Aristoteles, Physica, 4, 6HOME > '������������������������' in 'Physica, 4, 6'
Aristoteles, Physica, 4, 210b.32 <<<     >>> 212a.31hide dictionary links

class="auswahl" href="text.php?tabelle=Aristoteles&rumpfid=Aristoteles, Physica, 4, 6&id=Aristoteles, Physica, 4, 6, 1&string=������������������������&from=&level=4&corpus=&lang=0&links=&target=&inframe=1&hide_apparatus=&becker=1"> Show Becker Lines

211a.12 μὲν οὖν δεῖ κατανοῆσαι ὅτι οὐκ ἂν ἐζητεῖτο τόπος, 211a.13 εἰ μὴ κίνησις ἦν κατὰ τόπον· διὰ γὰρ τοῦτο καὶ τὸν 211a.14 οὐρανὸν μάλιστ' οἰόμεθα ἐν τόπῳ, ὅτι ἀεὶ ἐν κινήσει. ταύτης 211a.15 δὲ τὸ μὲν φορά, τὸ δὲ αὔξησις καὶ φθίσις· καὶ γὰρ ἐν 211a.16 τῇ αὐξήσει καὶ φθίσει μεταβάλλει, καὶ πρότερον ἦν ἐν- 211a.17 ταῦθα, πάλιν μεθέστηκεν εἰς ἔλαττον μεῖζον. ἔστι δὲ κι- 211a.18 νούμενον τὸ μὲν καθ' αὑτὸ ἐνεργείᾳ, τὸ δὲ κατὰ συμβεβη- 211a.19 κός· κατὰ συμβεβηκὸς δὲ τὸ μὲν ἐνδεχόμενον κινεῖσθαι 211a.20 καθ' αὑτό, οἷον τὰ μόρια τοῦ σώματος καὶ ἐν τῷ πλοίῳ 211a.21 ἧλος, τὰ δ' οὐκ ἐνδεχόμενα ἀλλ' αἰεὶ κατὰ συμβεβηκός, 211a.22 οἷον λευκότης καὶ ἐπιστήμη· ταῦτα γὰρ οὕτω μεταβέ- 211a.23 βληκε τὸν τόπον, ὅτι ἐν ὑπάρχουσι μεταβάλλει. ἐπεὶ 211a.24 δὲ λέγομεν εἶναι ὡς ἐν τόπῳ ἐν τῷ οὐρανῷ, διότι ἐν τῷ ἀέρι 211a.25 οὗτος δὲ ἐν τῷ οὐρανῷ· καὶ ἐν τῷ ἀέρι δὲ οὐκ ἐν παντί, ἀλλὰ 211a.26 διὰ τὸ ἔσχατον αὐτοῦ καὶ περιέχον ἐν τῷ ἀέρι φαμὲν εἶναι 211a.27 (εἰ γὰρ πᾶς ἀὴρ τόπος, οὐκ ἂν ἴσος εἴη ἑκάστου τόπος 211a.28 καὶ ἕκαστον, δοκεῖ δέ γε ἴσος εἶναι, τοιοῦτος δ' πρῶτος 211a.29 ἐν ἐστιν)· ὅταν μὲν οὖν μὴ διῃρημένον τὸ περιέχον ἀλλὰ 211a.30 συνεχές, οὐχ ὡς ἐν τόπῳ λέγεται εἶναι ἐν ἐκείνῳ, ἀλλ' 211a.31 ὡς μέρος ἐν ὅλῳ· ὅταν δὲ διῃρημένον καὶ ἁπτόμενον, ἐν 211a.32 πρώτῳ ἐστὶ τῷ ἐσχάτῳ τοῦ περιέχοντος, οὔτε ἐστὶ μέρος 211a.33 τοῦ ἐν αὐτῷ οὔτε μεῖζον τοῦ διαστήματος ἀλλ' ἴσον· ἐν 211a.34 γὰρ τῷ αὐτῷ τὰ ἔσχατα τῶν ἁπτομένων. καὶ συνεχὲς 211a.35 μὲν ὂν οὐκ ἐν ἐκείνῳ κινεῖται ἀλλὰ μετ' ἐκείνου, διῃρημένον 211a.36 δὲ ἐν ἐκείνῳ· καὶ ἐάν τε κινῆται τὸ περιέχον ἐάν τε