Aristoteles, Physica, 4, 7HOME > '������������������������' in 'Physica, 4, 7'
Aristoteles, Physica, 4, 211a.12 <<<     >>> 213a.12hide dictionary links

class="auswahl" href="text.php?tabelle=Aristoteles&rumpfid=Aristoteles, Physica, 4, 7&id=Aristoteles, Physica, 4, 7, 6&string=������������������������&from=&level=4&corpus=&lang=0&links=&target=&inframe=1&hide_apparatus=&becker=1"> Show Becker Lines

212a.31 μὲν οὖν σώματι ἔστι τι ἐκτὸς σῶμα περιέχον αὐτό, 212a.32 τοῦτο ἔστιν ἐν τόπῳ, δὲ μή, οὔ. διὸ κἂν ὕδωρ γένηται τοι- 212a.33 οῦτο, τὰ μὲν μόρια κινήσεται αὐτοῦ (περιέχεται γὰρ ὑπ' 212a.34 ἀλλήλων), τὸ δὲ πᾶν ἔστι μὲν ὡς κινήσεται ἔστι δ' ὡς οὔ. 212a.35 ὡς μὲν γὰρ ὅλον, ἅμα τὸν τόπον οὐ μεταβάλλει, κύκλῳ 212b.1 δὲ κινεῖται τῶν μορίων γὰρ οὗτος τόπος καὶ ἄνω μὲν 212b.2 καὶ κάτω οὔ, κύκλῳ δ' ἔνια· τὰ δὲ καὶ ἄνω καὶ κάτω, ὅσα 212b.3 ἔχει πύκνωσιν καὶ μάνωσιν. ὥσπερ δ' ἐλέχθη, τὰ μέν ἐστιν 212b.4 ἐν τόπῳ κατὰ δύναμιν, τὰ δὲ κατ' ἐνέργειαν. διὸ ὅταν μὲν 212b.5 συνεχὲς τὸ ὁμοιομερές, κατὰ δύναμιν ἐν τόπῳ τὰ μέρη, 212b.6 ὅταν δὲ χωρισθῇ μὲν ἅπτηται δ' ὥσπερ σωρός, κατ' ἐνέργειαν. 212b.7 καὶ τὰ μὲν καθ' αὑτά (οἷον πᾶν σῶμα κατὰ φορὰν κατ' 212b.8 αὔξησιν κινητὸν καθ' αὑτό που, δ' οὐρανός, ὥσπερ εἴρηται, οὔ 212b.9 που ὅλος οὐδ' ἔν τινι τόπῳ ἐστίν, εἴ γε μηδὲν αὐτὸν περιέχει 212b.10 σῶμα· ἐφ' δὲ κινεῖται, ταύτῃ καὶ τόπος ἔστι τοῖς μορίοις· 212b.11 ἕτερον γὰρ ἑτέρου ἐχόμενον τῶν μορίων ἐστίν)· τὰ δὲ κατὰ συμ- 212b.12 βεβηκός, οἷον ψυχὴ καὶ οὐρανός· τὰ γὰρ μόρια ἐν τόπῳ 212b.13 πως πάντα· ἐπὶ τῷ κύκλῳ γὰρ περιέχει ἄλλο ἄλλο. διὸ 212b.14 κινεῖται μὲν κύκλῳ τὸ ἄνω, τὸ δὲ πᾶν οὔ που. τὸ γάρ που 212b.15 αὐτό τέ ἐστί τι, καὶ ἔτι ἄλλο τι δεῖ εἶναι παρὰ τοῦτο ἐν 212b.16 ᾧ, περιέχει· παρὰ δὲ τὸ πᾶν καὶ ὅλον οὐδέν ἐστιν ἔξω τοῦ 212b.17 παντός, καὶ διὰ τοῦτο ἐν τῷ οὐρανῷ πάντα· γὰρ οὐρανὸς 212b.18 τὸ πᾶν ἴσως. ἔστι