Aristoteles, Physica, 4, 13HOME > '������������������������' in 'Physica, 4, 13'
Aristoteles, Physica, 4, 217b.29 <<<     >>> 220a.27hide dictionary links

class="auswahl" href="text.php?tabelle=Aristoteles&rumpfid=Aristoteles, Physica, 4, 13&id=Aristoteles, Physica, 4, 13, 17&string=������������������������&from=&level=4&corpus=&lang=0&links=&target=&inframe=1&hide_apparatus=&becker=1"> Show Becker Lines

218b.21 μὴν οὐδ' ἄνευ γε μεταβολῆς· ὅταν γὰρ μηδὲν 218b.22 αὐτοὶ μεταβάλλωμεν τὴν διάνοιαν λάθωμεν μεταβάλ- 218b.23 λοντες, οὐ δοκεῖ ἡμῖν γεγονέναι χρόνος, καθάπερ οὐδὲ τοῖς 218b.24 ἐν Σαρδοῖ μυθολογουμένοις καθεύδειν παρὰ τοῖς ἥρωσιν, 218b.25 ὅταν ἐγερθῶσι· συνάπτουσι γὰρ τῷ πρότερον νῦν τὸ ὕστερον 218b.26 νῦν καὶ ἓν ποιοῦσιν, ἐξαιροῦντες διὰ τὴν ἀναισθησίαν τὸ με- 218b.27 ταξύ. ὥσπερ οὖν εἰ μὴ ἦν ἕτερον τὸ νῦν ἀλλὰ ταὐτὸ καὶ 218b.28 ἕν, οὐκ ἂν ἦν χρόνος, οὕτως καὶ ἐπεὶ λανθάνει ἕτερον ὄν, οὐ 218b.29 δοκεῖ εἶναι τὸ μεταξὺ χρόνος. εἰ δὴ τὸ μὴ οἴεσθαι εἶναι 218b.30 χρόνον τότε συμβαίνει ἡμῖν, ὅταν μὴ ὁρίσωμεν μηδεμίαν 218b.31 μεταβολήν, ἀλλ' ἐν ἑνὶ καὶ ἀδιαιρέτῳ φαίνηται ψυχὴ μέ- 218b.32 νειν, ὅταν δ' αἰσθώμεθα καὶ ὁρίσωμεν, τότε φαμὲν γεγονέναι 218b.33 χρόνον, φανερὸν ὅτι οὐκ ἔστιν ἄνευ κινήσεως καὶ μεταβολῆς 219a.1 χρόνος. ὅτι μὲν οὖν οὔτε κίνησις οὔτ' ἄνευ κινήσεως χρόνος 219a.2 ἐστί, φανερόν· ληπτέον δέ, ἐπεὶ ζητοῦμεν τί ἐστιν χρόνος, 219a.3 ἐντεῦθεν ἀρχομένοις, τί τῆς κινήσεώς ἐστιν. ἅμα γὰρ κινή- 219a.4 σεως αἰσθανόμεθα καὶ χρόνου· καὶ γὰρ ἐὰν σκότος καὶ 219a.5 μηδὲν διὰ τοῦ σώματος πάσχωμεν, κίνησις δέ τις ἐν τῇ 219a.6 ψυχῇ ἐνῇ, εὐθὺς ἅμα δοκεῖ τις γεγονέναι καὶ χρόνος. 