Aristoteles, Physica, 4, 10HOME > '������������������������' in 'Physica, 4, 10'
Aristoteles, Physica, 4, 213b.30 <<<     >>> 216b.22hide dictionary links

class="auswahl" href="text.php?tabelle=Aristoteles&rumpfid=Aristoteles, Physica, 4, 10&id=Aristoteles, Physica, 4, 10, 23&string=������������������������&from=&level=4&corpus=&lang=0&links=&target=&inframe=1&hide_apparatus=&becker=1"> Show Becker Lines

214b.12 δ' οὐκ ἔστιν κενὸν οὕτω κεχωρισμένον, ὡς ἔνιοί φασι, 214b.13 λέγωμεν πάλιν. εἰ γὰρ ἔστιν ἑκάστου φορά τις τῶν ἁπλῶν 214b.14 σωμάτων φύσει, οἷον τῷ πυρὶ μὲν ἄνω τῇ δὲ γῇ κάτω 214b.15 καὶ πρὸς τὸ μέσον, δῆλον ὅτι οὐκ ἂν τὸ κενὸν αἴτιον εἴη τῆς 214b.16 φορᾶς. δοκεῖ γὰρ αἴτιον εἶναι 214b.17 κινήσεως τῆς κατὰ τόπον, ταύτης δ' οὐκ ἔστιν. ἔτι εἰ ἔστιν τι 214b.18 οἷον τόπος ἐστερημένος σώματος, ὅταν κενόν, ποῦ οἰσθήσε- 214b.19 ται τὸ εἰστεθὲν εἰς αὐτὸ σῶμα; δ' 214b.20 αὐτὸς λόγος καὶ πρὸς τοὺς τὸν τόπον οἰομένους εἶναί τι κε- 214b.21 χωρισμένον, εἰς ὃν φέρεται· πῶς γὰρ οἰσθήσεται τὸ ἐντε- 214b.22 θὲν μενεῖ; καὶ περὶ τοῦ ἄνω καὶ κάτω καὶ περὶ τοῦ κενοῦ 214b.23 αὐτὸς ἁρμόσει λόγος εἰκότως· τὸ γὰρ κενὸν τόπον ποι- 214b.24 οῦσιν οἱ εἶναι φάσκοντες· καὶ πῶς δὴ ἐνέσται ἐν [τῷ] τόπῳ 214b.25 ἐν τῷ κενῷ; οὐ γὰρ συμβαίνει, ὅταν ὅλον τεθῇ ὡς ἐν 214b.26 κεχωρισμένῳ τόπῳ καὶ ὑπομένοντι σῶμά τι· τὸ γὰρ μέρος, 214b.27 ἂν μὴ χωρὶς τιθῆται, οὐκ ἔσται ἐν τόπῳ ἀλλ' ἐν τῷ ὅλῳ. 214b.28 ἔτι εἰ μὴ τόπος, οὐδὲ κενὸν ἔσται. συμβαίνει δὲ τοῖς λέγου- 214b.29 σιν εἶναι κενὸν ὡς ἀναγκαῖον, εἴπερ ἔσται κίνησις, τοὐναντίον 214b.30 μᾶλλον, ἄν τις ἐπισκοπῇ, μὴ ἐνδέχεσθαι μηδὲ ἓν κινεῖ- 214b.31 σθαι, ἐὰν κενόν· ὥσπερ γὰρ οἱ διὰ τὸ ὅμοιον φάμενοι 214b.32 τὴν γῆν ἠρεμεῖν, οὕτω καὶ ἐν τῷ κενῷ ἀνάγκη ἠρεμεῖν· οὐ 214b.33 γὰρ ἔστιν οὗ μᾶλλον ἧττον κινηθήσεται· γὰρ κενόν, οὐκ 215a.1 ἔχει διαφοράν. ἔπειθ' ὅτι πᾶσα κίνησις βίᾳ 215a.2 κατὰ φύσιν. ἀνάγκη