μή, 211b.1 οὐδὲν ἧττον. [ἔτι ὅταν μὴ διῃρημένον ᾖ, ὡς μέρος ἐν ὅλῳ λέ- 211b.2 γεται, οἷον ἐν τῷ ὀφθαλμῷ ὄψις ἐν τῷ σώματι 211b.3 χείρ, ὅταν δὲ διῃρημένον, οἷον ἐν τῷ κάδῳ τὸ ὕδωρ ἐν 211b.4 τῷ κεραμίῳ οἶνος· μὲν γὰρ χεὶρ μετὰ τοῦ σώματος 211b.5 κινεῖται, τὸ δὲ ὕδωρ ἐν τῷ κάδῳ. ] ἤδη τοίνυν φανερὸν ἐκ 211b.6 τούτων τί ἐστιν τόπος. σχεδὸν γὰρ τέτταρά ἐστιν ὧν ἀνάγκη 211b.7 τὸν τόπον ἕν τι εἶναι· γὰρ μορφὴ ὕλη διάστημά τι 211b.8 τὸ μεταξὺ τῶν ἐσχάτων, τὰ ἔσχατα εἰ μὴ ἔστι μηδὲν 211b.9 διάστημα παρὰ τὸ τοῦ ἐγγιγνομένου σώματος μέγεθος. τούτων 211b.10 δ' ὅτι οὐκ ἐνδέχεται τὰ τρία εἶναι, φανερόν· ἀλλὰ διὰ μὲν 211b.11 τὸ περιέχειν δοκεῖ μορφὴ εἶναι· ἐν ταὐτῷ γὰρ τὰ ἔσχατα 211b.12 τοῦ περιέχοντος καὶ τοῦ περιεχομένου. ἔστι μὲν οὖν ἄμφω πέ- 211b.13 ρατα, ἀλλ' οὐ τοῦ αὐτοῦ, ἀλλὰ τὸ μὲν εἶδος τοῦ πράγματος, 211b.14 δὲ τόπος τοῦ περιέχοντος σώματος. διὰ δὲ τὸ μεταβάλ- 211b.15 λειν πολλάκις μένοντος τοῦ περιέχοντος τὸ περιεχόμενον 211b.16 καὶ διῃρημένον, οἷον ἐξ ἀγγείου ὕδωρ, τὸ μεταξὺ εἶναί τι 211b.17 δοκεῖ διάστημα, ὡς ὄν τι παρὰ τὸ σῶμα τὸ μεθιστάμενον. 211b.18 τὸ δ' οὐκ ἔστιν, ἀλλὰ τὸ τυχὸν ἐμπίπτει σῶμα τῶν μεθι- 211b.19 σταμένων καὶ ἅπτεσθαι πεφυκότων. εἰ δ' ἦν τι [τὸ] διάστημα 211b.20 οὐκ ἔστι δὲ ἄλλος τόπος τοῦ μορίου, ἐν 211b.26 κινεῖται, ὅταν ὅλον τὸ ἀγγεῖον μεθίστηται, ἀλλ' αὐτός· 211b.27 ἐν γὰρ ἔστιν, ἀντιμεθίσταται ἀὴρ καὶ τὸ ὕδωρ τὰ 211b.28 μόρια τοῦ ὕδατος, ἀλλ' οὐκ ἐν γίγνονται τόπῳ, ὃς μέρος 211b.29 ἐστὶ τοῦ τόπου ὅς ἐστι τόπος ὅλου τοῦ οὐρανοῦ. καὶ ὕλη δὲ 211b.30 δόξειεν ἂν εἶναι τόπος, εἴ γε ἐν ἠρεμοῦντί τις σκοποίη καὶ 211b.31 μὴ κεχωρισμένῳ ἀλλὰ συνεχεῖ. ὥσπερ γὰρ εἰ ἀλλοιοῦται, 211b.32 ἔστι τι νῦν μὲν λευκὸν πάλαι δὲ μέλαν, καὶ νῦν μὲν 211b.33 σκληρὸν πάλαι δὲ μαλακόν (διό φαμεν εἶναί τι τὴν ὕλην), 211b.34 οὕτω καὶ τόπος διὰ τοιαύτης τινὸς εἶναι δοκεῖ φαντασίας, 211b.35 πλὴν ἐκεῖνο μὲν διότι ἦν ἀήρ, τοῦτο νῦν ὕδωρ, δὲ τό- 211b.36 πος ὅτι οὗ ἦν ἀήρ, ἐνταῦθ' ἔστι νῦν ὕδωρ. ἀλλ' μὲν ὕλη, 212a.1 ὥσπερ ἐλέχθη ἐν τοῖς πρότερον, οὔτε