219a.7 ἀλλὰ μὴν καὶ ὅταν γε χρόνος δοκῇ γεγονέναι τις, ἅμα 219a.8 καὶ κίνησίς τις δοκεῖ γεγονέναι. ὥστε ἤτοι κίνησις τῆς 219a.9 κινήσεώς τί ἐστιν χρόνος. ἐπεὶ οὖν οὐ κίνησις, ἀνάγκη τῆς 219a.10 κινήσεώς τι εἶναι αὐτόν. ἐπεὶ δὲ τὸ κινούμενον κινεῖται ἔκ τι- 219a.11 νος εἴς τι καὶ πᾶν μέγεθος συνεχές, ἀκολουθεῖ τῷ μεγέθει 219a.12 κίνησις· διὰ γὰρ τὸ τὸ μέγεθος εἶναι συνεχὲς καὶ κί- 219a.13 νησίς ἐστιν συνεχής, διὰ δὲ τὴν κίνησιν χρόνος· ὅση γὰρ 219a.14 κίνησις, τοσοῦτος καὶ χρόνος αἰεὶ δοκεῖ γεγονέναι. τὸ δὴ 219a.15 πρότερον καὶ ὕστερον ἐν τόπῳ πρῶτόν ἐστιν. ἐνταῦθα μὲν δὴ 219a.16 τῇ θέσει· ἐπεὶ δ' ἐν τῷ μεγέθει ἔστι τὸ πρότερον καὶ ὕστερον, 219a.17 ἀνάγκη καὶ ἐν κινήσει εἶναι τὸ πρότερον καὶ ὕστερον, ἀνά- 219a.18 λογον τοῖς ἐκεῖ. ἀλλὰ μὴν καὶ ἐν χρόνῳ ἔστιν τὸ πρότερον 219a.19 καὶ ὕστερον διὰ τὸ ἀκολουθεῖν ἀεὶ θατέρῳ θάτερον αὐτῶν. ἔστι 219a.20 δὲ τὸ πρότερον καὶ ὕστερον ἐν τῇ κινήσει μέν ποτε 219a.21 ὂν κίνησις [ἐστιν]· τὸ μέντοι εἶναι αὐτῷ ἕτερον καὶ οὐ κίνησις. 219a.22 ἀλλὰ μὴν καὶ τὸν χρόνον γε γνωρίζομεν ὅταν ὁρίσωμεν 219a.23 τὴν κίνησιν, τῷ πρότερον καὶ ὕστερον ὁρίζοντες· καὶ τότε φα- 219a.24 μὲν γεγονέναι χρόνον, ὅταν τοῦ προτέρου καὶ ὑστέρου ἐν τῇ 219a.25 κινήσει αἴσθησιν λάβωμεν. ὁρίζομεν δὲ τῷ ἄλλο καὶ ἄλλο 219a.26 ὑπολαβεῖν αὐτά, καὶ μεταξύ τι αὐτῶν ἕτερον· ὅταν γὰρ 219a.27 ἕτερα τὰ ἄκρα τοῦ μέσου νοήσωμεν, καὶ δύο εἴπῃ ψυχὴ 219a.28 τὰ νῦν, τὸ μὲν πρότερον τὸ δ' ὕστερον, τότε καὶ τοῦτό φα- 219a.29 μεν εἶναι χρόνον· τὸ γὰρ ὁριζόμενον τῷ νῦν χρόνος εἶναι 219a.30 δοκεῖ· καὶ ὑποκείσθω. ὅταν μὲν οὖν ὡς ἓν τὸ νῦν αἰσθανώ- 219a.31 μεθα, καὶ μὴ ἤτοι ὡς πρότερον καὶ ὕστερον ἐν τῇ κινήσει 219a.32 ὡς τὸ αὐτὸ μὲν προτέρου δὲ καὶ ὑστέρου τινός, οὐ δοκεῖ χρό- 219a.33 νος γεγονέναι οὐδείς, ὅτι οὐδὲ κίνησις. ὅταν δὲ τὸ πρότερον 219b.1 καὶ ὕστερον, τότε λέγομεν χρόνον· τοῦτο γάρ ἐστιν χρόνος, 219b.2 ἀριθμὸς κινήσεως κατὰ τὸ πρότερον καὶ ὕστερον. οὐκ ἄρα κί- 219b.3 νησις χρόνος ἀλλ' ἀριθμὸν ἔχει κίνησις. σημεῖον δέ· 219b.4 τὸ μὲν γὰρ πλεῖον καὶ ἔλαττον κρίνομεν ἀριθμῷ, κίνησιν