Aristoteles, Physica, 4, 11HOME > '������������������������' in 'Physica, 4, 11'
Aristoteles, Physica, 4, 214b.12 <<<     >>> 217b.29hide dictionary links

class="auswahl" href="text.php?tabelle=Aristoteles&rumpfid=Aristoteles, Physica, 4, 11&id=Aristoteles, Physica, 4, 11, 3&string=������������������������&from=&level=4&corpus=&lang=0&links=&target=&inframe=1&hide_apparatus=&becker=1"> Show Becker Lines

216b.22 δέ τινες οἳ διὰ τοῦ μανοῦ καὶ πυκνοῦ οἴονται φα- 216b.23 νερὸν εἶναι ὅτι ἔστι κενόν. εἰ μὲν γὰρ μὴ ἔστι μανὸν καὶ 216b.24 πυκνόν, οὐδὲ συνιέναι καὶ πιλεῖσθαι οἷόν τε· εἰ δὲ τοῦτο μὴ 216b.25 εἴη, ὅλως κίνησις οὐκ ἔσται, κυμανεῖ τὸ ὅλον, ὥσπερ 216b.26 ἔφη Ξοῦθος, εἰς ἴσον ἀεὶ μεταβάλλειν ἀέρα καὶ ὕδωρ 216b.27 (λέγω δὲ οἷον εἰ ἐξ ὕδατος κυάθου γέγονεν ἀήρ, ἅμα ἐξ ἴσου 216b.28 ἀέρος ὕδωρ τοσοῦτον γεγενῆσθαι), κενὸν εἶναι ἐξ ἀνάγκης· 216b.29 συμπιλεῖσθαι γὰρ καὶ ἐπεκτείνεσθαι οὐκ ἐνδέχεται ἄλ- 216b.30 λως. εἰ μὲν οὖν τὸ μανὸν λέγουσι τὸ πολλὰ κενὰ κεχωρι- 216b.31 σμένα ἔχον, φανερὸν ὡς εἰ μηδὲ κενὸν ἐνδέχεται εἶναι χω- 216b.32 ριστὸν ὥσπερ μηδὲ τόπον ἔχοντα διάστημα αὑτοῦ, οὐδὲ μανὸν 216b.33 οὕτως· εἰ δὲ μὴ χωριστόν, ἀλλ' ὅμως ἐνεῖναί τι κενόν, ἧττον 216b.34 μὲν ἀδύνατον, συμβαίνει δὲ πρῶτον μὲν οὐ πάσης κινήσεως 216b.35 αἴτιον τὸ κενόν, ἀλλὰ τῆς ἄνω (τὸ γὰρ μανὸν κοῦφον, διὸ 217a.1 καὶ τὸ πῦρ μανὸν εἶναί φασιν), ἔπειτα κινήσεως αἴτιον οὐχ 217a.2 οὕτω τὸ κενὸν ὡς ἐν ᾧ, ἀλλ' ὥσπερ οἱ ἀσκοὶ τῷ φέρεσθαι αὐ- 217a.3 τοὶ ἄνω φέρουσι τὸ συνεχές, οὕτω τὸ κενὸν ἄνω φέρει. καίτοι 217a.4 πῶς οἷόν τε φορὰν εἶναι κενοῦ τόπον κενοῦ; κενοῦ γὰρ γίγνε- 217a.5 ται κενόν, εἰς φέρεται. ἔτι δὲ πῶς ἐπὶ τοῦ βαρέος ἀποδώ- 217a.6 σουσιν τὸ φέρεσθαι κάτω; καὶ δῆλον ὅτι εἰ ὅσῳ ἂν μανότε- 217a.7 ρον καὶ κενώτερον ἄνω οἰσθήσεται, εἰ ὅλως εἴη κενόν, τά- 217a.8 χιστ' ἂν φέροιτο. ἴσως δὲ καὶ τοῦτ' ἀδύνατον κινηθῆναι· λό- 217a.9 γος δ' αὐτός, ὥσπερ ὅτι ἐν τῷ κενῷ ἀκίνητα πάντα, οὕτω 217a.10 καὶ τὸ κενὸν ὅτι ἀκίνητον· ἀσύμβλητα γὰρ τὰ τάχη. ἐπεὶ 217a.11 δὲ κενὸν μὲν οὔ φαμεν εἶναι, τὰ ἄλλα δ' ἠπόρηται ἀληθῶς, 217a.12 ὅτι κίνησις οὐκ ἔσται, εἰ μὴ ἔσται πύκνωσις καὶ μάνωσις, 217a.13 κυμανεῖ οὐρανός, αἰεὶ ἴσον ὕδωρ ἐξ ἀέρος ἔσται καὶ 217a.14 ἀὴρ ἐξ ὕδατος (δῆλον γὰρ ὅτι πλείων ἀὴρ ἐξ ὕδατος γίγνε- 217a.15 ται· ἀνάγκη τοίνυν, εἰ μὴ ἔστι πίλησις, ἐξωθούμενον τὸ 217a.16 ἐχόμενον τὸ ἔσχατον κυμαίνειν ποιεῖν, ἄλλοθί που ἴσον 217a.17 μεταβάλλειν ἐξ ἀέρος ὕδωρ, ἵνα πᾶς ὄγκος τοῦ ὅλου ἴσος 217a.18 ᾖ, μηδὲν κινεῖσθαι· ἀεὶ γὰρ μεθισταμένου τοῦτο συμβήσε- 217a.19 ται, ἂν μὴ κύκλῳ περιίστηται· οὐκ ἀεὶ δ' εἰς τὸ κύκλῳ 217a.20 φορά, ἀλλὰ καὶ εἰς εὐθύ)· οἱ μὲν δὴ διὰ ταῦτα κενόν τι 217a.21 φαῖεν ἂν εἶναι, ἡμεῖς δὲ λέγομεν ἐκ τῶν ὑποκειμένων ὅτι 217a.22 ἔστιν ὕλη μία τῶν ἐναντίων, θερμοῦ καὶ ψυχροῦ καὶ τῶν ἄλ- 217a.23 λων τῶν φυσικῶν ἐναντιώσεων, καὶ ἐκ δυνάμει ὄντος ἐνερ- 217a.24 γείᾳ ὂν γίγνεται, καὶ οὐ χωριστὴ μὲν ὕλη, τὸ δ' εἶναι ἕτε- 217a.25 ρον, καὶ μία τῷ ἀριθμῷ, εἰ ἔτυχε, χροιᾶς καὶ θερμοῦ 217a.26 καὶ ψυχροῦ. ἔστι δὲ καὶ σώματος ὕλη καὶ μεγάλου καὶ 217a.27 μικροῦ αὐτή. δῆλον δέ· ὅταν γὰρ ἐξ ὕδατος ἀὴρ γένηται, 217a.28 αὐτὴ ὕλη οὐ προσλαβοῦσά τι ἄλλο ἐγένετο, ἀλλ' ἦν 217a.29 δυνάμει, ἐνεργείᾳ ἐγένετο, καὶ πάλιν ὕδωρ ἐξ ἀέρος ὡσαύ- 217a.30 τως, ὁτὲ μὲν εἰς μέγεθος ἐκ μικρότητος, ὁτὲ δ' εἰς μικρό- 217a.31 τητα ἐκ μεγέθους. ὁμοίως τοίνυν κἂν ἀὴρ πολὺς ὢν ἐν ἐλάττονι 217a.32 γίγνηται ὄγκῳ καὶ ἐξ ἐλάττονος μείζων, δυνάμει οὖσα ὕλη 217a.33 γίγνεται ἄμφω. ὥσπερ γὰρ καὶ ἐκ ψυχροῦ θερμὸν καὶ ἐκ 217a.34 θερμοῦ ψυχρὸν αὐτή, ὅτι ἦν δυνάμει, οὕτω καὶ ἐκ θερμοῦ 217b.1 μᾶλλον θερμόν, οὐδενὸς γενομένου ἐν τῇ ὕλῃ θερμοῦ οὐκ ἦν 217b.2 θερμὸν ὅτε ἧττον ἦν θερμόν, ὥσπερ γε