δ' τόπος οὐχ οὐρανός, ἀλλὰ τοῦ οὐρανοῦ 212b.19 τι τὸ ἔσχατον καὶ ἁπτόμενον τοῦ κινητοῦ σώματος [πέρας 212b.20 ἠρεμοῦν]. καὶ διὰ τοῦτο μὲν γῆ ἐν τῷ ὕδατι, τοῦτο δ' ἐν 212b.21 τῷ ἀέρι, οὗτος δ' ἐν τῷ αἰθέρι, δ' αἰθὴρ ἐν τῷ οὐρανῷ, 212b.22 δ' οὐρανὸς οὐκέτι ἐν ἄλλῳ. φανερὸν δ' ἐκ τούτων ὅτι καὶ 212b.23 αἱ ἀπορίαι πᾶσαι λύοιντ' ἂν οὕτω λεγομένου τοῦ τόπου. οὔτε 212b.24 γὰρ συναύξεσθαι ἀνάγκη τὸν τόπον, οὔτε στιγμῆς εἶναι τό- 212b.25 πον, οὔτε δύο σώματα ἐν τῷ αὐτῷ τόπῳ, οὔτε διάστημά τι 212b.26 εἶναι σωματικόν (σῶμα γὰρ τὸ μεταξὺ τοῦ τόπου τὸ τυχόν, 212b.27 ἀλλ' οὐ διάστημα σώματος). καὶ ἔστιν τόπος καὶ πού, οὐχ 212b.28 ὡς ἐν τόπῳ δέ, ἀλλ' ὡς τὸ πέρας ἐν τῷ πεπερασμένῳ. οὐ 212b.29 γὰρ πᾶν τὸ ὂν ἐν τόπῳ, ἀλλὰ τὸ κινητὸν σῶμα. καὶ φέ- 212b.30 ρεται δὴ εἰς τὸν αὑτοῦ τόπον ἕκαστον εὐλόγως (ὃ γὰρ ἐφε- 212b.31 ξῆς καὶ ἁπτόμενον μὴ βίᾳ, συγγενές· καὶ συμπεφυκότα 212b.32 μὲν ἀπαθῆ, ἁπτόμενα δὲ παθητικὰ καὶ ποιητικὰ ἀλλή- 212b.33 λων)· καὶ μένει δὴ φύσει πᾶν ἐν τῷ οἰκείῳ τόπῳ 212b.34 οὐκ ἀλόγως· καὶ γὰρ τὸ μέρος, τὸ δὲ ἐν [τῷ] τόπῳ ὡς 212b.35 διαιρετὸν μέρος πρὸς ὅλον ἐστίν, οἷον ὅταν ὕδατος κινήσῃ τις 213a.1 μόριον ἀέρος. οὕτω δὲ καὶ ἀὴρ ἔχει πρὸς ὕδωρ· οἷον ὕλη 213a.2 γάρ, τὸ δὲ εἶδος, τὸ μὲν ὕδωρ ὕλη ἀέρος, δ' ἀὴρ οἷον 213a.3 ἐνέργειά τις ἐκείνου· τὸ γὰρ ὕδωρ δυνάμει ἀήρ ἐστιν, δ' 213a.4 ἀὴρ δυνάμει ὕδωρ ἄλλον τρόπον. διοριστέον δὲ περὶ τούτων 213a.5 ὕστερον· ἀλλὰ διὰ τὸν καιρὸν ἀνάγκη μὲν εἰπεῖν, ἀσαφῶς 213a.6 δὲ νῦν ῥηθὲν τότ' ἔσται σαφέστερον. εἰ οὖν τὸ αὐτὸ [ἡ] ὕλη 213a.7 καὶ ἐντελέχεια (ὕδωρ γὰρ ἄμφω, ἀλλὰ τὸ μὲν δυνά- 213a.8 μει τὸ δ' ἐντελεχείᾳ), ἔχοι ἂν ὡς μόριόν πως πρὸς ὅλον. 213a.9 διὸ καὶ τούτοις ἁφὴ ἔστιν· σύμφυσις δέ, ὅταν ἄμφω ἐνερ- 213a.10 γείᾳ ἓν γένωνται. καὶ περὶ μὲν τόπου, καὶ ὅτι ἔστι καὶ τί 213a.11 ἐστιν, εἴρηται.

HOME > '������������������������' in 'Physica, 4, 7'
575w 4.9462609291077 s