δὲ 219b.5 πλείω καὶ ἐλάττω χρόνῳ· ἀριθμὸς ἄρα τις χρόνος. ἐπεὶ 219b.6 δ' ἀριθμός ἐστι διχῶς (καὶ γὰρ τὸ ἀριθμούμενον καὶ τὸ ἀριθ- 219b.7 μητὸν ἀριθμὸν λέγομεν, καὶ ἀριθμοῦμεν), δὴ χρόνος ἐστὶν 219b.8 τὸ ἀριθμούμενον καὶ οὐχ ἀριθμοῦμεν. ἔστι δ' ἕτερον 219b.9 ἀριθμοῦμεν καὶ τὸ ἀριθμούμενον. καὶ ὥσπερ κίνησις αἰεὶ ἄλλη 219b.10 καὶ ἄλλη, καὶ χρόνος (ὁ δ' ἅμα πᾶς χρόνος αὐτός· τὸ 219b.11 γὰρ νῦν τὸ αὐτὸ ποτ' ἦν τὸ δ' εἶναι αὐτῷ ἕτερον τὸ δὲ 219b.12 νῦν τὸν χρόνον ὁρίζει, πρότερον καὶ ὕστερον). τὸ δὲ νῦν ἔστι 219b.13 μὲν ὡς τὸ αὐτό, ἔστι δ' ὡς οὐ τὸ αὐτό· μὲν γὰρ ἐν ἄλλῳ 219b.14 καὶ ἄλλῳ, ἕτερον (τοῦτο δ' ἦν αὐτῷ τὸ νῦν ), δέ ποτε 219b.15 ὄν ἐστι τὸ νῦν, τὸ αὐτό. ἀκολουθεῖ γάρ, ὡς ἐλέχθη, τῷ μὲν 219b.16 μεγέθει κίνησις, ταύτῃ δ' χρόνος, ὥς φαμεν· καὶ ὁμοίως 219b.17 δὴ τῇ στιγμῇ τὸ φερόμενον, τὴν κίνησιν γνωρίζομεν καὶ τὸ 219b.18 πρότερον ἐν αὐτῇ καὶ τὸ ὕστερον. τοῦτο δὲ μέν ποτε ὂν τὸ 219b.19 αὐτό (ἢ στιγμὴ γὰρ λίθος τι ἄλλο τοιοῦτόν ἐστι), τῷ 219b.20 λόγῳ δὲ ἄλλο, ὥσπερ οἱ σοφισταὶ λαμβάνουσιν ἕτερον τὸ 219b.21 Κορίσκον ἐν Λυκείῳ εἶναι καὶ τὸ Κορίσκον ἐν ἀγορᾷ. καὶ 219b.22 τοῦτο δὴ τῷ ἄλλοθι καὶ ἄλλοθι εἶναι ἕτερον· τῷ δὲ φερο- 219b.23 μένῳ ἀκολουθεῖ τὸ νῦν, ὥσπερ χρόνος τῇ κινήσει (τῷ 219b.24 γὰρ φερομένῳ γνωρίζομεν τὸ πρότερον καὶ ὕστερον ἐν κινή- 219b.25 σει, δ' ἀριθμητὸν τὸ πρότερον καὶ ὕστερον, τὸ νῦν ἔστιν)· 219b.26 ὥστε καὶ ἐν τούτοις μέν ποτε ὂν νῦν ἐστι, τὸ αὐτό (τὸ πρό- 219b.27 τερον γὰρ καὶ ὕστερόν ἐστι τὸ ἐν κινήσει), τὸ δ' εἶναι ἕτερον 219b.28 (ᾗ ἀριθμητὸν γὰρ τὸ πρότερον καὶ ὕστερον, τὸ νῦν ἔστιν). καὶ 219b.29 γνώριμον δὲ μάλιστα τοῦτ' ἔστιν· καὶ γὰρ κίνησις διὰ τὸ 219b.30 κινούμενον καὶ φορὰ διὰ τὸ φερόμενον· τόδε γάρ τι τὸ 219b.31 φερόμενον, δὲ κίνησις οὔ. ἔστι μὲν οὖν ὡς τὸ αὐτὸ τὸ νῦν 219b.32 αἰεί, ἔστι δ' ὡς οὐ τὸ αὐτό· καὶ γὰρ τὸ φερόμε- 219b.33 