οὐδ' τοῦ μείζονος 217b.3 κύκλου περιφέρεια καὶ κυρτότης ἐὰν γίγνηται ἐλάττονος κύ- 217b.4 κλου, αὐτὴ οὖσα ἄλλη, ἐν οὐθενὶ ἐγγέγονε τὸ κυρτὸν ἦν οὐ 217b.5 κυρτὸν ἀλλ' εὐθύ (οὐ γὰρ τῷ διαλείπειν τὸ ἧττον τὸ μᾶλλον 217b.6 ἔστιν)· οὐδ' ἔστι τῆς φλογὸς λαβεῖν τι μέγεθος ἐν οὐ καὶ θερ- 217b.7 μότης καὶ λευκότης ἔνεστιν. οὕτω τοίνυν καὶ πρότερον θερμότης 217b.8 τὴν ὕστερον. ὥστε καὶ τὸ μέγεθος καὶ μικρότης τοῦ αἰσθη- 217b.9 τοῦ ὄγκου οὐ προσλαβούσης τι τῆς ὕλης ἐπεκτείνεται, ἀλλ' ὅτι δυ- 217b.10 νάμει ἐστὶν ὕλη ἀμφοῖν· ὥστ' ἐστὶ τὸ αὐτὸ πυκνὸν καὶ μα- 217b.11 νόν, καὶ μία ὕλη αὐτῶν. ἔστι δὲ τὸ μὲν πυκνὸν βαρύ, τὸ 217b.12 δὲ μανὸν κοῦφον. [ἔτι ὥσπερ τοῦ κύκλου περιφέρεια συν- 217b.13 αγομένη εἰς ἔλαττον οὐκ ἄλλο τι λαμβάνει τὸ κοῖλον, ἀλλ' 217b.14 ἦν συνήχθη, καὶ τοῦ πυρὸς τι ἄν τις λάβῃ πᾶν ἔσται 217b.15 θερμόν, οὕτω καὶ τὸ πᾶν συναγωγὴ καὶ διαστολὴ τῆς αὐ- 217b.16 τῆς ὕλης. ] δύο γὰρ ἔστιν ἐφ' ἑκατέρου, τοῦ τε πυκνοῦ καὶ 217b.17 τοῦ μανοῦ· τό τε γὰρ βαρὺ καὶ τὸ σκληρὸν πυκνὰ δοκεῖ 217b.18 εἶναι, καὶ τἀναντία μανὰ τό τε κοῦφον καὶ τὸ μαλακόν· 217b.19 διαφωνεῖ δὲ τὸ βαρὺ καὶ τὸ σκληρὸν ἐπὶ μολίβδου καὶ σι- 217b.20 δήρου. ἐκ δὴ τῶν εἰρημένων φανερὸν ὡς οὔτ' ἀποκεκριμένον 217b.21 κενὸν ἔστιν, οὔθ' ἁπλῶς οὔτ' ἐν τῷ μανῷ, οὔτε δυνάμει, εἰ μή 217b.22 τις βούλεται πάντως καλεῖν κενὸν τὸ αἴτιον τοῦ φέρεσθαι. 217b.23 οὕτω δ' τοῦ βαρέος καὶ κούφου ὕλη, τοιαύτη, εἴη ἂν τὸ 217b.24 κενόν· τὸ γὰρ πυκνὸν καὶ τὸ μανὸν κατὰ ταύτην τὴν ἐναν- 217b.25 τίωσιν φορᾶς ποιητικά, κατὰ δὲ τὸ σκληρὸν καὶ μαλακὸν 217b.26 πάθους καὶ ἀπαθείας, καὶ οὐ φορᾶς ἀλλ' ἑτεροιώσεως μᾶλ- 217b.27 λον. καὶ περὶ μὲν κενοῦ, πῶς ἔστι καὶ πῶς οὐκ ἔστι, διω- 217b.28 ρίσθω τὸν τρόπον τοῦτον.

HOME > '������������������������' in 'Physica, 4, 11'
Aristoteles, Physica, 4, 214b.12 <<<     >>> 217b.29
832w 7.1275570392609 s