χωριστὴ τοῦ πράγματος 212a.2 οὔτε περιέχει, δὲ τόπος ἄμφω. εἰ τοίνυν μηδὲν τῶν τριῶν 212a.3 τόπος ἐστίν, μήτε τὸ εἶδος μήτε ὕλη μήτε διάστημά τι 212a.4 ἀεὶ ὑπάρχον ἕτερον παρὰ τὸ τοῦ πράγματος τοῦ μεθιστα- 212a.5 μένου, ἀνάγκη τὸν τόπον εἶναι τὸ λοιπὸν τῶν τεττά- 212a.6 ρων, τὸ πέρας τοῦ περιέχοντος σώματος λέγω δὲ τὸ περιεχόμενον σῶμα 212a.7 τὸ κινητὸν κατὰ φοράν. δοκεῖ δὲ μέγα τι εἶναι καὶ 212a.8 χαλεπὸν ληφθῆναι τόπος διά τε τὸ παρεμφαίνεσθαι τὴν 212a.9 ὕλην καὶ τὴν μορφήν, καὶ διὰ τὸ ἐν ἠρεμοῦντι τῷ περιέχοντι 212a.10 γίγνεσθαι τὴν μετάστασιν τοῦ φερομένου· ἐνδέχεσθαι γὰρ φαί- 212a.11 νεται εἶναι διάστημα μεταξὺ ἄλλο τι τῶν κινουμένων μεγε- 212a.12 θῶν. συμβάλλεται δέ τι καὶ ἀὴρ δοκῶν ἀσώματος εἶναι· 212a.13 φαίνεται γὰρ οὐ μόνον τὰ πέρατα τοῦ ἀγγείου εἶναι τόπος, 212a.14 ἀλλὰ καὶ τὸ μεταξὺ ὡς κενὸν . ἔστι δ' ὥσπερ τὸ ἀγγεῖον 212a.15 τόπος μεταφορητός, οὕτως καὶ τόπος ἀγγεῖον ἀμετακί- 212a.16 νητον. διὸ ὅταν μὲν ἐν κινουμένῳ κινῆται καὶ μεταβάλλῃ 212a.17 τὸ ἐντός, οἷον ἐν ποταμῷ πλοῖον, ὡς ἀγγείῳ χρῆται μᾶλ- 212a.18 λον τόπῳ τῷ περιέχοντι. βούλεται δ' ἀκίνητος εἶναι τό- 212a.19 πος· διὸ πᾶς μᾶλλον ποταμὸς τόπος, ὅτι ἀκίνητος 212a.20 πᾶς. ὥστε τὸ τοῦ περιέχοντος πέρας ἀκίνητον πρῶτον, τοῦτ' 212a.21 ἔστιν τόπος. καὶ διὰ τοῦτο τὸ μέσον τοῦ οὐρανοῦ καὶ τὸ ἔσχα- 212a.22 τον τὸ πρὸς ἡμᾶς τῆς κύκλῳ φορᾶς δοκεῖ εἶναι τὸ μὲν ἄνω 212a.23 τὸ δὲ κάτω μάλιστα πᾶσι κυρίως, ὅτι τὸ μὲν αἰεὶ μένει, 212a.24 τοῦ δὲ κύκλῳ τὸ ἔσχατον ὡσαύτως ἔχον μένει. ὥστ' ἐπεὶ τὸ 212a.25 μὲν κοῦφον τὸ ἄνω φερόμενόν ἐστι φύσει, τὸ δὲ βαρὺ τὸ 212a.26 κάτω, τὸ μὲν πρὸς τὸ μέσον περιέχον πέρας κάτω ἐστίν, 212a.27 καὶ αὐτὸ τὸ μέσον, τὸ δὲ πρὸς τὸ ἔσχατον ἄνω, καὶ αὐτὸ 212a.28 τὸ ἔσχατον· καὶ διὰ τοῦτο δοκεῖ ἐπίπεδόν τι εἶναι καὶ οἷον 212a.29 ἀγγεῖον τόπος καὶ περιέχον. ἔτι ἅμα τῷ πράγματι 212a.30 τόπος· ἅμα γὰρ τῷ πεπερασμένῳ τὰ πέρατα.

HOME > '������������������������' in 'Physica, 4, 6'
Aristoteles, Physica, 4, 210b.32 <<<     >>> 212a.31
940w 3.802078962326 s