Aristoteles, Physica, 4, 8HOME > '������������������������' in 'Physica, 4, 8'
Aristoteles, Physica, 4, 212a.31 <<<     >>> 213b.30hide dictionary links

class="auswahl" href="text.php?tabelle=Aristoteles&rumpfid=Aristoteles, Physica, 4, 8&id=Aristoteles, Physica, 4, 8, 9&string=������������������������&from=&level=4&corpus=&lang=0&links=&target=&inframe=1&hide_apparatus=&becker=1"> Show Becker Lines

213a.12 αὐτὸν δὲ τρόπον ὑποληπτέον εἶναι τοῦ φυσικοῦ θεω- 213a.13 ρῆσαι καὶ περὶ κενοῦ, εἰ ἔστιν μή, καὶ πῶς ἔστι, καὶ τί ἐστιν, 213a.14 ὥσπερ καὶ περὶ τόπου· καὶ γὰρ παραπλησίαν ἔχει τήν τε 213a.15 ἀπιστίαν καὶ τὴν πίστιν διὰ τῶν ὑπολαμβανομένων· οἷον γὰρ 213a.16 τόπον τινὰ καὶ ἀγγεῖον τὸ κενὸν τιθέασιν οἱ λέγοντες, δοκεῖ 213a.17 δὲ πλῆρες μὲν εἶναι, ὅταν ἔχῃ τὸν ὄγκον οὗ δεκτικόν ἐστιν, 213a.18 ὅταν δὲ στερηθῇ, κενόν, ὡς τὸ αὐτὸ μὲν ὂν κενὸν καὶ πλῆρες 213a.19 καὶ τόπον, τὸ δ' εἶναι αὐτοῖς οὐ ταὐτὸ ὄν. ἄρξασθαι δὲ δεῖ 213a.20 τῆς σκέψεως λαβοῦσιν τε λέγουσιν οἱ φάσκοντες εἶναι καὶ 213a.21 πάλιν λέγουσιν οἱ μὴ φάσκοντες, καὶ τρίτον τὰς κοινὰς 213a.22 περὶ αὐτῶν δόξας. οἱ μὲν οὖν δεικνύναι πειρώμενοι ὅτι οὐκ 213a.23 ἔστιν, οὐχ βούλονται λέγειν οἱ ἄνθρωποι κενόν, τοῦτ' ἐξελέγ- 213a.24 χουσιν, ἀλλ' ἁμαρτάνοντες λέγουσιν. ὥσπερ Ἀναξαγόρας καὶ 213a.25 οἱ τοῦτον τὸν τρόπον ἐλέγχοντες. ἐπιδεικνύουσι γὰρ ὅτι ἐστίν τι 213a.26 ἀήρ, στρεβλοῦντες τοὺς ἀσκοὺς καὶ δεικνύντες ὡς ἰσχυρὸς 213a.27 ἀήρ, καὶ ἐναπολαμβάνοντες ἐν ταῖς κλεψύδραις. οἱ δὲ ἄν- 213a.28 θρωποι βούλονται κενὸν εἶναι διάστημα ἐν μηδέν ἐστι 213a.29 σῶμα αἰσθητόν· οἰόμενοι δὲ τὸ ὂν ἅπαν εἶναι σῶμα φασίν, 213a.30 ἐν ὅλως μηδέν ἐστι, τοῦτ' εἶναι κενόν, διὸ τὸ πλῆρες ἀέρος 213a.31 κενὸν εἶναι. οὔκουν τοῦτο δεῖ δεικνύναι, ὅτι ἐστί τι ἀήρ, ἀλλ' 213a.32 ὅτι οὐκ ἔστι διάστημα ἕτερον τῶν σωμάτων, οὔτε χωριστὸν οὔτε 213a.33 ἐνεργείᾳ ὄν, διαλαμβάνει τὸ πᾶν σῶμα ὥστε εἶναι μὴ 213a.34 συνεχές, καθάπερ λέγουσιν Δημόκριτος καὶ Λεύκιππος