δὲ ἄν περ βίαιος, εἶναι καὶ τὴν 215a.3 κατὰ φύσιν (ἡ μὲν γὰρ βίαιος παρὰ φύσιν, δὲ 215a.4 παρὰ φύσιν ὑστέρα τῆς κατὰ φύσιν)· ὥστ' εἰ μὴ κατὰ φύ- 215a.5 σιν ἔστιν ἑκάστῳ τῶν φυσικῶν σωμάτων κίνησις, οὐδὲ τῶν 215a.6 ἄλλων ἔσται κινήσεων οὐδεμία. ἀλλὰ μὴν φύσει γε πῶς 215a.7 ἔσται μηδεμιᾶς οὔσης διαφορᾶς κατὰ τὸ κενὸν καὶ τὸ ἄπει- 215a.8 ρον; μὲν γὰρ ἄπειρον, οὐδὲν ἔσται ἄνω οὐδὲ κάτω οὐδὲ 215a.9 μέσον, δὲ κενόν, οὐδὲν διάφορον τὸ ἄνω τοῦ κάτω (ὥσπερ 215a.10 γὰρ τοῦ μηδενὸς οὐδεμία ἔστι διαφορά, οὕτω καὶ τοῦ κενοῦ· 215a.11 τὸ γὰρ κενὸν μὴ ὄν τι καὶ στέρησις δοκεῖ εἶναι). δὲ 215a.12 φύσει φορὰ διάφορος, ὥστε ἔσται φύσει διάφορα. οὖν 215a.13 οὐκ ἔστι φύσει οὐδαμοῦ οὐδενὶ φορά, εἰ τοῦτ' ἔστιν, οὐκ ἔστι 215a.14 κενόν. ἔτι νῦν μὲν κινεῖται τὰ ῥιπτούμενα τοῦ ὤσαντος οὐχ 215a.15 ἁπτομένου, δι' ἀντιπερίστασιν, ὥσπερ ἔνιοί φασιν, διὰ 215a.16 τὸ ὠθεῖν τὸν ὠσθέντα ἀέρα θάττω κίνησιν τῆς τοῦ ὠσθέντος 215a.17 φορᾶς ἣν φέρεται εἰς τὸν οἰκεῖον τόπον· ἐν δὲ τῷ κενῷ 215a.18 οὐδὲν τούτων ὑπάρχει, οὐδ' ἔσται φέρεσθαι ἀλλ' 215a.19 ὡς τὸ ὀχούμενον. ἔτι οὐδεὶς ἂν ἔχοι εἰπεῖν διὰ τί κινηθὲν στή- 215a.20 σεταί που· τί γὰρ μᾶλλον ἐνταῦθα ἐνταῦθα; ὥστε ἠρε- 215a.21 μήσει εἰς ἄπειρον ἀνάγκη φέρεσθαι, ἐὰν μή τι ἐμπο- 215a.22 δίσῃ κρεῖττον. ἔτι νῦν μὲν εἰς τὸ κενὸν διὰ τὸ ὑπείκειν φέ- 215a.23 ρεσθαι δοκεῖ· ἐν δὲ τῷ κενῷ πάντῃ ὁμοίως τὸ τοιοῦτον, ὥστε 215a.24 πάντῃ οἰσθήσεται. ἔτι δὲ καὶ ἐκ τῶνδε φανερὸν τὸ λεγό- 215a.25 μενον. ὁρῶμεν γὰρ τὸ αὐτὸ βάρος καὶ σῶμα θᾶττον φε- 215a.26 ρόμενον διὰ δύο αἰτίας, τῷ διαφέρειν τὸ δι' οὗ, οἷον δι' 215a.27 ὕδατος γῆς δι' ὕδατος ἀέρος, τῷ διαφέρειν τὸ φερόμενον, 215a.28 ἐὰν τἆλλα ταὐτὰ ὑπάρχῃ, διὰ τὴν ὑπεροχὴν τοῦ βάρους τῆς 215a.29 κουφότητος. τὸ μὲν οὖν δι' οὗ φέρεται αἴτιον, ὅτι ἐμποδίζει 215a.30 μάλιστα μὲν ἀντιφερόμενον, ἔπειτα καὶ μένον· μᾶλλον δὲ 215a.31 τὸ μὴ εὐδιαίρετον· τοιοῦτο δὲ τὸ παχύτερον. τὸ δὴ ἐφ' οὗ 215b.1 Α οἰσθήσεται διὰ τοῦ Β τὸν ἐφ' Γ χρόνον, διὰ δὲ τοῦ Δ 215b.2 λεπτοτέρου ὄντος τὸν ἐφ' Ε, εἰ ἴσον τὸ μῆκος τὸ τοῦ Β 215b.3 τῷ Δ, κατὰ τὴν ἀναλογίαν τοῦ ἐμποδίζοντος σώματος. ἔστω 215b.4 γὰρ τὸ μὲν Β ὕδωρ, τὸ δὲ Δ ἀήρ· ὅσῳ δὴ λεπτότερον 215b.5 ἀὴρ ὕδατος καὶ ἀσωματώτερον, τοσούτῳ θᾶττον τὸ Α διὰ 215b.6 τοῦ Δ οἰσθήσεται διὰ τοῦ Β. ἐχέτω δὴ τὸν αὐτὸν λόγον 215b.7 ὅνπερ διέστηκεν ἀὴρ πρὸς ὕδωρ, τὸ τάχος πρὸς τὸ τάχος. 215b.8 ὥστε εἰ διπλασίως λεπτόν, ἐν διπλασίῳ χρόνῳ τὴν τὸ Β δί- 215b.9 εισιν τὴν τὸ Δ, καὶ ἔσται ἐφ' Γ χρόνος διπλάσιος 215b.10 τοῦ ἐφ' Ε. καὶ ἀεὶ δὴ ὅσῳ ἂν ἀσωματώτερον καὶ ἧττον 215b.11 ἐμποδιστικὸν καὶ εὐδιαιρετώτερον δι' οὗ φέρεται, θᾶττον οἰ- 215b.12 σθήσεται. τὸ δὲ κενὸν οὐδένα ἔχει λόγον ὑπερέχεται ὑπὸ 215b.13 τοῦ σώματος, ὥσπερ οὐδὲ τὸ μηδὲν πρὸς ἀριθμόν. εἰ γὰρ τὰ 215b.14 τέτταρα τῶν τριῶν ὑπερέχει ἑνί, πλείονι δὲ τοῖν δυοῖν, καὶ 215b.15 ἔτι πλείονι τοῦ ἑνὸς τοῖν δυοῖν, τοῦ δὲ μηδενὸς οὐκέτι ἔχει 215b.16 λόγον ὑπερέχει· ἀνάγκη γὰρ τὸ ὑπερέχον διαιρεῖσθαι εἴς 215b.17 τε τὴν ὑπεροχὴν καὶ τὸ ὑπερεχόμενον, ὥστε ἔσται τὰ τέτ- 215b.18 ταρα ὅσῳ τε ὑπερέχει καὶ οὐδέν. διὸ οὐδὲ γραμμὴ στιγμῆς 215b.19 ὑπερέχει, εἰ μὴ σύγκειται ἐκ στιγμῶν. ὁμοίως δὲ καὶ τὸ 215b.20 κενὸν πρὸς τὸ πλῆρες οὐδένα οἷόν τε ἔχειν λόγον, ὥστε οὐδὲ 215b.21 τὴν κίνησιν, ἀλλ' εἰ διὰ τοῦ λεπτοτάτου ἐν τοσῳδὶ τὴν τοσήνδε 215b.22 φέρεται, διὰ τοῦ κενοῦ παντὸς ὑπερβάλλει λόγου. ἔστω γὰρ 215b.23 τὸ Ζ κενόν, ἴσον δὲ [τῷ μεγέθει] τοῖς Β καὶ Δ. τὸ δὴ Α εἰ 215b.24 δίεισι καὶ κινηθήσεται ἐν τινὶ μὲν χρόνῳ, τῷ ἐφ' οὗ Η, ἐν 215b.25 ἐλάττονι δὲ τοῦ ἐφ' οὗ Ε, τοῦτον ἕξει τὸν λόγον τὸ 215b.26 κενὸν πρὸς τὸ πλῆρες. ἀλλ' ἐν τοσούτῳ χρόνῳ ὅσος ἐφ' 215b.27 οὗ τὸ Η, τοῦ Δ τὸ Α δίεισι τὴν τὸ Θ. δίεισι δέ γε κἂν 215b.28 τι λεπτότητι διαφέρον τοῦ ἀέρος ἐφ' τὸ Ζ ταύτην 215b.29 τὴν ἀναλογίαν ἣν ἔχει χρόνος ἐφ' Ε πρὸς τὸν ἐφ' 215b.30 