι), δ' ἐπιστήμη ἐν ψυχῇ· κατὰ ταῦτα 210b.2 δὲ αἱ προσηγορίαι μέρη ὄντα, ὥς γε ἐν ἀνθρώπῳ (ὁ δὲ ἀμ- 210b.3 φορεὺς καὶ οἶνος χωρὶς μὲν ὄντα οὐ μέρη, ἅμα δέ· διὸ 210b.4 ὅταν μέρη, ἔσται αὐτὸ ἐν αὑτῷ)· οἷον τὸ λευκὸν ἐν ἀν- 210b.5 θρώπῳ ὅτι ἐν σώματι, καὶ ἐν τούτῳ ὅτι ἐν ἐπιφανείᾳ· ἐν 210b.6 δὲ ταύτῃ οὐκέτι κατ' ἄλλο. καὶ ἕτερά γε τῷ εἴδει ταῦτα, 210b.7 καὶ ἄλλην φύσιν ἔχει ἑκάτερον καὶ δύναμιν, τ' ἐπιφά- 210b.8 νεια καὶ τὸ λευκόν. οὔτε δὴ ἐπακτικῶς σκοποῦσιν οὐδὲν ὁρῶ- 210b.9 μεν ἐν ἑαυτῷ κατ' οὐδένα τῶν διορισμῶν, τῷ τε λόγῳ δῆ- 210b.10 λον ὅτι ἀδύνατον· δεήσει γὰρ ἀμφότερα ἑκάτερον ὑπάρ- 210b.11 χειν, οἷον τὸν ἀμφορέα ἀγγεῖόν τε καὶ οἶνον εἶναι καὶ τὸν 210b.12 οἶνον οἶνόν τε καὶ ἀμφορέα, εἴπερ ἐνδέχεται αὐτό τι ἐν 210b.13 αὑτῷ εἶναι. ὥστ' εἰ ὅτι μάλιστα ἐν ἀλλήλοις εἶεν, μὲν 210b.14 ἀμφορεὺς δέξεται τὸν οἶνον οὐχ αὐτὸς οἶνος ἀλλ' ἐκεῖ- 210b.15 νος, δ' οἶνος ἐνέσται ἐν τῷ ἀμφορεῖ οὐχ αὐτὸς ἀμ- 210b.16 φορεὺς ἀλλ' ἐκεῖνος. κατὰ μὲν οὖν τὸ εἶναι ὅτι ἕτερον, 210b.17 δῆλον· ἄλλος γὰρ λόγος τοῦ ἐν καὶ τοῦ ἐν τούτῳ. 210b.18 ἀλλὰ μὴν οὐδὲ κατὰ συμβεβηκὸς ἐνδέχεται· ἅμα γὰρ 210b.19 δύο ἐν ταὐτῷ ἔσται· αὐτός τε γὰρ ἐν αὑτῷ ἀμφορεὺς 210b.20 ἔσται, εἰ οὗ φύσις δεκτική, τοῦτ' ἐνδέχεται ἐν αὑτῷ εἶναι, 210b.21 καὶ ἔτι ἐκεῖνο οὗ δεκτικόν, οἷον, εἰ οἴνου, οἶνος. ὅτι μὲν οὖν 210b.22 ἀδύνατον ἐν αὑτῷ τι εἶναι πρώτως, δῆλον· δὲ Ζήνων 210b.23 ἠπόρει, ὅτι εἰ τόπος ἐστί τι, ἔν τινι ἔσται, λύειν οὐ χα- 210b.24 λεπόν· οὐδὲ γὰρ κωλύει ἐν ἄλλῳ εἶναι τὸν πρῶτον τό- 210b.25 πον, μὴ μέντοι ὡς ἐν τόπῳ ἐκείνῳ, ἀλλ' ὥσπερ μὲν 210b.26 ὑγίεια ἐν τοῖς θερμοῖς ὡς ἕξις, τὸ δὲ θερμὸν ἐν σώματι 210b.27 ὡς πάθος. ἐκεῖνο δὲ φα- 210b.28 νερόν, ὅτι ἐπεὶ οὐδὲν τὸ ἀγγεῖον τοῦ ἐν αὐτῷ (ἕτερον γὰρ τὸ 210b.29 πρώτως τε καὶ ἐν ᾧ), οὐκ ἂν εἴη οὔτε ὕλη οὔτε τὸ εἶδος 210b.30 τόπος, ἀλλ' ἕτερον. ἐκείνου γάρ τι ταῦτα τοῦ ἐνόντος, καὶ 210b.31 ὕλη καὶ μορφή.

HOME > '������������������������' in 'Physica, 4, 4'
461w 1.5388219356537 s