νον. φανερὸν δὲ καὶ ὅτι εἴτε χρόνος μὴ εἴη, τὸ νῦν οὐκ ἂν 220a.1 εἴη, εἴτε τὸ νῦν μὴ εἴη, χρόνος οὐκ ἂν εἴη· ἅμα γὰρ ὥσπερ 220a.2 τὸ φερόμενον καὶ φορά, οὕτως καὶ ἀριθμὸς τοῦ φερο- 220a.3 μένου καὶ τῆς φορᾶς. χρόνος μὲν γὰρ τῆς φορᾶς ἀρι- 220a.4 θμός, τὸ νῦν δὲ ὡς τὸ φερόμενον, οἷον μονὰς ἀριθμοῦ. καὶ 220a.5 συνεχής τε δὴ χρόνος τῷ νῦν, καὶ διῄρηται κατὰ τὸ νῦν· 220a.6 ἀκολουθεῖ γὰρ καὶ τοῦτο τῇ φορᾷ καὶ τῷ φερομένῳ. καὶ 220a.7 γὰρ κίνησις καὶ φορὰ μία τῷ φερομένῳ, ὅτι ἕν (καὶ 220a.8 οὐχ ποτε ὄν καὶ γὰρ ἂν διαλίποι ἀλλὰ τῷ λόγῳ)· καὶ 220a.9 ὁρίζει δὲ τὴν πρότερον καὶ ὕστερον κίνησιν τοῦτο. ἀκολουθεῖ 220a.10 δὲ καὶ τοῦτό πως τῇ στιγμῇ· καὶ γὰρ στιγμὴ καὶ συνέχει 220a.11 τὸ μῆκος καὶ ὁρίζει· ἔστι γὰρ τοῦ μὲν ἀρχὴ τοῦ δὲ τελευτή. 220a.12 ἀλλ' ὅταν μὲν οὕτω λαμβάνῃ τις ὡς δυσὶ χρώμενος τῇ μιᾷ, 220a.13 ἀνάγκη ἵστασθαι, εἰ ἔσται ἀρχὴ καὶ τελευτὴ αὐτὴ στιγμή· 220a.14 τὸ δὲ νῦν διὰ τὸ κινεῖσθαι τὸ φερόμενον αἰεὶ ἕτερον. ὥσθ' 220a.15 χρόνος ἀριθμὸς οὐχ ὡς τῆς αὐτῆς στιγμῆς, ὅτι ἀρχὴ καὶ 220a.16 τελευτή, ἀλλ' ὡς τὰ ἔσχατα τῆς γραμμῆς μᾶλλον καὶ οὐχ 220a.17 ὡς τὰ μέρη, διά τε τὸ εἰρημένον (τῇ γὰρ μέσῃ στιγμῇ ὡς 220a.18 δυσὶ χρήσεται, ὥστε ἠρεμεῖν συμβήσεται), καὶ ἔτι φανερὸν 220a.19 ὅτι οὐδὲν μόριον τὸ νῦν τοῦ χρόνου, οὐδ' διαίρεσις τῆς κινή- 220a.20 σεως, ὥσπερ οὐδ' στιγμὴ τῆς γραμμῆς· αἱ δὲ γραμμαὶ 220a.21 αἱ δύο τῆς μιᾶς μόρια. †ᾗ μὲν οὖν πέρας τὸ νῦν, οὐ χρόνος, 220a.22 ἀλλὰ συμβέβηκεν· δ' ἀριθμεῖ, ἀριθμός †· τὰ μὲν γὰρ πέ- 220a.23 ρατα ἐκείνου μόνον ἐστὶν οὗ ἐστιν πέρατα, δ' ἀριθμὸς τῶνδε 220a.24 τῶν ἵππων, δεκάς, καὶ ἄλλοθι. ὅτι μὲν τοίνυν χρόνος 220a.25 ἀριθμός ἐστιν κινήσεως κατὰ τὸ πρότερον καὶ ὕστερον, καὶ 220a.26 συνεχής (συνεχοῦς γάρ), φανερόν.

HOME > '������������������������' in 'Physica, 4, 13'
Aristoteles, Physica, 4, 217b.29 <<<     >>> 220a.27
1165w 5.8348650932312 s