Η. ἂν γὰρ τοσούτῳ λεπτότερον τὸ ἐφ' Ζ σῶμα τοῦ 215b.31 Δ, ὅσῳ ὑπερέχει τὸ Ε τοῦ Η, ἀντεστραμμένως δίεισι τῷ 216a.1 τάχει ἐν τῷ τοσούτῳ ὅσον τὸ Η, τὴν τὸ Ζ τὸ ἐφ' οὗ Α, ἐὰν 216a.2 φέρηται. ἀλλ' 216a.3 ἦν ἐν τῷ Η. 216a.4 ἀλλ' ἀδύνατον. φανερὸν τοίνυν ὅτι, εἰ ἔστι χρόνος ἐν τοῦ 216a.5 κενοῦ ὁτιοῦν οἰσθήσεται, συμβήσεται τοῦτο τὸ ἀδύνατον· ἐν ἴσῳ 216a.6 γὰρ ληφθήσεται πλῆρές τε ὂν διεξιέναι τι καὶ κενόν· ἔσται γάρ 216a.7 τι ἀνάλογον σῶμα ἕτερον πρὸς ἕτερον ὡς χρόνος πρὸς χρόνον. 216a.8 ὡς δ' ἐν κεφαλαίῳ εἰπεῖν, δῆλον τὸ τοῦ συμβαίνοντος αἴτιον, 216a.9 ὅτι κινήσεως μὲν πρὸς κίνησιν πάσης ἔστι λόγος (ἐν χρόνῳ 216a.10 γάρ ἐστι, χρόνου δὲ παντὸς ἔστι πρὸς χρόνον, πεπερασμένων 216a.11 ἀμφοῖν), κενοῦ δὲ πρὸς πλῆρες οὐκ ἔστιν. μὲν οὖν διαφέρουσι 216a.12 δι' ὧν φέρονται, ταῦτα συμβαίνει, κατὰ δὲ τὴν τῶν φερο- 216a.13 μένων ὑπεροχὴν τάδε· ὁρῶμεν γὰρ τὰ μείζω ῥοπὴν ἔχοντα 216a.14 βάρους κουφότητος, ἐὰν τἆλλα ὁμοίως ἔχῃ [τοῖς σχή- 216a.15 μασι], θᾶττον φερόμενα τὸ ἴσον χωρίον, καὶ κατὰ λόγον ὃν 216a.16 ἔχουσι τὰ μεγέθη πρὸς ἄλληλα. 216a.17 ἀλλ' ἀδύνατον· διὰ τίνα γὰρ αἰτίαν οἰσθήσεται θᾶττον; ἐν 216a.18 μὲν γὰρ τοῖς πλήρεσιν ἐξ ἀνάγκης· θᾶττον γὰρ διαιρεῖ τῇ 216a.19 ἰσχύϊ τὸ μεῖζον· γὰρ σχήματι διαιρεῖ, ῥοπῇ ἣν ἔχει 216a.20 τὸ φερόμενον τὸ ἀφεθέν. ἀλλ' 216a.21 ἀδύνατον. ὅτι μὲν οὖν εἰ ἔστι κενόν, συμβαίνει τοὐναντίον δι' 216a.22 κατασκευάζουσιν οἱ φάσκοντες εἶναι κενόν, φανερὸν ἐκ τῶν 216a.23 εἰρημένων. οἱ μὲν οὖν οἴονται τὸ κενὸν εἶναι, εἴπερ ἔσται 216a.24 κατὰ τόπον κίνησις, ἀποκεκριμένον καθ' αὑτό· τοῦτο δὲ ταὐ- 216a.25 τόν ἐστι τῷ τὸν τόπον φάναι εἶναί τι κεχωρισμένον· τοῦτο δ' 216a.26 ὅτι ἀδύνατον, εἴρηται πρότερον. καὶ καθ' αὑτὸ δὲ σκοποῦσιν 216a.27 φανείη ἂν τὸ λεγόμενον κενὸν ὡς ἀληθῶς κενόν. ὥσπερ γὰρ 216a.28 ἐὰν ἐν ὕδατι τιθῇ τις κύβον, ἐκστήσεται τοσοῦτον ὕδωρ ὅσος 216a.29 κύβος, οὕτω καὶ ἐν ἀέρι· ἀλλὰ τῇ αἰσθήσει ἄδηλον. καὶ 216a.30 αἰεὶ δὴ ἐν παντὶ σώματι ἔχοντι μετάστασιν, ἐφ' πέφυκε 216a.31 μεθίστασθαι, ἀνάγκη, ἂν μὴ συμπιλῆται, μεθίστασθαι 216a.32 κάτω αἰεί, εἰ κάτω φορὰ ὥσπερ γῆς, ἄνω, εἰ πῦρ, 216a.33 ἐπ' ἄμφω, [ἢ] ὁποῖον ἄν τι τὸ ἐντιθέμενον· ἐν δὲ δὴ τῷ 216a.34 κενῷ τοῦτο μὲν ἀδύνατον (οὐδὲν γὰρ σῶμα), διὰ δὲ τοῦ κύβου 216a.35 τὸ ἴσον διάστημα διεληλυθέναι, ὅπερ ἦν καὶ πρότερον 216b.1 ἐν τῷ κενῷ, ὥσπερ ἂν εἰ τὸ ὕδωρ μὴ μεθίστατο τῷ ξυλίνῳ 216b.2 κύβῳ μηδ' ἀήρ, ἀλλὰ πάντῃ διῄεσαν δι' αὐτοῦ. ἀλλὰ 216b.3 μὴν καὶ κύβος γε ἔχει τοσοῦτον μέγεθος, ὅσον κατέχει 216b.4 κενόν· εἰ καὶ θερμὸν ψυχρόν ἐστιν βαρὺ κοῦφον, 216b.5 οὐδὲν ἧττον ἕτερον τῷ εἶναι πάντων τῶν παθημάτων ἐστί, καὶ 216b.6 εἰ μὴ χωριστόν· λέγω δὲ τὸν ὄγκον τοῦ ξυλίνου κύβου. ὥστ' εἰ 216b.7 καὶ χωρισθείη τῶν ἄλλων πάντων καὶ μήτε βαρὺ μήτε κοῦ- 216b.8 φον εἴη, καθέξει τὸ ἴσον κενὸν καὶ ἐν τῷ αὐτῷ ἔσται τῷ τοῦ 216b.9 τόπου καὶ τῷ τοῦ κενοῦ μέρει ἴσῳ ἑαυτῷ. τί οὖν διοίσει τὸ τοῦ 216b.10 κύβου σῶμα τοῦ ἴσου κενοῦ καὶ τόπου; καὶ εἰ δύο τοιαῦτα, διὰ 216b.11 τί οὐ καὶ ὁποσαοῦν ἐν τῷ αὐτῷ ἔσται; ἓν μὲν δὴ τοῦτο ἄτοπον 216b.12 καὶ ἀδύνατον. ἔτι δὲ φανερὸν ὅτι τοῦτο κύβος ἕξει καὶ 216b.13 μεθιστάμενος, καὶ τὰ ἄλλα σώματα πάντ' ἔχει. ὥστ' εἰ 216b.14 τοῦ τόπου μηδὲν διαφέρει, τί δεῖ ποιεῖν τόπον τοῖς σώμασιν 216b.15 παρὰ τὸν ἑκάστου ὄγκον, εἰ ἀπαθὲς ὄγκος; οὐδὲν γὰρ συμ- 216b.16 βάλλεται, εἰ ἕτερον περὶ αὐτὸν ἴσον διάστημα τοιοῦτον εἴη. 216b.17 [ἔτι δεῖ δῆλον εἶναι οἷον κενὸν ἐν τοῖς κινουμένοις. νῦν δ' οὐδα- 216b.18 μοῦ ἐντὸς τοῦ κόσμου· γὰρ ἀὴρ ἔστιν τι, οὐ δοκεῖ δέ γε οὐδὲ 216b.19 τὸ ὕδωρ, εἰ ἦσαν οἱ ἰχθύες σιδηροῖ· τῇ ἁφῇ γὰρ κρίσις 216b.20 τοῦ ἁπτοῦ. ] ὅτι μὲν τοίνυν οὐκ ἔστι κεχωρισμένον κενόν, ἐκ τού- 216b.21 των ἐστὶ δῆλον.

HOME > '������������������������' in 'Physica, 4, 10'
Aristoteles, Physica, 4, 213b.30 <<<     >>> 216b.22
1524w 11.778337955475 s