καὶ 213b.1 ἕτεροι πολλοὶ τῶν φυσιολόγων, καὶ εἴ τι ἔξω τοῦ παντὸς 213b.2 σώματός ἐστιν ὄντος συνεχοῦς. οὗτοι μὲν οὖν οὐ κατὰ θύρας 213b.3 πρὸς τὸ πρόβλημα ἀπαντῶσιν, ἀλλ' οἱ φάσκοντες εἶναι 213b.4 μᾶλλον. λέγουσιν δ' ἓν μὲν ὅτι κίνησις κατὰ τόπον οὐκ ἂν 213b.5 εἴη (αὕτη δ' ἐστὶ φορὰ καὶ αὔξησις)· οὐ γὰρ ἂν δοκεῖν εἶναι 213b.6 κίνησιν, εἰ μὴ εἴη κενόν· τὸ γὰρ πλῆρες ἀδύνατον εἶναι δέ- 213b.7 ξασθαί τι. εἰ δὲ δέξεται καὶ ἔσται δύο ἐν ταὐτῷ, ἐνδέχοιτ' 213b.8 ἂν καὶ ὁποσαοῦν εἶναι ἅμα σώματα· τὴν γὰρ διαφοράν, δι' 213b.9 ἣν οὐκ ἂν εἴη τὸ λεχθέν, οὐκ ἔστιν εἰπεῖν. εἰ δὲ τοῦτο ἐνδέχε- 213b.10 ται, καὶ τὸ μικρότατον δέξεται τὸ μέγιστον· πολλὰ γὰρ 213b.11 μικρὰ τὸ μέγα ἐστίν· ὥστε εἰ πολλὰ ἴσα ἐνδέχεται ἐν 213b.12 ταὐτῷ εἶναι, καὶ πολλὰ ἄνισα. Μέλισσος μὲν οὖν καὶ δεί- 213b.13 κνυσιν ὅτι τὸ πᾶν ἀκίνητον ἐκ τούτων· εἰ γὰρ κινήσεται, 213b.14 ἀνάγκη εἶναι (φησί) κενόν, τὸ δὲ κενὸν οὐ τῶν ὄντων. ἕνα μὲν 213b.15 οὖν τρόπον ἐκ τούτων δεικνύουσιν ὅτι ἔστιν τι κενόν, ἄλλον δ' ὅτι 213b.16 φαίνεται ἔνια συνιόντα καὶ πιλούμενα, οἷον καὶ τὸν οἶνόν 213b.17 φασι δέχεσθαι μετὰ τῶν ἀσκῶν τοὺς πίθους, ὡς εἰς τὰ 213b.18 ἐνόντα κενὰ συνιόντος τοῦ πυκνουμένου σώματος. ἔτι δὲ καὶ 213b.19 αὔξησις δοκεῖ πᾶσι γίγνεσθαι διὰ κενοῦ· τὴν μὲν γὰρ τρο- 213b.20 φὴν σῶμα εἶναι, δύο δὲ σώματα ἀδύνατον ἅμα εἶναι. 213b.21 μαρτύριον δὲ καὶ τὸ περὶ τῆς τέφρας ποιοῦνται, δέχεται 213b.22 ἴσον ὕδωρ ὅσον τὸ ἀγγεῖον τὸ κενόν. εἶναι δ' ἔφασαν καὶ 213b.23 οἱ Πυθαγόρειοι κενόν, καὶ ἐπεισιέναι αὐτὸ τῷ οὐρανῷ ἐκ τοῦ 213b.24 ἀπείρου πνεύματος ὡς ἀναπνέοντι καὶ τὸ κενόν, διορίζει 213b.25 τὰς φύσεις, ὡς ὄντος τοῦ κενοῦ χωρισμοῦ τινὸς τῶν ἐφεξῆς 213b.26 καὶ [τῆς] διορίσεως· καὶ τοῦτ' εἶναι πρῶτον ἐν τοῖς ἀριθμοῖς· 213b.27 τὸ γὰρ κενὸν διορίζειν τὴν φύσιν αὐτῶν. ἐξ ὧν μὲν οὖν 213b.28 οἱ μέν φασιν εἶναι οἱ δ' οὔ φασι, σχεδὸν τοιαῦτα καὶ το- 213b.29 σαῦτά ἐστιν.

HOME > '������������������������' in 'Physica, 4, 8'
544w 2.1068339347839 s